In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἐπὶ ἐν μέρει συλλογισμῶν, εἰ μὲν τὸ καθόλου [*](42v) ἐστὶν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον. εἰπὼν περὶ τῶν δύο συζυγιῶν τῶν ἐν πρώτῳ σχήματι, ἐν αἷς ἐξ ἀμφοτέρων καθ|όλου τῶν προτάσεων καθόλου συνάγεται, εἰ εἶεν μικταὶ ἐξ [*](43r) ὑπαρχούσης καὶ ἀναγκαίας προτάσεως, ὡς ποτὲ μὲν ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, καὶ ποίας ληφθείσης ἀναγκαίας, ποτὲ δὲ ὑπάρχον, λέγει καὶ περὶ τῶν δύο συζυγιῶν, ἐν αἷς ἡ ἐλάττων ἐπὶ μέρους καταφατικὴ πρότασίς ἐστιν ἡ δὲ μείζων καθόλου ἢ καταφατικὴ ἢ ἀποφατική, καὶ φησίν, ὅτι καὶ ἐν ταύταις ταῖς συμπλοκαῖς, ἄν μὲν ἡ μείζων ἀναγκαία ᾖ καταφατικὴ οὖσά ἢ ἀποφατική, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, καθάπερ ἐπὶ τῶν πρώτων συζυγιῶν, ἄν δὲ ἡ ἐλάττων, ὑπάρχον. τῷ αὐτῷ δὲ προσχρώμενος καὶ ἐπὶ τούτων ἀναγκαῖον ἡγεῖται δεικνύναι τὸ συμπέρασμα οὕσης τῆς μείζονος ἀναγκαίας καθόλου· τῷ γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης τὶ δὲ τοῦ Γ ὑπὸ τὸ Β εἶναι ἀκολουθήσειν ἡγεῖται τὸ καὶ ἐκείνῳ τοῦ Γ τῷ ὄντι ὑπὸ τὸ Β τὸ Α ἐξ ἀνάγκης ὑπάρχειν. ὅμοιος δὲ ὁ λόγος, καὶ εἰ ἡ μείζων καθόλου ἀποφατικὴ ἀναγκαία εἴη.
Τοῦ μέντοι ἐπὶ μέρους ἀναγκαίου ὄντος οὐκέτι ἔσεσθαί φησιν ἀναγκαῖον τὸ συμπέρασμα, καὶ τὴν αἰτίαν προστιθεὶς φησὶν οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς, λέγων ἤτοι, ὅτι ὑπάρχοντος τοῦ συμπεράσματος ὑποτεθέντος γίνεσθαι οὐδὲν ἕπεται ἀδύνατον, τοῦτ’ ἔστι ψεῦδος, ὥσπερ οὐδ’ ὅτε ἀμφότεραι μὲν ἦσαν καθόλου, ἦν δὲ ἐλάττων ἡ ἀναγκαία· ἐπ’ ἐκείνων γὰρ ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι εἵπετο, ὑπάρχοντος δὲ οὐδέν· εἰ γὰρ ὑποθοίμεθα ἐπὶ τῶν καθόλου τῷ Γ παντὶ τὸ Α ὑπαρχόντως, λαμβάνοιμεν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, συνάγεται ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὅπερ ἀληθές ἐστιν · ὑπέκειτο γὰρ παντὶ ὑπάρχειν· ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι συνήγετο, ὑπάρχοντος δὲ οὐκέτι, οὕτω, φησί, καὶ ἐπὶ τῶν ἐν μέρει ἕξει, εἰ εἴη ἡ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ἀναγκαία· ἢ τὸ οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς εἶπεν, ὅτι, ὡς ἐπ’ ἐκείνων ἀναγκαίου τιθεμένου τοῦ συμπεράσματος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένων ἡμῶν εἰς ἔνδειξιν αὐτοῦ οὐδὲν