In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἐὰν δὲ τὸ καθόλου πρὸς τὸ ἔλαττον ἄκρον ᾖ, καὶ τὸ M [*](29v) τῷ μὲν Ξ μηδενὶ τῷ δὲ N μὴ
Δείξας ἀσυλλογίστους συζυγίας ἐν δευτέρῳ σχήματι τὰς ὁμοιοσχήμονας τὰς ἐχούσας τὸ ἐπὶ μέρους πρὸς τῷ ἐλάττονι τὸ δὲ καθόλου πρὸς τῷ μείζονι νῦν λαμβάνει τὰς ὁμοιοσχήμονας τὰς ἀνάπαλιν ἐχούσας τὸ μὲν ἐπὶ μέρους πρὸς τῷ μείζονι τὸ δὲ καθόλου πρὸς τῷ ἐλάττονι, καὶ τῇ τῶν ὅρων παραθέσει τὸ ἀσυλλόγιστον δείκνυσιν αὐτῶν. αἱ δὲ συζυγίαι αὗται κατ’ ἄμφω ἀσυλλόγιστοι ἐν τῷ σχήματι τούτῳ, διά τε τὸ ὁμοιόσχημον τῶν προτάσεων καὶ διὰ τὸ τὴν μείζονα ἐπὶ μέρους λαμβάνεσθαι. ὅτι δὲ μηδενός εἰσι συλλογιστικαί, ἐλέγχει ἁπλῶς παραθέμενος τοὺς ὅρους οὐκέτι τῷ τῆς ἐπὶ μέρους ἀδιορίστῳ προσχρώμενος· ὡς γὰρ ἂν ᾖ ἡ μείζων οὖσα μέρους ἀληθής, ἄν τε διὰ τὴν καθόλου ἄν τε καὶ δι’ αὐτὴν τῷ τὴν ἐπὶ μέρους καταφατικὴν τὴν ὑπεναντίαν αὐτῇ ἀληθῆ εἶναι, ἀσυλλόγιστος γίνεται ἡ συζυγία τῷ ὁμοιοσχημόνων οὐσῶν τῶν προτάσεων ἐν τῷ σχήματι τούτῳ μηδένα γίνεσθαι συλλογισμόν. τοῦ μὲν οὖν παντὶ ὑπάρχειν ὅρους παρατίθεται λευκόν, ζῷον, κόρακα· τὸ γὰρ ζῷον παντὶ κόρακι· τοῦ δὲ μηδενὶ λευκόν, λίθον, κόρακα· ὁ γὰρ λίθος οὐδενὶ κόρακι. τὸ γὰρ λευκὸν καὶ ζῴῳ τινὶ καὶ λίθῳ τινί, κόρακι δὲ οὐδενί. ὁμοίως δὲ δείκνυσι, καὶ εἰ ἀμφότεραι ληφθεῖεν καταφατικαί, ἡ δὲ μείζων ἐπὶ μέρους. τοῦ μὲν γὰρ μὴ ὑπάρχειν ὅροι λευκόν, ζῷον, χιών· τὸ γὰρ ζῷον οὐδεμιᾷ χιόνι τοῦ λευκοῦ τινὶ μὲν ζῴῳ ὑπάρχοντος πάσῃ δὲ χιόνι· τοῦ δὲ ὑπάρχειν λευκόν, ζῷον, κύκνος· τὸ γὰρ ζῷον παντὶ κύκνῳ, ὁμοίως τοῦ λευκοῦ ζῴῳ μὲν τινὶ ὑπάρχοντος κύκνῳ δὲ παντί.