In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Φανερὸν οὖν, ὅτι τοῦτον τὸν τρόπον ἐχόντων τῶν ὅρων οὐδεὶς γίνεται συλλογισμός.
Δείξας διὰ τῆς παραθέσεως τῶν ὅρων ἐν ταῖς προκειμέναις συμπλοκαῖς τὸ συμπέρασμα καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί, φησίν, ὅτι οὐ μόνον οὐκ ἐνδεχόμενόν τι συνάγεται, ἀλλ’ οὐδ’ ἄλλο τι, οἷον ὑπάρχον ἢ ἀναγκαῖον. τὸ μὲν γὰρ παντὶ ἐξ ἀνάγκης ἀναιρετικὸν ἡμῖν δέδεικται ὂν τοῦ μηδενὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ὑπάρχειν, τὸ δὲ μηδενὶ ἐξ ἀνάγκης τοῦ τε παντὶ ἐξ ἀνάγκης καὶ τοῦ παντὶ ὑπάρχειν· τούτοις γὰρ χρώμενοι ἐδείξαμεν τὰς ἀσυλλογίστους συμπλοκὰς ἔν τε ταῖς ἀναγκαίαις καὶ ἐν ταῖς ὑπαρχούσαις προτάσεσιν. ἔτι ἔδει μέν, ὥσπερ εἰρήκαμεν, ὅταν ἀναγκαῖον ἢ ὑπάρχον ᾖ συμπέρασμα, ἢ τὴν ἑτέραν τῶν προτάσεων ἢ ἀμφοτέρας τοιαύτας εἷναι· ἀμφότεραι δέ εἰσιν ἐπὶ τῆς προκειμένης συζυγίας ἐνδεχόμεναι. καὶ διὰ τούτου ἂν δεικνύοιτο μήτε ἀναγκαῖον μήτε ὑπάρχον γινόμενον τὸ συμπέρασμα. εἰπὼν δὲ μηδὲν ἐκείνων συνάγεσθαι | δύνασθαι ἑξῆς δείκνυσιν, [*](56r) ὅτι μηδὲ ἐνδεχόμενόν τι οἷόν τε συναχθῆναι συναγομένου γε ἐν τῇ τοιαύτη συμπλοκῇ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ οὐδενὶ ἐνδέχεται ὑπάρχειν. τό τε γὰρ ἐξ ἀνάγκης παντὶ ὁμοίως τοῦ τε ἐνδεχομένου παντός ἐστιν ἀναιρετικὸν καὶ τοῦ μηδενὶ ὑπάρχειν καὶ τοῦ τινὶ μὴ ὑπάρχειν, ἔτι τοῦ τε ἐξ ἀνάγκης μηδενὶ καὶ ἐξ ἀνάγκης τινὶ μή. πάλιν δ’ αὐτὸ τὸ μηδενὶ ἐξ ἀνάγκης, ὡς τοῦ ἐνδεχομένου παντὸς ἀναιρετικόν ἐστιν, οὕτως καὶ τοῦ παντὶ ἢ τινὶ ὑπάρχειν καὶ τοῦ ἐξ ἀνάγκης παντὶ ἡ τινί. τοῦ δὲ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον ὑπόμνησιν φέρει, ὅτι τὸ ἐνδεχόμενον ὡρισάμεθα τὸ μὴ ὂν ἀναγκαῖον· ὃ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ οὐδενὶ ἐξ ἀνάγκης, τοῦτο οὔτε παντὶ 10 ἢ τινὶ ἐνδέχεται οὔτε οὐδενὶ ἢ οὐ παντί.
Εἰπὼν δὲ ταῦτα ὑπομιμνήσκει ἡμᾶς τῶν δεδειγμένων· ἔστι δὲ ταῦτα, ὅτι ἐν τῷ πρώτῳ σχήματι, ἄν ὦσιν ἀμφότεραι αἱ προτάσεις καθόλου, συλλογισμὸς γίνεται, ὁποῖαι ἄν ὦσιν αἱ προτάσεις κατὰ τὸ ποιόν, πλὴν εἰ μὲν εἶεν [*](1 καὶ μὴ ὑπάρχειν καὶ ὑπάρχειν M 1.2 ἐνδέχεται παντὶ ὑπάρχειν ἱματίῳ καὶ μὴ ὑπάρχειν M 2 καὶ τινὶ addidi μὴ alterum om. a 3 μηδενὶ a ante ὅροι add. οἱ a 5 τοὺς aM: τὸ το . . (evanuisse aliquid videtur) Β λαμβάνεσθαι aM 6 ὅτι post ὅρων transponit Ar. 8 συμπλοκαῖς BM: συζυγίαις a 13 ὑπάρχειν καὶ τοῦ παντὶ ἐξ ἀνάγκης M προσχρώμενοι a 15 εἰρήκαμεν] p. 154,2 et 11—13 ἢ aM: om. B 19 εἰπὼν aM: εἶπε Β 20 γε ΒΜ: τε a 22 a 24 ἔτι τοῦ τε a: ἔτι. τοῦ δὲ BM 25 post καὶ add. τοῦ a αὐτὸ a: αὐτοῦ BM 26 ἐστιν ἀναιρετικόν aM οὕτω aM 30 ἢ (ante τινὶ) aB: οὔτε M 31 δεδεγμένων Β 32 αἱ προτάσεις ἀμφότεραι a)