In Aristotelis Metaphysica Commentaria

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Metaphysica Commentaria,(Commentaria in Aristotelem Graeca, Vol 1.1.). Hayduck, Michael, editor. Berlin: Reimer, 1891.

1
[*](p. 980a21)

Πάντες ἄνθ.ρωποι τοῦ εἰδέναι ὀρέγοντι φύσει.

Ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστὶ τῆς ψυχῆς. καθόλου μὲν τῆς ἀπλῶς γιγνωσκούσης, μᾶλλον δὲ τῆς λογικῆς, καὶ ταύτης ἔτι μᾶλλον ἧς θεωρία τὸ τέλος, πᾶσα δὲ τελειότης ἑκάστου τὸ ἑκάστου ἀγαθόν ἐστιν, ἐν δὲ τῷ ἀγαθῷ ἕκαστον ἔχει τὸ εἶναί τε καὶ σώζεσθαι, διὰ τοῦτο καθόλου ἐπήγαγεν ὅτι πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, τουτέστιν αὐτοφυῶς ἐρῶσι τῆς γνώσεως ὡς ταύτης τελειότητος οὔσης αὐτῶν. σημεῖον δὲ τούτου παρέθετο ἐναργέστατον τὴν πρὸς τὰς αἰσθήσεις φιλίαν· χαίρομεν γὰρ ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν τὴν τῶν αἰσθητῶν πραγμάτων λαμβάνομεν γνῶσιν. ἀλλὰ καὶ χωρὶς τούτου αὐτὰς δι’ ἑαυτὰς ἀγαπῶμεν τὰς αἰσθήσεις, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὁρατικὴν αἴσθησιν· καὶ γὰρ χωρὶς τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων. αὕτη οὖν ἡ ὁρατικὴ μάλιστα τῶν ἄλλων αἰσθήσεων ποεῖ ἡμᾶς γνωρίζειν οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ τὰ θεῖα καὶ οὐράνια σώματα. καὶ γάρ, ὥς φησι Πλάτων, διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος· ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεωροῦντες τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δημιουργήσαντος. ἀλλὰ καὶ οὐδὲ δι’ ἄλλης αἰσθήσεως οὕτω συμπάσχομεν τοῖς πράγμασιν ὥσπερ διὰ ταύτης· διὸ καί φησιν ὅτι πολλὰς δηλοῖ διαφορὰς αὕτη τῶν αἰσθητῶν. πολλαὶ γὰρ αἱ τῶν χρωμάτων διαφοραὶ μεταξὺ τῶν ἄκρων λευκοῦ καὶ μέλανος τυγχάνουσιν, οἷον φαιόν, ξανθόν, πυρρόν, [*](1 Tit. ἀλεξάνδρου ἀφροδισιἐως ὑπόμνημα εἰς τὰ μετὰ τὰ φυσικὰ ἀριστοτέλους. τῶν εἰς δύο τὸ πρῶτον Α: tit. huius libri ut reliquoium omuium om. L: εἰς τὸ μεῖζον Α τῶν scripsi collatis ceterorum librorum titulis: τῶν—πρῶτον quae eadem fere initio libri Γ leguntur θτ inconcinna et cum superioribus male cohaerentia οmisi 4 initium commentarii usque ad vv. ἔτι δὲ ἐναργὲς ἐκ τοῦ (p. 2,3) deest in Α: cum Bonitzio expievi ex L 9 τελειότητος ex τελειοτάτης corr. al. m. L 17 Πλάτων] Tim. p. 47 A)

2
ἐρυθρόν, ὠχρόν· μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ ἢ ξηροῦ καὶ ὑγροῦ οὐδέν ἐστι πλῆθος τοιούτων διαφορῶν. ἐκ τούτου δείκνυται ὅτι τιμιωτέρα ἐστὶ γ.νῶσις πράξεως. ἔτι δὲ ἐναργὲς οὐ μόνον ἐκ τοῦ πᾶσαν μὲν πρᾶξιν ἐπ’ ἄλλο τι τέλος τὴν ἀναφορὰν ἔχειν· καὶ γὰρ αὐταὶ αἱ κατὰ τὰς ἀρετὰς προάξεις αἱ μάλιστα δοκοῦσαι δι’ ἑαυτὰς εἶναι αἱρεταὶ τῶν πράξεων ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσαι φαίνονται· ἐν οἷς γὰρ τῶν ζῴων οὐκ ἔστι πάθη, [*](4) ὥσπερ ἐν τοῖς θεοῖς, οὐδὲ τῶν κατὰ τὰς ἀρετάς πράξεων οὗτοι δέονται· διὰ ἰὰ πάθη οὖν καὶ διὰ τὴν ἐπὶ ταῦτα ἀναφορὰν καὶ τὴν τούτων παιδαγωγίαν τε καὶ καταστολὴν αἱρεταὶ ἡμῖν αὗταί εἰσιν, ἐπεί ἐσμεν ἐμπαθεῖς φύσει. πᾶσα δὲ θεωρία καὶ ἐπιστήμη οὐκ ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσα φαίνεται· ἡ ἰοῦν γνῶσις τῶν φύσει συνεστώτων, ὥσπερ οὖν καὶ ἄλλαι πλείους, δι’ αὑτήν ἐστιν αἱρετή. ἀλλ’ οὐ μόνον, ὡς ἔφην, ἐκ τούτου δεικνύοιτο ἂν τοῦτο ἀλλά κἀκεῖθεν. καὶ γὰρ δύο τινῶν καταγινομένων περὶ ταὐτό, τοῦ μὲν εἰδότος αὐτὸ μόνον, τοῦ δὲ ποιοῦντός τε καὶ πράττοντος, ὁ μόνον εἰδὼς ὅπως δεῖ πράσσειν τοῦ πράσσοντος αὐτὸ καὶ ποιοῦντος τιμιώτερος. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιώτερον (τιμιώτεροι γὰρ ἀρχιτέκτονες τῶν τεχνιτῶν, οἱ εἰδότες τῶν πρασσόντων ἴε καὶ ποιούντων), καὶ τὸ εἰδέναι ἄρα τοῦ πράσσειν ἁπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως πλέον φέρεται, δῆλον ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρχῶν γνῶσις παρέχεται μάλιστα, ἣ καὶ σοφία καλεῖται· τιμιωτάτη ἄρα αὕτη.

[*](p. 980a27)

Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται τὰ ζῷα.

Εἰπὼν ὅτι ὁ ἄνθρωπος καὶ τἀς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ ἵης χρείας μόνον, διότι καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεταί τι, ὅτι οὐ μόνον δι᾿ αἰσθήσεως τὸ γιγνώσκειν αὐτῷ, ἀλλ’ ἔχει τι πρὸς γνῶσιν πλέον παρὰ τά ἄλλα ζῷα, τὸν λόγον, οὗ τὸ γιγνώσκειν ἴδιον, καὶ ὅτι τελειότερον διὰ τοῦτο τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία γνῶσις εἶναι πᾶσι δοκεῖ οὖσα τιμιωτάτη, διὰ τούτων ἡμάς διδάσκει, ἅμα [*](3 ὅτι δέ ἐστι τιμιώτερον γνῶσις πράξεως δῆλον οὐ μόνον κιλ. incipit Α 3 οὐ μόνον om. L 4 αὐταὶ Α: om. L 9 αἱρεταὶ—εἰσιν L: καὶ ἡμῖν αἱρεταί Α 10 ἀναφορὰν ἔχει L 12. 13 οὐ μόνον οὖν ἐκ τ. δῆλον ὅτι ἡ γνῶσις πράξεως τιμιωτέρα ἀλλὰ L 13 καὶ γὰρ L: ἂν γὰρ A γιγνομένων L 21 καὶ L2: δὲ Α 27 ἄλλων L: ἁπλῶν A 28 διὰ τούτων ἡμᾶς διδάσκει ante ὅτι (25) habet L 28. p. 3), 1 ἅμα — προειρημένον] βεβαιῶν ἅμα διὰ τούτων καὶ τὸ προειρημένον L) [*](ALTERIUS RECENSTIONIS GRAVIOR DISCREPANTIA 15. 16 ποιοῦντος—αὕτη (21)] ποιοῦντος τιμιώτερος· τιμιώτεροι γὰρ οἱ ἀρχιτέκτονες, οἱ ἑὸ δότες δηλαδὴ ὥν πρασσόντων καὶ ποιούντων. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιωτέρα καὶτὸ εἰδέναι τοῦ πράττειν ἀπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως τιμιωτέρα, δῆλον ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρκῶν γνῶσις, ἢ καὶ σοφία καλεῖται, παρέχεται μάλιστα. τιμιωτάτη ἄρα ἡ γνῶσις αὕτη ἐσιίν. L)

3
καὶ βεβαιῶν τὸ προειρημένον ὅτι εὐλόγως εἴρηται, τὸ τοὺς ἀνθρώπους τὰς αἰσθήσεις καὶ τοῦ εἰδέναι χάριν ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων τῆς ψυχῆς, ᾗ καὶ τὰ τελειότερα ζῷα τῶν ἀτελεστέρων διαιρεῖταί τε καὶ χωρίζεται, καὶ ὅτι πλέον τι παρὰ τὰ ἄλλα ζῷα ὁ ἄνθρωπος τὸν λόγον ἔχων κατὰ τοῦτο τελειότερος ἐκείνων ἐστίν. τείνει δ’ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός. λέγει δὲ τῶν μὲν μόνην αἴσθησιν ἐχόντων τελειότερα εἶναι τὰ πρὸς τῷ αἰσθάνεσθαι καὶ μνημονεύειν ὧν αἰσθάνονται δυνάμενα, ἃ καὶ φρονιμώτερα καὶ μαθητικώτερα εἶναι εἶπε τῶν μὴ δυναμένων μνημονεύειν, κοινότερον χρησάμενος τῷ φρονιμώτερα. κυρίως μὲν οὖν ἡ φρόνησις περὶ τὰ βουλευτὰ ἐν τῷ βουλεύεσθαι, καὶ λέγεται ἕξις βουλευτική· λέγεται δὲ καθ’ ἕτερον φρόνησις καὶ αὐτὴ ἡ λογικὴ δύναμις. παρὰ δὲ τὰ σημαινόμενα ταῦτα λέγεται φρόνησις καὶ ἡ κατὰ τὰς φαντασίας καὶ διάρθρωσις, καὶ ἡ περὶ τὰ πρακτά φυσικὴ [*](5) εὐστροφία, ἥτις ἐν ἰοῖς μνημονεύειν δυναμένοις γίγνεται. ἔστι δὲ μνήμη ἕξις φαντάσματος ὡς εἰκόνος οὗ ἐστι φαντασία· οὐ γὰρ ἱκανὸς πρὸς μνήμην ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν καὶ περὶ εἰκόνα γίγνεσθαι, τουτέστιν ὡς ἀπ’ ἄλλου γεγονότος, ὡς ἐν τοῖς Περὶ μνήμης δέδειχε. πῶς δὲ εἶπε φρονιμώτερα, ἐξηγήσατο προσθεὶς τὸ μαθητικώτερα· κατὰ γὰρ τοῦτο μαθητικώτερα εἶπεν, ὅτι διὰ τὸ δύνασθαι μνημονεύειν ἤδη τινὰ αὐτῶν καὶ φωνάς τινας μανθάνειν καὶ μιμεῖσθαι, ὡς [*](2 τάξιν Α: πρᾶξιν L 3 ᾖ τινι καὶ L 4 τῶν ζώων L 5 τελειότερος L: τελειότερον Α 6 τείνει—περὶ] ταῦτα δὲ πάντα συντείνει αὐτῷ εἰς τὸν περὶ τῆς 9 μαθητικώτερα M: μαθηματικώτερα Α 17 δεῖ Μ. δὴ Α 18. 19 ἐν τοῖς Περὶ μνήμης] c. 1 p. 450b 24 8(1.) [*](ALT. REC. GR. DISCR. 7 λέγει—εἶπεν (p. 4, 11)] φησὶν οὑν ὅτι ἡ αἴσθησις κοινόν ἐστι πάντων τῶν ζῴων, καὶ ἐν τούτῳ τὰ ζῷα τὸ εἶναι ἔχει. πάντα οὑν αἰσθάνεται τὰ ζῷα καὶ ἀντιστρέφει· εἴ τι οὖν αἰσθάνεται, τοῦτο ζῷον, καὶ εἴ τι ζῷον, τοῦτο αἰσθάνεται εἴτοι (l. ἤτοι) αἴσθησιν ἔχει. τῶν οὖν αἴσθησιν ἐχόντων τὰ μὲν οὐ φαντάζεται ἡ ἀμυδρῶς καὶ οὐ διηρθρωμένως, οἷον σκώληκες, τὰ δὲ φαντάζεται διηρθρωμένως τε καὶ ὡρισμένως, ὥστε κρίνειν σχῆμα καὶ τόπον, οἷον μέλιττα, μύρμηξ, τὰ δὲ πρὸς τούτοις καὶ κίνησιν καὶ σφοδρότητα ψόφων καὶ ἄνεσιν. καὶ ταύτας μὲν τἀς διαφορὰς τῆς αἰσθήσεως καὶ ἡ τῶν ἀλόγων ζῴων ἔχει φύσις· ἄνθρωπος δὲ πρὸς τούτοις καὶ χρόνου μνήμην. ὅσα μὲν οὖν τῶν ζῴων φαντάζεται διηρθρωμένως, μὴ μέντοι καὶ κίνησιν καὶ σφοδρότητα ἡ ἄνεσιν ψόφου, περιποιητικὰ τοῦ ἑαυτῶν βίου καὶ εὔστροφα ὄντα, ταῦτα φρόνιμά ἐστιν, οἷον μύρμηξ καὶ μέλιττα· ὅσα δὲ καὶ ταύτην τὴν αἴσθησιν ἔχει, ὥστε φαντά- ζεσθαι καὶ κίν·ησιν καὶ σφοδρότητα καὶ ἄνεσιν ψόφου, ταῦτα δὴ καὶ μαθητικώτερα τῶν ζῴων ἐστίν· ὡς εἶναι τὰ μὲν μαθητικὰ καὶ φρόνιμα, οὐ μὴν τὰ φρόνιμα καὶ μαθητικά. ἄνθρωπος δὲ πρός τούτοις καὶ κρεῖττόν τι τὴν τέχνην ἔχει· ἡ γὰρ τέχνη τῶν καθόλου, ἄνθρωπος δὲ μόνον τῶν ζώων, οὐδὲν δὲ ἄλλο τὸ καθόλου οἶδε. καὶ ταύτην οὖν τὴν αἴσθησιν εἶπε τὴν δυναμένην ψόφων κρίνειν διαφορὰς φαντασίαν · αἴσθησιν γὰρ τὴν φαντασίαν εἶπε. λέγεται οὑν καὶ ἡ κατὰ τὴν φαντασίαν ἀκρίβεια καὶ διάρθρωσις καὶ ἡ περὶ τὰ πρακτὰ φυσικὴ εὐστροφία, ἥτις ἐν τοῖς μνημονεύειν δυναμένοις γίνεται, φρόνησις, κοινότερον ταύτην φρόνησιν καλέσας· κυρίως γὰρ φρόνησίς ἐστιν ἡ περὶ τὰ βουλευτὰ ἕξις βουλευτική· λέγεται δὲ καθ’ ἕτερον τρόπον φρόνησις καὶ αὐτὴ ἡ λογικὴ δύναμις τῆς ψυχῆς L)
4
πολλὰ τῶν ὀρνέων· ἀλλὰ καὶ πράσσει τινά, ὡς κύνες, ἐλέφαντες, ἄλλα τινά. δύναται τὸ μαθητικώτερα εἰρῆσθαι καὶ ἐπὶ τοὐ γνωστικώτερα· τὰ γὰρ μεμνημένα τῶν ζῴων γνωρίζει ὧν ἡ * * * ἰδών τε γὰρ μέμνηται καὶ δύναται τὸ οἰκεῖόν τε καὶ τὸ ἀλλότριον διαγιγνώσκειν· ἅμα διὰ δεικνὺς ὅτι ἑκάστη τῶν ἐπὶ τῇ αἰσθήσει δυνάμεων εἰς γνώσεως περιουσίαν τοῖς ἔχουσιν αὐτὰ ζῴοις συντελεῖ, τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως λαμβάνουσα· μάθησις μὲν γάρ τις καὶ ἡ διὰ τῆς αἰσθήσεως ἀντίληψις, μαθητικώτερα δὲ τὰ καὶ μὴ παρόντων ἔτι τῶν αἰσθητῶν φυλάσσειν δυνάμενα τὴν κίνησιν τὴν ἀπ’ αὐτῶν. δοκεῖ δὲ ἀντιστρέφειν ἥ τε φαντασία ·καὶ ἡ αἴσθησις· ἐν οἷς γὰρ τὸ ἕτερον τούτων, καὶ τὸ ἕτερον, ὡς ἐν τῷ τρίτῳ Περὶ ψυχῆς εἶπεν.

[*](p. 980b25)

Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις.

Πρότερο·ν εἰπὼν φύσει μὲν οὖν αἴσθησιν ἔχονια γίγνεται τὰ ζῷα, ἐμπειρίας δὲ μετέχειν παρὰ τὸν ἄνθρωπον τὰ ἄλλα. ζῷα μικρὸν εἶπεν, ἤτοι ὅτι μηδὲν λέγων, ἢ ὡς καὶ ἐν ἐκείνων τισὶν ἐπ’ ὀλίγον ἐγγιγνομένης ἐμπειρίας, ἀνάλογον ὥσπερ εἶπε καὶ περὶ φρονήσεως. ὅτι δὲ ὁ ἄνθρωπος πρὸς τῇ μνήμῃ καὶ ἐμπειρίας μετέχει, δείκνυσι διὰ τοῦ εἰπεῖν αὐτὸν τέχνην ἔχειν καὶ λογισμόν. ἰὴν δὲ τέχνην ἔδειξεν ἐξ ἐμπειρίας τὴν σύστασιν λαμβάνουσαν, τὸν δὲ περὶ τὰ πρακτὰ λόγον, περὶ ἃ καὶ ἡ φρόνησις ἰδίως, λογισμὸν ἐκάλεσεν. ὅτι δὲ τῶν ἀνθρώπων ἴδιον ἡ ἐμπειρία. ἐδήλωσεν εἰπὼν γίγνεται δὲ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις. πῶς δὲ γίγνεται ἡ ἐμπειρία ἐκ τῆς μνήμης, σαφῶς λέγει. λογικὴ γάρ τις γνῶσις ἤδη ἡ ἐμπειρία, ταύτῃ τῆς τέχνης ἐλαττουμένη, ὅτι ἡ μὲν ἐμπειρία γνῶσίς τίς ἐστι καθολικὴ τοῦ πολλάκις μνημονευθέντος, ὅπερ ἦν τὸ καθ ἕκαστον, ἡ δὲ τέχνη οὐ μόνον τούτου γνῶσίς ἐστιν,. ἀλλὰ καὶ παντὸς τοῦ τούτω ὁμοίου ὡς ἑνός· καὶ ἔχει ὡς ἐμπειρία πρὸς μνήμην οὖσαν | ἑνός [*](6) τινος κατ’ ἀριθμὸν ἡ πράγματος ᾖ λόγου, οὕτως τέχνη καὶ ἐπιστήμη πρὸς ἐμπειρίαν. ἡ μὲν γὰρ ἐμπειρία τῶν πολλῶν τε καὶ καθ’ ἕκαστα ἤγουν [*](3 lacunam indicant AM. eademque, ut videtur, in Sepulvedae libris erat ἰδών τε Μ: δώντα Α. δέναι C: om. Β 4 καὶ δύναται BS: in lacuna om. AM 11 Περὶ ψυχῆς] Γ 3 18 αὐτὸν οm. L 20 ἐκάλεσεν L: ἔχει Α 23 ταύτῃ] κατὰ τοῦτο L) [*](ALT. REC. GR. DISCR. 13 πρότερον—φρονήσεως (16)] τὰ μὲν οὖν ἄλλα τὰ παρὰ τὸν ἄνθρωπον ζῷα ταῖς φαντασίαις ζῇ μόναις, ἐμπειρίας δὲ μετέχει. μικρόν· τὸ μικρὸν ἡ ἀντὶ τοῦ μηδὲν εἰπὼν ἡ ἐπ’ ὀλίγον τούτων τῶν ζώων τισὶν ἐγγινομένης ἐμπειρίας, ἀνάλογον εἰπὼν μετέχειν ἐμπειρίας καθάπερ καὶ φρονήσεως L 18. 19 τὴν δὲ—πρακτὰ] τὴν δέ τέχνην ἐξ ἐμπειρίας τὴν σύστασιν λαμβάνουσαν ἔδειξε· περὶ δὲ τῶν τεχνῶν αἱ μέν εἰσι ποιητικαὶ ὡς χαλκευτική, αἱ δὲ πρακτικαὶ ὡς ὀρχηστική· τὸν περὶ τὰ πρακτὰ L 28 ἑμπειρία τὰ πολλάκις ὀφθέντα εἰς μίαν περίληψιν συνάγει· ἡ δὲ τέχνη (p. 5,2) κτλ. L)

5
αἰσθητῶν, ὧν ἐστιν ἡ μνήμη, εἰς μίαν περίληψιν καὶ γνῶσίν ἐστι συστολή, ἡ δὲ τέχνη τῶν πολλῶν ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν. ἐξ ἐμπειρίας μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ φάρμακον χρήσιμον, ἐκ τῆς τέχνης δὲ τὸ τοῖς τοιάνδε νόσον νοσοῦσι τοιοῖσδε συμφέρειν φέρειν χρῆσθαι· ἐξ οὗ τὰ ὅμοια τοῖς ἐκ πείρας ληφθεῖσι συνορᾷ. τέχνης γὰρ ἡ τοὐ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἔδειξε διὰ τῶν παραδειγμάτων. τήνδε τὴν νόσον ἀντὶ τοῦ τὴν τοιάνδε ν·όσον· οὐ γὰρ ἐπὶ ἴων βοηθημάτων μόνον ἀλλὰ καὶ ἐπὶ τῶν νόσων ἡ κατὰ τὸ ὅμοιον τῇ τέχνῃ μετάβασις. οὐχ ὅτι δὲ τέχνην ἀδύνατον ἀναλαβεῖν χωρὶς ἐμπειρίας λέγει, ἀλλ’ ὅτι τὴν ἀρχὴν ἡ τῆς τέχνης εὕρεσις δι’ ἐμπειρίας, ἐπεί, ὡς ἐρεῖ, ἐνδέχεταί τινας τεχνίτας μὲν εἷναι μὴ ἐμπείρους δέ. ὅτι δὲ οἱ μὴ μετ’ ἐμπειρίας τι ποι·οῦντες ἀπὸ τύχης ἀκολουθοῦν τὸ τέλος ἔχουσιν, ἀλλ’ οὐκ ἐκ προνοίας καὶ τέχνης, ὡς ἔλεγε Πῶλος, δῆλον.

[*](p. 981a12)

Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν διήνεγκε.

Διὰ τούτων ἤδη δείκνυσιν ὅτι ἡ γνῶσις τιμιώτερον τῆς πράξεως, καὶ ὅτι ἡ κυρίως. σοφία ἐν γνώσει ἐστὶν ἀλλ’ οὐκ ἐν πράξει· εἰ γὰρ ἡ τέχνη τῆς ἐμπειρίας τιμιωτέρα, καίτοι μηδὲν πρὸς πρᾶξιν ἐλαττουμένης ἀλλὰ καὶ πλέον πραττούσης ἔσθ’ ὅτε, ἐλαττουμένης δὲ εἰς γνῶσιν; δῆλον καὶ ὡς τὸ εἰδέναι τοῦ πράττειν τοῖς ἀνθρώποις τιμιώτερον. εἰ γὰρ τοὺς τεχνίτας τῶν ἐμπείρων κατὰ τὸ εἰδέναι πλεονεκτοῦντας σοφωτέρους λέγομεν, δῆλον ὡς τὴν σοφίαν ἐπιστήμην καὶ γνῶσίν τινα εἶναι συμβέβηκε. διὰ τί δὲ οἱ ἔμπειροι τῶν χωρὶς ἐμπειρίας τεχνιτῶν πρὸς τὰς πράξεις πλέον ἔχουσι, σαφῶς εἶπεν. ἄνθρωπον δὲ ὑγιάζει κατὰ συμβεβηκὸς ὁ Καλλίαν ἰώμενος, ὅτι συμβέβηκε Καλλίᾳ ἀνθρώπῳ εἶναι. εἰπὼν δὲ ὅτι οἱ τεχνῖται καὶ οἱ σοφοὶ τῶν ἐμπείρων κατὰ τὴν γνῶσιν διαφέρουσι, καὶ τοῦτο συστήσας ἐκ τῆς κοινῆς προλήψεως (σοφοὺς γὰρ τοὺς εἰδότας καλεῖν πᾶσιν ἐν χρήσει), [*](1 ὦν M: om. Α γνῶσιν Μ: γνῶσις Α 3 τὸ εἰδέναι 0111. L 3. 4 νοσοῦσι— νόσον οm. L 3 φάρμακον] βοήθημα Αscl. 4. 5 συμφέρειν Ascl.: συμφέρει AL 5 χρήσασθαι φαρμάκοις L τοῖς ἐκ πείρας — τέχνης L idemque coiii. Brandis praeterquam quod pro πείρας ponebat ἐμπειρίας: τοῖς ἐκ πείροις ληφθεῖσι σὺν στοᾶς τέχνη A 6 7 ὡς—τοιάνδε νόσον om. L 11 ἐρεῖ M: oai. A 15 διήνεγκε] sic etiam Metaph. AbDbFb: δοκεῖ διαφέρειν vulg. 16 διὰ τούτου L τιμιωτέρα L 17 γνῶσις ἐν σοφίᾳ L εἰ γὰρ LMS: ἡ γὰρ Α 19 πρατττούσης L: προσθούσης A 27 προσλήψεως L ἐν χρήσει] σύνηθες L) [*](ALT. REC. GR. DISCR. 9 τἐχνῃ μετάβασις. τὸ γὰρ τοιόνδε φάρμακον τοῖς τοιοῖσδε κατ᾿ εἶδος ἕν ἀφορισθεῖσι κάμνουσι τηνδὶ τὴν νόσον. ἓν εἶδος εἴρηκε νοσήματος, οἶον πυρετόν· πᾶσι γὰρ τοῖς κάμνουσι καῦσον πυρετὸν τόδε τὸ φάρμακον συνήνεγκεν, ἢ τοῖς κάμνουσιν ἐπὶ φλέγματι ἢ μελαγχολικῷ τόδε τὸ βοήθημα L omissis ὐχ ὅτι—δῆλον (13))

6
τί μάλιστά ἐστιν ἴδιον τοῦ εἰδότος προστίθησιν, ὅτι γὰρ ἡ γνῶσις τῆς αἰτίας, συνιστὰς καὶ δεικνὺς ὅτι μάλιστα τῆς σοφίας ἐστὶν ἴδιον τὸ τὰς αἰτίας γιγνώσκειν, περὶ ἧς ἡ προκειμένη πραγματεία, καὶ μάλιστα σοφία ἡ τῶν πρώτων γνῶσις αἰτίων. σαφῶς δὲ ἐπὶ τῶν ἀρχιτεκτόνων ἔδειξεν ὅτι τὴν σοφίαν οὐκ ἐπὶ πρᾶξιν ἀλλ’ ἐπὶ γνῶσιν | τὴν ἀναφορὰν [*](7) ἔχειν συμβέβηκε, καὶ ὅτι τιμιώτερον ἡ γνῶσις τῆς πράξεως· ἀλλὰ καὶ ὅτι τῆς ἐμπειρίας ἡ τέχνη τῇ γνώσει τε καὶ ἐπιστήμῃ τῆς αἰτίας διαφέρει, ἀπὸ τοῦ τοὺς μὲν δύνασθαι διδάσκειν, τοὺς δὲ ἐμπείρους οὔ, τοῦ δὲ ἐπιστήμονος ἴδιον εἶναι τὸ διδάσκειν. ὅτι δὲ καὶ ἡ τῆς αἰτίας γνῶσις ἐπιστήμη τέ ἐστι καὶ σοφία, καὶ ἀπὸ τῶν αἰσθήσεων ἐναργῶς παρέστησεν, ἃς καίτοι τῶν καθ’ ἕκαστα γνωστικωτέρας οὔσας οὐ λέγομεν σοφίας, ὅτι μὴ τῶν αἰτίων εἰσὶ γνωστικαί.

[*](p. 981b13)

Τὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην παρὰ τὰς κοινὰς αἰσθήσεις.

Καὶ ταῦτα κατασκευαστικὰ μέν ἐστι καὶ αὐτὰ καὶ δεικτικὰ. τοῦ ὅτι θαυμαστόν τε καὶ τίμιον ἡ γνῶσις, εἴ γε ἀεὶ τοὺς προσεξευρίσκοντάς τι παρὰ τὸ χρήσιμον ἐθαύμαζον οἳ ἄνθρωποι ὡς σοφοὺς καὶ διαφέροντας τῶν ἄλλων· ἅμα δὲ διὰ τούτων δείκνυσι τὴν ἐπὶ τὴν σοφίαν καὶ τὴν τελειοτάτην γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ τῶν τιμιωτάτων ζήτησίς τε καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων χρειωδῶν εὕρεσιν περιττότερόν τι καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων. τὰς δὲ τῶν ἡδέων ποριστικὰς τέχνας καὶ αὐτὰς ταῖς χρειώδεσιν ἐγκατατάττει· ὡς γὰρ δεόμενοι καὶ χρείαν ἔχοντες ἡδονῶν τε [*](11 τῶν M: πᾶν Α 13 τὸν μὲν Metaph. vulg. εὑρόντα L: εὑρίσκοντα Α 17 παρὰ Α: περὶ LF 20 ἀναγκαιοτάτων F 22 ποριστικὰς LF: ποριστὰς Α 23 ἐγκατατάττει LFS: ἐγκαταλλάττει Α ἡδονῆς LF) [*](ALT. REC. GR. DISCR. 1 ὅτι γὰρ—γνωστικαί (12)] ὅτι τὸ γινώσκειν τὰς αἰτίας· ἡ δὲ τῶν αἰτιῶν γνῶσις ἐπιστήμη τε καὶ σοφία ἐστί. καὶ τοῦτο ἀπὸ τῶν αἰσθήσεων ἐναργῶς παρέστησεν, ἃς καίτοι τὰς (1. τῶν) καθ’ ἔκαστα γνωστικωτέρας οὔσας οὐ λέγομεν σοφίας, ὅτι μὴ τῶν αἰτιῶν εἰσι γνωστικαί. ὅθεν καὶ οὕτως εἶπεν αἱ δὲ πράξεις καὶ αἰ γενέσεις περὶ τὸ καθ’ ἕκαστον πράξεις δὲ καὶ γενέσεις εἴρηκε τὰς περὶ τὰ καθ’ ἕκαστα ἐνεργείας, ταὐτὸν ἐκ παραλλήλου εἰπὼν πρᾶξιν καὶ γένεσιν. ἢ πρᾶξιν μὲν ἐφ’ ὧν ἐνέργεια τὸ τέλος, ὡς ἐπὶ αὐλητικῆς, γένεσιν δὲ ἐφ’ ὧν ἕτερόν τι τὸ τέλος τῆς ἐνεργείας, ὡς ἐπὶ οἰκίας· ἕτερον γὰρ οἰκία οἰκοδομήσεως, ἡ μὲν τέλος οὖσα ἡ δὲ ἐνέργεια. τὸ δὲ εἰδέναι καὶ τὸ ἐπαΐειν ἢ καὶ ταῦτα ἐκ παραλλήλου εἴρηται ταὐτὸν σημαίνοντα τὴν ὑπὲρ τὴν αἴσθησιν γνῶσιν, ἢ τὸ μὲν εἰδέναι τὴν ἐξ εὑρέσεως εἴδησιν, τὸ ἐπαίειν δὲ τὴν ἐκ μαθήσεως, ὡς ἐξ ἀκοῆς γενομένης τῆς εἰδήσεως. δείκνυσι δὲ καὶ οὕτως τὸ τὴν τέχνην τῆς ἐμπειρίας διαφέρειν γνώσει τε καὶ ἐπιστήμη, ἀπὸ τοῦ τοὺς μὲν τεχνίτας διδάσκειν δύνασθαι, τοὺς δὲ ἐμπείρους οὔ· τοῦ δὲ ἐπιστήμονος εἶναι τὸ διδάσκειν. φησὶ δὲ καὶ ὅτι κυριωτέρα ἡ διὰ τοῦ λόγου γνῶσις τῆς δι’ αἰσθήσεως, κἀν ὅτι μάλιστα αἰ αἰσθήσεις τῶν καθ’ ἕκαστα κυριώταται γνώσεις εἰσίν, ὅτι ὁ μὲν λόγος τὴν αἰτίαν οἶδε καὶ τὸ διὰ τί, οἷον διὰ τί τὸ πῦρ θερμόν; ὅτι καίει καὶ ξηραίνει· τοιοῦτον δὲ τὸ θερμόν· ἡ δὲ αἴσθησις ὅτι θερμόν ἐστι μόνον οἶδεν, οὐ μὴν καὶ τὴν αἰτίαν διὰ τί τὸ πῦρ θερμόν L)

7
τεχνῶν πρᾶξίς τις τὸ τέλος· αἱ γὰρ ἀπὸ θεωρίας ἡδοναὶ οὐ τέλος ἰὴν ἡδονὴν ποιοῦνται, ἀλλ’ ἕχουσιν αὐτὴν παρεπομένην. ὅτι δὲ καὶ αἱ μαθηματικαὶ ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο, ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν ἐν Αἰγύπτῳ, οἳ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γιγνομένων ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ αὐτὰ ἐνέργεια σχολῆς δεῖται.

[*](p. 981b25)

Εἴρηται μὲν οὖν ἐν τοῖς Ἡθικοῖς καὶ ἐπιστήμης.

Tῷ τῆς τέχνης ὀνόματι χρησάμενος καὶ σατὰ τῆς ἐπιστήμης, περὶ τῆς διαφορᾶς αὐτῶν ἀνέπεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά· ἐν γὰρ τῷ Ζ τῶν Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται, ἐν οἷς λέγει πέντε εἶναι οἷς ἀληθεύει ἡ ψυχὴ τὴν ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ τὸ αἰσθάνεσθαι ἀληθεύειν λέγεται, τέχνην φρόνησιν ἐπιστήμην σοφίαν νοῦν. καὶ τέχνην μέν φησιν εἷναι ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, ἐπιστήμην δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ γνωριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ἢ ὑπόληψιν περὶ τῶν καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα [*](8) ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν· φρόνησιν δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ ἢ καὶ κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἡ ἀρετὴν τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς· νοῦν δὲ δύναμιν Ψυχῆς ᾗ τὰς τῶν ἀποδεικτῶν ἀρχὰς τὰς ἀναποδείκτους γνωρίζομεν· σοφίαν δὲ νοῦν καὶ ἐπιστήμην τῶν τιμιωτάτων τῇ φύσει. ἀναπέμψας δὲ εἰς ἐκεῖνα περὶ ἰῆς διαφορᾶς ἡμᾶς τῆς τέχνης καὶ τῆς ἐπιστήμης (ἡ μὲν γὰρ αὐτῶν ἐν ποιήσει τε καὶ πράξει, ἡ δ’ ἐπιστήμη ἐν γνώσει), οὗ χάριν τούτων μνημονεύει, τούτου ἔχεται· τοῦ γὰρ [*](1 αὐτῆς LF 3. 4 μαθηματικαὶ LFS Αscl.: μαθητικαὶ Α 4 ἤρξαντο ἐνεδείξατο LF: ἤρξατο A 4. 5 τῶν ἐν Αἰγύπτῳ LF: τῶν Αἰγύπτων Α 5 κατὰ τὸν ὐρανὸν LF 6 δὲ om. LF 8 ἀπὸ LF post σχολαζόντων add. γέγονεν LF περὶ ταῦτα Ascl. 12 καὶ ἐπὶ τῆς LF 13 post Ἠθικὰ add. ὠς ἐν ἐκείνοις περὶ αὐτῶν εἰρηκὼς LF 13. 14 ἐν τῷ Z τῶν Νικομαχείων] Eth. Νicom. Z 3. 4 16 τὸ LF Ascl.: τῶ Α νοῦν LF: οὖν Α 24 ἀποδεικτῶν S Bonitz: ἀποδεικτικῶν A 26 ἡμᾶς ante εἰς habent LF) [*](REC. GR. DISCR. 16 τέχνην – τῇ φύσει (26)] εἰπὼν δὲ εἰρῆσθαι ἐν τοῖς ἠθικοῖς περὶ διαφορᾶς τέχνης καὶ ἐπιστήμης προσέθηκε καὶ τῶν ἄλλων τῶν ὁμογενῶν, ὁμογενῆ λέγων φρόνησιν σοφίαν καὶ νοῦν· πέντε γὰρ ταῦτα εἴρηκεν ἐκεῖ, ἐν οἶς ἡ κατὰ λόγον γίνεται σύνεσις, τέχνην φρόνησιν ἐπιστήμην σοφίαν νοῦν. ἐκεῖθεν οὖν καὶ ὁρισμοὺς τούτων ἀναληπτέον LF)

8
λαβεῖν τε καὶ δεῖξαι ὅτι τὴν κυριώτατά τε καὶ μάλιστα ἐπιστήμην, ἣν καὶ ἁπλῶς σοφίαν καλοῦμεν, περὶ τὰ πρῶτα αἴτια καὶ τὰς πρώτας ἀρχὰς πάντες ὑπολαμβάνουσιν εἶναι. τούτου χάριν τῆς ἐμπειρίας τὴν τέχνην ἔδειξε τῇ τῆς αἰτίας γνώσει διαφέρουσαν, καὶ ὅτι τιμιώτεραι αἱ περὶ τὴν τῆς αἰτίας τῶν ὑπ’ αὐτῶν· μεταχειριζομένων γνῶσιν καταγιγνόμεναι.

[*](p. 981b27)

Ὧν οὖν οὖν ἕνεκα ποιούμεθα τὸν λόγον.

Αὐτὸς διὰ τούτων σαφῶς τήν τε πρόθεσιν τῶν λεγομένων καὶ ὧν χάριν εἴρηται τὰ εἰρημένα λέγει· ὑπὲρ γὰρ τοὐ δεῖξαι ὅτι πᾶσι δοκεῖ τὰς θεωρητικὰς τέχνας τῶν πρακτικῶν τιμιωτέρας εἶναι καὶ τὴν σοφίαν τῶν πρώτων ἀρχῶν εἶναι γνωστικήν· ὃ ἐδείξαμεν δείξαντες αὐτοὺς ἀεὶ μᾶλλον τὸ τῆς σοφίας κατηγοροῦντας ὄνομα κατὰ τῶν εἰδότων μᾶλλον. σοφωτέρα γὰρ τῆς μὲν αἰσθήσεως ἡ ἐμπειρία διὰ τὸ ᾔδη λογική τις εἶναι γνῶσις (λογικὴ γὰρ ἡ τοῦ καθόλου περίληψις), ἡ δὲ τέχνη τῆς ἐμπειρίας, ὅτι αὕτη ἤδη καὶ τῆς αἰτίας ἐστὶ γνωστική. ἡ γὰρ τοῦ ὁμοίου θεωρία κατὰ τὴν τῆς αἰτίας γνῶσιν γίγνεται. χειροτέχνου τέ γὰρ ὁ ἀρχιτέκτων, ἀντὶ τοῦ ‘τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων᾿. αἱ δὲ θεωρητικαὶ τῶν ποιητικῶν, ὅτι οὐ π·ρὸς χρῆσιν ἀλλὰ πρὸς διαγωγὴν αὗται καὶ αὐτῆς χάριν τῆς γνώσεως.

[*](p. 982a4)

ἐπεὶ δὲ ταύτην τὴν ἐπιστήμην ζητοῦμεν.

Τουτέστιν ἐπειδὴ ἡ προκειμένη ἡμῖν πραγματεία ζήτησίς ἐστι τῆς ἐπιστήμης, δεῖ ἰδεῖν περὶ ποῖά ἐστιν ἐπιστήμη ἡ ζητουμένη. ὅτι μὲν γὰρ περί τινας ἀρχάς ἐστι καὶ αἰτίας ἐπιστήμη, δῆλον ἐξ ὧν προείρηκε· πάντες γὰρ τὴν σοφίαν τῶν ἀρχῶν καὶ τῶν αἰτίων φασὶν εἶναι γνῶσιν, καὶ σοφὸς ὁ τούτων ἐπιστήμων. ἐπεὶ οὖν ἡ σοφία τῶν ἀρχῶν καὶ αἰτίων γνῶσίς ἐστι κατὰ τὴν κοινὴν περὶ αὐτῆς ἔννοιαν, τὰ δ’ αἴτια πολλαχῶς, εἰκότως πρῶτον ζητεῖ ποίων αἰτίων καὶ τίνων ἀρχῶν γνῶσίς ἐστιν ἡ σο|φία [*](9) περὶ ἧς πρόκειται λέγειν ἡμῖν. φθάνει μὲν οὖν εἰρηκέναι ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· [*](1 κυριωτάτην LF 5 καταγιγνόμεναι LFS: καὶ τὸ γιγνόμενον Α 6 οὗ δὲ ἕνεκα νῦν ποιούμεθα τόν λόγον τοῦτ’ ἔστιν LF et Metaph. vulg. 7. 8 οὗ χάριν LF 9 πρακτέων LF 11 κατηγοροῦντας LF: κατηγοροῦντες Α 15. 16 χειροτέχνου— ὁ ἀρχιτέκτων om. LF 15 τε γὰρ] δὲ Metaph. 16 τοῦ τοῦ δὲ Ascl.: δὲ τοῦ libii 17 ὅτι ora. LF 18 αὐτῆς LFS: αὐτοῦ Α 20 τουτέστιν om. LF 25 αὐτῆς LF: αὐτοῦ vel αὐτό Α 27 εἰρηκέναι AL: εἰρηκὼς F 28 καὶ—αἴτια (p. 9,1) M: om. A) [*](ALT. REC. GR. DISCR. 18 post γνώσεως add. [τοῦτο τοῦτο F] εἰπὼν συμπεραίνεται καὶ φησὶν ὅτι μὲν οὑν ἡ σοφία περί τινας ἀρχὰς καὶ αἰτίας ἐστὶν ἐπιστήμη, δῆλον LF)

9
ἐπεὶ δὲ τίνες αἱ πρῶται ἀρχαὶ καὶ τὰ πρῶτα αἴτια εὔδηλον, λαβὼν τὸ περὶ ἀρχὰς καὶ αἰτίας τὴν σοφίαν εἶναι ὡς ὁμολογούμενον, τὸ περὶ ποίας ζητήσει, καὶ ὅτι περὶ τὰς πρώτας δείξει. ἢ οὐδὲ ἐκεῖ ἔλαβεν αὐτὸ ὡς ἤδη ὁμολογούμενον, ἀλλ’ ὡς ὀφεῖλον δειχθῆναι· διὸ ἀναγκαίως καὶ τῆς τῶν αἰτίων διαιρέσεως μνημονεύει, ὅτι τετραχῶς τὰ αἴτια λέγεται. καὶ τὴν ἱστορίαν τῶν πρὸ αὐτοῦ τι περὶ αἰτιῶν εἰρηκότων παρατίθεται εὐλόγως, ἵν’ εἰ μὲν ὀρθῶς εὑρεθῇ τι τῶν εἰρημένων ὑπ’ ἐκείνων, ἀκολουθοίημεν αὐτῷ, εἰ δὲ μή, πλέον τι ζητοίημεν αὐτοί. χρὴ οὖν ἐκ τῆσδε τῆς πραγματείας ἀπαιτεῖν τὴν γνῶσιν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων· αὗται δ’ ἂν εἶεν τοῦ ὄντος οἷον ἀρχαί, δι’ ἃς τῶν ὄντων ἕκαστόν ἐστιν ὧν τὸ εἶναι κατηγοροῦμεν· τοιαῦται δὲ αἱ πρῶται καὶ κυριώταται οὐσίαι· αὗται μὲν γὰρ τῶν οὐσιῶν ἀρχαί, αἱ δὲ οὐσίαι τῶν ἄλλων ἀπάντων, ὡς δείξει. τήν τε οὖν τούτων γνῶσιν ἀπαιτεῖν χρὴ ἐκ τῆσδε τῆς πραγματείας, καὶ ἔτι ὅσα εἰς τὴν τούτων γνῶσιν συντελεῖ, εἰς ἃ καὶ ὁ πλεῖστος αὐτῷ λόγος ἀναλίσκεται· οὐ γὰρ οἷόν τε ἦν ἐκείνων γνῶσιν ἄλλως μὴ προκαταστήσαντα καὶ προεκκαθάραντα τὰ ἐμποδών.

[*](p. 982a6)

Εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἃς ἔχομεν περὶ τοῦ σοφοῦ.

Ἐν πᾶσιν ἔθος ἀεὶ Ἀριστοτέλει ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώπων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι, βεβαιοῦντι τὸ εἶναι τὴν γνῶσιν τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώποις καὶ διὰ τοῦ ταύτας τὰς ἀρχὰς φύσει ἡμῖν δεδόσθαι· αὗται γάρ εἰσιν αἱ κοιναὶ ἔννοιαι. οὕτως καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκε περὶ τόπου ζητῶν, ὁμοίως δὲ καὶ περὶ χρόνου, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων ἀπάντων προβλημάτων τῇ ὁδῷ ταύτῃ κέχρηται. τοῦτο καὶ νῦν ποιεῖ· ζητῶν γὰρ περὶ ποίας ἀρχάς ἐστιν ἡ σοφία, καὶ τί ἔργον τοῦ σοφοῦ, καὶ τίς ὅλως ὁ σοφός, ἰὰς κοινὰς καὶ φυσικὰς ἐννοίας ἃς ἔχομεν περὶ τῶν σοφῶν ἐκτίθεται, ἵνα ταύταις τὰ ἀκόλουθα ζητοῦντες συμφώνως λαμβάνωμέν τε καὶ τιθῶμεν. ἔστι δὲ ἃ ἡ κοινὴ πρόληψις τῷ σοφῷ καὶ τῇ σοφίᾳ ὑπάρχειν τίθησιν, ὥς φησι, τό τε πάντα ἐπίστασθαι κοινῇ καὶ καθόλου, καὶ περὶ πάντων δύνασθαι διαλαμβάνειν περιληπτικῶς καὶ μὴ ὡς ὁ καθ’ ἑκάστην ἐπιστήμην ἢ τέχνην σοφός· τοὺς γὰρ οὕτως εἰδότας οὐ σοφοὺς ἔτι ἀλλὰ τεχνίτας καὶ | ἐπιστήμονας ἐκείνου περὶ οὗ λέγουσιν οὕτως [*](10) [*](1 ἐπεὶ δὲ—ἐμποδών (16) om. LF εὔδηλον libri: perspicuum S: legendum videtur ἠύ δῆλον quod coni. Brandis vel ἄδηλον; cf. Bonitz p. 9 6 τῶν scripsi: τὴν libri 7 ἵν εἰ M: εἰν εἰ Α ὑπ’ M: ὑπὲρ Α 10 οἷον libri: ᾗ ὃν coni. Bonitz 20 πρὸς αὐτοὺς LF post βεβαιοῦντι add. καὶ διὰ τοῦτο Ascl. 22 ταύτης LF 23 κοινῶς LF Ascl. ἐν τῇ Φυσικῇ ἀκροάσει] Phys. Δ 32 ἢ τέχνην om. LF Ascl. σοφός] ἐπιστήμων LF Ascl. ὐ LF: ὡς Α 33 ἔτι] εἶναι Ascl.)

10
ὑπολαμβάνουσιν. ἔτι δὲ οὐδὲ οἷόν τε πάντα τινὰ ἐπίστασθαι ἄλλως ἢ ὡς· εἴρηται· διὸ προσέθηκε τὸ ὡς ἐνδέχεται. ἀλλὰ καὶ τὸν τὰ περιττὰ καὶ χαλεπὰ καὶ μὴ ῥᾴδια γνωσθῆναι εἰδότα, τοῦτον σοφόν φασιν· τοὺς γὰρ τὰ κοινὰ καὶ ῥᾴδια εἰδότας οὔ φασι σοφούς. διὸ οὐδὲ τὴν αἴσθησιν σοφίαν λέγουσιν, οὔτε σοφοὺς τοὺς αἰσθανομένους καθὸ αἰσθάνονται· κοινὴ γὰρ καὶ ῥᾳδία ἡ αἰσθητικὴ γνῶσις. ἔτι τε τὸν ἀκριβῆ καὶ περιττὸν περὶ ἕκαστον τῶν νοουμένων καὶ ἀναμάρτητον σοφὸν λέγουσιν. ἀλλὰ καὶ τὸν διδασκαλικώτερον τῶν αἰτίων, τουτέστι τὸν τὴν διδασκαλίαν διὰ τῆς τῶν αἰτίων παραδόσεως ποιούμενον, μᾶλλον σοφὸν λέγουσι τῶν μὴ οὕτως διδασκόντων. καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι τὴν αὐτῆς τῆς γνώσεως τῆς κατὰ τὴν ἐπιστήμην ἕνεκα μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην, ἀλλὰ μὴ διά τινα ἀποβαίνοντα, καὶ σοφοὺς αὖ δηλονότι τοὺς τὴν τοιαύτην ἐπιστήμην ἔχοντας· τοὺς γὰρ τὰ διὰ τὴν γνῶσιν αὐτὴν αἱρετὰ εἰδότας, ἀλλ’ οὐκ ἄλλων τινῶν ἀποβαινόντων χάριν. τὸ δὲ ἔτι τὸν ἀκριβέστερον καὶ διδασκαλικώτερον τῶν αἰτίων οὐχ ὡς ἑνὸς ἀκούειν δεῖ ἀλλὰ δύο· διαφέρει γὰρ ταῦτά γε ἀλλήλων. καὶ οὕτως γίνεται τὰ τιθέμενα ἕξ. εντι τοὺς τὰ ἀρχικώτερα καὶ ἐπιστατικώτερα εἰδότας τῶν τὰ ὑποτεταγμένα εἰδότων μᾶλλον λέγουσι σοφούς, καὶ σοφίαν τῶν ἐπιστημῶν τὴν ἀρχικωτέραν τε καὶ ἀρχιτεκτονικωτέραν τῆς ὑπηρετούσης. ταῦτα δὴ λαβὼν ὡς κτὰ τὰς κοινὰς ὑπολήψεις δοξαζόμενα περὶ τοὺς σοφούς, κατὰ ταῦτα πειρᾶται ἕκαστον αὐτῶν προσάγειν τῷ τὰς πρώτας καὶ τὰς καθόλου αἰτίας εἰδότι, δεικνὺς διὰ τούτων ὃ φθάσας εἶπον, τὸ ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· καθόλου. τε γὰρ μάλιστα καὶ κοινῶς περὶ πάντων οὗτος ἐπίσταται ὁ τὰς πρώτας ἀρχὰς εἰδώς· ὡς γὰρ ὁ τάς τινων ἀρχὰς ‘εἰδὼς καθολικήν τινα γνῶσιν ἐκείνων [*](3 ῥαδίως LF 6 ἔτι τε] praemittunt lemma ἔτι τε τὸν ἀκριβέστερον καὶ διδασκαλικώτερον τῶν αἰτίων LF τὸν ἀκριβέστερον περὶ Ascl. 12 αὖ A: οὖν LF Ascl. 13 τὰ διὰ L1FS: τὰ om. Α ἀλλ’ οὐκ LF: ἀλλ’ om. Α 15 οὐχ ὡς M: οὐχ ἡ Α) [*](ALT. REC. GR. DISCR. τὸ δὲ ἔτι—ἁπάντων ἔχοι (p. 11,2)] καὶ τἠν ἀρχικωτέραν τῆς ὑπηρετούσης μᾶλλον σοφίαν: Ἀρχικωτέραν λέγει σοφίαν ἀντὶ τοῦ ἀρχικωτάτην τὴν πάντων (1. πασῶν) τῶν ἐπιστημῶν γινώσκουσαν τὰς ἀρχάς, τῶν κατὰ μέρος δηλαδή. καὶ αὐτῶν δὴ τῶν κατὰ μέρος ἐπιστημῶν ἄλλη ἄλλης ἀρχικωτέρα ἐστίν, οἷον ἀρχικωτέραν (add. λέγει) ἰατρικῆς τὴν φυσικὴν καὶ ἀριθμητικὴν τῆς ἁρμονικῆς καὶ γεωμετρίαν τῆς ὀπτικῆς. ἑκάστη γὰρ τούτων, ἡ φυσική φημι, ἡ ἀριθμητικὴ καὶ ἡ γεωμετρία, τὰς ἀρχὰς παραδίδωσι ταῖς ὑπ’ αὐτὰς καὶ ἀποδείκνυσι ταύτας· αἱ δὲ ὐπ’ ἐκείνας δέχονται ταύτας καὶ χρῶνται αὐταῖς ἀναποδείκτοις. καὶ τὴν αἰτίαν ἐπάγει ἀφ’ ὧν ἤδη ἀπέδειξε δείξας τὸν σοφὸν τὸν τὰς αἰτίας εἰδότα τῶν ἐπιστημόνων ἐπιστημῶν corr. L) εἶναι, καί φησιν ὅτι οὐ δεῖ τὸν σοφὸν ἐπιτάττεσθαι ἀλλ’ ἐπιτάττειν, καὶ οὐκ αὐτὸν ἑτέρῳ τίθεσθαι ἤτοι πείθεσθαι καὶ συνομολογεῖν, ἀλλὰ τούτῳ τὸν ἧττον σοφόν. Τὸς μὲν οὖν ὑπολήψεις τοιαύτας ἔχομεν περὶ σοφίας καὶ τὼν σοφῶν: Τῶν ἐκ τῆς κοινῆς ὑπολήψεως λεγομένων περὶ το.ῦ σοφοῦ καὶ τῆς σοφίας ὁμολογημάτων· ὑπόληψιν γὰρ νῦν τὴν ὁμολογίαν εἴρηκε καὶ τὴν περὶ τὰ πράγματα συγκατάθεσιν. LF)
11
ἔχει, οὕτως καὶ ὁ τὰς πάντων εἰδὼς ἀρχὰς καθολικὴν ἄν τινα γνῶσιν ἁπάντων ἔχοι.

[*](p. 982a21)

Τούτων δὲ τὸ μὲν ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν κατὰ πάντων ἐπιστήμην.

ἐλλείπει τῷ ἐπίστασθαι τὸ τὰ πανία· τὸ γὰρ πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ὑπάρχει· τοῦτο γὰρ ἦν τὸ κείμενον. μάλιστα δὲ καθόλου ἐστὶν ἐπιστήμη ἡ περὶ τῶν ὄντων ᾗ ὄντα· κοινὸν γὰρ τὸ ὂν πᾶσι τοῖς ἐν ὑπάρξει. ἀλλὰ καὶ χαλεπώτατα μάλιστα τὰ καθόλου τῶν τῷ ἀνθρώπῳ γνωστῶν, τῷ πάμπολυ τῶν αἰσθήσεων ἀφεστάναι· ὃ ἦν δεύτερον τῶν τεθέντων δοξάζεσθαι | περὶ τοῦ σοφοῦ· τὰ γὰρ τῶν ὄντων [*](11) ἁπλούστατά τε καὶ πρῶτα πορρωτάτω τῶν αἰσθήσεων. τὸ δὲ τοῖς ἀνθρώποις προσέθηκε πρὸς ἀντιδιαστολὴν τῆς φύσεως· τῇ· φύσει γὰρ ἐκεῖνα τῶν αἰσθητῶν γνωριμώτερα. ἀλλὰ καὶ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἡ τῶν μάλιστα πρώτων γνῶσις· καὶ. γὰρ τῶν ἄλλων ἐπιστημῶν ἀκριβέστεραι αἱ ἐκ τῶν πρώτων εἰσίν, εἴγε αἱ ἐξ ἐλαττόνων ἀκριβέστεραι· ἐξ ἐλαττόνων δὲ αἱ ἐγγυτέρω τῶν ἀρχῶν, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηται· διὰ τοῦτο γὰρ καὶ κυριωτάτας καὶ μάλιστα ἀποδείξεις εἶπεν εἶναι τὰς ἐξ ἀμέσων τε καὶ πρώτων τῶν προτάσεων, δευτέρας δὲ τὰς διὰ τούτων δεικνυμένας. εἰ δ’ αἱ ἐγγυτέρω τῶν ἀρχῶν διὰ τὴν τῶν ἀρχῶν γνῶσιν ἀκριβέστεραι, δῆλον ὡς ἀκριβέσταται ἂν εἶεν αἱ τῶν ἀρχῶν αὐτῶν ἐπιστῆμαι δι’ ἅς καὶ αἱ ἐγγὺς αὐτῶν ἀκριβέστεραι τῶν ἄλλων. ὅτι δὲ αἱ ἐξ ἐλαττόνων καὶ ἐγγυτέρω τῶν ἀρχῶν τῶν διὰ πλειόνων καὶ πορρωτέρω ἀκριβέστεραι, δέδεικται μέν, ὡς ἔφην, καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς (αἱ γὰρ δι’ ἐλαττόνων προτάσεων καὶ ἀμέσων ἀκριβέστεραι), καὶ νῦν δὲ ἐνεδείξατο παραθέμενος τὴν ἀριθμητικήν καὶ τὴν γεωμετρίαν, ἧς διαφορά, ὅτι ἡ γεωμετρία μὲν περὶ τὰ θέσιν ἔχοντα (τὸ γὰρ σημεῖον καὶ ἡ γραμμὴ καὶ τὰ [*](3. 4 τούτων δὲ τὸ μὲν ἅπαντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν L et Metaph. vulg. 10 τὰ γὰρ] lemma σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν praemittunt LF 12 τῇ φύσει—οὐκέτι (p. 12,4)] ἡ γὰρ φύσις ταῦτα μάλιστα γνωρίζει τῶν αἰσθητῶν LF 15 αἱ (ante ἐξ) M: om. Α 16. 28 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Α 27 19 αἱ M: om. A 26. p. 12,1 τὰ ἄλλα M: τὰ om. Α) [*](ALT. REC. GR. DISCR. 5 ἐλλείπει—περὶ τοῦ σοφοῦ (10)] ἐλλείπει τῇ λέξει τῷ (1. τὸ) πάντα ἐπίστασθαι, ἵν᾿ ᾖ ὅλον οὕτως· τούτων δὲ τῶν εἰρημένων ὑπάρχει τὸ πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην. οὗτος γὰρ οἶδε πῶς ἔχει πάντα τὰ ὑποκείμενα, ἤτοι πῶς ἔχει φύσεως ἔκαστα, οἷον ἄνθρωπος κατὰ τὴν αὐτοῦ τελειότητα, καὶ ἵππος καὶ ἰχθὺς καὶ τἄλλα φυσικά, τά τε ἀπλᾶ καὶ τὰ σύνθετα, καὶ ἀπλῶς πάντα τὰ ἐν τῷ κόσμῳ, εἰδὼς τὴν πρώτην αὐτῶν αἰτίαν καὶ τὴν ἀρχὴν τὴν πρώτην, εἴτε καθ᾿ αὑτὰ ὄντα, εἴτε κατὰ συμβεβηκότα (l. συμβεβηκός)· καθ’ αὑτὰ μὲν ὡς αὐθύπαρκτα αἱ οὐσίαι, κατὰ συμβεβηκὸς δὲ τὰ ὲν ἑτέρῳ ἔχοντα τὸ εἶναι, οἷον ποσότητες μεγέθη πάθη σχήματα τόποι χρόνοι κινήσεις, καὶ ἀπλῶς αἱ παρὰ τὴν οὐσίαν ἅπασαι κατηγορίαι LF)

12
διὸ οἱ μὲν γεωμέτραι προσχρῶνται δείξεσιν ἀριθμητικαῖς ὡς αὐτῶν εἰς τὴν τῶν οἰκείων σύστασιν, οἱ δὲ ἐριθμητικοὶ γεωμετρικαῖς οὐκέτι.

[*](p. 982a25)

Ἀκριβέσταταί τε τῶν ἐπισιημῶν αἳ μάλιστα τῶν πρώ- τῶν εἰσίν.

οὐχ ὑποληπτέον τοῦτο μάχεσθαι τῷ ἐν τῷ προοιμίῳ τῆς Φυσικῆς εἰρημένῳ, ἔνθα λέγων ὅθεν δεῖ ἄρχεσθαι, ἀπὸ τῶν ἡμὶν γνωρίμων, λέγει τὸ γὰρ ·ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστιν”. οὔτε γὰρ τὸ πρῶτον καὶ τὸ καθόλου ταὐτόν· τὸ γοῦν πρῶτον αἴτιον τὸ κινητικόν, περὶ οὗ νῦν αὐτῷ λέγειν πρόκειται, πρὸ ἁπάντων μέν ἐστιν, οὐ μὴν οὕτως καθόλου ὡς τὰ γένη. ἀλλ’ οὐδὲ τὸ ὡς γένος λεγόμενον καθόλου ἐκεῖ πρὸς τὴν αἴσθησιν πρῶτον εἰπεν, ἀλλὰ τὸ κοινότερον καὶ πλείοσι συμβεβηκός, ὡς ἐδήλωσε διὰ τῶν παραδειγμάτων.

[*](p. 982a26)

Αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι.

Ὡι γὰρ ἐλάττονα τὰ συμβεβηκότα, δυσγνωστότερον τοῦτο καὶ πλείονος ἀκριβείας δεῖται· καὶ ᾧ μηδέν ἐστι συμβεβηκός, ἡ τούτου γνῶσις χαλεπωτέρα, διὸ καὶ πλείονος ἀκριβείας δεῖται, ἅτε οὐκ ἀπὸ συμβεβηκότων εἰς τὴν γνῶσιν τῆς οὐσίας αὐτῶν βοηθουμέν.η, ἀλλ’ ἀπὸ μόνης τῆς οὐσίας γιγνομένη. βελτίων τε ἡ τούτων ἐπιστήμη τῷ μᾶλλον γιγνώσκειν ποιεῖν. ἔτι ἡ ἀπόδειξις ἡ κυρίως ἐκ προτέρων· καὶ γὰρ τά ἄλλα τότε | ἀποδείκνυται [*](12) ὅταν διὰ τοιούτων δειχθῇ ἃ διά τινων πρώτων τὴν περὶ αὐτῶν πίστιν εἴληφεν. ἡ δὲ ἐκ πρώτων· ἐξ ἐλαττόνων, ἡ δὲ ἐξ ἐλαττόνων ἀκριβεστέρα· ὥστε καὶ ἡ ἐκ πρώτων, εἴγε τὰ διὰ τούτων δειχθέντα αἴτια καὶ τοῖς ὑστέροις τοῦ ἀποδείκνυσθαι. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἡ [*](5 δὲ Metaph. vulg. 7 τῆς Φυσικῆς] Phys. Α p. 184a 16 22 πρώτων M: πρῶτον Α) [*](ALT. REC. GR. DISCR. 5 Ἀκριβέσταταί τε—εἰδέναι (p. 13,170] Ἀκριβέσταταί τε τῶν ἐπιστημῶν αἱ μάλιστα τῶν πρώτων εἰσίν· αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι τῶν ἐκ προθέσεως (sic etiam Metaph. libri omnes) λαμβανομένων: Αἱ ἐξ ἐλαττόνων ἀρχῶν ἐπιστῆμαι ἀκριβέστεραί εἰσι τῶν ἐκ πλειόνων, ὃ εἴρηκεν ἐκ προθέσεως· τοῦτο δὲ συμβαίνει ἐπὶ τῶν ὐπ’ ἀλλήλων τεχνῶν, οἶον ἀκριβεστέρα γεωμετρία ὀπτικῆς, γεωμετρίας δὲ ἀριθμητική· αἱ πρῶται γὰρ οἰκείαις ἀρχαῖς χρῶνται μόνον, αἱ δὲ ὑπ’ αὐτὰς καὶ ταῖς αὐτῶν καὶ ταῖς πρὸ αὐτῶν· οἶον ἀριθμητικὴ μὲν ἀριθμοῖς μόνοις, γεωμετρία δὲ ·καὶ ἀριθμοῖς καὶ μεγέθεσι, καὶ ἡ μὲν ἀριθμητικὴ ἀθέτοις χρῆται τοῖς ἀριθμοῖς καὶ τῇ μονάδι, ἡ δὲ γεωμετρία τῷ σημείῳ καὶ τῇ γραμμῇ θέσιν ἔχουσιν: Ἀλλά μὴν καὶ διδασκαλική γε τῶν αἰτίων θεωρητικὴ μᾶλλον: Ἐπεὶ εἶπε τῶν διδασκόντων ἴδιον εἶναι τὸ τὰς αἰτίας λέγειν τῶν διδασκομένων (διὰ γὰρ τῶν αἰτίων ἡ εἰ οὖν διδασκαλική ἐστιν ἡ τὰς αἰτίας αὐτῶν λέγουσα, διδασκαλικωτέρα ἄν εἴη ἡ τῶν αἰτίων αὐτῶν θεωρητική, καὶ μᾶλλον ἡ τῶν μᾶλλον αἰτίων, ἐπεὶ καὶ τὸ εἰδέναι κτλ. LF)

13
τὰς τῆς δι’ ἀποδείξεως γνώσεως. ἢ οὕτως ἔχομεν περὶ τὰς ὡς ἀξιώματα ἀρχάς, δι’ ὧν τὰ ἄλλα δείκνυται, ἤτοι τὰς ἀποδεικτικὰς ἀρχάς, οὐ τὰς τοῦ. ὄντος; πῶς οὖν αὗται ἐπίστανται; ἢ καὶ αὗται δι’ ἀποδείξεων; ἀρχαὶ γὰρ καὶ τῆς τούτων δείξεως τὰ ἀξιώματα. ἀλλ’ ἐπεὶ πᾶσα ἀπόδειξις ἐκ πρώτων, εἴη ἄν τίν)α καὶ τούτων πρῶτα. ἢ οὐδὲν κωλύει ὡς ἀποδεικτῶν αὐτῶν πρῶτά τινα λέγειν εἷναι, ἀλλ’ εἰ ἀπόδειξις ἐκ πρώτων. εἴη ἄν τινα λέγειν εἶναι; ἀλλ’ εἰ ἡ ἀπόδειξις δι’ αἰτίου γνῶσις, εἴη ἂν καὶ τούτων αἴτιον, οὕτως δὲ καὶ πρῶτα. ἢ οὐ πᾶσα δι’ αἰτίου ἀπόδειξις. δῆλον δὲ ὅτι καὶ διδασκαλικώτεροι οἱ τὰ αἴτια εἰδότες· τῶν γὰρ διδασκόντων ἴδιον τὸ τὰς αἰτίας λέγειν τῶν διδασκομένων, ὡς προείρηκεν. ἤτοι δὲ μᾶλλον λέγει διδασκαλικὴν τὴν τῶν αἰτίων θεωρητικὴν τῆς μὴ τοιαύτης (διὰ γὰρ τῶν αἰτίων ἡ ὸιδασκαλία) ὡς μόνης ταύτης οὔσης τῶν αἰτίων θεωρητικῆς· τὰ γὰρ κυρίως αἴτια ταῦτα· ἢ τὸ λεγόμενόν ἐστιν ὅτι ἡ τῶν μᾶλλον αἰτίων θεωρητικὴ καὶ διδασκαλικὴ μᾶλλον , ἐπειδὴ διὰ τῶν αἰτίων ἡ διδασκαλία· αὕτη δὲ ἡ τῶν μᾶλλον αἰτίων θεωρητικὴ καὶ διδασκαλικὴ μᾶλλον. ἀλλὰ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι αὐτῶν χάριν τῶν νοουμένων τε καὶ γιγνωσκομένων καὶ μὴ ἄλλου τινὸς τῇ τῶν αἰτίων καὶ ἀρχῶν γνώσει μάλιστα ὑπάρχει· ταῦτα γὰρ μάλιστα ἐπιστητά, δι’ ἅ γε καὶ τῶν ἄλλων ἐπιστητῶν ἕκαστον ἀπιστητόν. ὥστε εἰσί τινες ἐπιστῆμαι δι’ αὑτὰ αἱρεταί, ὅπερ ἔκειτο· μάλιστα δ’ ἄν εἴη ἡ τοιαύτη. ὁ γὰρ τὸ ἐπίστασθαι δι’ αὐτὸ αἱρούμενος τὴν μάλιστα ἐπιστήμην μάλιστα αἱρήσεται. ᾧ γὰρ ὅλως τὸ ἐπίστασθαι δι᾿ αὐτὸ αἱρετόν, τούτῳ μάλιστα αἱρετὸν [τοιοῦτον] τὸ μάλιστα ἐπιστητόν· τοιαῦτα δὲ τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, εἴγε καὶ ἡ τῶν ἄλλων γνῶσις ἰῆς τούτων γνώσεως ἤρτηται· τότε γὰρ οἰόμεθα εἰδέναι ἕκαστον, ὡς καὶ αὐτὸς εἶπεν ἐν Φυσικῇ, ὅταν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τινὸς εἰδῶμεν. ὅτι δὲ μάλιστα ἐπιστητά, ἔδειξε παραθέμενος τὸ ὅτι αἱ ἀποδείξεις ἐκ τῶν πρώτων, διὰ δὲ ἀποδείξεως ἡ τῶν ἐπιστητῶν γνῶσις· ὥστε τὰ πρῶτα αἴτια εἴη ἂν καὶ τοῖς ἄλλοις τοῖς ἀποδεικτοῖς τε καὶ ἐπιστητοῖς αἴτια τοῦ | ἐπιστητοῖς εἶναι, ἀλλ’ οὐ ταῦτα [*](13) ἐκείνοις· ὕστερον γὰρ ταῦτα, οὐδεμία δὲ ἀπόδειξις δι’ ὑστέρων. εντι πᾶσιν [*](1. 2 εἰ βέλτιον—γνώσεως] cf. Phys. Θ 3 p. 254a31 6 ἀποδεικτῶν scripsi cum S: ἀποδεικτικῶν libri 9 πρῶτα] πρῶτον coni. Bonitz 15 καὶ—διδασκαλικὴ μᾶλλον (16. 17) om. Α 17 ἀλλὰ Α: ἐπεὶ LF 18 γινωσκομένων ἀλλ᾿ οὐκ ἄλλου LF τινὸς ἕνεκα τῇ LF 20. 21 ὥστε εἰ εἰσὶ—μάλιστα ἂν e S coni. Βοnitz 20 ὥστε εἰσί—γνῶσις (29) ἄλλοις 24 τοιοῦτον del. Bonitz 26 ἐν Φυσικῇ] A 1 p. 184a12 21). 30 ἄλλοις ἐπιστητοῖς τε καὶ ἀποδεικτικοῖς LF 30 ἀποδεικτοῖς MS: ἀποδεικτικοῖς A 30. 31 ἀλλ’ οὐκ αὐτὰ τὰ ἀποδεικτὰ ἡ ἐπιστητὰ τοῖς αἰτίοις αὐτῶν, ὕστερα γὰρ κτλ. LF) [*](ALT. REC. GR. DISCR. 31 ἔτι πᾶσιν—ἀρχόμενος (p. 14, 10)] δείκνυται γὰρ τὸ τρίγωνον ὅτι τὰς τρεῖς γωνίας δυσὶν ἀρθαῖς ἴσας ἔχειν (1. ἔχει) ἐκ τοῦ γνωρίζειν· ἡμᾶς ὅτι αἰ ἐφεξῆς γωνίαι δυσὶν ὀρθαῖς ἵσαι εἰσί λέγει γὰρ ὁ γεωμέτρης ὡς ἄν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἢ)
14
αἴτια τοῖς ἐπιστητοῖς τοῦ εἶναι ἐπιστητοῖς ταῦτα, εἴγε καὶ αἱ τῶν ἐπιστημῶν ἀρχαὶ ταύτας ἀρχὰς ἔχουσιν.

Ἀλλὰ καὶ ἀρχικωτάτη τῶν ἐπιστημῶν ἡ τῶν κυριωτάτων αἰτίων γνωστική. ταῦτα δέ ἐστι τὰ ὧν ἕνεκα τἄ ἄλλα ἔστιν. ἀρχικωτέρα γὰρ ἐν ἅπασιν ἡ γνωρίζουσα τίνος ἕνεκα ἕκαστον δεῖ ποιεῖν τῶν γιγνομένων τῆς ποιούσης αὐτὰ καὶ ὑπηρετούσης, ὡς δῆλον ὑπάρχει ἐπὶ ἀρχιτεκτονικῆς. εἰπὼν δὲ ἡ γνωρίζουσα τίνος ἕνεκα πρακτέον ἕκαστόν ἐστι, τὸ τοιοῦτον αἴτιον οὗ ἕνεκεν αἰτίου ἕκαστον πρακτέον ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστι τἀγαθόν· τοιοῦτο γὰρ τὸ τελικὸν αἴτιον, ὡς εἶπε καὶ τῶν Νικομαχείων Ἠθικῶν ἀρχόμενος “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”. τοιοῦτον δὲ καὶ τὸ τῶν ὄντων ἀπάντων αἴτιον· πάντα γὰρ ἐκείνου χάριν ἔστι ἴε· καὶ γίγνεται τὰ φύσει γιγνόμενα, καὶ πρὸς ἐκεῖνο νένευκε κατὰ τὴν σύμφυτον ὄρεξιν αὐτοῖς· ὥστε ἡ τοῦ τοιούτου ἀγαθοῦ γνωστικὴ ἀρχικωτάτη ἂν εἴη. βουληθεὶς δὲ δηλῶσαι πῶς τὸ πρῶτον αἴτιον τοῖς οὖσιν αἴτιον, ὅτι. ὡς τέλος, καὶ ὅτι ἡ τοῦ τοιούτου αἰτίου γνωστικὴ ἀρχιτεκτονικωτέρα τῶν ποιουσῶν τὰ ἐκείνου χάριν, εἶπε τὸ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον. ἡ δὲ ἐπιχεί- ρησις τοιαύτη. εἰ ἐν πάσαις τέχναις τε καὶ ἐπιστήμαις ἀρχιτεκτοντκωτέρα [*](9. 10 Νικομαχείων ’Hθικῶν] Α 1 p. 1094a1 12 καὶ M: om. A 13 γίγνεται τἄ φύσει scripsi ex Asclepio, cf. L: γίνεται τὰ δὲ φ. A 14 αὐτοῖς Α: αὐτῶν LF post αὐτοῖς add. ὡς ἐπὶ τοῦ τοιούτου ἀγαθοῦ μένῃ Ascl. post γνωστικὴ add. ἐπιστήμη L 19 εἰ M: ἡ Α post ἐπιστήμαις add. ἀρχικωτέρα τε καὶ LF Ascl.) [*](ALT. REC. GR. DISCR. δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιεῖ), ἀλλ’ οὐ τὸ τὰς ἐφεξῆς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι διὰ τοῦ τὸ τρίγωνον (δείκνυται add. F) τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας· ἔχειν ἔχον F). πολλῷ δὲ μᾶλλον γνωριμώτερον τοῦ τὰς ἐφεξῆς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι τὸ ὅταν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ποιῇ, ὀρθή ἐστιν ἑκατέρα τῶν γωνιῶν· ὁρισμὸς γὰρ τοῦτο τῆς ὀρθῆς γωνίας, οἱ δὲ ὁρισμοὶ ἀρχαί εἰσιν ἀποδείξεων, καὶ ἡ γνῶσις αὐτῶν κρείττων ἐστὶν ἣ κατὰ ἀπόδειξιν. ὡσαύτως ἴσα εἰσὶ τὰ ἐφαρμόζοντα ἀλλήλοις· ὁρισμὸς γὰρ καὶ τοῦτο τῶν ἴσων. διὰ οὖν τῶν ὁρισμῶν ἀρχῶν οὐσῶν καὶ ἀναποδείκτων τὰ ἀποδεικτὰ δείκνυνται, ἀλλ’ οὐ διὰ τῶν ἀποδεικτῶν οἱ ὁρισμοί ὡσαύτως καὶ ὁ τὸν θεὸν εἰδὼς ὅτι ἀγαθός ἐστι φύσει οἶδεν ὅτι καὶ ὁ κόσμος καλός ἐστιν, ἀλλ’ οὐ διότι κόσμος καλός, ὁ θεὸς ἀγαθός. καὶ οὐ μόνον ὅτι οὐκ ἀγαθός, ἀλλ’ εἰ τύχοι οὐδὲ εἶναι ὅλως. ὁ οὖν τὰ πρῶτα καὶ τὰ αἴτια εἰδὼς οἶδε καὶ τὰ ὧν εἰσιν αἴτια ἐξ ἀνάγκης, ἀλλ’ οὐ τὸ ἀνάπαλιν. Ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ: εἰπὼν ὅτι ἡ γνωρίζουσα τὸ τίνος ἕνεκεν πρακτέον ἕκαστόν ἐστιν ἀρχικωτάτη τῶν ἐπιστημῶν ἐστι, τὸ τοιοῦτον αἴτιον οὗ ἕνεκα πρακτέον [ἕκαστον— πρακτέον om. F] ἕκαστον τί ποτέ ἐστ·ιν, ἐδήλωσεν εἰπὼν τοῦτο δ’ ἐστὶ τἀγαθόν· τοιοῦτον γὰρ τὸ τελικὸν αἴτιον, ὡς εἶπε καὶ τῶν Νικομαχείων ἠθικῶν ἀρχόμενος LF 12. 13 αἴτιον—γιγνόμενα] αἴτιον ἡ μία τῶν ὅλων ἀρχή· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ· πάντα γὰρ τὰ φύσει γινόμενα ἐκείνου χάριν ἐστί τε καὶ γίνεται L 15 βουληθεὶς δὲ—τοιαύτη (19)] οὕτω γὰρ καὶ αὐτὸς εἶπε και μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα τίνος ἕνεκεν πρακτέον ἕκαστον. καὶ δὴ δῆλον ὅτι τὸ πρῶτον τοῖς οὖσιν αἴτιον ὡς τέλος ἐστὶν αἴτιον. ἡ δὲ ἐπιχείρησις τῆς δείξεως ταύτης τοιαύτη, LF)

15
τῆς ποιούσης τι ἡ γιγνώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος, καὶ ἡ τὸ πάντων τέλος καὶ οὗ χάριν τὰ πάντα ἔστι τε καὶ γίγνεται εἰδυῖα ἀρχικωτάτη ἄν εἴη καὶ πρώτη. τοιαύτη δέ ἐστιν ἡ σοφία ἡ τοῦ πρώτου αἰτίου θεωρητική· πάντα γὰρ τὰ ὄντα τοῦ κυριωτάτου τῶν ἀγαθῶν ἐφίεται καὶ τἀγαθοῦ, τἀγαθὸν δὲ τὸ πρῶτον αἴτιον.

Ἐφ᾿ οἷς δειχθεῖσι συγκεφαλαιοῦται τὰ εἰρημένα, δεικνὺς ὅτι ἅ· ἁπάντων τῶν τοῖς σοφοῖς ἑπομένων δέδεικται σοφία οὖσα ἡ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων θεωρητική· τὸ γὰρ ἀγαθὸν καὶ οὗ ἕνεκά ἐστί τε καὶ γίγνεται πάντα, οὗ ἐστιν ἡ προκειμένη ἐπιστήμη θεωρητική, τῶν αἰτίων ἐστίν· τοιοῦτον γὰρ τὸ ὡς τέλος αἴτιον· δεῖ γὰρ αὐτὴν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν. ἐξ ἀπάντων οὗν τῶν εἰρημένων γίγνεται ἡ σοφία ἡ τῶν πρώτων ἀρχῶν ἴε καὶ αἰτίων θεωρητική. προσέθηκε δὲ καὶ γὰρ τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα τῶν αἰτίων ἐστίν, ἐπεὶ εἶπε δεῖν μὲν τὴν σοφίαν κατὰ τὰς κοινὰς προλήψεις ἀρχικὴν εἶναι ἐπιστήμην καὶ μὴ ὑπηρετικήν, εἶπε δὲ ἀρχικωτέραν εἶναι τὴν γνωρίζουσαν τὸ τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον, τοῦτο δ’ ἐστὶ τἀγαθόν. εἰπὼν οὗν ἀρχικωτέραν εἶναι, τὴν γνωστικὴν τοῦ τίνος ἕνεκεν ἕκαστόν ἐστιν. ὅπερ ἐστὶ τἀγαθόν, ὅτι ἡ τῶν πρώτων | γνωστικὴ καὶ τούτου ἐστὶ γνωστική, δι’ ὃ καὶ ἔστιν ἀρχική, [*](14) ἔδειξε διὰ τῆς προσθήκης ταύτης.

[*](p. 982b11)

Ὅτι δ’ οὐ ποιητική, δῆλον ἐκ τῶν πρώτων φιλοσοφη- σάντων.

Ὅτι μή ἐστι ποιητική τε καὶ πρακτικὴ ἡ φιλοσοφία τε καὶ ἡ σοφία ἀλλὰ θεωρητική, δείκνυσι καὶ ἐκ τοὐ τὴν ἀρχὴν ἐπὶ ζήιησιν τὴν τούτων καὶ τὴν εὕρεσιν ἐλθεῖν τοὺς πρώτως φιλοσοφήσαντας διὰ τὸ θαυμάσαι ἔκαστον 25 αὐτῶν πῶς ἔχει· τὸ δὲ θαυμάζειν ἀγνοούντων ἐστίν. οὐκοῦν εἰ διὰ μὲν τὸ ἀγνοεῖν ἐθαύμαζον, διὰ δὲ τὸ θαυμάζειν ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον, διὰ τὸ ἀγνοεῖν ἄρα ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον. ὃ δὴ ἔμελλε ἰῆς ἀγνοίας παύσειν αὐτούς τούτου χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν· γνῶσις δὲ ἔμελλεν ἀλλ᾿ οὐ πρᾶξις τῆς ἀγνοίας παύσειν αὐτούς· γνώσεως ἄρα ἀλλ’ οὐ πράξεως χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. εἰ γὰρ δι᾿ ἄγνοιαν ἦλθον ἐπὶ τὴν ζήτησιν αὐτῶν, δῆλον ὡς γνώσεως ἐφέσει· τῆς γὰρ ἀγνοίας οὐχ ἡ ποίησις ἀλλ’ ἡ γνῶσις ἴασις. τὴν αὐτὴν δὲ ἔθος αὐτῷ καλεῖν σοφίαν τε καὶ φιλοσοφίαν. ἡ γὰρ τελειοτάτη φιλοσοφία ἡ ἀρξαμένη ἀπὸ τοῦ θαυμάζειν 15 [*](1 γιγνώσκουσα] γνωρίζουσα LF 4 πάντα γὰρ—αἴτιον (5) om. LF τὰ γὰρ ὄντα Ascl. 6 ἐν οἷς LF 17 τοῦ τίνος M: οὐ τίνος Α 20 ἐκ Α: καὶ ἐκ L Metaph. vulg.) [*](ALT. REC. GR. DISCR. 7 ἑπόμενων—ταύτης (19)] ἑπομένων τοῦτο γὰρ σημαίνει τὸ ἐξ ἀπάντων οὖν τῶν εἰρημένων) δέδεικται σοφία οὖσα κατὰ τὰς κοινὰς προλήψεις ἡ τοῦ πρώτου αἰτίου θεωρητική, καὶ σοφὸς ὁ ταύτην ἔχων τὴν ἐπιστήμην LF)

16
ἐπὶ τὸ ζητεῖν προελήλυθεν· ἔπειτα εὑροῦσα τὰ ζητούμενα οὕτως ἔχει περὶ αὐτά, ὡς θαυμάζειν εἰ ἐνδέχεται αὐτὰ ἄλλως ἔχειν, ὡς προελθὼν ἐρεῖ. λέγει δὲ ὅτι τὴν μὲν ἀρχὴν ἦλθον ἐπὶ τὸ ζητεῖν τε καὶ φιλοσοφεῖν τὰ πρόχειρά τε καὶ ἐν ποσὶ διὰ τὴν φαινομένην ἀτοπίαν θαυμάσαντες, οἷον, εἰ οὕτως τύχοι, διὰ τί τὸ ἤλεκτρον ἕλκει τὰ ἀχυρώδη, ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἢ τί ἐστιν ἡ ἶρις, ἢ ὅλως τὴν τῶν νεφῶν σύστασιν, τὰς βροντάς. πόθεν, ἢ περὶ τῶν ἀστραπῶν, πῶς γίνονται. εἶτα κατ’ ὀλίγον προϊόντες ἦλθον καὶ ἐπὶ τὸ περὶ τῶν μειζόνων διαπορεῖν τε καὶ θαυμάζειν καὶ φιλοσοφεῖν. καὶ διὰ τοῦτο παρέθετο τὸ τινῶν. σελήνης δὲ παθήματα εἶπε τάς τε ἐκλείψεις αὐτῆς καὶ τὰς αὐξήσεις καὶ τὰς μειώσεις, ὁμοίως δὲ καὶ ἡλίου τάς τε ἐκλείψεις καὶ τὰς ἀνατολάς τε καὶ δύσεις. τὸ δὲ ἀπορεῖν τε καὶ θαυμάζειν δι’ ὑπόληψιν ἀγνοίας γίνεται. προστίθησι δὲ ὅτι καὶ ὁ διλόμυθος φιλόσοφός πως· ταῦτα γὰρ σπουδάζει μανθάνειν ἅ ἐστι δι’ ἄγνοιαν θαυμάσια (ἐκ γὰρ θαυμασίων τε καὶ παραδόξων οἱ μῦθοι σύγκεινται), οἱ δὲ διὰ τὸ θαυμάζειν τινὰ σπουδάζοντες μανθάνειν φιλόσοφοι.

Οτι δὲ μὴ χρείας τινὸς μηδὲ πράξεως χάριν ἀλλὰ γνώσεως ἦλθον τὴν ἀρχὴν ἐπὶ τὸ φιλοσοφεῖν, συνέστησε καὶ ἀπὸ τῆς ἱστορίας· μετὰ γὰρ τὴν τῶν ἀναγκαίων τε καὶ τῶν πρὸς ῥᾳστώνην τὴν τοῦ βίου παρασκευὴν ἦλθον ἐπὶ τὴν τῶν κατὰ φιλοσοφίαν ζήτησιν καὶ τὴν τῶν τοιούτων θεωρίαν. εἰ δὲ πάντων ὑπαρχόντων, τῶν τε ἀναγκαίων καὶ τῶν πρὸς ῥἁστώ- [*](3. 4 ἐπὶ τὸ ζητεῖν τὰ πρόχειρά τε καὶ ἐν ποσὶ καὶ περὶ αὑτῶν φιλοσοφεῖν F 4 ἀγνωσίαν καὶ ἀτοπίαν Ascl. 5 ἀχυρώδη LF: ἀχυρῶδες Α 6 τί S Ascl.: τίς libri 7 ἀστραπῶν] ἄστρων Ascl. 9 καὶ διὰ τοῦτο φιλοσοφεῖν Ascl. 13 φιλόμυθος ὁ φιλόσοφος Metaph. vulg.: ὁ φιλόσοφος φιλόμυθος Ascl. 20 τῶν τοιούτων Α: τούτων LF) [*](ALT. REC GR. niSCR. 12 προστίθησι—συνέστησε (18)] ὅθεν καὶ προστέθεικε διὸ καὶ ὁ φιλόμυθος φιλόσοφός πώς ἐστι· ταῦτα γὰρ μανθάνειν σπουδάζει ἁ θαυμάζει δι’ ἀγνοίας. σύγκεινται γὰρ οἱ μῦθοι ἐκ θαυμασίων καὶ παραδόξων ταῦτα γὰρ διηγοῦνται ἃ παρὰ τὴν τῶν πολλῶν ὑπόληψίν εἰσιν. τὸ γὰρ ἐκ γῆς αὐτόχθονας ἀνθρώπους γενέσθαι καὶ τὸ μάχην θεοὺς συστήσασθαι περὶ τῆς τῶν Ἀθηναίων πόλεως παρὰ τὴν κοινήν ἐστιν ἔννοιαν. ταῦτα δὴ θαυμάζεται· ὁ δέ διὰ τὸ θαυμάζειν τινὰ σπουδάζων μανθάνειν φιλόσοφος. κεκοινώνηκεν οὖν ὁ φιλόμυθος τῷ φιλοσόφῳ ἐν τῷ θαυμάζειν. καὶ εἴη ἂν ἡ συναγωγὴ τοῦ συλλογισμοῦ ἐν τρίτῳ σχήματι τοῦ τὸν φιλόμυθον φιλόσοφον εἶναι, μέσου λαμβανομένου τοῦ θαυμάζειν, ἐκ δύο καταφατικῶν οὕτως· ὁ θαυμάζων φιλόσοφος, ὁ θαυμάζων φιλόμυθος, ὁ φιλόμυθος ἄρα add. F) φιλόσοφος. τὸ δὲ μὴ χρείας τινὸς ἢ πράξεως χάριν ἀλλὰ γνώσεως ἕνεκα τὴν ἀρχὴν ἐπὶ τὸ φιλοσοφεῖν ἐλθεῖν ἦλθον L) συνέστησε LF 21 εἰ δὲ πάντων—ἄλλου ἐστίν (p. 17,8)] καὶ γὰρ πᾶσαι αἱ ποιητικαὶ ἢ πρακτικαὶ τούτων τινός εἰσιν· ἢ γὰρ τῶν ἀναγκαίων τινὰ ἢ τῶν χρησίμων ζητοῦσί τε καὶ ποιοῦσι· δῆλον οὖν ὅτι οἱ φιλοσοφοῦντες ἐπ’ οὐδενὸς ἀναγκαίου τῶν πρὸς διαγωγὴν τοῦ βίου συντελούντων εὑρήσει τὴν ζήτησιν ἐποισῦντο· φρόνησιν δὲ τὴν τοιαύτην φιλοσοφίαν εἶπεν. εἰκάζει δὲ αὐτὴν τοῖς ἐλευθέροις τῶν ἀνθρώπων ὡς μὴ δεομένην ἑτέρας, αὐτῆς δὲ τὰς ἄλλας. μόνη γὰρ αὕτη, φησίν, ἑαυτῆς ἕνεκά ἐστι, δηλῶν διὰ τούτου τί ποτέ ἐστι τὸ ἐλεύθερον. δοῦλον γὰρ ἐν τοῖς πολιτικοῖς εἶπεν εἶναι ἄνθρωπον τὸν ἄλλου ὄντα καὶ μὴ ἑαυτοῦ· τοιοῦτος LF)

17
νῆν, ἤρξαντο τῆς κατὰ φιλοσοφίαν ζητή|σεως, δῆλον ὡς ἐπ’ οὐδενὸς ἀναγἐποιοῦντο. [*](15) ἀλλὰ μὴν πᾶσαι αἱ ποιητικαί· ἢ γὰρ τῶν ἀναγκαίων τινὰ καὶ χρησίμων ζητοῦσί τε καὶ ποιοῦσιν, ἢ τῶν πρὸς διαγωγήν. φρόνησιν δὲ εἶπε τὴν τοιαύτην σοφίαν τε καὶ τὴν θεωρίαν. εἰκάζει δὲ τὴν τοιαύτην γνῶσίν τε καὶ θεωρίαν τοῖς ἐλευθέροις τῶν ἀνθρώπων, οἳ αὑτῶν ἕνεκέν εἰσιν, οὐκ ἄλλων, ὥσπερ οἱ δοῦλοι. τὸν γὰρ δοῦλον ἐν ἰοῖς Πολιτικοῖς εἶναι εἶπεν ὃς ἄνθρωπος ὢν ἄλλου ἐστίν· τοιοῦτος δὲ ὁ μὴ διορατικὸς τῶν πρακτέων δι’ ἀφυίαν, ἀλλὰ ὑπηρετικός. καὶ γὰρ ἡ τοιαύτη γνῶσις ὡς μόνη οὖσα ἐλευθέρα τῶν ἄλλων ἐπιστημῶν αὐτὴ αὑτῆς χάριν ἐστίν. σημεῖον δὲ τοῦ δι’ αὑτὴν αὐτὴν αἱρετὴν εἶναι καὶ τὸ μηδὲν χρειῶδες παρεχομένην, ἀλλὰ τοὐναντίον καὶ ἐμποδίζουσαν αὐτοῖς τοσοῦτον φίλτρον ἐμποιεῖν τοῖς ἁψαμένοις αὐτῆς ὡς μηδὲν ἄλλο βούλεσθαι ποιεῖν, ἀλλὰ πᾶν τὸ ἀπάγον αὐτοὺς τῆς κατ’ αὐτὴν ἐνεργείας περίστασίν τε· καὶ ἐνόχλησιν ἡγεῖσθαι. διὸ καὶ εὐλόγως ἄν φησιν οὐκ ἀνθρωπίνην ἀλλὰ θείαν τὴν γνῶσιν αὐτῆς νομίζεσθαι. οἱ μὲν γὰρ ἄνθρωποι ἐν πολλοῖς δοῦλοι διὰ τὰς χρείας εἰσὶ καὶ τούτων χάριν πολλὰ πράττειν ἀναγκάζονται· διὰ γὰρ τὸ εἶναι αὐτοὺς τοιούτους, καὶ ἡ ὑγεία ἀγαθὸν αὐτοῖς καὶ ἡ εὐπορία καὶ ἕκαστον τῶν τοιούτων ἀγαθῶν· διὸ καὶ ἀσχολοῦνται περὶ αὐτά. τὸ δὲ θεῖον πάσης χρείας ἐλεύθερον· ἀκολούθως λέγων τοῖς ἐν τοῖς Νικομαχείοις εἰρημένοις αὐτῷ, ἔνθα λέγει “οὐ γὰρ χρὴ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα καὶ θνητὰ θνητόν”· τοιαῦτα γὰρ ταῦτα. διό, φησίν, εἰ ἦν ἀληθῆ τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα περὶ τοῦ θείου, ὅτι φθονεῖ τοῖς ὑπερέχουσι (διὸ καὶ δυστυχεῖς πάντας εἶναι τοὺς περιττοὺς [*](6 τοῖς M: om. Α 7 ἐν τοῖς Πολιτικοῖς] Α 4 p. 1 1254a 14 8 δέ ἐστιν ὁ LF 12 αὐτοῖς MS: αὐτῆς Α τοσοῦτον M: τὸ τοσοῦτον AS: τῷ τ. Branclis Bonitz 20 ante ἀκολούθως talia quaedam videntur excidisse qualia in L legimus (cf. ἀλλ’ ἐπείπερ—δυνατὸν αὐτῷ) ἐν τοῖς Νικομαχείοις] Κ 7 p. 1177b31 22 τοιαῦτα—ταῦτα om. LF 23. 24 ὅτι φθονεῖ—τοὺς ἄλλους (p. 18,1) om. LF 24 φθονεῖ M et fort. Α: φθονερὸν Brandis Bonitz) [*](ALT. REC. GR. DISCR. 9 καὶ γάρ—λέγων (20)] ε.ἰ δὲ ὁ δοῦλος τοιοῦτος, ἐλεύθερος ἂν εἴη ὁ αὑτοῦ ἕνεκα καὶ οὐκ ἄλλου ὤν· εἰ οὖν καὶ ἡ φιλοσοφία τοιαύτη ὡς μὴ δεομένη ἑτέρας, αὐτὴ (I. αὐτῆς) δὲ τὰς ἄλλας, μόνη τῶν ἐπιστημῶν ἐλευθέρα ἄν εἴη· τοιοῦτον δὲ καὶ τὸν σοφὸν εἶναι ὑποληπτέον, ὡς μή τινι τῶν ἀνθρωπίνων δουλούμενον· τοῦτο δὲ ὑπὲρ ἄνθρωπον, ἐπειδὴ διὰ τὴν σωματικὴν ἀνάγκην πολλῶν ἐνδεής ἐστιν, ὑγείας τυχὸν ἢ εὐπορίας ἤ τινος ἄλλης χρείας, καὶ διὰ τοῦτο δουλεύειν τοῖς πορίζουσι ταῦτα ἀνάγκην ἔχει. πολλαχῇ γὰρ ἡ φύσις δούλη τῶν ἀνθρ ώπων, οὐχὶ τὴν φύσιν λέγων δουλεύει τοῖς ἀνθρώποις, ἀλλὰ τοὺς ἀνθρώπους δούλους διὰ τὴν φύσιν. ἀλλ᾿ ἐπείπερ φησὶν ὑπὲρ ἄνθρωπον εἶναι τὴν τοιαύτην ἐλευθερίαν, ὥστε ἐπέκεινα εἶνατ πάσης χρείας, ὥσπερ παραινῶν εἶπεν ἄνδρα δὲ οὐκ ἄξιον τὀ μὴ οὐ ζητεῖν τὴν καθ᾿ αὑτὸν ἐπιστήμην, ἴσον λέγων τῷ οὐκ ἄξιόν ἐστι ζητεῖν μόνον τὸν ἄνθρωπον τὴν καθ᾿ αὑτὸν ἐπιστήμην ἤτοι τὴν σύμμετρον ἀνθρώπῳ, ἀλλὰ καὶ τὴν ὑπερτέραν καὶ θεῷ μόνῳ ἁρμόζουσαν, ἐφ’ ὅσον ἐστὶ τοῦτο δυνατὸν αὐτῷ· ἀκόλουθα λέγων LF)
18
πλέον τι ἔχουσιν ἢ κατὰ θνητὴν φύσιν. ἀλλ’ οὔτε τὸ θεῖον ἐνδέχεται φθονερὸν εἶναι (φθόνος γάρ, ὥς φησιν ὁ θεῖος Πλάτων, ἔξω θείου χοροῦ), ἀλλὰ “πολλὰ ψεύδονται ἀοιδοί”, ἐν οἷς καὶ τοῦτο, οὔτε τινὰ τῆς τοιαύτης ἐπιστήμης ἡγητέον εἶναι τιμιωτέραν. ἡ γὰρ θειοτάτη κατὰ τοῦτο μάλιστα τιμιωτάτη· ἡ δὲ τοιαύτη θειοτάτη κατά τε τὸ μάλιστα ὁμοίαν τῇ τῶν θείων ἐνεργείᾳ εἶναι (ἐνεργεῖν μὲν γὰρ εὔλογον τὸ θεῖον, οὐκ ἄλλη δέ τις ἐνέργεια θεῶν ἀξία παρὰ τὴν τοιαύτην), ἀλλὰ καὶ διὰ τὸ τῶν θείων γνῶσιν εἶναι, εἴγε τῶν πρώτων αἰτίων γνῶσίς ἐστι καὶ τῶν ἀρχῶν, ὁ δὲ θεὸς ἀρχὴ πρώτη καὶ αἰτία τῶν ἄλλων. διὰ τούτων δὲ ἔδειξεν ὅτι καὶ εὐλόγως ἥδε ἡ πραγματεία θεολογικὴ καλεῖται. λέγει δὲ ὅτι ἀναγκαιότεραι μὲν αὐτῆς πᾶσαι αἱ ἄλλαι ἐπιστῆμαι (οὐδ᾿ ὅλως γὰρ αὕτη | ἀναγκαία), [*](16) ἀμείνων δὲ οὐδεμία· αὕτη γὰρ πασῶν ἀμείνων, εἴγε καὶ τιμιωτέρα.

Ἑξῆς δὲ λέγει τὴν μέθοδον τῆς κτήσεως αὐτῆς· τὸ γὰρ τἀναντία θαυμάζειν ὧν τὴν ἀρχὴν θαυμάζοντες ἦλθον ἐπὶ τὴν γνῶσιν αὐτῶν. πρὸ γὰρ τοῦ εἰδέναι ἐθαύμαζον εἰ δύναται οὕτως ἔχειν, γνόντες δὲ θαυμάζουσιν εἰ δύναται μὴ ἔχειν οὕτως. θαύματα δὲ εἶπε τὰ ὑπὸ τῶν θαυματοποιῶν δεικνύμενα παίγνια, ἃ ἐξ αὑτῶν δοκεῖ καὶ αὐτομάτως κινεῖσθαι· ἡλίου δὲ τροπάς, καθ’ ἃς χειμὼν καὶ θέρος. θαυμαστὸν γὰρ εἶναι δοκεῖ πᾶσιν εἴ τι τῷ ἐλαχίστῳ μὴ μετρεῖται. λέγει δὲ ἐπὶ τῆς διαμέτρου· ὡς ὄντος δὲ καὶ ἐν γραμμαῖς ἐλαχίστου τινὸς ὥσπερ καὶ ἐν τοῖς ἀριθμοῖς, θαυμαστὸν φαίνεται τὸ μὴ ἐλαχίστῳ αὐτὰς μετρεῖσθαι πάσας καὶ εἶναι συμμέτρους ἀλλήλαις, ἐχούσας κοινόν τι μέτρον. τὸ δὲ οὐχ [*](1 post ἀληθῶς add. οἱ σοφοὶ L 3 Πλατῶν] Phaedr. p. 247 A 4 πολλὰ κτλ.] cf. 0. Schneideri Callimach. II 784, 364 6 τε Μ: om. Α 11 θεολογία LF 13 αὕτη—τιμιωτέρα om. LF 14 λέγει πῶς τιμιωτέρα ἡ κτῆσις αὐτῆς LF 17 θαύματα ex Aristotele Biandis Bonitz: θαυμαστὰ libri 18 αὐτῶν scripsi; cf. LF: αὐτῶν A 20 τῶν οὐκ ἐλαχίστων Ascl. 22 τὸ Α: τῷ LF ἐλαχίστῳ M: ἐλαχίστων A 23 συμμέτρους M: συμμέτρας Α 23 τὸ δὲ—γραμμήν (p. 19,2) post μετρούμενα (p. 19,4) ponunt LF) [*](ALT. REC. GR. DISCR. 2 ἀλλ’ οὔτε—ἄλλων (10)] ἀλλ’ οὔτε τὸ θεῖον φθονερόν· πόρρω γάρ ἐστιν, ὥς φησιν ὁ Πλατῶν, ὁ φθόνος θείου χώρου· ὁ γὰρ φθόνος γίνεται διὰ τὸ ὁρᾶν τοὺς πέλας ἡμῶν κρείττονας ὄντας. πῶς οὑν δυνατὸν εἶναι τὸν θεὸν φθονερόν, ὄντα πηγὴν ἀγαθότητος ἐξ οὗ πάντα τοῖς ἄλλοις χορηγοῦνται; ὥς φησι καὶ ὁ Πλάτων, ὅτι διὰ τὴν αὐτοῦ ἀγαθότητα ὁ θεὸς παρήγαγε τὰ πάντα· “ἀγαθὸς” γὰρ “ἦν, ἀγαθῶ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος.· [Tim. 29 Ε] πῶς οὖν δυνατὸν τὴν πηγὴν τῆς δωρεᾶς ἀγαθότητος Ascl.) φθονεῖν; οὐ δεῖ οὖν νομίζειν τῆς πρωτίστης ἐπιστήμης εἶναι τιμιωτέραν· θειοτάτη γάρ ἐστι καὶ τιμιωτάτη κατὰ δύο τρόπους, καὶ ὅτι ὁ θεὸς αὐτὴν ἐπίσταται καὶ ὅτι δι’ αὐτῆς ἔστι, φησί, γνῶναι τὸν θεόν. διό φησιν ὅτι (om. Ascl.) θεία ἐστὶ τῶν ἐπιστημῶν, ἣν ὁ θεὸς οἶδε, ταύτην δὲ οἶδεν ὡς ἔχουσαν παρ’ ἑαυτῇ τὰς ἀρχὰς τῶν ὄντων LF 1.5 γνῶσιν αὐτῆς, τοῦτο ἐστὶ τὸ τιμιώτατον τῆς κτήσεως αὐτῆς· πρὸ μὲν γὰρ LF 16. 17 γνόντες—εἶπε] οἷον εἰ δύναται ἡ διάμετρος ἀσύμμετρος εἶναι τῇ πλευρᾷ. θαυμαστὰ δὲ λέγει LF 18 παίγνια οἷον ἄψυχά τινα εἴδωλα δοκοῦντα ἐς ἑαυτῶν κινεῖσθαι LF 19 θέρος γίνεται· ταῦτα γὰρ θαυμάζεται παρὰ τῶν ἀγνοούντων τὰς αἰτίας αὐτῶν· θαυμαστὸν γὰρ LF 20. 21 ἐπὶ–ὥσπερ] περὶ τῆς διαμέτρου λέγει ὡς νομιζομένου εἶναι ἐλαχίστου τινὸς ἐν ταῖς γραμμαῖς ὥσπερ LF)

19
οὕτως ἔχει, διότι οἱ μὲν ἀριθμοὶ πάντες μονάδι μετροῦνται, οὐ πᾶσαι δὲ αἱ γραμμαὶ ἑνὶ μετροῦνταί τινι τῷ μὴ εἶναι ἐλαχίστην γραμμήν. διὰ τοῦτο γὰρ οὐδὲ σύμμετροί εἰσι πᾶσαι· σύμμετρα γὰρ μεγέθη ἐστὶ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. εἰς τοὐναντίον δὲ καὶ τὸ ἄμεινον ἀποτελευτῶσιν οἱ ἐκ τοῦ ἀγνοεῖν καὶ διὰ τοῦτο θαυμάζειν τὰ ἀληθῆ, ὡς οὐχ οἷά τε οὕτως ἔχειν, εἰς τὸ εἰδέναι μεθιστάμενοι· θαυμάζουσι γὰρ οἱ τὴν ἐπιστήμην λαμβάνοντες αὐτῶν εἰ ἐνδέχεταί τι αὐτῶν ἄλλως ἔχειν. κατὰ τὴν παροιμίαν δὲ ἴσως λέγοι ἂν τὴν λέγουσαν “δευτέρων ἀμεινόνων”.

