De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ δὲ ἀπορροήν τις λέγοι πυρός, πῶς καὶ μὴ ἀπὸ πυρὸς φῶς γίνεται;

πολλὰ γὰρ φωτίζει καὶ μὴ τοιαῦτα, ὡς ἡ λαμπυρίς.

ἔτι εἰ ἔστιν ἀπορροή, διὰ τί οὐδὲ πρὸς ὀλίγον ὑπομένει παραφερομένων τούτων, ἀφ᾿ ὧν ἀπορρεῖ;

ἐπὶ γὰρ ὧν εἰσιν ἀπόρροιαι, ἐπὶ τούτων ὑπομένει πρός τινα χρόνον καὶ ἀπελθόντων τὸ ἀπορρεῦσαν.

εἰ δέ ἐστιν εὔφθαρτον οὕτως, ὡς μηδ᾿ ὅλως ὑπομένειν, ἀλλὰ πρὸς τὸ εἶναι συνεχοῦς δεῖσθαι χορηγίας, διὰ τί οὐ ταχέως καταναλίσκεται τὰ φωτίζοντα τοσαύτης ἀπ᾿ αὐτῶν γινομένης ἀπορροῆς;

πόση γὰρ ἡ ἐκ τῆς τροφῆς προσθήκη;

πῶς δὲ οἱ λίθοι, μὴ τρεφόμενοι, φωτίζοντες δέ, οὐκ ἀναλίσκονται;

πόσης δὲ δεῖ χορηγίας καὶ τροφῆς ταῖς λαμπυρίσιν;

ὅλως δὲ εἰ τὸ φῶς σῶμα, δῆλον ὅτι τόπον καθέξει καὶ ἔσται που.

τίς οὖν ὁ τοῦ φωτὸς τόπος;

ἢ γὰρ ὁ αὐτὸς ἔσται τοῦ φωτὸς καὶ τῶν διαφανῶν, καὶ ἤτοι ἐκεῖνα οὐ σώματα ἢ σῶμα διὰ σώματος διελεύσεται καὶ δύο σώματα τὸν αὐτὸν καθέξει τόπον, ἤ, εἰ ταῦτα ἄτοπα, οὐκ ἔσται τὸ φῶς σῶμα.

γελοῖον γάρ τοι τὸν μὲν λίθον τὸν διαφανῆ ἢ τὴν ὕαλον μὴ λέγειν εἶναι σῶμα, τὸ δὲ φῶς λέγειν.

ἔτι τὸ σκότος σῶμα καὶ αὐτὸ ἐροῦσιν ἢ ἀσώματον;

ἀλλὰ τὸ μὲν σῶμα λέγειν σκιὰν λέγοντας ἄτοπον, εἰ δ᾿ ἀσώματον, εὔλογον καὶ τὸ φῶς ἀσώματον λέγειν, ἐναντίον ὂν τῷ σκότῳ.

ἔτι εἰ τὸ σκότος σῶμα, πότερον ὑπομένον δέχεται τὸ φῶς ἢ ἀντιπεριΐσταται;

εἰ μὲν γὰρ ὑπομένει, ἔσται οὐ δύο μόνον ἐν αὐτῷ σώματα, ἀλλὰ καὶ τρία, ὅ τε γὰρ ἀὴρ καὶ τὸ σκότος καὶ τὸ φῶς.

εἰ δὲ ἀντιπεριίσταται, ποῦ ἀντιπεριστήσεται;

ἢ δηλονότι ὅθεν ἔπεισιν τὸ φῶς;

ἔσται ἄρα τὸ σκότος ἐν τῷ ἡλίῳ καὶ τοῖς ἄστροις καὶ τῷ πυρί.

τοῦτο δὲ παντάπασιν ἄτοπον.