In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ὅταν μὲν οὖν ἀντικείμενον ᾖ τὸ καθόλου τῷ κατὰ μέρος. Ἐδειξεν ἀνομοιοσχημόνων οὐσῶν τῶν προτάσεων καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν (τὴν γὰρ κατὰ τὸ ποιὸν διαφορὰν ἐσήμανεν εἰπὼν ὅταν μὲν οὖν ἀντικείμενον ᾖ τὸ καθόλου τῷ κατὰ μέρος), τίνες μὲν συλλογιστικαὶ συζυγίαι, τίνες δὲ ἀσυλλόγιστοι. ἡ μὲν γὰρ ἔχουσα τὴν μείζονα πρότασιν καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν καὶ ἡ τὴν μὲν μείζονα ἔχουσα καθόλου καταφατικὴν τὴν ἐπὶ μέρους δὲ τὴν ἐλάττονα ἀποφατικὴν αὗται συλλογιστικαί, αἱ δὲ παρὰ ταύτας ἀσυλλόγιστοι. ἐφεξῆς δὲ δείκνυσιν, ὅτι, ὥσπερ ἐπὶ τῶν καθόλου αἱ ὁμοιοσχήμονες ἦσαν ἀσυλλόγιστοι, οὕτως δὲ καὶ ἐπὶ τῶν τὴν μὲν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους, αἵτινες οὐκέτι ἀντικείμενον τὸ καθόλου τῷ κτὰ μέρος ἔχουσι. πᾶσαι γὰρ αἱ ἐν δευτέρῳ σχήματι ὁμοιοσχήμονες συζυγίαι, ὅπως ἄν ἔχωσι καὶ κατὰ τὸ ποσόν, ἀσυλλόγιστοι. τίνες δ’ εἰσὶν ὁμοιοσχήμονες, ὅτι αἱ κατὰ τὸ ποιὸν ὅμοιαι, ἐδήλωσε καὶ αὐτὸς εἰπὼν οἷον 25 ἀμφότεραι στερητικαὶ ἢ καταφατικαί. λαμβάνει δὲ πρώτην συζυγίαν ἐξ ὁμοιοσχημόνων τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν.