De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τοῦτο δὴ τὸ νοητόν τε τῇ αὑτοῦ φύσει καὶ κατ᾿ ἐνέργειαν νοῦς, αἴτιον γινόμενον τῷ ὑλικῷ νῷ τοῦ κατὰ τὴν πρὸς τὸ τοιοῦτο εἶδος ἀναφορὰν χωρίζειν τε καὶ μιμεῖσθαι καὶ νοεῖν καὶ τῶν ἐνύλων εἰδῶν ἕκαστον καὶ ποιεῖν νοητὸν αὐτό, θύραθέν ἐστι λεγόμενος νοῦς ὁ ποιητικός, οὐκ ὢν μόριον καὶ δύναμις τις τῆς ἡμετέρας ψυχῆς, ἀλλ᾿ ἔξωθεν γινόμενος ἐν ἡμῖν, ὅταν αὐτὸν νοῶμεν, εἴ γε κατὰ μὲν τὴν τοῦ εἴδους λῆψιν τὸ νοεῖν γίνεται, τὸ δέ ἐστιν εἶδος ἄϋλον αὐτὸ οὐ μεθ᾿ ὕλης ὄν ποτε οὐδὲ χωριζόμενον αὐτῆς ἐπειδὰν νοῆται.

χωριστὸς δέ ἐστιν ἡμῶν τοιοῦτος ὢν εἰκότως, ἐπεὶ μὴ ἐν τῷ νοεῖσθαι αὐτῷ ὑφ᾿ ἡμῶν τὸ εἶναι νῷ γίνεται, ἀλλ᾿ ἔστιν τῇ αὑτοῦ φύσει τοιοῦτος, ἐνεργείᾳ νοῦς τε ὢν καὶ νοητός.

τὸ δὲ τοιοῦτον εἶδος καὶ ἡ χωρὶς ὕλης οὐσία ἄφθαρτος.

διὸ καὶ ποιητικὸς νοῦς, ὁ κατ᾿ ἐνέργειαν θύραθεν ὢν τὸ τοιοῦτον εἶδος, εἰκότως ἀθάνατος ὑπ᾿ [*](2 αὑτοῦ V: αὐτοῦ MKa 3—15 τὰ μὲν γὰρ—ἐνέργειαν γίνεται] cf. Ps. Alex. in Ar. met. 668,24—669,3 3—4 τὰ μὲν γὰρ—νοητά] ὅσα τῶν εἰδῶν ἔνυλά ἐστι καὶ ἐν ὕλῃ τὸ εἶναι ἔχει, ταῦτα ὑπὸ τοῦ νοῦ γίνεται νοητά, δυνάμει ὄντα νοητὰ καὶ μὴ καθ᾿ αὑτὰ μηδὲ ἐνεργείᾳ Ps. Al. 24—25 4 ἐστιν om. M 5 αὐτοῖς VM: αὐτῆς Ka 6 καὶ] ἐστι καὶ Ps. Al. 28 7 αὑτῶν V: αὐτῶν MKa: ἑαυτοῦ Ps. Al. 28 7—8 τὸ νοούμενον VKM: τὸν νοούμενον a 8 ἁπλῶς VM: ἁπλῶν Ka 9—10 ἐπιστήμη—ἡ κατ᾿ ἐνέργειαν om. Ps. Al. 11 αὐτὴ] αὐτή ἐστι Ps. Al. 31 τῇ VKa: ταὐτὸν τῇ M 12 δὲ καὶ om. Ps. Al.: δὲ del. Freudenthal. sed. cf. lnd. 12—13 ὁ αὐτὸς —ἐνέργειαν νῷ om. 14 λαμβάνων om. M: λαβὼν Ps. Al. χωρίσας Ps. Al. 15 κατ᾿ ἐνέργειαν ante ἐκεῖνο om. M 16 δή VKa: δέ ἐνέργεια a νοητὸν V: νοῦς MKa τῇ VKa: τῶ τῆ M αὐτοῦ VMKa bis 17 τοῦ ἄυλον M αὐτὸ M ex. Vict.: αὐτῷ VKa 19 αὑτοῦ V: αὐτοῦ MKa 20 τοιοῦτον MKa 24 αὐτὸ νοῶμεν MKa 25 fortasse τόδε δέ 25—26 τὸ δὲ—νοῆται om. M 26 εἰκότως ἐπειδὴ ἐπεὶ 27 αὐτὸ M 28 αὑτοῦ V: αὐτοῦ MKa 29 ὁ om. M)

