De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὗτοι δέ εἰσιν οἱ λῃσταί, οἷς ἡ πρὸς ἀλλήλους κοινωνία ὑπὸ δικαιοσύνης σώζεται τῆς πρὸς ἀλλήλους.

διά τε γὰρ τὸ μὴ πλεονεκτεῖν ἀλλήλους καὶ διὰ τὸ μὴ ψεύδεσθαι, καὶ διὰ τὸ τιμᾶν τὸ.

κρεῖττον δοκοῦν καὶ τὸ τὰ συγκείμενα φυλάττειν, καὶ διὰ τὸ βοηθεῖν τοῖς ἀσθενεστέροις, διὰ ταῦτα ἡ πρὸς ἀλλήλους αὐτοῖς κοινωνία συμμένει, ὧν πᾶν τοὐναντίον εἰς οὓς ἀδικοῦσιν ποιοῦσιν.

ὅτι γὰρ φύσει ταῦτά ἐστι δίκαια, σημεῖον μέγιστον τὸ μηδ᾿, ἂν συνθῶνται τὰ ἀντικείμενα τούτων πρὸς ἀλλήλους ὡς δίκαια, δύνασθαι συμμένειν αὐτῶν τὴν κοινωνίαν, καίτοι γε ἦν ἂν ἀκόλουθον πᾶν ὁμοίως τῆς κοινωνίας εἶναι σωστικὸν ἐν συνθήκῃ γενόμενον.

εἰ δὲ τὰ μὲν συνθεμένων καὶ μὴ συνθεμένων τηρεῖ τὴν κοινωνίαν, τὰ δ᾿ ἀντικείμενα τούτων φθείρει, ἃ συνθεμένους σώζει, φύσει ταῦτά ἐστιν, κἂν κατὰ συνθήκην γένηται.

ἔοικεν γὰρ ἡ συνθήκη ζήτησίς τις εἶναι τοῦ φύσει δικαίου καὶ ὁμολογία κοινὴ τῶν εὑρημένων.

ἀλλ᾿ οἱ μὲν τῶν ζητούντων καὶ εὑρίσκουσιν τὸ ζητούμενον, οἱ δὲ διαμαρτάνουσιν, ὥσπερ οὖν καὶ ἐν τοῖς ἄλλοις πᾶσιν τοῖς διὰ ζητήσεως εὑρίσκεσθαι πεφυκόσιν.

ἔτι οἱ διεγνωκότες ἀδικεῖν τε καὶ λῃστεύειν οὐκ ἐξετάσαντες τὰ κείμενα νόμιμα διὰ τοῦ ταῦτα παραβαίνειν λῃστεύουσίν τε καὶ κακουργοῦσιν, ἀλλ᾿ ὡς ὄντων φανερῶν ἀδικημάτων, δι᾿ ὧν τὸ λῃστεύειν, ἄγουσιν ἐπ᾿ αὐτό.

εἰ δ᾿ ἔστιν ἄδικά τινα φύσει, καὶ οὐ τῇ τῶν συγκειμένων δικαίων παραβάσει, ἀνάγκη καὶ δίκαια φύσει λέγειν εἶναι τὰ τούτοις ἐναντία.

ὅτι δέ ἐστιν ἄδικα φύσει, δῆλον ἐκ τοῦ παρὰ πᾶσιν καὶ [*](4 ὁμολογουμένων καὶ κεκυρωμένων] cf. οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης μεν τῆς φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι 161,11 εἰ ἴσον τόπον κατέχει ἥ τε ψυχὴ καὶ τὸ σῶμα σὺν αὐτῇ, καὶ χωρισθείσης τὸ σῶμα μηδὲν ἐλάττονα 141,4 δεδειγμένου δέ 14431 7 ἡγούμενον a 15 γὰρ δὴ v. c. γὰρ m1 V: γὰρ δὴ a ἡ supra lin. V 19 λῃσταί, ληστεύειν a δικαισύνης a 24 τὸ m2, τοῦ m1 V: τὸ a)

159
τοῖς ὑπεναντιωτάτους ἔχουσι νόμους εἶναί τινα κοινά, ἃ οἱ τὸ ἀδικεῖν προαιρούμενοι πράττουσιν, εἰς οὓς ἀδικοῦσιν.