τίς μὲν οὖν ἡ φύσις τῆς ἐπιστήμης τῆς ζητουμένης εἴρηται, ὅτι θεωρητική, ἀλλ’ οὐ πρακτική, καὶ ὅτι τῶν πρώτων αἰτίων τε καὶ ἀρχῶν γνωστική, καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον, ὅτι ἐκ τοῦ θαυμάζειν δι’ ἄγνοιαν τἀληθῆ δεῖ μεταστῆναι εἰς τὸ θαυμάζειν δι’ ἐπιστήμην τὰ ἐναντία τῶν ἀληθῶν, εἰ ἐνδέχεται ἄλλως πως ἔχειν καὶ μὴ οὕτως ὡς ἐπίσταται. προκειμένου δὲ καὶ γεγονότος φανεροῦ τοῦ τῶν πρώτων εἶναι τὴν σοφίαν θεωρητικήν, εὐλόγως πρῶτον τὴν τῶν αἰτίων ποιεῖται διαίρεσιν, καθὰ καὶ ἐν· τῇ Φυσικῇ ἀκροάσει, εἰς τέσσαρα αἴτια διαιρῶν. καὶ τῶν μὲν ἄλλων σαφῶς ἐμνημόνευσε, περὶ δὲ τοῦ εἴδους τὰ εἰρημένα ἀσάφειάν τινα ἔχει.

[*](p. 983a24)

Ἐπεὶ δὲ φανερὸν ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων δεῖ λαβεῖν ἐπιστήμην· τότε γὰρ εἰδέναι φαμὲν ἕκαστον, ὅταν τὴν πρώτην αἰτίαν οἰώμεθα γνωρίζειν.

Τῶν μὲν ἐξ ἀρχῆς αἰτίων εἶπεν ἀντὶ τοῦ τῶν πρώτων. ὅτι δὲ ἡ γνῶσις ἡ κατ’ ἐπιστήμην ἐν τοῖς ἔχουσιν ἀρχὰς καὶ αἴτια ἐκ τῆς τῶν ἀρχῶν καὶ αἰτίων τῶν πρώτων γνώσεως ἤρτηται καὶ ἀρχόμενος τῆς Φυσικῆς ἀκροάσεως εἶπεν· ἀλλὰ καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς αὐτό, | καὶ νῦν ὁμοίως λέγει. ὁ γὰρ μὴ ἀπὸ τῶν πρώτων αἰτίων εἰδώς [*](17) τινα, ἀλλ’ ἀπὸ τῶν προσεχῶν τισιν ὧν εἰσιν ἄλλαι αἰτίαι πρῶται, οὐκ ἂν τὰ αἴτια αὐτὰ τὰ προσεχῆ τῷ προκειμένῳ εἰδείη. εἴγε τότε ἔστιν εἰδέναι τι ἔχον ἀρχὰς καὶ αἰτίας, ὅταν τις τὰς ἀρχὰς αὐτοῦ εἰδῇ · ᾧ δὲ ἡ γνῶσις τὴν ἀρχὴν ἀπὸ μὴ γιγνωσκομένων πρόεισιν, οὐκ ἂν οὗτος εἰδέναι ταῦτα κυρίως λέγοιτο. εἰκότως οὖν τῆς τῶν πρώτων αἰτίων γνώσεως ἠρτῆσθαί [*](2 ἐλαχίστην LF: ἐλαχίστων AM 8 δευτέραν LF (cf. Paroemiogr. I 62,15. 234,15. 11 357,88) 15 ἐνδέχεται ταῦτα ἄλλως LF 16 ante προκειμένου transponunt ἐπεὶ δὲ— ἐπιστήμην ex v. 21 LF 17 καθὰ LMS: καθὸ Α 18 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 3 26.27 τῆς Φυσικῆς ἀκροάσεως] Α 1 p. 184a10 27 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Α2) [*](ALT. REC. GR. DISCR. 10. 11 τῆς ἐπιζητουμένης ἐπιστήμης εἴρηται: Συμπεραίνεται τὰ διὰ πλειόνων εἰρημένα καὶ φησὶν ὅτι τίς μὲν οὖν κτλ. εἴρηται ὅτι θεωρητικὴ καὶ οὐ πρακτική LF)

20
φησι τὸ εἰδέναι, συνιστὰς διὰ τούτου καὶ ταῖς ἄλλαις ἐπιστήμαις τὸ εἶναι ἐπιστήμαις παρὰ τῆς σοφίας τῆς τῶν πρώτων αἰτίων θεωρητικῆς παρα- γίνεσθαι.

[*](p. 983a127)

Ὥν μίαν μὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι. Λέγει uὲν τὴν κατὰ τὸ εἶδος οὐσίαν, εἰκότως δὲ εἶπεν οὐσίαν ἑκά- στου τὸ εἶδος· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστιν. διὰ γ· ἂρ τοῦτο καὶ οἱ ὁρισμοὶ κατὰ τοῦτο γίνονται τῶν ὁριστῶν· τί ἦν εἶναι γὰρ τὸν ὁρισμὸν καὶ τὸν λόγον λέγει. ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον, τουτέστι τὸν ὁρισμόν· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰτία. εἰς γὰρ τοὐτόν φησιν ἔσχατον ἀνάγεσθαι τὸ διὰ τί. ἔσχατον δέ, ὅτι κατὰ τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ οὐκέτι τὸ διὰ τί ἐξετά,́ομεν, ὡς μεμαθηκότες δηλονότι τὸ τοιοῦτον αἴτιον, περὶ οὗ ἡ ζήτησις ἡμῖν. διὰ τί γὰρ τὸ πῦρ θερμαίνει ζητοῦντες, ὅταν μάθωμεν ὅτι τὸ εἶναι αὐτῷ πυρὶ τὸ πρώτως εἷναι θερμῷ καὶ θερμαντικῷ ἐστιν, οὐκέτι ζητοῦμεν διὰ τί θερμαίνει, ὡς μεμαθηκότες ὃ ἐπιζητοῦμεν. πάλιν διὰ τί ἡ χιὼν διακριτικὴ ὄψεως ἐστιν ὅταν ζηταν τις, ἂν μὲν ἀκούσῃ ὅτι λευκή, οὐδέπω πέπαυται τοῦ τὸ διἀ τί πολυπραγμονεῖν· ἔτι γὰρ ἀπαιτεῖ διὰ τί δὲ τὸ λευ- κὸν διακρίνει τὴν ὄψιν, ὁ δὲ μετὰ τὴν ἀπόδοσίν τινος ἔτι τὸ διὰ τί ζητῶν οὐὸέπω τὴν αἰτίαν ἀκἡἰ̣οεν. ὅταν δὲ μάθῃ ὅτι τοῦτ’ ἔστι τὸ εἶναι αὐτῷ λευκῷ (ἔστι γάρ λόγος καὶ ὁρισμὸς λευκοῦ τὸ διά .ριτικὸν ὄψεως), οὐκέτι τὴν τοῦ διακρίνειν τὴν ὄψιν τὸ λευκὸν αἰτίαν ζητεῖ· οὐ γάρ ἐστι μετὰ· τὴν τοιαύτην ἀπόδοσιν ἔτι ὑτͅ‘))ειπ()uι ἔνη τοῦ διὰ τί οὕτως ζήτησις. εἰκότως [*](1. 2 τὸ εἶναι ἐπιστήμαις LF: Oiu. Α 4 μίαν μὲν αἰτίαν φαμὲν εἶναι Metapli. viilg.) [*](ALT. REi;. OR. niSCR. 9 τοῦτο δέ ἐστιν καὶ ἀρχή (p. 21,33)] τοῦτο δ’ ἐστὶ τὸ εἰδικὸν αἴτιον· ζητοῦντες γὰρ τὸ διὰ τί τοιοῦτόν ἐστι τὸ περὶ οὖ ἡ ζίτησις τὸν ὁρισμὸν αὐτοῦ ἀκούσαντες παυόμεθα τοῦ ζη- ζητεῖν, οἷον διὰ τί τὸ πῦρ θερμὸν γι-ο-̀)ν̔́ ε-́· ὅταν γὰρ ἀκούσωμεν τοῦτό ἐστι τὸ εἶναι αὐτῷ (αὐτὸ L) πυρί, τῷ (1. τὸ) θερμῷ εἶναι· πῦρ γάρ ἐστι στοιχεῖον ·θερμὸν καὶ ξηρόν. παλιν διὰ τί ἡ χιὼν διακριτικὸν (διακριτικὴ F) τῆς ὄψεως; ἐὰν ἀκούσωμεν, διότι λευκή, οὐ παὑομθα τοῦ ζητεῖν ἔτι τὸ διὰ τί· ὅταν δὲ ἀ·κο)̀́σωυͅ.ο͂ν, διότι τὸ λευκὸν χρῶμά ἐστι διακριτικὸν ὄψεως, ὅπεο ἐστὶν ὁρισμὸς τοῦ λευκοῦ, οὐκέτι ζητοῦμεν τὸ διὰ τί ἡ χίων διακριτικὸν τῆς ὄψεως. ἀνά- γεται οὖν ἄρα ἡ τοῦ διὰ τί ζήτησ ς εἰς τὸν λόγον καὶ τὸν ὁρισμὸν ἔσχατον. εἰπὼν δὲ τοῦτο πῶς τὸ ἔσχατον πρῶτόν ἐστι καὶ αἴτιον διὰ τοῦ ἑξῆς ἐδήλωσεν. αἴτιον δέ, φησί, καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον, ὅπερ σαφὲς ἂν ἦν, εἰ οὕτως εἶπε· τὸ ἔσχατον λεγόμενον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει. καὶ συλλογιστέον οὕτως· τὸ ἔσχατον ἐν τῇ ἀπαιτήσει τοῦ διὰ τί κυρίως ἐστὶν αἴτιον· τὸ κυρίως αἴτιον πρῶτόν ἐστι τῇ φύσει τῶν αἰτίων· καὶ συμπέρασμα τὸ ἔσχατον ἄρα ἐν τῇ ἀπαιτήσει τοῦ διὰ τί .ἵ.οοιδοιa---νον πρῶτόν ἐστι τῇ φύσει τῶν αἰτίων.- εἶτα προσληπτέον ἐλάττονα πρότασιν καὶ λεκτέον οὕτως· ὁ λόγος τοῦ τί ἐστι καὶ ὁ ὁρισμὸς ἔσγατοιν ἐστιν ἐν ~r ἀποδόσει τῆς ζητήσεως τοῦ διὰ τί. καὶ συν3αι τᾶι συμπέρασμα διὰ ṛρο.́)̀Ὰ)‘ιγισμοῦ τῆς μείζονος προτάσεως ὅτι ὁ λόγος (ὀλ ) καὶ ὁ ὁρισμὸς πρῶτόν ἐστι τῇ ct’jjEt τῶν αἰτίων LF)

21
ἄρα μίαν εἶπεν εἶναι αἰτίαν τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι ἑκάστου. τοὺ δὲ αἰτίαν εἶναι ταύτην δεικτικὸν παρέθετο τὸ ὅτι ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον· ἔσχατον δὲ εἶπεν· εἶεν γὰρ ἄν τινες καὶ ἄλλαι ἀποκρίσεις πρὸς τὴν τοῦ διὰ τί ἀπαίτησιν οὐδέπω τὸν λόγον καὶ τὸν ὁρισμὸν ἔχουσαι· διὸ οὐδέπω αἱ τοιαῦται ἀποδόσεις τῆς αἰτίας τῆς κατὰ τὸ εἶδός εἰσι διδασκαλικαί, οὐδὲ ὁ ζητῶν τὸ διὰ τί τῆς ζητήσεως ἤδη παύεται. οὐ γὰρ οἷόν τε ζητουμένου ἔτι τοῦ διὰ τί λέγειν ἀποδεδόσθαι τὴν αἰτίαν· ἡ γὰρ τοῦ διὰ τί ζήτησις αἰτίας ζήτησίς ἐστιν. ὃ οὖν ἀκούσαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τὸ διὰ τί ζητήσεως, τοῦτο αἴτιον· παυόμεθα δὲ τὸν ὁρισμὸν καὶ τὸ εἶδος ἀκούσαντες τῆς διὰ τί ζητήσεως· αἴτιον ἄρα καὶ τοῦτο. εἰπὼν δὲ ἐπὶ ἔσχατον τὸν ὁρισμὸν τὸ διὰ τί ἀνά|γεσθαι, πῶς τὸ ἔσχατον πρῶτόν ἐστι καὶ αἴτιον διὰ [*](18) τοῦ ἑξῆς ἐδήλωσε· τὸ γὰρ ἔσχατον λεγόμενον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει καὶ αἴτιον· διὸ ἐπήνεγκεν αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον. τὸ μὲν γὰρ ἐν τῇ τοὐ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον κυρίως αἴτιον· τὸ δὲ οὕτως αἴτιον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων· τὸ ἄρ ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον πρῶιον αἴτιον τῶν οὕτως αἰτίων ἐστίν. ᾧ εἰ προσληφθείη τὸ ὁ δὲ ὁρισμὸς ἔσχατον ἐν τῇ τοῦ διὰ τί ἀποδέσει, συνάγοιτο ἂν τὸ τὸν ὁρισμὸν πρῶιον αἴτιον εἶναι τῶν κατὰ τὸ εἶδος αἰτίων. τὸ τί ᾖν εἶναι ἄρα καὶ ὁ ὁρισμὸς πρῶιον αἴτιον, τουτέστι τὸ εἶδος· κατὰ γὰρ τιὸ εἶδος ἑκάστου τὸ τί ἦν εἶναι. ἢ τὸ αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον ὡς ἴσον εἴρηκε τῷ αἴτιον δὲ καὶ ἀρχὴ καὶ πρῶτον τὸ διὰ τί, τουτέστιν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι, ἐπεὶ τὸ ἔσχατον ἀποδιδόμενον ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει πρῶτόν ἐστιν αἴτιον. ἢ τῶν πρὸ αὐτοῦ ἀποδοθέντων εἶπεν αἴτιον καὶ ἀρχὴν εἶναι τῶν ἐν τῇ τοῦ διὰ τί ἀποδόσει· τοῦτο γάρ ἐστι τὸ ἔσχατον ἀποδιδόμενον· τὸ γὰρ ἐν τῇ τοῦ διὰ τί ἀποδόσει ἔσχατον πρῶτόν ἐστιν ἐστιν αἴτιον καὶ ἀρχή. οὐκ εἶπε δὲ ὅτι τὸ ἔσχατον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν. ἐν τῇ φύσει, ἀλλὰ καὶ χωρὶς τοῦ τοῦτο εἰπεῖν τὸ ἑπόμενον αὐτοῦ εἰπών, τὸ αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον, ἀσαφῆ τὴν λέξιν ἐποίησε. διὰ γὰρ τοῦτο τὸ διὰ τί πρῶτον, ὅτι τὸ ἔσχατον ἐν τῇ ἀποδόσει τοῦ διὰ τί τὸ πρῶτον τῇ φύσει | ἐν τῇ τοὐ διὰ τί ἀποδόσει] αἴτιόν τε ἇί ἀρχή. ὅτι δὲ ἡ τοῦ διὰ τί ἀπόδοσις ἡ ὑστάτη πρώτης αἰτίας ἐστὶ δηλωτική, πρόδηλον ἐκ τοῦ ἀρχῆς ἀπαίτησιν εἶναι τὸ διὰ τί· μεθ’ ἣν δὲ ἀπόδοσιν οὐκ ἐπιζητεῖται τὸ διὰ τί, τοῦτ’ ἄν εἴη ἡ κυρίως ἀρχή, ἡ δὲ ἀρχὴ πρῶτον.

[*](3 εῖς] πρῶτον εἰς Metaph. libri praeter unum omnes καλῶς δὲ προσέθηκε τὸ ἔσχατον Ascl. 8 ὃ] εἰ Ascl. 9 τοῦτο τοῦ διὰ τι Ascl. 10 τοῦτο αἴτιον A: τοῦ αἰτίου Ascl. 11 τῆς τοῦ διὰ τί coni. Bonitz 13 τῶν ἑξῆς Ascl. 18 ᾧ M: 0 A 19 ἂν] ὅτι ἂν A 32 ἐν τῇ—ἀποδόσει del. Bonitz 33 πρώτης αἰτίας M: πρώτη αἰτία Α 34 δὲ Α: δὴ LF 35 τοῦτ᾿ LFS: τότ’ Α 35. 36 ἡ δὲ ἀρχὴ πρῶτον om. LF)
22
[*](p. 983a29)

Μίαν δὲ τὴν ὕλην καὶτὸ ὑποκείμενον.

ἐπὶ πλέον τὸ ὑποκείμενον τῆς ὕλης· τὸ γὰρ ἐν τοῖς θείοις ὑποκεί- ὑποκείμενόν οὐχ ὕλη.

[*](p. 983a31)

τετάρτην δὲ τὴν ἀντικειμένην αἰτίαν ταύτῃ, τὸ οὗ ἕνεκα καὶ τἀγαθόν· τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἐστίν.

Mνημονεύσας τοῦ ποιητικοῦ αἰτίου, τοῦτο ·δέ ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἀντικειμένην φησὶν αἰτίαν εἶναι ἰῇ ποιητικῇ τὴν τελικήν, καθὸ ἡ μὲν προϋπάρχει ἡ δὲ ἐσχάτη γίγνεται. ὃ ἐδήλωσεν αὐτὸς προσθεὶς τὸ τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἐστίν· εἰ γὰρ ἐκεῖνο μὲν ἀρχὴ τοῦτο δὲ τέλος , εἰκότως ἀντίκειται. ἔστι δὲ τὸ τέλος αἴτιον τοῦ ποιητικοῦ, τῇ μὲν γενέσει ἔσχατον ὄν, τῇ δὲ φύσει καὶ τῷ λόγῳ πρῶτον· τοῦτο γὰρ τῷ λόγῳ προλαβόντες διὰ τοῦτο τῆς πράξεως ἀρχόμεθα. ἀλλὰ καὶ ἐν το7ς φύσει γινομένοις σκοπὸς ιοῦιο, ὁ δὲ σκοπὸς προὐ-ι ἄρχοι. ὅτι δὲ τὸ ἀγαθόν ἐστι τὸ ὡς τέλος αἴτιον καὶ ἡ τοιαύτη ἀρχὴ τέλος γενέσεως καὶ κινήσεως πάσης, καὶ τῶν ’Πθικῶν ἀρχόμενος, ὡς ἤδη προεῖπον, ἐδήλωσεν εἰπὼν "-7.37 τέχνη καὶ πάσα μέθοδος ἀγαθοῦ τινός’’. εἰ δὲ πάντα τοὐ οἰκείου | τέλους ὡς ἀγαθοῦ ἐφίεται, τὸ κυρίως [*](19) τέλος καὶ οὗ πάντα ἐφίεται τὰ ἐν κινήσει εἴη ἂν τὸ ἀγαθὸν καὶ τὸ τῶν ὄντων ἄριστον· ὃ καὶ αὐτὸς ἐν τοῖς ’Uθικοῖς ἐδήλωσεν εἰπὼν ‘ιδιὸ καλῶς ἀπεφήναντο τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται“.

Ποιησάμενος δὲ τὴν τῶν αἰτίων διαίρεσιν μέλλων ζητεῖν περὶ ποίας αἰτίας μάλιστα τοῦ σοφοῦ εἰδέναι, ἐπεὶ πλεοναχῶς τὰ αἴτια, εἰκότως πρῶ- [*](1 μίαν Α: ἑτέραν LF Metaph. cod. A’> 7. 8 H1νημονεύσας — ·Lινήσς͂ως om. LF 9 post προυπάρχει add. ἡ ποιητική LF 9. 10 ὃ καὶ ἐδήλωσε προσθεὶς LF 10 κί- κινήσεως καὶ γενέσεως L et omisso καὶ F 11 ἐστι δέ πως τὸ LF 16 τῶν 'H9t- κῶν] Eth. Nicom. Al p. 1094^1 Ι7. 18 μέθοδος, ὁμοίως πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ LF . 19 πάντα ἐφίεται LF: πάντα φύεται Α 20 ἐν τοῖς ’Hθικοῖς] Eth. Nicora. Α1 p. 1094a2) [*](ALT. REC. GR. DISCR. 2. 3 ’L̀πὶ — ὕλη] οὐ γὰρ πᾶν τὸ υ-ιhοκείμε ὂν ὕλη ἐστίν· ἡ ὕλη γὰρ ἐν τῷ δυνάμει θεω-. ῥεῖται, τὸ δὲ δυνάμει δύναται ὃ κατέχει ἀποβαλεῖν καὶ ἄλλο δέξασθαι. τὸ δὲ τοῖς θείοις ·)̀ποκεί1.ε ὁ σώμασιν οὐ τοιοῦτον· ἀίδια γὰρ ἐκεῖνα καὶ ἀναλλοίωτα· ἅπαξ γὰρ ἐκεῖνα τὸ εἶδος δοξάμενα (1. δες̔άμενα) καὶ ὑπ’ ἐκείνου κατασχεθέντα οὐ δύναται τοῦτο ἔτι ἀποβ‘ λέσθαι. εἰ οὖν ἀπέβαλε τὸ ὑπο·κείἰ .ενον τὸ δυνάμει, οὐδ’ ὕλη ἐστίν· ἐπὶ πλέον ἄρα τὸ ὑποκείμενον τῆς ὕλης LF 22 rlοιησάlαενοb́—τͅιστεύσομεν (ρ. 23Φ τεθεώρηται μὲν οὐνὶκανῶςπερὶαὐτῶνἡμῖνἐντοῖςπερὶ φύσεως: Eἰκαὶἱκανῶς,φησί,περὶτῶ-ν ἀρχῶν τῶν φυσικῶν ἐν τοῖς περὶ φύσεως διήλθομεν λόγοις, ἐν τῇ ἐπιγραφομένῃ Φυσικῇ ἀκροάσει, ὅμως δεῖ ἡμᾶς παραλαβεῖν εἰς τὴν τῶν αἰτιῶν εὕρεσιν τῶν πρὸ ἡμῶν φιλοσοφη-)

23
τὸν τὰς τῶν ἄλλων δόξας ἐπισκοπεῖ τῶν πρὸ αὐτοῦ, ἐπὶ ποῖον αἴτιον ἢ ποῖα κατηνέχθησαν. τοῦτο δέ, φησίν, ἔσται χρήσιμον ἡμῖν καὶ πρὸς τὴν τῶν αἰτίων τῶν εἰρημένων βεβαίωσιν. ἢ γὰρ καὶ ἄλλον τρόπον εὑρήσομεν αἰτίων, εἰ μὴ φαίνονται τὰ ὑπὸ τῶν ἀρχαίων περὶ αἰτίων λεγόμενα ὑπὸ τὴν διαίρεσιν πίπτοντα, ἢ εἰ τὰ πρὸς ἐκείνων λεγόμενα μὴ ἐκβαίνει τὰ ὑφ’ ἡμῶν κατηριθμημένα τῶν αἰτίων, ἤδη μᾶλλον τῇ διαιρέσει ὡς ὑγιῶς ἐχούσῃ πιστεύσομεν.

[*](p. 983b6)

Τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι.

τὴν μὲν αἰτίαν δι’ ἣν τὰ ὑπὸ τῶν ἄλλων εἰρημένα ἱστορεῖ νῦν, σαφῶς αὐτὸς εἴρηκε. μνημονεύει δὲ τῶν ἀρχαίων οὐχ ὡς τῶν φυσικῶν οὐσιῶν τὰς ἀρχὰς ταύτας οἰομένων (οὐκέτι γὰρ οἰκεία δόξει τοῖς προκειμένοις ἡ ἱστορία), ἄλλ’ ὡς τῶν ὄντων πάντων, ἐν οἷς ἦν καὶ τὰ προκείμενα νῦν. ἔθεντο μὲν γὰρ τῶν φυσικῶν ἀρχὰς ἐκεῖνοι ταύτας ἃς λέγει· οἰόμενοι δὲ ταῦτα μόνον εἷναι καὶ οὐδὲν παρὰ ταῦτα, τὰς αὐτὰς ἀρχὰς τῶν τε φυσικῶν καὶ τῶν ὄντων ἁπάντων ἐζήτουν. ὅτι δὲ τὴν κατὰ τὴν ὕλην μόνην αἰτίαν ὑπετίθεντο, ἐδήλωσε διὰ τοῦ δεῖξαι λέγοντας αὐτοὺς αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων, ἐξ οὗ τι γίνεται πρώτου καὶ εἰς ὃ φθείρεται τελευταῖον, τῆς οὐσίας μενούσης, τοῖς δὲ πάθεσι μεταβαλλούσης. τὸ γὰρ τοιοῦτον ὕλη, ἥτις τὴν μὲν αὑτῆς οὐσίαν ἐν οἷς ἂν ᾖ σώζει ἄφθαρτον καὶ ἀγέννητον, κατὰ δὲ τὰ πάθη ἡ μεταβολὴ αὐτῆς ἐν τοῖς τῶν ἐξ αὐτῆς γινομένων γένεσιν. τὸ δὲ τὰς ἐν ὕλης εἴδει ἀντὶ τοῦ τὰς ἐν τῷδε τῷ εἴδει τῶν ἀρχῶν τῷ κατὰ τὴν ὕλην μόνας ᾠήθησαν εἶναι. καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐδὲν οἴονται οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης. τοῖς δὲ ποιοῦσι τὴν [*](14 ταῦτα μόνον μόνοις FL1) ὄντα εἶναι LF 15 ἐζήτουν Α: ᾤοντο εἶναι LF 18 ὑπομενούσης Metaph. 19 αὐτῆς libri 20. 21 ἐν τοῖς—γένεσιν] ἐν τῇ—γενέσει coni. Bonitz 22 μόνας Bonitz: μόνως Α: μόνον M) [*](ALT. REC. GR. DISCR. σάντων τὰς δόξας· συντελὲς γὰρ ἡμῖν τοῦτο εἰς τὴν τῆς ἀληθείς τῶν αἰτίων εὕρεσιν, καθάπερ τοῖς πρὸ τοῦ ἔργου τι προπαρασκευάζουσιν εἰς συντέλειαν ἐκείνου, οἷον τοῖς πρὸ τοῦ πολέμου ὅπλα καὶ ἵππον· ὁμολογουμένως γὰρ οἱ παλαιοὶ ὑποτίθενται ἀρχὰς καὶ αἴτια. ἐντεῦθεν οὑν ἐκ τοῦ ἐπελθεῖν ταῦτα ἡ καὶ ἕτερόν τι γένος εὑρήσομεν αἰτιῶν παρὰ ταῦτα ἅπερ ἡμεῖς εἰρήκαμεν, ἢ ἀσφαλῶς, εἰ μὴ εὑρήσομεν ἕτερον, αὐτοῖς τούτοις πιστεύσομεν LF 9 τὰ ὐπὸ—νῦν] τὰς τῶν πρὸ αὐτοῦ φιλοσοφησάντων περὶ τῶν ἀρχῶν δόξας ἐκτίθεται LF 19 ἥτις—μεταβολή (p. 24,6. 7)] τὸ δὲ τὰς ἐν ὕλης εἴδει εἴρηται ἀντὶ τοῦ τὰς ἐν τῷ τῆς ὕλης εἴδει ὑπαρχούσας ἀρχάς, ὥσπερ λέγομεν τοὺς ἐν τῷ εἴδει ὑπάρχοντας τοῦ ἀνθρώπου ἀτόμους ἀνθρώπους· κοινόν τι γὰρ τὸ εἶδος κατὰ πολλῶν κατηγορούμενον· οὕτω δὴ καὶ ἡ ὕλη κοινόν τί ἐστι κατηγορουμένη ὡς εἶδος κατὰ πολλῶν τῶν δυνάμει τόδε ὄντων, ἐξ ὧν δύναταί τι γίνεσθαι, οἷον ὡς ἐκ ξύλου κλίνη καὶ ἐκ χαλκοῦ ἀνδριὰς καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἁπλῶς τὸ ἐξ οὐ ὑποκειμένου δυνάμενόν τι γίνεσθαι LF; quae sequuntur τίνες δέ εἰσιν—ὑποκείμενόν ἐστιν (p. 24,14) iidem alio loco habent (v. p. 24))

24
μὲν ὕλην σῶμά τι ἐνεργείᾳ, καὶ μὴ ὡς Ἀριστοτέλης λέγει δυνάμει, τὸ μηδὲ γίνεσθαι καὶ φθείρεσθαι ἁπλῶς τι, ἀλλ’ εἶναι τὴν καλουμένην γένεσιν ἀλλοίωσιν, ὡς ἐν τοῖς Περὶ γενέσεως ἔδειξε· τὴν γὰρ ὕλην ἐνεργείᾳ οὖσαν καὶ ὑπομένουσαν ἀεὶ τὴν αὐτήν· ἄφθαρτον γὰρ τὴν ἀρχὴν καὶ κατ’ οὐσίαν ἀμετάβλητον ὑποτίθενται οὖσαν, καὶ τῶν ἐξ αὐτῆς γιγνομένων οὐσιῶν ἀλλάσσειν τὰ πάθη· ἀλλοίωσις γάρ ἐστιν ἡ κατὰ πάθος μεταβολή. τίνες δέ εἰσιν οἱ τὴν ὑλικὴν αἰτίαν μόνην ὑποθέμενοι, καθ’ οὗς ἡ κυρίως λεγομένη γένεσις οὐ σώζεται, ἑξῆς παρατίθεται. ὧν πρῶτόν φησι Θαλῆν γενέσθαι (ἀρχηγὸς γὰρ οὗτος τῆς φυσικῆς φιλοσοφίας δοκεῖ τῶν μνημονευομέ|νων γεγονέναι) καὶ σαφῶς ἐκτίθεται τὴν δόξαν αὐτοῦ. [*](20) ἔδειξε δὲ γνωρίμως διὰ τοῦ παραδείγματος ἀπὶ τοῦ Σωκράτους, πῶς οὐ σώζεται γένεσις καθ’ οὓς τὸ ὑποκείμενον παντάπασιν ἐνεργείᾳ ἐστί, σῶζον ἀεὶ τὴν οἰκείαν οὐσίαν ἐν οἷς ἂν ᾖ· ἕκαστον γὰρ τῶν ἐκ τούτου γιγνομένων πως ἔχον τὸ ὑποκείμενόν ἐστιν. τὸ δὲ δεῖ γὰρ εἶναί τινα φύσιν ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίγνεται τὰ ἄλλα σωζομένης ἐκείνης εἶπε καθ’ οὓς μὲν ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη ἐνεργείᾳ τι ὂν ἤδη καθ’ αὑτό ἐστι, καθ’ οὓς δὲ πλείω, ὡς καὶ αὐτὸς δι’ ὧν ἐπιφέρει δηλοῖ· οὐδὲ καθ’ οὓς πλείω, κατὰ τούτους οὐ τὰ αὐτά. διὸ εἶπε τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας. τοιαύτης, τῆς φυσικῆς τε καὶ θεωρητικῆς· αὐτὸς γὰρ τῶν μνημονευομένων φυσικῶν ἀρχαιότατος. ὅτι δὲ κατὰ τοῦτον τὸ ὕδωρ ἡ ἀρχή, καὶ διὰ τί, σαφῶς παρατίθεται· ὅτι τε γὰρ ἡ τροφὴ πάντων ὑγρά, ἐκ δὲ τῆς τροφῆς ἑκάστῳ τὸ εἶναι, καὶ ὅτι πάντων τὰ σπέρματα, ἐξ ὧν ἡ γένεσις αὐτοῖς, ὑγρὰ τὴν φύσιν, καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γινόμενον, ἐκ τοῦ ὑγροῦ. ἐκ γὰρ τῆς ἀναθυμιάσεως τῆς ἀπὸ τοῦ ὑγροῦ τὴν γένεσιν τοῦ θερμοῦ τε καὶ πυρὸς οἱ περὶ Θαλῆν γίγνεσθαι ἐτίθεντο· καὶ γὰρ τρέφεσθαι ὑπὸ τούτου αὐτὸ καὶ εἶναί τε καὶ σώζεσθαι· τοῦτο γάρ ἐστι τὸ καὶ τούτῳ ζῆν. ὥστε καὶ τοῦ θερμοῦ τὸ ὑγρὸν αὐτοῖς ἀρχή τε καὶ στοιχεῖον, [*](3 ἐν τοῖς Περὶ γενέσεως] Α 4 14 ἐστιν. τὸ δὲ Α: ἐστι τόδε LF, fort. ’ecte 15 ἡ (ante μίαν) om. L 28. 29 τὸ καὶ τούτω ζῆν LF: καὶ τοῦτο ζῆν Α 29 ζῆν] ζῶν Metaph. vulg.) [*](ALT. REC. GR. DISCR. 15 ἐξ ὧν γίγνεται—ἡ ἀρχή (22)] πάντες μὲν ὑπετίθεντο ὑλικήν τινα αἰτίαν ἢ μίαν ἡ πλείους ἐξ ὧν γίνεται τὰ ἄλλα σωζομένης αὐτῆς κατὰ μεταβολήν, ὥστε αὐτὴν ἀμετάβλητον εἶναι, περὶ αὐτὴν δὲ τὴν μεταβολὴν γίνεσθαι. τὸ δὲ εἶδος τῆς τοιαύτης ὕλης ἤτοι φύσεως οὐ τὸ αὐτὸ πάντες ἔλεγον, ἀλλ’ οἱ μὲν ὕδωρ οἱ δὲ πῦρ ἡ ἄλλο τι τῶν τεσσάρων, ἢ παρὰ ταῦτα τὸ μεταξύ, ὡς καὶ ἐν ἄλλοις ἐδήλωσεν. ἀλλ’ οὐδὲ τὸ πλῆθος τὸ αὐτό· οἱ μὲν γὰρ ἒν ἔλεγον, οἱ δὲ πλείω. καὶ διεφέροντο κτὰ τοῦτο, πάντες δὲ ὁμοίως ὑλικὴν τὴν αἰτίαν ὑπετίθεντο Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι. inde sequuntur quae vulgata supra habet v. 7—14 τίνες δὲ—ὑποκείμενόν ἐστι τόδε, deinde pergunt Θαλῆς γοῦν ὁ τῆς τοιαὐτης ἀρχηγὸς φιλοσοφίας, τῆς φυσικῆς δηλαδή τε καὶ θεωρητικῆς τὸ ὕδωρ τῶν ὄντων πάντων ἀρχὴν ἔλεγε LF)
25
τοῦτο αὐτῶν ἐστιν ἀρχή· ὥστε καὶ τοῦ πυρὸς τὸ ὕδωρ, εἰ ἐκ τούτου γίγνεται· γίγνεται δὲ ἐκ τούτου, ἐπεὶ καὶ τρέφεται. τὸ δ’ ὕδωρ ἀρχὴ φύσεως ἐστι τοῖς ὑγροῖς, ἀντὶ τοῦ τὸ ὕδωρ ἀρχὴ καὶ φύσις καὶ αἰτία τοῦ εἷναί ἐστι τοῖς ὑγροῖς. εἰ δὲ τοῖς μὲν ἄλλοις ὡς καὶ τοῖς σπέρμασιν ἀρχὴ τὸ ὑγρόν, τῶν δὲ ὑγρῶν ἀρχὴ τὸ ὕδωρ, εἴη ἂν τοῦτο καὶ τῶν ὑπ’ αὐτὸ ἀρχή. εἰσὶ δέ τινες οἳ καὶ τοὺς πάνυ παλαιοὺς ἱστοροῦσιν. ὡς τῆς δόξης ταύτης καὶ εἰς τοὺς ἀρχαιοτάτους ἀναφερομένης ὑπό τινων καὶ τοὺς πρώτους εἰπόντας τι περὶ θεῶν· καὶ πῶς, λέγει. λέγοι δ’ ἂν περὶ Ὁμήρου τε καὶ ‘Hσιόδου ὡς πρώτων θεολόγων.

[*](p. 983b32)

Τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον. ὅρκος δὲ τὸ τιμιωτατον.

Ὅ βούλεται μὲν συνάγειν ἔστιν ὅτι οἱ τὸν τῶν θεῶν ὅρκον ὕδωρ ὑποθέμενοι παραπλησίως Θαλῇ ἀρχὴν τῶν ὄντων τὸ ὕδωρ ὑποτίθενται. διὰ τοιούτου δὲ συλλογισμοῦ τοῦτο λαμβάνομεν. τὸ τιμιώτατον καὶ πρεσβύτατον δηλονότι καὶ ἀρχή· ὅρκος δὲ τὸ τιμιώτατον· ὃ γὰρ ὄμνυμεν, ὡς τιμιώτατον ὄμνυμεν· ὁ ὅρκος ἄρα πρεσβύτατόν ἐστι καὶ ἀρχή. τοῦτο δὲ ἦν ὕδωρ· ἡ γὰρ Στὺξ τὸ ὕδωρ κατ’ αὐτούς. δόξει δὲ ἐπὶ τῇ λέξει ἐν δευτέρῳ σχήματι δύο λαμβάνειν καταφατικὰς προτάσεις, τῷ μὴ εἰπεῖν τὸ τιμιώτατον πρε|σβύτατον, ἀλλὰ τιμιώτατον τὸ πρεσβύτατον, ὃ ἴσον φαίνεται [*](21) τῷ τιμιώτατον πρεσβύτατον. οὕτω δὲ ἐχούσης τῆς προτάσεως γίνεται τὸ οευτερον σχημα, του μὲν ὄρου του τιμιωτάτου ὲν αμφοτεραις ταῖς προ- [*](1 τὸ γιγνόμενον LF 2 εἰ Α: εἴ γε LF 3. 4 ἀρχὴ—ἐστι] sic etiam Metaph. libri quattuor: ceteri ἀρχὴν—εἶναι 4 τοῖς ὑγροῖς LFS: τῆς ὑγρᾶς Α τὸ δὲ ὕδωρ LF 6. 7 εἴη ἄν τὸ ὕδωρ καὶ λοιπῶν ἀρχή LF 7 πάνυ παλαιοὺς] παμπαλαίους Metaph. vulg. 21 τῷ—πρεσβύτατον] τῷ τὸ πρεσβύτατον τιμιώτατον coni. Bonitz) [*](ALT. REC. GR. DISCR. εἰσὶ—ὑπ᾿ αὐτοῦ (p. 26,18)] Εἰσὶ δέ τινες οἳ καὶ τοὺς παλαιοὺς καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας: Τοῦ εἰδέναι ὕδωρ ἀρχὴν τῶν ὄντων φησὶ τὸ καί τινας τοῦτο λέγειν τῶν ποιητῶν, παλαιοτέρους ὄντας τῶν φυσικῶν Θαλοῦ τε καὶ τῶν ἐφεξῆς, οἵτινες δὴ ποιηταὶ Ὠκεανὸν ἔλεγον θεῶν πατέρα καὶ μητέρα Τηθύν, Ὠκεανὸν μὲν λέγοντες τὸ ὕδωρ τὸ κυκλοῦν τὴν γῆν, Τηθὺν δὲ τὴν γῆν ὡς θρέπτειραν πάντων τῶν γινομένων· τήθη γὰρ ἡ τροφός καὶ συνελογίζοντο οὕτως δεικνύντες τὸ ὕδωρ εἶναι ἀρχὴν πάντων τῶν γινομένων ἐκ τοῦ εἶναι τὸ ὕδωρ ὅρκον τῶν θεῶν· ‘ὁ ὅρκος τίμιον, τὸ τίμιον πρεσβύτερον᾿, συμπέρασμα ·ὁ ὅρκος πρεσβύτερον᾿· εἶτα πρόσληψις προτάσεως ἐλάττονος ‘τὸ ὕδωρ ὅρκος᾿, καὶ συναγωγὴ τοῦ συμπεράσματος ‘τὸ ὕδωρ πρεσβύτερον’. φησὶ γὰρ ὁ ποιητὴς [Ο 37] “καὶ τὸ κατειβόμενον Στύγος [ἄωτον] ὕδωρ”, διὰ τούτων τήν ῥευστὴν γένεσιν αἰνιττομένων τῶν ποιητῶν· ῥεῖ γὰρ ἡ τῶν γένεσις· ἄωτον μὲν λέγων ὁ ποιητὴς [? Callim. h. II 112] τὸ ἐξάκουστον, Στύγα δὲ τὸ μισητόν· ὁ γὰρ ὅρκος ἐν ἀπίστοις παραλαμβάνεται, μισεῖ δὲ πᾶς ὁ μὴ πιστευόμενος τὸν μὴ πιστεύοντα· εἰ οὖν ὁ ὅρκος πρὸς βεβαίωσιν τῆς ἀπιστίας λαμβάνεται, εἰκότως ὁ ὅρκος μισητόν· διὰ δὴ τοῦτο καὶ τὸ ὕδωρ Στὺξ ὠνομάζετο. ἐπεὶ δὲ σύγγραμμα Θαλοῦ φέρεται οὐδαμοῦ ἐξ οὗ τις τὸ βέβαιον ἕξει τοῦ ταῦτα τοῦτον λέγεσθαι τὸν τρόπον ὑπ᾿ αὐτοῦ, εἰκότως τὸ λέγεται οὕτως ἀποφήνασθαι εἶπεν LF)

26
τάσεσι κατηγορουμένου καταφατικῶς, ὅπερ ἐστὶν ἀσυλλόγιστον. οὐ μὴν οὕτως ἔχει, ἀλλ’ ἔστιν ὁ λόγος ἐν τῷ πρώτῳ σχήματι, καὶ τὸ τιμιώτατον κατηγορεῖται μὲν τοῦ ὅρκου, ὑπόκειται δὲ τῷ πρεσβύτατον. οὕτως δὲ εἶπεν ὡς ἀντιστρεφόντων τοὺ πρεσβυτάτου τε καὶ τῆς ἀρχῆς πρὸς τὸ τιμιώτατον. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ τὸ μὲν γὰρ τιμιώτατον πρεσβύτατον· ὅτι γὰρ ὡς τούτῳ ἴσον τοῦτο εἶπεν, ἐδήλωσεν ἐπενεγκὼν ὅρκος δὲ τὸ τιμιώτατον, τηρήσας τῷ τιμιωτάτῳ τοῦτο.

[*](p. 983b33)

Εἰ μὲν οὗν ἀρχαία αὕτη.

Ὡς ἀδήλου τούτου, εἴτε οἱ πρῶτοι θεόλογοι ταύτης ἦσαν τῆς δόξης εἴτε μή, ταῦτα λέγει· οὐ γὰρ ἄντικρυς τοῦτο ἔλεγον, ἀλλὰ πειρῶντα τινες διὰ συλλογισμοῦ δεικνύναι. εἰ δὲ καὶ συνελογίζοντο δύο καταφάσεις ἐν δευτέρῳ σχήματι λαμβάνοντες, ὡς δοκεῖ ἔχειν ὁ εἰρημένος λόγος, ἔτι ἀδηλότερον.

[*](p. 084a2)

Θαλῆς μέντοι λέγεται οὕτως ἀποφήνασθαι περὶ τῆς πρώτης αἰτίας.

εἰκότως τὸ λέγεται οὕτως ἀποφήνασθαι· οὐδὲν γὰρ προφέρεται αὐτοῦ σύγγραμμα, ἐξ οὗ τις τὸ βέβαιον ἕξει τοῦ ταῦτα λέγεσθαι τοῦτον τὸν τρόπον ὑπ’ αὐτοῦ.

[*](p. 984a3)

Ἵππωνα δ’ οὖν οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας.

Ἵππωνα ἱστοροῦσιν ἀρχὴν ἁπλῶς τὸ ὑγρὸν ἀδιορίστως ὑποθέσθαι, οὐ διασαφήσαντα πότερον ὕδωρ, ὡς Θαλῆς, ἢ ἀήρ, ὡς Ἀναξιμένης καὶ Διογένης. διὸ καὶ παραιτεῖται αὐτοῦ τὴν δόξαν ὡς ἐπιπόλαιον καὶ οὐδὲν διασαφοῦσαν. ἢ οὐχ ὡς ἀδιάρθρωτον αὐτοῦ τὴν δόξαν παραιτεῖται· οὐ γὰρ εἶπε διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς δόξης, ἀλλ’ ὡς οὐκ ὀφείλοντα ἐν τοῖς φιλοσόφοις ἐγκαταριθμεῖσθαι διὰ τὴν τῆς διανοίας εὐτέλειαν. διὰ γὰρ τοῦτο [*](3 τῷ S: τὸ A 4 ἀντιστραφέντων Α 14. 15 περὶ τῆς πρώτης—ἀποφήνασθαι (16) M: om. Α 19 δ’ οὖν] γὰρ Metaph. vulg.) [*](ALT. REC. GR. DISCR. 19 Ἵππωνα—θεμένων (p. 27, 6)] Ἵππωνα γὰρ οὑκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων: Ἵππων τὴν αὐτὴν ἔσχε δόξαν Θαλῇ, ἀρχὴν λέγων καὶ αἰτίαν τῶν ὄντων τὸ ὕδωρ· φησὶ δὲ ὅτι οὐ δίκαιόν ἐστι συντάττειν τοῦτον τοῖς φυσικοῖς διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας. οὐκ εἶπε δὲ τῆς δόξης ὕδωρ γὰρ καὶ αὐτὸς ἐδόξαζεν ὡς Θαλῆς) ἀλλὰ διὰ τὴν ἀθεότητα· θεὸν γὰρ οὐ προεστήσατο τῶν ὄντων δημιουργόν· διὸ καὶ ἀπέπτυσε αὐτὸν εἰπὼν διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας: Ἀναξιμένης δέ ἀέρα καὶ Διογένης πρότερον ὕδατος: Μετὰ τοὺς τὸ ὕδωρ ἀρχὴν θεμένους τοὺς τὸν ἀέρα τὴν ἀρχὴν εἰπόντας λέγει, ὡς καὶ πρὸ τοῦ ὕδατος τοῦτον θεμένων LF)

27
εἶπε τὸ μετὰ τούτων, λέγων τῶν φιλοσόφων. τοῦτο δὲ λέγοι ἂν περὶ αὐτοῦ, ὅτι ἄθεος ἦν· τοιοῦτο γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα Ιππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
  1. Ἴσον ἐποίησεν· μοῖρα καταφθίμενον.
ἑξῆς δὲ λέγει περὶ τῶν τὸν ἀέρα ἀρχὴν εἰπόντων καὶ πρὸ τοῦ ὕδατος τοῦτον θεμένων· οὗτοι δὲ ἦσαν Ἀναξιμένης τε ὁ Μιλήσιος καὶ Διογενὴς ὁ Ἀπολλωνιάτης. Ἵππασον δὲ τὸν Μεταποντῖνον καὶ Ἡράκλειτον τὸν Ἐφέσιον λέγει πῦρ εἰπεῖν τὴν ἀρχὴν τῶν ὅλων.

[*](p. 984a8)

Ἐμπεδοκλῆς δὲ τέτταρα, πρὸς τοῖς εἰρημένοις γῆν προσθεὶς τέταρτον.

Τῶν γὰρ πρὸ αὐτοῦ οἱ μὲν πῦρ, οἱ δὲ ὕδωρ, οἱ δὲ ἀέρα ὑπέθεντο· τούτοις | οὖν τοῖς τρισὶ τὴν γῆν Ἐμπεδοκλῆς προσέθηκε τέταρτον.

[*](22)[*](p. 984a9)

Ταῦτα γὰρ ἀεὶ διαμένειν καὶ οὐ γίγνεσθαι ἀλλ’ ἢ πλήθει καὶ ὀλιγότητι συγκρινόμενα εἰς ἕν τε καὶ ἐξ ἑνός.

Εἶπε πῶς πλήθει καὶ ὀλιγότητι. ἡ μὲν γὰρ μῖξις αὐτῶν καὶ ἡ εἰς τὸ ἓν σύνοδος ὑπὸ τῆς φιλίας γιγνομένη εἰς ὀλιγότητα καὶ ἑνότητα εἶχε τὴν μεταβολήν, ἡ δὲ ὑπὸ τοῦ νείκους γιγνομένη διάκρισις καὶ χωρισμὸς τούτων ἐκ τοῦ ἑνὸς πολλὰ ἐποίει· ὡς δὲ δυναμένων ἐν τῇ τοιαύτῃ μεταβολῇ σώζειν αὐτῶν τὴν οἰκείαν φύσιν λέγει. ἢ οὐ περὶ τῆς συγκρίσεως καὶ τῆς διακρίσεως ὑπὸ τοῦ νείκους καὶ τῆς φιλίας γιγνομένων λέγει ταῦτα, ἀλλὰ περὶ τῆς δοκούσης αὐτῶν γενέσεως τε καὶ φθορᾶς· γίγνεσθαι μὲν γὰρ δοκεῖ ἕκαστον αὐτῶν ὅταν πλῆθός τι αὐτῶν ἅμα συγκριθῇ · ὅταν γὰρ ἔν τινι μίγματι πλείω τὰ τοὐ πυρὸς ᾖ μόρια, δοκεῖ γένεσις γίγνεσθαι πυρός, ὅταν δὲ ἐλάττω, φθορά. ἢ τὸ λεγόμενόν ἐστιν ὅτι αὐτὰ μὲν οὐ γίγνεται, τὸ δὲ πλῆθος καὶ ἡ ὀλιγότης τῶν ὄντων ἐκ τῆς τούτων διακρίσεως καὶ συγκρίσεως γίνονται.

[*](p. 984a11)

Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὢν τούτου, τοῖς δὲ ἔργοις ὕστερος.

