In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 48a 18)

’Ev δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι. Δείξας ἐπὶ τοῦ πρώτου καὶ δευτέρου σχήματος ἀναγκαίας τῆς μείζονος λαμβανομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα παρὰ τὸ μὴ γίνεσθαι τὴν ἔκθεσιν τὴν τῶν ὅρων οἰκείως, ἐπὶ τοῦ τρίτου σχήματος οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι τῶν προτάσεων ὀμολογούμενον δὲ τῇ τοιαύτῃ προτάσει γενέσθαι τὸ συμπέρασμα τὸ ἄτοπον γίνεσθαι λέγει, ἀλλ’ ὅτι ἐνδεχομένων ἀμφοτέρων λαμβανομένων τῶν προτάσεων οὐκ ἀκολουθεῖ τὸ συμπέρασμα. ἔμπαλιν γὰρ ἐπὶ τούτου τοῦ σχήματος τὸ συμβαῖνον· ἀναγκαῖον γὰρ ἀπο|φατικὸν συναγόμενον εὐρίσκεται [*](120v) τὸ συμπέρασμα ἐξ ἐνδεχομένων καταφατικῶν, εἰ οὕτως οἱ ὅροι λαμβάνοιντο. ἐνδεχομένων γὰρ οὐσῶν καθόλου καταφατικῶν ἐν αὐτῷ τῶν δύο προτάσεων τὸ συμπέρασμα οὔτ’ ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γίνεται, ὃ συνάγεται ἐκ τῆς τοιαύτης συζυγίας, οὔτ’ ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικόν , ἀλλ’ οὐδὲ καθόλου καταφατικὸν ἐνδεχόμενον οὔτε ἀποφατικὸν ἀλλ’ ἀναγκαῖον ἀποφατικὸν καθόλου. διὸ καὶ οὕτως εἶπεν· ἐν δὲ τῷ τρίτῳ σχήματι συμβαίνει τὸ ψεῦδος κατὰ τὸ ἐνδέχεσθαι. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι κατὰ τὸ ἀναγκαῖον, ὥσπερ εἶπον· ἀναγκαίας [*](4 καὶ ἡ . . . νόσῳ (5) om. a 6 δὲ B : τε a 7. 8 μεταλάβωμεν a 8 ὑγιαίνειν . . νοσεῖν scripsi: ὑγιαῖνον . . νοσοῦν aB (cf. p. 354,13) 11 ἀληθὴς om. a 12 καὶ om. a 15 τὸ B: τοῦ a 16 παραδέξεται a 18 αὖ τῷ scripsi: αὐτῷ aB μίξεως Β: λέξεως a 23 τὴν 'alterum om. a 25 ὁμολογούμενον Β: ἀνόμοιον a γίνεσθαι a 27 οὐκ om. (??) 31 ἐνδεχόμενον καταφατικὸν a 31. 32 γίνεται om. a 35 κατὰ τὸ ἐνδέχεσθαι συμβαίνει τὸ ψεῦδος a et Ar. (ef. vs. 20))

356
γὰρ δοκούσης εἶναι τῆς μείζονος οὐκ ἐγίνετο τὸ συμπέρασμα τοιοῦτον. ἐν [*](120v) δὲ τῷ τρίτῳ ἔμπαλιν αἱ μὲν προτάσεις ἐνδεχόμεναι τὸ δὲ συμπέρασμα ἀναγκαῖον· οὕτω γὰρ κειμένων τῶν ἄκρων ἐξ ἀνάγκης οὐδενὶ ὁ ἕτερος τῷ ἑτέρῳ. εἰ δὲ τοῦτο, ἀσυλλόγιστος ἂν γίνοιτο ἡ τοιαύτη συζυγία, ἣν φθάσας ἔδειξεν οὖσαν συλλογιστικήν. ὑγείαν γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ νόσον ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ ὑγεία ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ. αἴτιον δὲ τούτου πάλιν τὸ μὴ καλῶς εἰλῆφθαι τοὺς ὅρους τοὺς ἄκρους τοὺς κατηγορουμένους τοῦ ἀνθρώπου· οὐ γὰρ τὴν ὑγείαν χρὴ λαμβάνειν καὶ τὴν νόσον ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν. οὕτως γὰρ λαμβανομένων αὐτῶν ἀληθεῖς αἱ προτάσεις ἐνδεχόμεναι καθόλου καταφατικαί, ἐκείνως δ’ οὔ. ὁ γὰρ λέγων τὴν ὑγείαν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ ἴσον λέγει τῷ ‘πάντα ἄνθρωπον ἐνδέχεται ὑγιαίνειν’· τὴν ὑγείαν γὰρ ἀντὶ τοῦ ὑγιαίνειν λαμβάνει· οὕτως γὰρ ἀληθὴς ἑκατέρα τῶν προτάσεων, ἀλλ’ οὐχ ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἢ ὑγείαν ἢ νόσον εἶναι. ὥστε ἐν τῇ τῶν ὅρων ἐκθέσει χρὴ τιθέναι τὸ ὑγιαίνειν· ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου. ληφθέντων δὲ ἀντὶ τῶν ἕξεων τῶν κατὰ τὰς ἕξεις ὁμοίως αἵ τε προτάσεις ἀληθεῖς καὶ τὸ ἐπ’ αὐταῖς συμπέρασμα. τό τε γὰρ ὑγιαίνειν ἐνδέχεται παντὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ νοσεῖν· καὶ τὸ ὑγιαίνειν ἐνδέχεται τινὶ νοσοῦντι, ὅπερ ἐστὶ τῆς προκειμένης συζυγίας συμπέρασμα. ὁ δ’ αὐτὸς λόγος, κἀν ἄλλαι τινὲς ἕξεις ἐναντίαι ληφθῶσι. καὶ ἔοικέ γε φανερώτερον διαβεβλῆσθαι ἡ τοιαύτη τῶν ὅρων λῆψις ἐπὶ τοῦ τρίτου σχήματος ἢ ἐπὶ τῶν πρὸ αὐτοῦ. ἐπ’ ἐκείνων μὲν γὰρ διεβάλλετο, ἐπεὶ κειμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα[, ὃ] οὐκ ἦν συγχωρούμενον· ἐπὶ δὲ τοῦ τρίτου ὁμολογούμενον ὂν ἀναιρεῖται τῷ ἐξ ἐνδεχομένων γίνεσθαι τὸ συμπέρασμα ἐνδεχόμενον. ἀξιοῖ δὲ καθόλου ἡμᾶς ἐν ταῖς τῶν τοιούτων συλλογισμῶν ἀναλύσεσι τοὺς ὅρους ἐκτιθεμένους μὴ τὰς ἕξεις αὐτὰς ἐκτίθεσθαι ἀλλὰ τὰ κατὰ τὰς ἕξεις.

Σημειωτέον δέ, ὅτι γίνεταί ποτε ἀπάτη καὶ παρὰ τὸ τὸν μέσον μὴ τὸν αὐτὸν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν ἢ τῇ λέξει μόνον, οἷον ἄν ληφθῇ τὸ χρῶμα κατὰ παντὸς λευκοῦ, τὸ λευκὸν κατὰ παντὸς κύκνου· οὐκέτι γὰρ τὸ χρῶμα κατὰ παντὸς κύκνου· οὐ γὰρ ὁ κύκνος χρῶμα. αἴτιον δ’, ὅτι τὸ λευκὸν οὐ ταὐτὸν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἐλήφθη, ἀλλ’ ἐν μὲν τῇ πρώτῃ ἡ ποιότης ὡς γὰρ λευκότης, ὅπερ ἐστὶν ἡ ἕξις αὐτή), ἐν δὲ τῇ δευτέρᾳ τὸ τὴν ποιότητα ἔχον ὡσανεὶ τὸ κατὰ τὴν ἕξιν· οὐ γὰρ τὸ λευκὸν τὸ ὡς λευκότης ἀληθὲς κατὰ κύκνου ἧν γὰρ ἄν πᾶς κύκνος λευκότης), ἀλλ’ ὡς τὸ λευκότητα ἔχον. ἢ καὶ τοῦτο τὸ εἶδος ὑπάγεται τῷ τὴν μείζονα ἀδιόριστον, μὴ καθόλου λαμβάνεσθαι· οὐ γὰρ ἀληθὴς ἡ λέγουσα τὸ χρῶμα κατὰ παντὸς λευκοῦ· ψεῦδος γὰρ τὸ πᾶν λευκὸν χρῶμα. [*](2 δὲ alterum om. a 4 γένοιτο a 5 ἔδειξεν] c. 20 p. 39 a 4 sqq. 8 λαβεῖν a 9 ὑγιαίνειν . . νοσεῖν (ut p. 355,8) scripsi: ὑγιαῖνον . . νοσοῦν aB 10 καταφατικαὶ καθόλου a 12 λαμβάνειν a 14 ἡ νόσον ἡ ὑγείαν a 14. 15 τὸ ὑγιαίνειν χρὴ τιθέναι a 18 δὲ om. a 22 μὲν om. a προεβάλλετο a ἐπεὶ κειμένῳ Β: ἐπικειμένῳ a 23 ὃ delevi 24 ὃν a: ὃ Β τῷ Β: τὸ a 33 γὰρ om. a 34 τὸ prius om. a 35 ἀληθὴς a)

357
οὕτω παραλογίζεται καὶ Παρμενίδης ἑαυτὸν λέγων “τὸ παρὰ τὸ ὂν οὐκ ἔστιν [*](120v) ὄν, τὸ μὴ ὂν οὐδέν ἐστιν’’. τὸ μὲν γὰρ πρῶτον οὕτως ἀληθὲς ἐλάμβανεν, ὅτι ἀντὶ τῆς οὐσίας τῷ ὄντι ἐχρήσατο· τὸ γὰρ παρὰ τὴν οὐσίαν οὐκ ἔστιν οὐσία· διὰ γὰρ τὸ οὕτως λαμβάνειν τὸ ὂν πειρᾶται ἐπιφέρειν τὸ “ἒν ἄρα τὸ ὄν’’. τὸ δὲ δεύτερον οὐκ ἐπὶ | τῆς οὐσίας φυλάσσει τὸ ὄν· οὐ γὰρ [*](121r) ἀληθὲς τὸ παρὰ τὴν οὐσίαν μηδὲν εἶναι· ἀλλ’ ὡς λαβὼν τὸ πρῶιον τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι οὕτως τὸ δεύτερον προστίθησι τὸ τὸ οὐκ ὂν οὐδέν. οἷς οὕτως εἰλημμένοις ἕπεται συμπέρασμα τὸ παρὰ πᾶν τὸ ὂν πᾶν μηδὲν εἶναι, δι’ οὗ συμπεράσματος ὁμολογεῖται πολλὰ εἶναι τὰ ὄντα· τὸ γὰρ πᾶν τοῦ ‘πολλά’ δηλωτικόν. τοιοῦτός ἐστιν ὁ λέγων ‘τὸ πεπερασμένον ἀρχὴν ἔχει, τὸ ἀρχὴν ἔχον ἐγένετο, τὸ πεπερασμένον ἄρα γέγονεν, ὥστε, εἰ καὶ ὁ κόσμος πεπερασμένος, γέγονεν’· τὸ γὰρ ἀρχὴν ἔχειν ὅπου μὲν εἴληπται τὴν κατὰ μέγεθος οὔτως γὰρ ἐπὶ τοῦ πεπερασμένου καὶ τοῦ κόσμου), ἐν δέ γε τῷ γεγονότι τὴν κατὰ χρόνον· τὸ γὰρ τὴν κατὰ χρόνον ἀρχὴν ἔχον γέγονεν, οὐ τὸ τὴν κατὰ μέγεθος. διὰ τοῦτο πανταχοῦ λέγει δεῖν φυλάττεσθαι τὰς ὁμωνυμίας. οὐδ’ ἐνταῦθα δὲ ἡ μείζων πρότασις καθόλου· οὐ γὰρ ἀληθὲς τὸ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι.