In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ὅτι δὲ ἐναντίως ἐχοντος ἔσονται συλλογισμοί.
Δείξας τῆς μείζονος οὔσης ἐνδεχομένης ἐνδεχόμενον τὸ συμπέρασμα καὶ τελείους τοὺς συλλογισμοὺς ἐπὶ τῶν ἐκ καθόλου ἀμφοτέρων τῶν προτάσεων (ἡ γὰρ αὐτὴ δεῖξις καὶ ἐπὶ τῶν ἐπὶ μέρους τοῦ τε καταφατικοῦ τοῦ ἀποφατικοῦ συμπεράσματος) μέτεισιν ἐπὶ τὰς συζυγίας, ἐν αἷς ἡ μὲν μείζων ὑπάρχουσα εἴληπται ἡ δὲ ἐλάττων ἐνδεχομένη· τὸ γὰρ ἐναντίως ἔχειν τὴν ὑπαλλαγὴν αὐτῷ τῶν προτάσεων σημαίνει. ὅτι οὖν αἱ οὕτως ἔχουσαι συζυγίαι συλλογιστικαί εἰσι, διὰ τοῦ ἀδυνάτου, φησί, δειχθήσεται. εἰ δὲ διὰ τοῦ ἀδυνάτου, δῆλον ὡς οὐ τέλειοι. διὸ προσέθηκε τὸ ἅμα δὲ ἔσται δῆλον, ὅτι καὶ ἀτελεῖς. τέλειοι γὰρ οἱ ἐκ τῶν κειμένων καὶ μηδενὸς ἔξωθεν προσδεόμενοι· ἡ δὲ διὰ τοῦ ἀδυνάτου γινομένη δεῖξις οὐ διὰ τῶν εἰλημμένων καὶ κειμένων γίνεται προτάσεων.