In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἐὰν δὲ τὸ καθόλου τεθῇ πρὸς τὸν ἐλάττονα ἄκρον.
[*](66r)Εἰπὼν περὶ τῶν συζυγιῶν τῶν ἐν ταῖς μίξεσι γινομένων ταῖς ἐξ ὐπαρχούσης καὶ ἐνδεχομένης ἐν πρώτῳ σχήματι, ἐν αἷς ἦσαν συλλογιστικαί τινες, νῦν λέγει | περὶ τῶν ἀσυλλογίστων. καί φησιν, ὅτι ‘ἂν δὲ ἡ μὲν [*](66v) ἐλάττων πρότασις καθόλου γένηται ἡ δὲ μείζων ἐπὶ μέρους, ὅπως ἂν ληφθῶσι κατά τε τὸ ὑπάρχειν καὶ ἐνδέχεσθαι καὶ τὸ καταφατικόν τε καὶ ἀποφατικόν, οὐδεὶς ἔσται συλλογισμός᾿. ὁμοίως δέ, κἄν ὦσιν ἐπὶ μέρους ἀμφότεραι, οὐ μόνον ἂν ἡ μὲν ἐνδεχομένη ἡ δὲ ὑπάρχουσα (τοῦτο γὰρ σημαίνει τὸ ἐναλλάξ) ἀλλὰ κἄν ἀμφό τεραι ἐνδεχόμεναι ἢ ἀμφότεραι ὑπάρχουσαι. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ οἱ αὐτοὶ ὅροι πρὸς τὸ ἐκείνως καὶ πρὸς τὸ οὕτως ληφθῆναι χρήσιμοι. πάλιν γὰρ ταῦθ᾿ οὕτως ἔχοντα ἐλέγχει τῇ τῶν ὅρων παραθέσει, ἡ ἀποδείξει χρῆται τῶν ἀσυλλογίστων συζυγιῶν, δεικνὺς καὶ ἐξ ἀνάγκης παντὶ συνάγεσθαί ποτε δυνάμενον καὶ ἐξ ἀνάγκης μηδενί, ἐξ ἀνάγκης μὲν παντὶ ἐπὶ ζῴου, λευκοῦ, ἀνθρώπου· τὸ γὰρ ζῷον τινὶ λευκῷ ὑπαρχέτω ἢ μὴ ὑπαρχέτω ἢ ἐνδεχέσθω τινὶ ἢ τινὶ ἐνδεχέσθω μὴ ὑπάρχειν, τὸ δὲ λευκὸν παντὶ ἀνθρώπῳ ὑπαρχέτω ἢ ἐνδεχέσθω ὑπάρχειν ἢ τινὶ ὑπαρχέτω ἢ ἐνδεχέσθω τινὶ μὴ ὑπάρχειν· δύνανται γὰρ οἱ ὅροι, ὅπως ἄν τις βούληται, ἔχοντες ληφθῆναι πρὸς ἀλλήλους· καὶ τὸ ζῷον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. τοῦ δὲ μηδενὶ ἐξ ἀνάγκης ζῷον, λευκόν, 20 ἱμάτιον· πάλιν γὰρ αἱ μὲν προτάσεις οὕτως ἕξουσιν, ὡς καὶ αἱ πρὸ αὐτῶν, τὸ δὲ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ. τὸ δὲ ἀπόδειξις δὲ ἡ αὐτή, ἣ καὶ ἐπὶ τῶν προτέρων οὐκ ἄλλου ἐστὶ δηλωτικὸν ἢ τοῦ ἐπὶ τῆς ὕλης τὸν ἔλεγχον τοῦ ἀσυλλογίστους εἶναι τὰς εἰρημένας συμπλοκὰς γίνεσθαι. ὃ προειπὼν ἑξῆς αὐτὸν ποιεῖ· λέγει γὰρ ὅροι δὲ κοινοί.