In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 40b 23)

Ἀνάγκη δὴ πάντα συλλογισμὸν καὶ πᾶσαν ἀπόδειξιν ἢ ὑπάρχον τί τινι ἢ μὴ ὑπάρχον δεικνύναι.

Δεικνύς, ὅτι πᾶς συλλογισμὸς τῶν εἰρημένων τις ἔσται καὶ ἔν τινι τῶν τριῶν σχημάτων, διαίρεσιν τῶν δεικνυμένων συλλογιστικῶς πρῶτον [*](1 οἱ ex Arist. addidi 2 τελειοῦνται aB (Adfu): τελειοῦνταί τε reliqui Arist. codices τῷ πρώτῳ Ar. 4 δέδεικται] c. 7 p. 29a30 —39 8 ἐδείχθη] c. 7 p. 29b1 18 ἔχει Ar. 28 πασῶν a 32 πᾶσαν ἀπόδειξιν καὶ πάντα συλλογισμόν Arist. et Alex. ipse p. 250,4 33 τινι om. Arist. codices praeter n, qui tamen τι omittit)

256
ποιεῖται, καὶ οὕτως ἕκαστον τῶν ἐκ τῆς διαιρέσεως δείκνυσι μὴ δυνάμενον [*](85r) ἄλλως δειχθῆναι, εἰ μὴ διά τινος τῶν προειρημένων τριῶν σχημάτων καὶ τῶν ἐν τούτοις συζυγιῶν· τούτου γὰρ δειχθέντος ἀποδειχθὲν ἄν εἴη τὸ προκείμενον. λαμβάνει δὴ τὸ πᾶσαν ἀπόδειξιν καὶ πάντα συλλογισμὸν (κοινότερον νῦν τῆς ἀποδείξεως ὀνόματι χρώμενος) ἢ ὑπάρχον τί τινι δεικνύναι ἢ μὴ ὑπάρχον, καὶ ἑκάτερον τούτων ἢ καθόλου ἢ κατὰ μέρος· ἢ γὰρ παντὶ ὑπάρχειν ἢ μηδενὶ δείκνυσιν ὁ συλλογιζόμενος (ταῦτα γὰρ τὰ καθόλου) ἢ τινὶ ὑπάρχειν ἢ μὴ παντί · ταῦτα γὰρ τὰ ἐπὶ μέρους. εἰπὼν δέ, ὅτι τὰ δεικνύμενα ταῦτά ἐστι συλλογιστικῶς, ἑξῆς παρατίθεται καὶ τοὺς τρόπους τῶν δείξεων λέγων ἔτι ἢ δεικτικῶς ἢ ἐξ ὑποθέσεως, δεικτικῶς μὲν λέγων τοὺς κατηγορικῶς καὶ δι’ οὐδεμιᾶς ὑποθέ|σεως ἀκκὰ ν τὸ προκείμενον ἄντικρυς καὶ αὐτόθεν δεικνύντας (οὐ γὰρ χρῶνται τῷ ὀνόματι ἐπὶ τούτου τοῦ τρόπου τῆς δείξεως ἀλλὰ τῷ δεικτικῷ, κατηγορικὸν δὲ ἐν ἔθει αὐτοῖς τὸ καταφατικὸν λέγειν), ἐξ ὑποθέσεως· δὲ τοὺς ὑπόθεσίν τινα θέντας ἐν τῇ δείξει καὶ ὑποτεθείσῃ προσχρωμένους προτάσει ἢ μιᾷ ἢ καὶ πλείοσι. δείξει δέ, ὅτι καὶ ἐν τοῖς ἐξ ὑποθέσεως τὸ συλλογιστικῶς δεικνύμενον ἢ ὑπάρχειν τινὶ ἢ μὴ ὑπάρχειν δείκνυται, καὶ τούτων ἑκάτερον ἢ καθόλου ἢ κατὰ μέρος διὰ τούτων δείκνυται. φησὶ δὲ τοῦ ἐξ ὑποθέσεως μέρος καὶ εἶδος εἶναι καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν ἐνδεικνύμενος ἡμῖν, τί ποτέ ἐστι τὸ ἐξ ὑποθέσεως, καὶ διὰ τί ἐξ ὑποθέσεως καλεῖται· καὶ γὰρ ἐν τοῖς δι’ ἀδυνάτου ὑποθέντες τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι, πρὸς τοῦτο τὸν συλλογισμὸν ποιούμεθα δεικνύντες ἀδύνατον αὐτό, προηγουμένως μὲν συλλογιζόμενοι καὶ δεικνύντες τὸ ψεῦδός τε καὶ ἀδύνατον, κατὰ συμβεβηκὸς δὲ καὶ κατασκευάζοντες τἀληθές τε καὶ τὸ προκείμενον. περὶ μὲν οὖν τῶν ἐξ ὑποθέσεως ποιήσεται τὸν λόγον· ἀκολουθήσει γὰρ ὁ περὶ ἐκείνων λόγος τούτοις. πρῶτον δὲ τοὺς κατηγορικῶς καὶ δεικτικῶς, ὥς φησι, δεικνύντας δείκνυσι πάντας διὰ τῶν προειρημένων γινομένους σχημάτων· ἐκ γὰρ τούτων φησὶν ἔσεσθαι γνώριμον καὶ τὸ τῶν ὑποθετικῶν.