Ἀναξαγόραν Ἐμπεδοκλέους πρότερον γενόμενον τοῖς ἔργοις φησὶ καὶ [*](2 ἐπίγραμμα]. cf. Bergkii P. lyr. II4 259 7. 8 Ἐφέσιον πῦρ εἰπεῖν τὴν ἀρχὴν τῶν ὅλων λέγει LF 9 τὰ τέτταρα LF: τὰ om. Α 11 οἱ πρὸ τοῦ Ἐμπεδοκλέους φιλόσοφοι οἱ μὲν LF 11. 12 ὑπετίθεντο. Ἐμπεδοκλῆς δὲ προσθεὶς τὴν γῆν τέτταρας τἀς ἀρχὰς τὰς ὑλικὰς ἔλεγε LF 13 ἀλλὰ πλήθει LF 14 συγκρινόμενα] add. καὶ διακρινόμενα 18. 19 δυναμένων—αὐτῶν LFS: δὲ—ἢ οὐ om. Α 25 γίνεται LF) [*](ALT. REC. GR. DISCR. 26 Ἀναξαγόρας—συγκρίματα (p. 28,21] Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὤν: Ἀναξαγόρας ἀπείρους ὑπετίθετο τὰς ἀρχὰς αὐ·τὰ τὰ ὁμοιομερῆ. διὸ καὶ εἶπεν αὐτὸν Ἐμπεδοκλέους πρεσβύτερον μὲν τῷ χρόνῳ, ὕστερον δὲ τοῖς ἔργοις, ἐπειδὴ συνετώτερόν ἐστι τὸ αὐτὸ)

28
τῇ περὶ τῶν φυσικῶν δόξῃ ὕστερον εἶναι, οὐ προκρίνων αὐτοῦ πάντως τὴν δόξαν τῆς Ἐμπεδοκλέους ὡς συνετωτέραν καὶ πλέον τι ἔχουσαν, ἀλλ’ ὑστέραν καὶ εὐτελεστέραν εὐτελεστέραν ἡγούμενος. ἐν ἄλλοις οὖν αὐτοῦ προκρίνει τὸν Ἐμπεδοκλέα. ὅτι τὰ αὐτὰ σώζει πεπερασàένα ὑποθέμενος τὰς ἀρχάς· ἄμεινον γὰρ τὸ πεπερασμένας τὰς ἀρχὰς ποιεῖν τοῦ ἀπείρους, εἰ δύναιτό τις διὰ τῶν πεπερασμένων ἀποδιδόναι τὰ αὐτά. ἔστι μέντοι ἐν οἷς καὶ τὴν Ἀναξαγόρου δόξαν τῆς Έμπεδοκλέους δόξης προκρίνει. νῦν μέντοι ἔοικεν ὕστερον αὐτὸν τοῖς ἔργοις λέγειν διὰ τὴν τῶν στοιχείων ἀπειρίαν· προειπὼν γὰρ ταῦτα ἐπήνεγκε τὸ ἀπείρους εἶναι τὰς ἀρχάς. προελθὼν μέντοι τὴν δόξαν αὐτοῦ σύμφωνον δείκνυσι τῇ Πλάτωνος, ὃς ὕστερος ἐγένετο. ἐξηγησάμενος γὰρ τὴν βούλησιν αὐτοῦ καὶ ὅτι δι’ ὧν λέγει λέγοι ἂν τὸ ἓν καὶ τὸ ἀόριστον ἀρχάς, ἐπιλέγει ‘‘βούλεται μέντοι τι παραπλήσιον τοΙς τε ὕστερον λέγουσι καὶ τοῖς φαινομένοις μᾶλλον.’’ σχεδὸν γὰρ ἅπαντα τὰ ὁμοιομερῆ, καθάπερ ὕδωρ πῦρ καὶ ἕκαστον τῶν τεσσάρων σωμάτων, συγκρίσει γίνεσθαί τε καὶ φθείρεσθαι δοκεῖ· τῇ γὰρ τῶν πλειόνων ὁμοίων συνόὸῳ ἕκαστον τόδε γίγνεσθαι. οὕτως Ἀναξαγόραν φησὶ ταῦτα τὰ ὁμοιομερῆ ἄπειρα ὄντα καὶ ἀίδια γίγνεσθαί τε δοκεῖν καὶ φθείρεσθαι, γίγνεσθαι μὲν τῇ τῶν πλειόνων ὁμοίων συνόδῳ, φζοθείρεσθαι δὲ τῇ διακρίσει. σχεδὸν δὲ πάντα εἶπε τὰ ὁμοιομερῆ· οὐ γάρ πάντα ἐν ιαῖς dp/ai? ἐτίθετο· τὸ γοῦν ὕδωρ καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸν ἀέρα ὁμοιομερῆ ὄντα, ὡς ἔστιν ἐκ τῆς ἐναργείας μαθεῖν, οὐκ ἔλεγε στοιχεῖα εἶναι, ἀλλὰ συγκρίματα. |

[*](p. 984a16)

’Ex μενοῦν τούτων μόνηντιςὰ̀ν αἰτίαν εἶναι νομίσειεν.

[*](23)

’Ex τούτων τῶν εἰρημένων· παρέθετο γὰρ τὰς ὑλικάς τε καὶ σωμα- τικὰς ἀρχάς. καίτοι ὀ̓ιuνηuι όνευσα- καὶ ’Eμγͅὀδοκ̀λέ‘)υς καὶ Ἀναξαγόρου, [*](2 καὶ πλέον — εὐτελεστέραν (3) M: om. Α 12 ἐπιλέγει] c. 8 p. OSDblf om. A) [*](ALT. REC. GR. DISCR. ποιεῖν ἐκ τῶν πεπερασμένων παρὸ ἐκ τῶν ἀπείρων. ὁ δὲ "E[xt:£007.X^s πεπερασμένας ἔλεγε τὰς ἀρχάς, ὡς πολλάκις εἴρηται, αὐτὰ τὰ τέσσαρα στοιχεῖα, Ἀναξαγόρας δὲ ἀπείρους τὰς ὁμοιομερείας. πῶς οὖν δυνατόν ἐστι τῶν ἀπείρων ἀρχῶν ἐπιστήμη (1. ἐπιστήμην) εἶναι; ἀσύνθετον γὰρ τὸ ἄπειρον. φησὶν οὖν ὅτι σχεδὸν ἅπαντα τὰ ὁμοιομερῆ, καθάπερ ὕδωρ ἢ πῦρ, οὕτω γίγνεσθαι καὶ ἀπόλλυσθαί φησι συγκρίσει καὶ διακρίσει μόνον· ἐτίθει γὰρ τὸ ὕδωρ καὶ τὸ πῦρ τῶν ὁμοιομερῶν, ὡς ἐκ τῆς ἐνεργείας (1. ἐναργείας) αὐτῆς ἐστι δῆλον· τὰ γὰρ μέρη τοῦ ὕδατος ἢ τοῦ πυρὸς ὕδωρ ἡ πῦρ λέγονταί τε καὶ εἰσί. καὶ ταῦτα οὖν τῶν ὁμοιομερῶν ὄντα γίνεσθαί τε καὶ φθείρεσθαι ἐδόκει [τῇ γὰρ τῶν πλειόνων καὶ ὁμοίων συνόδῳ ἕκαστον αὐτῶν γίνεσθαι add. F] γίνεσθαι μὲν τῇ τῶν ὁμοίων καὶ πλειόνων συνόδῳ, φθείρεσθι δὲ τῇ διακρίσει. προσέθηκε δὲ τὸ σχεδόν, ὅτι τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ τἄ σύστοιχα τούτοις ὁμοιομερῆ ὄντα οὐκ ἔλεγεν ἀρχὰς εἶναι καὶ στοιχεῖα, ἀλλὰ συγκρίματα ἢ συνθέσεις ἐκ τούτων τῶν ὁμοιομερῶν, καὶ τὴν γένεσιν τούτων ἔλεγε συγκρίσει τῶν ὁμοίων, φθορὰν ῳτὴν διάκρισιν (1. τῇ διακρίσει) γίνεσθαι LF 23 ἐκ τοὐτων—ἀρχάς ί24)] ἐκ τούτων, φησί, τῶν λεχθέντων περὶ ἀρχῶν τῶν γενομένων πάντων (om. F) φυσικῶν πραγμάτων μόνην τὴν ὑλικὴν αἰτίαν νομίσει (sic) παρ’ ἐκείνων εἰσάγεσθαι LF)

29
οἳ καὶ ποιητικὰ ἔθεντο αἴτια, ἀλλὰ καὶ τούτων ἐμνημόνευσε δηλῶν τίσι καὶ οὗτοι παρὰ τοὺς πρὸ αὐτῶν ὑλικοῖς αἰτίοις ἐχρήσαντο, ἐπεὶ καὶ τούτους ᾐτιάσατο ὡς μέχρι λόγου κεχρημένους τοῖς ποιητικοῖς αἰτίοις. οὐκέτι δὲ αὐτὰ παραλαμβάνοντας ἐν τῇ γενέσει τούτων ἃ ἐκ τῶν στοιχείων γεννῶσι.

[*](p. 984a18)

Προϊόντων δὲ οὕτως.

Λέγει πόθεν ἦλθον ἐπὶ τὸ ζητῆσαι μετὰ τὴν ὑλικὴν αἰτίαν τὴν ποιητικήν· ὅτι γὰρ δεῖ τι αἴτιον εἶναι τῷ ὑποκειμένῳ τῆς εἰς ἃ γίγνεται μεταβολῆς· οὐ γὰρ δὴ αὐτό τι αὑτὴ μεταβάλλειν ποιεῖ χωρὶς αἰτίας ἔξωθέν τινος.

[*](p. 984a27)

Οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς.

Λέγει πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικῇ τε αἰτίᾳ καὶ ἀρχῇ χρησαμένων· δόξει δὲ τὸ πάμπαν ἐξ ἀρχῆς προστεθεικέναι ὑπὲρ τοῦ δηλῶσαι τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην, ἐπεὶ ὧν γε ἐμνημόνευσεν, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς δοκοῦσί τι εἰρηκέναι καὶ περὶ τῆς ποιητικῆς ἀρχῆς, ὡς καὶ αὐτός τε προϊὼν μνημονεύσει. οὐδὲν ἐδυσχέραναν ἐν ἑαυτοῖς, οἷον οὐκ ἐπέστησαν τῇ τῶν λεγομένων ὑπ’ αὐτῶν ἀτοπίᾳ, οὐδ’ ἐμέμψαντο τοῖς λεγομένοις ὡς οὐχὶ καλῶς λεγομένοις, οὐδ’ ἐζήτησάν τινα καὶ ἄλλην ἀρχὴν πρὸς τῇ ὑλικῇ, ὡς οὐχ ἱκανῶς ἐχούσης τε καὶ λεγομένης ὑπ’ αὐτῶν.

[*](p. 984a29)

Ἀλλ᾿ ἔνιοί γε τῶν ἓν λεγόντων ὥσπερ ἡττηθέντες ὑπό ταύτης τῆς ζητήσεως τὸ ἓν ἀκίνητόν φασιν εἶναι.

Λέγει μὲν περὶ Ξενοφάνους καὶ Μελίσσου καὶ Παρμενίδου· οὗτοι γὰρ [*](3 τοῖς Α: ὡς LF 4 παραλαμβάνοντας LF: περιλαμβάνοντας Α γενέσει τῶν ἐκ τῶν στοιχείων γινομένων LF 6 τὴν αἰτίαν λέγει πόθεν LF 10 Ἐξ ἀρχῆς λέγει πάλιν Ascl. 12 τοὺς περὶ LF Ascl.: τὰ περὶ Α 12. 13 ἐπεὶ οἱ περὶ Ἀ. xat Ἐ. ἐμνημόνευσαν τῶν ποιητικῶν ἀρχῶν Ascl. 14 ἐν ἑαυτοῖς LF et Metaph. libri cluo: ἐν αὐτοῖς Α: ἑαυτοῖς Metaph. vulg.: πρὸς ἑαυτούς Ascl. 16 ὡς οὐχ ἱκανῶς LF Ascl. 17 πρὸ τῆς ὑλικῆς LF ἐχούσῃ—λεγομένῃ Ascl. 19 αὐτῆς LF) [*](ALT. REC. GR. DISCR. 1 οἳ οὐ μόνον ὑλικὰς αἰτίας εἰσῆγον ἀλλὰ καὶ ποιητικὰ LF 8 τινος—ἐαυτοῖς (14)] τινος· ἀλλ’ εἰ ἔστιν ὅλως κίνησις ἢ μεταβολή, ἄλλο χρὴ τό ποιοῦν εἶναι καὶ ἄλλο τὸ πάσχον. εἴ οὖν ἃς ὑπετίθεντο ἀρχὰς μεταβαλλούσας καὶ κινουμένας ἔλεγον ποιεῖν τὰ ἐξ αὐτῶν γινόμενα, εἴτε πλείους ταύτας εἴτε μίαν ἔλεγον εἶναι, ἔδει καὶ τὸ ποιοῦν εἶναι ἣν ἑτέραν ἀρχὴν εἴρηκεν: οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς: Πάμπαν ἀρχαίους λέγει τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην ὡς ἀρχηγοὺς τῆς φυσικῆς φιλοσοφίας, καὶ μᾶλλον Θαλῆν τὸν Μιλήσιον· λέγει οὑν πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικὴ τε καὶ (sic L, τε καὶ om. F) ἀρχῇ χρησαμένων, ἐπεὶ ὧν ἐμνημόνευσεν, ὅ τε Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, δοκοῦσί τι καὶ περὶ τῆς ποιητικῆς ἀρχῆς εἰρηκέναι, ὡς καὶ αὐτὸς προϊὼν μνημονεύσει· οὗτοι οὖν, φησίν, οὓς ἀρχαίους πάμπαν εἶπεν, οὐδὲν ἐδυσχέραναν ἐν ἐαυτοῖς LF 20 Λέγει μὲν—πάσας (p. 30,11)] Ἀλλ᾿ ἔνιοί γε τῶν ἓν λυόντων ὥσπερ ἡττηθέντες ὐπ’ αὐτῆς τῆς ζητήσεως: Ξενοφάνους τοῦ Κολοφωνίου)

30
[τὸ] ἓν τὸ πᾶν ἀπεφήναντο. ἡττηθῆναι δὲ αὐτούς φησιν ὑπὸ ταύτης τῆς ζητήσεως, ὅτι ὑποθέμενοι ἓν τὸ πᾶν καὶ ζητοῦντες πῶς οἷόν τε τοῦτο τὸ ἓν ἐξ ἑαυτοῦ μεταβάλλειν, μὴ δυνάμενοι σώζειν ἔτι αὐτὸ ἕν, εἰ μὴ ἀναιροῖεν τὰ φανερά, καὶ ταῦτα μικροῦ δεῖν ἐναργέστατα, κίνησίν τε [γὰρ] καὶ μεταβολὴν ἐκ τῶν ὄντων ἀνῄρουν τῷ τούτων ὄντων μηκέτι αὐτοῖς ἓν τὸ ὂν μένειν. εἰπὼν δὲ τὸ ἓν ἀκίνητόν φασιν εἶναι, προσέθηκε τὸ καὶ τὴν φύσιν ὅλην· ἡ γὰρ φύσις ὅλη τὸ ἓν αὐτοῖς ἦν. ὡς δὲ φανερωτέρου τοῦ ἀτόπου ὄντος τοῦ λέγειν τὴν φύσιν ὅλην ἀκίνητον, προσέθηκε τὸ ἀκίνητόν τε οὐ κατὰ γένεσιν καὶ φθορὰν μόνον (καὶ γὰρ αὗται αἱ μεταβολαί, εἰ καὶ μὴ κινήσεις, ἀλλὰ κινουμένων τινῶν) ἀλλὰ καὶ κατὰ τὰς ἄλλας.

[*](p. 984b1)

Τῶν μὲν οὖν ἓν· φασκόντων εἶναι τὸ πᾶν οὐδενὶ

Τὴν τοιαύτην εἶναι ἰδεῖν αἰτίαν. τὴν τοιαύτην ἰὴν ποιητικήν· οὐδὲ γὰρ γίνεταί τι κατ’ αὐτοὺς [*](1 ἐν Ascl.: τὸ ἓν libri: τὸ del. Bonitz 2 ἓν τὸ πᾶν εἶναι ἀκολουθοῦντες τῇ ὑποθέσει καὶ ζητοῦντες Ascl. 2. ’3 τοῦτο ἓν ὂν Ascl. 4 καὶ τἄ φανερά Ascl. καὶ ταῦτα ἀνήρουν ἅ ἐστιν ἐναργέστατα· κίνησίν τε γὰρ Ascl. γὰρ AS: del. Bonitz, sed fort, aliud vitium subest; cf. Ascl. 5. 6 αὐτοὺς τὸ ὃν ἓν λέγειν Ascl. 7 ἦν om. Ascl. 8 λέγεσθαι Ascl. 13 τοιαύτην συνιδεῖν Metaph.) [*](ALT. REC. GR. DISCR. (corr. L2) καὶ Παρμενίδου τοῦ Ἐλεάτου καὶ Μελίσσου νῦν μέμνηται, ἓν λεγόντων τὸ πᾶν καὶ ἀκίνητον· οὗτοι γὰρ δείσαντες μήπω πολλὰ τὰ ὄντα εἴπωσιν, ἀνεῖλον ἐκ τῶν ὄντων τὰ ἐναρηέστατα, κίνησιν καὶ μεταβολήν· τὸ γὰρ ἡττηθέντες ὑπό ταύτης τῆς ζητήσεως τοῦτο ση- μαίνει. εἰ γὰρ γένεσιν καὶ φθορὰν ὡμολόγουν καὶ τὴν λοιπὴν μεταβολήν, ἤτοι τὴν κί- νησιν λέγων λοιπὴν μεταβολήν εἰ γὰρ κίνησις οὐκ ἔστιν ἡ γένεσις καὶ ἡ φθορά, ἀλλ’ οὑν διὰ κίνησιν γίνονται) πολλὰ ἐποίουν τὰ ὄντα οὐ μόνον (adde ἓν), καὶ τῆς μεταβολῆς οὔσης καὶ αὐτοῦ τοῦ μεταβάλλοντος. ἀλλ’ οὐδὲν ἧττον οὕτως εἰσήγετο καὶ τὸ ποιοῦν· οὐ γὰρ αὑτὸ ὑφ’ ἑαυτοῦ, ὡς εἴρηται, κινεῖται καὶ μεταβάλλει. τοῦτο οὖν δεδοικότες ἀνῄρουν ἐκ τῶν ὄντων τὰ ἐναργέστατα. τοῦτο δὲ τὸ ἕν, ὃ ὑπετίθεντο, τὴν ὅλην ἔλεγον φύσιν, ἐν ᾗ καὶ γένεσις καὶ φθορὰ καὶ ἡ λοιπὴ μεταβολὴ καὶ τὸ πλῆθος τῶν διαφορῶν ἀναργέστατα θεωρεῖται LF 14 τὴν τοιαύτην—παθητικήν (p. 31,26)] Ξενοφάνην λέγει καὶ Παρμενίδην καὶ Μέλισσον, ὲν λεγόντων εἶναι τὸ πᾶν καὶ ἀκίνητον. οὐδενὶ τούτων συνέβη, φησί, τὴν ποιητι- κὴν ἰδεῖν αἰτίαν, εἰ μὴ μόνῳ τῷ Παρμενίδη, ἀλλὰ καὶ τούτῳ οὐ καθ’ ὅσον ἓν ἔλεγεν εἶναι τὸ ὄν, ὅταν πρὸς ἀλήθειαν ἔβλεπεν· εἰ γὰρ ὡς ἓν αὐτὸ ἐσκόπει, πῶς ποιητικὸν αὐτὸ εἰρήκει; οὐ καθὸ τὸ ὃν ἓν ἔλεγε, τὴν ποιητικὴν ἐθεώρει αἰτίαν, ἀλλὰ καθ’ ὅσον ἐν τοῖς πρὸς δόξαν δυσωπούμενος ὑπὸ τῶν αἰσθητῶν, λέγων ἀρχὰς τὸ πῦρ καὶ τὴν γῆν, ἤτοι τὸ θερμὸν καὶ Ψυχρόν, τὴν μὲν γῆν ὡς ὕλην, τὸ δὲ πῦρ ὡς ποιητικὸν αἴτιον. ὃ δὴ καὶ ὂν πάλιν ἐκάλει; μὴ ὃν δὲ τὴν γῆν· καθόλου γὰρ τὸ χεῖρον τῶν ἐναντίων μὴ ὃν ἐκάλει. ἔλεγεν ἄρα καὶ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν τὸ ὃν καὶ τὸ μὴ ὃν ἀρχὰς εἶναι τῶν ὄντων, ὥσπερ καὶ Δημόκριτος ὁ Λευκίππου ὁμιλητὴς ὃν μὲν τὰς ἀτόμους, μὴ ὃν δὲ τὸ κενόν. ἀρχὰς δὴ καὶ οὗτοι δῆλον ὡς τὰ ἐναντία ἐτίθουν. ἀντίκειται γὰρ τῷ τε θερμῷ τὸ ψυχρὸν καὶ τὸ κενὸν τῷ πλήρει ἤτοι ταῖς ἀτόμοις, ἅς καὶ σώματα Δημόκριτος ἐκάλει· κενὸν δὲ τὴν χώραν ἐν ἧ ἔκειτο τὰ ἄτομα κινούμενα δι’ αἰῶνος. LF)

31
ὅλως. ἢ τοῦτο οὐ περὶ τῶν ἓν καὶ ἀκίνητον | τὸ πᾶν θεμένων εἶναι λέγει [*](24) μόνον· ἀλλὰ καὶ περὶ τῶν ἓν τὸ ὑποκείμενον καὶ τὴν ὕλην μίαν· καὶ γὰρ ἓν ἐποίουν τὸ πᾶν. ἐκ δὲ τῶν νῦν λεγομένων ἴσως καὶ πρὸ ὀλίγου, γου, ὅτε εἶπεν ‟ἐκ ἐκ μὲν οὖν τούτων μόνην τις αἰτίαν νομίσειε” περὶ τῶν ἓν τὸ στοιχεῖον ὑποθεμένων ἔλεγε.

[*](p. 984b3)

Πλὴν εἰ ἄρα.

Περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ τῶν φυσικῶν οὕτως λέγει ‟τούτῳ δὲ ἐπιγενόμενος Παρμενίδης Πύρητος ὁ ᾿ Ελεάτης” (λέγει δὲ καὶ Ξενοφάνην) ‟ἐπ᾿ ἀμφοτέρας ἦλθε τὰς καὶ γὰρ ὡς ἀίδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων, οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ’ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγένητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχάς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην τὸ δὲ ὡς αἴτιον καὶ ποιοῦν.” διὰ τοῦτο εἶπε τὸ πλὴν εἰ ἄρα Παρμενίδῃ, καὶ τούτῳ δὲ καθ’ ὅσον δύο αἰτίας ἔθετο, ἀλλ᾿ οὐ καθὸ ἓν εἶναι τὸ ὂν ἔλεγε.

[*](p. 984b5)

Τοῖς δὲ δὴ πλείω ποιοῦσι μᾶλλον ἐνδέχεται λέγειν.

Δηλονότι ὡς καὶ ποιητικὴν αἰτίαι πρὸς τῇ ὑλικῇ. λέγοι δ’ ἂν οὐ περὶ τῶν ἄντικρυς καὶ ποιητικὸν αἴτιον ὑποθεμένων (Ἀναξαγόρας δέ καὶ Ἐμπεδοκλῆς), ἀλλὰ περὶ τῶν πλείω τὰ αἴτια λεγόντων. ἐνδέχεται τούτους ποιεῖν τῶν ὑποκειμένων τούτων τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, ὡς εἶπε καὶ περὶ Παρμενίδου. ὁ γὰρ λέγων τὰς ἀρχὰς θερμὸν καὶ ψυχρόν, ἢ πῦρ καὶ γῆν, ὡς Παρμενίδης, τὸ θερμὰν καὶ τὸ πῦρ ὡς ποιητικὸν λέγει. ὑπολαμβάνουσι γὰρ τὸ μὲν πῦρ κινητικὴν ἔχειν φύσιν, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν καὶ τὰ τοιαῦτα (λέγοι δ’ ἂν περὶ τοῦ ἀέρος ἢ περὶ τῶν ἐκείνων μεμιγμένων, ὕδατός τε καὶ γῆς) παθητικήν.

[*](p. 984b8)

Μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς.

Τούτους τοὺς πάνυ παλαιούς, τὰς δὲ τοιαύτας ἀρχὰς τὰς [*](1 ὅλως MS: ὅμως Α 4 εἶπεν] cf. p. 984a 16 8 Περὶ τῶν φυσ.] fr. 6. Doxogr. p. 482,5 9 καὶ delebat Diels 1. c. 14 τὴν μὲν Diels Ι. c 15 τούτῳ LF: τοῦτο AS 16 ἀλλ’ οὐ MS: ἀλλὰ καὶ Α 17 λέγειν M: λέγει Α 26 παθητικήν S: παθητικά Α 27 δὲ LFS: om. Α) [*](ALT. REC. GR. DISCR. 28 Τούτους—θεμένους (p. 32,2)] Μετὰ δὲ τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ τὰς τοιαύτας ἀρχὰς τὰς ἐν ὕλης εἴδει οἱ μεταγενέστεροι Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς ὥσπερ ἀναγκασθέντες ὑπ’ αὐτοῦ τοῦ πράγματος καὶ τήν ποιητικὴν συνεῖδον αἰτίαν, ὁ μὲν νοῦν ὁ δὲ νεῖκος καὶ φιλίαν ταῦτα εἰπών. LF)

32
λέγοι δ’ ἂν καὶ μετὰ τοὺς ἐν ταῖς ὑλικαῖς ἀρχαῖς καὶ τὴν ποιητικὴν αἰτίαν θεμένους, ὡς οὐκ οὐσῶν τούτων ἱκανῶν τῶν ἀρχῶν πρὸς τὸ τὴν τῶν ὄντων γεννῆσαι φύσιν· τὰ μὲν γὰρ τάξεως μετέχει καὶ κατά τινα ἀκολουθίαν ὁρᾶται γινόμενα, ἐκείνων δὲ οὐδὲν τοιαύτης τάξεως οἷόν τε αἰτίαν παρέχειν. ἀλλ’ οὐδὲ τὸ αὐτόματον εὔλογον τούτων αἰτιάσασθαι· διὰ τοῦτο ἐζήτησαν τὴν τῆς τοιαύτης γενέσεως αἰτίαν, ὥσπερ ὑπ’ αὐτῶν τῶν πραγμάτων καὶ τῆς ἐν τούτοις ἀληθείας ὁδηγηθέντες καὶ ἐπαχθέντες καὶ ἀναγκασθέντες. ἐχομένη δὲ ἀρχὴ γενέσεως μετὰ τὴν ὑλικὴν ἡ ποιητική. καὶ δὴ καὶ Ἀναξαγόρας νοῦν εἰπὼν τὴν ἀρχὴν τῆς τῶν ὄντων γενέσεως ἐθαυμάσθη ὡς μόνος εἰπὼν κατὰ λόγον, τῶν ἄλλων εἰκῇ εἰπόντων ἃ εἶπον διὰ τὸ χωρὶς τῆς τοιαύτης εἰπεῖν αἰτίας. τὸ δὲ καθάπερ ἐν τοῖς ζῴοις προσέθηκε· καὶ γὰρ ἐν τοῖς ζῴοις τοῖς | ἔχουσι νοῦν οὗτος [*](25) ἀρχὴ καὶ αἰτία τῶν γινομένων καλῶς ὑπ’ αὐτῶν. δοκεῖ μὲν οὖν, φησί, φανερῶς πρῶτος ἐπὶ τὴν τοιαύτην αἰτίαν ἐλθεῖν Ἀναξαγόρας, οὐ μὴν ἀλλὰ πρὸ αὐτοῦ ῾ Ερμότιμος ὁ πολίτης αὐτοῦ δόξαι ἂν τῆς τοιαύτης αἰτίας μνημονεῦσαι. οὗτοι μὲν οὖν ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων ἔθεντο (τοιοῦτος γὰρ ὁ νοῦς), καὶ τὴν τοιαύτην κίνησιν τὴν ἐπὶ τὸ εὖ ἐκ τῆς αἰτίας δηλονότι τῆς ποιητικῆς· τὴν γὰρ τοῦ καλῶς κινεῖσθαι καὶ γίνεσθαι, οὐ τὴν τοῦ μόνον γίνεσθαι καὶ κινεῖσθαι αἰτίαν ἀρχὴν ἔθεντο· τοιοῦτος γὰρ ὁ νοῦς.

Οὑ μὴν ἀλλ’ ὑποπτεύσαι ἄν τις, φησί, καὶ Ἡσίοδον πρὸ τούτων οὕτως κινηθῆναι, καὶ εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν ταῖς ἀρχαῖς ἔθετο, ὡς δοκεῖ καὶ ὁ Παρμενίδης λέγειν. καὶ παρέθετο τὰ ἔπη αὐτῶν δι ὧν λέγουσι ταῦτα· ὁ γὰρ ἔρως καὶ ἡ ἔφεσις τοῦ καλοῦ κατὰ τοὺς οὕτω [*](4 ἐκείνων ΑL2: ἐκεῖνον L1F 5 τούτων AL2: τοῦτον L1F 7 καὶ ἐπαχθέντες om. LF ἃ LF: μὲν Α 12 προσέθηκε διὰ τὸ καὶ ἐν τοῖς ζώοις τοῖς LF 12. 13 οὕτως ἀρχὴ LF 18 ἄγουσαν Ascl., cf. LF: ἔχουσαν AS 22 praemisso lemmate ὑποπτεύσειε—τοιοῦτον (p. 984b 23) pergit πρῶτος Ἡσίοδος ἐζήτησεν ἢ γοῦν τὴν ἀρχὴν τοῦ καλῶς κινηθῆναι Ascl. 23 εἴ τις ὅλως Ascl., cf. LF 24 ἔτη ὥν ποιητῶν τούτων δι’ ὧν LF) [*](ALT. REC. GR. DISCR. 10 τῶν δὲ ἄλλων διὰ τὸ χωρὶς τῆς ποιητικῆς αἰτίας ἃ εἶπον εἰκῇ καὶ μάτην εἰπόντων LF 13 ὑπ᾿ αὐτῶν ἐστί· κόσμον δὲ τὴν ἐν τῴ παντὶ τάξιν καὶ συμμετρίαν φησίν. LF δοκεῖ μὲν— μνημονεῦσαι (15. 16]) Φανερῶς μὲν οὖν ᾿Αναξαγόραν ἴσμεν, αἰτίαν δ᾿ ἔχει πρότερον Ἑρμότιμος ὁ Κλαζομένιος. ἐπειδὴ Ἀναξαγόρας φαίνεται φανερῶς νοῦν εἰπὼν τοῦ εὖ τεταγμένως αἴτιον εἶναι ἐν τῷ παντί (οὐ γὰρ μόνον τοῦ κινεῖσθαί τε καὶ γίνεσθαι αἰτίαν ἀρχὴν ἐτίθει τὸν νοῦν, ἀλλὰ καὶ τοῦ καλῶς τε καὶ τεταγμένως καὶ γίνεσθαι καὶ κινεῖσθαι) φησίν ὅτι ῾ Ερμότιμος ὁ πολίτης Ἀναξαγόρου (Κλαζομενίω γὰρ ἄμφω ἥσθην) αἴτιος γέγονε καὶ Ἀναξαγόραν εἰπεῖν νοῦν εἶναι τοῦ παντὸς αἴτιον τοῦ τε καλῶς καὶ γίνεσθαι καὶ κινεῖσθαι, πρώτως (1. πρῶτος) τοῦτο εἰπών LF 18 καὶ τὴν—ἔρωτ (23)] καὶ τῆς τοιαύτης κινήσεως τῆς ἐπὶ τὸ εὖ ἀγούσης τὰ γινόμενα καὶ κινούμενα, οὐ τῆς τοῦ μόνον γίνεσθαί τε καὶ κινεῖσθαι αἴτιός ἐστιν ἐν τῷ παντί. ῾Υποπεύσειεν ἄν τις, φησίν, ῾ Ησίοδον πρῶτον κινηθῆναί τε καὶ ζητῆσαι καὶ ἄλλον εἴ τις ὅλως ἔρωτα LF)

33
λέγοντας ἀρχὴ κινήσεως ἂν εἴη. οὗτοι μὲν οὖν τὴν τῶν ἀγαθῶν αἰτίαν ἐν ταῖς ἀρχαῖς ἔθεντο· ἀλλ’ Ἀναξαγόρας μὲν ὡς ποιητικὸν τὸ ἀγαθόν, οἱ δὲ ἔρωτα καὶ ἐπιθυμίαν αἰτιώμενοι ἴσως τὸ ὡς τελικὸν ἀγαθὸν λέγοιεν ἄν· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ τὸ μὲν ὀρεκτὸν τοιοῦτον, ὁ δὲ ἔρως ποιητικόν, εἰ τῇ ὀρέξει ἑπόμενος ἐποίει ἃ ἐποίει.

[*](p. 984b29)

Ὡς δέον ἐν τοῖς οὖσιν.

Λέγει περὶ τῶν περὶ ἔρωτος ὡς ἀρχῆς εἰρηκότων, ᾗ διανοίᾳ ἐχρήσαντο· ἔθεντο γὰρ τὸν ἔρωτα ἀρχήν, ὡς δέον ἐν τοῖς οὖσιν ὑπάρχειν τινὰ αἰτίαν κινητικήν τε καὶ ποιητικήν. τίς δὲ πρότερος τῆς τοιαύτης αἰτίας ἥψατο, πότερον Ἀναξαγόρας, ὡς δοκεῖ, ἢ ῾ Ερμότιμος πρὸ αὐτοῦ, καὶ πρὸ τούτου οἱ περὶ Ἡσίοδον, ὕστερον, φησίν, ἔξεστι ζητεῖν.

[*](p. 984b32)

Ἐπεὶ δὲ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς.

Εἰπὼν περὶ τῶν ἐν ταῖς ἀρχαῖς τὴν τοῦ εὖ τε καὶ τοῦ καλῶς ποιητικὴν ἀρχὴν θεμένων (ὁ γὰρ νοῦς τοιοῦτος· καὶ γὰρ ἐν τοῖς νοῦν τῶν ζῴων ταύτην ἔχει τὴν τάξιν), λέγει πάλιν πόθεν κινηθεὶς ᾿ Εμπεδοκλῆς ἐν ταῖς ποιητικαῖς ἀρχαῖς καὶ τὴν τῶν κακῶν ποιητικὴν ἀρχὴν ἔθετο. ἐπειδὴ γὰρ ἐν τοῖς οὖσιν ἔστι καὶ τὰ κακά, ᾿ Εμπεδοκλῆς ἐν τοῖς αἰτίοις ἔθετο οὐ τὴν τῶν ἀγαθῶν ἀρχὴν μόνον, ἥτις ἐστὶ φιλία, ἀλλὰ καὶ τὴν τῶν κακῶν, ὅ ἐστι τὸ νεῖκος. εἰ γάρ τις ἐξ ὧν λέγει τὴν διάνοιαν ἐκλαμβάνοι καὶ μὴ ἁπλῶς ἐπακολουθοίη τοῖς ἔπεσι, τούτων ἄν χάριν εὕροι αὐτῷ τὴν φιλίαν καὶ τὸ νεῖκος ἀρχὰς κειμένας, ὡς τὴν μὲν τῶν ἀγαθῶν τὴν δὲ τῶν κακῶν ποιητικήν. ψελλίζεσθαι δὲ εἶπε τὸ μὴ σαφῶς λέγειν· οὕτω γὰρ οἱ ψελλιζόμενοι λαλοῦσιν. εἰ δὲ τὸ τῶν ἀγαθῶν αἴτιον ἀγαθὸν καὶ τὸ τῶν κακῶν κακόν, ἀρχὰς ἄν εἴη ᾿ Εμπεδοκλῆς τὸ ἀγαθὸν καὶ τὸ [*](26) κακὸν τιθέμενος, ἀγαθὸν μὲν τὴν φιλίαν, τὸ νεῖκος δὲ κακόν. εἰπὼν δὲ οὕτως περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε. τούτους μὲν οὖν φησιν, ᾿ Εμπεδοκλέα τε καὶ ᾿ Αναξααγόραν, ἔτι δὲ ῾ Ερμότιμον [*](2 τὸ om. Asci. 2. 3 οἱ δὲ—τελικὸν] οὗτοι δὲ τὸν ἔρωτα καὶ τὴν ἐπιθυμίαν ἴσως ὡς τελικόν LF 5 ὅτι ὀρέξει ἑπόμενος ποιεῖ a ποιεῖ Ascl. 7 περὶ τῶν M: περὶ om. Α ᾖ M: ἢ Α 10 ἥψατο Ascl.: ἤρξατο libii 11 ῾ Ησίοδον καὶ Παρμενίδην ὕστερον LF 13 τὴν om. LF 14. 15 καὶ γὰρ—τάξιν om. LF 18 ἐστὶν ἡ φιλία Ascl. 19 ὁ ἐστι LF Ascl.: ἡ ἐστι Α 22 καλῶς λέγειν LF 20 κατέλιπε Α: κατέλειψεν LF) [*](ALT. REC. GR. DISCR. 7 λέγει δὲ τίνι διανοίᾳ ἐχρήσαντο οὗτοι οἱ περὶ τὸν Παρμενίδην καὶ ῾ Ησίοδον τὸν ἔρωτα ἡ τὴν ἐπιθυμίαν ἀρχὴν τιθέντες ὡς δέον καὶ πρέπον ἐν τοῖς οὖσιν LF 27 τούτους μὲν οὖν— εἴη ἄν (p. 35, 23)] ὗτοι μὲν οὖν, ὥσπερ λέγομεν, καὶ μέχρι τούτου: Οὗτοι μὲν οὖν οἱ προμνημονευθέντες φυσικοὶ ἡ πάντες οἱ ἀπὸ Θαλοῦ, ἢ οἱ ἀπὸ Ἀναξαγόρου καὶ οἱ περὶ Παρμενίδην ἀρχὰς εἶπον τῆς γενέσεως τῶν ὄντων οἱ μὲν τὴν ὑλικὴν μόνον, οἱ δὲ πρὸς ταύτῃ Comment. Arist. I Alex. in Metaph. 3)

34
καὶ τῶν ποιητῶν ῾ Ησίοδόν τε καὶ Παρμενίδην, πρὸς τῇ ὑλικῇ αἰτίᾳ ποιηΠερὶ τικῆς μνημονεῦσαι αἰτίας· ἃ ἀν τοῖς ὑφ᾿ ἡμῶν, φησίν, εἰρημένοις ἐν τοῖς φύσεως καὶ αὐτά ἐστι καὶ οὐκ ἔξω ἐκείνων πίπτει· οὐκ ἐναργῶς μέντοι, ἀλλ' ἀμυδρῶς καὶ ἐπ’ ὀλίγον χρήσασθαι τῷ ποιητικῷ αἰτίῳ. καὶ ὅτι οὕτως ἐποίουν, παρέθετό τε καὶ ἔδειξεν εἰπὼν σχεδὸν γὰρ οὐθὲν χρώμενοι φαίνονται τούτοις ἀλλὰ κατὰ μικρόν. μαρτυρεῖ δὲ ᾿Εμπεδοκλεῖ ὡς πρώτῳ τε διελόντι ποιητικὸν αἴτιον καὶ ταῖς ὑλικαῖς ἀρχαῖς καὶ στοιχείοις τοῖς τέτταρσι σώμασι κεχρημένῳ· οὐ μὴν ἰσοτιμίας αὐτοῖς διδόναι φησὶν αὐτόν, ἀλλὰ τῷ πυρὶ τὰ ἄλλα ἀντιτιθέναι ὡς μίαν τινὰ φύσιν ὄντα τά τρία, ὡς εἶναί φησι δῆλον ἐκ τῶν ἐπῶν αὐτῶν. ὅτι δὲ μὴ χρῶνται τῷ ποιητικῷ αἰτίῳ ᾿ Αναξαγόρας τε καὶ ᾿ Εμπεδοκλῆς ὑπέμνησεν ἡμᾶς, ἐνδεικνύμενος ὅτι καλῶς εἴρηται πρὸ ὀλίγου τὸ ‟ἐκ μὲν οὖν τούτων [*](6 ἀλλὰ AMS: ἀλλ’ ἢ Metaph. libri plorique 12 πρὸ ὀλίγου] p. 984a 16) [*](ALT. REC. GR. DISCR. καὶ τὴν ποιητικὴν, καὶ μέχρι ταύτης ἔστησαν, περαιτέρω θεωρήσαντες. αὗται οὖν οὐκ ἔξω ὧν ἡμεῖς ἐμνημονεύσαμεν, φησίν, εἰσί· περὶ δὲ τῶν λοιπῶν δυοῖν οὐδεὶς αὐτῶν ἐπέστησεν. ᾿ Αναξαγόρας τε γὰρ μηχανῇ χρῆται τῷ νῷ πρὸς τὴν κοσμοποιίαν: Τῶν πρὸς τῷ ὑλικῷ αἰτίῳ ἐν τῇ τῶν ὄντων γενέσει παραλαμβανόντων καὶ τὸ ποιητικὸν μνημονεύσας, λέγει καὶ τούτους ὅτι εἰ καὶ τὸ ποιητικόν παραλαμβάνονται αἴτιον ἐν τῇ τῶν ὄντων γενέσει, ἀλλ’ οὐχ ἱκανῶς τοῦτο, ὥστε ὁσαχῶς τὸ ὑλικὸν πάσχον, τοσαυταχῶς καὶ τὸ ποιητικόν ποιοῦν παραλαμβάνειν (παραλαμβάνον L1F), ἀλλὰ τὴν διατριβὴν ὡς ἐπὶ τὸ πολὺ ἐποιοῦντο περὶ τὸ καὶ ἐκεῖνο μᾶλλον αἴτιον ἐτίθουν τῆς τῶν ὄντων γενέσεως τε καὶ ὑπάρξεως. ἀμυδρῶς δὲ καὶ ἐν τοῖς ἀπόροις ἐφ’ ὧν οὐκ εἶχον αἰτίαν ἐκ τοῦ ὑλικοῦ αἰτίου ἀποδοῦναι, ἐμέμνηντο (ἐμέμνητο L1F) τοῦ ποιητικοῦ· διὸ καὶ φησὶν ὅτι Ἀναξαγόρας τε μηχανῇ χρῆται τῷ νῷ πρὸς τὴν κοσμοποιίαν, καὶ ὅταν ἀπορήσῃ παρέλκει αὐτόν. εἶπε δὲ μηχανῇ χρῆσθαι ὡς ἐν ταῖς τραγῳδίαις ἐποίουν οἱ ἐν τῇ σκηνῇ τοὺς θεοὺς παράγοντες ἐν ταῖς ἀπορίαις πρὸς ἀντίληψιν τῶν ἀπορουμένων, οἷον ἐν τῷ ῾ Ιππολύτῳ (Eurip. Hipp. 1283 sqq.) ἐφάνη ἡ Ἄρτεμις ἀποροῦντι τὼ Θησεῖ· οὕτως οὖν καὶ ὁ Ἀναξαγόρας ἡνίκα ἀπορεῖ πρὸς τὴν κοσμοποιίαν διὰ τίνα ποτ’ αἰτίαν (ἐστί add. L) ἀνάγκης ἐστὶ τότε ἕλκει τὸν νοῦν, λέγων αὐτὸν αἴτιον εἶναι· ἐν δὲ τοῖς κατὰ μέρος πάντα μᾶλλον αἰτιᾶται ἤπερ τὸν νοῦν. Ἐμπεδοκλῆς δὲ ἐπὶ πλέον μὲν Ἀναξαγόρου (ἢ κτὰ Ascl.) χρῆται τοῖς ποιητικοῖς τῇ τε φιλίᾳ καὶ τῷ νείκει· οὐ μὴν οὐδ’ αὐτὸς οὔτε ἱκανῶς ὥστε τἀς ἀποδόσεις τῶν αἰτίων τοῖς ποιητικοῖς ἀποδιδόναι, οὔτε τὸ ἀκόλουθόν τε καὶ ὁμολογούμενον σώζει· ἀλλὰ πολλαχοῦ μετατρέπει τὴν τάξιν καὶ τὰ προσήκοντα τῇ φιλίᾳ ἀποδίδωσι τῷ νείκει, τὰ δὲ τῷ νείκει τῇ φιλία. φησὶ γὰρ τὴν φιλίαν συγκρίσεως αἰτίαν εἶναι, τὸ δὲ νεῖκος διακρίσεως· ὁρῶμεν δὲ τὸ ἐναντίον πολλάκις γινόμενον, τὴν μὲν φιλίαν διακρίσεως αἰτίαν· αὕτη γὰρ διακρίνει τὰ εἴδη ἐκ τῆς ὕλης κατ’ αὐτὸν καὶ ποιεῖ τὸν σφαῖρον· καὶ πάλιν συγκρίνει τὸ νεῖκος τὰ στοιχεῖα· τὸ γὰρ πῦρ τὸ τῇδε κἀκεῖσε καὶ διεσπαρμένον ὑπάρχον ἐν τῷ σφαίρῳ συνάγει εἰς ἕν, καὶ τὰ εἴδη ἐπιτίθησι καὶ συνάπτει τῇ ὕλῃ. πρῶτος οὗτος ᾿ Εμπεδοκλῆς ἐναντίας ποιητικὰς ἀρχὰς εἰσήνεγκεν ἤτοι ἐνενόησεν ἐν τῷ παντὶ καὶ ἀντικειμένας ἀλλήλαις, τὴν μὲν φιλίαν ἑνώσεως αἰτίαν τὸ δὲ νεῖκος διακρίσεως, καὶ τὴν μὲν ·τῶν ἀγαθῶν, εἴπερ τὸ ἀγαθὸν συναφείας αἴτιον, τὸ δὲ τῶν κακῶν, εἴπερ τὸ κακὸν διαστάσεως· αἴτιον· καὶ τὸ μὲν σῶζον, τὸ δὲ διαφθεῖρον. μαρτυρεῖ οὖν αὐτῷ ὡς πρώτῳ διελόντι ποιητικὸν αἴτιοι, καὶ ταῖς ὑλικαῖς ἀργαῖς καὶ στοιχείοις τοῖς τέσσαρσι σώμασι χρησαμένῳ. οὐ μὴν ἰσοτιμίαν αὐτοῖς διδόναι φησὶν αὐτόν, ἀλλὰ τῷ πυρὶ τὰ ἀλλὰ ἀντιτιθέναι, ὡς μίαν τινὰ φύσιν ὄπα τὰ τρία, ὡς εἶναί φησι δῆλον ἐκ τῶν ἐπῶν αὐτῶν L F: οἷον ἐν τῷ ᾿ Ιππολύτῳ—εἴδη ἐπιτίθησι Ascl. quoque habet)
35
μόνην τις αἰτίαν νομίσειε τὴν ἐν ὕλης εἴδει λεγομένην.” μηχανῇ δὲ τῷ νῷ Ἀναξαγόραν εἶπε χρῆσθαι, ὡς ἐν ταῖς τραγῳδίαις οἱ θεοὶ παράγονται ἀπὸ μηχανῆς ἐν τοῖς ἀπόροις· ὃ καὶ αὐτὸς ἐξηγήσατο. λέγει δὲ τὰ αὐτὰ περὶ Ἀναξαγόρου ἃ καὶ Πλατῶν ἐν Φαίδωνι.

[*](p. 985a21)

Καὶ ᾿ Εμπεδοκλῆς μὲν ἐπὶ πλέον τούτου χρῆται.

Χρήσασθαι μὲν ᾿ Εμπεδοκλέα ἐπὶ πλέον· φησὶν Ἀναξαγόρου τοῖς ποιητικοῖς αἰτίοις, οὐ μὴν οὐδὲ αὐτὸν ἱκανῶς, ἀλλ᾿ οὐδὲ συνέχειν τὸ ὁμολογούμενον. ἔδει μὲν γὰρ τὴν φιλίαν ἐν πᾶσι συγκρίσεως αὐτῷ αἰτίαν εἶναι, τὸ δὲ νεῖκος διακρίσεως· οὐ μὴν τοῦτο ποιεῖ, ἀλλὰ πολλαχοῦ αὐτῷ ἡ μὲν φιλία διακρίνει, συγκρίνει δὲ τὸ νεῖκος. καὶ λέγει ἐν τίσιν. ὅταν μὲν γὰρ ὑπὸ τοῦ νείκους ἐκ τοῦ ἑνὸς εἰς τὰ στοιχεῖα διιστῆται καὶ διαιρῆται καὶ χωρίζηται, τότε τὰ τέως τῶν στοιχείων μόρια ἀνακεκραμένα ἀλλήλοις (οὕτως γὰρ ἦν τὰ πάντα) συγκρίνεται καὶ συνάγεται εἰς ταὐτόν, τὰ ὅμοια τὰ τοῦ πυρὸς εἰς πῦρ καὶ τὰ ὅμοια τοὐ ἀέρος εἰς ἀέρα, ὡς εἶναι μετ’ ἀλλήλων τὰ τοῦ ἀέρος καὶ τὰ τοῦ πυρὸς ὁμοίως. ὡσαύτως καὶ τὰ τῶν ἄλλων ἑκάστου· οὕτως γὰρ ἡ εἰς τὰ στοιχεῖα τοῦ ἑνὸς διαίρεσις. καὶ οὕτως μὲν αὐτῷ τὸ νεῖκος οὐ διακρίσεως μᾶλλον ἢ συγκρίσεως αἴτιον. πάλιν δ’ αὖ ἡ φιλία, ὅταν τὰ αὐτά σώματά τε καὶ στοιχεῖα συγκρίνῃ τε καὶ εἰς ἓν συνάγῃ, πρῶτον αὐτὰ διαιρεῖ τε καὶ κατακερματίζει καὶ διακρίνει. οὐ γὰρ δὴ ὁλόκληρα ὄνια, καὶ ἰδίᾳ ἕκαστον αὐτῶν τι ὄν, οὗ ποιητικὴ ἡ φιλία, γίνεται· τῷ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἐπὶ τοῦ νείκους εἴη ἂν ἐν ἑνί· ἀλλὰ συνανακιρνᾶται ἀλλήλοις. τούτου γὰρ ποιητικὴ ἡ φιλία γίνεται· οὐ γὰρ τοῦ ἅπτεσθαι ἀλλήλων, ὃ καὶ ἐπὶ τοῦ νείκους εἴη ἄν. |

Εξῆς δὲ τὴν Λευκίππου τε καὶ Δημοκρίτου περὶ στοιχείων δόξαν [*](27) ἱστορεῖ, καὶ σαφῶς ἐκτίθεται τήν τε δόξαν αὑτῶν καὶ τὴν πρὸς τοὺς ἄλλους διαφοράν τε καὶ κοινωνίαν τὴν κατὰ ἰὴν δόξαν. πλῆρες δὲ ἔλεγον τὸ σῶμα τὸ τῶν ἀτόμων διὰ ναστότητά τε καὶ ἀμιξίαν τοῦ κενοῦ. ὀνομάζοντες δὲ [*](2 οἱ δαίμονες Ascl. 4 Πλάτων ἐν Φαίδωνι] p. 98 Β sqq. 7 συνέχειν] Ascl. 8 αὐτῷ Ascl.: αὐτὸ Α 12 τῶν στοιχείων S Ascl.: τοῖς στοιχείοις Α 13—15 εἰς ταὐτόν, τὰ μόρια τὰ τοῦ πυρός, ὡς εἶναι μετ’ ἀλλήλων, καὶ τὰ τοῦ ἀέρος ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἑκάστων Ascl. 17 οὐ S Ascl.: ἢ Α ἀλλὰ συγκρίσεως Ascl. 21 τῷ S: τὸ Α 26 δέ ἔλεγον Μ: διέλεγε Α) [*](ALT. REC. GR. DISCR. ῾ Εξῆς δὲ—τοῦ κενοῦ (p. 36,2.3)] Λεύκιππος δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος: Προσιστορεῖ ταῖς τῶν ἄλλων δόξαις καὶ τὴν Λευκίππου τε καὶ Δημοκρίτου σαφῶς αὐτὴν ἐκτιθέμενος. λέγει δὲ τὴν διαφορὰν τῆς δόξης ταύτης πρὸς τὰς τῶν ἄλλων δόξας. ἐδόξαζον γὰρ ἀμφότεροι πλῆρες καὶ κενὸν ἀσώματόν τῶν ὄντων· πλῆρες μὲν γὰρ σωμάτων· τὸ σῶμα τῶν ἀτόμων, κενὸν διὰ ναστότητα καὶ δεκτικὴν (δεικτικὴν L) σωμάτων· ὠνόμαξον δὲ τὸ μἐν πλῆρες διὰ ναστότητα καὶ ἀμιξίαν τοῦ κενοῦ ὄν, τὸ δὲ κενὸν ἐκάλουν μῆ ὄν. ἐπεὶ δὲ κατὰ τὴν ὕπαρξιν ὁμοίως ὑπῆρχε τὸ πλῆρες τῷ κενῷ, οὐδὲν μᾶλλον ἔλεγον τὸ πλῆρες τοῦ κενοῦ ἤτοι τὸ ὄν τοῦ μὴ ὄντος. LF)

36
τὸ μὲν πλῆρες ὂν τὸ δὲ κενὸν μὴ ὄν, ἐπεὶ ὁμοίως αὐτοῖς ἦν ἐν ὑπάρξει τό τε πλῆρες καὶ τὸ κενόν, οὐδὲν μᾶλλον ἔλεγον εἶναι τὸ πλῆρες τοῦ κενοῦ. λέγει δὲ ὅτι καὶ οὗτοι τὴν κατὰ τὴν ὕλην μόνην ἀρχὴν ἔθεντο· οὕτως γὰρ αὐτοῖς ἀρχαὶ αἵ τε ἄτομοι καὶ τὸ κενόν, ἐξ ὧν καὶ ἡ τῶν ἄλλων γένεσις κατὰ τὰς διαφορὰς τῶν σχημάτων καὶ τῶν τάξεων καὶ τῶν θέσεων κατ’ αὐτούς· ὧν τὸ μὲν σχῆμα ῥυσμὸν ἔλεγον, τὴν δὲ τάξιν διαθιγήν, τὴν δὲ θέσιν τροπήν. ὁμοίως δὲ καὶ οὗτοι τοῖς ἀρχαιοτέροις ἠρκοῦντο τοῖς πάθεσι τῆς ὑλικῆς αἰτίας πρὸς τὴν γένεσιν τῶν ὄντων, ποιητικὸν δὲ αἴτιον οὐδὲν ἔλεγον, ὥσπερ καὶ οἱ μανώσει καὶ πυκνώσει τῆς ὕλης τὰ ἄλλα γεννῶντες· πλὴν ὅτι ἐκεῖνοι μὲν δύο διαφοραῖς ἐχρῶντο πρὸς τὴν γένεσιν τῶν ἐκ τῆς ὕλης γινομένων, τῇ μανώσει καὶ τῇ πυκνώσει, οὗτοι δὲ τρισὶ ταῖς εἰρημέναις, σχήματι τάξει θέσει. φέρεται δὲ ἔν τισι γραφὴ τοιαύτη ‟καὶ ὥσπερ τῶν μαθηματικῶν τὸν αὐτὸν τρόπον καὶ οὗτοι.” κἄν ᾖ αὕτη ἡ γραφή, λέγοι ἄν περὶ Πλάτωνος, ὅτι ὡς ἐκεῖνος ἐκ τῶν 15 μαθηματικῶν γένεσιν ποιῶν τῶν σωμάτων κατὰ τὴν τῶν τριγώνων δια- φορὰν καὶ τὸ πλῆθος τὰς τῶν σωμάτων γεννᾷ διαφοράς, οὕτως καὶ οὗτοι κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς πρώτοις σώμασι σχημάτων ἐγέννων τὰ ἐξ αὐτῶν.

