De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ μὲν γὰρ ὑπομένει, ἔσται οὐ δύο μόνον ἐν αὐτῷ σώματα, ἀλλὰ καὶ τρία, ὅ τε γὰρ ἀὴρ καὶ τὸ σκότος καὶ τὸ φῶς.

εἰ δὲ ἀντιπεριίσταται, ποῦ ἀντιπεριστήσεται;

ἢ δηλονότι ὅθεν ἔπεισιν τὸ φῶς;

ἔσται ἄρα τὸ σκότος ἐν τῷ ἡλίῳ καὶ τοῖς ἄστροις καὶ τῷ πυρί.

τοῦτο δὲ παντάπασιν ἄτοπον.

ἔτι εἰ τὸ σκότος, σῶμα ὄν, ὑπομένον δέχεται τὸ φῶς, ἔσται τὸ ἐναντίον τοῦ ἐναντίου δεκτικόν.

τοῦτο δὲ ἀδύνατον.

εἰ γὰρ ἀλλοιοῦσθαί τις λέγοι τὸ ὑποκείμενον, οὔτε τὸ φῶς ἔσται [*](4 ἔσται Ka 7 τὸ] τι Usenerus 9 fortasse φῶς· ⟨οὐκ ἄρα πῦρ τὸ φῶς⟩. Usenerus 11 γε om. Ka 12 τὸ πῦρ φῶς Ka 14 λέγει Ka 24 ἔσται Diels: ἔστι VKa 25—26 οὐ σώματος Ka 27 γάρ τι Ka 29 ἀσώματος a 31 τῷ om. Ka 33 fortasse ⟨τῷ⟩ αὐτῷ καὶ ante τρία om. Ka)

139
σῶμα οὔτε τὸ σκότος.

ἔτι εἰ σῶμα τὸ σκότος, ὁ ἀήρ, ἐν ᾧ γίνεται τὸ φῶς, ἤτοι δι᾿ ὅλου σῶμα ὢν δέξεται τὸ φῶς, καὶ οὕτω σῶμα διὰ σώματος χωρήσει, ἢ ἕξει πόρους, δι᾿ ὧν δίεισιν τὸ φῶς.

οὗτοι δὴ ἤτοι, ὅταν μὴ φῶς, ἔσονταί τινος ἄλλου σώματος πλήρεις, ὃ τί ποτε ἐροῦσιν εἶναι, [*](151 v) ἢ ποῦ μεθίστασθαι;

δεήσει γὰρ αὐτὸ λεπτότερον ἀέρος εἶναι, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ, εἴ γε καὶ τούτῳ ὑποχωρεῖ καὶ μεθίσταται·

τί δ᾿ ἂν εἴη σῶμα κατ᾿ αὐτοὺς τοῦ φωτὸς λεπτότερον;

εἰ δὲ λέγοιεν πῦρ εἶναι τοῦτο, πυρὸς ἔσται πλήρης, ὃ ἀτοπώτατον, εἴ γε τοῦ πυρὸς τό τε φωτίζειν καὶ τὸ θερμαίνειν, ὧν οὐδέτερον ἐν τῷ σκότῳ.

εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ᾿ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὐτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.

ἔτι πῶς ὁμαλὲς ἔσται τὸ φῶς ἐν τῷ ἀέρι, μόνων τῶν πόρων ἐχόντων αὐτό, εἴ γε, ἔνθα μέν ἐστι τὸ φῶς, τοῦτο πεφώτισται (τοῦτο δ᾿ εἰσὶν οἱ πόροι), ἔνθα δὲ ὁ ἀὴρ ἢ ἄλλο τι τῶν διαφανῶν σῶμα, μὴ πεφώτισται.

ἔτι εἰ σῶμα τὸ φῶς, πῶς ἐὰν διὰ βραχείας ὀπῆς εἰς οἶκόν τινα σκότους ὄντος εἰσέλθῃ ἀπό τινος φωτίσαντος, ἀποληφθείσης ἀθρόως τῆς ὀπῆς οὐχ ὑπομένει οὐκ ἔχον ἄλλην ἔξοδον;

ἔτι εἰ σῶμα τὸ φῶς, πῶς οἷόν τε ἅμα φωτίζεσθαι καὶ τὰ πόρρω καὶ τὰ ἐγγύς, τὰ δυνάμενα ἀπὸ τοῦ αὐτοῦ διαστήματος φωτισθῆναι;

ἔδει γὰρ ἐν πλείονι χρόνῳ τὰ πλέον ἀφεστῶτα, εἴ γε παντὸς σώματος ἡ τοπικὴ κίνησις ἐν χρόνῳ.

ὅτι δὲ ἅμα τὸ φῶς καὶ ἐν τῷ ἐγγυτάτῳ καὶ ἐν τῷ πορρωτάτῳ γίνεται διαστήματι τῷ οἵῳ τε φωτίζεσθαι, ἐν ταὐτῷ τοῦ φωτίζοντος μένοντος, ἐναργές.

ἔτι εἰ τὸ φῶς σῶμα ὄν ἐστιν ἐν τοῖς τοῦ ἀέρος πόροις ἢ τοῖς τοῦ ὕδατος, πῶς ἢ τοῦ ὕδατος ῥέοντος ἢ τοῦ ἀνέμου μετακινουμένου οὐ συμμεταφέρεται καὶ συγκινεῖται καὶ αὐτό, ἀλλ᾿ ἀεὶ ἐν τῷ αὐτῷ μένει τῶν ἐν οἷς ἐστιν οὐ μενόντων;