In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 26a 23)

Ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ.

Ἡ μὲν συζυγία τοῦ τρίτου ἀναποδείκτου, ὅς ἐστιν ἐπὶ μέρους καταφατικὸν ἔχων τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ, τὶ τοῦ Γ ἐν ὅλῳ ἐστὶ τῷ Β· κατὰ παντὸς δὲ τοῦ Β τὸ Α· οὐδὲν ἄρα ἐστὶ τοῦ Β, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Α· τὶ δὲ τοῦ Β ἐστὶ τὸ Γ· κατὰ τούτου ἄρα τὸ Α ῥηθήσεται. ὁμοίως δὲ ἕξει καὶ ὁ τέταρτος ἀναπόδεικτος ὁ ἔχων τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικήν. εἰ γὰρ εἴη τι τοῦ Γ ἐν ὅλῳ τῷ Β, τὸ δὲ Β ἐν μηδενὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει. τὶ μὲν γὰρ τοῦ Γ ὑπὸ τὸ Β· οὐδὲν δ’ ἔστι τοῦ Β λαβεῖν, καθ’ οὗ τὸ Α ῥηθήσεται· ὥστε οὐδὲ κατὰ τινὸς τοῦ Γ ἐκείνου, ὃ [*](1 μεταλάβοι a 2 post δύναται add. δὲ aLM τὸ LM: τὸ καὶ Β: καὶ τὸ a 2. 3 πρὸς τὸ ἔλαττον καὶ ὅταν superscr. Β3: om. a 3. 4 φερομένοις aLM 4 μᾶλλον om. a ἢ post καὶ transponit M: om. aL 5 ἐπὶ BLM: περὶ a 6 μεταλάβοι a ante μένουσα add. ἀλλὰ M δὲ om. LM ληφθείη a 8 post μέσον add. ὄν a et Ar. 10 καὶ altenim om. LM 11 post μέσον add. ὄν aL (cf. 8) 12 ἦν evan. L 14 ἐστίν a 15 ἀλλὰ evan. L 16 σαφὲς LM 17 καὶ (ante ἐν) om. L παρὰ BLM: περὶ a τοῦτον aBM: μείζων L 19 sequentia quoque Ar. verba οὐκοῦν εἰ ἔστι κατὰ κατὰ om. Ar., sed add. Cdi) παντὸς κατηγορεῖσθαι τὸ ἐν ἀρχῇ λεχθέν, ἀνάγκη τὸ ἁ τινὶ τῷ γ ὑπάρχειν. καὶ εἰ τὸ μὲν ἁ μηδενὶ τῷ β ὑπάρχει, τὸ β τινὶ τῷ (??) ἀνάγκη τὸ ἁ τινὶ τῷ (??) μὴ ὑπάρχειν exhibet a 21 ἀναπόδεικτος μέρους oblit. M 24 τῷ p ἔστι τοῦ (??) a 25 δ’ ἕξει M: δόξει L τέτταρα ὁ alterum om. LM 28 ὑπὸ evan. L δ’ ἐστὶ aBM: δὲ τὶ )

61
ἦν τι τοῦ Β. ὅμοιαι ταῖς τοιαύταις συναγωγαῖς γίνονται, καὶ εἰ ἀδιόριστον [*](20r) καταφατικὴν τὴν ἐλάττονα ποιήσαιμεν, τηρήσαιμεν δὲ τὴν μείζονα ποτὲ μὲν καθόλου καταφατικὴν ποτὲ δὲ καθόλου ἀποφατικήν. πάντες δὲ οἱ προειρημένοι τέλειοι · πάντες γὰρ τῷ κατὰ παντὸς μόνῳ ἢ κατὰ μηδενὸς προσ- χρώμενοι, ὅ ἐστι κείμενον, φανερὰν τὴν συναγωγὴν ἔχουσιν.