In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 42a 4)

Ἀλλὰ καὶ οὕτως πλείους οἱ συλλογισμοί· πλείω γὰρ τὰ συμπεράσματα, οἷον τό τε Α καὶ τὸ Β καὶ τὸ Γ.

Τὸ μὲν Γ ἀντὶ τοῦ Ε ἔλαβεν, δ ἧν ἐπὶ τοῖς Α, Β [καὶ τὸ Γ] εἰλημμένον αὐτῶν συμπέρασμα. λέγει δὲ μὴ ἕνα γίνεσθαι συλλογισμόν, ἐν ᾧ συλλογισμῷ αἱ προτάσεις αἱ δεικτικαὶ τοῦ συμπεράσματος συμπεράσματα ἄλλων τενῶν εἰσιν· ὅσα γὰρ τὰ συμπεράσματα, τοσοῦτοι καὶοἱ συλλογισμοί. ἔστι δὲ συμπέρασμα τό τε Α καὶ τὸ Β· αὖται γὰρ ἦσαν μὲν δεικτικαὶ τοῦ Γ προτάσεις, αὐταὶ δὲ ἄλλων συμπεράσματα· ἀλλὰ καὰ τὸ Γ τὸ προσεχῶς ἐκ τῶν Α, Β δεικνύμενον. δῆλον δέ, ὅτι, ἐφ᾿ ὦν δια συλλογισμῶν αἱ δύο προτάσεις δεύχνονται εἶναι, τὰ δύο συμπεράσματα τρία γίνεται συμπεράσματα. τὸ γὰρ δι᾿ ἐπαγωγῆς δειχθὲν οὐ συλλογισμόσ. ἀλλ᾿ οὖν κἀκεῖ πλείους οἱ συλλογισμοί, ὅτι ἡ ἑτέρα τῶν προτάσεων ἡ Β ἦν διὰ συλλογισμοῦ δεδειγμένη. ὥστε καὶ οὕτως δύο συλλογισμοί. εἰπὼν δὲ οὐχ ἕνα γίνεσθαι συλλογισμὸν ἀλλὰ τοσούτουσ, ὅσα τὰ συμπεράσματα, ἐπιφέρει