De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ γὰρ τὸ φιλητὸν ὀρεκτόν ἐστι (φιλοῦμεν δὲ οὐδένας πρὸ ἡμῶν αὐτῶν, οὐδὲ ᾠκειώμεθα πρός τι ἄλλο οὕτως·

καὶ γὰρ τῶν ἄλλων ἀντιποιούμεθα καὶ φιλοῦμέν τινα κατὰ τὴν ἐφ᾿ ἡμᾶς ἀναφοράν), εἴη ἂν τὸ πρῶτον οἰκεῖον ἕκαστος αὐτῷ κατὰ τοῦτο.

ταύτης τῆς δόξης οἱ περὶ Ξέναρχόν εἰσι καὶ βοηθόν, τὴν ἀφορμὴν λαβόντες ἀπὸ τῶν περὶ φιλίας εἰρημένων ἐν τῷ ὀγδόῳ τῶν Νικομαχείων, οὗ ἡ ἀρχὴ τῆς λέξεως·

τάχα δ᾿ ἂν γένοιτο περὶ αὐτῶν φανερόν, γνωρισθέντος τοῦ φιλητοῦ ἕως·

διοίσει δ᾿ οὐδέν·

ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον᾿·

καὶ ἐν τῷ ἐνάτῳ δὲ ὁμοίως λέγει·

τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφανεῖ᾿ ἕως·

῾ φιλητέον δὴ μάλιστα ἑαυτόν᾿.

ἀδιάρθρωτος δὲ ἡ δόξα.

ἡμᾶς γὰρ φιλοῦμεν ἤτοι ὡς ὀρεκτὰ ὄντας καὶ ὥσπερ πρᾶγμά τι ἄλλο ἄλλου κεχωρισμένον ἡμῶν, οὖ ὀρεγόμεθα (οὐδὲν γὰρ αὐτοῦ ὀρέγεται οὐδὲ τοῦ παρόντος αὐτῷ καθὸ [*](151v) πάρεστιν), ἢ τοῦ εἶναι αὐτοὺς ἡμᾶς ὀρεγόμεθα ἁπλῶς, ἐπεὶ μὴ ἐκείνως οἷόν τε.

οὐ γὰρ ἡμεῖς γε ἡμῶν αὐτῶν ἄλλοι.

καὶ μοχθηρῶς ἄρα καὶ λυπηρῶς.