De anima libri mantissa
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.
ὥστε ἡ μὲν γῆ διὰ ταῦτα οὔτε αὐτὴ διαφανὴς οὔτε τὰ ἐν οἷς μέμικται.
τὰ μὲν οὖν δίοπτα καὶ διαφανῆ τὸ μάλιστα ὁρατὸν ἔχει τε καὶ δέχεται χρῶμα, τοῦτο δέ ἐστι τὸ φῶς καὶ πρὸς τούτῳ καὶ τοῖς ἄλλοις χρώμασιν τοῦ ὁρᾶσθαι παρέχει τὴν αἰτίαν.
τὸ γὰρ ὁρᾶν τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς.
τούτου γὰρ κινητικὰ τὰ χρώματα.
τὰ δὲ στερεὰ καὶ διωρισμένα τῶν σωμάτων καὶ γήϊνα [*](7 ῥοπὴν] ante π una lit. eras. V 10 ἐναντία—πυρί suspectum 10—14 καὶ γὰρ δὴ—ἀφέστηκεν αὐτοῦ] cf. Al. de sens. 96,12—97,3 15 ὑπέκκαυμα VK: ὑπέκκαυμένᾳ a 18 ἀφεστώς Ka 20—29 εἰκότως—μαλακτὰ εἶναι] cf. Al. de sens. 97,3—12 22 αὐτῇ Ka 23 ἀὴρ ἀνάπλεως Ka 24 γεώδους Ka: γαίώδους V, ut semper 26—27 οἷς—διαφανῆ om. K 29 δῆλον scripsi: δηλοῖ VKa cf. Al. de sens. 97, 10 κέρας δὲ καὶ τὸ χελώνιον διαφανῆ ἐργασθέντα πως γίνεται, ὅτι τὸ πλεῖστον ὕδατος ἐν αὐτοῖς· δῆλον δὲ τῷ μαλακτὰ εἶναι 31 διὰ in lit. V 32 δίοπτρα Ka)
οὐδὲ γὰρ οὕτω διαφανῆ, οὐδὲ τὸ φῶς ἔτι ὡς χρῶμα οἰκεῖον ταῦτα δέχεται.
οἰκεῖον δὲ ἕκαστον αὐτῶν ἔχει χρῶμα καὶ κατὰ τοῦτό ἐστιν ὁρατόν, καθόσον καὶ τῆς διαφανείας μετέχει τῆς ὑποκειμένης τοῖς χρώμασιν.
κατὰ μὲν γὰρ τὴν τῆς γεώδους φύσεως μῖξιν ἐστέρηται τοῦ δίοπτα εἶναι.
πρώτη γὰρ τῶν σωμάτων πέπονθεν τοῦτο.
καθ᾿ ὅσον δὲ μετέχει τῆς διαφανείας, κατὰ τοσοῦτον καὶ οὕτω κέχρωσται.
τὰ μὲν γὰρ μᾶλλον διαφανῆ φωτοειδὲς ἔχει τὸ χρῶμα, τὰ δὲ ἐγγὺς τούτοις λευκόν, καὶ δεῖ τὰ μᾶλλον ὁρατὸν ἔχοντα χρῶμα μᾶλλον ἔχειν καὶ διαφάνειαν.
ἔστιν δὲ μᾶλλον μὲν ὁρατὰ τὰ φωτοειδῆ καὶ λευκά, δευτέρως δὲ τὰ τούτοις ἀκολούθως παρακείμενα, ἥκιστα δὲ τὰ μέλανα.
αἰσθητὰ μὲν γάρ ἐστι καὶ ταῦτα, οὐ μὴν ὁρατὰ προηγου μένως·