109
Ἀριστοτέλους καλεῖται νοῦς.

νοῦς μὲν γὰρ καὶ τῶν ἄλλων ἕκαστον τῶν νοουμένων εἰδῶν ὅταν νοῆται.

ἀλλ᾿ οὐ θύραθεν οὐδ᾿ ἔξωθεν νοῦς ὤν, ἀλλ᾿ ὅτε νοεῖται γινόμενος.

οὗτος δὲ νοῦς, ὢν καὶ πρὸ τοῦ νοεῖσθαι, εἰκότως ὅταν νοηθῇ, θύραθέν τέ ἐστι καὶ λέγεται.

νοεῖν δὲ αὑτὸν ὁ ἐν ἕξει νοῦς καὶ ἐνεργῶν δύναται·

οὐ καθὸ νοῦς ἐστιν, ἅμα γὰρ καὶ κατὰ ταὐτὸν αὐτῷ τὸ νοεῖν ἔσται καὶ νοεῖσθαι, ἀλλὰ καὶ ταύτῃ μέν, ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τοῖς κατ᾿ ἐνέργειαν νοουμένοις.

ἐκεῖνα δὴ νοῶν αὑτὸν νοεῖ, εἴ γε ταῦτα ἃ νοεῖ ἐν τῷ νοεῖσθαι νοῦς γίνεται.

εἰ γὰρ τὰ νοούμενά ἐστιν ὁ κατ᾿ ἐνέργειαν νοῦς, ταῦτα δὲ νοεῖ, αὑτὸν νοῶν γίνεται.

νοῶν μὲν γὰρ ὁ αὐτὸς γίνεται τοῖς νοουμένοις, μὴ νοῶν δὲ ἄλλος ἐστὶν αὐτῶν.

οὕτως δὲ καὶ ἡ αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγοιτ᾿ ἂν αἰσθανομένη τούτων, ἃ ἐνεργείᾳ αὐτῇ ταὐτὰ γίνεται.

ὡς γὰρ ἔφαμεν, καὶ ἡ κατ᾿ ἐνέργειαν αἴσθησις τὸ αἰσθητόν ἐστι.

καὶ γὰρ ἡ αἴσθησις καὶ ὁ νοῦς τῇ τῶν εἰδῶν λήψει χωρὶς ὕλης τῶν οἰκείων αὐτοῖς ἀντιλαμβάνονται.

ἔτι δὲ λέγοιτ᾿ ἂν αὑτὸν νοεῖν ὁ νοῦς οὐχ ἢ νοῦς ἐστιν, ἀλλ’ ᾗ καὶ αὐτὸς νοητός.

ὡς γὰρ νοητοῦ ἀντιλήψεται, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστου τῶν νοητῶν, οὐχ ὡς νοῦ.

συμβέβηκε γὰρ τῷ νῷ εἶναι καὶ νοητῷ·

ἐπεὶ γάρ ἐστι τῶν ὄντων τι καὶ αὐτός, καὶ οὐκ ἔστιν αἰσθητός, λείπεται νοητὸν αὐτὸν εἶναι.

εἰ γὰρ ὡς νοῦς καὶ καθὸ νοῦς ἐστιν ἐνοεῖτο ὑφ᾿ αὑτοῦ, οὐδὲν ἂν ἄλλο, ὃ μὴ νοῦς ἦν, ἐνόει, ὥστε αὑτὸν ἂν ἐνόει μόνον.