De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν, ταῦτα ἐλέγετο εἶναι·

ἥ τε ἀπὸ τῶν αἰσθητῶν ἀναλογία καὶ ἡ ἐπὶ τῶν γινομένων ἁπάντων.

ὥσπερ γὰρ ἐπὶ πάντων τῶν γινομένων ἐστί τι τὸ πάσχον, ἔστι τι καὶ τὸ ποιοῦν καὶ τρίτον ἐκ τούτων τὸ γινόμενον (καὶ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως·

ἔστι γὰρ πάσχον τὸ αἰσθητήριον, ποιοῦν δὲ τὸ αἰσθητόν, γινόμενον δὲ ἡ ἀντίληψις ἡ διὰ τοῦ αἰσθητηρίου τοῦ αἰσθητοῦ), τὸν αὐτὸν τρόπον δὴ καὶ ἐπὶ τοῦ νοῦ ὑπελάμβανεν δεῖν εἶναί τινα ποιητικὸν νοῦν, ὅστις τὸν δυνάμει νοῦν καὶ ὑλικὸν εἰς ἐνέργειαν ἄγειν δυνήσεται (ἔστι δὲ ἐνέργεια τὸ αὑτῷ ποιεῖν νοητὰ πάντα τὰ ὄντα).

ὥσπερ γάρ ἐστιν αἰσθητά, ἃ κατ᾿ ἐνέργειαν καὶ ἐνεργείᾳ τὴν αἴσθησιν ποιεῖ, οὕτω δεῖ εἶναί τινα καὶ τὰ τὸν νοῦν ποιοῦντα ἐνεργείᾳ ὄντα αὐτὰ νοητά.

οὐ γὰρ οἷόν τε ποιητικόν τι εἶναί τινος μὴ ὂν αὐτὸ ἐνεργείᾳ.

ἐνεργείᾳ δὲ νοητὸν τούτων τῶν νοουμένων ὑφ᾿ ἡμῶν οὐδέν ἐστιν.

ὁ γὰρ νοῦς ὁ ἡμέτερος νοεῖ τὰ αἰσθητὰ δυνάμει ὄντα νοητά, καὶ ὑπὸ τοῦ νοῦ νοητὰ ταῦτα γίνεται.

αὕτη γὰρ ἐνέργεια τοῦ νοῦ, τὰ ἐνεργείᾳ αἰσθητὰ τῇ αὑτοῦ δυνάμει χωρίσαι καὶ ἀφελεῖν τούτων, σὺν οἷς ὄντα ἐστὶν αἰσθητά, καὶ ὁρίσασθαι καθ᾿ αὑτά.

εἰ δὴ αὕτη ἐστὶν ἡ τοῦ νοῦ τοῦ δυνάμει πρότερον ὄντος ἐνέργεια, δεῖ δὲ τὸ γινόμενον καὶ ἀγόμενον ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ὑπό τινος γίνεσθαι ἐνεργείᾳ ὄντος, δεῖ τινα [*](144v) εἶναι καὶ νοῦν ποιητικὸν ἐνεργείᾳ ὄντα, ὃς ποιήσει τὸν τέως ὄντα δυνάμει ἐνεργεῖν δύνασθαι καὶ νοεῖν.

τοιοῦτος δέ ἐστιν ὁ θύραθεν εἰσιών.

ταῦτα μὲν τὰ κινήσαντα ἐκεῖνον.

ἔσται δή τι καὶ ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν, ὥσπερ αὖ καὶ αἰσθητὸν οὐχ ὑπὸ τῆς αἰσθήσεως γινόμενον τοιοῦτον.

τοῦτο δέ ἐστι νοῦς, φύσις τις καὶ οὐσία, οὐδενὶ ἄλλῳ γνωστὴ ἢ νῷ.

οὐ γὰρ δὴ αἰσθητός γέ ἐστιν, οὐδὲ πάντα τὰ νοούμενα ὑπὸ τοῦ ἡμετέρου νοῦ νοητὰ γίνεται οὐκ ὄντα τῇ ἑαυτῶν φύσει νοητά, ἀλλ᾿ ἔστιν τι καὶ καθ᾿ αὑτὸ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν.

τοῦτο δὴ καὶ αὐτὸ ὁ δυνάμει νοῦς τελειούμενος καὶ αὐξόμενος νοεῖ.

ὥσπερ γὰρ ἡ περιπατητικὴ δύναμις, ἣν ἔχει ὁ ἄνθρωπος εὐθὺς τῷ γενέσθαι, εἰς ἐνέργειαν ἄγεται προϊόντος τοῦ χρόνου τελειουμένου αὐτοῦ οὐ κατὰ πάθος τι, τὸν αὐτὸν τρόπον [*](1—2 νοῦς—μόνος om. K 1 νοήσει ἀεί Ps. Al. 26 1—2 καθὸ— νοήσει] καθὸ δὲ ἁπλοῦς ἐστι, μόνος τῶν νοητῶν μόνον ἑαυτὸν νοήσει Ps. Al. 26—27 4 Ἀριστοτέλους] Ἀριστοκλέους Zeller, die Philos. d. Griechen IV 3 785 5 ἀριστοτέλην MKa ταῦτα δὲ M 7 τι καὶ V (τ in lit.) M: καὶ Ka 9 δὲ τί τὸ M 10 δὴ om. M 12 αὑτῷ] MKa: αὐτῷ V 18 ἡ ἐνέργεια M, sed cf. αὕτη γὰρ αἰσθήσεως διαμαρτία τὸ . . γίνεσθαι p. 41,12 αὕτη γὰρ φύσις αἰσθήσεως τὸ . . κρίνειν p. 152r52 19 ὄντα αἰκαθ᾿ αὐτοῦ VMKa 20 δὴ αὕτη V: δὲ (δὴ?) αὕτη M: δὲ αὐτή Ka fortasse καθ᾿ αὑτὰ ⟨τὰ εἴδη αὐτῶν⟩. εἰ δὴ αὕτη 21 ἐνέργεια VK: ἐνέργειᾳ a: ἐνεργεία M 22 γίνεσθαι V: ἄγεσθαι MKa sed cf. 112,1 25 αὑτοῦ V: αὐτοῦ MKa 27 οὐσίᾳ a 29 ἑαυτῶν φύσει VK: ἑαυτοῦ φύσει M: ἑαυτῶν φύσειν a 31 τελειούμενον M πατητικὴ M)

111
καὶ ὁ νοῦς τελειωθεὶς τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ αἰσθητὰ δὲ νοητὰ αὑτῷ ποιεῖ, ἅτε ὢν ποιητικός.

οὐ γὰρ παθητικὸς ὁ νοῦς τῇ αὑτοῦ φύσει, ὡς ὑπὸ ἄλλου γίνεσθαι καὶ πάσχειν, καθάπερ ἡ αἴσθησις.

ὑπεναντίως γὰρ ἔχει.

ἡ μὲν γὰρ αἴσθησις κατὰ πάθος, παθητικὸν γάρ, καὶ ἡ ἀντίληψις αὐτῇ διὰ πάθους, ὁ δὲ νοῦς ποιητικόν.