In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 28b 15)

ἐὰν δ’ ὁ μὲν ᾖ κατηγορικὸς ὁ δὲ στερητικός.

Ἀπὸ τῶν ὁμοιοσχημόνων προτάσεων μεταβαίνει ἐπὶ τὰς ἀνομοιοσχήμονας προτάσεις καὶ τὰς ἐκ τούτων συζυγίας φυλάσσων πρῶτον τὸ τὴν ἑτέραν αὐτῶν τὴν καταφατικὴν εἶναι καθόλου, καὶ δείκνυσι, τίνες ἐν ταῖς τοιαύταις συμπλοκαῖς γίνονται συζυγίαι συλλογιστικαί. τῆς δὴ ἐλάττονος οὔσης καθόλου τε καὶ καταφατικῆς ἔσται μὲν ἡ μείζων δῆλον ὅτι ἐπὶ μέρους τε καὶ ἀποφατική, ἡ δὲ συζυγία συλλογιστική· εἰ γὰρ εἴη τὸ μὲν P παντὶ τῷ Σ ὑπάρχον τὸ δὲ Π τινὶ τῷ Σ μὴ ὑπάρχον, συνάγεται τὸ Π τινὶ τῷ P μὴ ὑπάρχειν. ἡ δὲ δεῖξις οὐκέτι δύναται γενέσθαι δι’ ἀντιστροφῆς· οὔτε γὰρ ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀντιστρέφει, ἄν τε τὴν καθόλου καταφατικὴν ἀντιστρέψωμεν, τὰς δύο ἐπὶ μέρους ποιήσομεν· ἐκ δὲ δύο ἐπὶ μέρους οὐδὲν ἀναγκαῖον ἐν οὐδενὶ σχήματι συνάγεται. διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσι γινόμενον ἐπὶ τῆς συζυγίας ταύτης τὸ συμπέρασμα ἐπὶ μέρους ἀποφατικόν. εἰ γὰρ τὸ Π τινὶ μὴ ὑπάρχειν τῷ P μὴ συγχωροῖ τις κειμένων τῶν προτάσεων, ὡς εἰρήκαμεν, ὑποκείσθω τὸ ἀντικείμενον, καὶ παντὶ ὑπαρχέτω· ἀλλὰ κεῖται καὶ τὸ P παντὶ ὑπάρχειν τῷ Σ· συναχθήσεται δὴ τὸ Π παντὶ τῷ Σ ὑπάρχειν, ὃ ἀδύνατον· ἔκειτο γὰρ τινὶ μὴ ὑπάρχειν αὐτῷ. λέγει δέ, ὅτι δείκνυται τὸ αὐτὸ τοῦτο συναγόμενον καὶ ἄνευ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἐάν, φησί, ληφθῇ τι τῶν Σ, ᾧ τὸ Π μὴ ὑπάρχει. λέγοι δ’ ἄν πάλιν τὸν δι’ ἐκθέσεως τρόπον. εἰκότως δὲ οὔχ, ᾧτινι ὑπάρχει τῶν Σ τὸ P, ἔλαβεν, ἀλλ’ ᾧτινι μὴ ὑπάρχει τὸ Π. ἐπεὶ γὰρ τὸ μὲν P παντὶ τῷ Σ, τὸ δὲ Π τινὶ οὐχ ὑπάρχει, ᾧ μὲν μὴ ὑπάρχει τὸ Π τοῦ Σ, πάντως τούτῳ τὸ P ὑπάρχει, ᾧ μέντοι τὸ P ὑπάρχει τῶν Σ, οὐκέτι τούτῳ ἀνάγκη τὸ Π μὴ ὑπάρχειν· ἐνδέχεται γὰρ τοιοῦτον ληφθῆναι τοῦ Σ τι, ᾧ καὶ τὸ Π ὑπάρξει· οὐ γὰρ ἔκειτο αὐτῷ μηδενὶ ὑπάρχειν ἀλλὰ τινὶ μὴ ὑπάρχειν· τὸ δὲ τινὶ μὴ ὑπάρχον ἐνδέχεται [*](2 δεικνύεται M κειμένης aM ἐπεσημήναντο M 5 πρότερον Β (u): προτέρων aM et Ar. (at cf. p. 28 a 30) 10 τὸ B: τε aM εἶναι B: τῆς aM 12 δὲ a: δ᾿ M 14 τε κ(??) καὶ om. M 15 ὕπαρ (post σ(??) et post μὴ) M, item vs. 16 21 μὴ (post ρ(??) BM: οὐ a 22 συγχωρείη a: συγχωροῖτο omisso τις M 23 καὶ alterum om. a 24 δὴ corr. ex δὲ B1 26 ἄν a φησί om. aM τι om. M τοῦ σ(??) a 27 ὑπάρχειν Β X λέγει aM 28 ὑπάρχει (ante τῶν) a: ὑπάρχειν Β: ὑπάρ M (etiam post μὴ et vs. sq.) τοῦ σ(??) a 30 ὑπάρχῃ (post μὴ) Β post τὸ π(??) verba ἐπεὶ (29) . . . τὸ π(??) repetit Β 31 τοῦ σ(??) aM 33 ὑπαρ (ante τὸ M) ὑπάρχειν (ante ἐνδ.) M)

104
καὶ ὑπάρχειν τινί. εἰ δὲ ληφθείη τοῦτο τῶν Σ, ᾧ τὸ Π οὐχ ὑπάρχει, [*](33r) ὂν καὶ καθ’ ἕκαστά τι, ἐπεὶ πάντως τοῦτο ἐν τῷ P ἐστί (κατὰ παντὸς γὰρ ἦν τὸ P τοῦ Σ), τὸ Π τινὶ τῷ Ρ οὐχ ὑπάρξει. δύναται δ’ ἐπὶ τῆς συζυγίας ταύτης δεικνύναι, καὶ εἰ μὴ αἰσθητόν τι τοῦ Σ λαμβάνοιτο καὶ καθ’ ἕκαστα ἀλλὰ τοιοῦτον, οὗ κατὰ μηδενὸς κατηγορηθήσεται τὸ Π· ἔσται γὰρ τὸ μὲν Π κατ’ οὐδενὸς αὐτοῦ, τὸ δὲ P κατὰ παντός· ἡ δ’ οὕτως ἔχουσα συζυγία συλλογιστικῶς δέδεικται συνάγουσα τὸ τινὶ τῷ P τὸ Π μὴ ὑπάρχειν. σημειωτέον δέ, ὅτι χρῆται τῷ δι’ ἐκθέσεως τρόπῳ καὶ ἐπὶ τῶν ἀποφατικῶν. ταύτην ἡμεῖς τὴν συζυγίαν τελευταίαν τῶν συλλογιστικῶν ἐθήκαμεν, ἐπεὶ μὴ δι’ ἀντιστροφῆς οἷόν τε δεῖξαι τὸ συναγόμενον δι’ αὐτῆς.