In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἔστωσαν δὴ πρῶτον ἐνδεχόμεναι.
Περὶ τῶν πρώτων λέγει συζυγιῶν ἐκ δύο ἐνδεχομένων καὶ πρῶτόν γε περὶ τῶν ἐκ δύο καταφατικῶν καθόλου. καὶ δείκνυσι συλλογιστικὴν οὖσαν τὴν συζυγίαν διὰ τῆς ἀντιστροφῆς <τῆς> ἐλάττονος καθόλου ἐνδεχομένης ἀνάγων αὐτὴν εἰς τὸ πρῶτον σχῆμα· ἀντιστρέφει γὰρ καὶ ταύτῃ ἡ ἐπὶ μέρους. ἀλλὰ κἄν ἡ μὲν μείζων καθόλου ἐνδεχομένη ἀποφατικὴ ληφθῇ, ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη καταφατική, τῆς ἐλάττονος τῆς καθόλου καταφατικῆς ἐνδεχομένης ἀντιστραφείσης πάλιν γίνεται τὸ πρῶτον σχῆμα, ἐκ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς ἐνδεχομένης τῆς ἐλάτ·τονος ἐπὶ μέρους ἀποφατικοῦ ἐνδεχομένου συναγομένου. ἐὰν δὲ ἀμφότεραι ἀποφατικαὶ καὶ ἐνδεχόμεναι καθόλου ληφθῶσιν, ἐκ μὲν τῶν κειμένων οὐδὲν ἔσται συλλογιστικῶς δεικνύμενον, μεταληφθείσης δὲ τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστραφείσης γίνεται ἡ αὐτὴ συζυγία ἐν πρώτῳ σχήματι τῇ φθανούσῃ εἰρῆσθαι. δύνανται δὲ καὶ ἀμφότεραι εἰς τὰ καταφατικὰ [καὶ] ὃ καὶ αὐτὸς εἶπεν.