[*](p. 985b19)

Περὶ δὲ κινήσεως, ὅθεν ἢ πῶς ὑπάρχει τοῖς οὖσι, καὶ οὗτοι παραπλησίως τοῖς ἄλλοις ῥᾳθύμως ἀφεῖσαν.

Λέγει μὲν περὶ Λευκίππου τε καὶ Δημοκρίτου· οὗτοι γὰρ λέγουσιν ἀλληλοτυπούσας καὶ κρουομένας πρὸς ἀλλ·ήλας κινεῖσθαι τὰς ἀτόμους· πόθεν μέντοι ἡ ἀρχὴ τῆς κινήσεως τοῖς κατὰ φύσιν, οὐ λέγουσιν· ἡ γὰρ κατὰ τὴν ἀλληλοτυπίαν βίαιός ἐστι κίνησις καὶ ·οὐ κατὰ φύσιν, ὑστέρα δὲ ἡ βίαιος τῆς κατὰ φύσιν. οὐδὲ γὰρ τὸ πόθεν ἡ βαρύτης ἐν ταῖς ἀτόμοις λέγουσι· τὰ γὰρ ἀμερῆ τὰ ἐπινοούμενα ταῖς ἀτόμοις καὶ μέρη ὄντα αὐτῶν ἀβαρῆ φασιν εἶναι· ἐκ δὲ ἀβαρῶν συγκειμένων πῶς ἄν βάρος γένηται; εἴρηκε δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ. παραπλησίως δὲ τοῖς ἄλλοις εἶπεν, ὅτι μηδ’ ἐκείνων τις τὴν τῆς κινήσεως αἰτίαν τὴν ἐν τοῖς φυσικοῖς σώμασιν ἀποδέδωκεν· οὐδεὶς γοῦν οὐδὲ τῶν ἄλλων [*](6 σχῆμα ῥοισμὸν ἐκάλουν LF 12 φέρεται—ποιητικῆς (p. 37, 3) om. LF 20 ἀφεῖσαν M: ἀφῆσαν Α 24 ὐστἐρα—φύσιν (25) M: om. A 27 γένοιτο coni. Bonitz 28 ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ] Γ 1 p. 299a 25 sqq. 29 μηδ’ ἐκείνων τις M: μὴ δεικνύς τις A) [*](ALT. REC. GR. DISCR. 4 οὕτως—κενόν] τὸ γὰρ σῶμα ἤτοι τὸ πλῆρες καὶ τὸ κενὸν ὡς ὑλικὸν ἔλεγον αἴτιον LF 9 οὐδὲν ἔλεγον, ἀλλὰ καταρραθυμοῦντες τούτου ζητήσεως, ὅπερ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν περὶ δὲ κινήσεως ὅθεν ἢ πῶς ὑπάρξει τοῖς οὖσι, παραπλησίως καὶ οὗτοι τοῖς ἄλλοις ῥαθύμως ἀφῆκαν, πλὴν ὅτι οἱ μὲν πρὸ αὐτῶν δύο διαφοραῖς ἐχρῶντο πρὸς κτλ. 11 LF 11 πυκνώσει, οὗτοι δὲ οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον τρισὶ διαφοραῖς, σχήματι, τάξει καὶ θέσει, ὡς προείρηται LF)

37
φυσικῶν περὶ κινήσεώς τι εἶπεν, ὡς καὶ ἐν τοῖς Φυσικοῖς εἰπεν, ὅτε περὶ κινήσεως ἔλεγε. περὶ μὲν οὖν τούτων τῶν δύο αἰτιῶν. τῆς τε ὑλικῆς λέγει καὶ τῆς ποιητικῆς.

[*](p. 985b23)

᾿Εν δὲ τούτοις καὶ πρὸ τούτων ἕως ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι.

Λέγει περὶ τῶν Πυθαγορείων, ὅτι οἱ μὲν πρὸ Δημοκρίτου τε καὶ Λευκίππου γεγόνασιν, οἱ δέ τινες ἦσαν καὶ κατὰ τούτους. ἢ τὸ ἐν δὲ [*](28) τούτοις καὶ πρὸ τούτων οὐ περὶ Δημοκρίτου τε καὶ Λευκίππου μόνον λέγει, ἀλλὰ περὶ πάντων τῶν φυσικῶν τῶν προειρημένων· τῶν μὲν γὰρ ἦσαν πρεσβύτεροι, τοῖς δὲ συνήκμασαν. ἢ μᾶλλον ὅτι αὐτὸς μὲν Πυθαγόρας πρὸ Δημοκρίτου τε καὶ Λευκίππου ὀλίγον ἐγένετο, πολλοὶ δὲ τῶν Πυθαγόρου ἀκουσάντων συνήκμασαν τούτοις. τούτους δέ φησιν ἐντραφέντας τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχὰς τῶν ὄντων ἀρχὰς θέσθαι. ἀρχαὶ δὲ τῶν μαθημάτων οἱ ἀριθμοί, καὶ τῇ φύσει πρῶτοι κατ’ αὐτούς. ὅτι ἐκ προσθέσεως τὰ ἄλλα· θέσιν γὰρ προσείληφε τὰ μεγέθη, ὡς φθάσς ἐμνημόνευσεν ἤδη.

[*](p. 985b26)

Ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι.

Εἰπὼν ὅτι οἱ Πυθαγόρειοι διὰ τὸ τοῖς μαθήμασιν ἐντραφῆναι τὰς τούτων ἀρχὰς τῶν ὄντων πάντων ἀρχὰς ᾠήθησαν εἶναι, λέγει ἑξῆς ᾧ λόγῳ χρώμενοι ἐπὶ τοῦτο ἦλθον. εἴη δ’ ἄν καταλληλότερον ἔχουσα ἡ λέξις, εἰ ἃ τοῦ δέ τὸ γάρ εἴη· ἐπεὶ γὰρ τῶν ὄντων οἱ ἀριθμοὶ φύσει πρῶτοι (ἐξ ἀφαιρέσεως γὰρ οὗτοι) καὶ ὅτι ἐδόκουν ἐν αὐτοῖς ὁμοιώματα πρὸς τὰ ὄνια ὁρᾶν καὶ πρὸς γιγνόμενα, καὶ μᾶλλον ὲν τούτοις ἢ ἐν [*](1 ἐν τοῖς Φυσικοῖς] Θ 1 2 τούτων om. Metaph. vulg. 14 πρῶτοι LF: πρῶτα 15 προθέσεως L1F προσείληφε LF: προείληφε AMS) [*](ALT. REC. GR. DISCR. ᾿Εν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι: ᾿ Ενετῦθεν πάλιν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καὶ φησὶν ὅτι οἱ Πυθαγόρειοι τῶν ὄντων ἀρχὰς τοὺς ἀριθμοὺς ὑπετίθεντο ἀντὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος, καὶ ἐσπούδαζον πάντα εἰς ἀριθμοὺς ἀγαγεῖν· λέγει δὲ ἐν τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι, ὅτι οἱ μὲν πρὸ Δημοκρίτου τε καὶ Λευκίππου γεγόνασιν, αὐτὸς δηλαδὴ ὁ Πυθαγόρας· μικρῷ γὰρ ἀρχαιότερος αὐτῶν γέγονε· πολλοὶ δὲ τῶν Πυθαγόρου ἀκουσάντων (12) κτλ. LF; ἐντεῦθεν—ἀγαγεῖν etiam Ascl. habet, praeterqiiam quod apud eum ἀνάγειν legitur 12 φησιν—θέσθαί (13)] φησίν τοὺς Πυθαγορείους ἐντραφέντας τοῖς μαθήμασι καὶ πρώτους ἁψαμένους αὐτῶν ἀντὶ τοῦ πρώτους ἀρξαμένους αὐτοὺς καὶ ἐν πολλῷ χρόνῳ συνεθισθέντας αὐτοῖς, αὐτά τε προήγαγον ἤτοι ἐπηύξησαν ἱκανῶς, καὶ τὰς τούτων τῶν μαθημάτων ἀρχὰς τῶν ὄντων πάντων ἀφχὰς LF 17 ᾿ Επεὶ—εἴη (21)] λέγει δὲ καὶ τὴν αἰτίαν πόθεν ὁρμηθέντες ἀρχὰς τῶν ὄντων τ·ἀς τῶν μαθημάτων ἀρχὰς εἰρήκασιν. LF 22 οὗτοι, τὰ δὲ ἄλλα ἐκ προσθέσεως, ὡς εἴρηται, καὶ ὅτι ἐν αὐτοῖς ἐδόκει ὁμοιώματα κτλ. LF)

38
τοῖς ἁπλοῖς σώμασιν [ὁρῶντες], ὁρῶντες δὲ καὶ τῶν ἁρμονιῶν τοὺς λόγους καὶ τὰ πάθη ἐν ἀριθμοῖς ὄντα, ἐπεὶ τὰ μὲν ἄλλα πάντα ὁμοιότητα πρὸς τοὺς ἀριθμοὺς εἶχεν, οἱ δὲ ἀριθμοὶ πάσης τῆς φύσεως, τουτέστι πάντων τῶν ὄντων τε καὶ κατὰ φύσιν συνεστώτων πρῶτοι, τἀς τῶν ἀριθμῶν ἀρχ·ὰς * * ἔθεντο. ὁμοιώματα δὲ μᾶλλον πρὸς τὰ ὄντα καὶ γινόμενα ἡγοῦντο ἐν τούτοις εἶναι, τουτέστι τοῖς ἀριθμοῖς, ἢ ἐν τούτοις τοῖς σώμασιν ἃ στοιχεῖά φαμεν, οἷον γῆς καὶ τῶν ἄλλων ἐπήνεγκε· διὸ καὶ εἰς τούτους τὰ ὄντα ἀνήγαγον καὶ ταῦτα στοιχεῖα ἔλεγον αὐτῶν, ἀλλ’ οὐ τὰ σώματα. τίνα δὲ τὰ ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἔλεγον εἶναι πρὸς τὰ ὄντα τε καὶ γινόμενα, ἐδήλωσε· τῆς μὲν γὰρ δικαιοσύνης ἴδιον ὑπολαμβάνοντες εἶναι τὸ ἀντιπεπονθός τε καὶ ἴσον, ἐν τοῖς ἀριθμοῖς τοῦτο εὑρίσκοντες ὄν, διὰ τοῦτο καὶ τὸν ἰσάκις ἴσον ἀριθμὸν πρῶιον ἔλεγον εἶναι δικαιοσύνην· τὸ γὰρ πρῶτον ἐν ἑκάστῳ τῶν τὸν αὐτὸν λόγον ἐχόντων μάλιστα εἶναι τοῦτο ὃ λέγεται. τοῦτον δὲ οἱ μὲν τὸν τέσσαρα ἔλεγον, ἐπεὶ πρῶιος ὢν τετράγωνος εἰς ἴσα διαιρεῖται καὶ ἔστιν ἴσος (δὶς γὰρ δύο), οἱ δὲ τὸν ἐννέα, ἐστι πρῶτος τετράγωνος ἀπὸ περιττοῦ τοῦ τρία ἐφ’ αὑτὸν γενομένου. καιρὸν δὲ πάλιν ἔλεγον τὸν ἑπτά· δοκεῖ γὰρ τὰ φυσικὰ τοὺς τελείους καιροὺς ἴσχειν καὶ γενέσεως καὶ τελειώσεως κατὰ ἑβδομάδας, ὦς ἐπ’ ἀνθρώπου. καὶ γὰρ τίκτεται ἐπταμηνιαῖα, καὶ ὀδον|τοφυεῖ τοσούτων μηνῶν, καὶ ἡβάσκει[*](29) περὶ τὴν δευτέραν ἑβδομάδα, καὶ γενειᾷ περὶ τὴν τρίτην. καὶ τὸν ἥλιον δέ, ἐπεὶ αὐτὸς αἴτιος εἶναι τῶν καιρῶν, φησί, δοκεῖ, ἐνταῦθά φασ·ιν ἱδρῦσθαι καθ’ ὃ ὁ ἕβδομος ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων δέκα σω- [*](1 prius ὁρῶντες duce S del. Bonitz 2 ὁμοιώματα LF 3 φύσεως πρῶτοι, τούτέστι LF 4 συνεστώτων ἀρχὰς τὰς τῶν ἂρ. ἀρχὰς LF τἀς τ. ἁ. ἁ. πάντων τῶν ὄντων ἀρχὰς ἔθεντο coni. Brandis; cf. LF .3 ἡγοῦντο et 6 εἶναι om. LF 6 τούτοις (ante τοῖς) om. LF 7 ut terrae et similibus. adiecit autem, et ceterorum, quoniam ad numeros entia referebant S 11 εὕρισκον LF 15 ὅς M: ὃ Α 16 τετράγωνος Bonitz cfV LF: στερεός AS 18 ἑβδομάδα LF ἀνθρώπου τοῦτο ὁρᾶται LF 19 μηνῶν Ascl., cf. LF; ἐτῶν AS 21 καιρῶν Ascl.: καρπῶν libri φησί] φύσει coni. Bonitz) [*](ALT. REC. GR. DISCR. 7 φαμὲν εἶναι, καὶ τῶν ἄλλων τούτους τῶν ὄντων ἀρχὰς ἔλεγον. τίνα δὲ (8. 9) κτλ. LF 12 ἀριθμὸν ἤγουν τὸν πρῶτον τετράγωνον (πρῶτος δὲ ἐν τετραγώνοις ὁ τέσσαρα) ἔλεγον εἶναι, ἄλλοι δὲ τὸν ἐννέα ὡς πρῶτον τετράγωνον ἀπὸ περιττοῦ πρώτου τοῦ τρία. καιρὸν δὲ (16. 17) κτλ. LF 19 ὀδοντοφυεῖ τὰ παιδία ἐν τῷ ἑβδόμῳ μηνί· καὶ ἡβάσκει περὶ τὴν δευτέραν ἑβδομάδα ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἐνιαυτῷ, καὶ γενειᾷ περὶ τὴν τρίτην τὸν εἰκοστὸν δηλαδὴ πρῶτον· ἀλλὰ καὶ τὸν ἥλιον δὲ (20.21) LF 21 ἐπεὶ—ἀντίχθονα. (p. 38,3)] ἐπεὶ αὐτὸς αἴτιός ἐστι τῶν καρπῶν καὶ τῇ κινήσει τοὺ (1. αὐτοῦ) ἐνιαυτὸς μετρεῖται, τὴν ἑβδόμην λαχεῖν τῶν κατ’ οὐρανὸν φερομένων σφαῖραν, ἄνωθεν ἀπὸ τῆς ἀπλανοῦς ἀρχομένων αὐτῶν ἀριθμεῖσθαι, κἀν παρὰ τὰς τῶν μαθηματικῶν ὑπολήψεις ὑπελάμβανον τοῦτο. κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν καὶ τὰς πέντε τὰς τῶν πλανήτων μεθ’ ὦν ἑβδόμην τὴν τοῦ ἡλίου, καὶ ὀγδόην τὴν τῆς σελήνης, καὶ τὴν τῆς γῆς ἐννάτην. κινεῖσθαι γὰρ ἔλεγον καὶ τὴν γῆν καθάπερ τὰς λοιπὰς σφαίρας περὶ τὸ μέσον καὶ τὴν (fort, ἣν) ἑστίαν ἐκάλουν τὸ πῦρ LF.)
39
μάτω· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν καὶ τὰς πέντε τὰς τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην, καὶ τὴν γῆν ἐννάτην, μεθ’ ἣν τὴν ἀντίχθονα. ἐπεὶ δὲ οὔτε γεννᾷ τινα τῶν ἐν τῇ δεκάὸι ἀριθμῶν ὁ ἑπτὰ οὔτε γεννᾶται ὑπό τινος αὐτῶν, διὰ τοῦτο καὶ Ἀθηνᾶν ἔλεγον αὐτόν. ὁ μὲν γὰρ δύο4ὸλτέσσαρα καὶ ὁ τρία τὸν ἐννέα καὶ τὸν ἓξ καὶ ὁ τέσσαρα τὸν ὀκτὼ καὶ ὁ πέντε τὸν δέκα γεννᾷ, γεννῶνται δὲ ὁ τέσσαρα καὶ ὁ ἓξ καὶ ὁ ὀκτὼ καὶ ὁ ἐννέα καὶ ὁ δέκα· ὁ δὲ ἑπτὰ οὔτε τινὰ γεννᾷ οὔιε ἔκ τινος γεννᾶται· τοιαύτη δὲ καὶ ἡ Ἀθηνᾶ ἀμήτωρ καὶ ἀεὶ παρθένος, γάμον δὲ εΟἒ·ιον τὸν πέντε, ὅτι ὁ μὲν γάμος σύνοδος ἄρρενός ἐστι καὶ θήλεος, ἔστι δὲ κατ’ αὐτοὺς. ἄρρεν μὲν τὸ περ-́ιτὸν θῆλυ δὲ τὸ ἄρτιον, πρῶτος δὲ οὗτος ἐξ ἀρτίου τοῦ δύο πρώτου καὶ πρώτου τοῦ τρία περιττοῦ τὴν· γένεσιν ἔχει· τὸ μὲν γὰρ περιττὸν ἄρρεν αὐτοῖς ἐστιν, ὡς εἶπον, ὂν, τὸ δὲ ἄρτιον θῆλυ. νοῦν δὲ καὶ οὐσίαν ἔλεγον τὸ ἕν· τὴν γὰρ ψυχὴν ὡς τὸν νοῦν εἶπε. διὰ τὸ μόνιμον δὲ καὶ ιὸ ὅμοιον πάντῃ καὶ ἀρχικὸν τὸν νοῦν μονάδα τε καὶ ἓν ἔλεγον· ἀλλὰ καὶ οὐσίαν, ὅτι πρῶιον ἡ οὐσία. δόξαν δὲ τὰ δύο διὰ τὸ ἐπ’ ἄμφω μεταβλητὴν εἶναι· ἔλεγον δὲ καὶ κίνησιν αὐτὴν καὶ ἐπίθεσιν. τὰς δὴ τοιαύιας τῶν πραγμάτων πρὸς ἰοὺς ἀριθμοὺς ἐκλέγοντες ὁμοιότητας ἀρχὰς αὐτῶν τοὺς ἀριθμοὺς ὑπέθεντο, πάντα τὰ ὄντα ἐξ ἀριθμῶν συγκεῖσθαι λέγοντες. ἀλλὰ καὶ τὰς ἁρμονίας κατ’ ἀριθμόν τινα ὁρῶντες συγκειμένας καὶ τούτων ἀρχὰς ἔλεγον ἰοὺς ἀριθμούς· ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίῳ ἐστὶ λόγῳ, ἡ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, ἡ δὲ διὰ τεσσάρων ἐν ἐπιτρίτῳ. ἔλεγον δὲ καὶ τὸν ὅλον οὐρανὸν κατὰ ἁρμονίαν συγκεῖσθαί τινα (τούτου γὰρ δηλωιιὶ̣ὸν αὐτῷ τὸ καὶ τὸν ὅλον οὐρανὸν εἶναι ἀριθμόν) διότι ἐξ ἀριθμῶν καὶ κατ’ ἀριθμὸν καὶ ἁρμονίαν. τῶν γὰρ σωμάτων τῶν περὶ τὸ μέσον φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων, καὶ τῶν μὲν θᾶπον φερομένων τῶν δὲ βραδύτερον, ποιούντων δὲ καὶ ψόφον ἐν τῷ κινεῖσθαι τῶν μὲν βραδυτέρων βαρὺν τῶν ὸὲ ταχυτέρων ὀξύν, τοὺς ψόφους | τούτους κατὰ τὴν τῶν ἀποστάσεως ἀναλογίαν γινομέ- [*](2.6ν· Ascl.: ἣν Α 8 γεννᾶται] τῶν ὑπὸ τὴν δεκάδα add. Ascl. καὶ ἀεὶ παρθένος om. Ascl. 13 τὴν γὰρ Ascl.: τό γὰρ libri 14 εἶπον Ascl. διὰ τὸ ὅμοιον δὲ καὶ μόνιμον πάντῃ καὶ ἀρχικὸν εἶναι τὸν νοῦν Ascl. 18 ἐτίθεντο LF 19. 20 ἀριθμούς τινας Ascl. 20 ἔλεγον] ἐπρέσβευον Ascl. 23 τοῦτο γὰρ δηλοῖ τὸ καὶ τὸν ὅλον κτλ. LF 24 ἐξ ἀριθμῶν καὶ om. LF καὶ ἁρμονίαν ὁρᾶται συγκείμε- vos. τῶν γὰρ κτλ. LF 25 περὶ τὸ οὐράνιον σῶμα Ascl. 28 τοὺς] διὰ super- L- 28. p. 40,1 ποιουHνους LF) [*](ALT. REC. GR. DISCR. 5 τὸν ἐννέα, ἀμφότεροι δὲ τὸν ἕξ, ὁ τέσσαρα μετὰ τοῦ δύο τόν ὀκτώ, καὶ ὁ δύο μετὰ -.ο5 π͂έη τ0·ν δέκα γεννᾷ, γεννῶνται δὲ (6) LF 7 καὶ ὁ δέκα· γεννῶσι δὲ μόνως ὁ δύο ᾇ ὁ τρία καὶ ὁ πέντε, γεννῶνται δὲ μόνως ὁ ἒς· ὁ ὀκτὼ ὁ ἐννέα καὶ ὁ δέκα, ὁ δὲ τέσσαρα καὶ ycvvd καὶ γεννᾶται· ὁ ἑπτὰ δὲ οὔτε τινὰ γεννᾷ LF 10 θῆλυ δὲ τὸ ἄρτιον· κατὰ ών- 6εαιν δὲ καὶ συμπλοκὴν ἐξ ἀρτίου πρώτου τοῦ δύο καὶ ἐκ πρώτου περιττοῦ τοῦ τρία τὴν y£V£(Kv ἔχει· ωῦν 0£ καὶ οὐσίαν ἔλεγον τὸ ἓν· τὸ γὰρ ψυχὴν ὡς τὸν νοῦν ^’’~’ C’^) ^"^^ 16 μεταβλητὴν εἶναι καὶ τὸ πόθεν ποῖ ἔχειν καὶ πρώτην διάστασιν· ἔλΟον δὲ LF)
40
νοῦς ἐναρμόνιον τὸν ἐξ αὑτῶν ἦχον ποιεῖν· ἧς ἁρμονίας τὸν ἀριθμὸν ἀρχὴν λέγοντες εἰκότως καὶ τοῦ οὐρανοῦ καὶ τοῦ παντὸς τὸν ἀριθμὸν ἐτίθεντο ἀρχήν. ἐν διπλασίῳ μὲν γὰρ λόγῳ φέρε εἰπεῖν τὸ διάστημα τὸ τοῦ ἡλίου ἀπὸ τῆς γῆς εἶναι ἢ τὸ τῆς σελήνης, ἐν τριπλασίῳ δὲ τὸ τῆς Ἀφροδίτης, ἐν τετραπλασίῳ δὲ τὸ τοῦ ᾿Ερμοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου εἶναί τινα λόγον ἀριθμητικὸν ἡγοῦντο, καὶ ἐναρμόνιον τὴν κίνησιν εἶναι τοῦ οὐρανοῦ· κινεῖσθαι δὲ τάχιστα μὲν τὰ τὸ μέγιστον διάστημα κινούμενα, βραδύτατα δὲ τὰ τὸ ἐλάχιστον, τὰ δὲ μεταξὺ κατὰ τὴν ἀναλογίαν τοῦ μεγέθους τῆς περιφοράς. ἐκ δὴ τούτων τῶν ὁμοιοτήτων ἐν τοῖς οὖσι πρὸς τοὺς ἀριθμοὺς τὰ μὲν πράγματα καὶ τὰ ὄντα ἐξ ἀριθμῶν τε συγκεῖσθαι καὶ ἀριθμούς τινας εἶναι ὑπελάμβανον. τοὺς δὲ ἀριθμοὺς ἡγούμενοι πάσης τῆς φύσεως καὶ τῶν φύσει ὄντων πρώτους (μήτε γὰρ δύνασθαί τι τῶν ὄντων ἀριθμοῦ εἶναι μήτε γνωρίζεσθαι ὅλως, τοὺς δὲ ἀριθμοὺς καὶ χωρὶς τῶν ἄλλων γιγνώσκεσθαι) τὰ τῶν ἀριθμῶν στοιχεῖα καὶ τὰς ἀρχὰς τούτων πάντων τῶν ὄντων ἀρχὰς ἔθεντο. ταῦτα δὲ ἦν, ὡς εἴρηται, ἄρτιον καὶ περιττόν, ὧν τὸ μὲν περιττὸν πεπερασμένον τὸ δὲ ἄρτιον ἄπειρον ἡγοῦντο εἶναι· τῶν δὲ ἀριθμῶν τὴν μονάδα ἀρχὴν εἶναι, συγκειμένην ἔκ τε τοῦ ἀρτίου καὶ περιττοῦ· εἶναι γὰρ τὴν μονάδα ἅμα αρτιοπέριττον, ὃ ἐδείκνυε διὰ τοῦ γεννητικὴν αὐτὴν εἶναι καὶ τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου ἀριθμοῦ· ἀρτίῳ μὲν γὰρ προστιθεμένη περιττὸν γεννᾶ, περιττῷ δὲ ἄρτιον.

Καὶ ὅσα μὲν εἶχον ὁμολογούμενα ἔν τε τοῖς ἀριθμοῖς καὶ τοῖς κατὰ τὰς ἁρμονίας συνθέσεσι πρὸς τὰ τοῦ οὐρανοῦ πάθη τε καὶ μέρη, ταῦτα μὲν αὐτόθι ὡς φανερὰ λαμβάνοντες ἐδείκνυον τὸν οὐρανὸν ἐξ ἀριθμῶν τε συγκεῖσθαι καὶ καθ’ ἁρμονίαν. εἰ δέ τινα ἐφαίνοντο διαφωνεῖν τῇ κατὰ τοὺς ἀριθμοὺς ἀκολουθίᾳ τῶν κατὰ τὸν οὐρανὸν φαινομένων, ταῦτα δὲ προσετίθεσαν αὐτοὶ καὶ ἐπειρῶντο ἀναπληροῦν πρὸς τὸ ὡμολογημένην αὐτοῖς εἶναι τὴν πραγματείαν πάσαν. αὐτίκα γοῦν τέλειον ἀριθμὸν ἡγούμενοι τὴν δεκάδα, ὁρῶντες δὲ ἐν τοῖς φαινομένοις ἐννέα τὰς κινουμένας σφαίρας, ἑπτὰ μὲν τὰς τῶν πλανωμένων, ὀγδόην δὲ τὴν τῶν ἀπλανῶν, ἐννάτην δὲ τὴν γῆν (καὶ γὰρ. καὶ ταύτην ἡγοῦντο κινεῖσθαι κύκλῳ περὶ μένουσαν ἑστίαν, ὃ πῦρ ἐστι κατ’ αὐτούς), αὐτοὶ προσέθεσαν ἐν τοῖς δόγμασι καὶ [*](30) τὴν ἀντίχθονά τινα, ἣν ἀντικινεῖσθαι ὑπέθεντο τῇ γῇ καὶ διὰ τοῦτο τοῖς [*](12 τῶν φύσει S: τῶν φύσεως ΑΜ πρώτους LF: πρώτως Α 17 εἶναι, συγκειμένην LFS: αὐτοῦ συγκειμένην Α 18. 19 ἀρτιοπέριττον ὡς γεννητικὴν οὖσαν καὶ τοῦ περιττοῦ κτλ. LF 22 πάθη LF: καὶ πάθη Α 23 μὲν αὐτόθι om. LF λαμβάνοντες Α: λαβόντες LF τε om. LF 25 δὲ om. LF 26 ὡμολογημένην A: ὁμολογουμένην LF 28 post ·σφαίρας add. ὡς εἴρηται LF 29 ἑπτὰ μὲν—κατ᾿ αὐτούς (31) om. LF 31 προσέθεσαν Α: προσετίθεσαν LF 31. 32 καὶ γῆν ἀντίχθονα LF 32 ὑπετίθεντο LF) [*](ALT. REC. GR. DISCR. 7 κινούμενα ὡς τὸ μεῖζον ἐν ἴσῳ κρόνῳ, βραδύτατα δὲ τὰ τὸ ἐλάχιστον ὡς τοὔλαττον ἐν ἴσω, τὰ δὲ μεταξύ (8) LF)

41
ἐπὶ τῆς γῆς ἀόρατον εἶναι. λέγει δὲ περὶ τούτων· καὶ ἐν τοῖς Περὶ οὐρανοῦ καὶ ἐν ταῖς τῶν Πυθαγορικῶν δόξαις ἀκριβέστερον. καθ’ ἁρμονίαν [*](31) δὲ τὴν τούτων τάξιν ἐποίουν λαβόντες τὸ τὰ δέκα τὰ κινούμενα σώματα, ἐξ ὧν ὁ κόσμος, διεστάναι ἀπ’ ἀλλήλων κατὰ τὰς ἁρμονικὰς ἀποστάσεις, κινεῖσθαί τε κατὰ ἀναλογίαν τῶν διαστημάτων, ὡς προείρηκε, τὰ μὲν θᾶττον αὐτῶν τὰ δὲ βραδύτερον, καὶ φερόμενα ἤχους ποιεῖν τὰ μὲν βραδύτερον βαρυτέρους τὰ δὲ θᾶττον ὀξυτέρους, ἐξ ὧν γιγνομένων ἀναλογίαις ἁρμονικαῖς ἐναρμόνιον ἦχον γίγνεσθαι, οὐ μὴν κατακούειν ἡμάς διὰ τὴν ἐκ παίδων συντροφίαν. εἴρηκε δὲ περὶ τούτου καὶ ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ ὅτι μὴ ἀληθές ἐστιν ἐν ἐκείνοις ἔδειξεν. ὅτι δὲ καὶ τὸ μὲν ἄρτιον αὐτοῖς τὸ ἄπειρόν ἐστι τὸ δὲ περιττὸν πεπερασμένον, καὶ ἀρχὴ τῆς τε μονάδος (ἐκ τούτων γὰρ ἡ μονὰς οὖσα ἀρτιοπέριττός ἐστιν), ἀλλὰ τοῦ παντὸς ἀριθμοῦ, εἴγε αἱ μονάδες πάλιν αἱ ἀρχαὶ τῶν ἀριθμῶν, ἀριθμὸς δὲ ὁ ὅλος οὐρανός, τουτέστι πάντα τὰ ἐν τῷ οὐρανῷ, ἅπερ ἐστὶ τὰ ὄντα, ταῦτα δὲ λέγει μὲν καὶ νῦν, ἐπὶ πλέον δὲ ἐν ἐκείνοις εἴρηκεν ὑπὲρ αὐτοῦ.

[*](p. 986a13)

Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα.

῾Υπομιμνήσκει ἰοῦ ἐκ τῆς προειρημένης ἱστορίας πρὸς τὰ προκείμενα χρησίμου· χρήσιμον γὰρ τὸ ἰδεῖν εἰς τί τῶν αἰτίων ἀνῆγον καὶ οἱ Πεθαγόγειοι τὰς ἀρχάς. φαίνεσθαι δή φησιν ἐξ ὧν λέγουσιν ὅτι ὁ ἀριθμὸς αὐτοῖς ἀρχὴ τῶν ὄντων ἦν ὡς ὕλη· ἐκ γὰρ τῆς συνθέσεως τούτων ἐγέννων πάντα τὰ ἄλλα. τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἄν δηλωτικὸν τοῦ τοὺς ἀριθμοὺς αὐτοῖς καὶ τῶν παθῶν καὶ τῶν ἕξεων εἶναι γεννητικούς τε καὶ αἰτίους, ὅπερ εἴη ἄν τὸ ὡς ποιητικὸν αἴτιον· κατὰ γὰρ τὰς ἐν τούτοις διαφορὰς τά τε πάθη καὶ τὰς ἕξεις ἐγγίνεσθαι τοῖς ἐξ αὐτῶν συγκειμένοις. τὰ γὰρ πάθη τε καὶ αἱ ἕξεις τῶν ἀριθμῶν τῶν ἐν τοῖς οὖσι παθῶν τε κὼ ἕξεων αἴτια, οἷον τὸ διπλάσιον, τὸ ἐπίτριτον, τὸ ἡμιόλιον. ἢ ὡς Ἀσπάσιος, ὁ μὲν ἀριθμὸς ὕλη , πάθος δὲ τὸ ἄρτιον , ἕξις δὲ τὸ περιττόν. ἢ τῶν ἀριθμῶν ὁ μὲν ἄρτιος ὕλη τε καὶ πάθος, ὁ δὲ περιττὸς ἕξις. σαφῆ δὲ ἃ τούτοις προστίθησιν, ὅτι πεπερασμένον τὸ περιττὸν κατ’ αὐτούς, ἄπειρον δὲ τὸ ἄρτιον, τὸ δὲ ἓν ἐξ ἀμφοῖν · διὸ καὶ ἄρτιον καὶ περιττὸν ἡ μονάς· καὶ ὅτι ἐκ τοῦ ἑνὸς συγκειμένου ἐκ περιττοῦ τε καὶ ἀρτίου ἡ γένεσις τῷ ἀριθμῷ καὶ πῶς· ὡς γὰρ προειρήκαμεν. ἱστορεῖ δὲ ὅτι τινὲς τῶν Πυθαγορείων τὰς ἀρχὰς δέκα ὑπετίθεντο ἐναντιώσεις, ὃς καὶ πρῶτος τέλειος ἀριθμὸς αὐτοῖς ἐστι κατὰ συστοιχίας τινὰς τιθέντες, εἰς ἃς ἀνῆγον καὶ τὰ ὄντα. καὶ τίνες αὗταί εἰσιν , ἐκτίθεται· πέρας γὰρ καὶ ἄπειρον, [*](1 τούτων Α: τούτου LF 1. 2 ἐν τοῖς Περὶ οὐρανοῦ] Β 13 p. 293a23. b20 2 post οὐρανοῦ add. μὲν A: om. LF τῶν Πυθαγορικῶν A: Πυθαγορικαῖς LF 2. 3 καθ᾿ ἁρμονίαν—ὑπὲρ αὐτοῦ (15) om. LF ᾦ. 10 ἐν τοῖς Περὶ οὐρανοῦ] B 9 17 εἰρημένης LF 21 τοῦ LF: τὸ Α 23 κτὰ Α: καὶ LF 32 καὶ πῶς om. Ascl. 33. 34 πρῶτος τέλειος Α: πρῶτος καὶ τέλειος LF 35 ἐκτίθεται om.)

42
περιττόν τε καὶ ἄρτιον, ἓν καὶ πλῆθος, δεξιὸν καὶ ἀριστερόν, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθύ καμπύλον, φῶς σκότος, ἀγαθὸν κακόν, τετράγωνον ἑτερόμηκες. ἱστορεῖ δὲ | ὡς καὶ Ἀλκμαίωνος τοῦ Κροτωνιάτου τὸν αὐτὸν [*](32) τούτοις τρόπον περὶ τῶν ἀρχῶν ἀποφηναμένου· εἰς γὰρ ἐναντίωσίν τινα ἕκαστον τῶν ὄντων ἀνάγειν ἐπειρᾶτο καὶ οὗτος ὡς ἀρχῶν οὐσῶν τῶν ἐναντιώσεων διαφέρει δὲ τῶν Πυθαγορικῶν ὅτι οἱ μὲν δεκάδας ποιοῦντες ταύτας μὲν ἐξετίθεντο ὁρίζοντες, ὁ δὲ τὴν τυχοῦσαν ἐναντίωσιν ἀρχὴν ἔλεγεν ἀδιορίστως· οὕτως δὲ πᾶσα ἄν ἐναντίωσις ἀρχὴ γίνοιτο αὐτῷ. κοινὸν μὲν οὖν τῶν Πυθαγορικῶν, οἳ ταύτης ἐγένοντο τῆς δόξης, καὶ Ἀλκμαίωνος τὸ ἐναντίας λέγειν εἶναι τὰς ἀρχὰς τῶν ὄντων· πόσαι δὲ καὶ τίνες αὗται, τῶν Πυθαγορικῶν ἴδιον. προσιστορεῖ δὲ ὅτι καὶ ἀρχὴν καὶ αἴτιον τὸν ἀριθμὸν ἔλεγον ὡς ὕλην, οὐχ ὡς ἄντικρυς μὲν αὐτῶν ἀποφηναμένων οὕτως (οὐδεὶς γὰρ περὶ τούτων, ὥς φησιν αὐτός, διεσάφησεν), ὡς δὲ ἑπόμενον αὐτοῖς ἐξ ὧν ἔλεγον· ἐκ γὰρ τούτων συγκεῖσθαί τε καὶ συνεστάναι πάντα φασὶ τὰ ὄντα ἐνυπαρχόντων. εὐλόγως δὲ ἐχρήσατο ἐπὶ τῆς τοιαύτης γενέσεως τῷ πεπλάσθαι· πλάσματι γὰρ ἔοικεν ἡ γένεσις ἡ τοιαύτη οὐδὲν εὔλογον

[*](p. 986b8)

Τῶν μὲν οὗν παλαιῶν καὶ πλείω λεγόντων τὰ στοιχεῖ τῆς φύσεως.

Τουτέστι τὰ τῶν φυσικῶς γιγνομένων στοιχεῖα. πλείω δὲ λέγει ἤτοι τὰ ὑλικά, ἢ πλείω τὰ στοιχεῖα ἀντὶ τοῦ τὰ αἴτια· πρὸς γὰρ τῇ ὕλη καὶ τὴν ποιητικήν τινες εἶπον, ὡς ἱστόρησε. μετὰ δὲ τὴν τούτων ἱστορίαν μνημονεύει πάλιν τῶν ἓν τὸ ὄν εἶναι θεμένων, οὐκ ἀρχὴν μίν, ὡς τῶν φυσικῶν τινες, ἀλλ’ ὡς τοῦ παντὸς μιᾶς φύσεως οὔσης· ὧν ἦν Ξενοφάνης τε καὶ Μέλισσος καὶ Παρμενίδης. ἣν καὶ ἱστορίαν ἄχρηστον εἰς τὴν περὶ τῶν ἀρχῶν καὶ αἰτίων ζήτησίν φησιν· οὐ γὰρ ἀρχὴν οὐδ’ αἴτιον τὸ ἓν ἐτίθεντο οὕτως ὡς οἱ ὕδωρ ἢ πῦρ ἡ ἀέρα λέγοντες, ἔπειτα ἐκ τούτου κινουμένου τὰ ἄλλα γεννῶντες, ἀλλὰ τὸ ὂν ἓν ἔλεγον καὶ ἀκίνητον. προσιστορεῖ δὲ καὶ τὴν διαφορὰν τὴν Μελίσσου τε καὶ Παρμενίδου περὶ τοῦ ἑνός· [*](6 διαφέρει Α: διαφέρειν LF δεκάδας] δέκα vel δεκάδα coni. Bonitz 10 λέγειν Ascl.: om. libri αὗται Ascl.: αὐτῶν libri 12. 13 οὐδὲν γὰρ περὶ τούτου, ὥς φησιν, αὐτοὶ διεσάφησαν Ascl., fort, lecte: οὐδὲν etiam LF 13 ἑπόμενον αὐτοῖς LF Ascl.: ἑπ. αὐτὸ Α 14 ἔλεγον LF: ἔλεγε Α φασὶ Ascl.: φησὶ libri 15 ἓν ὑπαρχόντων LF 15. 16 τῷ πεπλάσθαι Ascl.: τῷ πεπλασμένῳ libri 20 φυσικῶν Α1 21 πλείω τὰ στοιχεῖα Α: τὰ om. LF 29 τὴν Μελίσσου LF: τοῦ Μελίσσου Α) [*](ALT. REC. GR. DISCR. 20. 21 τουτέστι—ὑλικά] παλαιοὺς καὶ πλείω λέγοντας τὰ στοιχεῖα ᾿ Αναξαγόραν λέγει καὶ ᾿ Εμπεδοκλέα καὶ Δημόκριτον καὶ τοὺς Πυθαγορείους. πλείω δὲ λέγει στοιχεῖα τὰ τῶν φύσει γιγνομένων στοιχεῖ ἤτοι τὰ ὑλικά. LF)

43
οὐ γὰρ τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀπεφήναντο περὶ τοῦ παντός, ἓν αὑτὸ λέγοντες εἶναι, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν. τοῦ μὲν κατὰ φύσιν, ὅτι αὐτῶν ὁ μὲν ἐπὶ τὴν ὡς ὕλην φύσιν ἔβλεψεν ὁ δὲ ἐπὶ τὴν ὡς εἶδος, τοῦ δὲ καλῶς, ὅτι ὁ μὲν αὐτῶν κάλλιον ὁ δὲ χεῖρον εἶπε καὶ ὁ μὲν εὐλογώτερον ὁ δὲ ἧττον. τὸν μὲν γὰρ Παφμενίδην φησὶν ἐπὶ τὸ εἶδος βλέψαντα καὶ τὸν λόγον ἀποφήνασθαι τὸ ὂν ἓν εἶναι, διὰ τοῦτο καὶ πεπρασμένον (τοῦ γὰρ λόγου καὶ εἴδους τὸ περατοῦν τοῦτο ἐν ᾧ ἄν γένηται), δὲ ἐπὶ τὴν ὕλην ἐνεχθῆναι, διὸ καὶ ἄπειρον αὐτὸ ὑποθέσθαι· ἡ γὰρ ἀπειτία τῆς ὕλης. |

[*](p. 986b17)

Οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει.

[*](33)

Τὰ μὲν ἄλλα οὐκ οἰκεῖά φησιν εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πὰν λεγόντων· οἱ γὰρ οὕτως λέγοντες οὐχ [*](3 ὡς ὕλην LF Ascl.: ὡς om. Α φύσιν alterum Ascl.: φησὶν libri 4 αὐτῶν LF: αὐτοῦ Α 6 διὰ Α: καὶ LF 11 fort, οἰκεῖόν φησι) [*](ALT. REC. GR. DISCR. 11 τὰ μέν ἄλλα—πιθανότης (p. 44,15)] Τοῦτο περὶ τῶν ὑποθεμένων ἓν εἶναι τό ὂν Παρμενίδου τε καὶ Μελίσσου καὶ πρὸ αὐτοῦ Ξενοφάνους. οὗτοι μὲν οὖν παραπλησίως εἰρήκασιν ἓν τὸ ὃν καὶ ἀκίνητον εἰπόντες, οὐχ ὁμοίως δὲ οὐδὲ τὸν αὐτὸν τρόπον· ἀλλὰ Παρμενίδης μὲν πεπερασμένα ταῦτα ὑπετίθετο, Μέλισσος δὲ ἄπειρον· τοῦτο γὰρ σημαίνει αὐτῷ (αὐτὸ L) τὸ τρόπον δὲ οὐ τὸν αὐτόν, οὔτε τοῦ κατάφυσιν κατὰ ἔλεγεν ἄπειρον εἶναι ὁ Μέλισσος, κτὰ φύσιν δὲ πεπρασμένον ὁ Παρμενίδης· καὶ ὁ μὲν καλῶς μᾶλλον εἴρηκεν ὡς πεπερασμένον εἰπών, ὁ δὲ οὐ καλῶς ἄπειρον ὑποθέμενος τὸ ἕν· τοῦ γὰρ ἀπείρου ἐπιστήμη οὐκ ἔστιν. ὁ οὖν τούτων λόγος οὐκ ἐφαρμόττει εἰς τὴν περὶ τῶν αἰτίων θεωρίαν. τὸ ἐφαρμόττει ἀντὶ τοῦ οὐκ ἔστιν οἰκείως (l. οἰκεῖος) τῇ τῶν ζητουμένων αἰτίων θεωρίᾳ· τὰ γὰρ αἴτια ἀρχαί εἰσι τῶν ὧν εἰσιν αἴτια, καὶ αὐτόθεν πλῆθος εἰσάγεται τῇ τῶν αἰτίων θεωρία· αὐτοὶ δὲ ἀποτιθέμενοι τὸ πλῆθος ἀπὸ τῶν ὄντων καὶ ὥσπερ κατανωτιζόμενοι τὴν περὶ τούτου θεωρίαν ἓν ὁρῶντες τὸ ὂν οὐδ’ ὡς αἴτιον τοῦτο ἑώρων. εἰ γοῦν καὶ ἔνιοι τῶν φυσιολόγων, οἷον οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξίμανδρον καὶ ῾ Ηράκλειτον ἓν ὑπετίθεντο τὸ στοιχεῖον, ἀλλ’ οὐχ ὥσπερ οὗτοι ἀκίνητον ἀλλὰ κινούμενον, οἷον πυκνούμενον ἢ μανούμενον, τὰ ἄλλα ἐκ τούτων ἐγέννων καὶ πλῆθος εἰσῆγον ἐν τοῖς οὖσιν ἐκ τοῦ ἑνός, ἀλλ’ οὐκ ἀνῄρουν τὸ πλῆθος, ὡς οἱ τὸ ἓν ἀκίνητον ὑποτιθέμενοι. ὅμως εἰ καὶ μὴ οἰκεῖός ἐστιν ὁ περὶ τοῦ ἑνὸς λόγος αὐτῶν, ὡς εἴρηται, τῇ περὶ τῶν αἰτίων θεωρία, ἀλλ’ ἐπείπερ ὁ μὲν Μέλισσος ἄπειρον ὑπετίθετο τὸ ἓν καὶ ὕλης λόγον ἔχον, κὰν μὴ ἐκεῖνος ἔλεγεν (ἄπειρος γὰρ ἡ ὕλη τῇ οἰκείᾳ φύσει ὡς ἀόριστος· τὸ γὰρ ἄπειρον ἀόριστον), ὁ δὲ ὡς εἶδος (τὸ γὰρ περατοῦν τοῦ λόγου ἤτοι τοῦ εἴδους ἐστὶν αἴτιον) [del. αἴτιον], διὰ τοῦτο, εἰ καὶ μὴ ἔλεγον ἐκεῖνοι ἢ ὡς ὑλικὸν ἢ ὡς εἰδικόν, ἀλλὰ διὰ τὸ ἐμφαίνεσθαί πως ταῦτα ἐν τῷ λέγειν αὐτοὺς οὕτως οὐκ ἔξω τῆς νῦν σκέψεως ἐστι πάντῃ ἡ περὶ τὴν δόξαν αὐτῶν θεωρία. ἐπεὶ δὲ καὶ Ξενοφάνης ἒν τὸ ὂν ἔλεγε (τοῦτο γὰρ δηλοῖ τὸ πρῶτον ἑνίσας· γὰρ Παρμενίδου καὶ Μελίσσου ἒν εἴρηκε τό ὄν), φησὶν ὅτι οὐδὲν διεσαφήνισε περὶ αὐτοῦ· οὔτε γὰρ ὡς ὑλικὸν εἷπεν αὐτὸ οὔτε ὡς εἰδικόν, διὰ τὸ μήτε ἄπειρον εἰπεῖν αὐτὸ ὡς ὁ Μέλισσος, μήτε πεπερασμένον ὡς ὁ Παρμενίδης. οὗτοι οὖν οἱ τὸ ὂν ἓν εἰπόντες, καθάπερ, φησίν, εἴπομεν, ἀφετέοι πρὸς τὴν περὶ τῶν αἰτίων ζήτησιν, οἱ μὲν δύο καὶ πάμπαν Μέλισσός τε καὶ Ξενοφάνης, οὓς καὶ μικρὸν ἀγροικότερόν φησιν εἰρηκέναι, ἴσον λέγων τῷ μικρὸν λείπειν αὐτοὺς)

44
ὡς ἀρχὴν τὸ ἓν τίθενται, οὐδὲ ὡς αἴτιον. ἐπὶ τοσοῦτον δέ φησι χρήσιμον εἶναι καὶ τὴν τούτων ἱστορίαν, ὅτι καὶ τούτων ὁ μὲν ἐπὶ τὴν ὕλην βλέψας ἄπειρον εἶπε τὸ ὄν, ὁ δὲ ἐπὶ τὸ εἶδος· πεπερασμένον· ἐν μὲν γὰρ ταῖς αἰτίαις καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ὥστε εἰ καὶ μὴ αἴτιόν τι λέγουσιν, ἀλλὰ ἅ γε λέγουσι καὶ καθ’ ἃ κινηθέντες, ἐν τοῖς κατηριθμημένοι αἰτίοις ἐστίν. Ξενοφάνην δὲ αἰτιᾶται ὡς πρῶτον μὲν τῆσδε τῆς δόξης ἁψάμενον (Παρμενίδην γὰρ τούτου μαθητὴν γενέσθαι), οὐδὲ τῆς φύσεως τινός, εἴτ’ οὖν εἴδους ἢ τῆς ὕλης, ἁψάμενον, ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψαντα καὶ ἀπλῶς ἀποφηνάμενον τὸ ἓν εἶναι τὸν θεόν. τὸ δὲ ἑνίσας ἴσον ἐστὶ τῷ πρῶτος ἓν εἶναι τὸ ὂν εἰπών. ἐπαινεῖ δὲ Παρμενίδην ὡς εὐλογώτερον ἐκείνων θέμενον ἓν εἶναι τὸ ὄν· ἐχρήσατο γὰρ λόγῳ τινὶ καὶ συλλογισμῷ πρὸς τὴν δεῖξιν τούτου, οἱ δὲ ἀγροικότερον ἀπεφήναντο. ὁ δὲ λόγος ᾧ ἐχρῆτο οὗτος· ἐλάμβανε τὸ παρὰ τὸ ὂν μὴ ὄν, ὥσπερ τὸ παρὰ τὸ λευκὸν οὐ λευκόν, τὸ δὲ μὴ ὂν μηδὲν εἶναι· οἷς κειμένοις ἡγεῖτο ἐξ ἀνάγκης ἕπεσθαι τὸ ὂν ἓν εἶναι. αὕτη μὲν οὗν ἡ τοὺ λόγου πιθανότης, περὶ δὲ τούτων ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐπὶ πλέον ἐπεξελήλυθεν, ἐφ’ ἃ ἡμᾶς καὶ νῦν ἀναπέμπει. ὁμώνυμόν τε γὰρ τὸ ὄν· κἂν εἰ ὡς φύσιν δὲ μίαν σημαῖνον λαμβάνοιτο, οὐδὲ οὕτως ἂν δεικνύοιτο ἓν εἶναι κατ’ ἀριθμὸν τὸ ὄν. ἔτι συνάγεται μὲν ἐκ τοῦ λόγου τὸ παρὰ τὸ [*](9 ἒν om. Α 16 ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως] Α 2. 3 19 ἔτι συνάγεται LFS: ἐπισυνάγεται Α) [*](ALT. REC. GR. DISCR. εἶναι πάντῃ ἀγροίκους διὰ τὸ μηδὲν γενναῖον μηδὲ περιττὸν καὶ λογικῆς ἐχόμενον θεωρίας αὐτοὺς ἀποφήνασθαι περὶ τοῦ ὄντος. Παρμενίδης δὲ βλέπων ἔοικέ που λέγειν. τοῦτο δὲ εἴρηκεν ἐπαινῶν Παρμενίδην ὡς εὐλογώτερον ἐκείνων θέμενον καὶ λογικῶς περὶ τούτου ἐπισκεψάμενον, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν Παρμενίδης δὲ βλέπων μᾶλλον ἔοικέ που λέγειν· λόγῳ γὰρ ἐχρῆτο πρὸς τὴν τούτου δεῖξιν τοιῷδε· τὸ παρὰ τὸ ὂν μὴ ὄν, ἐλάττον ταύτην τιθεὶς πρότασιν, μείζονα δὲ τὸ μὴ ὂν μηδὲν εἶναι, οἷς κειμένοις ἡγεῖτο ἐξ ἀνάγκης ἕπεσθαι τὸ ὃν ἓν εἶναι. αὕτη μὲν οὖν ἡ τοῦ Παρμενιδείου λόγου πιθανότης LF 17 ἐφ’ ἀ̔—πλείω δὲ (p. 45,4)] ἐφ’ ἃ νῦν ἡμᾶς ἀναπέμπει· ἠλέγχετο γὰρ ἐκεῖ ὡς ὁμωνύμους λαμβάνων προτάσεις. καὶ γὰρ ἡ <τὸ> παρὰ τὸ ὃν μὴ ὃν πρότασις ὁμώνυμός ἐστι, δεκαχῶς [δὲ] τοῦ ὄντος καὶ οὐχὶ μίαν φύσιν δηλοῦντος. εἰ οὖν κυρίως τις τὴν οὐσίαν ὂν εἰπὼν εἴποι ἐν τῇ προτάσει τὸ παρὰ τὸ ὃν ἤτοι τὴν οὐσίαν μὴ ὄν, εἶτα ἐπενεγκὼν τό μὴ ὃν μηδέν, ψεύδεται· τὸ γὰρ παρὰ τὴν οὐσίαν οὐκ οὐσίαν μὲν ἀληθὲς εἰπεῖν, οὐ μὴν μηδὲν εἶναι· ἔστι γάρ τι ἢ ὡς ποσὸν ἡ ποιὸν ἤ τις ἄλλη τῶν ἐννέα κατηγοριῶν. ἀλλὰ κἂν μίαν τις ὑποθῆται φύσιν τὸ ὃν οἷον ἄνθρωπον, οὐδὲ οὕτως ἂν δεικνύοιτο κατ’ ἀριθμὸν ἓν εἶναι τὸ ὄν, ὅπερ ἐκεῖνος, ὡς ἐδόκει, συνῆγεν· εἰ γὰρ καὶ τὸ περὶ (l. παρὰ) τὸν ἄνθρωπον οὐκ ὄν, ἀλλ’ ὁ ἄνθρωπος οὐχ ἕν· πολλοὶ γὰρ οἱ κατὰ μέρος καὶ ὡς εἰπεῖν ἄπειροι τῷ ἀριθμῷ. ἔτι δὲ συνάγεται μὲν ἐκ τοῦ λόγου τὸ παρὰ τὸ ὃν μηδὲν εἶναι, οὐ μὴν ἓν ἢ οὐχ ἕν· τῷ δὲ παρὰ τὸ ὂν μηδὲν εἶναι ἀντιστρέφει κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν οὐ τὸ τὸ ὃν ἓν εἶναι, ἀλλὰ τὸ τὸ ἓν ὃν εἶναι (ὂν εἶναι om. F)· ἀντίκειται γὰρ τῷ οὐχ ἑνὶ τὸ ἔν, τῷ δὲ μὴ ὄν· εἰ οὑν τὸ μηδὲν (1. μὴ ὂν) μηδέν, τὸ ἐν ὄν· τοιαύτη γὰρ ἡ σὺν ἀντιθέσει ἀντιστροφή. ἱστορεῖ δὲ (Παρμενίδης libri) καὶ τὴν διττὴν δόξαν· ἀναγκαζόμενος γὰρ καὶ φαινομένοις ἀκολουθεῖν κατὰ λόγον μὲν καὶ τὴν ἀλήθειαν ἓν ἔλεγεν (ἔλεγον libri) τὸ πλείω δὲ LF)
45
ὂν μηδὲν εἶναι, οὐ μὴν ἓν ἢ μὴ ὄν· τούτῳ δὲ ἀντιστρέφει οὐ τὸ τὸ ὂν ἓν εἶναι ἀλλὰ τὸ τὸ ἓν ὂν εἶναι. ἱστορεῖ δὲ Παρμενίδου καὶ τὴν διττὴν δόξαν, ὃς ἀναγκαζόμενος καὶ τοῖς φαινομένοις ἀκολουθεῖν ἓν μὲν κατὰ λόγον καὶ τὴν ἀλήθειαν ἔλεγε τὸ ὂν εἶναι, πλείω δὲ κατὰ τὴν αἴσθησιν· καθ’ ἣν δόξαν γενητὸν τὸν κόσμον καὶ δύο ἀρχὰς ὑπέθετο αὐτοῦ τε καὶ τῶν οὕτως ὄντων, πῦρ τε καὶ γῆν, ὧν τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὂν καὶ τὸ ψυχρὸν ἔλεγεν· ὥστε οὐ Δημόκριτος μόνος καὶ Λεύκιππος ἐν ταῖς ἀρχαῖς τὸ ὃν καὶ τὸ μὴ ὃν ἐτίθεντο. ἔλεγε δὲ ἴσως Παρμενίδης μὴ ὂν τὸ ψυχρὸν καθὸ ὑλικὴ αἰτία μᾶλλον αὕτη, δοκεῖ δὲ ἡ ὕλη μὴ ὄν τι εἶναι.

