In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 43b 39)

Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου.

εἰπών, τίνα χρὴ ἐκλέγειν ἑκατέρου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι, μετὰ ταῦτα δείκνυσι, τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων τῶν προβλημάτων ἕκαστον συνάξει· τούτου γὰρ χάριν καὶ ἡ ἐκλογὴ γέγονεν αὐτῷ. ἔστι δέ, ὡς εἰρήκαμεν, τὰ προβλήματα τέσσαρα · ἢ γὰρ καθόλου καταφατικὸν ἢ ἀποφατικὸν καθόλου ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικόν. σαφηνείας δὲ χάριν τῶν λεγομένων ὑπογράψωμεν τάς τε ἐκλογὰς καὶ τὸ διάγραμμα ὅλον καὶ τοὺς συλλογισμούς, πῶς τε καὶ ἐκ τίνων γίνονται· οὐ γὰρ τὸ τυχὸν ἡμῖν συμβάλλοιτ’ ἂν εἰς τὸ συλλογιστικοῖς εἶναι ἡ τούτων σαφήνεια. ἔστωσαν δὴ τὰ πράγματα, ὡς αὐτός φησιν (ταῦτα δέ ἐστιν οἱ ὅροι οἱ τῶν προβλημάτων τῶν τεσσάρων) ἡδονή τε καὶ ἀγαθόν, καὶ δέον ἔστω ποτὲ μὲν πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι, ποτὲ δὲ τινά, ποτὲ δὲ μηδεμίαν, ποτὲ δὲ μὴ πᾶσαν.· ἐκλελέχθω δὴ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα καὶ οἷς αὐτὰ ἕπεται καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, ὡς εἶπον. καὶ κείσθω τὰ μὲν τῷ ἀγαθῷ τῷ Α ἑπόμενα ὑπὲρ τὸ ἀγαθόν, ἔνθα τὸ Β, οἷς δὲ πάλιν τὸ ἀγαθὸν ἕπεται, ὑπ’ αὐτό, ἔνθα τὸ Γ, τὰ δὲ μὴ ἐνδεχόμενα τῷ ἀγαθῷ ὑπάρχειν ἐκ πλαγίων αὐτοῦ, ἐφ’ ὧν τὸ Δ. εἴη δ’ ἄν ἑπόμενα μὲν τῷ ἀγαθῷ τὰ πρὸς τῷ Β κείμενα, ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, λυσιτελές, συμφέρον, ὀρεκτὸν καὶ ὅσα τοιαῦτα. οἷς δὲ πάλιν αὐτὸ ἕπεται, ἅ ἐστιν ἐπὶ τοῦ Γ, εὐδαιμονία, | τέλειον, ἀρεταί, ‟κατ᾿ ἀρετὴν ἐνέργεια”, [*](101ν) σωματικὰ ἀγαθά, τὰ ἐκτός, τὰ κατὰ φύσιν καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ, τὰ πρὸς τῷ Δ κείμενα, φευκτόν, βλαβερόν, κακόν, ἀσύμφορον, ἀλυσιτελές, αἰσχρόν, ἀτελές. πάλιν τὰ μὲν τῇ ἡδονῇ [ἑπόμενα], ἐφ’ ἧς τὸ E, ἑπόμενα ὑπὲρ αὐτὴν τετάχθω, ἐφ’ ὧν Ζ· ταῦτα δ’ ἄν εἴη ἡ λεία κίνησις, ‟ἐνέργεια τῆς κατὰ τὴν φύσιν ἕξεως ἀνεμπόδιστος”, τὸ ἀνενόχλητον, τὸ ἀνόργητον, τὸ ἀρεστόν, τὸ ἄπονον, τὸ ἄλυπον, τὸ ἄφοβον, τὸ κατὰ φύσιν, τὸ αἱρετόν. οἷς δ’ ἡ ἡδονὴ ἕπεται, ὑπ’ αὐτὴν κείσθω, ἐφ’ ὧν τὸ Η· εἴη δ’ ἄν ταῦτα ὑγεία, εὐτυχία, εὐτεκνία, ‟ἐνέργεια κατ’ ἀρετήν’’, εὐπορία καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται αὐτῇ ὑπάρχειν, ἐκ πλαγίου κείσθω αὐτῆς, ἐφ’ ὧν Θ· εἴη δ’ ἄν νόσος, πόνος, λύπη, φόβος, ἀπορία. κατασκευάσαι μὲν οὖν καὶ δεῖξαι θέλοντες τὸ καθόλου καταφατικόν (τοῦτο γὰρ εἶπε διὰ τοῦ κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου), τοῦτ’ [*](1 μεσότης ex μέσις, ut videtur, corr. Β1 6 γὰρ om. a 7 εἰρήκαμεν] p. 294,25 9 ὑπογράψομεν a 10. 11 γίνωνται a 12 ἔστωσαν Β: ἔστω γὰρ a 15 ἐκλελέχθω scripsi: ἐλελέχθω aB 16 εἶπον Β2 corr.: εἰπεῖν a 22 κατ’ ἀρετὴν ἐνέργεια] Eth. Nicom. I 6 p. 1098a 16, X 7 p. 1177a 12 23 σώματοςa τὸ κατὰ 24 τῷ Β: τὸ a 25 ἑπόμενα Β: om. a 26 ἧς scripsi: ὧν aB ἡ superscr. Β3, ut videtur: om. a λεία correxi (cf. p.303,6—8,29): τελεία aB 27 ante ἐνέργεια fort, ἡ addendum ἐνέργεια . . . ἀνεμπόδιστος] Eth. Nicom. VII 13 p. 1153a 14, 14 b12 τὴν om. a (et B ipse p. 302,5,8) 28 ἀνόργητον Β corr.: ἀόργητον a et, ut videtur, Β pr. 29 ἡ om. a ἐφ᾿ scripsi: ὑφ᾿ aB 32 ὧν a: οὗ Β)

302
ἔστι πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι βουλόμενοι ληψόμεθά τι τῶν Γ ἐκ τῶν, [*](101ν) οἷς ἕπεται τὸ ἀγαθόν, καὶ ἐκ τῶν Z τῶν ἑπομένων τῇ ἡδονῇ. τούτων ἀλλήλοις τινὰ δοκεῖ τὰ αὐτὰ εἶναι. εἰλήφθω ἐκ μὲν τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἂν οὕτω τύχῃ, τὸ τέλειον, ἐκ δὲ τῶν Z τῶν ἑπομένων τῇ ἡδονῇ ἡ ένέργεια τῆς κατὰ φύσιν ἕξεως άνεμποδιστος ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας· καὶ ταῦτα ὡς ἓν λαβόντες ποιήσομεν τὸν μέσον ὅρον. οὕτως γὰρ ἔσται συλλογισμὸς ἐκ δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχή- ματι ῾ πᾶσα μὲν ἡδονὴ ‟ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος” ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας, εἴ γε αὐτὸς ὅρος τῆς ἡδονῆς καὶ ἕπεται τῇ ἡδονῇ· ἡ δὲ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας οὖσα τέλειον ἀγαθόν ἐστιν· ἕπεται γὰρ τῷ τελείῳ τὸ ἀγαθόν· πᾶσα ἄρα ἡδονὴ ἀγαθόν᾿. ἀλλὰ καὶ τὸ κατὰ φύσιν εἵπετο τῇ ἡδονῇ, αὐτῷ δὲ τὸ ἀγαθόν· ὥστε καὶ διὰ τούτου δεικνύοιτ’ ἂν τὸ προκείμενον. κατασκευαζόμενον δὲ εἶπε τὸ κατηγορούμενον, ὅπερ ἦν τὸ ἀγαθόν. τὸ δὲ καθ’ ὧν αὐτὸ τυγχάνει λεγόμενον ἴσον ἐστὶ τῷ ῾ οἷς ἕπεται τὸ κατηγορούμενόν τινος᾿· ἕπεται γὰρ ἐκείνῳ, οὗ κατηγορεῖται.