In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 30b 9)

Ἔστω γὰρ πρῶτον ἡ στερητικὴ ἀναγκαία.

Σαφὴς ἡ δεῖξις· ἀντιστρέψας γὰρ τὴν καθόλου ἀποφατικὴν οὖσαν ἀναγκαίαν καὶ ποιήσας τὸ πρῶτον σχῆμα, ἐπεὶ ἐν ἐκείνῳ οὔσης τῆς μείζονος ἀναγκαίας τὸ συμπέρασμα ἀναγκαῖον ἦν, ὁμοίως φησὶν ἔσεσθαι καὶ ἐπὶ τούτου τοῦ σχήματος. ὅτι δὲ τὸ μηδενὶ ἐνδέχεσθαι ἐπὶ τῆς Α Β προτάσεως εἰρημένον ἀπόφασις ὂν ἐνδεχομένου τὸ ἀναγκαῖον δηλοῖ, γνώριμον· τὸ γὰρ μηδενὶ ἐνδεχόμενον ἐξ ἀνάγκης οὐδενὶ αὐτῶν ὑπάρχει· οὐ γὰρ ὡς ἐνδεχομένη ἀλλ’ ὡς ἐνδεχομένης ἀπόφασις εἴληπται καὶ ἴσον δυναμένη τῇ ‘ἐξ ἀνάγκης οὐδενί’. καὶ τὸ ὥστε οὐδενὶ τῷ Γ τὸ Β ἐνδέχεται ὅμοιον ἐκείνῳ· ἔστι γὰρ τὸ λεγόμενον ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἴσον ἐστὶ τῷ ‘ἐξ ἀνάγκης οὐδενί᾿. πάλιν δὲ τῷ αὐτῷ προσεχρήσατο εἰπὼν τὸ γὰρ Γ ὑπὸ τὸ Α ἐστίν· ἐπεὶ γὰρ ἔκειτο τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, οὐδενὶ δὲ τῷ Α τὸ Β ἐξ ἀνάγκης, οὐδὲ τῷ Γ | οὐδενὶ ὑπάρξει τὸ Β τινὶ 44v ὄντι τοῦ Α, ᾧ ἐξ ἀνάγκης οὐδενὶ ὑπῆρχε τὸ Β.

[*](3 τῶν συλλογισμῶν τῶν ἐν τούτῳ Κ σχῆμα ἀνάγονται Κ 4 στερητικὴ καθόλου M: καθόλου ἀποφατικὴ aK τῷ om. Κ 5 δ’ ἡ M αὐτὴ libri 6 τὴν om. M ante μείζονα add. μὲν Κ 9 έσται Κ: ἐστὶ aM 11. 12 δὴ αὕτη scripsi (cf. vs. 5): δ’ ἡ αὐτὴ M: δὲ αὐτὴ aK 12 ἔσται bis Κ καὶ om.K 14 δευτέρῳ] hinc iterum Β 15 ἐστιν ἡ γινομένη evan. B 17 δὲ aM: δὴ Β ἀναγκαίας] αἴας evan. Β 21 τὸ om. M 22 ἀναγκαῖον ἢν τὸ συμπέρασμα a 24 ἐνδεχομένη aM 25 ὑπάρχει om. M 27 τῆς a καὶ τὸ scripsi: καίτοι BM: om. a, in quo ὥστε ... τὸ p ἐνδέχεται sunt lemmatis verba 28 γὰρ om. a 30 γὰρ a et Ar.: om. BM 31 τῷ ᾱ τὸ β a: τὸ ᾱ β B: τῷ (??))
137