In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Τούτου δὲ δειχθέντος φανερόν, ὅτι ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου καὶ τὸ συμβαῖνον διὰ τὴν ὑπόθεσιν ψεῦδος ἔσται καὶ οὐκ ἀδύνατον.
Ἔτι τὸ οὗ χάριν ἔδειξε τῷ δυνατῷ τὸ δυνατὸν ἀκολουθεῖν, τοῦτο φανερὸν ποιεῖ. ἐπεὶ γὰρ ὁποῖον ἄν ᾖ τὸ ἡγούμενον πρὸς ὕπαρξιν, τοιοῦτον ἐδείχθη καὶ τὸ ἑπόμενον ἐν ταῖς ἀναγκαίαις ἀκολουθίαις, δῆλον ὅτι μὴ ταὐτόν ἐστι τὸ ψεῦδός τε καὶ τὸ ἀδύνατον, ἀλλ’ ἔστιν αὐτῶν διαφορά. οὐ γάρ, εἴ τι ψεῦδός ἐστι, τοῦτο ἤδη καὶ ἀδύνατον· ἔστι γὰρ ψεῦ.δος δυνατόν· ὁ γὰρ τὸ ἐνδεχόμενον εἶναι μηδέπω δὲ ὂν ὑποθέμενος εἶναι ψεῦδος μὲν τίθησιν, οὐ μὴν ἀδύνατον. ψεύδους δ’ ὄντος τοῦ ἡγουμένου δυνατοῦ δὲ ψεῦδος ἔσται ὅλως καὶ τὸ ἑπόμενον, οὐ μὴν ἀδύνατον. ἐγχωρεῖ μὲν γὰρ καὶ ἀληθὲς εἶναι τὸ συμπέρασμα ψευδῶν οὐσῶν τῶν προτάσεων, ὡς τῷ δευτέρῳ δείξει. ἀλλ’ εἰ καὶ ψεῦδος εἴη, οὕτως ἔστι ψεῦδος, ὡς μὴ ἀδύνατον εἶναι· εἰ γὰρ εἴη ἀδύνατον ἐπὶ προτάσεσιν ἢ προτάσει ψευδεῖ μὲν μὴ ἀδυνάτῳ δέ, ἕποιτο ἄν πάλιν δυνατῷ ἀδύνατον. εἰ δὲ ἐν συλλογισμῷ τινι ὑποτεθείσης μιᾶς προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ἀδύνατον τὸ ἑπόμενον εἴη, οὐ παρὰ τὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον εἴη ἄν τοῦτο τὸ ἀκολουθῆσαν ἀδύνατον, ἀλλὰ παρὰ τὸ θάτερον τῶν, οἷς ἠκολούθησεν, ἀδύνατον εἶναι καὶ αὐτό· οὐ γὰρ ἑνί τινι κειμένω ἐν ταῖς συλλογιστικαῖς ἀκολουθίαις ἕπεταί τι ἐξ ἀνάγκης, ὡς εἶπε. τὸ δὲ εἰ γὰρ ἀδύνατον, ἅμ τὸ αὐτὸ ἔσται δυνατὸν καὶ ἀδύνατον εἶπε διὰ τὸ ἄν ᾖ τοὐ ἡγουμένου δυνατοῦ ὄντος τὸ ἑπόμενον ἀδύνατον, γίνεσθαι αὐτό, καθ’ ὅσον μὲν ἕπεται τῷ ἡγουμένῳ δυνατῷ ὄντι καί, ὅτε ἐκεῖνό ἐστι, καὶ αὐτὸ εἶναι ὀφείλει, δυνατόν, καθ’ ὅσον δὲ ὑπόκειται ἀδύνατον εἶναι, ἀδύνατον· τὸ γὰρ ἁπλῶς ἀδύνατον καὶ τότε ἐστὶν ἀδύνατον, ὅτε αὐτοῦ τὸ ἡγούμενον δυνατόν ἐστιν. |