In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 43b 29)

Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον, οἷον ζῴῳ, οἷς ἕπεται ἄνθρωπος.

Ὅ λέγει τοιοῦτον εἶναι δοκεῖ· οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται ὁ ὑποκείμενος | ὅρος ὁ περιεχόμενος ὑπό τινος, προσχρῆσθαι τῷ καθόλου τῷ [*](100 v) περιέχοντι καὶ λαμβάνειν ταῦτα τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, οἷς καὶ αὐτοῖς ὁ περιέχων αὐτὸν ἕπεται. οἷον εἰ ἔστιν ὁ κείμενος ὅρος ἄνθρωπος, περιέχει μὲν τοῦτον τὸ ζῷον καὶ ἕπεται αὐτῷ· ὅταν δὴ ἐκλέγωμεν, οἷς ἕπεται ὁ ἄνθρωπος, οὐ δεῖ προσπαραλαμβάνειν τὸ ζῷον λέγοντας, ὅτι καὶ τοῦτο, λέγω δὲ τὸ ζῷον, ἕπεται ἐκείνοις, οἷς καὶ ὁ ἄνθρωπος ἕπεται. τοῦτο γὰρ κεῖται δυνάμει· τὸ γὰρ τῷ ἀνθρώπῳ ἀκολουθοῦν ἀκολουθεῖ καὶ οἷς ὁ ἄνθρωπος· ἠκολούθει δὲ τὸ ζῷον τῷ ἀνθρώπῳ· ὥστε καὶ οἷς ὁ ἄνθρωπος. οὐ δὴ τούτῳ προσχρηστέον ἔτι οὐδὲ ῥητέον, ὅτι ἕπεται τὸ καθόλου καὶ τὸ γένος, οἷς ἕπεται τὸ περιεχόμενον ὑπ’ αὐτοῦ· πρὸς γὰρ τῷ [*](3 οὔτε Β: εἴτ’ a 4 δεῖ a: δὲ Β ante μὴ afld. ἔτι a 5 ἐκλέγειν Β: καὶ λέγειν a 6 ἴδια καὶ οἰκείως a 8. 9 τῷ ἀνθρώπῳ a 16 αὐτοῖς ex αὐτῷ corr. B2; sequuntur ἔδια ἑκάστου εἴδους καὶ· οἱ (spat. ca. 7 lit.) in Β 17 αὐτοῖς om. a καὶ add. Β2: om. a 22 οὐδὲ] οὐ γὰρ a τῷ Β corr.: τὸ a B pr. 26 ὑποκείμενος a 28 δὴ Β: μὴ a 29 οὐ δεῖ scripsi: οὐδὲ aB προσλαμβάνειν a 31 ἀκολουθοῦν Β2 corr.: ἀκόλουθον a Β pr. 33 οὐ δὴ τούτῳ Β: οὐ γὰρ δὴ τοῦτο a)

