In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Εἰ δέ ἐστιν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δὲ ἐνδεχομενη.
Ἐπὶ τὰς ἐξ ἐνδεχομένης καὶ ἀναγκαίας ἐν τρίτῳ σχήματι μίξεις μετελήλυθε, καὶ λέγει καταφατικῶν μὲν οὐσῶν ἀμφοτέρων καθόλου τοῦ ἐνδέχεσθαι τινὶ ἔσεσθαι τὸ συμπέρασμα, ἄν δ’ ἡ μὲν καταφατικὴ ληφθῇ ἡ δὲ ἀποφατικὴ τῶν προτάσεων, ἄν μὲν ἡ καταφατικὴ ἀναγκαία ᾖ, τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἔσεσθαι τὸ συμπέρασμα, ἄν δὲ ἡ ἀποφατική, καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν καὶ τοῦ μὴ ὑπάρχειν, ὅπερ ἴσον ἐστὶ τῷ ὅτι οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται ἀλλὰ τοῦ κατηγορουμένου τοῦ ὑπάρχοντος. οὐκέτι μέντοι τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἔσται τὸ συμπέρασμα· οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις σχήμασιν, οὔτε ἐν πρώτῳ οὔτε ἐν δευτέρῳ, ἐξ ἀναγκαίας ἀποφατικῆς καὶ ἐνδεχομένης καταφατικῆς ἀναγκαῖον ἀποφατικὸν ἐγίνετο συμπέρασμα. καίτοι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ δευτέρῳ τῆς μείζονος οὔσης ἀναγκαίας καθόλου ἀποφατικῆς· τῆς δὲ ἐλάττονος ἐνδεχομένης δύναται δείκνυσθαι ἀναγκαῖον καθόλου ἀποφατικὸν γινόμενον τὸ συμπέρασμα. κείσθω γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μηδενί, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδεχέσθω· λέγω δέ, ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί. εἰ γὰρ μή, ἐνδέχεται τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί· συνάγεται ἐν τρίτῳ σχήματι ‘τὸ A τῷ Β ἐνδέχεται τινί’. τοῦτο δὲ ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ ἐξ ἀνάγκης μηδενί. ψευδὴς ἄρ ἡ ὑπόθεσις ἡ ‘τὸ Α τῷ Γ ἐνδέχεται τινί’· τὸ ἄρα ἀντικείμενον τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί. πάλιν ἐν δευτέρῳ σχήματι ἔσται τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης οὐδενί, | τῷ δὲ Γ ἐνδεχέσθω παντί· λέγω, ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί. εἰ γὰρ τινὶ ἐνδέχεται, ἐνδέχεται δὲ καὶ τὸ Α παντὶ τῷ Γ, συναχθήσεται ἐν τρίτῳ σχήματι πάλιν τὸ Α τινὶ τῷ Β ἐνδέχεσθαι, ᾧ ἐξ ἀνάγκης ἔκειτο