[*](p. 44a 12)Ἔστω γὰρ τὰ ἑπόμενα τῷ Α, ἐφ’ ὧν Β.
᾿ Επὶ στοιχείων, ἃ προειρήκαμεν, δείκνυσι σαφηνείας χάριν. λαμβάνει δὲ ὅρους μὲν τοὺς ἐν τῷ προβλήματι, περὶ ὧν δεῖ τὰς ἐκλογὰς ποιήσασθαι, [*](2 ὃν addidi 4 δὲ alterum om. a 5 προθεὶς a 6 τὸ prius add. Β: om. a post ἀνάπαλιν add. τὸ a 7 ὃ Β: ᾦ a δεῖ aB (C, Laur. 72,12, B pr.): om. Arist. codices reliqui 9 παρέθετο a: παρέθεντο B 11 ᾖ scripsi: ἡ aB 12 τι scripsi: τινι aB ᾖ a: ἡ B 14 ἔν τισιν ἀντιγράφοις] cum his concinunt nostri codices Arist. 17 post εἰπεῖν eras. 5—6 lit. Β 19 δέῃ scripsi: δεῖ aB 20 δεῖ Β: δὴ a 21 ante δειχθῆναι add. δεῖ a ἡ utrumque om. a 24 μὴ alterum add. B: om. a 29 ἡ a Bpr.: ἣ corr. Β1 31 ἔστω corr. Β2 (ω in ras.): ἔστωσαν a et, ut videtur, Β pr. μὲν a et Ar.: om. B ante β expunxit τὸ Β)
305
τὸ Α καὶ τὸ E, ὡς ἡμεῖς ἐλάβομεν τὸ ἀγαθὸν καὶ τὴν ἡδονήν, καὶ τίθησι
[*](102v) τὰ μὲν τῷ Α ὅρῳ ἑπόμενα, ἐφ’ ὧν Β, οἷς δ᾿ αὐτὸς ἕπεται, τὸ Α, ἐφ’ ὧν Γ, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφ’ ὧν Δ, ὥσπερ καὶ ἡμεῖς ἐλάβομεν, τῷ δὲ E τὰ μὲν ἑπόμενα καὶ ὑπάρχοντα, ἐφ’ ὧν Z, οἷς δ’ αὐτὸ ἕπεται, ἐφ’ ὧν Η, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφ’ ὧν θ, ἃ καὶ ἡμεῖς παραπλησίως πεποιήκαμεν. θεὶς δὲ οὕτως λέγει, ὅτι, ὅταν μὲν τῶν Γ τι, οἷς εἵπετο τὸ Α, ταὐτόν τινι εὑρεθῇ τε καὶ ληφθῇ τῶν Z, ἃ εἵπετο τῷ E, τὸ Α παντὶ τῷ E ὑπάρξει. τὸ μὲν γὰρ Α παντὶ τῷ Γ (εἵπετο γὰρ τῷ Γ τὸ Α), τὸ δὲ Z, ὃ ἴσον ἐστὶ τῷ Γ, παντὶ πάλιν τῷ E (εἵπετο γὰρ τὸ Z τῷ Ε)· καὶ τὸ Α ἄρα παντὶ τῷ E. εἰ δὲ ταὐτὰ πάλιν ληφθείη τῶν τε Γ, οἷς εἵπετο τὸ Α, καὶ τῶν Η, οἷς εἵπετο τὸ E, τινὶ τῷ E ὑπάρξει τὸ Α· κατὰ γὰρ τοῦ Γ καὶ Η τό τε Α καὶ τὸ E κατὰ παντός· ἄμφω γὰρ ταῦτα ἕν τε καὶ ταὐτόν. εἰ δὲ τῶν Z τι, ἅπερ ἦν τὰ ἑπόμενα τῷ E, ταὐτὸν ληφθείη τινὶ τῶν Δ, ἃ οὐδενὶ τῶν Α ὑπῆρχε, ἔσται τὸ Α οὐδενὶ τῶν E. φησὶ δὲ τοῦτο δειχθήσεσθαι τὸ συμπέρασμα οὕτως ἔχον διὰ προσυλλογισμοῦ· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικὸν καὶ τὸ Ζ τῷ Δ ταὐτόν, οὐδενὶ τῷ Z ὑπάρχει τὸ Α διὰ τοῦ Δ, τὸ δὲ Z παντὶ τῷ E. διὰ γὰρ τούτων δείκνυται ὁ προσυλλογισμός· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικόν, κεῖται δὲ τὸ Δ κατ’ οὐδενὸς τοῦ Α, καὶ τὸ Α κατ’ οὐδενὸς τοῦ Δ· διότι δὲ τὸ Δ ταὐτόν ἐστι τῷ Z, παντὶ αὐτῷ ὑπάρξει· ἐξ ὧν συνάγεται τὸ Α μηδενὶ τῶν Ζ καὶ ὁ μὲν προσυλλογισμὸς οὗτος· ἐπεὶ δὲ τὸ Z παντὶ τῷ E, ἔσται καὶ τὸ Α μηδενὶ τῷ E. τὸ αὐτὸ δείκνυσι συναγόμενον, κἂν ἐναλλάξαντες λάβωμεν τῶν τῷ E μὴ ὑπαρχόντων τι (ταῦτα δ’ ἦν τὰ Θ) ταὐτόν τινι τῶν ἑπομένων τῷ ταῦτα δ’ ἦν τὸ Β. τοῦτο γὰρ τὸ ληφθὲν οὐδενὶ μὲν τῷ E ὑπάρξει, παντὶ δὲ τῷ Α· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων ἐν τῷ δευτέρῳ σχήματι οὐδενὶ τὸ Α τῶ Ε.