In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Συμβαίνει δὲ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων 45 ἀπατᾶσθαι διὰ τὸ μὴ | τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν 141r ἀνάγκη παντὶ θάτερον ὑπάρχειν.
Δείξας, τίς ἡ ἀκολουθία ἅμα δύο ἀντιφάσεων, ὅτι, ἐὰν τῷ τῆς ἑτέρας μέρει τὸ τῆς ἑτέρας μόριον ἀκολουθῇ μὲν μὴ μέντοι καὶ ἀντιστρέφῃ, ὅτι καὶ ἔμπαλιν τῷ καταλειπομένῳ μορίῳ τῆς ἑτέρας ἀντιφάσεως, ἧς εἵπετο θάτερον μόριον τῆς ἑτέρας ἀντιφάσεως], ἀκολουθήσει πάλιν τὸ λοιπὸν τῆς ἑτέρας μόριον καὶ οὐκ ἀντιστρέψει δύο γὰρ ἀντιφάσεων οὐσῶν τῆς A B καὶ Γ Δ, ἂν ἕπηται τῷ Γ τὸ Α, μηκέτι δὲ καὶ τῷ Α τὸ Γ, ἀκολουθήσει μὲν καὶ τῷ Β τὸ Δ, οὐ μὴν ἀντιστρέφει· οὐ γὰρ καὶ τῷ Δ τὸ Β), νῦν φησιν, ὅτι, εἰ μὴ καλῶς ληφθεῖεν αἱ ἀντιθέσεις καὶ ἀντιφάσεις, ὡς μήτε ἄμφω τῷ αὐτῷ καὶ παντὶ θάτερον ἐξ ἀνάγκης, δόξει τῷ Γ τοῦ Α ἑπομένου καὶ τῷ Δ τὸ Β ἕπεσθαι, ὃ ἐδείχθη μὴ οὕτως ἔχον.· τῷ γὰρ εἶναι μὴ λευκὸν οὐκ ἀκολουθεῖ μὲν ἀεὶ ἡ ἁπλὴ ἀπόφασις τὸ μὴ εἶναι λευκόν, ᾗτινι αὕτη αἰεὶ ἠκολούθει, ὡς ἐδείχθη, δόξει δὲ ἀκολουθεῖν, ἐὰν μὴ ·ὀρθῶς αἱ ἀντιφάσεις ληφθῶσιν. ἄν γάρ τις λάβῃ δύο ἀντιφάσεις τὴν Α Β καὶ Γ Δ, λάβῃ δὲ καὶ τῷ Γ ἕπεσθαι τὸ Α καὶ μὴ ἀντιστρέφειν, δόξει καὶ τῷ Δ ἕπεσθαι τὸ B παρὰ τὸ μὴ ὑγιῶς αὐτὸν τὰς ἀντιθέσεις ποιήσασθαι. εἰ γὰρ [*](1 ἄμα a: evan. Β εἰ addidi ἄν ut ex vs. 2 translatum delevi 3 ᾱ scripsi: δ aB 7 καταλιπόμενον a 10 ἄμα prius om. a β(??) Β: ᾱ a 14 ἦν scripsi: εἶναι aB δὲ om. a εἶεν Β2 corr.: εἰ a Β pr. ἄν addidi 18 ὧν a et Ar.: ᾧ Β (A pr.) 28 τῆς ἑτέρας ἀντιφάσεως delevi 29 ἀντιστρέΦει scripsi: ἀντιστρέφει aB 30 ἐὰν a 33 δείξει a 34 ante εἶναι add. μὴ a: expunxit Β 35 ἡ τινι a 39 παρὰ τὸ om. in lac. a)
Ὅτι δὲ μὴ ἀντιφάσεις τὰ τοιαῦτα, δεικνύοιτο ἄν καὶ διὰ τοῦ τὰς ἀμφοτέρων ἀποφάσεις τῷ ἑτέρῳ μέρει τῆς ἀντιφάσεως αἰεὶ συμψεύδεσθαι· αἰεὶ μὲν γὰρ καὶ ἐπὶ παντὸς ψευδὴς ἡ ἀμφοτέρων ἀπόφασις· οὐ γὰρ οἷόν τέ τι ἅμα καὶ οὐκ ἀγαθὸν καὶ οὐχὶ οὐκ ἀγαθὸν εἶναι. ὁποτέρα <ἂν> οὖν τῆς ἀντιφάσεως ἀληθὴς ᾗ, #x003E; ἀμφοτέρων ἀπόφασις μετὰ τῆς ἀντικειμένης τῇ ἀληθεῖ αἰεὶ ψευδὴς ἔσται. ἔτι δ’ εἰ ἐπὶ πάντων ψευδὴς ἡ ἀμφοτέρων ἀπόφασις, ὅταν ἐπί τινος τοῦ αὐτοῦ πρὸς ἑκάτερον μόριον τῆς ἀντιφάσεως, ὧν ἀμφοτέρων ἐστὶν ἀπόφασις. ἀντιτιθῆται ὡς ἀντίθεσιν πρὸς αὐτὰ ποιοῦσα, ἔσται ἑκατέρα ἐκείνων ἀληθής, καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. εἰ δὲ τοῦτο, ἅμα ἀληθὴς ἡ ἀντίφασίς ἐστιν, ἀλλὰ καὶ ἅμα ψευδής. εἰ γὰρ ἀντίφασις τὸ ἀγαθὸν καὶ τὸ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθόν, καὶ ἐφ’ οὗ ψεῦδος τὸ ἀγαθὸν εἷναι, ἐπὶ τούτου ψεῦδος καὶ τὸ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν εἶναι, ἅμα ψευδὴς ἔσται ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ. † καθ’ οὗ δὲ ἡ ἀντίφασις. ταῦτα δὲ καθόλου παρέθετο πρὸς ἔνδειξιν τοῦ δεῖν ἀκριβῶς τὰς ἀντιθέσεις καὶ ἀντιφάσεις λαμβάνειν, ἐπεὶ δόξει τοῖς μὴ μετ’ ἐπιστάσεως λαμβάνουσιν ἄλλως τινὰ ἔχειν δύνασθαι τῶν ἀποδεδειγμένων. δειγμένων.
[*](7 ἄν a: om. Β 8 ἀντιφάσεως Β: ἀποφάσεως a ᾖ, ἡ scripsi: ἦν aB 9 ἀληθείᾳ ἔσται ἀεὶ ψευδής a 10 πρὸς in vestigiis manus primae Β2 11 ἀντιτίθεται a 12 καὶ ἡ alterum evan. Β 14 post τὸ ἀγαθὸν add. καὶ τὸ οὐκ ἀγαθόν a 17 καθ’ οὗ δὲ ἡ ἀντίφασις om. a: fort. καθ’ ὃ οὐδὲ ἢν ἁ. παρέθετο καθόλου a 18 μὴ om. a 19 τῶν om. a 20 Ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τὸ περὶ ἀναλύσεων συλλογισμῶν ἀριστοτέλους ἀναλυτικῶν προτέρων πρώτου subscr. B (cf. ad p. 1,1, 340,3))