In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 42a 37)

Ἔνια γὰρ τῶν ἄνωθεν συμπερασμάτων ἀναγκαῖον εἶναι προτάσεις.

Τοῦτ᾿ ἔστιν ῾ ἔνια γὰρ τῶν ἄνωθέν τε καὶ πρώτως δεδειγμένων καὶ συμπερασμάτων ἐπ’ ἄλλαις προτάσεσι γεγονότων ἀναγκαῖον εἶναι τῶν μετὰ ταῦτα προτάσεις᾿· τὸ γὰρ ἄλλων συμπέρασμα προτάσεων οὐδὲν κεκώλυται ἄλλου συμπεράσματος πάλιν αὐτὸ εἶναι πρότασιν συνακτικήν. εἰ δὲ μὴ δύο εἶεν αἱ τοιαῦται προτάσεις, δι’ ὧν γίνεται τὸ προσεχῶς γινόμενον συμπέρασμα, φανερόν φησιν ἐκ τῶν προειρημένων εἶναι, ὅτι οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν. εἰ μὲν γὰρ μήτε τὸ Α καὶ τὸ Β συνάγοιέν τι μήτε τὸ Γ καὶ τὸ Δ, ἃ ἦν συνακτικὰ τοῦ E κείμενα, οὐδ’ ὅλως ἂν εἴη συλλογισμὸς γινόμενος· εἰ· δ’ ἄλλα τινὰ συλλογίζοιτο, οὐ τοῦ προκειμένου ἄν εἴη συλλογισμὸς γινόμενος. εἰ δὲ τὰ μὲν δύο τὸ E δεικνύοι τὰ δὲ δύο ἢ ἄλλο τι ἢ εἰ] μηδέν, μάτην ἄν εἴη εἰλημμένα κατὰ ἀμφότερα· εἰ μὲν γὰρ ἄλλο τι, πλείους οἱ συλλογισμοί, εἰ δὲ μηδέν, μάτην ἂν εἴη εἰλημμένα· μάτην δὲ ὡς πρὸς τὴν τοῦ E δεῖξιν, καὶ εἰ ἄλλο τι ἔξωθεν συνάγοιτο ὑπ’ αὐτῶν· κατὰ τοῦτο δὲ πλείους ἄν εἶεν τῶν ἀναγκαίων εἰλημμέναι.