In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος ποιήσαιτό ἀδύνατον θέντα τῷ Γ τὸ Β ὑπάρχειν.
Ο λέγει καὶ δείκνυσι τοιοῦτόν ἐστιν· ὅτι ἀδύνατον τὸ ὑποτεθὲν ἐπὶ ταῖς κειμέναις προτάσεσι ταῖς ‘τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ Β τῷ Γ παντὶ ἐνδέχεται᾿, <τὸ> ‘τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ’ (τοῦτο γὰρ ὑπετέθη συμπέρασμα), ὅτι οὖν τοῦτο ἀδύνατον, ἔστι, φησί, | καὶ διὰ τοῦ πρώτου [*](61r) σχήματος δεῖξαι· νῦν γὰρ ἐδείχθη διὰ τοὐ τρίτου. δείκνυσι δὴ τοῦτο λαβὼν ἀμφοτέρας τὰς προτάσεις ἀνάπαλιν, τὴν μὲν ὑπάρχουσαν ἐνδεχομένην τὴν δὲ ἐνδεχομένην ὑπάρχουσαν· λαμβάνει γὰρ τὸ μὲν Α τῷ Β ἐνδέχεσθαι παντί ἦν δὲ ὑπάρχουσα αὕτη καθόλου καταφατική), τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχειν· ἦν δὲ ἐνδεχόμενον παντί. οὕτως δὴ ληφθεισῶν τῶν προτάσεων οὐδὲν μὲν ἀδύνατον ἔσται κείμενον· οὔτε γὰρ τὸ ὑπάρχον ἐνδέχεσθαι ὑπάρχειν ἀδύνατον, οὔτε τὸ ἐνδεχόμενον ὑπάρχειν. τὸ μέντοι συμπέρασμα ἀδύνατον τὸ ὑποτεθὲν ἐπὶ τούτοις κειμένοις, ὅπερ ἔξωθεν εἴασε, τὸ τὸ Α μὴ παντὶ ἐνδέχεσθαι τῷ Γ. συνάγεται γὰρ ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐκ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος καθόλου καταφατικὸν ἐνδεχόμενον συμπέρασμα, ὡς ἐδείχθη πρὸ ὀλίγου· τῆς γὰρ μείζονος οὔσης ἐνδεχομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἐνδεχόμενον ἐδείχθη γινόμενον συμπέρασμα. ἀδύνατον δέ, ὃ ἐνδέχεται παντί, τοῦτο μὴ ἐνδέχεσθαι παντί· ἀντίφασις γάρ. τὸ ἄρα ἀντικείμενον τοῦ ὑποτεθέντος ἔσται συμπέρασμα, ὅ [οὐ παντὶ] ἐστι τὸ ἐνδέχεσθαι τὸ Α παντὶ τῷ Γ. μετέλαβε δὲ τὴν μείζονα ὑπάρχουσαν οὖσαν εἰς τὴν ἐνδεχομένην οὐχ ὡς μὴ γινομένου τοῦ συμπεράσματος ἀδυνάτου, εἰ καὶ ὑπάρχουσαι ἦσαν ἄμφω (παντὶ μὲν γὰρ ὑπάρχειν συνήγετο τὸ Α τῷ Γ ἀμφοτέρων οὐσῶν ὑπαρχουσῶν, οὗ ὄντος ἀληθοῦς <ἀδύνατον> ἐδείκνυτο ὑποτεθὲν συμπέρασμα τὸ τὸ Α μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ), ἀλλὰ βουλη- [*](1 τὴν ἀντικειμένην Β: τῇ ἀντικειμένῃ a 3 αὐτὴ a ἦν om. M 5 ἄρα (ante τῇ) om. M δεῖ a: δ’ εἴ BM 6 ἔστι BM: ἔτι a 6. 7 τῇ ὑποθέσει aM ἐνδέχεσθαι Β: ἐνδέχεται aM θέντας Ar. τῷ τὸ β Ar.: τὸ γ τῷ β aB 11 ἐστιν ὑπάρχει M 12 τῷ β ante παντὶ transponit a ὑπάρχει scripsi: ὑπάρκειν libri 13 τὸ addidi; cf. vs. 22 15 post ἐδείχθη expunxit καὶ Β 17 δὲ om. M 18 αὐτὴ aM 20 ὑπάρχον corr. ex ὑπάρχειν Β 23 ἐνδέχεσθαι παντὶ a κειμένῃ M ojarjaM: οὕσης Β 26 πρὸ ὀλίγου] p. 33b25 sq. 27 ante συμπέρασμα add. τὸ M 29 οὐ παντὶ BM: om. a 33 ἀδύνατον a: om. BM)