In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 28a 13)

Μεῖζον δὲ ἄκρον τὸ ποῤῥώτερον τοῦ μέσου.

[*](31v)

Ὡς τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι ἀντιστραφείσης ἐγίνετο πρὸ τοῦ μείζονος ἄκρου ὁ μέσος τιθέμενος ἐν τῷ δευτέρῳ σχήματι, οὕτως πάλιν ἐν τῷ τρίτῳ σχήματι κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι προτάσεως τοῦ τρίτου σχήματος γεγονότος γίνεται ὁ μέσος μετὰ τὸν ἐλάττονα ἄκρον τὴν θέσιν ἔχων· τῇ γὰρ ἑκατέρας προτάσεως ἀντιστροφῇ ὁ μέσος τὴν θέσιν πλησίον πίπτει τοῦ ἄκρου, ᾧ συνέζευκται ἐν τῇ ἀντιστρεφομένῃ προτάσει. γινόμενος δὲ ἐν τῷ τρίτῳ σχήματι πλησίον τοῦ ἐλάττονος ἄκρου ὁ μέσος ἀμφοτέροις ὑποκείμενος γίνεται, τῷ μὲν ἐλάττονι διὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος προτάσεως τῷ δὲ μείζονι, ὅτι καὶ ἔκειτο τὴν ἀρχὴν ἐν πρώτῳ σχήματι ὑποκείμενος τούτῳ. ὑποκείμενος δὲ ἀμφοτέροις εἰκότως τὴν ἐσχάτην ἔχει θέσιν.