De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἀλλ᾿ οὐ κατὰ τοῦτο τὸ φωτίζειν τῷ πυρί.

καὶ γὰρ ἄλλα μὴ τοιαύτης ὄντα φύσεως φωτίζει.

ἀλλ᾿ ὡς ἐναντία ἡ γῆ τῷ πυρὶ καὶ κατὰ τὴν ῥοπὴν καὶ κατὰ τὸν οἰκεῖόν τε καὶ κατὰ φύσιν τόπον καὶ κατὰ τὸ μανὸν καὶ πυκνόν, τουτέστιν λεπτὸν καὶ παχύ, οὕτω καὶ κατὰ τὴν τοῦ φωτὸς δύναμιν καὶ διαφάνειάν τε καὶ φῶς ἐναντία ἡ γῆ τῷ πυρί.

καὶ γὰρ δὴ ὁ μὲν ἀὴρ οἰκεῖος τῷ πυρί (διὸ καὶ ταχὺ ἐκπίμπραται), τὸ δὲ ὕδωρ·

καὶ τροφὴ δοκεῖ τῷ πυρὶ εἶναι.

καὶ γὰρ ἐν τοῖς καιομένοις ξύλοις ἡ ὑγρότης ἐστὶν ἡ καιομένη ἐν αὐτοῖς.

ὁ γὰρ καπνὸς τοιοῦτον.

ἡ δὲ γῆ πορρωτάτω ἀφέστηκεν αὐτοῦ. διὰ τοῦτο δὴ μάλιστα μέν ἐστι δεκτικὸν φωτὸς τὸ δυνάμει πῦρ.

τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα, δευτέρως δὲ ἀὴρ καὶ τρίτον τὸ ὕδωρ.

[*](154r) δὲ γῆ πλεῖστον ἀφεστῶσα τοῦ πυρὸς καὶ τῆς δεκτικῆς φύσεως τοῦ φωτὸς ἐλάχιστα μετέχει.

αὕτη δέ ἐστιν ἡ διαφάνεια.

τὸ γὰρ ἕτερον τῶν ἐναντίων στέρησις.

ἐναντίον δὲ τὸ πλεῖστον ἀφεστός.

πλεῖστον δὲ ἀφέστηκεν, μεθ᾿ ὃ εἰς ἄλλο μετάβασις οὐκ ἔστιν·

τοιοῦτον δὲ ἡ γῆ. ἔσχατόν τε γὰρ τῶν ὑφισταμένων καὶ τελευταῖον τῆς ἐπὶ τάδε μεταβάσεως.

εἰκότως οὖν τὴν τῆς στερήσεως τοῦ φωτὸς χώραν ἔχει οὔτε αὐτὴ δεχομένη τὸ φῶς ἐν αὑτῇ, ὅτῳ τ᾿ ἂν ἄλλῳ μιχθῇ ἀντιφράττουσα καὶ κωλύουσα αὐτὸ δι᾿ ὅλου φωτίζεσθαι.

δηλοῖ δὲ ὁ ἀὴρ ὁ ἀνάπλεως καπνοῦ·

ἧττον γὰρ δέχεται τὸ φῶς διὰ τὴν μῖξιν τοῦ γεώδους·

τοιοῦτος δὲ ὁ κονιορτός.

διὰ τὴν αὐτὴν δὲ αἰτίαν οὐδὲ ἡ φλὸξ δίοπτός ἐστιν, διότι γεῶδες αὐτῇ μέμικται, εἰ ἡ φλόξ ἐστι καιόμενος καπνός.