[*](p. 987a2)

Καὶ παρὰ τῶν συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν.

Συνηδρευκότων ἀντὶ τοῦ ἐζητηκότων τε καὶ πεφροντικότων περὶ ὧν λέγομεν. ἢ συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν, τούτων ὧν εἰφήκαμεν· ὧν γὰρ ἐμνημόνευσεν ἤδη, τούτους λέγοι ἄν συνηδρευκέναι ἤδη τούτῳ τῷ λόγῳ καὶ οἷον παραγεγονέναι. παρὰ μὲν τῶν πρώτων. ὑπομιμνήσκει τῶν εἰρημένων ἀρχαίων, ὅτι οἱ μὲν ἀρχαιότεροί τε καὶ πρῶτοι σωματικὴν ἀρχὴν ἐποίουν καὶ ὑλικήν, ὡς ὕδωρ μὲν Θαλῆς, πῦρ δὲ Ἵππασός τε | καὶ Ἡράκλειτος, καὶ τὰ τούτοις ὅμοια· καὶ ἀέρα γάρ, ὡς εἴρηκεν, [*](34) ἐτίθεντο ἀρχὴν Ἀναξιμένης τε καὶ Διογενὴς. ἐν τούτοις δ’ ἄν καὶ ᾿ Αναξίμανδρος εἴη ὁ τὴν μεταξὺ φύσιν θέμενος ἧς δόξης ἐμνημόνευσεν ἐν τοῖς Περὶ γενέσεως. τοιοῦτοι δὲ καὶ Λεύκιππος καὶ Δημόκριτος· καὶ γὰρ οὗτοι ὑλικὰς τὰς ἀρχὰς ἔθεντο. καὶ τῶν μὲν μίαν τῶν δὲ πλείους. ἔθεντο μίαν, ὡς Θαλῆς ᾿ Αναξιμένης Ἡράκλειτος, πλείους, ὡς οἱ περὶ Λεύκιππόν τε καὶ Δημόκριτον· κατὰ γὰρ τούτους πάντας αἱ ὑλικαὶ ἀρχαὶ πλείους, καὶ κατὰ Παρμενίδην. παρὰ δέ τινων ταύτην τε τὴν αἰτίαν τιθέντων καὶ πρὸς ταύτῃ τὴν ὅθεν ἡ κίνησις. ταύτην μὲν τὴν ὑλικήν. λέγει δὲ τοὺς πρὸς ταύτῃ τιθεμένους τὴν ὅθεν ἡ κίνησις Ἀναξαγόραν τε [*](2 ἀλλὰ τὸ τὸ ἓν ὂν εἶναι LS: om. A 5. 6 τε—ὄντων om. LF 6 μὴ ὃν Μ: μὲν ὅν A 7 καὶ (ante τὸ) M: om. A: καὶ τὸ ψυχρὸν om. LF 13 ἤδη om. LF 14 παραγεγονέναι τε καὶ ἐμμεῖναι τῇ ζητήσει τῇ περὶ τῶν ἀρχῶν LF 17 καὶ (ante ἀέρα) Α: om. LF 19. 20 ἐν τοῖς Περὶ γενέσεως] Β 1 p. 328b 35, 5 p. 332a 20 20 τοιοῦτοι LF: τοιοῦτος A 22 ὡς οἱ—πλείους (23) M: om. Α 25 ταύτῃ] ταύτη F: ταύτην AL) [*](ALT. REC. GR. DISCR. 6 μὴ ὄν—τῷ λόγῳ (12)] μὴ ὂν ἔλεγεν· τὸ γὰρ ψυχρὸν μὴ ὃν καὶ καθόλου αἰτία αὕτη τὸ χεῖρον τῶν ἐναντίων ὡς ὕλη τε καὶ μὴ ὄν. ὥστε οὐ Δημόκριτος καὶ Λεύκιππος μόνοι ἐν ταῖς ἀρχαῖς τὸ ὃν καὶ τὸ μὴ ὃν ἐτίθεντο, ἀλλὰ καὶ αὐτὸς ὁ Παρμενίδης· ἔλεγε δὲ ἴσως ὁ Παρμενίδης μὴ ὃν τὸ ψυχρὸν ὡς ὑλικὸν αἴτιον, δοκεῖ δὲ ἡ ὕλη, ὡς εἴρηται, μὴ ὄν τι εἶναι. Εκ μὲν οὖν τῶν εἰρημένων καὶ παρὰ τῶν συνηδρευκότων ἤδη τῷ λόγῳ σοφὼν: συνηδρευκότων εἶπεν ἤδη τῷ λόγῳ σοφῶν ἀντὶ τοῦ παρὰ τῶν ἐμμεινάντων τῷ λόγῳ καὶ ἐζητηκότων τε καὶ πεφροντικότων περὶ ὧν ζητοῦμεν ἀρχῶν τε καὶ αἰτιῶν, ἡ συνηδρευκότων ἤδη τῷ λόγῳ LF 25 καὶ πρὸς ταύτῃ ταύτῃ—᾿ Εμπεδοκλῆς ἦν (p. 46, 4)] παρὰ δέ τινων τῶν συνηδρευκότων δηλαδὴ (ἤδη F) τῷ λόγῳ σοφῶν ἤτοι ἐμμεινάντων ἐν τῇ ζητήσει)

46
καὶ ὅσοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς ἔθεντο ὡς ἀρχὴν ποιητικήν, καὶ Ἐμπεἦν αὐτῷ, ἀρχαῖς ἐχρήσατο· διὸ καὶ εἶπε τὸν μὲν μίαν θέσθαι τὴν ποιητικὴν ἀρχήν, Ἀναξαγόραν λέγων, τὸν δὲ δύο· οὗτος γὰρ ᾿ Εμπεδοκλῆς ἦν.

[*](p. 987a9)

Μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μετριώτερον εἰρήκασιν.

Ἰταλικοὺς μὲν τοὺς Πυθαγορικοὺς λέγει· ἐκεῖ γὰρ αὐτῶν Πυθαγόρας τὸ διδασκαλεῖον συνεστήσατο· ἐν γὰρ Τάραντι. εἰπὼν δὲ μέχρι τῶν Ἰταλικῶν προσέθηκε τὸ καὶ χωρὶς ἐκείνων, ἵνα μὴ ἐγακταριθμῶμεν καὶ τούτους ταῖς λεγομέναις δόξαις, ἐπεὶ τοῦ μέχρι τινὸς ἔστιν ἀκούειν ὡς ἐκείνου τοῦ μέχρι ἐγκαταριθμουμένου τοῖς πρὸ αὐτοῦ. τὸ δὲ μέχρι οὐ κατὰ χρόνον λέγοι ἄν· οὐ γὰρ πρὸ Πυθαγόρου ᾿ Εμπεδοκλῆς, οὗ τῆς δόξης μνημονεύει ὡς· οὕσης ἐν τοῖς μέχρι τῶν Ἰταλικῶν· ἀλλὰ τὸ μέχρι ἐπὶ τῆς ἐξαριθμήσεως τῶν δοξῶν ὧν καταριθμεῖται. πρῶτον γὰρ ἐκείνων τῶν δοξῶν, εἶθ’ οὕτως τῆς τῶν Πυθαγορείων ἐμνημόνευσεν. εἰπὼν δὲ μέχρι τῆς τῶν Πυθαγορικῶν δόξης τοὺς πλείστους μαλακώτερον περὶ αἰτίας εἰρηκέναι, τουτέστιν ἑνὶ αἰτίῳ χρῆσθαι (τῷ γὰρ ὑλικῷ) χωρὶς τῶν δύο τε καὶ ᾿ Εμπεδοκλέους· οὗτοι γὰρ πρὸς τῇ ὑλικῇ καὶ τὴν ποιητικὴν προσέλαβον, ὁ μὲν ἓν τοῦτο λέγων ὁ Ἀ·ναξαγόρας, ὁ δὲ διελὼν εἰς δύο, Ἐμπεδοκλῆς γάρ· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν πλὴν ὥσπερ εἴπομεν δυοῖν αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν ποιοῦσιν οἱ δὲ δύο, τὴν ὅθεν ἡ κίνησις, ᾧ λείποι ἄν τὸ τινὲς ἐξ αὐτῶν. γράφεται ἔν τισιν ἀντὶ τοῦ μοναχώτερον ‟μορυχώτερον,” ὃ ἐξηγούμενοι οἱ μὲν σκοτεινότερον λέγουσιν, οἱ δὲ μαλακώτερον. οὔτε δὲ τὸ ὄνομα γνώριμον, οὔτε ἀκόλουθον τοῖς προειρημένοις τὸ τοὺς μέχρι τῶν Πυθαγορείων εἰρηκότας περὶ ἀρχῶν σκοτεινότερον εἰρηκέναι· μᾶλλον γὰρ ἔστιν εὑρεῖν σκοτεινότερον εἰρημένα | τὰ ὑπὸ τῶν Πυθαγορείων λεγόμενα. [*](35) εἰ δὲ μαλακώτερον εἰπεῖν ἐβούλετο, ἐχρήσατο ἂν τῷ ὀνόματι αὐτῷ, ὥσπερ καὶ ἐν ἄλλοις. προελθὼν μέντοι περὶ πάντων τῶν εἰρηκότων πρὸ αὐτοῦ [*](1 καὶ (ante ὅσοι) Brandis Bonitz: om. A 5. 6 μετριώτερον] immo μοναχώτερον legit Alex., cf. 2;) 7 ἐκεῖ μὲν γὰρ Πυθαγόρας LF 8 Τάραντι τῆς Ἰταλίας LF 10. 11 ὡς καὶ ἐκείνου LF 11 μέχρι] fort. μέχρι οὖ 14 post καταριθμεῖται add. κέχρηται LF 15 τῆς τῶν LF: τῆς om. Α 16 μαλακώτερον libri: μονιμώτερον Ascl.: γρ. μαχικώτερον γρ. καὶ μετριώτερον marg. Α: "legendum esse μοναχώτερον patet ex paraphrasi” Brandis; cf. etiam v. 23 17 τῷ ὑλικῷ LF 19. 20 Ἐμπεδοκλῆς δὲ διελὼν εἰς δύο LF δυοῖν τ’ Arist. vulg. 22 ᾧ λείποι ἂν—ἀμυδρῶς μέν (p. 47,1) om. LF) [*](ALT. REC. GR. DISCR. αἰτίων καὶ ἐμφροντίστως ἐξετασάντων, ταύτην τε τὴν αἰτίαν τὴν ὑλικὴν τιθέντων καὶ πρὸς ταύτῃ (ταύτην L) τὴν ποιητικήν, ἣν καὶ τὴν ὅθεν ἡ κίνησις εἴρηκε· παρὰ μὲν πρὸς τῇ ὑλικῇ. ἥτις ἦν αὐτῷ ἡ τῶν ὁμοιομερῶν φύσις, καὶ τὴν ποιητικὴν ἔχομεν, ἣν ἐκεῖνος ἐτίθει τὸν νοῦν, παρ’ ᾿ Εμπεδοκλέους δὲ πρὸς ταῖς ὑλικαῖς αἰτίαις, ἅπερ ἦν τὰ τέσσαρα στοιχεῖα, καὶ τὴν ποιητικὴν διττὴν οὖσαν, τήν τε φιλίαν καὶ τὸ νεῖκος LF)

47
περὶ ἀρχῶν λέγει ‟ἀλλὰ πάντες ἀμυδρῶς μέν.’’ τοὺς δὲ Πυθαγορικούς φησι δύο μὲν καὶ αὐτοὺς τὰς ἀρχὰς λέγειν ὥσπερ καὶ ἄλλοι· τὸ γὰρ κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον τούτου ἄν εἴη σημαντικόν. ἀλλὰ καὶ πρὸ ὀλίγου εἴρηκε καὶ αὐτοὺς μόνῃ τῇ ὑλικῇ αἰτίᾳ κεχρῆσθαι· πῶς οὖν νῦν δύο λέγει; ἢ δύο λέγει οὐκ εἴδη αἰτίων, ἀλλὰ δύο τὰς ἀρχὰς τὰς ὑλικὰς ἐποίουν, ὥσπερ καὶ ἄλλοι· οἱ γὰρ γῆν καὶ πῦρ θέμενοι δύο καὶ αὐτοὶ τὰς ὑλικὰς ἀρχὰς ἐποίουν. ἢ λέγει ὡς ἀρέσκον αὐτοῖς, ἢ καὶ ἑπόμενον ἐξ ὧν ἔλεγον, τὸ εἶναι μὲν αὐτοῖς ὕλην τὸν ἄπειρον ἀριθμόν (οὖτος δὲ ἦν ὁ ἄρτιος), εἶδος δὲ τὸν πεπερασμένον, ὃς ἦν ὁ περιττός· καὶ γὰρ προελθὼν οὕτως περὶ αὐτῶν μνημονεύει. πῶς δὲ δύο ἔτι αἱ ἀρχαὶ κατὰ τοὺς Πυυαγορικούς, εἴγε, ὡς λέγει, τὸ πεπερασμένον καὶ τὸ ἄπειρον καὶ τὸ ἕν; τρεῖς γὰρ οὕτω γίγνονται. ἢ τὸ ἓν οὐκ ἦν ἔξω τούτων· προείρηκε γάρ ὅτι ἐρτιοπέριττον ἔλεγον τὴν μονάδα· εἰ δὲ ἀρτιοπέριττον, καὶ πεπερασμένον καὶ ἄπειρον, ἄπειρον δὲ τὸ ἄρτιον καὶ πεπερασμένον τὸ περιττὸν κατ’ αὐτούς· ἀρχὶ γὰρ κατ’ αὐτοὺς περιττὸν καὶ ἄρτιον πρώτης τῆς μονάδος. καὶ οἱ τὰς δέκα δὲ ἐναντιώσεις ἐν ταῖς ἀρχαῖς θέμενοι τῶν Πυθαγορικῶν εἶεν καὶ αὐτοὶ δυοῖν ἀρχαῖν χρώμενοι· ἀνήγαγον γὰρ ταύτας εἴς τε τὸ ἀγαθὸν καὶ κακόν, τὴν μὲν ἑτέραν τῶν συστοιχιῶν ἀγαθὸν τὴν δὲ ἑτέραν κακὸν λέγοντες. διαφέρειν δέ φησι τῶν ἄλλων τὴν τούτων δόξαν, καθ’ ὅσον οἱ μὲν ἄλλοι τῷ ἀπείρῳ ἐν τῇ ἀρχῇ χρησάμενοι ἢ τῷ πεπερασμένῳ ἄλλο τι καὶ σῶμα τὸ ἄπειρον καὶ τὸ πεπερασμένον ἐποίουν, συμβεβηκὸς ἔχον τὸ ἄπειρον ἢ τὸ | πεπερασμένον (οἱ μὲν γὰρ ὕδωρ ἄπειρον εἷναι, οἱ [*](36) δὲ ἀέρα, οἱ δέ τινα μεταξὺ φύσιν, ὡς ᾿ Αναξίμανδρος), οὗτοι δὲ αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ πεπερασμένον ὑποκεῖσθαι λέγουσι· τὸν γὰρ ἄρτιον ἀριθμὸν τῇ αὐτοῦ φύσει ἄπειρον ὄντα (τὸ γὰρ ἀρτίῳ εἷναι ἀπείρῳ εἶναί [*](1 λλγει] p. 988a 22 τοὺς δὲ] lemmate praemisso οἱ δὲ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς τὸν αὐτὸν εἰρήκασι τρόπον pergunt τοὺς Πυθαγορικοὺς καὶ αὐτούς φησι δύο τὰς κτλ. LF 3. 4 σημαντικὸν τοῦ δύο καὶ αὐτοὺς λέγειν εἶναι τὰς ἀρχάς. ἀλλὰ μὴν καὶ πρὸ ὀλίγου εἰρήκει ἁ 4 πῶς οὖν Α: καὶ πῶς LF 5 ἢ ἴσως δύο LF 5. 6 αἰτίων οἷον ὑλικὸν καὶ ποιητικὸν ἀλλὰ δύο τὰς ἀρχικὰς ἀρχὰς ὥσπερ καὶ LF 7 ἢ μᾶλλον λέγει LF αὐτοῖς τοῖς Πυθαγορείοις ἢ καὶ LF 10 οὗτος LF 10.11 Πυθαγορείους LF 12 ἔξω τῶν λοιπῶν δύο LF 14 καὶ ἄπειρον LF: καὶ ἄρτιον Α τὸ περιττὸν S Bonitz: om. Α 17 γὰρ καὶ ταύτας LF 18 καὶ τὸ κακὸν LF 18. 19 τὴν μὲν ἑτέραν τῶν ἀγαθ τὴν δὲ ἑτέραν τῶν κακῶν λέγοντες LF 20 ἄλλοι, φυσικοὶ δηλαδὴ LF 24 καὶ πεπερασμένον om. LF) [*](ALT. REC. GR. DISCR. 14 ἄπειρον δὲ—μονάδος (15)] δύο ἄρα ἀλλ’ οὐ τρεῖς τὰς ἀρχὰς ἔλεγον, εἴ γε τὸ ἓν ἐκ τῶν δύο τούτων, καὶ ἀρχαὶ πρώτης τῆς μονάδος τὸ ἄρτιον καὶ τὸ περιττόν, ἐξ ἧς καὶ οἱ ἄνοι ἀριθμοὶ ἐγεννῶντο L 19. 20 δόξαν (τοῦτο γὰρ ἐσήμανεν ἐν τῶ εἰπεῖν τοῦτο δὲ προσεπέθεσαν, ταῖς ἀρχαῖς δηλονότι, ὃ καὶ ἴδιόν ἐστιν αὐτῶν) καθ’ ὅσον L 21 ἄλλο—οὗτοι (23)] οὐ καθ’ αὑτὰ τούτοις ἐχρῶντο ἀλλὰ <add. σῶμα>τὸ ἄπειρον ἔλεγον ἢ τὸ πεπερασμένον, τὸ δὲ ἄπειρον ἤ τὸ πεπερασμένον συμβεβηκὸς αὐτῷ, οἷον ὕδωρ ἡ ἀέρα ἢ καὶ τὸ μεταξύ, ὡς Ἀναξίμανδρος ὁ Μιλήσιος, οὗτοι LF 25 τὸ γὰρ ἀρτίῳ—ἀριθμοῦ (p. 48,3)] πεπερασμένον δὲ τόν περιττόν· οὐ γάρ ὡς συμβεβηκός αὐτῶν κατηγόρουν τὸ ἄπειρον ἢ τὸ περιττόν (I. πεπερασμένον) LF)
48
ἐστι κατ᾿ αὐτούς) καὶ τὸν περιττὸν ὄντα τὴν πεπερασμένην φύσιν ὑπετίθεσαν θεσαν τοῖς οὖσι. τὸ γὰρ ἄπειρον οὗτοι οὐ συμβεβηκὸς ἔλεγον εἶναι ἐκείνοῦ οὗ κατηγορεῖται (κατηγόρουν δὲ αὐτὸ τοῦ ἀρτίου ἀριθμοῦ), ἀλλ’ οὐσίαν αὐτοῦ. οὐ γὰρ ἐν τῷ τοσοῦτο εἶναι ὁ ἄρτιος ἀριθμὸς ἄπειρος κατ’ αὐτούς, ἀλλ’ ἐν τῷ τοιοῦτος· πᾶν γὰρ ἄρτιον καθὸ ἄρτιον ἄπειρον κατ’ αὐτούς. ὁμοίως δὲ καὶ τὸ ἓν οὐσίαν αὐτὴν καθ’ αὑτήν, ἀλλ’ οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχειν τὸ ἑνὶ εἶναι. ἀλλὰ διὰ τὸ ταῦτα εἶναι τὰ ὑποκείμενα, ἔλεγον ἀριθμὸν εἶναι τὴν πάντων οὐσίαν, ὡς ἐκ τῶν ἀριθμῶν πάντων τῶν ὄντων συγκειμένων· ὡς γὰρ οἷς πῦρ τὸ ὑποκείμενον, πῦρ ἡ οὐσία πάντων, οὕτω καὶ οἷς ἀριθμός, ἀριθμὸς ἡ πάντων οὐσία. λέγει δὲ περὶ αὐτῶν ὡς ἐπιχειρησάντων μὲν πρώτων καὶ τί ποτε ἔστιν ἕκαστον τῶν ὄντων ἀποδιδόναι καὶ ὁρίζεσθαι, λίαν μέντοι πραγματευσαμένων τοῦτο ἁπλῶς καὶ ἀβασανίστως καὶ χωρὶς περὶͅτούτων. καὶ ἐπὶ τούτοις ἐκτίθεται τὴν δόξαν αὐτῶν, ἣν εἶχον περὶ τούτων. ᾧ γὰρ πρώτῳ ὑπῆρχεν ὁ λεγόμενος ὅρος ὑπ’ αὐτῶν, ἐκεῖνο ἔλεγον εἶναι τὸ ὑπὸ τοῦ ὁρισμοῦ δηλούμενον, καὶ τὴν οὐσίαν τὴν τοῦ πράγματος τὴν ὑπὸ τοῦ ὁρισμοῦ δηλουμένην ἐκεῖνο ἔχειν ἔλεγον. οἷον τὴν φιλίαν λέγοντες, εἰ οὕτως ἔτυχεν, ἰσότητα, καὶ διὰ τοῦτο ὑπολαuβάνοντες́ λόγον αὐτῆς εἶναι τὸ ἰσάκις ἴσον, ᾧ πρώτῳ τῶν ἀριθμῶν ὑπῆρχε τοῦτο, τοῦτον τὸν ἀριθμὸν ἔλεγον φιλίαν ταὐτὸ ποιοῦντες τῷ ἡγουμένῳ ταὐτὸν εἶναι διπλάσιον -αὶ δυάδα, ἐπειδὴ πρώτῃ ταύτῃ τὸ διπλάσιον ὑπάρχει. ἥντινα δόξαν εὐθύνων προστέθεικεν ἀλλ’ οὐ ταὐτὸν ἴσως ἐστὶ τὸ εἶναι διπλασίῳ καὶ δυάδι· εἰ δὲ μή, πολλὰ τὸ ἓν ἔσται, ὃ κἀκείνοις συνέβαινε. πολλὰ γὰρ αὐτοῖς τὸ ἓν-ἐγίνετο· ὡς γὰρ τῷ λέγοντι ταὐτὸν εἶναι δυάδα τε καὶ διπλάσιον πολλὰ ἡ δυὰς γίνεται (πάντα γὰρ οἷς ὁ τοῦ διπλασίου λόγος ἐφαρμόττει), οὕτω κἀκείνοις ἕκαστον τῶν πραγμάτων πολλὰ ἐγίγνετο οὕτως λέγουσιν. εἰ γὰρ φιλία κατ’ αὐτοὺς ὁ ἀριθμὸς ῴ πρώτῳ ἐφαρμόζει τὸ ἰσάκις ἴσον, γίγνεται μὲν αὐτοῖς [*](4. 5 post αὐτούς add. ἢ ὁ περιττὸς πεπερασμένος LF 5 τοιοῦτος ἑκάτερος αὐτῶν· ὁμοίως δὲ (6) LF 7 διὰ γοῦν τὸ τοιαῦτα εἶναι LF τὰ ὑποκείμενα LF: τὸ ὐποκεί- ὑποκείμενόν Α 8 εἶναι LF: αὐτοῦ Α 9 τὸ ὑπ̣ο-‘είρ.---νον LF : τὸ om. Α 13 ἐπιτάσεως L ἐκτίθεται δὲ oraissis καὶ — τούτοις LF 14 περὶ τούτου LF 15 ὅρος Α: ὁρισμὸς LF 17 τὴν φιλίαν libri: "exspectes τὴν δικαιοσὐνην’’ Brandis 18 λόγον τῆς φιλίας εἶναι LF ᾦ δὴ πρώτῳ LF 20 xiu νομίζοντι LF 27 πρώτῳ Brandis Bonitz : πρώτως AM) [*](ALT. REC. GR. DISCR. 20 ἐπειδὴ—λεγομἰνοι.́ (ρ. 49,12)] διότι πρῶτον ὑπάρχει τὸ διπλάσιον τῆς δυάδος. ἥντινα δόξαν εὐθύνωνπροσἐθηκεν ἀλλ’ οὐταὐτὸν ἴσως τὸ εIναι διπλασίῳ καὶ δυάδι· εἰ δὲ μή, συμβαίνει πολλὰ τὸ ἓν εἶναι, ὡς μὴ εἶναι μίαν δυάδα ἐν τοῖς ἀριθμοῖς, ἀλλὰ πολλάς· ὥστε καὶ τὸν δ καὶ τὸν καὶ τὸν καὶ τὸν T καὶ τοὺς ἐφεξῆς διπλασίους πάντας δυάδας εIναι· fr (1); συμβαίνειν τὸν T, εἰ ἔτυχεν, ἐκ δέκα μονάδων (εἰς δέκα μόνα LF) ὄντα ἐκ δύο τοῦτον (τούτων LF) μονάδων εἶναι λέγειν, ὅπερ ἄτοπον, τὰ δέκα δύο λέγειν· οὕτω δὴ κἀκείνοις τοῖς Πυθαγορείοις συνέβαινε λέγειν πολλὰ ἕκαστον τῶν πραγμάτων εἶναι· εἰ γὰρ φιλία κατ’ αὐτοὺς ὁ ἀριθμὸς ῳττινι προσαρμόζει τὸ ἰσάκις ἴσον, καὶ τοῦτο (add. φασὶν) εἶναι τὴν τῆς φιλίας)
49
ὁ ὁρισμὸς τῆς φιλίας τὸ. ἰσάκις ἴσον, τούτου δὲ ὄντος τοῦ ὁρισμοῦ αὐτῆς πάντες οἷς οὗτος ὁ ὁρισμὸς ἐφαρμόζει οἱ ἀριθμοὶ φιλία ἔσονται, οὕτω τε πολλὰ τὸ ἓν ἔσται. ἐκεῖνοι μὲν γὰρ ᾧ πρώτῳ ὑπῆρχε τῶν ἀριθμῶν ὁ λόγος οὗτος, ἐνόμιζον ἐκεῖνον εἶναι τὴν οὐσίαν τοῦ πράγματος· οὐχ οὕτω δὲ συμβαίνει. ᾧ γὰρ ἄν ἐφαρμόζοι ὁ ὁρισμὸς πράγματός τινος, ἐκεῖνό ἐστι τὸ πρᾶγμα οὗ ὁ ὁρισμός, καὶ ἀντιστρέφει ἀλλήλοις. πολλὰ δέ ἐστι τὰ ἰσάκις ἴσα· καὶ γὰρ τὰ τέτταρα καὶ τὰ ἐννέα καὶ τὰ ἑκκαίδεκα διαφέροντες ὄντες ἀλλήλων ἀριθμοὶ φιλία ἔσονται· οὕτως δὲ ἓν οὖσα | ἡ φιλία πολλὰ [*](37) γίγνεται, ἐπεὶ καὶ τὸ ἰσάκις ἴσον τῷ τὸν λόγον τὸν αὐτὸν εἶναι, ὃν ἔθεντο φιλίαν, κατὰ πολλῶν ἀληθεύεται. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει αὐτοῖς. ἢ ἐστὶ τὸ λεγόμενον τοιοῦτον. εἰ καθ’ ὧν πρώτων ὁ λόγος ἀληθεύεται, ταῦτά ἐστι τὰ αὐτὰ τοῖς κατ’ αὐτὸν λεγομένοις, πολλοὶ δὲ λόγοι ἑνὶ πρώτῳ ἐφαρμόζουσι (τὸν αὐτὸν γὰρ ἀριθμόν, εἰ οὕτω τύχοι, ἔλεγον καιρὸν καὶ Ἀθηνᾶν), πολλὰ ἄρα ὁ αὐτὸς ἀριθμὸς καὶ εἷς ἔσται, πολλῶν ἐφαρμοζόντων αὐτῷ λόγων διαφερόντων.

[*](p. 987a27)

Παρὰ μὲν οὖν τῶν πρότερον καὶ τῶν ἄλλων.

Τουτέστι καὶ τῶν ἄλλων πάντων τῶν μετ᾿ ἐκείνους.

[*](p. 987a29)

῾Εξῆς τὴν Πλάτωνος ἐκτίθεται δόξαν, καὶ τὰ μὲν πολλά φησι τοῖς Πυθαγορικοῖς αὐτὸν ἀκολουθῆσαι, τὰ δὲ καὶ ἰδίᾳ θέσθαι· ὧν ἰδίων ἓν ἦν αὐτοῦ καὶ τὸ περὶ τῶν ἰδεῶν. καὶ λέγει πόθεν ἐκινήθη ἐπὶ τὸ ἰδέας θέσθαι,΄ καὶ ἱστορεῖ ὅτι παρὰ μὲν Κρατύλου ἔλαβε, συνήθης αὐτῷ γενόμενος ὄντι ῾Ηρακλειτείῳ, ὅτι πάντα τὰ αἰσθητὰ ἐν ῥύσει ἐστὶ καὶ οὐδέποτε ἵσταται, καὶ ταύτην ἐφύλαξε τὴν δόξαν ὡς ἀληθῆ. Σωκράτους δὲ ἐν τοῖς ἠθι- [*](4 λόγος οὗτος, ἐνόμιζον ἐκεῖνον AMS: λόγος, τοῦτον ἐν. ἐκείνου Brandis Bonitz 8 δὲ Brandis Bonitz: τε A 11 πρώτων Brandis Bonitz: πρῶτον libri 12 κατ’ αὐτὸν LF: κατ’ αὐτῶν AS 13. 14 εἰ οὕτως ἔτυχε, τὸν ζ ἔλεγον LF 14 καὶ εἷς LF: om. A έσται post ἄρα habet Α 19 αὐτῷ ἀκολουθοῦσι F: non liquet L 20 πόθεν ὁ Πλάτων ἐκινήθη LF 21. 22 Κρατύλου ῾Ηρακλείτου ἀκουστοῦ γεγονότος, συνήθης αὐτῷ γινόμενος τῷ Κρατύλῳ ἔλαβεν ὅτι πάντα LF 22 ἐν βοῆ LF) [*](ALT. REC. GR. DISCR. οὐσίαν, πρῶτος δὲ ὁ δ καὶ πυθμὴν τῶν ἰσάκις ἴσων, πάντες οὖν οἶς τὸ ἰσάκις ἴσον προσαρμόζει, τέσσαρες ἔσονται· καὶ ὁ ἐννέα ἄρα τέσσαρα ἔσται καὶ ὁ δεκαὲξ καὶ οἱ ἐφεξῆς, οὗ τί ἄν εἴη εὐηθέστερον λέγειν; τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τούτοις συμβαίνει οὕτω λέγουσιν. ἡ ἔσται τὸ λεγόμενον τὸ εἰ δὲ μή, πολλὰ τὸ ἓν ἔσται τοιοῦτον. εἰ καθ’ ὃν πρῶτον (l. πρώτων) ὁ ἀριθμὸς (l. ὁρισμὸς) ἀληθεύεται, ταῦτα ταὐτὰ ἔσται τοῖς κατ’ αὐτὸν λεγομένοις LF 17 Τουτέστι—ἐκείνους] Προτέρους τοὺς φυσικοὺς ἄλλους καὶ (1. δὲ) τοὺς Ἰταλικούς, ἢ τούς τε φυσικοὺς καὶ τοὺς Ἰταλικοὺς ὁμοῦ πρότερον ὡς περὶ ἀρχῶν πραγματεθσαμένους, ἄλλους δὲ τοὺς ἓν τὸ ὃν ὑποθεμένους, τοὺς περὶ Ξενοφάνην φημὶ καὶ Παρμενίδην καὶ Μέλισσον, οἳ οὐχ ὡς ἀρχὴν τὸ ὃν ἐσκόπουν ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἐθεώρουν LF 23 ἐφύλαξε τὴν δόξαν ὁ Πλατῶν περὶ τῶν αἰσθητῶν μέχρι παντὸς ὡς ἀληθοῦς (I. ἀληθῆ). Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς πεπεραγματευμένου καὶ ἐν αὐτοῖς τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ τοῦ καλοῦ Comment. Arist. I Alex. in Metaph. 4:)

50
κοῖς πεπεραγματευμένου καὶ τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων), καὶ ὁρίζεσθαι τὸ προκείμενον ἀεὶ πειρωμένου — λέγει δὲ περὶ Σωκράτους ὡς μὴ πραγματευσαμένου περὶ τῶν φυσικῶν· πῶς δὲ λέγει Σωκράτην πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ταὐτὸν ἐπειρῶντο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως — ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμούς τε καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε τούτους ἑτέρων τινῶν γίγνεσθαί τε καὶ εἶναι φύσεων καὶ οὐ τῶν αἰσθητῶν τινος. οὐδὲ τοῦ ἐπὶ τούτοις καθόλου, τῷ ταῦτα καὶ τὰ ἐν τούτοις πάντα, ἐν οἷς καὶ τὰ καθόλου, ἀεὶ ῥεῖν τε καὶ μεταβάλλειν καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς φύσεως μένειν· διὸ καὶ ἀδύνατον εἷναι τὸν κοινὸν καὶ καθόλου ὅρον (τοιοῦτοι γὰρ οἱ ὁρισμοί) τῶν αἰσθητῶν τινος εἶναι, διὰ τὸ ταῦτα μηδὲ ὁριστὰ εἶναι τῷ μηδὲ εἶναι ταῦτα. καὶ ταύτας δὲ τὰς φύσεις τὰς παρὰ τὰ αἰσθητά, ὧν οἱ ὁρισμοί εἰσιν, ἰδέας προσηγόρευσεν, ἀφ’ ὧν καὶ τὰ αἰσθητὰ εἶναί τε καὶ λέγεσθαι. |

[*](p. 987b9)

Κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς [*](38) εἴδεσιν.

Εἰπὼν τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λ·έγεσθαι πάντα (παρὰ ταῦτα γὰρ ὄντα καὶ ἄλλα τούτων ὄντα κατὰ ταῦτα ὃ ἐξηγήσατο διὰ τοῦ κατὰ μέθεξιν γὰρ τὸ εἶναι ἔχει τὰ πολλὰ τῶν αἰσθητῶν) εἶτα τίνα τὰ πολλὰ ἐξηγούμενος προστέθεικε τὸ τῶν συνωνύμων τοῖς εἴδεσιν, ὃ ἴσον ἄν εἴη τοῖς συνωνύμοις αὐτοῖς εἴδεσι· τὰ γὰρ συνώνυμα τοῖς εἴδεσι τοιαῦτα. τοῦτο δὲ εἶπεν ὅτι μὴ πάντων τῶν αἰσθητῶν [*](3 πειρώμενος Ascl. λέγει—ἀμεθόδως (7) om. LF 5 τοῦτο Ascl. 7 οὖν ὁ Πλατῶν Σωκράτους LF 8 ὑπέλαβε M: ὑπέλαβον Α 10 καθόλου τῷ ταῦτα—καθόλου (11)] ταῦτα τὰ αἰσθητὰ καὶ τὰ ἐν τούτοις καθόλου πάντα τὰ συγκατατεταγμένα συντεταγμένα F) LF 12 κοινὸν M: κοινοῦ Α 13 post ὁρισμοί add. καθόλου τε καὶ κοινῇ LF διὰ τὸ LF Ascl.: διὸ Α 14 τῷ μὴ μένειν τὰ αὐτά Ascl. μηδὲν εἶναι LF δὴ LF 15. 16 τὰ αἰσθητὰ τὸ εἶναί τε καὶ λέγεσθαι εἶχεν LF 17. 18 lemma om. LF ante τοῖς εἴδεσιν add. ὁμώνυμα Α2 19 κατὰ om. LF 23 καὶ ἴσον LF αὐτῶν LF 24 εἶπεν LF: ἐστίν AS) [*](ALT. REC. GR. DISCR. τινος ἄλλου, οἷον περὶ τοῦ δικαίου, ἐζήτει καθόλου τί τὸ καλόν ἐστι, τί τὸ δίκαιον, οὐ τόδε τὸ καλόν, ἐν Ἀλκιβιάδῃ τυχόν, λαμβάνων ἡ τόδε τὸ δίκαιον τὸ ἐν τῷ Εὐθύφρονι) καὶ ὁρίζεσθαι (p. 50,3) κτλ. LF 20 παρὰ ταῦτα μέν, οἶον ἄλλα τὰ αἰσθητὰ τῶν ἰδεῶν, κατά ταῦτα δὲ ὅτι μεθέξει ἐκείνων τὸ εἶναι εἶχον· ὃ αὐτὸς ἐξηγήσατο διὰ τοῦ εἰπεῖν κατὰ μέθεξιν γὰρ <τὸ> εἶναι ἔχει (om. F) τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν, λέγων διὰ τοῦτο ὅτι κατά μέθεξιν γὰρ ἔχει τὰ πολλὰ τῶν αἰσθητῶν· εἶτα (22) LF 24 τοιαῦτα αἰσθητά, οἷον ὁ ἄνθρωπος· ὁ δὲ αἰσθητὸς συνώνυμος τῇ ἰδέᾳ τῷ νοητῷ ἀνθρώπῳ, ἤτοι τῷ αὐτοανθρώπῳ· τοῦτο δὲ εἶπεν ὅτι μὴ LF)

51
ἔλεγον εἶναι ἰδέας· τῶν γὰρ κατὰ σχέσιν τῶν ἐν τοῖς πρός τι οὐκ ἔθεντο εἶναι ἰδέας, ἀλλ’ οὐδὲ τῶν παρὰ φύσιν τινός, οὐδ’ ὅλως τῶν κακῶν. ἢ εἴη ἂν λέγων τὰ πολλὰ ἀντὶ τοῦ τὰ αἰσθητά, ὡς εἶναι τὸ λεγόμενον, κατὰ μέθεξιν τὰ πολλά τε καὶ αἰσθητά ἐστι τῶν εἰδῶν τούτων οἷς ἐστι συνώνυμα· οἱ γὰρ ἄνθρωποι κατὰ μέθεξιν ἀνθρώπου καὶ ἵπποι ἵππου. ὡς εἶναι τὸ λεγόμενον, κατὰ μέθεξιν γὰρ τὸ εἶναι ἔχει τὰ αἰσθητά τε καὶ συνώνυμα τοῖς εἴδεσι, τὴν τῶν εἰδῶν. δύναται καὶ οὕτω τις ἀκούειν τῆς λέξεως, κατὰ μέθεξιν γὰρ τῶν εἰδῶν εἶναι τὰ πολλά, πολλὰ δὲ ταῦτα τὰ συνώνυμα ἀλλήλοις· τὰ γὰρ πολλὰ καὶ συνώνυμα ἀλλήλοις τὸ εἶναι ἔχει κατὰ μέθεξιν ἰδέας μιᾶς. οὐ γὰρ πάντα μιᾶς ἰδέας μετέχει, ἀλλ’ ὅσα ὁμοειδῆ τέ ἐστιν ἀλλήλοις καὶ συνώνυμα. οὐ γὰρ ἄν ταῖς ἰδέαις λέγοι τὰ αἰσθητὰ συνώνυμα εἶναι, ἱστορῶν τὴν Πλάτωνος δόξαν, ὁμωνύμους ἐκείνου λέγοντος τὰς ἰδέας τοῖς γινομένοις πρὸς αὐτάς. ἢ καὶ κατὰ Πλάτωνα οὐχ ὁμώνυμοι ἄν εἶεν αἱ ἰδέαι τοῖς πρὸς αὐτάς, ἀλλὰ συνώνυμοι· ἐν οἷς γὰρ χρῆται τῷ ὁμωνύμῳ ὀνόματι, κοινότερον ἀντὶ τοῦ συνωνύμου χρῷτο ἄν. εἰ γὰρ μὴ κατὰ τὸν λόγον καὶ τὸ εἶδος ὡμοίωται τῇ ἰδέᾳ τὰ πρὸς αὐτήν, κατὰ τί ἄν ἄλλο; οὐδὲν γὰρ ἐκείναις ἄλλο ὑπάρχει, οὐδέ τι αὐταῖς συμβέβηκε. τὰ δὲ κατὰ τὸ εἶδος ὅμοια συνώνυμα· εἰ γὰρ ὁ αὐτοάνθρωπος εἶδός τί ἐστιν ἁπλοῦν, δῆλον ὅτι τὸ ὡμοιωμένον αὐτῷ κατὰ τὸ εἶδος ἄν ὡμοίωται· ἀλλὰ μὴν καὶ οἱ ὁρισμοὶ κατὰ τὸ εἶδος καὶ τῶν ἐνύλων· ὥστε εἰ κατὰ τὸ εἶδος ὅμοιοί εἰσιν οἱ ἄνθρωποι τῇ ἰδέᾳ οὐδὲν ἄλλο οὔσῃ, καὶ ὁ ὁρισμὸς ἂν αὐτῶν ὁ αὐτὸς καὶ τῆς ἰδέας εἴη, διότι εἰ καὶ μὴ ὁριστὰ ταῦτα ἀλλὰ τὰ εἴδη, ἀλλ’ οἵ γε ὁρισμοὶ ἐκείνων καὶ ἐπὶ τούτων λέγονται· τὸ γὰρ ζῷον λογικὸν θνητὸν καὶ κατὰ τῶν αἰσθητῶν ἀνθρώπων κατηγορεῖται, εἰ καὶ μὴ κυρίως τούτων ἐστὶν ὁ ὁρισμός.

[*](1 σχέσιν καὶ τῶν Ascl. τοῖς] τῷ LF ἐτίθεντο Ascl. 5 post ἵππου add. ἤτοι αὐτοανθρώπου καὶ αὐτοϊππου LF 5 ὡς εἶναι—εἰδῶν (7) om. LF 12 ἱστορῶν —αὐτάς (13) om. LF 15 χρῆται LF 17 post ὑπάρχει add. παρὰ τὸ εἶδος LF 18 εἶδος alterum om. LF 19 ὡμοίωτο Ascl. 22 ὁ αὐτὸς post ἰδέας transponunt LF διότι LF: ἔτι Α ταῦτα] τὰ αἰσθητὰ LF 23 ἀλλ’ οἵ γε Ascl. et oraisso ysLF: ἄλλοι γε Α ὁρισμοὶ αὐτῶν καὶ ἐπὶ τῶν αἰσθητῶν LF 24 εἰ SLF: om. A 25 6 om. LF)[*](ALT. REC. GR. DISCR. 2 οὐδὲ ὅλως τῶν κακῶν· ἢ ἀντὶ τοῦ εἰπεῖν τὰ αἰσθητὰ εἶπε τὰ πολλά τε καὶ αἰσθητά, ὡς εἶναι τό λεγόμενον, κατὰ μέθεξιν τῶν εἰδῶν τούτων οἷς ἐστι συνώνυμα τὰ πολλά τε καὶ αἰσθητὰ τὸ εἶναι ἔχει· οἱ γὰρ (5) LF 8 εἰδῶν ἐστι τὰ πολλὰ τῶν αἰσθητῶν· πολλὰ δὲ ταῦτα τὰ συνώνυμα ἀλλήλοις τῶν αἰσθητῶν, οἷον ἄνθρωποι συνώνυμοι ἀνθρώποις καὶ οἱ ἵπποι ἵπποις. οἱ πολλοὶ γὰρ ἄνθρωποι συνώνυμοι ὄντες ἀλλήλοις κατὰ μέθεξιν μιᾶς ἰδέας τὸ εἶναι ἔχουσιν. οὐ γὰρ πάντα μιᾶς ἰδέας μετέχει τὰ ζῷα, ἀλλ’ (10) LF 13 ἢ καὶ κατὰ Πλάτωνα συνώνυμα τὰ αἰσθητὰ ταῖς ἰδέαις αὐτῶν ἀλλ’ οὐχ ὁμώνυμα. ἐν οἶς γὰρ φαίνεται ὁ Πλάτων χρώρενος τῷ ὁμωνύμῳ, κοινότερον ἀντὶ τοῦ (15) LF 16 ὡμοίωται τὰ αἰσθητὰ τῇ ἰδέᾳ, κατὰ τί ἂν ἄλλο ὡμοίωται πρὸς αὐτὴν λεγόμενα· οὐδὲν γὰρ ἐν ἐκείναις (17) LF 4*)
52
[*](p. 987b10)

Τὴν δὲ μέθεξιν τοὔνομα μόνον μετέβαλε.

Τουτέστι μετέθηκε· τὴν γὰρ ὑπὸ τῶν Πυθαγορικῶν μίμησιν λεγομένην αὐτὸς μεταβαλὼν μέθεξιν εἶπε. ταύτην δὲ τὴν μέθεξίν τε καὶ μίμησιν τί τ’ ἔστι καὶ πῶς γίνεται, οὔτε τῶν Πυθαγορικῶν τις οὔτε Πλά|των ἀπέδοσαν, [*](39) ἀλλ’ εἴασαν ἐν κοινῷ ζητεῖσθαι πῶς γίνεται καὶ τίνα τρόπον. ἔοικε δὲ τοῦτο καἲ ὑπὸ Πλάτωνος ἐν τῷ Παρμενίδῃ δηλοῦσθαι. εἶεν δ’ ἂν οἱ Πυθαγορικοὶ λέγοντες κατὰ μίμησιν τῶν πρώτων ἀριθμῶν, οὓς ἔλεγον κυρίως εἶναι ἃ κατηγορεῖται αὐτῶν, τοὺς ἄλλους εἶναι τοιούτους.

[*](p. 987b14)

Ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη.

῾Ιστορῖ καὶ τοῦτο ὅτι Πλάτων τὰ μαθηματικὰ μεταξὺ φύσεις τινὰς καὶ οὐσίας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν ἔθετο. μεταξὺ γὰρ ἦν αὐτῶν κατ’ αὐτόν, διαφέροντα τῶν μὲν αἰσθητῶν τῷ ἀίδιά τε εἶναι καὶ ἀκίνητα παντάπασιν, τῶν δὲ ἰδεῶν τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι, τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς, τουτέστι τοῖς αἰσθητοῖς καὶ τοῖς καθ’ ἕκαστα, δηλοῦν ὁμοιότητα, ἐνυπάρχοντα τούτοις. οὐ γάρ ἐστιν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα, ἀλλ’ ἐπινοίᾳ· χωρισθείσης γὰρ τῶν ἐνύλων τῆς τε ὕλης καὶ τῆς κινήσεως, καθ’ ἃ καὶ μεθ’ ὧν ἐστιν αὐτοῖς τὸ ὑφεστάναι, καταλείπεται τὰ μαθηματικὰ τὴν ἐν τοῖς ἐνύλοις καὶ πολλοῖς καὶ διαφέρουσι κατὰ τὰ ὑλικὰ συμπτώματα ὁμοιότητα δηλοῦντα. ἡ τὸ μὲν ἀληθὲς οὕτως ἔχει , οὐ μὴν Πλάτων οὕτως ἔλεγεν, ὅς γε φύσεις αὐτὰς καὶ οὐσίας καθ’ αὑτάς τε καὶ ἀιδίους ἐποίει· ἀλλὰ λέγοι ἄν πολλὰ ὅμοια εἷναι ἐπὶ τῶν μαθηματικῶν, ὡς οὐχ ἑνὸς κατὰ τὸν ἀριθμὸν ἑκάστου αὐτῶν ὄντος· πολλὰ γὰ·ρ κατ’ ἀριθμὸν τὰ μαθηματικὰ τρίγωνα καὶ τετράγωνα καὶ τῶν ἄλλων ἕκαστον εἶναι, ὥσπερ καὶ τὰ αἰσθητά, σώζοντα τὴν ὁμοιότητα πρὸς ἄλληλα κατὰ τὸν ὁρισμόν· τῶν δὲ ἰδεῶν ἑκάστη κατ’ ἀριθμὸν μία.

[*](p. 987b18)

᾿Επεὶ δὲ αἴτια τὰ εἴδη.

῾Ηγούμενος, φησί, τὰ εἴδη, τουτέστι τὰς ἰδέας, ἀρχὰς εἶναι καὶ αἰτίας [*](1 ·μετέβαλε cum Metaph. libris plerisque Brandis Bonitz: μετέλαβε AL et Metaph. libri duo 2 μετέθηκεν ὁ Πλατῶν LF 3 μεταβαλὼν S Ascl.: μεταλαβὼν ALF 3. 4 τίς τέ ἐστι Ascl. 4. ,5 ἀπέδωκεν LF 5 ἐν κοινῶ ταῦτα ζητεῖσθαι παρὰ τοῦ βουλομένου πῶς LF 5. 6 ἔοικε—δηλοῦσθι om. LF 6 ἐν τῷ Πρμενίδῃ̣] Parm. p. 130 E sqq. 10 ὅτι ὁ Πλατῶν LF 11 τῶν ἄλλων ἰδεῶν LF 14 τὴν] τῶν LF 17 ὑφιστάναι L 19 δηλοῦν LF 24 ὥσπερ καὶ LF: καὶ om. Α 25 κατὰ] καὶ LF 27 φησὶ Πλάτων τὰ LF post εἴδη add. τοῖς ἄλλοις LF) [*](ALT. REC. GR. DISCR. 8 τοιούτους. οἷον εἰ κυρίως ἐστὶ φιλία ὁ ἰσάκις ἴσος πρῶτος ὁ τέσσαρα, οἱ ἄλλοι πάντες ἰσάκις ἴσοι ὁμοίως ἐκείνῳ λεχθήσονται, καὶ ὅσα ἐκ τῶν τοιούτων ἀριθμῶν τὸ εἶναι ἔχει. ἔτι (9) LF)

53
τοῖς ἄλλοις πᾶσι τοῦ εἶναι (κατὰ μέθεξιν γὰρ ἐκείνων τὰ ἄλλα), τὰς ἰδεῶν αὐτῶν πάλιν ἀρχὰς πάντων ἀρχὰς ἔθετο· ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ τὸ ὑποκείμενον ἔλεγε τὸ μέγα καὶ τὸ μικρόν, δυάδα τινὰ οὖσαν, ὥς φησιν, ἀόριστον, ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν. τοῦτο δὲ ὅπως ἔλεγεν ἑξῆς λέγει. ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι τοὺς ἀριθμούς. ἐξ ἐκείνων, τουτέστι τοῦ μεγάλου καὶ μικροῦ, συνιόντων καὶ εἰδοποιουμένων ὑπὸ τοῦ ἑνὸς κατὰ μέθεξιν, τουτέστι τῷ μεταλαμβάνειν αὐτοῦ, τὰ εἴδη εἶναι, τουτέστι τὰς ἰδέας, αἵτινες καὶ αὐταὶ [*](40) ἀριθμοί εἰσιν· εἰδητικοὺς γὰρ ἀριθμοὺς τὰς ἰδέας λέγουσιν. εἰπὼν δὲ τὰ εἴδη προσέθηκε τοὺς ἀριθμούς· τὰ γὰρ ὡς ἀριθμοὶ εἴδη αἱ ἰδέαι, ἐπεὶ εἴδη καὶ ἄλλα ἐστίν, ὥσπερ οὖν καὶ ἀριθμοί.

[*](p. 987b22)

Τὸ μέντοι γε ἓν οὐσίαν εἶναι καὶ μὴ ἕτερόν γέ τι ὂν λέγεσθαι ἕν.

Εἴρηκε γὰρ περὶ τῶν Πυθαγορικῶν ὅτι οὐχ ὑπετίθεσαν ἄλλην τινὰ φύσιν τοῖς ἀριθμοῖς, ἀλλ’ αὐτοὺς τοὺς ἀριθμοὺς οὐσίας ἔλεγον εἷναι, καὶ δὴ καὶ τὸ ἓν οὐ κατά τινος ἄλλου ὄντος κατηγόρουν, ἀλλ’ οὐσίαν τινὰ τὸ ἓν ὑπετίθεντο εἶναι ἐν τῷ ἓν εἶναι τὸ εἶναι ἔχουσαν. τοῦτο δὲ καὶ περὶ Πλάτωνος ἱστορεῖ, ὅτι παραπλησίως ἐκείνοις τὸ ἓν οὐσίαν ἔλεγεν εἶναι, οὐκ ἄλλο τι ὂν κατὰ τὸ ὑποκείμενον, ἔπειτα τὸ ἓν εἶναι πεπονθός. τοῦτό τε οὖν παραπλησίως φησὶ Πλάτωνα ἐκείνοις λέγειν, καὶ τὸ ἀρχὰς καὶ αἴτια τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον· οἱ μὲν γὰρ ὡς ἐνυπάρχοντας τοῖς πράγμασι καὶ ὡς ὕλην (ὡς γὰρ ἐξ αὐτῶν πάντων τῶν ὄντων συγκειμένων), Πλατῶν δὲ ἐκτὸς αὐτοὺς ἐποίει τῶν οἷς εἰσιν αἴτια· ὡς παραδείγματα γάρ. τὸ δὲ ὠσαύτως εἶπεν οὐχ ὡς ὁμοίως αἰτίους τῆς οὐσίας τοὺς ἀριθμοὺς Πλάτωνος τοῖς Πυθαγορικοῖς λέγοντος, ἀλλ’ ὡς· καὶ αὐτοῦ ὥσπερ καὶ ἐκείνων αἰτίους τῶν ὄντων τοὺς ἀριθμοὺς εἰποντος.

[*](1 τἆλλα ἤτοι τὰ αἰσθητὰ τὰς LF 2 αὐτῶν LF: αὐτὸς Α 3 τὸ (ante υποκείμενον) om. Ascl. ἔλεγον LF 4 φασὶν LF 5. 6 κατὰ μέθεξιν—ἐξ ἐκείνων om. LF 11 καὶ οἱ ἀριθμοί. L 14 γὰρ] καὶ LF 15 οὐσίαν LF 16 ὄντος om. LF Ifl ἔπειτα—πεπονθός om. Ascl. 22 γὰρ alteium om. LF 24 ὡς οὐχ LF 26 τοὺς ἀριθμοὺς τῶν ὄντων εἰπόντος LF)[*](ALT. REC. GR. DISCR. 6 τουτέστι τοῦ μικροῦ καὶ τοῦ μεγάλου συνιόντων κατὰ μέθεξιν τοῦ ἑνὸς καὶ εἰδοποιουμένων ὐπ’ αὐτοῦ κτὰ μέθεξιν, τουτέστι τοῦ (l. τῴ) μεταλαμβάνειν (8) LF 19 τοῦτό τε αἰ παραπλησίως ἐκείνοις ἔλεγεν ὁ Πλατῶν καὶ τὸ τοὺς ἀριθμοὺς καὶ ἀρχὰς τῶν ὄντων εἶναι, εἰ καὶ μὴ (21) LF 23 Πλατῶν γὰρ χωριστοὺς τοὺς αὐτοὺς ἐποίει τῶν αἰσθητῶν εἰδῶν, αἰτίους δὲ ὡς παραδείγματα· τὸ δὲ ὡσαύτως (24) LF)
54
[*](p. 987b25)

Τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δ᾿ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τοῦτο ἴδιον.

Εἰπὼν τίνα παραπλησίως ᾤετο Πλάτων τοῖς Πυθαγορικοῖς, προστίθησι πάλιν καὶ ἐν τίσι διηνέχθη, ὅτι ἐκεῖνοι μὲν ἓν τὸ ἄπειρον καὶ μίαν τινὰ φύσιν ἔθεντο, τοῦτο δὲ ἦν ὑποκείμενον καὶ ὑλικὸν αὐτοῖς (ἔστι τοῦτο ὁ ἄρτιος ἀριθμός· ἓν γὰρ τῷ εἴδει τὸ ἄρτιον· τὸ γὰρ εἰς ἴσα διαιρούμενον), Πλατῶν δὲ δυάδα ἐποίει, τὸ ὑποκείμενον καὶ τὸ ἄπειρον λέγων, καθὸ μὴ εἰδοποιεῖται καθ’ αὑτό· μέγα γὰρ καὶ μικρὸν καὶ ὑπεροχὴν καὶ ἔλλειψιν· ἐν τούτοις γὰρ εἶναι τὴν τοῦ ἀπείρου φύσιν, ἃ ἦν αὐτῷ ἡ ὑλικὴ αἰτία. οὐ ταὐτὸν δὲ τῷ εἴδει τὸ μέγα τῷ μικρῷ, οὐδὲ ἡ ὑπεροχὴ τῇ ἐλλείψει· ἐναντία γὰρ ὥστε οὐχ ἕν. τὸ δὲ ἄπειρον εἶπεν ἀντὶ τοῦ τὸ γὰρ ἄπειρον, ὃ κατ’ αὐτὸν ἐκ μεγάλου γίνεται καὶ μικροῦ· τοῦτο γὰρ τὸ ἐν τῇ λέξει κατάλληλον. ἔτι Πλατῶν μὲν τοὺς ἀριθμοὺς ἔξω τῶν αἰσθητῶν ἀπέλιπεν, οὐχ ὡς ὕλην αὐτοὺς τοῖς οὖσιν ὑποβάλλων, οὐδὲ οὕτως αὐτῶν αἰτίους τιθεὶς αὐτούς· οἱ δὲ Πυθαγορικοὶ τὰ πράγματα καὶ τὰ ὄντα ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι, ἐξ ὧν εἵπετο αὐτοῖς τὸ πάντα τὰ ὄντα ἀριθμοὺς λέγειν. διαφέρουσι δὲ ἀλλήλων καὶ ὅτι Πλατῶν μὲν τὰ μαθηματικὰ μεταξὺ τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν ἔθετο, οἱ ἰὲ Πυθαγορικοὶ οὐδαμῶς.

[*](p. 987b29)

Τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμοὺς παρὰ τὰ πράγματα [*](41) ποιῆσαι, καὶ μὴ ὥσπερ οἱ Πυθαγορικοί, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἐγένετο σκέψιν.

Εἰπὼν ἐν οἷς διαφωνοῦσι, νῦν λέγει τὴν αἰτίαν δι’ ἣν οὐχ ὁμοίως Πλατῶν τοὺς ἀριθμοὺς τῶν ὄντων ἀρχὰς ἔθετο τοῖς Πυθαγορείοις, ἀλλὰ καὶ τούτους ἐχώρισε τῶν αἰσθητῶν καὶ τὰς ἰδέας ἄλλας τινὰς οὐσίας τε καὶ φύσεις παρὰ τὰς αἰσθητὰς οὐσίας ἐτίθετο· διὰ γὰρ τὴν ἐν τοῖς λόγοις [*](3 Εἰπὼν—ἐκεῖνοι μὲν (4) om. LF 4 Οἱ Πυθαγόρειοι ἓν τὸ ἄπειρον LF 5 ἔλεγον LF 6. 7 ἓν γὰρ—διαιρούμενον om. LF ἔ καὶ τὸ ἄπειρον, λέγων τὸ ἄπειρον, καθὸ Ascl. 9 ἐν τοὐτοις—φύσιν A: om. LF: ἐν τούτοις δὲ ἡ τοῦ ἀπείρου φύσις Ascl. 10 ταὐτὸν M: ταὐτῷ A: ταὐτὰ Ascl. τῷ μέγα τὸ μικρὸν LF 11 τὸ (post τοῦ) et 12 γίνεται om. LF 14 κατέλιπεν LF 15 καὶ τὰ ὄντα om. LF 17 καὶ om. LF 18 μεταξὺ τῶν εἰδῶν καὶ τῶν αἰσθητῶν λέγει Ascl. 23 Εἰπὼν—αἰτίαν] Διὰ τούτου λέγει τὴν αἰτίαν LF 24 ὁ Πλατῶν τοῖς Πυθαγορικοῖς τοὺς ἀριθμοὺς ἀρχὰς τῶν ὄντων ἔθετο LF 24. 25 ἀλλ’ ἐχώρισε τούτους LF 25. 26 φύσεις καὶ οὐσίας LF 26 οὐσίας om. LF) [*](ALT. REC. GR. DISCR. 7 Πλατῶν δὲ τὸ ὑποκείμενον δυάδα ἐποίει, ὃ καὶ ἄπειρον λέγει, καθὸ (8) LF 26 διὰ γὰρ—Πλατῶν οὔ (p. 55,16)] διὰ γὰρ τὴν ἐν τοῖς λόγοις, φησίν, ἐξέτασιν καὶ τὴν διαλεκτικήν· οἱ γὰρ πρότεροι (φησίν add. F) ἄγευστοι διαλεκτικῆς ἐτύγχανον· ὁ δὲ)

55
ἐξέτασιν, φησί, καὶ τὴν διαλεκτικήν, ἦς οἱ πρότεροι ἔτι ἦσαν ἄγευστοι. τοῦ δὲ ἀκολούθου θεωρητικὸς γενόμενος Πλατῶν καὶ διαιρέσει τε συνεθισθεὶς ἐκ διαλεκτικῆς χρῆσθαι καὶ ὁρισμοῖς (ἄμφω γὰρ ταῦτα τοῦ ἦλθεν εἰς ἐπίνοιαν διὰ τούτων τοῦ χωρίζειν τινὰ τῶν αἰσθητῶν καὶ ὑπολαμβάνειν εἶναί τινας ἄλλας φύσεις παρὰ τὰ αἰσθητά. ἥ τε γὰρ διαίρεσις ἡ μὲν τῶν γενῶν τε καὶ εἰδῶν οὐκ αἰσθητῶν, ἡ δὲ τῶν αἰσθητῶν ἀνάλυσίς ἐστι τῶν αἰσθητῶν εἰς τὰ στοιχεῖα καὶ τὰς ἀρχάς, ἃ οὐκ αἰσθητά. οὐ γὰρ ταὐτὸν τῶν αἰσθητῶν ἕκαστον τῷ καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτῷ τοιούτῳ· οὔτε γὰρ τὸ τεχνητὸν τῇ τέχνῃ οὔτε τὸ φυσικὸν τῇ φύσει. ὥστε εἰ καὶ οἱ ἀριθμοὶ αἴτιοι τοῖς αἰσθητοῖς τοῦ τοιοῖσδε ἡ τοιοῖσδε εἶναι, ὁμοίως δὲ καὶ αἱ ἰδέαι, εἴη ἂν κεχωρισμένα αὐτῶν. ἀλλὰ καὶ οἱ ὁρισμοὶ οὐκ αἰσθητῶν· οὐ γὰρ τῶν καθ’ ἕκαστα ἀλλὰ τῶν καθόλου. διὰ τούτων οὖν τῶν διαλεκτικῶν θεωρημάτων συνήθης ἐγένετο τῇ τῶν νοητῶν θεωρίᾳ. τὸ δὲ ἓν οὐσίαν μὲν καὶ φύσιν τινὰ καὶ αὐτὸς ἔλεγε καθ’ αὑτήν, ὥσπερ κἀκεῖνοι· ἀλλ’ ἐκεῖνοι μὲν τὰ πράγματα ἔκ τε τούτου καὶ τῶν ἄλλων ἀριθμῶν ἐγέννων, ὁ δὲ Πλατῶν οὔ.

[*](p. 987b33)

Τὸ δὲ δυαὸα ποίησαι τὴν ἑτέραν φύσιν διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι, ὥσπερ εκ τινος εκμαγειου.

᾿Αρχὰς μὲν τῶν ὄντων τοὺς ἀριθμοὺς Πλάτων τε καὶ οἱ Πυθαγόρειοι ὑπετίθεντο, ὅτι ἐδόκει αὐτοῖς τὸ πρῶτον ἀρχὴ εἶναι καὶ τὸ ἀσύνθετον, τῶν δὲ σωμάτων πρῶτα τὰ ἐπίπεδα εἶναι (τὰ γὰρ ἁπλούστερά τε καὶ συναναιρούμενα πρῶτα τῇ φύσει), ἐπιπέδων δὲ γραμμαὶ κατὰ τὸν αὐτὸν λόγον, γραμμῶν δὲ στιγμαί, ἃς ἁ μαθηματικοὶ σημεῖα αὐτοὶ δὲ μονάδας ἔλεγον, ἀσύνθετα παντάπασιν ὄντα καὶ οὐδὲν πρὸ αὑτῶν ἔχοντα· αἱ δὲ μονάδες ἀριθμοί, οἱ ἀριθμοὶ ἄρα πρῶτοι τῶν ὄντων. καὶ ἐπεὶ τὰ εἴδη [*](1 ἧς M: οἷς Α 2 τε coni. Bonitz: τε καὶ Α: τὸ M 4 ἔννοιαν Ascl. 9 τοιούτῳ om. Ascl. τεχνητὸν Ascl. cf. LF: τεχνικὸν Α 11 ὁμοίως δὲ om. Ascl. ἰδέαι, ἀλλὰ κεχώρισται αὐτῶν Ascl. 17 Τὸ δὲ—p. 57,34 λέγοιντο om. F 25 αὐτῶν L) [*](ALT. REC. GR. DISCR. διαιρέσει συνεθισθεὶς καὶ ἀναλύσει καὶ ὁρισμῷ, ὧν ἡ μὲν διαίρεσις τῶν γενῶν ἀσωμάτων ὄντων, ἡ δὲ τῶν αἰσθητῶν ἀνάλυσις ἐπὶ τἀς ἀρχὰς ἀσωμάτους οὔσας καὶ αὐτὰς οἷον τὴν ἀνείδεον ὕλην καὶ τὸ εἶδος, καὶ ὁ ὁρισμὸς δὲ οὐ τῶν καθ’ ἕκαστον καὶ αἰσθητῶν ἀλλὰ τῶν καθόλου τυγχάνων, ἀσωμάτων καὶ τούτων ὄντων, διὰ τούτων οὖν τῶν διαλεκτικῶν θεωρημάτων συνήθης ἐγένετο τῇ τῶν ὄντων θεωρίᾳ, καὶ οὕτως τὰς ἰδέας ἀρχὰς τῶν ὄντων ἐτίθετο, ἄλλας οὔσας παρὰ τὰ αἰσθητά, αἰτίας δὲ ὡς παραδείγματα, καὶ καὶ᾿ αὐτὰς τὰ αἰσθητὰ ὄντα· ὥσπερ γὰρ ἕτερον τὸ τεχνητὸν τῆς τέχνης καὶ τὸ φυσικὸν τῆς φύσεως, οὕτως καὶ αἱ ἰδέαι ἕτεραι τῶν αἰσθητῶν, τὰ δ᾿ αἰσθητὰ κατ᾿ αὐτὰς τὸ εἶναι τοιοῖσδε ἢ τοιοῖσδε ἔχουσιν LF)

56
πρῶτά τε καὶ αἱ ἰδέαι πρῶται τῶν πρὸς αὐτὰ ὄντων κατ’ αὐτὸν καὶ παρ’ αὐτῶν τὸ εἶναι ἐχόντων (ἃ ὅτι ἔστι, διὰ πλειόνων ἐπειρᾶτο δεικνύναι), εἴδη ἀριθμοὺς ἔλεγεν. εἰ γὰρ τὸ μονοειδὲς πρῶτον τῶν πρὸς αὐτοῦ ὄντων, μηδὲν δὲ πρῶτον ἀριθμοῦ, τὰ εἴδη ἀριθμοί. διὸ καὶ τὰς τοῦ ἀριθμοῦ ἀρχὰς τῶν τε εἰδῶν ἀρχὰς ἔλεγεν εἶναι καὶ τὸ ἓν τῶν πάντων. ἔτι τὰ μὲν εἴδη τῶν ἄλλων ἀρχαί, τῶν δὲ ἰδεῶν ἀριθμῶν οὐσῶν ἀρχαὶ αἱ τοῦ ἀριθμοῦ ἀρχαί· ἀρχὰς δὲ ἀριθμοῦ ἔλεγεν εἶναι τήν τε μονάδα καὶ τὴν δυάδα. ἐπεὶ γὰρ ἔστιν ἐν τοῖς ἀριθμοῖς τὸ ἕν τε καὶ τὸ παρὰ τὸ ἕν, | ὅ ἐστι πολλά τε καὶ ὀλίγα, ὃ πρῶτον παρὰ τὸ ἕν ἐστιν ἐν αὐτοῖς, τοῦτο ἀρχὴν ἐτίθετο τῶν τε πολλῶν καὶ τῶν ὀλίγων. ἔστι δὲ ἡ δυὰς πρώτη παρὰ τὸ ἕν, ἔχουσα ἐν αὑτῇ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον· τὸ μὲν γὰρ διπλάσιον πολύ, τὸ δὲ ἥμισυ ὀλίγον, ἅ ἐστιν ἐν τῇ δυάδι· ἔστι δὲ ἐναντία τῷ ἑνί, εἴ γε τὸ μὲν ἀδιαίρετον τὸ δὲ διῃρημένον. ἔτι δὲ τὸ ἴσον καὶ τὸ ἄνισον ἀρχὰς ἀπάντων τῶν τε καθ’ αὑτὰ ὄντων καὶ τῶν ἀντικειμένων ἡγούμενος δεικνύναι (πάντα γὰρ ἐπειρᾶτο ὡς εἰς ἁπλούστατα ταῦτα τὸ μὲν ἴσον τῇ μονάδι ἀνετίθει, τὸ δὲ ἄνισον τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει· ἐν δυσὶ γὰρ ἡ ἀνισότης μεγάλῳ τε καὶ μικρῷ, ἅ ἐστιν ὑπερέχον τε καὶ ἐλλεῖπον. διὸ καὶ ἀόριστον αὐτὴν ἐκάλει δυάδα, ὅτι μηδέτερον, μήτε τὸ ὑπερέχον μήτε τὸ ὑπερεχόμενον, καθὸ τοιοῦτον, ὡρισμένον, ἀλλ’ ἀόριστόν τε καὶ ἄπειρον. ὁρισθεῖσαν δὲ τῷ ἑνὶ τὴν ἀόριστον δυάδα γίγνεσθαι τὴν ἐν τοῖς ἀριθμοῖς δυάδα· ἓν γὰρ τῷ εἴδει ἡ δυὰς ἡ τοιαύτη. ἔτι πρῶτος μὲν ἀριθμὸς ἡ δυάς· ταύτης δὲ ἀρχαὶ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, ἐπεὶ ἐν μὲν τῇ δυάδι πρώτῃ τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τὸ μὲν γὰρ διπλάσιον καὶ τὸ ἥμισυ ὑπερέχον τε καὶ ὑπερεχόμενον, 25 οὐκέτι δὲ τὸ ὑπερέχον τε καὶ ὑπερεχόμενον διπλάσιον καὶ ἥμισυ· ὥστε ταῦτα τοὐ διπλασίου εἶναι στοιχεῖα. καὶ ἐπεὶ ὁρισθέντα τὸ ὑπερέχον τε καὶ τὸ ὑπερχόμενον διπλάσιον καὶ ἥμισυ γίγνεται (οὐκέτι ἀόριστα ταῦτα ὥσπερ οὐδὲ τὸ τριπλάσιον καὶ τὸ τρίτον ἢ τετραπλάσοιν καὶ τέταρτον ἤ τι τῶν ἄλλων τῶν ὡρισμένην ἐχόντων τὴν ὑπεροχὴν ἤδη), τοῦτο δὲ ἡ τοῦ ἑνὸς φύσις ποιεῖ (ἓν γὰρ ἕκαστον, καθὸ τόδε τί ἐστι καὶ ὡρισμένον), εἴη ἂν στοιχεῖα τῆς δυάδος τῆς ἐν τοῖς ἀριθμοῖς τό τε ἓν καὶ τὸ μέγα καὶ τὸ μικρόν. ἀλλὰ μὴν πρῶτος ἀριθμὸς ἡ δυάς· ταῦτα ἄρα τῆς δυάδος στοιχεῖα. καὶ διὰ τοιαῦτα μέν τινα ἀρχὰς τῶν τε ἀριθμῶν καὶ τῶν ὄντων ἁπάντων ἐτίθετο Πλατῶν τό τε ἓν καὶ τὴν δυάδα, ὡς ἐν τοῖς Περὶ τἀγαθοῦ Ἀριστοτέλης λέγει. λέγει δὲ νῦν καὶ διὰ [*](1 πρὸς αὐτὰ S Brandis Bonitz: πρὸς τὰ αὐτὰ AL κατ’ αὐτῶν καὶ L 3 πρὸς αὐτοῦ Α.. πρὸ αὐτοῦ L: παρ’ αὐτοῦ coni. Bonitz 10 δὲ] καὶ L 15 ἁπλούστατα ταῦτα L: ἁπλούστατον πάντα Α 16 ἀνετίθει L: ἀνετέθη Α 19 ὡρισμένον omitt. L 23 ἐπεὶ—ἥμισυ L: om. Α 24 τὸ μὲν γὰρ—ἥμισυ Α: om. L καὶ ἥμισυ L 26 ὥστε—ἥμισυ (27) LFM: om. Α εἶναι om. L 27 τὸ om. 28 οὐδὲ τὸ διπλάσιον καὶ τὸ τριπλάσιον L 31 στοιχεῖα L: στοιχεῖον A 33 τῆς δυάδος] ‟exspectes τῶν ἀριθμῶν, nisi quid exciderit” Bonitz 35 ἐν τοῖς Περὶ cf. Arist. fragm. 23 p. 1478a 18)
57
τοῦτο αὐτὸν δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν τῶν. ἀρχῶν, διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου· τοῦτο δὲ ὅτι δοκεῖ αὐτῷ ἡ δυὰς διαιρετικὴ παντὸς εἶναι ᾧ προσήγετο· διὸ καὶ δυοποιὸν αὐτὴν ἐκάλει. δὶς γὰρ ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό, οὐκ ἐῶσα μένειν ὃ ἦν· ἥτις διαίρεσις γένεσίς ἐστιν ἀριθμῶν. ὥσπερ τὰ ἐκμαγεῖα καὶ οἱ τύποι πάντα τὰ ἐναρμοσθέντα αὐτοῖς ὅμοια ποιοῦσιν, οὕτω καὶ ἡ δυὰς ὥσπερ τι οὖσα ἐκμαγεῖον τῶν μετ’ αὐτὴν γεννητικὴ ἀριθμῶν γίνεται, | ἕκαστον [*](43) ᾧ ἄν προσαχθῇ δύο τε καὶ διπλοῦν ποιοῦσα. τῷ μὲν γὰρ ἑνὶ προσαχθεῖσα τὰ δύο ἐποίησε (δὶς γὰρ ἓν δύο), τοῖς δὲ δύο τὰ τέσσαρα (δὶς γὰρ τέσσαρα), τοῖς δὲ τρισὶ τὰ ἕξ· δὶς γὰρ τρία ἕξ. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ ἔξω τῶν πρώτων εἶπεν ἀντὶ τοῦ ἔξω τῶν περιττῶν. οὐκέτι γὰρ τοῦτον τὸν τρόπον ἡ γένεσις τῶν περιττῶν ἀριθμῶν γίνεται· οὐ γὰρ κατὰ διπλασιασμὸν ἢ τὴν εἰς δύο διαίρεσιν ἡ γένεσις τῶν περιπῶν ἀριθμῶν. νῦν μὲν οὖν πρώτους ἀριθμοὺς ἁπλῶς πάντας εἶπε τοὺς περιττούς· πρῶτοι γὰρ οὗτοι τῶν ἀρτίων συνήθως. πρῶτοι δὲ ἀριθμοὶ λέγονται ἁπλῶς οἱ μονάσι μόνῃ μετρούμενοι, ὡς ὁ τρία καὶ ὁ πέντε καὶ ὁ ἑπτά (εἴη δ’ ἂν καὶ δυὰς τοιαύτη), πρὸς ἀλλήλους δὲ οἱ κοινὸν μέτρον μονάδα μόνην ἔχοντες, μετρούμενοι μέντοι καθ’ ἑαυτοὺς καὶ ὑπ’ ἀριθμοῦ τινος. οὕτως ἔχουσι πρὸς ἀλλήλους ὁ ὀκτὼ καὶ ὁ ἐννέα· κοινὸν γὰρ τούτων μέτρον μόνη ἡ μονάς· καίτοι ἑκάτερος αὐτῶν ἔχει τινὰ ἀριθμὸν μέτρον, ὁ μὲν ὀκτὼ τόν τε δύο καὶ τὸν τέσσαρα, ὁ δὲ ἐννέα τὸν τρία. νῦν μέντοι πρώτους λέγοι ἄν πάντας τοὺς περιττοὺς ὡς πρώτους τῶν ἀρτίων ὄντας· οὐδεὶς γὰρ αὐτῶν κατὰ τὸν προειρημένον τρόπον ὑπὸ τῆς δυάδος γεννᾶται· μονάδος γὰρ προστιθεμένης ἑκάστῳ τῶν ἀρτίων ἀριθμῶν οἱ περισσοὶ γίγνονται, μονάδος δὲ οὐ τοῦ. ἑνὸς τοῦ ὡς ἀρχῆς (εἰδοποιὸν γὰρ τοῦτο ἀλλ’ οὐχ ὑλικόν), ἀλλ’ ἦν δυὰς τὸ μέγα καὶ τὸ μικρὸν ὁρισθέντα τῷ ἑνί, οὕτω καὶ ἑκάτερον ἐκείνων ὁριζόμενον τῷ ἐνὶ μονὰς εἶναι λέγεται. τὸ δὲ ἔξω τῶν πρώτων εἴρηκεν ἀντὶ τοῦ τῶν ἁπλῶς πρώτων· οὗτοι δὲ ἦσαν οἱ μονάδι μόνῃ μετρούμενοι, ὡς τρία, πέντε, ἑπτά. τούτους δὲ μόνους μὴ γεννᾶσθαι ὑπὸ τῆς δυάδος, ὅτι οἱ μὲν ἄλλοι πάντες οἱ παρὰ τοὺς πρώτους γεννῶνται ἀριθμοὶ ἐπ’ ἀριθμοῦ γενόμενοι (διὸ ἐπειδὴ ἡ γένεσις αὐτῶν ἐκ δύο ἐκ δυάδος ἂν εἶεν γενόμενοι), οἱ δὲ ἁπλῶς πρῶτοι μὴ γενόμενοι οὕτως οὐδ’ ἄν ὑπὸ ἅς δυάδος γεννᾶσθαι λέγοιντο.

[*](1 διὰ] δὴ L 3 ἔκ τινος LMF: om. Α 6 γένεσις LFM: om. Α ὥσπερ] ὡς γὰρ Ascl.: ut vero S: fort. ὥσπερ γὰρ 8 ἕκαστον om. Ascl. 10. 11 δὶς γὰρ δύο τὰ τέσσαρα LFM: om. Α 11 ἓς (post τρία) om. L 14 εἰς] ἐκ L 18 δὲ L: om. Α 20 ἡ μονάς L: ἡ om. Α 23 αὐτῶν L: αὐτοῖς Α 24. 25 προτιθεμένης L 25 οὐ L: καὶ Α 26 τοῦ ὡς ἀρχῆς L: τοῦ om. Α 27 δυὰς ἢν L τὸ (ante μικρὸν) om. L 28 ὁριζόμενον LFM: ὁριζομένων Α εἶναι L: αὐτοῦ Α τὸ δὲ—λέγοιντο (34) ‟dubito num ab Alexandre scripta sint” Bonitz 31. 32 ἀριθμοὶ ἐπ’ ἀριθμοῦ γενόμενοι L: ἐπ’ ἀριθμῷ γενομένου Α 32. 33 διὸ—γενόμενοι om. L)
58
[*](p. 988a1)

Καίτοι συμβαίνει γ᾿ ἐναντίως· οὐ γὰρ εὔλογον οὕτω.

Εἰπὼν ὡς ὕλην ἀρχὴν εἶναι κατὰ Πλάτωνα τὴν ἀόριστον δυάδα, καὶ ἔτι ὅτι ἡ δυὰς αὐτῶ ἀρχὴ ὑλικὴ δοκεῖ, προσθεὶς ὅτι γὰρ ἄπειρος τῇ αὐτῆς φύσει καὶ γεννητικὴ πλήθους, αἰτιᾶται τῆς δόξης τοῦτο ὡς μὴ τοῖς φαινομένοις τε καὶ γινομένοις ὁμολογουμένως λεγόμενον. οἱ μὲν γὰρ τὴν δυάδα ὡς ὕλην ἀρχὴν τιθέμενοι πολλῶν αὐτὴν ποιοῦσι γεννητικήν· αὕτη γὰρ αὐτοῖς ἡ αὐτὴ λαμβανομένη τοῦ πλήθους καὶ τῶν ἀρτίων ἀριθμῶν πάντων γεννητική, τοὺς μὲν συντιθεῖσά τε καὶ οὕτως γεννῶσα, τοὺς δὲ διαιροῦσα δίχα· ἡ δὲ κατὰ τὸ εἶδος αὐτοῖς ἀρχὴ ἑνοποιός ἐστι τῷ ἕν τι εἶναι πᾶν τὸ εἶδος πεπερασμένον τε καὶ ὡρισμένον κατὰ τὸ εἶναι. καὶ γὰρ τῶν ἀριθμῶν ἕκαστος ἕν τι· ἑνοποιὸν μὲν γάρ τι τὸ ἓν αὐτό διχοποιὸς δὲ ἡ ἀόριστος δυάς. οὐ μὴν οὕτως ἐπὶ τῶν γινομένων | ἔχει, ἃ [*](44) ἐκείνοις ὡμοίωται καὶ πρὸς ἐκεῖνα τὸ εἶναι ἔχει. ἀλλ’ ἔμπαλιν· ἡ μὲν γὰρ ὕλη ἡ μία κατ’ ἀριθμὸν ἑνός τινος εἴδους ἐστὶ δεκτική τε καὶ γεννητική· οὐ γὰρ οἷόν τε ἐπὶ τῇ αὐτῇ ὕλῃ κατὰ τὸν ἀριθμὸν ἅμα εἴδη πλείω εἷναι, ὡς εἶναι τὸ αὐτὸ ξύλον καὶ κλίνην καὶ τράπεζαν καὶ βάθρον, ἀλλ’ ἡ μία ὕλη ἕν τι εἶδος ἐνεργείᾳ μόνον ἔχει. τὸ μέντοι εἶδος ἓν ὂν τῷ ἀριθμῷ πλείονα εἴδη ποιεῖ· ἡ γὰρ τέχνη εἶδός τι ἓν οὖσα καὶ ὁ τεχνίτης τις εἷς ὢν κατ’ ἀριθμὸν πλειόνων ἐστὶ καὶ διαφερόντων ποιητικός· ἡ γοῦν τεκτονικὴ καὶ ὁ ἔχων αὐτὴν καὶ κλίνην ποιεῖ καὶ βάθρον καὶ τράπεζαν, ὁ αὐτὸς καὶ εἷς ὢν κατὰ ἀριθμόν. ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τοῦ ἄρρενος καὶ θήλεος, ὧν τὸ μὲν θῆλυ ὕλην παρέχον τῷ γινομένῳ ὑπὸ μιᾶς πληροῦται ὀχείας, τὸ δὲ ἄρρεν πολλὰ θήλεα πληροῖ.

[*](p. 988a7)

Πλατῶν μὲν οὖν περὶ τῶν ζητουμένων οὕτως διώρισε.

῾Υφ᾿ ἡμῶν δὲ ζητοῦνται αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων. περὶ μὲν οὖν τῶν ἀρχῶν ταῦτα εἴρηται Πλάτωνι. φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν αἰτίαιν ἐστὶ μόνον κεχρημένος. τῶν τεσσάρων αἰτίων ὧν ἐξέθετο οὗτος τοῖς δύο φησὶ κεχρῆσθαι Πλάτωνα, τῇ τε ὑλικῇ καὶ τῇ κατὰ τὸ εἶδος· τὰ γὰρ εἴδη καὶ αἱ ἰδέαι αὐτῷ τοῦ εἴδους εἰσὶ παρεκτικαὶ αἰτίαι, ὥσπερ οὖν καὶ αὐτοῖς πάλιν τοῖς εἴδεσι καὶ ταῖς ἰδέαις τὸ ἓν αἴτιον τοὐ εἴδους· ἡ γὰρ δυὰς ὕλης ἐν αὐτοῖς ἐπέχει λόγον. φέρεται ἔν· τισι [*](5. 6 τὴν δυάδα τὴν ὡς Ascl. 7 καὶ om. L 9 τῷ LF: τὸ Α 10 πᾶν— πεπερασμένον Α: παρὰ τὸ εἶδος πεποιημένον LF: πᾶν τὸ εἰδοπεποιημένον Ascl. fort, recte 11 τι καὶ τὸ ἓν V 13 ἀλλ’ ἔμπαλιν om. F 14 ὕλη ἡ μία Ascl.: ἡ om. libii 16. 20 βάθρον] ἀβάκιον Ascl. 18 πλέον L 27 αἰτίαιν μόνον κέχρηται L Metaph. cod. Α b 28. 29 καὶ κατ’ εἶδος L 29 αἱ LF: om. Α παρεκτικαὶ] παρακτικαὶ Ascl., of. p. 62, 19 29. 30 παρεκτικὰ αἴτια L 30 καὶ (ante αὐτοῖς) om. L 31 δυὰς ἡ ἀόριστος ὕλης L φέρεται—Εὐαρμόστου (p. 59,8) om. L)

59
γραφὴ τοιαύτη ‟τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἰδόσι τὴν Πλάτωνος δόξαν τὴν περὶ τῶν ἀρχῶν ὅτι τὸ ἓν καὶ ἡ ὑποκειμένη ὕλη ἀρχαὶ καὶ ὅτι τὸ ἓν καὶ τῇ ἰδέᾳ αἴτιον τοῦ τί ἐστιν. ἀμείνων μέντοι ἡ πρώτη γραφὴ ἡ δηλοῦσα ὅτι τὰ μὲν εἴδη τοῖς ἄνοις τοῦ τί ἐστιν αἴτιον, τοῖς δὲ εἴδεσι τὸ ἕν. ἱστορεῖ δὲ ᾿ Ασπάσιος ὡς ἐκείνης μὲν ἀρχαιοτέρας οὔσης τῆς γραφῆς, μεταγραφείσης δὲ ταύτης· ὕστερον ὑπὸ Εὐδώρου καὶ Εὐαρμόστου.

[*](p. 988a11)

Καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη.

Εἰπὼν δύο αἰτίαις αὐτὸν κεχρῆσθαι, καὶ μνημονεύσας τῆς κατὰ τὸ εἶδος αἰτίας, καὶ δείξας πῶς αὕτη ἐστὶν αἰτία, προστίθηας τὴν δευτέραν, καί φησι ταύτην εἶναι τὴν ὑλικήν. τίς γὰρ ἦν ἡ ὕλη ἡ ὑποκειμένη, καθ’ ἧς τὰ ἔτῃ ἔν τε τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις, λέγεται ὑπ’ αὐτοῦ. εἰπὼν δὲ τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἴδεσι τὸ ἕν, λέγων καὶ περὶ τῆς ὕλης τῆς ὑπὸ τῶν προειρημένων εἰδοποιουμένης, τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν εἰπὼν καθ’ ἧς τὰ εἴδη τὰ μὲν ἐπὶ τῶν αἰσθητῶν τὰ δέ ἐπὶ τοῖς εἴδεσι λέγεται, ἴσον λέγων τῷ καθ’ ἧς τὰ ἔτῃ λέγεται τά τε ἐπὶ τοῖς αἰσθητοῖς καὶ τὰ ἐπὶ τοῖς εἴδεσι, τουτέστι ταῖς ἰδέαις· λέγεται γὰρ καὶ ἐν ἐκείναις, καὶ ἐν τοῖς | αἰσθητοῖς [*](45) εἶναί τις ὕλη ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη, τουτέστιν ἡ εἰδοποιουμένη. ὅτι γὰρ δυάς ἐστιν αὕτη, δυὰς δὲ ποταπή, διὰ τῆς προσθήκης ἐδήλωσεν· οὐ γὰρ ἡ ὡρισμένη καὶ ἐν τοῖς ἀριθμοῖς, ἀλλ’ ἡ ἀόριστος· τοιαύτη γὰρ τὸ μέγα καὶ τὸ μικρόν. γράφεται καὶ οὕτως καθ’ ἧς τὰ εἴδη μὲν ἐπὶ τῶν αἰσθητῶν, τὸ δὲ ἓν ἐν τοῖς εἴδεσι λέγεται, καὶ εἴη ἄν τὸ λεγόμενον, καθ’ ἧς ὕλης τὰ μὲν εἴδη ἔστι τε καὶ λέγεται ἐν τοῖς αἰσθητοῖς (ἐν γὰρ τῇ ὕλῃ ταύτῃ τὰ εἴδη ἐστὶ τὰ τῶν αἰσθητῶν), τὸ δὲ ἓν ἐν εἴδεσι καὶ ταῖς ἰδέαις· ἡ γὰρ ἐν ἐκείνοις ὕλη ὑπὸ τοῦ ἑνὸς εἰδοποιεῖται. ζητήσαι δ’ ἄν τις πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον, ἐν οἷς λέγει ‟τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε καὶ δεῖξαι ἔργον”, ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ τέλος, δι’ ὧν πάλιν λέγει ‟ περὶ τὸν πάντων βασιλέα πάντα ἔστι κἀκείνου ἕνεκα πάντα”, οὐδετέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν οἷς περὶ αἰτίων ἔλεγεν, οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς Περὶ τἀγα- [*](1 εἰδόσι Boaitz: εἴδεσι Α 2 fort, καὶ ἡ ὕλη 11 αἰτία ἐστὶ L 12 τίς γάρ ἐστιν ἡ ὕλη δῆλον ὅτι ἡ ὑποκειμένη Ascl. καθ’ ἣν LF 15 τῶν προτέρων F τῆς ἐν LFS Ascl.: τοῖς ἐν Α 17 τῷ LF: τὸ Α 20 ἡ om. LF 24 τὸ δὲ ἐν LF Aristoteles: ἓν om. Α 26 post ἓν add. ἐπὶ τῶν Α: om. LFS 28 ζητῆσαι δὴ ἄν LF 29 τὸν μὲν οὖν κτλ] Plat. Tim. p. 28 C τοῦδε τοῦ Plato Ι. l. τε LF: om. Α 29. 30 εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν Plato 30 λέγει—οὐδετέρου (31) om. LF περὶ τὸν κτλ.] Plat, epist. 11 p. 312E 31 τούτων LF: τούτου AM 32 τῇ Πλάτωνος LF: τοῦ Πλάτωνος Α 33 λέγει F ἐν τοῖς Περὶ τἀγαθοῦ] fragm. 25 p. 1478 b 24)

60
θοῦ δ;δειχεν· ἢ ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ οὐ τίθεται ταῦτα αἴτια, ἀλλ’ οὐδὲ ἐξειργάσατο τι περὶ αὐτῶν. εἰπὼν δὲ τὴν ὑλικὴν ἀρχὴν τοὺς μὲν σωματικὴν τοὺς δὲ ἀσώματον ὑποτιθέναι, πρώτου ἐμνημόνευσε τῶν ἀσώματον λεγόντων Πλάτωνος, ὃς τὸ μέγα καὶ τὸ μικρὸν ἔλεγεν, καὶ τῶν Πυθαγορικῶν, οἳ τὸ ἄπειρον, τοῦτο δ’ ἦν τὸ ἄρτιον. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου τε καὶ Δημοκρίτου, καθ’ οὓς καὶ σῶμά τι καὶ ἀσώματον ἡ ὕλη· τὸ γὰρ κενὸν οὕτως ἦν. φθάνει δὲ καὶ προειρηκέναι περὶ τούτων. προσέθηκε δὲ τῇ ἱστορίᾳ καὶ τὴν ᾿ Αναξιμάνδρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεῖά φύσιν ἀέρος τε καὶ πυρός, ἢ ἀέρος τε καὶ ὕδατος· λέγεται γὰρ ἀμφοτέρως.

[*](p. 988a14)

Ἔτι τε καὶ τὴν τοῦ εὗ καὶ τὴν τοῦ κακῶς αἰτίαν τοῖς στοιχειοις απεοωκεν ἑκατέροις εκατεραν.

Καὶ τοῦτο περὶ Πλάτωνος λέγει, ὅτι τὴν τοῦ εὖ τε καὶ τοῦ κακῶς αἰτίαν, τουτέστι τὴν τῶν ἀγαθῶν τε καὶ τὴν τῶν κακῶν αἰτίαν, τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις· ἑκατέραν, τὴν μὲν τοῦ εὖ τῷ ἑνί (τοῦτο γὰρ τὸ ὁρίζον αὐτὸ καὶ τὸ εἰδοποιοῦν), τὴν δὲ τοῦ κακῶς τῇ ἀορίστῳ δυάδι· αὕτη γὰρ τοῦ τε πλήθους καὶ τῆς ἀνισότητος καὶ ἰῆς ἐν τοῖς οὖσιν ἀοριστίας αἰτία κατ’ αὐτόν. εἰπὼν δὲ εἰρηκέναι Πλάτωνα περὶ τῆς ποιητικῆς αἰτίας (ἑκατέρῳ γὰρ τῶν στοιχείων ἀνατεθεικέναι αὐτὸν αἰτίαν τῷ μὲν ἑνὶ τὴν τοῦ εὖ, τῇ δὲ ἀορίστῳ δυάδι τὴν τοῦ κακῶς), ὑπέμνησεν ἡμᾶς ὡς περὶ τῆς τοιαύτης αἰτίας | καὶ πρότερόν τινων ἐπιζητησάντων τε [*](46) καὶ εἰπόντων. εἰπὼν ὥσπερ φαμὲν καὶ τῶν προτέρων ἐπιζητῆσαί τινας φιλοσόφων, οἷον Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν· ὧν ᾿Εμπεδοκλῆς μὲν οὐ μόνον τῷ τοῦ εὖ αἰτίῳ ἐχρήσατο ἀλλὰ καὶ τῷ τοῦ κακῶς, διελὼν τὸ ποιητικὸν αἴτιον, ὡς εἴρηκε καὶ περὶ Πλάτωνος· Ἀναξαγόρᾳ δὲ ὁ νοῦς τοὺ εὗ τε καὶ κακῶς μόνον ἦν ποιητικὸν αἴτιον, ὡς εἴρηκεν.

[*](p. 988a18)

Συντόμως μὲν οὗν καὶ κεφαλαιωδῶς.

Συντόμως φησὶ καὶ ἐπὶ κεφαλαίων ἐπεληλυθέναι τίνες τὰ περὶ ἀρχῶν εἶπον τῶν πρὸ αὐτοῦ καὶ πῶς. περὶ δὲ τῆς ἀληθείας. ἀλήθειν ἔθος αὐτῷ λέγειν τὴν θεωρητικὴν φιλοσοφίαν. ὅμως δὲ τοσοῦτον ἔχομεν ἐξ αὐτῶν. οὗ χάριν ἦλθεν ἐπὶ τὴν περὶ τῶν ἀρχῶν ἱστορίαν, ὑπέμνησεν 10 ἡμᾶς· τοῦ γὰρ βεβαιώσασθαι ὅτι μηδεὶς τρόπος αἰτίας ἄλλος ἔστι παρὰ [*](1 ἢ om. LF αἴτια om. LF 2 εἰπὼν—ἄρτιον (5) eadem fere leguulur p. 61,11 —15 οὐκ—πυρός (9) cf. p. 61,19—22 6 τι LF: τε Α 7 οὕτως ἦν Α: τοῦτο ἦν LF: exspectes οὐ σῶμα, cf. p. 61,20 11 Ἔτι—εἴρηκεν (26) om. F τε καὶ] δὲ Metaph. vulg. καὶ τοῦ Metaph. 13 τε om. L 14. 15 τουτέφι—ἑκατέραν LS Ascl.: om. Α 14 τὴν (post καὶ) om. L 16 αὐτὸ] sic etiam Ascl., sed exspectes αὐτῷ; cf. κατ’ αὐτόν (1. 18) τοῦ om. L 17 ἐν om. L 20 τὴν τῆς εὖ L 24 ἀρτίῳ L 28 τὰ] τε LF 29 δὲ AL: om. F: γὰρ Ascl.: veritateque S ἀλήθειαν δὲ L 30 τὴν διαλεκτικὴν φ. LF τοσοῦτόν γε L Metaph. vulg. 31 περὶ om. L)

61
τοὺς τέσσαρας τοὺς δεδειγμένους ἐν τῇ Φυσικῇ ἀκροάσει. ὃ δῆλον γέγονε· πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τινὸς τῶν αἰτίων μνημονεύουσιν· εἰ γὰρ καὶ μὴ ἐναργῶς μηδὲ διηρθρωμένως εἰρήκασιν ἀλλ’ ἀμυδρῶς καὶ ἀδιαρθρώτως, ἀλλ’ οὖν ἐκείνων πως ἁπτόμενοι φαίνονται. ὅτι δὲ καὶ τὸν περὶ τῶν τεσσάρων αἰτίων λόγον ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως προηγουμένως πεποίηται, πρόχειρον εἰδέναι τοῖς ἐντυγχάνουσι· διὸ εἶπε τῶν ἐν τοῖς περὶ φύσεως ἡμῖν διωρισμένων. καὶ ἔπεισι καὶ δεικνυσι πῶς οὐδεὶς ἔξω τῶν ἐν τοῖς περὶ φύσεως αἰτίων εἰρημένων ἥψατο.

[*](p. 988a23)

Οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσι.

Καταριθμεῖται ὅτι τῶν ὡς ὕλην τὴν ἀρχὴν θεμένων οἱ μὲν μίαν οἱ δὲ πλείους ἔθεντο, καὶ οἱ μὲν σῶμα οἱ δὲ ἀσώματον. εἰπὼν δὲ τὴν ὑλικὴν ἀρχὴν τοὺς μὲν σωματικὴν τοὺς δὲ ἀσώματον ὑποθέσθαι, πρώτου ἐμνημόνευσε τῶν ἀσώματον ὑποθεμένων Πλάτωνος, ὃς τὸ μέγα ·καὶ τὸ μικρὸν ἔλεγεν, ἔπειτα καὶ τῶν Πυθαγορείων. οἳ τὸ ἄπειρον, τοῦτο δὲ ἦν τὸ ἄρτιον· οὗτος γὰρ ἦν ὁ ἀριθμὸς αὐτοῖς ἐν ὕλῃ τιθέμενος· ὁ γὰρ περισσὸς πεπερασμένος τε καὶ εἴδους ἐπέχων χώραν.

[*](p. 988a28)

Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν.

Οὗτος τῶν σῶμα τὴν ὑλικὴν ἀρχὴν θεμένων ἦν, ὥσπερ καὶ ὧν ἑξῆς μνημονεύει. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου τε καὶ Δημοκρίτου, καθ’ οὓς καὶ σῶμα καὶ ἀσώματον ἡ ὕλη· τὸ γὰρ κενὸν οὐ σῶμα· φθάνει δὲ προειρηκέναι καὶ περὶ τούτων. προσέθηκε δὲ τῇ ἱστορίᾳ καὶ τὴν ᾿Αναξιμάνδρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεταξὺ φύσιν ἀέρος τε καὶ πυρός.

[*](p. 988a32)

Οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον.

