In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 27a 14)

Ἒστι δὲ δεικνύναι ταῦτα καὶ εἰς τὸ ἀδύνατον ἄγοντας.

Λέγει, ὅτι καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένους ἔστι δεῖξαι καὶ τὰς προειρημένας συζυγίας συλλογιστικάς τε οὔσας καὶ συναγούσας τὸ κα- θόλου ἀποφατικόν. τὸν μὲν οὖν πρῶιον συλλογισμὸν οὕτως δείξοῳν· κείσθωσαν αἱ προτάσεις τὸ Μ τῷ Ν οὐδενί, τὸ Μ τῷ Ξ παντί· λέγω, ὅτι τὸ Ν τῷ Ξ οὐδενί. εἰ γὰρ ἀδύνατον, τὸ Ν τῷ Ξ τινὶ ὑπαρχέτω, ἐστι τῷ μηδενί. δεῖ δὲ ἢ τοῦτο ἢ ἐκεῖνο συνάγεσθαι· ἐπὶ παντὸς [*](2 οὐδενὶ τῷ ν L ὑπάρχει Β; cf. p. 78, 24 5 τῷ μ οὐδενὶ ὑπάρξει τῷ V παντὶ ὑπέκειτο L: τῷ v παντὶ ὑπόκειται M: παντὶ τῷ ν ὑπέκειτο a 6 ἢν γὰρ μείζων . . . μηδενὶ τῷ ν (9) om. a 10 ἐλάττω a 13 ὑπάρχειν M 15 γενόμενον Β: συναγόμενον aLM 19 ἀψύχῳ aB: ἀνθρώπῳ LM 22 τοῦ ἐν BLM: τῶν ἐν τῷ a 23 ἀντιστραφείσης om. L 24 αὑτῷ a: αὐτῷ BLM ὅπερ] περ evaii. L 25 τινὸς oni. LM: post συλλογισμοῦ transponit a 26 ἀπάγοντας a (C i d f n) 27 καὶ. (post δεῖξαι) oiu. aLM 29 δείξωμεν Β 30 παντὶ τῷ ξ aLM post ὅτι add. καὶ a 31 γὰρ ἀδύνατον scripsi: γὰρ δυνατόν BLM: δὲ μὴ τοῦτο a τινὶ 0111. Β: ante τῷ ξ transponit a)

80
γὰρ θάτερον μόριον τῆς ἀντιφάσεως. ἐπεὶ τοίνυν τὸ Ν τινὶ τῷ Ξ κεῖται [*](25v) ὑπάρχειν, ὑπάρξει δῆλον ὅτι καὶ τὸ Ξ τινὶ τῷ Ν διὰ τὸ τὴν ἐπὶ καταφατικὴν ἀντιστρέφειν αὑτῇ· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ε ὑπάρχειν. γίνεται οὖν συζυγία τὸ Μ παντὶ τῷ Ξ, τὸ Ξ τινὶ τῷ Ν· τὸ ἄρα Μ τινὶ τῷ N, ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ τὸ M μηδενὶ τῷ Ν ὑπάρχον. εἰ δὴ τὸ ἀδύνατον ἠκολούθησε τοῦτο παρὰ τὸ ὑποτεθῆναι τὸ N τινὶ τῷ Ξ ὑπάρχον, ἡ ὑπόθεσις ἄρα ἀδύνατός τε καὶ ψευδής. εἰ δὲ τοῦτο ψεῦδος, τὸ ἀντικείμενον αὐτῷ ἀληθές· ἀντίκειται δὲ τῷ τὸ N τινὶ τῷ Ξ ὑπάρχειν μηδενὶ ὑπάρχειν αὐτὸ τῷ Ξ· τὸ N ἄρα οὐδενὶ τῷ Ξ, ὃ ἢ οὕτως ἄμεινον δεικνύναι’ λέγω, ὅτι τὸ N τῷ Ξ οὐδενὶ ἐπὶ τῇ ἐκκειμένῃ συζυγίᾳ· εἰ γὰρ ψεῦδός φησί τις τοῦτο, ὑποκείσθω τὸ ἀντικείμενον τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν· κεῖται | δὲ καὶ τὸ Μ τῷ Ν οὐδενί· συνάγεται ἐν πρώτῳ σχήματι τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν. ἀλλ’ ἔκειτο τὸ M παντὶ τῷ Ξ ὑπάρχειν· ἀδύνατον ἄρα συνήχθη τὸ Μ τινὶ τῷ Ξ μὴ ὑποτεθέντος τοῦ N τινὶ τῷ Ξ ὑπάρχειν· ψευδὴς γὰρ ἡ ὑπόθεσις. τὸ ἄρα αὐτῇ ἀληθὲς τὸ τὸ N μηδενὶ τῷ Ξ. πάλιν κείσθω ἡ συζυγία τὸ Μ τῷ N παντί, τὸ Μ τῷ Ξ μηδενί· λέγω, ὅτι τὸ N οὐδενί. εἰ γὰρ τινί, κεῖται δὲ καὶ τὸ Μ τῷ N παντί, ἔσται τὸ Μ τινὶ τῷ Ξ ὑπάρχον, ὅπερ ἀδύνατον· οὐδενὶ γὰρ ὑπῆρχε τὸ Μ τῷ Ξ. ἄρα ἡ ὑπόθεσις, δι’ ἣν συνήχθη τοῦτο, ἡ θεῖσα τὸ Ν τινὶ τῷ Ξ ἀληθὲς ἄρα τὸ ἀντικείμενον αὐτῇ τὸ τὸ Ν μηδενὶ τῷ Ξ. κἄν δὲ τὴν ὑπόθεσιν καὶ ποιήσωμεν τὸ Ξ τινὶ τῷ Ν καὶ προσλάβωμεν ‘τὸ Μ τῷ Ξ οὐδενί’, συνάγεται πάλιν ἀδύνατον τὸ τὸ Μ τινὶ τῷ Ν μὴ ὑπάρχειν· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν.