In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 37b 29)

ἐὰν δὲ ἀμφότεραι μὲν ὧσι στερητικαί, σημαίνῃ δέη μὲν μὴ ὑπάρχειν.

Καὶ ἀμφοτέρων οὐσῶν στερητικῶν τῶν προτάσεων φησιν ἔσεσθαι συλλογισμὸν τῆς ἐνδεχομένης ἀποφατικῆς ἀντιστραφείσης εἰς τὴν ἐνδεχομένην καταφατικήν. ἔσται δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὸ συμπέρασμα τὸ ‘τὸ Β τῷ Γ ἐνδέχεται μηδενί’ οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς ἔδειξε· γίνεται γὰρ ἡ μείζων ἐν πρώτῳ σχήματι ἀποφατικὴ ὑπάρχουσα διὰ τῆς ἀντιστροφῆς. ὃ καὶ αὐτὸς διὰ τῆς προσθήκης ἐνεδείξατο εἰπὼν τὸ καθάπερ ἐν τοῖς πρότερον· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχῆμα· διὰ γὰρ τούτου τήν τε τῆς ὑπαρχούσης ἀποφατικῆς ἀντιστροφὴν ἐδήλωσεν καὶ τὴν ποιότητα τοῦ συμπεράσματος. ὅτι δὲ ἀμφοτέρων ληφθεισῶν καθόλου καταφατικῶν, καὶ τῆς ὑπαρχούσης καὶ τῆς ἐνδεχομένης, ἐν τούτῳ τῷ σχήματι οὐδεὶς γίνεται συλλογισμὸς τῇ τῶν ὅρων παραθέσει ἔδειξεν, ὡς ἔθος αὐτῷ ποιεῖν. ὅροι γὰρ τοῦ μὲν ὑπάρχειν ὑγεία, ζῷον, ἄνθρωπος· ὑγεία γὰρ παντὶ μὲν ζῴῳ ἐνδεχέσθω καὶ ὑπαρχέτω παντὶ ἀνθρώπῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δὲ μὴ ὑπάρχειν ὑγεία, ἵππος, ἄνθρωπος· πάλιν γὰρ ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης.

Ὡς δὲ ἐπὶ τῶν καθόλου συλλογισμῶν εἶχε (τῆς γὰρ ὑπαρχούσης ἀποφατικῆς λαμβανομένης ἐγίνοντο συλλογιστικαὶ συζυγίαι), οὕτως καὶ ἐπὶ τῶν ἐν μέρει. εἰ γὰρ ἡ ὑπάρχουσα ἀποφατικὴ καθόλου λαμβάνοιτο ἡ δὲ ἐνδεχομένη ἐπὶ μέρους, ἔσονται ἐπὶ μέρους συλλογισμοί, ὁποτέρα ἄν ληφθῇ ὑπάρχουσα. πλὴν τῆς μὲν μείζονος ληφθείσης γνώριμον τὸ συναγόμενον. εἰ δὲ ἡ ἐλάττων ληφθείη, καὶ τὸ Α τῷ μὲν Β τινὶ ἐνδέχοιτο, τῷ δὲ Γ μηδενὶ [*](2 τοῦ superscr. Β2 6 δύνασθαι Β pr. 9 προείρηται] c. 12 p. 32a8 —14 ante συμπέρασμα add. τὸ a 10 εἶπε] c. 16 p. 35a34 11 δὲ add. Β2 14 ὑπάρχον, ut videtur, Β pr. 18 ἐνδέχεται B: ἐνδέχεσθαι a οὐ B2a: ἁ Β1 ἐνδεχομένου] ἐν in ras. B3 19 ἔδειξε] c. 15 p. 34b19 sqq. ἡ μείζων om. a 20 αὐτὸς a: αὐτὸ Β 26 post ὑγεία alterum add. μὲν a: expunxit Β 27 μὲν add. Β2 30 δὲ superscr. B2)