ἀδύνατον εἵπετο ἀλλὰ ψεῦδος μόνον, ὡς ἐδείχθη διὰ τῶν προειρημένων, δι’ οὗ x003E; [*](2 ἐστὶν om. Κ έσται om. Κ 3 ἐξ om. Κ 4 τῶν om a 5 ἀναγκαίας καὶ ὑπαρχούσης a 6 καὶ altenim om. Κ 7 πρότασις post ἐλάττων transponit a 10 post καθάπερ add. καὶ a 11 ἐλάσσων Κ ὑπάρχον] ὂν periit in Κ αὐτῷ evan. M 12 τούτῳ Κ 14 ἡγεῖται ἀκολουθήσειν aK καὶ Κ: κατ’ aM 15 ὄντι evan. M ὁμοίως aK 17 ὄντος ἀναγκαίου a post οὐκέτι add. δὲ a φησὶν ἔσεσθαι K 18 τὸ om. Κ 20 ἤτοι, ὅτι transposui: ὅτι ἤτοι libri 21 ὅταν a 22 ἡ ἐλάττων ἐλάσσων Κ) aK 24 τὸ ἁ παντὶ τῷ (??) aK λαμβάνοιμεν scripsi: KM: λάβοιμεν a 25 καὶ om. Κ 26 ὅπερ a et M, in quo ειν ὅπε enanuit: ὃ Κ 29 ἡ om. K 31 ὡς om. K 33 οὐ addidi)
Δύναται καὶ τὸ οὐδὲν γὰρ ἀδύνατον συμπίπτει οὐκ ἐπὶ τὴν δεῖξιν, ἣν ἐποιήσατο δεικνύς τι ψεῦ|δος ἕπεσθαι ὑποτεθέντι τῷ ἀναγκαίῳ, [*](43v) ἐπανάγων ἡμὰς εἰρηκέναι, ἀλλ’ οὐδ᾿ ἐπὶ τὴν εἰς ἀδύνατον ἀπαγωγήν, περὶ ἧς εἶπον ἀρτίως, Μ’ ἐπὶ τὴν ἐκ τῶν ὅρων μαρτυρίαν. τοῖς γὰρ εἰρημένοις καὶ ἡ ἐκ τῶν ὅρων δεῖξις συνᾴδει· ληφθεισῶν γὰρ προτάσεων ἐν συζυγίᾳ τε καὶ μίξει ταύτῃ τὸ συμπέρασμα ὑπάρχον γίνεται. ἦν ὅ ἂν ἀδύνατον τὸ λεγόμενον ὑφ’ ἡμῶν, εἰ ἐπὶ τῶν ὅρων ἠλέγχετο. καὶ τοῦ τοῦτ’ εἶναι τὸ εἰρημένον σημεῖον ἄν εἴη τὸ τοὺς ὅρους αὐτὸν εὐθέως παραθέσθαι· κίνησις μὲν γὰρ παντὶ ζῴῳ ὑπαρχόντως ἢ οὐδενί, ζῷον δὲ τινὶ λευκῷ ἐξ ἀνάγκης κύκνῳ γάρ), καὶ κίνησις τινὶ λευκῷ ὑπάρχει, οὐ μὴν ἐξ ἀνάγκης, ἢ τινὶ λευκῷ οὐχ ὑπάρχει ὑπαρχόντως.
Δεῖ μέντοι εἰδέναι, ὅτι τῇ ἐπὶ ψεῦδος ἀγούσῃ δείξει οὐχ οἷόν τε ἐπὶ τούτων χρήσασθαι, ᾗ ἐπὶ τῶν καθόλου ἐχρήσατο. κειμένου γὰρ τοῦ τὸ Α [*](1 ἀναγκαῖον KM: interstitium in a οὐδὲ ἡ ἐλάσσων ὅταν Κ 2 τιθῆται correxi: τίθεται libri εἴη om. M 4 τό ἁ om. Κ ἐξ ἀνάγκης ὑπάρχον aK 5 τὸ tertium om. Κ 7 ἔκοιτο Κ ante αὐτῷ add. ἐν M ὑπάρχον aK 8 κατεσκευάσθαι aK 9 βουληθῶμεν correxi: βουληθείημεν libri 10 τε om. M τι superscr. M χ΄ 11 τὸ (post τῷ) om. Κ 13 ὑπάρχειν M: ὑπάρ Κ: ὑπάρχον a 16 αὐτῶν a: αὐτοῦ KM 17 οὕτως Κ ἐπὶ τῶν bis Κ 18 μεμνημονεύκαμεν aK 19 αὐτῆς aM: αὐτῶν Κ ἐγένετο Κ 19. 20 ἀναγκαίας καὶ ἐνδεχομένης Κ 21 συμπίπτει M et Ar.: συμβαίνει aK 22 ψεῦδός τι aK 24 μαρτυρίαν aM: πρακτείαν Κ 25 ἐκ M: ἐπὶ a: om. Κ 26 τοιαύτη a 27 τὸ λεγόμενον om. a 28 τοῦ τοῦτ’ a: τοῦτ’ Κ: τούτου τότ’ M (fort, τοῦ τοῦτό γ’) τὸ alterum om. a 29 ὡς κίνησιν μὲν omisso γὰρ Κ 33 ἢ Κ)