In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 27a 32)

Εἰ γὰρ τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινὶ ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν.

Δείκνυσι ταύτην συλλογιστικὴν τὴν συζυγίαν προσχρησάμενος τῇ τῆς καθόλου ἀποφατικῆς τῆς Μ Ν ἀντιστροφῇ. εἰ γὰρ τὸ Μ μηδενὶ τῷ Ν, καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ τὸ Μ τινὶ τῷ Ξ· γίνεται συζυγία ἡ τοῦ τετάρτου συλλογισμοῦ ἐν πρώτῳ σχήματι, τὸ Ν τῷ Μ οὐδενί, τὸ M τῷ Ξ τινί , ἐξ ἧς συνήγετο τὸ N τινὶ τῷ Ξ μὴ ὑπάρχον. τοῦτο ἐν τῇ προκειμένῃ συζυγίᾳ ἐν δευτέρῳ σχήματι ἔσται συμπέρασμα. ἔστι [*](1 μέλλει aL 3 παντὸς LM μηδενὸς LM 4 post γραμμὴ delevit καὶ Β 5 οὐδὲ Β: καὶ οὐδενὶ aLM δὲ L 7 φάνομεν L εἰρηκέναι] p. 57, 10 sq. δὲ L τις om. a 8 τῷ om. a 10 τὴν δὲ B: τὴν δ’ (δὲ M) ἑτέραν aLM 1 1 ταῦτα L ἠλέγχθησαν ante ἐν transponit ἐλέγχθησαν a 13 τὸ ἕτερον Β 17 ante ἀσυλλόγιστοι add. αἱ a 18 ante ἐν add. τὰς L 19 τῇ aBL: τῷ M 20 post συντιθεμένης add. καὶ a καταφατικῇ scripsi: καταφατικῆς libri 21 καθόλου om. aLM 23. 24 textus verba in LM τῷ ξ τινὶ LM 25 τὴν om. L 27 τὸ μ(??) BLM: τῷ μ(??) a 27. 28 ὁ τοῦ τετάρτου τρόπου συλλογισμὸς LM 28 μ(??) τῷ ν(??) Β οὐδενὶ τῷ μ(??) L 29 ὑπάρχειν aL δὲ L)

83
δὲ δεῖξαι τοῦτο καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ Μ [*](26v) τῷ μὲν N μηδενὶ τῷ δὲ Ξ τινί· λέγω, ὅτι καὶ τὸ N τινὶ τῷ Ξ ὑπάρχει. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον αὐτῷ τὸ Ν τῷ Ξ παντί· κεῖται δὲ καὶ τὸ M τῷ Ν οὐδενί· συναχθήσεται κατὰ τὸν δεύτερον ἐν πρώτῳ σχήματι τὸ Μ τῷ Ξ οὐδενί, ὅπερ ἀδύνατον’ κεῖται γὰρ τὸ Μ τινὶ ὑπάρχειν. ψευδὴς ἄρα ἡ ὑπόθεσις, δι’ ἧς συνήχθη τοῦτο· τὸ ἄρα ἀντικείμενον αὐτῇ ἀληθές· ἀντίκειται δὲ τῇ ‘τὸ N τῷ Ξ παντί’ ἡ λέγουσα τὸ τῷ Ξ τινὶ μὴ