In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ὅταν δὲ ἀμφότεραι μὲν στερητικαί, καθόλου δὲ καὶ ἀναγκαία ᾖ ἡ τὸ μὴ ὑπάρχειν σημαίνουσα.
Δείξας, ὅτι ἀμφοτέρων οὐσῶν καταφατικῶν, ἥτις ἂν ᾖ καθόλου, ἄν τε ἡ ἀναγκαία ἄν τε ἡ ἐνδεχομένη, οὐδεὶς γίνεται συλλογισμός, λέγει περὶ τῶν εξ ἀμφο|τέρων ἀποφατικῶν, καί φησιν, ὅτι, ἄν ἡ ἀναγκαία ἀποφατικὴ 80r καθόλου ᾖ, συλλογισμὸς ἔσται· τοῦτο γὰρ εἶπε διὰ τοῦ καθόλου δὲ καὶ ἀναγκαία <ᾖ> ἡ τὸ μὴ ὑπάρχειν σημαίνουσα. γίνεται δὴ ἐν τοιαύτῃ συζυγίᾳ καὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν ἐπὶ μέρους καταφατικὴν μεταληφθείσης καὶ τῆς καθόλου ἀποφατικῆς ἀναγκαίας ἀντιστραφείσης, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν ἦν ἡ συζυγία συλλογιστικὴ οὔσης τῆς ἀναγκαίας ἀποφατικῆς καθόλου. ἄν δὲ ἀμφότεραι, φησίν, ἢ ἀδιόριστοι ἢ ἐν μέρει ληφθῶσιν, ὡς ἄν ἔχωσι ποιότητος, οὐκ ἔσονται συλλογιστικαί. ἡ δ’ ἀπόδειξις, φησί, διὰ τῶν αὐτῶν ὅρων. λέγοι δ’ ἄν διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ ἐν τῷ πρώτῳ σχήματι ἔδειξε τὰς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἀμφοτέρων οὐσῶν ἐπὶ μέρους ἀσυλλογίστους συζυγίας. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ἐξ ἀνάγκης λευκόν, ζῷον, ἄνθρωπος· μέσον δῆλον ὅτι τὸ λευκὸν ἐν τούτῳ τῷ σχήματι. ἦν δὲ καὶ ἐν τῷ πρώτῳ, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν τάξιν· τότε μὲν γὰρ τὸ ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ τὸ λευκὸν τινὶ ἀνθρώπῳ ἐνδεχομένως· νῦν δὲ τὸ λευκὸν καὶ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ πάλιν τινὶ ἐξ ἀνάγκης οὔ, ὡς κόρακι καὶ κύκνῳ [καὶ ἀνθρώπῳ]. πάλιν καὶ τινὶ ἐνδέχεται καὶ ἐνδέχεται τινὶ μή, ἀνθρώπῳ· καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκὸν ἦν καὶ ζῷον καὶ ἄψυχον· μέσον πάλιν τὸ λευκόν, ὃ [ἦν] ζῴῳ μὲν καὶ τινὶ ἐξ ἀνάγκης καὶ τινὶ οὐκ ἐξ ἀνάγκης, ἀψύχῳ δὲ καὶ τινὶ ἐνδέχεται καὶ τινὶ ἐνδέχεται μή· καὶ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἀψύχῳ. δύναται διὰ τῶν αὐτῶν ὅρων εἰρηκέναι, οἷς πρὸ ὀλίγου κέχρηται οὐσῶν καθόλου τῶν προτάσεων καὶ καταφατικῶν· οὗτοι δὲ ἦσαν λευκόν, κύκνος, ἄνθρωπος [*](3 ἐδείχθη] p. 38a30 — 34 7 τοῦτ’ ἔστιν supra ras. 1 lit. Β3: δὲ a 8 δὲ superscr. Β3: οm. a ἀναγκαῖον alterum delevi 10 καθόλου δὲ καὶ Arist. et Alex, ipse vs. 15: καὶ καθόλου δὲ aB 11 ᾖ om. Ar. 15 δὲ] τε a 16 ᾖ addidi (cf. vs. 11) post δὴ add. καὶ a 20 ἐὰν Ar. 22. 23 λέγοι δ’ ἂν διὰ τῶν αὐτῶν ὅρων om. a 23 ἔδειξε] c. 16 p. 36b12 —18 26 καὶ superscr. Β2, ut videtur 30 καὶ ἀνθρώπῳ delevi ante πάλιν add. καὶ a 32 ἢν alterum delevi)