In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 26b 28)

Δῆλον δὲ καὶ ὅτι πάντες οἱ ἐν αὐτῷ συλλογισμοὶ τέλειοί εἐσιν.

Ὡρίσατο τὸν τέλειον συλλογισμὸν “τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον’’. φησὶ δὲ πάντας τοὺς ἐν τούτῳ τῷ σχήματι δεδειγμένους συλλογισμοὺς τελείους εἶναι, ἐπειδὴ πάντες ἐπιτελοῦνται διὰ τῶν ἐξ ἀρχῆς εἰλημμένων τε καὶ κειμένων καὶ οὐδενὸς ἄλλου προσδέονται. ἔστι δὲ τὰ ἐξ ἀρχῆς λαμβανόμενα, δι’ ὧν τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερόν ἐστιν, τό τε κατὰ παντὸς ἴσον ὂν τῷ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ ἐν μηδενί.