μηδενὶ ὑπάρχειν· ὥστε, ἐπεὶ ἀδύνατον τὸ συμπέρασμα, ἀναιρεθήσεται μὲν ἡ ὑπόθεσις ἡ ‘τὸ Β τῷ Γ ἐνδέχεται τινί’, τεθήσεται δὲ τὸ ἀντικείμενον τὸ τὸ Β τῷ Γ ἐξ ἀνάγκης μηδενί. πῶς δὲ λέγει τοὐ ἐξ ἀνάγκης μηδενὶ ἐν τῇ μίξει τῇ ἐξ ἀναγκαίας ἀποφατικῆς καθόλου καὶ ἐνδεχομένης καταφατικῆς ἐν μηδενὶ τῶν σχημάτων ἀναγκαῖον ἀποφατικὸν γίνεσθαι συμπέρασμα, ἄξιον ἐπιζητῆσαι. δεῖ γὰρ ἢ διαβάλλεσθαι τὴν εἰς ἀδύνατον ἀπαγωγὴν ἢ τὰς ἐν τῷ τρίτῳ σχήματι συμπλοκάς, δι’ ὧν τὴν εἰς ἀδύνατον ἀπαγωγὴν πεποίημαι, ἀσυλλογίστους εἶναι ἢ τὸ ἐξ ἀνάγκης μηδενὶ συνάγεσθαι. ἐζήτηται δέ μοι περὶ τούτου καὶ ἐπὶ πλέον εἴρηται ἐν τῷ Περὶ τῆς κατὰ τὰς μίξεις διαφωνίας Ἀριστο- [*](2 καὶ prius delevi 10 καὶ οm. a 16 ante συμπέρασμα add. τὸ fort, recte a (cf. vs. 19) 22 καὶ superscr., ut videtur, Β2 26 ἔσται om. a 32 dubito, utrum aut τοῦ ἐξ ἀνάγκης μηδενὶ aut ἀναγκαῖον ἀποφατικὸν (34) delendum sit an haec neglegentius scripta sint 36 πεποίημαι scripsi: πεποίηται aB)
Αμφοτέρων μὲν οὖν καταφατικῶν καθόλου οὐσῶν καὶ ἀναγκαίας μείζονος καὶ ἀντιστραφείσης τῆς ἐλάττονος καὶ γενομένης ἐπὶ μέρους καταφατικης γίνεται ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα συμπέρασμα ἐνδεχόμενον ἐπὶ μέρους καταφατικὸν τῆς μείζονος οὔσης καθόλου καταφατικῆς ἀναγκαίας, ὡσπεροῦν καὶ αἱ ἄλλαι, ἐν αἷς ἡ μείζων καταφατικὴ ἦν ὑπάρχουσα ἐνδεχομένης οὔσης τῆς ἐλάττονος. ἀλλ’ εἰ καὶ ἡ ἐλάττων ἀναγκαία ἦν καθόλου καταφατικὴ ἡ δὲ μείζων ἐνδεχομένη καθόλου καὶ αὐτὴ καταφατική, ἀντιστραφείσης πάλιν τῆς ἀναγκαίας καθόλου καταφατικῆς γίνεται συζυγία ἐν πρώτῳ σχήματι ἐνδεχόμενον ἐπὶ μέρους καταφατικὸν συνάγουσα ἐνδεχομένης καθόλου καταφατικῆς οὔσης τῆς μείζονος. οὗτος ἦν τέλειος ὁ συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι, ὥσπερ καὶ οἱ ἄλλοι οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες. ἂν δ’ ἡ μὲν ἀποφατικὴ ληφθῇ τῶν προτάσεων ἡ δὲ καταφατική, καὶ ἡ καταφατικὴ μὲν ἀναγκαία καθόλου ἡ ἐλάττων, ἀποφατικὴ δ’ ἐνδεχομένη καθόλου <ἡ> μείζων, ἀντιστραφείσης τῆς καταφατικῆς ἀναγκαίας ἔσται ἐν πρώτῳ σχήματι ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα οὔσης τῆς μείζονος ἐνδεχομένης καθόλου ἀποφατικῆς, <ὃς> καὶ αὐτὸς ἦν τέλειος συλλογισμὸς ἐν πρώτῳ σχήματι. εἰπὼν ἔσται <δὴ> πάλιν τὸ πρῶτον σχῆμα προσέθηκε <καὶ> γὰρ ἡ προτάσις ἐνδέχεσθαι σημαίνει, ὅ ἐστι δεικτικὸν τοῦ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀποφατικὸν γίνεσθαι συμπέρασμα· ὅταν γὰρ ἡ μείζων στερητική τε καὶ ἀναγκαία ᾖ, τότε μόνον οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἀλλὰ τοῦ μὴ ὑπάρχειν. ἔχει δέ πως ἀκαταλληλότερον ἡ λέξις, καὶ εἴη ἄν τὸ κατάλληλον αὐτῆς τοιοῦτον· ‘καὶ εἰ ἡ στερητικὴ πρότασις ἐνδέχεσθαι σημαίνει, φανερὸν ὅτι τὸ συμπέρασμα ἔσται ἐνδεχόμενον᾿ . δύναται δὲ συλλογισμὸς γενέσθαι, κἄν τὴν καθόλου καταφατικὴν ἀναγκαίαν τηρήσαντες ἀντιστρέψωμεν τὴν μείζονα οὖσαν ἐνδεχομένην καθόλου ἀποφατικὴν εἰς τὴν ἐπὶ μέρους, μεταλαβόντες αὐτὴν εἰς τὴν καταφατικήν. 30 ἀλλὰ περιεργοτέρα ἡ δεῖξις καὶ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν· καὶ διὰ τὸ δεῖν καὶ τὸ συμπέρασμα ἀντιστρέψαι καὶ διὰ τοῦτο γίνεσθαι ἐπὶ μέρους ἐνδεχόμενον καταφατικὸν τὸ συμπέρασμα, οὐκ ἀποφατικόν. ἔτι δὲ εἰ ἡ μὲν μείζων στερητική τε καὶ ἀναγκαία ἡ δὲ ἐλάττων ἐνδεχομένη καταφατικὴ καθόλου, ἀντιστραφείσης τῆς ἐνδεχομένης γίνεται ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην ἐπὶ μέρους καταφατικήν, καὶ τὸ συμπέρασμα τοῦ μὴ ὑπάρχειν τινὶ καὶ οὕτως ἐνδεχόμενον | ἐπὶ μέρους· [*](83v) οὐ γὰρ κατὰ τὸν διορισμόν. τὸ δὲ ὥστε καὶ τὸ Α τῷ Β ἀνάγκη τινὶ [*](1 προεῖπον] p. 238,37 7 αἱ ἄλλαι, ἐν αἷς scripsi: οἱ ἄλλοι, ἐν οἷς (cf. vs. 13) aB 8 ἀναγκαία, quod post μείζων vs. 7 habent aB, huc transposui 15 ᾖ scripsi: ἡ aB 16 ἡ addidi 19 ὃς addidi συλλογισμὸς supeiscr. B2 δὲ scripsi: δὴ aB 20 δὴ et καὶ (cf. vs. 25) ex Arist. addidi 27 γίνεσθαι a εἰ Β: καὶ a)
Ἐὰν δὲ ἡ ἐλάττων ᾖ καθόλου ἀποφατικὴ ἀναγκαία, οὐκ ἔσται συλλογιστικὴ συζυγία. καὶ τοῦτο πάλιν δείκνυσι τῇ τῶν ὅρων παραθέσει δείξας καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν δυνάμενον τὸν μείζονα καὶ πρῶτον ὅρον τῷ ἐσχάτῳ. τοῦ μὲν οὖν παντὶ ὑπάρχειν ὅροι ὕπνος, ἵππος καθεύδων, ἄνθρωπος· ὕπνος γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἵππος δὲ καθεύδων οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ ὕπνος ἐξ ἀνάγκης παντὶ ἵππῳ καθεύδοντι. τοῦ δὲ μηδενὶ ὕπνος, ἵππος ἐγρηγορώς, ἄνθρωπος· πάλιν γὰρ ὕπνον μὲν ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἵππος δὲ ἐγρηγορὼς ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ, καὶ ὕπνος οὐδενὶ ἵππῳ ἐγρηγορότι. δεῖ δὲ εἰδέναι, ὅτι τὰ συμπεράσματα οὐχ ἁπλῶς ἀναγκαῖα τὰ δεδειγμένα ἀλλὰ τὰ μετὰ διορισμοῦ, ἃ ὑπάρχοντά ἐστι. τὰ δὲ οὕτως ἔχοντα τοῦ μὲν ἀναγκαῖον ἢ ὑπάρχον γενέσθαι τι συμπέρασμά ἐστιν ἀναιρετικά τὸ γὰρ παντὶ ὑπάρχον ἀναιρεῖ ὁμοίως τάς τε ἀναγκαίας καὶ τὰς ὑπαρχούσας ἀποφάσεις· ὁμοίως δὲ πάλιν καὶ τὸ μηδενὶ ὑπάρχον τὰς καταφάσεις πάσας τάς τε ἀναγκαίας καὶ τὰς ὑπαρχούσας. τοῦ μέντοι ἐνδεχομένου οὔκ εἰσιν ἀναιρετικαὶ αἱ ἐναντίαι ὑπάρχουσαι· τό τε γὰρ παντὶ ὑπάρχον ἐνδέχεται καὶ τινὶ καὶ μηδενὶ ὑπάρχειν αὐτῷ, καὶ τὸ μηδενὶ ὑπάρχον ἐνδέχεται καὶ παντὶ αὐτῷ καὶ τινί. καὶ συλλογιστικὴ δὲ ἡ συζυγία ἡ ἔχουσα τὴν μὲν ἐλάττονα καθόλου ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ μείζονα καθόλου καταφατικὴν ἐνδεχομένην ἐν τρίτῳ σχήματι. ἀντιστραφείσης γὰρ τῆς ἐνδεχομένης γίνεται τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί, τὸ Γ τῷ Α ἐνδέχεται τινί· τὸ Β ἄρα τῷ Α τινὶ οὐχ ὑπάρχει· τοῦτο γὰρ ἐδόκει γίνεσθαι συμπέρασμα ἀποφατικῆς τῆς ἀναγκαίας οὔσης. ἀλλ’ οὐ τὸ προκείμενον οἷόν τε συναχθῆναι· δεῖ μὲν γὰρ τὸ Α τοῦ Β κατηγορεῖσθαι· οὐ δείκνυται δὲ τοῦτο, διὰ τὸ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον, τῇ προκειμένῃ μίξει. εἰ μέντοι μὴ συνάγοιτο ἐπὶ τῇ προκειμένῃ μίξει τὸ τινὶ μὴ ὑπάρχειν ἀλλὰ τὸ ἐνδέχεσθαι τινί, δόξει γίνεσθαι συλλογισμὸς τῷ τὸ ἐν μέρει ἐνδεχόμενον ἀποφατικὸν ἀντιστρέφειν. τοῦ δὲ ἀσυλλόγιστον δοκεῖν εἶναι ταύτην τὴν συζυγίαν πάλιν αἴτιον τὸ τὴν ἐλάττονα ἐν πρώτῳ σχήματι μένειν ἀποφατικήν· οὐ μέντοι, εἰ [μὴ] [*](1 οὐχ ὡς scripsi: ὡς οὐκ aB 2 ἀλλ’ ὡς scripsi: ἄλλως ὡς aB 3 ᾖ addidi 9 γὰρ μενούσης (cf. vs. 39) scripsi: μὲν γὰρ οὔσης aB 13 ὑπάρχειν scripsi: ὑπάρχον aB 26 noli post τινὶ addere μὴ; nam cf. vs. 36 27 ante συλλογιστικὴ expunxit ἡ Β 32 ἐδόκει] c. 16 p. 36a7 —17, 32—39 33 τοῦ corr. Β 39 μὴ delevi ut p. 252,2 translatum)
Εἱ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων εἴη ἡ δ’ ἐν μέρει (τοῦτο γὰρ σημαίνει τὸ εἰ δ’ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει πρὸς τὸν μέσον·. διὰ γὰρ τῶν ὅρων εἶπεν αὐτάς· ἅμα δὲ καὶ τὸ τρίτον σχῆμα ὑπέγραψεν· ἐν ᾧ γὰρ δύο ὅροι ἑνὸς καὶ μέσου κατηγοροῦνται, ὥσπερ καὶ πρῶτον πάλιν, ἐν ᾧ πάλιν τριῶν ὅρων ὄντων δύο ἐξ αὐτῶν κατηγοροῦντι, ἀλλ’ οὐ τοῦ αὐτοῦ, ἀλλ’, ὡς εἶπεν ἐπὶ τοῦ πρώτου σχήματος, “ὅταν ὁ μὲν καθόλου τῶν ὅρων ᾖ, ὁ δ’ ἐν μέρει πρὸς τὸν ἕτερον” ὅταν γὰρ μὴ τοῦ αὐτοῦ κατηγορῶνται ἀμφότεροι, ἀλλὰ μηδὲ | οἱ δύο ἀλλήλων ἀντικατηγορῶνται, 84r <ἀλλ᾿ ὁ τῷ ἑτέρῳ ὑποκείμενος μὴ τοῦ κατηγορουμένου ἀλλὰ τοῦ ἑτέρου, τοῦ πρώτου σχήματος ἡ συμπλοκή), οὔσης δὲ τῆς προειρημένης συμπλοκῆς ἐν τρίτῳ σχήματι ὁμοίως, φησίν, ἔσονται οἱ συλλογισμοί, ὥσπερ καὶ ὅτε ἀμφότεραι καθόλου ἦσαν. καὶ γὰρ ἐν ἐκείνοις τῆς μὲν ἐλάττονος ἀναγκαίας ἀποφατικῆς οὔσης καθόλου οὐδὲν ἐγίνετο· οὔσης δὲ ταύτης ἐνδεχομένης ἀποφατικῆς ἐγίνετο συλλογιστικὴ συζυγία. ὁμοίως δὲ καὶ ἀναγκαίας καταφατικῆς· τὴν γὰρ καθόλου καταφατικὴν ἀντιστρέφοντες ἐπὶ μέρους τε ἐποιοῦμεν καὶ εἰς τὸ πρῶτον σχῆμα τὴν συζυγίαν ἀνήγομεν. καὶ ἐν τούτοις δὲ ὁμοίως τὴν ἐπὶ μέρους ἀντιστρέψαντες τὴν αὐτὴν ἐν πρώτῳ σχήματι συζυγίαν καὶ τῶν δύο καθόλου οὐσῶν ποιησόμεθα. ἐπὶ δὲ τῶν ἄλλων συζυγιῶν ἐν μὲν τῇ ἐχούσῃ τὴν μὲν μείζονα ἐπὶ μέρους ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὥσπερ καὶ ὅτε ἦν ὑπάρχουσα καθόλου καταφατικὴ αὐτὴ οὔσης τῆς μείζονος ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης. τὸ γὰρ ὁμοίως δὲ ἕξει οὐκ ἐπὶ τῶν δείξεων εἶπεν ἀλλ’ ἐπὶ τοῦ τὸ συμπέρασμα ἐνδεχόμενον ὅμοιον γίνεσθαι, ὁποῖον καὶ ὅτε ἦσαν ἀμφότεραι καθόλου. δύναται δὲ καὶ μεταληφθείσης τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν καὶ ἀντιστραφείσης συναγόμενον δείκνυσθαι ἐνδεχόμενον ἐπὶ μέρους καταφατικόν· δεῖ μέντοι καὶ τὸ συμπέρασμα ἀντιστρέψαι· ὥστε οὐ πάντως διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἡ τοιαύτη συμπλοκή.
