In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 26a 17)

ἰ δ᾿ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ᾿ ἐν μέρει προς τον ετερον.

Οὐκ ἀργῶς μοι δοκεῖ προστεθεικέναι τῷ ὁ δ’ ἐν μέρει τὸ πρὸς τὸν ἕτερον· δύναται γὰρ καὶ ἐν μιᾷ καὶ τῇ αὐτῇ προτάσει τῶν ὅρων ὁ μὲν καθόλου εἶναι ὁ δ’ ἐν μέρει, καθόλου μὲν ὁ ὑποκείμενος ὅλος λαμβανόμενος ἐν μέρει δὲ ὁ κατηγορούμενος, οὗ μέρος κατὰ τοῦ ὑποκείμενου λέγεται. οὐ γὰρ πᾶν ζῷον κατὰ ἀνθρώπου· μέρος γὰρ τοὐ ζῴου κατὰ παντὸς ἀνθρώπου ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος ζῷον᾿· τὶ γὰρ [*](1 τοιούτων προτάσεων aLM οὕτω a 1. 2 ἐν πρώτῳ σχήματι om. a 2 σχήματι bis, semel expct., M αὐτό a ante σχήματι add. τῷ LM 3 ἔτι aBL: ἔστιν M ante ἐπὶ add. καὶ L καταφατικοῦ L 9 ὥστε L δείξει M τε Ar.: γε BLM: om. a; cf. p. 57, 24 10 ἵνα ᾖ ἀληθὲς L 11 τὸ ἐν LM: καὶ ἐν aB: ὡς aB: ὅ Μ: evan. L οὖν om. aL 12 δῆλον ἐν οm. a ἐπιφέρειν a 13 δὲ om. LM τῷ alterum om. aLM 14 συλλογισμῶν om. aLM 15 ante λέγειν add. καὶ L ante ἁρμόζειν add. καὶ aLM μὴ a: om. BLM 16 τῶν ὅρων πρὸς ἀλλήλους aL 17 τῷ om. L 21 ἀποφατικοὶ a 22 σχήματα a σχήματι συνάγοντες LM 25 τῷ LM: τὸ aB δὲ LM τὸ LM: om. aB δὲ L ὅλος BLM: ὅρος a 29 ante ἀνθρώπου add. τοῦ aLM post ἀνθρώπου add. λέγεται LM μέρος aB: τὶ LM 30 ἀνθρώπου om. L)

59
ζῷον κατ’ ἀνθρώπου. ἀλλὰ καὶ ἡ ‘τὸ ζῷον κατὰ τινὸς ἐμψύχου’ ἔχει τὸν [*](19v) μὲν καθόλου τῶν ὅρων τὸν δ’ ἐν μέρει· διὰ τοῦτο καὶ ἡ ἀντιστροφὴ τῆς τοιαύτης προτάσεως ἐπὶ μέρους γίνεται. ἵν’ οὖν ἐν συμπλοκῇ προτάσεων δηλώσῃ τῶν ὅρων τὸ καθόλου καὶ ἐν μέρει καὶ μὴ ἐν προτάσει μιᾷ μηδ’ ἐν ἀντιστροφῇ προτάσεως, προσέθηκε τὸ πρ ὸς τὸν ἕτερον, τοῦτ’ ἔστιν ‘ὅταν οὖν καθόλου κατηγορῆταί τις ὅρος καὶ οὗτος ἄλλου τινὸς ἐπὶ μέρους κατηγορῆται᾿, ἢ ἔτι ἁπλούστερον ‘ὅταν ὁ αὐτὸς ὅρος πρὸς μὲν ἄλλον ὅρον καθόλου ᾖ πρὸς δὲ ἄλλον ἐπὶ μέρους ἐν τῇ προειρημένῃ συμπλοκῇ’· τοῦτον γὰρ τὸν τρόπον ἐπὶ μέρους αὐτοῦ λαμβανομένου γίνεται συζυγία καὶ συμπλοκὴ προτάσεων. εἰρηκὼς δὲ περὶ τῶν συζυγιῶν τῶν ἐν τῷ πρώτῳ σχήματι ἐκ δύο καθόλου μεταβαίνει πάλιν ἐπὶ τὰς συζυγίας, ἐν αἷς ἡ ἑτέρα πρότασις ἐπὶ μέρους ἐστὶ τῆς ἑτέρας οὔσης καθόλου, καὶ δείκνυσι, τίνες εἰσὶν αἱ τοιαῦται, καὶ πόσαι καὶ ποῖαι αὐτῶν συλλογιστικαί. καὶ πρῶτόν γε ταύτας ἐκτίθεται. δύο δ’ εἰσὶν αἱ δόκιμοι καὶ ἐν ταῖς τοιαύταις συζυγίαις, ἥ τε καθόλου καταφατικὴν τὴν μείζονα πρότασιν ἔχουσα τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν καὶ ἡ τῆς ἐλάττονος οὔσης ἐπὶ μέρους καταφατικῆς τὴν μείζονα ἔχουσα καθόλου ἀποφατικήν, ὧν ἀμφοτέρων ὁμοῦ ἐμνημόνευσεν εἰπὼν ὅταν μὲν τὸ καθόλου τεθῇ πρὸς τὸ μεῖζον ἄκρον ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δ’ ἐν μέρει πρὸς τὸ ἔλαττον κατηγορικόν, ἀνάγκη συλλογισμὸν εἶναι τέλειον. οὔσης μὲν γὰρ τῆς μείζονος καθόλου τε καὶ καταφατικῆς ἐπὶ μέρους καταφατικὸν ἔσται τὸ συναγόμενον, καθόλου δὲ ἀποφατικῆς ληφθείσης ἐκείνης ἐπὶ μέρους ἀποφατικὸν συναχθήσεται. τῷ γὰρ δεῖν τὴν ἑτέραν ἐπὶ μέρους εἶναι εἰλῆφθαι δὲ τὴν μείζονα καθόλου πάντως ἡ ἐλάττων ἐπὶ μέρους ἔσται· εἴρηκε δέ, ὅτι καὶ κατηγορική.