In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 24b 26)

Τὸ ἐν ὅλῳ ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν.

οἷς προιόντος τοῦ λόγου μέλλει χρῆσθαι ἔστι δὲ ταῦτα τό τε κατὰ παντὸς καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενὶ εἶναι τόδε τῷδε) πρῶτον ταῦτα γνώριμα ποιεῖ, καὶ διδάσκει ἡμᾶς, τί μέν ἐστι τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντός, καὶ ὅτι ταὐτά ἐστιν ἀλλήλοις ἀμφότερα ταῦτα ἐπὶ τῆς καθόλου καταφατικῆς προτάσεως λεγόμενα, τί δὲ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενί, καὶ ὅτι καὶ αἰεὶ ταῦτα ἀλλήλοις μέν ἐστι ταὐτά, λέγεται δὲ ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως. τὸ οὖν κατὰ παντός, φησίν, ἐστίν, ὅταν μηδὲν ᾖ λαβεῖν, καθ’ οὗ θάτερον οὐ λεχθήσεται, τοῦτ’ ἔστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται · ἐπεὶ γὰρ πᾶσα πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου ἐστὶ καὶ κατηγορουμένου, τότε λέγεται ὁ κατηγορούμενος ὢ) κατὰ παντὸς τοῦ ὑποκειμένου ἀληθῶς, ὅταν μηδὲν ἡ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ οὐ ῥηθήσεται τὸ κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ [*](4 εἴς τινα BLM: εἴσω a 5 ἀνάγονται, ὡς om. in lac. a (5 δὲ om. aLM 7 μὲν οὖν ἔξωθεν oin. in lac. a προσθήκης προσδεῖ τινος LM: προσδεῖ τινος προσθήκης a 8 τὸ altcrum om. aLM ἄν εἶεν a 10 δεῖνται: δεῖται a 12 τε supcrscr. L: om. a 13 μὲν om. LM 15 εἰσι a ἐκεῖνος a 16 ὁ τῷ BM, itemque sed corr. L: τὸ a 17 τοῦτο ex τὸ corr. L 20 θάτερον θατέρου a (nmf) 21 TE om. a 22 to tertium om. LM εἶναι ora. a 26 to om. LM καὶ (post ὅτι) om. aL μέν om. aBL 27 ante ἐπὶ add. καὶ a καταφατικῆς LM 28 post λαβεῖν add, τοῦ ὑποκειμένου a (BCdifnum); τῶν τοῦ ὑποκειμένου Ar. 31 ὅρου om. a 33 τὸ κατηγορούμενον οὐ ρηθήσεται a)

25
παντὸς ἀνθρώπου· οὐδένα γὰρ λαβεῖν ἔστιν ἄνθρωπον, καθ’ οὗ τὸ ζῷον [*](9r) οὐ ῥηθήσεται. οὕτως δὲ ἐχόντων ὁ ἄνθρωπος ἐν ὅλῳ γίνεται τῷ ζῴῳ, τοῦτ’ ἔστι περιεχόμενον ὑπ’ αὐτοῦ ὡς ὅλου· μέρος γάρ πως τοῦ καθόλου τὸ ἐν ὅλῳ· τὸ γὰρ ἐν ὅλῳ σημαντικόν ἐστι τοῦ μὴ ἔξω πίπτειν τι τοῦ λεγομένου ἐν ὅλῳ εἶναι ἐκείνου , ἐν ᾧ λέγεται εἶναι ὡς ἐν ὅλῳ. οὐ γὰρ τὸ παρεκτεινόμενόν τινι διὰ παντὸς ἐν ὅλῳ μόνον λέγεται· ἐν ὅλῳ γὰρ καὶ τὸ μέρος ἐστίν· ἐνδέχεται γὰρ καὶ ἐπὶ πλέον εἶναι τὸ κατὰ παντός τινος λεγόμενον, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἐνδέχεται καὶ ἐπ’ ἴσης, ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. ἐν δὴ τοῖς οὕτως ἔχουσι κατὰ παντὸς μὲν λέγεται ἀπὸ τοῦ κατηγορουμένου ἀρχομένων· οὗτος γάρ ἐστι τὸ κατὰ παντός· ἐν ὅλῳ δὲ ἀπὸ τοῦ ὑποκειμένου· οὗτος γάρ ἐστιν ἐν ὅλῳ. σημειωτέον δέ, ὅτι οὐχ ὁμοίως ἔν τε τούτοις καὶ ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς ἀποδίδωσι τὸ καθόλου. ἀποδοὺς δέ, τί ποτέ ἐστι τὸ κατὰ παντός, φησίν, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως, οὐ τοῦτο λέγων, ὅτι ταὐτόν ἐστι τὸ κατὰ παντὸς καὶ τὸ κατὰ μηδενός ἐναντία γάρ ἐστιν), ἀλλ’ ὅτι δυνατὸν ὁρίσασθαι αὐτὸ ὁρμωμένους ἀπ’ αὐτοῦ τοῦ περὶ τοῦ κατὰ παντὸς εἰρημένου εἰπεῖν περὶ τοῦ κατὰ μηδενός· ἔσται γὰρ ἀνάπαλιν ἀποδιδόμενον τὸ κατὰ μηδενός· ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, | καθ’ οὗ τὸ κατηγορούμενον ν ῥηθήσεται, τότε ἐστὶ καὶ τὸ κατὰ μηδενὸς ἀληθῶς, οἷον τὸ χρεμετιστικὸν κατ’ οὐδενὸς ἀνθρώπου· οὐδεὶς γάρ ἐστιν ἄνθρωπος, καθ’ οὗ τὸ χρεμετιστικὸν κατηγορεῖται. κατ’ οὐδενὸς μὲν οὖν τοῦ ἀνθρώπου τὸ χρεμετιστικόν, ἐν οὐδενὶ δὲ ὁ ἄνθρωπος τῷ χρεμετιστικῷ· ἀμφότερα γὰρ ταῦτα λέγεται ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως.