In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ καὶ τὸ λευκὸν τινὶ ἀψύχῳ καὶ ἀναγκαῖον ὑπάρχειν καὶ οὐκ ἐνδέχεται ὑπάρχειν. Ἐπειδὴ <αἱ> συζυγίαι ἦσαν ἐκ δύο ἐπὶ μέρους. τῆς μὲν ἀναγκαίας δὲ ἐνδεχομένης, ὅτι οἷόν τε ἐπὶ πασῶν τῶν ἐκ τοιούτων προτάσεων τῇ εἰλημμένῃ ὕλῃ χρωμένους δεικνύναι ἀσυλλογίστους αὐτάς, ἔδειξεν ἑκάστην δείξας τῶν ἐν μέρει προτάσεων ἐπὶ τῆς κειμένης ὕλης καὶ ἀναγκαίαν καταφατικὴν καὶ ἀναγκαίαν ἀποφατικὴν λαμβάνεσθαι δυναμένην καὶ πάλιν ἐνδεχομένην καὶ καταφατικὴν καὶ ἀποφατικήν· ὥστε, ἐὰν παραλλὰξ λαμβάνωνται, ἡ μὲν ἀναγκαία ἡ δὲ ἐνδεχομένη, ἀληθεῖς τε ληφθήσονται καὶ ἐλεγχθήσεται ἐπ’ αὐτῶν τὸ ἀσυλλόγιστον τῶν συμπλοκῶν.