In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 28b 5)

ἐὰν δ’ ὁ μενῇ καθόλου πρὸς τὸ μέσον ὁ δ’ ἐν μέρει.

Eἰπὼν περὶ τῶν συζυγιῶν τῶν ἐκ καθόλου προτάσεων ἐν τῷ τρίτῳ σχήματι μετελήλυθεν ἐπὶ τὰς τὴν ἑτέραν ἐχούσας καθόλου μόνην, καὶ δείκνυσι πάλιν καὶ ἐν ταῖς οὕτως ἐχούσαις συζυγίαις τίνες μὲν αὐτῶν εἰσι συλλογιστικαί, τίνες ὅ ἀσυλλόγιστοι. καὶ λέγει πρῶτον μέν, ὅτι, ἄν ἀμφότεραι ὦσι καταφατικαί, συλλογισμὸς ἔσται, ἄν ὁποτεραοῦν ᾖ καθόλου, ἄν τε ἡ μείζων ἄν τε ἡ ἐλάττων· ὥστε δύο συζυγίαι πάλιν αὗται συλλογιστικαὶ οὐσῶν ἀμφοτέρων μὲν καταφατικῶν τῆς ἑτέρας δὲ καθόλου. καὶ πρώτην μὲν ἐκτίθεται τὴν ἔχουσαν τὴν μὲν ἐλάττονα τὴν P Σ καθόλου καταφατικὴν τὴν δὲ μείζονα τὴν Π Σ ἐπὶ μέρους καταφατικήν, ἣν ἡμεῖς συζυγίαν ἐτάξαμεν τετάρτην τῷ δεῖσθαι δύο ἀντιστροφῶν. ἀντιστραφείσης γὰρ τῆς ἐπὶ μέρους καταφατικῆς τῆς Π Σ, ἥτις ἦν ἡ μείζων, γίνεται τὸ Σ τῷ Π τινὶ ὑπάρχον· κεῖται δὲ καὶ τὸ Ρ παντὶ τῶ Σ· συνάγεται τὸ P τινὶ τῶ Π κατὰ τὸν τρίτον τὸν ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐπεὶ κεῖται μείζων ὁ Π καὶ δεῖ αὐτὸν ἐν τῷ συμπεράσματι κατηγορεῖσθαι, ἀντιστραφήσεται καὶ τὸ συμπέρασμα· ἦν δὲ τὸ P τινὶ τῷ Π συνηγμένον· καὶ τὸ Π ἄρα τινὶ τῷ P ὑπάρξει. ἐδέησε δὴ καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς, οὐ μόνον τῆς Π Σ προτάσεως, ὃ ἐδήλωσε καὶ αὐτὸς ἐπενεγκὼν μετὰ τὸ δεῖξαι συμπέρασμα γινόμενον διὰ τοῦ συλλογισμοῦ, ὅτι τὸ P τινὶ τῷ Π, τὸ ὥστε καὶ τὸ Π τινὶ τῶ P.