In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
᾿Επεὶ δ’ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί, καὶ ποῖον ἐν ἑκάστῳ σχήματι.
᾿Επεὶ ἔχομεν, φησί, περὶ ὧν οἱ συ.λλογισμοί περὶ γὰρ τῶν προβλημάτων, ταῦτα δέ ἐστι τέσσαρα, δύο μὲν καθόλου ἢ καταφατικὸν ἢ ἀποφατικόν, δύο δὲ ἐπὶ μέρους ὁμοίως τὸ μὲν καταφατικὸν τὸ δὲ ἀποφατικόν), ἔχομεν δὲ καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς ἕκαστον τῶν προβλημάτων τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μόνῳ δείκνυται καὶ μοναχῶς, διὰ γὰρ ἑνὸς συλλογισμοῦ, τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι, μοναχῶς μὲν ἐν πρώτῳ, δι’ ἑνὸς γὰρ συλλογισμοῦ, διχῶς δὲ ἐν δευτέρῳ, διὰ γὰρ δύο συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἔν τε τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ τρίτῳ, μοναχῶς μὲν ἐν τῷ πρώτῳ, τριχῶς δὲ ἐν τῷ τρίτῳ, τὸ δ’ ἐν μέρει ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ δευτέρῳ διχῶς, τριχῶς δ’ ἐν τῷ τρίτῳ), ἐπεὶ οὖν ταῦτα φανερά ἐστι, φησί, φανερόν ἐστι, καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι καὶ ποῖον οὔ. τὸ μὲν γὰρ ἐν πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν πτώσεων γὰρ ἢ τῶν συλλογισμῶν λέγει ἢ τῶν συζυγιῶν) εὐεπιχείρητον πρόβλημα· τὸ γὰρ διὰ πλειόνων δεικνύμενον πλείονας ἀφορμὰς ἔχει πρὸς τὸ δειχθῆναι, διὸ καὶ εὐεπιχειρητότερον· τὸ δὲ ἐν ἐλάττοσι καὶ δι᾿ ἐλαττόνων συλλογισμῶν δυσεπιχειρητότερόν τε καὶ χαλεπώτερον. ἔστι δὲ διὰ πλειόνων σχημάτων καὶ διὰ πλείστων συλλογισμῶν τὸ ἐπὶ μέρους ἀποφατικόν· ἔν τε γὰρ τοῖς τρισὶ σχήμασι τοῦτο μόνον τῶν προβλημάτων καὶ διὰ συλλογισμῶν ἕξ. πτώσεις δ’ ἄν λέγοι τὰς διαφορὰς [*](1 συλλογισμὸν ex συλλογισμῶν corr. B1 ὅτι a: ὁ B τοῦ a: om. Β 2 γενέσθαι a αὐτὸς Β: ἂν a 3 γε scripsi: τε aB 4 ποιεῖ om. a ὅρον Β: ὁρῶν a 9 συμπέρασμα a 11 οἱ om. a ποῖον a et Ar.: ποῖοι Β (cf. vs. 16) 16 post σχήματι add. δείκνυται a: post ποσαχῶς Αr. 18 δὲ a: γὰρ Β 25 post φανερὸν add. δὲ a 29 εὐεπιχειρητότερον (superscr. ητ) Β: εὐεπιχείρητον πρότερον a δὲ in ras. B: δ’ a 31 πλείστων Β: πλειόνων a 32 μόνον τοῦτο a)