299
κεῖσθαι τοῦτο οὐδὲ πρόκειται ἡμῖν ζητεῖν, τίνι τὸ γένος τοῦ ἐκκειμένου [*](100v) ὅρου ἕπεται, ἀλλὰ τίνι αὐτὸς οὗτος ὁ προκείμενος ὅρος. ἢ δύναται μᾶλλον τὸ λεγόμενον τοιοῦτον εἶναι· οὐδ’ ὅταν πάλιν ᾖ προκείμενον ἡμῖν ἐκλέγειν, τίσιν ἕπεται τὸ καθόλου καὶ περιέχον τι, οὐ χρὴ λαμβάνοντάς τι τῶν ὑπὸ τὸ καθόλου, ᾧ ἕπεται τὸ καθόλου, ζητεῖν. οἷς τοῦτο ἕπεται· οἷον εἰ ζητοίημεν, τίσιν ἕπεται τὸ ζῷον, οὐ δεῖ λαμβάνοντας τῶν ὑπὸ τὸ ζῷόν τι, οἷς ἕπεται τοῦτο, ἐκλέγειν, ὅτι τούτοις καὶ τὸ ζῷον, οἷον τὸν ἄνθρωπον, οἷς ἕπεται ὁ ἄνθρωπος, ἐκλέγειν καὶ τιθέναι, ὅτι τούτοις καὶ τὸ ζῷον. ἀληθὲς μὲν γάρ ἐστι τοῦτο τὸ πᾶσιν, οἷς ὁ ἄνθρωπος ἕπεται, καὶ τὸ ζῷον ἕπεσθαι· οὐ μὴν τοῦτ’ ἦν προκείμενον ζητεῖν εἰ], οἷς ἄνθρωπος ἕπεται καὶ τὸ ζῷον ἕπεσθαι]. τότε γὰρ ἐκλέξομεν, τίσιν ὁ ἄνθρωπος ἕπεται, ὅταν ᾖ περὶ ἀνθρώπου ζητεῖν ἡμῖν προκείμενον· οἰκειότερα γὰρ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς. ὡς οὖν τὰ ἑπόμενα ἀνθρώπῳ ζητοῦντες οὐχ ἃ ζῴῳ εἵπετο, ἐξελέηομεν ἦν γὰρ εἰλημμένα δυνάμει), οὕτως οὐδέ, οἷς ἕπεται τὸ ζῷον, ἐκλέγοντες ζητήσομεν καὶ ἐκλέξομεν, οἷς ἕπεται τὸ περιεχόμενον ὑπὸ τοῦ ζῴου. οἷον εἰ ἄνθρωπος περιέχεται ὑπὸ ζῴου καὶ δεῖ λαβεῖν τοῦτο τὸ περιεχόμενον ὑπὸ τοῦ ζῴου, οὐ δεῖ λαμβάνειν ταῦτα, οἷς ἕπεται ὁ ἄνθρωπος· δυνάμει γὰρ εἴληπται καὶ ταῦτα ἐν τῷ τὸν ἄνθρωπον κεῖσθαι, ᾧ ἕπεται τὸ ζῷον· πᾶσι γάρ , οἷς ὁ ἄνθρωπος ἕπεται, καὶ τὸ ζῷον ἀκολουθήσει τὸ τῷ ἀνθρώπῳ ἑπόμενον. ἀμείνων δὲ δοκεῖ μοι εἶναι ἥδε ἡ ἐξήγησις τῆς λέξεως καὶ ἀκόλουθος τῇ προειρημένῃ. ἡ δὲ λέξις ἀσαφής ἐστι διὰ συντομίαν· ἔστι δὲ τοιαύτη ῾ οὐδὲ δὴ ἐπὶ τοῦ καθόλου τινὶ ἐκλέγοντας, οἷς τὸ καθόλου ἕπεται, ἐκλεκτέον, οἷς ἕπεταί τι τῶν ὑπὸ τὸ καθόλου᾿, ἢ οὕτως· οὐδὲ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον ἀντὶ τοῦ ‘οὐδὲ δὴ ἐπὶ τῶν καθόλου, ὧν ἐστι καὶ τοῖς ὑποκειμένοις ὑποκείμενα ἄλλα. οὐ γὰρ ἐπὶ πάντων τῶν καθόλου τοῦτο δυνατόν· τὰ γὰρ εἴδη τὰ ἀτόμων καθόλου μέν ἐστιν, οὐ μὴν καὶ ἕκαστον τῶν, οἷς ἕπεται τὸ εἶδος ταῦτα δέ ἐστι τὰ ἄτομα), ἄλλοις πάλιν αὐτὰ ἕπεται· εἰ γὰρ ἄλλοις εἵπετο, οὐκ ἄν ἦν ἄτομά τε καὶ ἔσχατα. ποιουμένοις οὖν τὴν ἐκλογὴν ἐπὶ τῶν τοιούτων καθόλου, ὧν καὶ τά, οἷς ἕπεται αὐτά, κἀκεῖνα ἔχει αὐτοῖς ὑποκείμενά τινα, οἷς καὶ αὐτὰ πάλιν ἕπεται τοιαῦτα δέ ἐστι καὶ οὕτως καθόλου τὰ γένη), ἐπὶ δὴ τῶν τοιούτων λαμβάνοντας τά, οἷς ἕπεται τὰ οὕτως καθόλου, οὐ ληπτέον τά, οἷς ἕπεται τὰ ὑποκείμενα αὐτοῖς, οἷον ζητοῦντας, τίνι οἷον ζῷον ἕπεται, οὐ ληπτέον, οἷς ἄνθρωπος ἕπεται, ἕπεσθαι καὶ ζῷον· ἀληθὲς μὲν γάρ, οἷς ἄνθρωπος ἕπεται, ἕπεσθαι καὶ τὸ περιέχον τὸν ἄνθρωπον, οὐ μὴν οἰκεῖον τῆς τοῦ ζῴου ἐκλογῆς, εἰ ὁ κείμενος ὅρος τὸ ζῷον εἴη.

[*](1 ἐκκειμένου] ἐκ add. Β2, κ in ras. 2 ὅρος om. a 4 τι prius om. a 5 τὸ (post ἕπεται) Β: τῷ a (correxerat iam Waitz Org. I p. 29) 9 τὸ prius om. a 10 ἕπεσθαι add. B2 post οἷς add. ὁ a ἕπεται om. a 10. 11 καὶ τὸ ζῷον ἕπεσθαι ἕπεται a) ut ex vs. 9. 10 translata delevi 12 ἡμῖν] ἡ in ras. Β προκείμενον a: προκείμενα Β 13 τὰ om. a 16 τὸ om. a 17 λαβεῖν a 22 τοῦ Β: τῶν a 23 post ἕπεται expunxit ἐκλεκτέον. ἕπεται τὸ καθόλου ζητοῦντας Β2, lit videtur 26 ὑποκειμένοις ὑποκείμενα ἄλλα. οὐ γὰρ scripsi: ἑπομένοις ἑπόμενα. ἀλλὰ γὰρ οὐκ aB 27 ἀτόμων correxi: ἄτομα aB 28 αὐτὰ a: αὑτὰ Β ἕπεται ante αὐτὰ transponit a 32 ἐπὶ δὴ a: ἐπειδὴ Β 36 οἰκεῖον scripsi: οἰκεῖα aB)
300