234
ὑπάρχοι, δῆλον ὡς καὶ τὸ Γ οὐδενὶ τῷ Α· τὸ δὲ Α τινὶ τῷ Β ἐνδέχεται· [*](77r) γίνεται δὴ τὸ Γ τινὶ τῷ Β ἐνδέχεσθαι μὴ ὑπάρχειν. ὃ εἰ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, καὶ τὸ Β τῷ Γ ἐνδέξεται τινὶ μὴ ὑπάρχειν τῷ ἀντιστρέφειν τὰς ἐπὶ μέρους ἐνδεχομένας ἀμφοτέρας. ἄν μέντοι μὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς φθάσας ἔδειξε, συλλογιστικὴ μὲν ἔσται ἡ συζυγία, οὐ μὴν τοῦ προκειμένου· ὁ γὰρ ἐλάττων κατηγορούμενος ἐν τῷ συμπεράσματι μένει τῷ μὴ ἀντιστρέφειν τὸ ἐπὶ μέρους ἀποφατικόν, ἄν ὑπάρχον ἢ ἀναγκαῖον ᾖ. οὐδὲ αὐτὸς μέντοι εἶπε σαφῶς γίνεσθαι συμπλοκὴν συλλογιστικὴν καὶ τῆς ἐλάττονος καθόλου ὑπαρχούσης 〈οὔσης〉 ἀποφατικῆς ληφθείσης τῆς μείζονος ἐνδεχομένης ἐπὶ μέρους· οὐδὲ γὰρ τὴν ἀρχὴν συλλογιστικὴ συμπλοκὴ ἐν τῷ δευτέρῳ σχήματι ἡ ἔχουσα τὴν μείζονα ἐν μέρει. εἰ δὲ ἡ ὑπάρχουσα καταφατικὴ εἴη, οὐδεὶς γίνεται συλλογισμός. ἡ δεῖξις διὰ τῶν αὐτῶν ὅρων, ὑγείας, ζῴου, ἀνθρώπου, ὑγείας, ἵππου καὶ ἀνθρώπου· ἔνεστι γὰρ τὴν καθόλου ἐνδεχομένην καὶ ἐπὶ μέρους λαβεῖν ἐπὶ τῶν αὐτῶν ὅρων. οὐδὲ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρόεισιν. ἀλλὰ κἄν ἀμφότεραι αἱ προτάσεις ἀποφατικαὶ ληφθῶσιν, πάλιν δὲ καθόλου ἡ ὑπάρχουσα, ἔσται συλλογιστικὴ συζυγία, οὐ διὰ τῶν κειμένων ἀλλὰ μεταληφθείσης πάλιν τῆς ἐνδεχομένης ἀποφατικῆς ἐπὶ μέρους εἰς τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην. οὔτε δέ, ἂν ἀποφατικὴ ληφθῇ ἡ ὑπάρχουσα ἐπὶ μέρους τῆς ἑτέρας ἐνδεχομένης οὔσης καθόλου καταφατικῆς ἢ ἀποφατικῆς, ἔσται συλλογισμὸς διὰ τὸ μὴ ἀντιστρέφειν δῆλον ὅτι τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν, οὔτ’ ἄν ἀμφότεραι ἢ ἐπὶ μέρους ἢ ἀδιόριστοι ληφθῶσιν, ὅπως ἄν ἔχωσι κατὰ τὸ ποιόν, οὐδεὶς | ἔσται συλλογισμός. καὶ τοῦτό φησι [*](77v) δείκνυσθαι διὰ τῶν αὐτῶν ὅρων· πάλιν γὰρ ὑγεία, ζῷον, ἄνθρωπος τοῦ ὑπάρχειν, καὶ ὑγεία, ἵππος, ἄνθρωπος τοῦ μὴ ὑπάρχειν· ἀληθεῖς γὰρ καὶ ἐπὶ μέρους λαμβανόμεναι καὶ ἐπὶ τῶν ὅρων τούτων αἱ προτάσεις.