In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 45b 8)

Διαφέρει δὲ ὁ δεικτικὸς τοῦ εἰς ἀδύνατον, ὅτι ἐν μὲν τῷ δεικτικῷ κατ’ ἀλήθειαν ἀμφότεραι τίθενται | δεικνύς, ὅτι μὴ τῷ διαφόρῳ τῶν ὅρων τε καὶ προτάσεων γίνεται ἡ 108 V διαφορὰ τοῦ δεικτικοῦ συλλογισμοῦ πρὸς τὸν δι’ ἀδυνάτου· αἱ μὲν γὰρ ἀγωγαὶ καὶ τὰ σχήματα καὶ οἱ τρόποι τῶν δείξεων ἐπ’ ἀμφοτέρων ὅμοιοι. ἡ δὲ διαφορὰ αὐτῶν, ὅτι ἐν μὲν τῷ δεικτικῷ ἀμφότεραι αἱ προτάσεις ὡς ἀληθεῖς λαμβάνονται εἰς τὴν δεῖξιν τοῦ προκειμένου, ἐν δὲ τῷ δι’ ἀδυνάτου ψευδὴς ἡ ἑτέρα λαμβάνεται ἣν ὑποτίθενται οἱ δεικνύναι βουλόμενοι τὸ ἀντικείμενον ταύτης. ἢ οὐ περὶ τῆς ὑποτιθεμένης λέγει, ὅτι ψευδής, ἀλλά, ὃ λέγει, ἐστίν, ὅτι διὰ μὲν τῶν αὐτῶν δύο προτάσεων τά τε δεικτικῶς δεικνύμενα γίνεται καὶ τὰ δι’ ἀδυνάτου, ἀλλ’ ἐν μὲν τῇ δεικτικῇ δείξει ἀμφότεραι ἀληθεῖς ληφθεῖσαι δεικνύουσι τὸ προκείμενον , ἐν δὲ τῇ δι’ ἀδυνάτου ἡ ἑτέρα αὐτῶν ψευδής· ληφθεῖσα γὰρ ψευδὴς ἐν τῷ συμπεράσματι αἰτία γίνεται τοῦ ἐλεγχθῆναι τὴν ὑπόθεσιν οὖσαν ἀδύνατον, οὗ τῇ ἀναιρέσει τίθεται τὸ προκείμενον, ὃ ἐδείκνυτο δεικτικῶς ληφθείσης αὐτῆς ἀληθοῦς. δεικτικῶς μὲν γὰρ ἐδείκνυτο τὸ Α τῷ E οὐδενὶ δι’ ἀληθῶν <τῶν> ‘τὸ τῷ Α παντί, τὸ Β τῷ E οὐδενί’· ἐν δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἡ μὲν ‘τὸ Β τῷ Α παντί’ ἀληθὴς οὖσα λαμβάνεται, συνάγει δὲ αὕτη μετὰ τῆς ὑποθέσεως τῆς τὸ Α τῷ E τινὶ ὑπάρχειν λεγούσης τὸ τὸ Β τῷ E τινί, ὂν ψεῦδος· ἦν γὰρ τὸ Β τῷ E οὐδενί· ὃ τῷ ψεῦδος ὂν ἐλέγχεσθαι ἀναιρεῖ τὴν ὑπόθεσιν διὰ τὸ εἶναι ἀληθῆ τὴν ‘τὸ Α τῷ Ε μηδενὶ ὑπάρχει’.

[*](4 διὰ τοῦ a 4. 5 παντὶ τῷ (??) a 8 τῷ (??) παντὶ a 11 προσληφθέντος] τος expunxit, ut videtur, Β εἶναι a: om. Β 16 δὲ aB: γὰρ Ar. τὸ ἀδύνατον Ar. 20 ἀμφοτέρας a 21 ὡς om. a 31 τῶν a: om. B 35 τῷ Alterum ex τὸ corr. Β 36 μηδενὶ τῷ (??) a ὑπάρχει scripsi: ὑπάρχειν aB)
323