Εἰ μὲν οὖν ἀμφότεραι καταφατικαὶ εἶεν, τοῦ ἐνδέχεσθαι τινὶ ὑπάρχειν ἔσται τὸ συμπέρασμα ἀλλ’ οὐ τοῦ ὑπάρχειν τινί, ὁποτέρα ἄν καθόλου ληφθῇ, πλὴν ὅτι τῆς μείζονος ἐπὶ μέρους ληφθείσης αὐτήν τε δεήσει καὶ τὸ συμπέρασμα ἀντιστρέψαι· οὕτως γὰρ ἔσται τοῦ προκειμένου τὸ συμπέρασμα. ἀλλὰ κἂν ἡ ἑτέρα ἀποφατικὴ ληφθῇ ἢ ἀναγκαία καταφατική, ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα. δεῖ δὲ καὶ ἐν μέρει [*](1 ἀντιστρέφειν a 3 δὲ ex δὴ corr. corr. BB εἰ δ' aB: καὶ εἰ Αr. τὸν aB: τὸ Αr. 8 εἶπεν] c. 4 p. 26a17 ὅταν a: ἄν post spatium 2 lit. Β (fuit hand dubie ὁτ’ ἄν, lit p. 253,37): εἰ Ar. et lemma p. 58,24 9 τὸν Β: τὸ a ἕτερον ex ἑταῖρον corr. Β2 10 μηδὲ] μὴ pcriit in Β οἱ B: αἱ a ἀντικατηγορῶνται] γορῶνται periit in B 11 ἀλλ’ ὁ ... ἀντικατηγορῆται (12) a: om. Β 11. 12 ἀντικατηγορῆται scripsi: ἀντικατηγορεῖται a 17 καὶ superscr. Β2 24 αὐτὴ correxi: αὐτῆς aB 28 ante εἰς expunxit τὸ γὰρ (ex vs. 25 translatum) Β 28. 29 ἐνδεχόμενον] ἐνὸν evan. Β 34 οὕτως γὰρ] ως γ periit in Β 35 ἢ evan. Β 36 τὸ periit in B)
Ἄν μέντοι στερητικὴ ἡ ἐλάττων πρότασις καθόλου ᾖ, ἐὰν μὲν ἐνδεχομένη, ἀντιστραφείσης τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας συλλογιστικὴ ἡ συζυγία τοῦ ἐνδέχεσθαι τινὶ μή, ἧς πάλιν δεήσει καὶ τὸ συμπέρασμα ἀντιστρέψαι· ἀντιστρέφει δὲ ἡ ἐπὶ μέρους ἐνδεχομένη ἀποφατικὴ οὖσα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἄν δὲ στερητικὴ καθόλου ἡ ἐλάττων οὖσα ἀναγκαία, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία. καὶ τοῦτο δειχθήσεται μὲν διὰ τῶν αὐτῶν ὅρων τῶν καὶ πρὸ ὀλίγου ληφθέντων, ὅτε ἦσαν ἀμφότεραι καθόλου, ἀναγκαία δὲ ἀποφατικὴ ἡ ἐλάττων. αἴτιον δὲ πάλιν τὸ γίνεσθαι μὲν συμπέρασμα ἀντιστραφείσης τῆς μείζονος οὔσης ἐνδεχομένης ἐπὶ μέρους καταφατικῆς ὑπάρχον ἐπὶ μέρους ἀποφατικὸν ἀπὸ τοῦ ἐλάττονος ἄκρου, μὴ ἀντιστρέφειν δὲ τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν. οἱ δὲ ὅροι ἦσαν τοῦ μὲν ὑπάρχειν ὕπνος, κοιμώμενος ἵππος, ἄνθρωπος, τοῦ <δὲ> μὴ ὑπάρχειν ὕπνος, ἐγρηγορὼς ἵππος, ἄνθρωπος· ὁ γὰρ ὕπνος τότε μὲν ἐλαμβάνετο παντὶ ἀνθρώπῳ ἐνδέχεσθαι, νῦν δὲ ληφθήσεται τινί. ἀλλ’ οὐδ’ ὅταν ἡ ἐλάττων ἐπὶ μέρους ᾖ ἀναγκαία ἀποφατική, συλλογιστικὴ ἡ συμπλοκή. [*](1 καταφατικὴν· ἄν] τικὴν· ἄν periit in Β ᾖ αὕτη scripsi: ἡ αὐτὴ aB 2 ἐνδεχομένην] δεχομέ periit in Β 8 ἐδείχθη] p. 40a25 —32 9 ἡ a: ἡ Β (corr.?) δ’ addidi 11 συζυγία, ut videtur, Β: συζυγίας a 15 ἂν] couicio οὖν 17 ante ἄν add. δ’ a 18 τῷ om. a 24 post ἀντιστραφείσης add. τε a 29 πρὸ ὀλίγου) p. 40a37 32 post ὑπάρχον eras. 2 —3 lit, B ἀπὸ correxi (cf. p. 246,7): ἐπὶ aB 34 δὲ a: om. Β 35 ἵππος ex ὕπνος corr. Β 37 ὁτ’ ἄν B: ὅτε a ἡ alterum om. a)