De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Ἡ διαφάνεια κοινή τις φύσις καὶ κοινὸν πάθος ἀπάντων ἐστὶ τῶν σωμάτων, ἀλλὰ τὰ μὲν μᾶλλον αὐτῆς μετέχει, τὰ δὲ ἧττον, πῦρ μὲν καὶ ἀὴρ καὶ ὕδωρ μᾶλλον, ἧττον δὲ γῆ, πλὴν ἐν πᾶσίν γέ ἐστι τοῖς σώμασιν.

ἔστι γὰρ ἡ διαφάνεια ὕλη πως χρώματος.

ὡς γάρ ἐστι μεγάλου καὶ μικροῦ ὕλη τις, καὶ κούφου καὶ βαρέος καὶ τῶν ἄλλων ἐναντιοτήτων ὁμοίως, ὃ δεκτικὸν αὐτῶν ἐστι παρὰ μέρος, οὕτως καὶ τῆς ἐν χρώμασιν ἐναντιότητος [*](1 ἐπεὶ Va: ἐπὶ ex. Vict. ἡρέμα ut solet V 2 περὶ ταῦτα a ἀχλυωδέστερα V: ἀχαιωδέστερα a 7 ᾖ] expectamus ὡρισμένον ἠρεμοῦν vel ὡρισμένον καὶ μένον, ut v. 10. hoc enim dicit: si quid aut a certa stabilique re aut ab ipso visu (sie manet sim manere videtur) idem intervallum videtur nom tenere, id moveri putamus φαίνεται a 8 μὴ τὴν ἀπόστασιν τὴν αὐτὴν a 9 αὐτὸν a 11 αὐτῷ a 13 αὕτη] fortasse ταῦτα nisi ἀντιπαραλλάττειν (Usenerus) latet παραλάτειν V 16 λέγει] scil. ἡ ὄψις 17 ἀπορία] cf. 62,9, de sens. 63,11 20 τέμνουσιν] fortasse τέμνει, nisi pauca eciderunt: τέμνουσιν ἀλλήλους ⟨οἱ κῶνοι οἱ ἀπὸ⟩ τῶν τὰ διαγώνια ὁρώντων cf. Al. de sens. 643 21 τὰ in lit. V 23 αὐτὸν] ante ν una lit. erasa V 26 ὅτι τὸ χρῶμα πέρας τοῦ διαφανοῦς] cf. Al. de sens. 91, 8 sq. 32 δεκτικὸν αὐτῶν] ὸν αὐ in lit. v τοῖς ἐν Ka)

148
ὕλη τὸ διαφανές.

εἴπερ οὖν πᾶν σῶμα χρώματός ἐστι δεκτικόν, πᾶν καὶ διαφανές ἐστιν.

ἔστι γὰρ τὸ τοῖς χρώμασιν ὑποκείμενον τοῦτο, καὶ ἔστιν ἐν τῷ πέρατι τοῦ ὡρισμένου διαφανοῦς κατάδηλος ἡ τῶν χρωμάτων φύσις.

τῶν γὰρ ἀδιόπτων σωμάτων, ἅπερ ἐστὶν ὡρισμένα καὶ στερεά, μόνον τὸ πέρας φανερόν ἐστι, ὅπερ ἐστὶ τὸ χρῶμα.

τῶν δὲ διαφανῶν ἐναργέστατόν ἐστι τοῦτο, κρινόμενον τῇ πρὸς τὸ περιέχον ἑτερότητι καὶ ἀνομοιότητι.

διαφανῆ δὲ καλεῖται μόνα τῶν σωμάτων τὰ δίοπτα, ἐπεὶ ὄψει ληπτὸν αὐτῶν ἐστι τὸ χρῶμα.

δι᾿ οὗ δὲ τοῦτο φαίνεσθαι πέφυκεν δέξασθαι δυναμένου τὸ εἶδος αὐτοῦ, τοῦτο διαφανὲς ἰδίως καλεῖται καὶ ἔστι.

τί ποτ᾿ οὖν, εἰ ἐν ἅπασιν τοῖς σώμασίν ἐστιν ἡ διαφάνεια, οὐ πάντα ἐστὶ διαφανῆ;

ἢ διαφέρει τὰ σώματα τῷ μᾶλλόν τε καὶ ἧττον ἔχειν τήνδε τὴν φύσιν.

τὸ δὲ μᾶλλόν τε καὶ ἧττον μίξει τοῦ ἀντικειμένου γίνεται.

ἐναντίον δὲ τὸ ἐλάχιστον διαφανές.

τοῦτο δέ ἐστιν ἡ γῆ. τὸ γὰρ ἐναντίον τῷ μάλιστα διαφανεῖ γῆ.

δῆλον δὲ τοῦτο ἐντεῦθεν·

φαμὲν γὰρ τὸ δυνάμει διαφανὲς λεγόμενον ἐνεργείᾳ γίνεσθαι τοιοῦτον διὰ πυρὸς ἤ τινος τοιούτου παρουσίαν.

κατὰ λόγον οὖν λήψομεν ἐγγὺς τοῦ πυρὸς τήν τε φύσιν καὶ τὴν θέσιν, ὃ μάλιστα καὶ τάχιστα ἀναπίμπλαται φωτός (καὶ τοῦτ᾿ ἔστιν τὸ μάλιστα διαφανές), τὸ δὲ πορρωτάτω ἥκιστα, τῶν δὲ ἄλλων ἄλλο ἄλλου μᾶλλον, ὡς ἂν ἔχωσιν ἀποστάσεως πρὸς τὸ πῦρ καὶ πᾶν τὸ φωτίζειν πεφυκός.

ἐγγυτάτω μὲν οὖν ἐστιν τοῦ πυρός τε καὶ τοῦ φωτίζειν πεφυκότος σῶμα τῶν ἐν γενέσει τὸ ὑπὸ σελήνην, ὃ καὶ ὑπέκκαυμα καλοῦμεν, μετὰ δὲ τοῦτο ἀήρ, καὶ τρίτον τὸ ὕδωρ, πορρωτάτω δὲ ἡ γῆ.

διὸ κἀκεῖνα μὲν τοῦ μάλιστα ὁρατοῦ, λέγω δὲ τοῦ φωτός ἐστι δεκτικὰ μάλιστα, ὄντα διαφανῆ, ἡ δὲ γῆ οὐχ ὁμοίως.

ἐναντία γὰρ αὕτη τῷ τε φωτίζειν καὶ τῷ μάλιστα φωτίζεσθαι δυναμένῳ, ὅπερ φαμὲν ὕλην·