De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ δὲ λέγειν τῷ ποσῷ τοῦ ἀέρος τοῦ μεταξὺ τοῦ τε ὁρωμένου, ἀφ᾿ οὗ τὰ εἴδωλα, καὶ τοῦ ὀφθαλμοῦ τὴν ἀντίληψιν γίνεσθαι τοῦ διαστήματος (τοῦτο γὰρ ὑπὸ τοῦ εἰδώλου προωθούμενον προεμπίπτειν τῇ κόρῃ πρὸ τοῦ εἰδώλου) ἀτοπίαν οὐδεμίαν ὑπερβάλλει.

πῶς γὰρ τὸ εἴδωλον δύναται τὸν πρὸ αὐτοῦ προωθεῖν ἀέρα, ὂν οὕτως εὐπαθές;

καὶ πῶς τοῦτον ἡ κόρη δέχεται, προσέτι τε πολλάκις τοσοῦτον δέξεται;