Τοῦτο λέγοι ἄν περὶ τούτων ὧν ὕστερον ἐμνημόνευσεν, εἰπὼν καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ἐπεὶ οἵ γε πρὸ τούτων οὐ τὴν ὑλικὴν μόνον ἔθεντο αἰτίαν· οὔτε γὰρ Ἀναξαγόρας οὔτε οἱ Πυθαγόρειοι οὔτε Πλάτων. προστίθησι δὲ ὅτι ἕτεροί | τινες ἐμνημόνευσαν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις [*](47) ἐστὶ ποιητική, καὶ λέγει τούτων εἶναι τοὺς φιλίαν καὶ νεῖκος εἰπόντας, ὡς ᾿Εμπεδοκλέα, καὶ νοῦν, ὡς Ἀναξαγόραν, ἢ ἔρωτα, ὡς Παρμενίδην καὶ Ἡσίοδον εἶπεν.

[*](1 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 3 2 αἰτιῶν εἰρηκότες LF 5 τὸν περὶ LF: τὸν om. Α 7 ἡμῖν διωρισμένων—περὶ φύσεως (8) om. L 10 μίαν om. L 14 Πυθαγορικῶν L 18 καὶ ὧν S Brandis Bonitz: καὶ τῶν libri 20 οὐ σῶμα LF Ascl.: καὶ σῶμα AS 27 ὁ Πλάτων F 28 καὶ ὅθεν LF cf. Metaph.: καὶ τοῖς ὅθεν Α: καὶ τῆς ὅθεν MS Bonitz 29 ἐστὶ LF: om. Α εἶναι LF: αὐτοῦ Α τὸ νεῖκος LF)
62
[*](p. 988a34)

Τὸ δὲ τί ἦν εἶναι καὶ τὴν αποοεοωκεν.

Εἰπὼν Ἀναξαγόραν καὶ ᾿ Εμπεδοκλέα καὶ τῆς ποιητικῆς ἀρχῆς μνημονεῦσαι πρὸς τῇ ὑλικῇ, τίθησιν ἐν τοῖς τῆς ποιητικῆς ἀρχῆς μνημονεύσασι καὶ τοὺς ἔρωτα ἐν ταῖς ἀρχαῖς θεμένους· καίτοι δόξειε κατὰ τούτους μᾶλλον εἶναι τελικὸν αἴτιον· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ εἰ μὲν ἔλεγον τίνος ὁ ἔρως ἐφιέμενος ἐποίει ἃ ἐποίει, ἐμνημόνευον ἂν καὶ τῆς κατὰ τὸ τέλος αἰτίας· μόνον δὲ τῷ ἔρωτι ἐν ταῖς ἀρχαῖς χρώμενοι ὡς ποιοῦντι, οὐκέτι δὲ λέγοντες καὶ τίνος χάριν, οὐκέτι ἂν μνημονεύοιεν τῆς ὡς τέλους ἀρχῆς. ὅτι δὲ ἰῆς κατὰ τὸ εἶδος Πλατῶν πως ἐμνημόνευσε, δείκνυσιν· αἱ γὰρ ἰδέαι κατ’ αὐτὸν αἰτίαι καὶ ἀρχαὶ οὖσαι οὔτε ὡς ἡ ὕλη εἰσὶν αἰτίαι (οὐ γὰρ ἐνυπάρχουσι τοῖς αἰσθητοῖς· τὰ δὲ ἐν τοῖς εἴδεσι ἄν τὰς ἀρχὰς τῶν εἰδῶν· οὐδὲ γὰρ ταῦτα ὕλη τοῖς αἰσθητοῖς, ἀλλὰ αὐτὰ στοιχεῖα τῶν εἰδῶν, ὅτι ἐν ταῖς ἰδέαις εἰσὶν ὡς στοιχεῖα αὐτῶν. οὐ γὰρ τὰ στοιχεῖα ἐπὶ τῆς ὕλης λέγεται μόνης· τὸ γοῦν νεῖκος καὶ ἡ φιλία στοιχεῖα μὲν κατ’ ᾿Εμπεδοκλέα καὶ ἐν τοῖς στοιχείοις, ἀλλ’ οὐχ ὡς ὕλη), οὔτε ὡς ποιητικαὶ αἱ ἰδέαι· τοῦ μὲν γὰρ ποιοῦντος τὸ κινεῖν, αὗται δὲ στάσεως καὶ ἀκινησίας τοῖς οὖσι μᾶλλον αἰτίαι εἰσὶ κατ’ αὐτόν. ἀλλ’ εἰσὶ τοῦ εἴδους καὶ τοὐ τί ἦν εἶναι παρεκτικαὶ κατ’ αὐτὸν τοῖς γινομένοις πρὸς αὐτάς. ὥσπερ οὗν καὶ αὐταῖς ἐκείναις τὸ ἕν, αἱ δὲ τοῦ εἴδους τοῖς ἄλλοις αἰτίαι, καὶ οὕτως ὡς κατὰ ὁμοίωσιν τὴν πρὸς ἐκείνας τούτων εἰδοποιουμένων· ὡς οὖν ὁμοειδῆ ταῖς ἰδέαις τὰ πρὸς αὐτὰς γεγονότα τε καὶ ὄντα.

[*](6 ἔλεγον S Ascl.: ἔλεγεν Α 7 ποιεῖ ἃ ποιεῖ Ascl. ἐμνημόνευον c. S Bonitz: ἐμνημόνευεν Α: ἔλεγον Ascl. 11 κατ’ αὐτὸν M: κατ’ αὐτὴν Α 12 τὰ δὲ—αἰσθητοῖς (13) M: om. Α 19 παρεκτικαὶ LF Brandis Bonitz: παρακτικαὶ Α Ascl.)[*](ALT. REC. GR. DISCR. 3 Εἰπὼν—ὄντα (22)] Τὸ δὲ εἰδικόν, φησί, αἴτιον οὐδεὶς ἀποδέδωκεν, ἀντὶ τοῦ οὐδεὶς τῶν φυσικῶν εἶπε σαφῶς αἴτιον εἶναι τῶν ὄντων τὸ ὡς εἶδος αἴτιον, ἀλλὰ μάλιστα οἱ τὰ εἴδη ἤτοι τὰς ἰδέας καὶ τὰ ἐν τοῖς εἴδεσι τιθέντες λέγουσι· ταύτας γὰρ ἔλεγον εἰδικὰς αἰτίας τῶν αἰσθητῶν εἶναι· αὐτῶν δὲ τῶν εἰδῶν ἀρχὰς εἶναι (αὐτῶν—εἶναι transp. post ἓν F) ὡς μὲν τὴν ἀόριστον δυάδα, ὡς δὲ εἰδικὸν αἴτιον τὸ ἕν· ἃ καὶ οὗτος εἰπὼν ἐδήλωσε καὶ τὰ ἐν τοῖς εἴδεσιν. εἰ οὖν (add. ταῦτα) τῶν ἰδεῶν αἴτια, αἱ ἰδέαι δὲ εἰδικὰ αἴτια τοῖς αἰσθητοῖς, ταῦτα ἄρα καὶ τῶν αἰσθητῶν ἂν εἶεν ἀρχαί. εἰπὼν οὖν μηδένα ἄλλον τῶν περὶ ἀρχῶν τῶν ὄντων πραγματευσαμένων τὴν κατὰ τὸ εἶδος αἰτίαν σαφῶς ἀποδεδωκέναι, μόνον δὲ τῶν ἄλλων τὸν Πλάτωνα ταύτην τὴν αἰτίαν ἀποδοῦναι (τὰς γὰρ ἰδέας ὡς εἰδικὰ τῶν ὄντων αἴτια ἔλεγεν· οὔτε γὰρ ὠς ὕλη, φησί, τοῖς αἰσθητοῖς τὰ εἴδη καὶ τὰ ἐν τοῖς εἴδεσιν, οὔτε ὡς ἐντεῦθεν τὴν ἀρχὴν τῆς κινήσεως [γιγνομένην add. Metaph.] ὑπολαμβάνουσι), τοῦ πῶς τοῦτο εἴρηκεν ὁ Πλάτων τὴν αἰτίαν φησὶν ἀκινησίας γὰρ μᾶλλον καὶ τοῦ ἐν ἠρεμίᾳ εἶναί φασι. τὰ γὰρ εἴδη ἀκινησίας μᾶλλον καὶ στάσεως αἴτια τοῖς οὖσιν ἀλλ’ οὐ κινήσεως ὁ Πλάτων φησὶν ὡς ὁριστικά τε καὶ εἰδοποιὰ τῆς ὕλης καὶ ἑκάστου τῶν ὄντων παρεκτικὰ τοῦ εἴδους καὶ τῆς ὑπάρξεως, καθ’ ἣν τὸ εἶναι τόδε τι ἕκαστον εἴληχε. διὸ οὔτε ποιητικὰ οὐθ’ ὑλικὰ αἴτια, οὔτε μὴν τελικὰ ταῦτά φησιν, ἀλλ’ εἰδικὰς τῶν ὄντων αἰτίας LF)
63
[*](p. 988b6)

Τὸ δ’ οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κιΛέγεις.

Λέγει μὲν περὶ τῆς κατὰ τὸ τέλος αἰτίας (αὕτη γάρ ἐστι τἀγαθόν καὶ τὸ ὡς τέλος αἴτιον τοῖς οὖσι), δείκνυσι δὲ ὅτι οὐδεὶς οἰκείως τῶν πρὸ αὐτοῦ περὶ ταύτης τῆς αἰτίας ἐποιήσατο τὸν λόγον. τρόπον μὲν γάρ τινα λέγουσι τὸ ἀγαθὸν αἴτιον, οὐ μὴν ὡς τέλος. καὶ ὡς τούτου χάριν γιγνομένων τῶν ἄλλων, ὡς πέφυκεν εἶναι τὸ ἀγαθὸν αἴτιον. ἀλλ’ ὡς ποιητικῷ αὐτῷ χρῶνται. ὁ γὰρ Ἀναξαγόρας τὸν νοῦν εἰσαγαγὼν καὶ ὁ ᾿Εμπεδοκλῆς τὴν φιλίαν ἀγαθὰ μὲν καὶ ἀγαθοποιὰ αἴτια τίθενται ταῦτα, οὐ μὴν τούτων χάριν τὰ γινόμενα γίνεσθαί φασιν ἀλλ’ αὐτὰ ταῦτα τὰ ποιητικὰ ἀγαθά ἐστιν αὐτοῖς. τούτοις δὲ ὁμοίως καὶ τοὺς τὸ ἓν καὶ τὴν ἰδέαν ἀρχὰς θεμένους φησὶν εἰρηκέναι· τοὺς αὐτοὺς δὲ λέγοι | ἂν καὶ τὸ ὂν λέγειν· τὸ [*](48) γὰρ ἓν καὶ τὸ ὂν Πλάτων ἔλεγεν, ὂν λέγων τό τε ἓν καὶ τὴν ἰδέαν· ταῦτα γὰρ κυρίως ὄντα. οὐ γὰρ τούτων ἕνεκεν γίγνεσθαι τὰ γιγνόμενα, ἀλλ’ ἔστι ταῦτα αὐτοῖς τοῦ εἷναι αἴτια παρεκτικά· τοῦ γὰρ εἴδους τοῦτο αἴτιον, Μ’ οὐ τούτων χάριν ἐκεῖνα γίγνεταί τε καὶ ἔστι κατ’ αὐτούς. καὶ μνημονεύουσιν οὖν τοῦ ἀγαθοῦ ἐν τοῖς αἰτίοις, καὶ τρόπον τινὰ παραλείπουσιν αὐτὸ τᾷ τὴν οἰκείαν αὐτῷ χώραν μὴ φυλάσσειν. κατὰ συμβεβηκὸς δὲ λέγει αὐτοὺς τοῦ ὡς ἀγαθοῦ αἰτίου μνημονεύειν, ὅτι τὸ ὡς ἀγαθῷ εἶναι αἰτίῳ ἡ αὐτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γιγνόμενα γίγνεσθαι. οἱ οὗν μὴ φυλάσσοντες τῷ ὑπ’ αὐτῶν λεγομένῳ ἀγαθῷ τὴν τάξιν ταύτην ἐν τοῖς αἰτίοις οὐχ ᾗ ἀγαθὸν αὐτὸ αἴτιον ποιοῦσιν, ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἷναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται. ἐπιζητήσαι δ’ ἄν τις πῶς Πλάτων ἐν ᾿Επιστολαῖς λέγων ‟περὶ τὸν πάντων βασιλέα πάντα ἔστι καὶ τούτου ἕνεκα πάντα” οὐ λέγει διὰ τούτων τὸ ἀγαθὸν ὡς τέλος αἴτιον. ἢ εἰ λέγει, πῶς οὔ φησιν αὐτὸν ᾿ Αριστοτέλης λέγειν; ἢ ἰδίᾳ ἐπὶ τέλει τοῦ βιβλίου τούτου αὐτὸς οὕτως λέγει ‟ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς αἰτίας ζητεῖν ἐοίκασι πάντες, καὶ τούτων ἐκτὸς οὐδεμίαν ἔχομεν εἰπεῖν, δῆλον καὶ ἐκ τῶν πρόαρον εἰρημένων. ἀλλ’ ἀμυδρῶς ταύτας, καὶ τρόπον μέν τινα ἁπάσας, ὡς καὶ πρότερον εἴρηται, τρόπον δέ τινα οὐδαμῶς· ψελλιζομένῃ γὰρ ἔοικεν ἡ πρώτη φιλοσοφία περὶ πάντων, ἅτε νέα καὶ κατ’ ἀρχὰς οὖσα”.

[*](p. 988b16)

Ὅτι μὲν οὖν ὀρθῶς διώρισται.

᾿Εκ τῆς ἱστορίας τῆς τῶν εἰρηκότων περὶ αἰτίων δῆλόν φησι γεγονέ- [*](9 τίθεται L τούτων LF Ascl.: τούτου Α 10 τὰ (post ταῦτα) om. Ascl. fort, recte ἀγαθὰ LF Ascl.: ἀγαθὸν Α: ἀγαθῶν coni. Bonitz 11 τούτοις LF Ascl.: τούτου Α 12 τοὺς αὐτοὺς] τούτους LF ὂν Ascl.: ἓν libri 13 ὂν λέγων Ascl.: ὁ λέγων libri 15 παρακτικά Ascl. 18 χώραν LF: χάριν A δὲ λέγει LFS: δὲ ἄν λέγοι Ascl.: καὶ λέγει Α 19. 20 τὸ—αὐτῷ L: τῷ κτλ. αὐτὸ F: τὸ ἀγαθῷ αὐτῷ αἴτιον εἶναι Α 20 τούτου] τοῦ A 21 ἀγαθῷ om. LF 23 δ’ ἄν F: δ’ om. AL ἐν ἐπιστολαῖς] Ep. II p. 312 E 27 ὅτι μὲν οὖν—κατ᾿ ἀρχὰς οὖσα (31)] Α p. 993a11 —16 28 ἔχοιμεν ἄν iletaph. vulg. 29. 30 πᾶσαι πρότερον εἴρηνται Metaph. 31 νέα τε κατ’ ἀρχὰς Metaph. 32 διώρισται LF: διώριστο A)

64
ναι τὸ καλῶς ὑπ’ αὐτοῦ περὶ τῶν αἰτίων διωρίσθαι πόσα τε καὶ τίνα· μαρτυροῦσι γὰρ καὶ οὗτοι τοιαῦτα εἶναι αὐτά, οὐ δυνηθέντες ἄλλου τινὸς αἰτίας εἴδους μνημονεῦσαι. πρὸς δὲ τούτοις, ὅτι ζητητέαι αἱ ἀρχαὶ ἡ οὕτως ἅπασαι. καὶ τοῦτό φησι δῆλον ἐκ τῶν προειρημένων εἶναι, ὅτι χρὴ ζητεῖν περὶ τῶν ἀρχῶν ἢ περὶ πασῶν ὧν ἐξεθέμεθα, τετραχῶς διελόμενοι τὴν αἰτίαν τὸ δὲ ἢ οὕτως σημαίνοι ἂν ἴσον τῷ ἢ οὕτως ἁπάσας ζητεῖσθαι), ἢ ἐκ τῶν τεσσάρων τούτων τινάς. καὶ γὰρ εἰ μὴ ἡ παροῦσα πραγματεία ἀπαιτεῖ τὸν περὶ πάντων τῶν αἰτίων λόγον, ἀλλ’ ὅ γε ζητούμενος τῶν αἰτίων τρόπος ἐν τοῖς τέτταρσι καὶ αὐτός ἐστι, καὶ οὐκ ἐκπίπτει τὰ αἴτια ταῦτα, διὰ τὸ μηδὲ εἶναι τρόπον ἄλλον τινὰ παρὰ τούτους αἰτίου. πρῶτον δὲ προτίθεται εἰπεῖν πῶς ἕκαστος τῶν προειρημένων εἴρηκε, καὶ τίνα ἑκάστῃ δόξῃ ἄπορα ἕπεται.

[*](p. 988b2)

Ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν, δῆλον ὅτι πολλαχῶς ἁμαρτάνουσιν.

Πῶς ἓν τοπᾶν, αὐτὸς ἐξηγήσατο διὰ τοῦ καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι καὶ ταύτην σωματικήν· οὕτως γὰρ ἓν ὡς | ἐξ ἑνός. [*](49) μετὰ δὲ τὸ τὰς δόξας τῶν πρὸ αὐτοῦ περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτίων καταριθμέσασθαι, ἐξετάζων τί τε ὑγιῶς εἴρηται ὑπ’ αὐτῶν καὶ τί μή, πρῶτον ποιεῖται τὸν λόγον περὶ τῶν μίαν τὴν ἀρχὴν καὶ ταύτην σῶμα θεμένων. καὶ λέγει τούτους κτὰ πολλὰ ἁμαρτάνειν, πρῶτον μὲν ὅτι βουλόμενοι τῶν ὄντων ἀρχὰς ἐκθέσθαι πάντων, οἱ δὲ τῶν σωμάτων μόνον ἀποδιδόασιν, ὄντων τινῶν καὶ ἀσωμάτων· οὐ γὰρ οἷόν τε ἀρχὴν ἀσωμάτου σῶμα εἶναι. δεύτερον δὲ ὅτι γένεσιν εἰσάγοντες τὴν αἰτίαν τοῦ γίνεσθαί τε καὶ κινεῖσθαι καὶ ὅλως τὸ ποιητικὸν αἴτιον παρέλιπον· οὐ γὰρ δὴ ἡ ὕλη γε ἐξ αὑτῆς ἔχει τὸ κινεῖσθαι. τὸ δὲ καὶ περὶ γενέσεως ἀντὶ τοῦ καὶ γενέσεως καὶ φθορᾶς ἐπιχειροῦντες τὰς αἰτίας λέγειν καὶ περὶ πάντων φυσιολογοῦντες, δηλονότι τῶν ὄντων, ὧν ἐν κινήσει τὰ πλεῖστα, τὸ τῆς κινήσεως αἴτιον ἀντὶ τοῦ τὸ κινητικὸν αἴτιον παρέλιπον. τρίτον δὲ τὸ τὸ εἶδος μηδενὸς αἴτιον θέσθαι, πάντων τῶν ὄντων παρὰ τοῦ εἴδους τὸ εἶναι ἅπερ ἔστιν ἐχόντων· κατὰ γὰρ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρει· ἡ αὐτὴ γὰρ ἐν πᾶσιν. εὐλόγως δὲ οὐσίαν εἶπε τὸ εἶδος· τὸ γὰρ εἶναι ἑκάστῳ παρ’ αὐτοῦ. τετάρτη ἁμαρτία τὸ τῶν πρώτων σωμάτων λαβόντας προχείρως τὸ δόξαν αὐτοῖς τοῦτο ἀρχὴν θέσθαι· τοῦτο δὲ ὅτι ἀδύ- [*](2 καὶ οὗτοι LF: καὶ om. Α 3. 4 ἢ οὕτως ἅπασαι om. LF 6 τὰ αἴτια LF ἄν—παροῦσα (7) LFM: om. Α ἶσον τὸ ἢ L 7 τῶν τεσσάρων τινά F 8 ἀπαιτεῖ om. F 8. 9 ζητούμενος αἰτίου τρόπος LF 12 δόξῃ ἑκάστῃ Α 13. 14 ὡς ὕλην scripsi coll. v. 16 et Metaph.: καὶ ὕλην libri 17 τιθέασι—σωματικήν om. LF 21. 22 βουλόμενοι LF: βουλόμενος AM 25 καὶ κινεῖσθαι LF: τοῦ κινεῖσθαι Α 26 γε om. LF αὐτῆς LF 29 τοῦ τὸ LF: τὸ om. Α 30 τὸ τὸ εἶδος LF: altenim τὸ om. Α 31 γὰρ om. LF 32 ἡ τοιαύτη γὰρ LF)

65
νατον, δείκνυσι καὶ ἐν τῷ δευτέρῳ Περὶ γενέσεως. καὶ αὐτὸς ἐπισημαίνεται εἰρηκέναι ἐν τοῖς περὶ φύσεως, λέ·ἱων οὕτω,- πᾶσαν τὴν φυσικὴν πραγματάαν. εἰ γὰρ ἡ τὰ τέσσαρα σώματα ἤ τινα ἐξ αὐτῶν ἀρχαὶ ἢ ἕν τι τὸ τυχὸν τῶν τεσσάρων, ἢ οὐκ ἔσονται ἐξ ἀλλήλων, ἵνα ᾖ ἄφθαρτα, ἢ ὅταν γένηται ἐξ ἀλλήλων, ὑπομένοντα ἅ ποτε ἔστιν ἅμα καὶ τἀναντία εἰς ἃ μεταβάλλει ἔσται. καὶ οὕτως τῷ δντι ἅμα ἔσται τὰ ἐναντία, πῦρ τε καὶ ὕδωρ, ἂν οὕτω τύχῃ· ἢ εἰ μὴ ὑπομένει, φθαρήσεται καὶ οὕτως ἡ ἀρχή, ὅπερ ἄτοπον· ἔστι γὰρ ἀρχὴ ἐξ ἧς πρώτης γίγνεται καὶ εἰς ἣν ἐσχάτην ἀναλύεται, αὕτη δὲ ἐκ μηδενός. ἀλλὰ τούτου μὲν οὐ νῦν τοῦ καὶ αὐτοῦ ἑπομένου αὐτοῖς ἀτόπου μνημονεύει· ἐκεῖνο δὲ αἰτιᾶται. ὅτι ῥᾳδίως καὶ [*](25) χωρὶς τοῦ ἐπισκέψασθαι πῶς τοῖς ἁπλοῖς̀ σώμασιν ἡ γένεσις ἐξ ἀλλήλων, ἔθεντό τι τῶν ἁπλῶὶ σωμάτων τῶν τριῶν ἓν στοιχεῖον τῶν ἄλλων· χωρὶς γὰρ τῆς γῆς τῶν ἄλλων ἕκαστον ὑπό τινων στοιχεῖον εἴρηται. ὃ δὲ αἰτιᾶται αὐτοὺς̀́ ἔστιν ὅτι ἔδει μὴ ἀπὸ τοῦ τρόπου τῆς ἐξ ἀλλήλων γενέσεως ἐξ αὐτῶν τὸ πρῶτον καὶ τῆν ἀρχὴν λαβεῖν, ἐπεὶ τὸ ἐξ ἀλλήλων αὐτὰ γίνεσθαι κοινὸν , καὶ κατὰ τοῦτο οὐδὲν αὺιῶν ἄλλο ἄλ οὐ πρῶτον ἢ ὕστερον· οἱ ὸὲ οὐκ ἐποίησαν τοῦτο. τίς δὲ ἡ τῆς ἐξ ἀλλήλων γενέσεως αὐτοῖς διαφορά, αὐτὸς εἶπε· τὰ μὲν γὰρ διακρίσει γίγνεται ἐξ ἀλλήλων, ἐξ ὧν ἔστι λαβεῖν τὸ πρῶτόν τε καὶ ὕστερον, τὰ δὲ συγκρίσει. εἰπὼν δὲ ταὐτα δεί|κνυσιν ὅτι κατὰ τοὺς τῆς γενέσεως τρόπους σκοπουμένοις κατὰ [*](50) τὶ μὲν δόξει πρῶτον εἶναι τῶν σωμάτων, ἐξ οὗ πρώτου κατὰ σύγκρισιν ἡ τῶν ἄλλων γένεσις· τοιοὑτον δ᾿ ἂν εἴη τὸ μικρομερέστατον καὶ λεπτότατον. διὸ οἱ πὑρ τὸ στοιχεῖον θέμενοι κατὰ τοὑτον εἶεν ἂν εὐλόγως λέγοντες· καὶ γὰρ τῶν ἄλλο τι λεγόντων σῶμα στοιχεῖον καὶ μὴ τὸ πῦρ ἕκαστος ὁμολογεῖ τὸ δεῖν τοιοῦτον τὸ στοιχεῖον εἶναι τῶν σωμάτων. διὰ γὰρ τοῦτο οὐδεὶς αὐτῶν τὴν γῆν μόνην στοιχεῖον ἔθετο ὠς μεγαλομερέστατον δηλονότι τῶν ἄλλων. εἰπὼν δὲ ταῦτα ἀπορεῖ διὰ τί μὴ εἴη ἂν κατά τινα λόγον καὶ ἡ γῆ τῶν ἄλλων στοιχεῖον, ὥσπερ καὶ δοκεῖ τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἀλλὰ καὶ ‘Hσιόδῳ· μετὰ γὰρ τὸ χάος ταύτην πρώτην γεννᾷ, συστήσας καὶ τὴν δόξαν τῇ τῶν πολλῶν μαρτυρίᾳ. ἴσως ὅ ἂν περὶ τῆς γῆς λέγοι τὸ ὅτι εἰ. μὴ δία τὸν τρόπον τῆς γενέσεως ἔλεγον ἐκεῖνα στοιχεῖα, διὰ τί ποτε οὐ καὶ ἰὴν γῆν ἔλεγον, τῆς κοινῆς ταύτην δόξης λεγούσης; εἰπὼν δὲ ταῦτα ἀνατρέχει πά ἱν ἐπὶ τὰ εἰρημένα, τὰ ὅτι δοκεῖ τὸ λεπτομερέστερον στοιχεῖον εἶναι, καί φησιν ὅτι κατὰ τὴν δόξαν ιαύτην οὐδεὶς τῶν παρὰ τὸ πῦρ ἄλλο τι σῶμα τὸ στοιχεῖον θεμένων ἢ τούτων τῶν τεσσάρων ἢ τῶν μεταξὺ σῶμα πυρός τε καὶ ἀέρος ὀρθῶς ἂν εἴη λέγων. ὃ εἰπὼν προστίθησι καθ’ ὃν λόγον δύναιτο ἄν πάλιν ἡ γῆ στοιχεῖον λέγε- [*](1 ἐν τῷ δευτέρῳ Περὶ γενέσεως] de gen. et corr. B 6 5 γίνηται LF ὑπομέ- νοντα ταῦτα ἂ ποτέ LF 7 οὕτως ἡ LF: ante ἡ add. καὶ A 9 τούτου μόνου νῦν LF 13 γὰρ omitt. LF στοιχείων LF 20 ταῦτα, μετὰ ταύτα δείκνυσιν LF σκοπουμένοις LF Asel: σκοπουμένους AS 25 σωμάτων LFS: ἀσωμάτων A 26. 27 μεγαλομερέστερον LF 28 τοῖς πολλοῖς LF: τοῖς om. A 29 Ἡσιόδῳ] theog. 116 sq. 31. 32 στοιχεῖον LF 34 στοιχεῖον εἶναι LF: εἶναι om. A 36 τὸ μεταξὺ F)
66
σθαι, λέγων εἰ δέ ἐστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον ἔστι γὰρ ὃ λέγει τοιοῦτον· δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τελειότερον τοῦ ἀτελεστέρου. καὶ ἔστι τὸ ὕστερον μὲν τῇ γενέσει γινόμενον τελειότερον, * * * προυπάρχον τῷ χρόνῳ, ὡς ὁ θεμέλιος οἰκίας, παῖς ἀνδρός. κατὰ δὴ τὸν λόγον τοῦτόν φησι πάλιν ἔσεσθαι κάλλιον εἰρηκότας τοὺς τὰ παχυμερέστερα τῶν σωμάτων ύποθεμένους στοιχεῖα· μᾶλλον γὰρ ταῦτα πεπέπθαι καὶ τετελειῶσθαι δοκεῖ τῶν ἁπλουστέρων τε καὶ λεπτοτέρων καὶ πρώτων τῇ γενέσει· τὰ γὰρ λεπτομερέστερα πρῶτα τῇ γενέσει· ἐξ ἐκείνων γὰρ εἰς τὰ παχυμερέστερα ἡ μεταβολή. ὥστε εἰ τὸ πρότερον ὰ̣ρχή, τὸ τῇ φύσει τε καὶ οὐσίᾳ πρότερον μᾶλλον ἂν εἴη ἀρχὴ τοῦ τῇ γενέσει προτέρου. εἰ γὰρ τὸ πρῶτον τῇ γενέσει ὕστερον τῇ φύσει, τὸ ὕστερον τῇ γενέσει πρῶτον ἂν εἴη τῇ φύσει. ὑστέρα δέ, καθ’ οὓς συγκρίσει ἡ γένεσις ἡ γῆ· αὕτγ ἄρα μᾶλλον ὰ̣ρχή, ἐξ ἧς πάλιν διακρίσει ἡ τῶν ἄλλων ἔνεσις.

[*](p. 989a18)

Hερὶ μὲν οὗν τῶν μίαν τιθεμένων αἰτίαν.

Ὑπομνήσας τῶν εἰρημένων πρὸς τοὺς μίαν τε καὶ σωματικὴν τήν ἀρχὴν θεμένους, τὰ αὐτά φησιν ἁμαρτάνειν καὶ εἴ τις ταῦτα πλείω [*](1 πρότερον τῇ φύσει ὕστερον ALF et Metnph. libri ties: ὕστερον τῇ φύσει πρότερον Metaph. vulg. 2 δοκεῖ— χρόνῳ (4)] δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τέλειον, ὕστερον ὂν τοῦ ἀτελεστέρου· καὶ ὕστερον μὲν ἐν τῇ γενέσει γινόμενον τὸ τελειότερον· ὁ γὰρ ἄνθρωπος τελειότερός ἐστι τοῦ ἐμβρύου· τὸ δὲ ἀτελἐστερον προϋπάρχει τῷ χρόνῳ Ascl.: δοκεῖ κτλ. ἀτελεστέρου, εἰ καὶ ἔστιν ὕστερον τῇ γενέσει γινόμενον, ἀτελέστερον δὲ τὸ προϋπάρχον τῷ χρόνῳ dnce S coni. Bonitz 12 καθ’ οὓς] καθὸ Ascl. 13 αὕτη S Ascl.: αὐτὴ Α πάλιν Ascl.: μᾶλλον Α 15 τιθεμένων ἀρχήν LF) [*](ALT. REC. GR. DISCR. 2 ἔστι γὰρ — γένεσις (14)] ἐντεῦθεν δείκνυσιν ὅτι δόξει μὲν μᾶλλον ἡ γῆ στοιχεῖον sivcd τῶν ἄλλων, καὶ πρῶτον πάντων. εἰς δὲ τὴν τούτου κατασκευὴν προέλαβε (προσέλαβε F) τὴν τῶν πολλῶν ὑπόληψιν πάντα γῆν εῖναι λέγουσαν, καὶ αὐτὴν τὴν τοῦ ιHσιόδου σύμφωνον οὖσαν τῇ δημοτικῇ δόξῃ, ὃς μετὰ τὸ χάος εὐθὺς τὴν γῆν ἐγέννα. εἰς δὲ τὴν τούτου πίστιν δύο τινὰ λαμβάνει λείμματα (I. λήμματα), καθάπερ ἓν μὲν τὸ πρότερον εἶναι τῇ φύσει τὸ τελειότερον, κἂν ὕστερόν ἐστι τῇ γενέσει, τό ὸὲ ἀτελὲς κἂν τῷ χρόνῳ πρότεο̣ον, ὕστερον τῇ φύσει· ἕτερον δὲ τὸ τελειότερον εἶναι τὸ συνεστώς τε καὶ πεπεμμένον. ἐξ ὢν συνάγει τό συνεστώς τε καὶ πεπεμμένον πρότερον εἶναι τῇ φύσει. εἰ δὴ προσληφθῇ ἑτέρα πρότασις ὅτι ἡ Y^J τοιὐτη, συνάγεται ὅτι ἡ γῆ προτέρα τῇ φύσει ἐστί. τὸ δὲ τοιοῦτον ἀρχή· ἀρχὴ ἄρα τῶν ἄλλων ἡ γῆ. LF 16 'Υπομνήσας — πάντη (p. 68,4)] Συμβαίνει τοῖς πλείω λέγουσι τὰ στοιχεῖα ταὐτὰ ἀδύνατα καὶ τοῖς ἓν τοῦτο λέγουσι· συμβαίνει δὲ καὶ ἴδιον αὐτοῖς. οἷον Ἐμπεδοκλῆς τέσσαρά φησιν εἶναι σώματα τὴν ὕλην. ταῦτα οὖν αὐτῷ συμβαίνει ἀδύνατα. ταὐτὰ (τοῦτο LF) λέγειν τοῖς ἐκείνως λέγουσιν· ἐπεὶ γὰρ ὁρᾶται ἐξ ἀλλήλων γινόμενα, ἀδύνατον .ἀμετάβλητα εἶναι ἐν τῇ ἐξ ἀλλήλων αὐτῶν γενέσει. ἢ πῶς ἂν ἐξ ἀλλήλων, εἰ ἀιδίως ἕκαστον τούτων ταὐτὸ σώζεται κατ’ ἀριθμόν; ἢ εἰ γίνεται ἐξ ἀλλήλων σὕτως ἔχοντα, ἤτοι ἀμετβλήτως, ἅρα ἔσονται τἀναντία. τοῦτο δὴ ταὐτὸ συμβαίνει λέγειν ἐκείνοις τῷ ’EμπεδοκλεL καὶ ὅτι οὐδενὸς τῶν ὄντων τὸ τί ἢν εἶναι καὶ τῶν λόγων (I. τὸν λόγον) αἴτιον ἐτίθετο, ὅ ἐστι τὸ εἰδ‘κόν. ·-αὐτὸ ὸὴ καὶ τοῦτο ἐκείνοις συνέβαινε λέγειν αὐτῷ. ἴδιον δ’ ὅτι ὸ̀ὐο τὰ ποιη-)

67
τίθησι, τουτέστι καὶ εἴ τις τὰς σωματικὰς ἀρχὰς, πλείους τίθησιν. ἢ οὐχ ἁπλῶς περὶ τῶν σωματικάς τε τὰς ἀρχὰς καὶ πλείους θεμένων λέγει, ἀλλὰ καὶ περὶ τῶν μὴ ἓν ἀλλὰ πλείω τῶν σωμάτων τούτων τῶν τεσσάρων ἐν ταῖς ἀρχαῖς θεμένων, ὧν σωμάτων ἕν τι ἐν ἀρχῇ ὑπὸ τῶν προειρημένων ἐτίθετο. μνημονεύει γὰρ ᾿Εμπεδοκλέους, ὃς τὰ τέσσαρα σώματα ὕλην τῶν ὄντων ἐτίθετο. καὶ γὰρ τούτῳ τὰ μὲν τὰ αὐτὰ τὰ δὲ ἴδια συμβαίνειν ἀνάγκη. λέγει μέν, ὡς εἶτον, πρὸς ᾿Εμπεδοκλέα, φησὶ δὲ ἕπεσθαι ἄτοπα καὶ τούτῳ τὰ μὲν ταὐτά, καίτοι τὰ τέσσαρα σώματα ἀρχὰς λέγοντι, τοῖς ἓν αὐτῶν τὴν ἀρχὴν θεμένοις, τὰ δὲ ἄλλα τε καὶ ἴδια. ταὐτὰ μέν. ὅτι ταῦτα γίνεται ἐξ ἀλλήλων καὶ οὐκ ἀεὶ τὰ αὐτὰ κατὰ τὸν ἀριθμὸν ὄντα διαμένει, ὅπερ ἔδιόν ἐστι τοῦ στοιχείου· τοῦτο γὰρ καὶ τοῖς ἕν τι τῶν σωμάτων στοιχεῖόν τε καὶ ὕλην λέγουσιν ἕπεται, τὸ φθείρεσθαι ἣν ὑποτίθεται ἀρχὴν ἕκαστος αὐτῶν. ἐπὶ πλέον δὲ εἴρηκε περὶ τούτων καὶ ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ, ὧν ὑπομιμνήσκων ἡμᾶς εἶπεν εἴρηται δὲ ἐν τοῖς περὶ φύσεως περὶ αὐτῶν. ἢ γὰρ οὐκ ἔσται ἐξ ἀλλήλων, εἰ ἀίδια κατὰ ἀριθμόν, φαίνεται δὲ γιγνόμενα, ἢ ἔσται ἅμα τὰ ἐναντία περὶ τὸ αὐτό. ἔτι τὸ τὴν οὐσίαν καὶ τὸ εἶδος μὴ θεῖναι· ἐν τοῖς αἰτίοις· καὶ γὰρ τοῦτο κοινὸν. ἴδιον οε τὸ πρὸς ίας κινητικας ἀρχὰς λεγόμενον ὑπ᾿ αὐτοῦ, εἶεν δὲ αὗται ἥ τε φιλία καὶ τὸ νεῖκος, πότερον δύο ἀρχὰς κατ᾿ αὐτὸν θετέον ταύτας ἢ μίαν. φαίνεται γὰρ καὶ ἡ φιλία τὰ τοῦ νείκους ποιοῦσα· διαιρεῖ γὰρ καὶ διακρίνει τὰ κατ’ ἰδίαν ὅλα ὄντα, ἵνα συγκρίνῃ καὶ ἓν σῶμα ποιήσῃ. ἀλλὰ καὶ τὸ νεῖκος αὐτῶ οὐ μόνον διατούτῳ [*](8 MS: τοῦτο Α 14 ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ] Γ 7 16 εἰ S Brandis Bonitz: ἢ AM 18 τὸ add. Bonitz) [*](ALT. REC. GR. DISCR. τικὰ αἴτια ὑποθέμενος οὐ δύο ἀλλ’ ἓν εἶναι (fort. add. ἐποίει) καὶ ταὐτὸ τἀναντία ποιεῖν. τὴν γὰρ φιλίαν ἑνώσεως αἰτίαν εἶναι λέγων διακρίσεως ἐποίει μᾶλλον ταύτην αἰτίαν. ὅταν γὰρ ἰὰ εἴδη ἀπὸ τῆς ὕλης τῶν στοιχείων διακρίνουσα καὶ ἐν τῇ πρὸς ἄλληλα τούτων πάντων ἑνώσει εἰς σμικρότατα κατακερματίζουσα τὰ τοῦ πυρὸς μόρια καὶ τῶν ἄλλων ἕκαστον οὕτως καταδιαιροῦσα (οὐ γὰρ δὴ ὅλα πρὸς ἄλληλα ἔκειτο· οὕτω γὰρ οὐκ ἄν ἦν εἰς ἒν ἡ ἕνωσις αὐτῶν) εἰ οὖν ταῦτα ἔλεγε ποιεῖν τὴν φιλίαν, πῶς οὐ μᾶλλον διακρίσεως αὐτὴν αἰτίαν ἢ ἑνώσεως ἐτίθετο; τὸ δὲ νεῖκος ταύτης μᾶλλον αἴτιον ἢ διακρίσεως, ὅταν αὖθις τούτῳ τοῦτο LF} ἐν τῇ διακρίσει τῶν στοιχείων τῇ ἀπὸ τοῦ σφαίρου εἰς ἓν συνῆπται πρὸς ἑαυτὰ τὰ διεσπασμένα τοῦ πυρὸς μόρια, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου. τοῦτο οὖν ἴδιον αὐτῷ παρὰ τοὺς ἄλλους συνέβαινε τὸ ἀδύνατον, τὸ εἶναι τό αὐτὸ τῶν ἐναντίων ποιητικόν, πρὸς τὸ (I. τῷ) καὶ οὐ μᾶλλον δύο ἢ ἓν αὐτὸ (αὐτῶ L) λέγειν· οὕτως τὰρ οὔτ᾿ ὀρθῶς οὔτε ἀλόγως· οἰητέον εἰρῆσθαι αὐτῷ παντελῶς. γράφεται δὲ ἐν ἄλλοις οὔτε ὀρθῶς οὔτε ἀλόγως· οὕτω δὴ ἐχούσης τῆς γραφῆς λέγοι ἄν λέγοι ἂν οὔτε ὀρθῶς πάντῃ ἤτοι εἰρηκέναι περὶ τῶν αἰτίων· εἰλόγως μέν πως δοκεῖ εἰρηκέναι τέσσαρα ὑποθέμενος τὰ στοιχεῖα τὰ ὡς ἐν ὕλης εἴδει, ἀλόγως δὲ τῷ (τὸ LF) μὴ λέγειν ἐξ ἀλλήλων αὐτὰ γίωεσθαι, προδήλως ὁρᾶται γινόμενον. ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γίνηται, φθείρεται τοῦτο πάντῃ καὶ οὐχ ὐπομένει οὐδέν, εἰ οὔτω τύχῃ. καὶ αὖθις ἐπὶ τοῦ ποιητκοῦ· τὸ γὰρ τῶν ἐναντίων ἐναντία ποιῆσαι τὰ αἴτια εὔλογον εὐλόγως F) πως δοκεῖ, τὸ δὲ αὐτὸ τῶν ἐναντίων καθ᾿ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς θατέρου ποιητικὸν ἄλογον ἄλογον LF)
68
κρίνει, ἀλλὰ καὶ συγκρίνει καὶ συνάγει τὰ ὅμοια πρὸς ἄλληλα, χωρίζον ἐκ τῆς ἑνώσεως αὐτά· ὥστε οὐδὲν θάτερον θατέρου μᾶλλον τῶν ἀντικειμένων ἐστὶν αὐτῷ ποιητικὸν. ἢ ἄμεινον γεγράφθαι τὸ οὔτε ἀλόγως, ἵνα ᾖ τὸ λεγόμενον οὔτε πάντῃ ὀρθῶς οὔτε ἀλόγως πάντῃ.

[*](p. 989a30)

Ἀναξαγόραν δ’ εἴ τις ὑπολαμβάνει δύο λέγειν.

῾Εξῆς Ἀναξαγόρου μνημονεύει ἐκφαυλίζων μὲν τὰ ἄντικρυς ὑπ’ αὐτοῦ καὶ φανερῶς λέγεσθαι δοκοῦντα ὡς ἄτοπα, ἐνδεικνύμενος δὲ διὰ τῆς ἀτοπίας τῶν δοκούντων λέγεσθαι τὸ ἄλλα αὐτὸν δι’ αὐτῶν βούλεσθαι λέγειν, προσβοηθῶν δὲ τῇ λέξει αὐτοῦ καὶ διαρθρῶν αὐτὴ τὸ βούλημα, ὡς καὶ αὐτὸς λέγε,. συνάγει γὰρ ἐκ μὲν τοὐ λέγειν πάντα αὐτὸν ἐν πᾶσι μεμῖχθαι ὅτι τὴν ὕλην ὀνειροπολεῖ, ἥτις δυνάμει μέν ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδὲν ὧν δύναται. καὶ γὰρ εἰ μὴ εἶπε σαφῶς ταῦτα, ἀλλ’ ἐπηκολούθησεν ἄν τοῖς τὴν δό|ξαν αὐτοῦ οὕτως ἐξηγουμένοις, ὡς καὶ αὐτὸς ταῦτα βουλόμενος λέγειν, [*](52) ὅτι ταῦτα μὲν λόγον ἔχει, ἃ δὲ δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ ἄτοπα παντάπασιν. ἀτόπου γὰρ ὄντος καὶ ἄλλως, τουτέστιν ὄντος γὰρ ἀτόπου τοῦ λέγειν πάντα ἐν πᾶσι μεμῖχθαι διά τε τὸ δεῖν προυπάρχειν πρῶτον πρὸ τῆς μίξεως ἄμικτα (δεῖ δεῖ γὰρ αὐτὰ τὰ μιγνύμενα ἀλλήλοις ὄντα πρῶτον κεχωρισμένα μίγνυσθαι, οὕτως δὲ οὐκέτι ἡ μῖξις πρώτη), καὶ διὰ τὸ μὴ δύνασθαι μηδὲ φύσιν ἔχειν τῷ τυχόντι τὸ τυχὸν μίγνυσθαι· πῶς γὰρ ἄν γραμμὴ καὶ λευκὸν ἢ λευκὸν καὶ μουσικὸν μιχθείη; ἔτι δὲ διὰ τὸ ἀκολουθεῖν τῷ οὕτως λέγοντι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζεσθαι τῆς οὐσίας καὶ καθ’ αὑτὰ ὑφεστάναι· ὧν γὰρ μῖξις, τούτων καὶ χωρισμός· ὥστε καὶ εἰ ταῦτα μέμικται (τῶν πάντων ιάρ), καὶ ταῦτα χωρίζοιτο ἄν. ὄντος δὴ τοῦ ταῦτα λέγειν ἀτόπου (ὁ γὰρ καί σύνδεσμος ἐκ δοκεῖ προσκεῖσθαι), ὅμως εἴ τις ἐπακολουθήσει τοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθρῶν καὶ ἐξηγούμενος ἃ βούλεται λέγειν, φανείη ἄν καινοπρεπεστύρως [*](5 ὑπολάβοι Metaph. vulg. 6. 7 καὶ φανερῶς ὑπ’ αὐτοῦ LF S λέγειν βούλεσθαι LF 9 λέξει] δόξη LF αὐτῆς LFS: αὐτοῖς Α 10 αὐτὸν πάντα LF 11 ὀνειροπολεῖ φανταζόμενος ἥτις LF πάντα ἐστὶν LF 12 ὧν LFS: ὡς A σαφῶς εἷπε LF ἂν LF: om. Α 13. 14 λέγει LF 14 καὶ ὅτι LF 15 ἀτόπου γάρ. φησίν. ὄντος, τουτέστιν LF 20 καὶ μουσικὸν MS Brandis Honitz: ἢ μουσικὸν Α: καὶ γραμμὴ LF μιχθείη LFS Asci.: λεχθείη Α 23 εἰ καὶ ταῦτα μέμικται τῶν πάντων γὰρ καὶ ταῦτα) καὶ χωρίζοιντο ἄν Asrl. fort, recte 24. 25 ὄντος δὴ τοῦ—προσκεῖσθαι om. LF 25 ἐπακολουθοίη F 26 καινοπρεπεστέρως LF: καινοπρεπέστερον S Ascl.: καινοπερπέστερα Α) [*](ALT. REC. GR. DISCR. 16 διά τε τὸ δεῖν προϋπάρχειν ταῦτα ἄμικτα πρὸ τῆς μίζεως, ὅτι δεῖ δὴ L) τὰ μιγνύμενα ἀλλήλοις πρῶιον ὑπάρχειν κεχωρισμένα καὶ οὕτως μίγνυσθαι· οὕτως δέ ὄντος εὐλόγου οὐκέτι κατ’ αὐτὸν ἡ μῖξις προτέρα ἔσται· καὶ οὐ μόνον διὰ τοῦτο (τούτου LF) ἀλλὰ διὰ τὸ μὴ (19) LF)

69
λέγων καὶ ἰδιαίτερον παρὰ τοὺς ἄλλους, τὸ δὲ καινοπρεπεστέρως εἴη ἂν ταὐτὸ τῷ εἰρημένῳ ὑπ’ αὐτοῦ κατὰ τὴν ἀρχῆί περὶ ᾿Αναξαγόρου, τῷ ‟τὴν μὲν ἡλικίαν πρότερος. τοῖς δὲ ἔργοις ὕστερος.” λέγει δὲ καὶ πῶς ἔστιν ἐπακολουθοῦντα ἰοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθροῦν αὐτά. ὅτε γὰρ οὐθὲν ἦν ἀποκεκριμένον τε καὶ καθ’ αὑτὸ ὂν ἐνεργείᾳ, δῆλον ὡς οὐδὲ ἓν ἦν κατὰ τῆς οὐσίας ἐκείνης καὶ τοῦ μίγματος τοῦ ὑπ’ αὐτοῦ λεγομένου κατηγορῆσαι ἀληθῶς τῶν ὄντων· οὔτε γὰρ λευκὸν οὔτε μέλαν οὗτε φαιὸν οὔτε τι χρῶμα ἄλλο, οὐδὲ χυμόν τινα οὐδὲ ἄλλο τι τῶν τοιούτων. οὔτε γὰρ ποιὸν λέγοντα αὐτὸ εἷναι ἀληθεύειν ὄὔτε ποσόν, οὔτε τινὰ τῶν ἐνεργείᾳ οὐσιῶν· ἦν γὰρ ἄν τι τούτων ἐν τῷ λεγομένῳ μίγματι ἀποκεκριμένον ἤδη καὶ ἐνεργεία ὄν, ὃ ἀδύνατον μεμιγμένων πάντων· ἦν γὰρ ἄν τοῦτο ἄμικτον. λέγει γὰρ πλὴν τοῦ νοῦ πάντα μεμῖχθαι, τοῦτον δὲ μόνον ἀμιγῆ καὶ καθαρὸν εἶναι. τὸ· δὲ ἐξ ἀνάγκης ἰοῦ ἤδη εἷναι καὶ ἐνεργείᾳ δηλωτικὸν παρέθετο.

[*](p. 989b16)

᾿Εκ δὴ τούτων συμβαίνει λέγειν αὐ τῷ τὰς ἀρχὰς τό τε ἕν.

Συγκεφαλαιοῦται ἰὴν ᾿ Αναξαγόρου δόξαν περὶ τῶν ἀρχῶν, ᾗ συγκατέθετο ἄν, εἴ τις τοῖς λεγομένοις ὑπ’ αὐτοῦ ἐπόμενος συνδιήρθρου αὐτά, ὅτι ἦν κατ’ αὐτὸν ἀρχὴ τό ἴε ἕν (ὁ γὰρ νοῦς ἁπλοῦς ὢν κατ’ αὐτὸν ἀμιγὴς εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον, τουτέστι τὸ ἀόριστον· τοιοῦτον γὰρ ἦν ἡ ὕλη πρὶν ὁρισθῆναι καὶ εἰδοποιηθῆναι, ἀόριστος καὶ μηδὲν [*](53) ἐνεργείᾳ ἀλλὰ δυνάμει ἅπαντα ἔχουσα ἃ δύναται γενέσθαι, ὁποῖον ἐκεῖνος τὸ μῖγμα ὑπέθετο. ὥστε λέγει μὲν οὔτε ὀρθῶς οὔτε σαφῶς. [*](1 καὶ παρὰ τοὺς ἄλλους ἰδιαίτερον LF 1. 2 τὸ δὲ—ταὐτὸ LF: εἴη δ’ ἄν ταὐτὸ Brandis Bonitz: εἰ δ’ ἂν ταὐτῷ Α 2 παρ’ αὐτοῦ LF κατὰ τὴν ἀρχὴν Α: καταρχὰς LF τὴν μὲν—ὕστερος] cf. p. 984a 12 4 αὐτά LFS: αὐτὴν vel αὐτῶν A 4. 5 ὅταν γὰρ ἂν ἦν ἀποκεκριμένον τε καὶ LF 8 οὔτε τι χρῶμα ἄλλο, οὐδὲ Ascl. Bonitz: οὔτε τὸ χρῶμα, ἀλλ’ οὐδὲ AS 9 αὐτὸ S Ascl.: αὐτὸν AM post εἶναι addendum videtur ex Ascl. οἷόν τε 10 ἄν ἕν τι Ascl. 16. 17 περὶ τῶν ἀρχῶν—συγκατέθετο ἂν om. LF 17 συνδιήρθρου Ascl. Bonitz: συνδιώρθου ALF 18 αὐτὸν τὸν Ἀναξαγόραν ἀρχὴ LF 19 ἀνάλογον Μ, cf. LF: ἄρα λόγον Α 20 ἦν om. LF ὁρισθῇ καὶ εἰδοποιηθῇ LF 20. 21 ἀόριστος—ἔχουσα LF: om. Α 21 ἃ δύναται—ὁποῖον MS Ascl.: om. A: ἃ δύναται—ὑπέθετο (22) om. LF ἐκεῖνο Ascl. 22 λέγει LF: λέγειν Α: λέγεται Metaph.) [*](ALT. REC. GR. DISCR. 6 ἐκείνης, τοῦ λεγομένου ὐπ’ αὐτοῦ μίγματος ἀληθῶς κατηγορῆσαι τῶν ὄντων τι· οὔτε γὰρ λευκόν οὔτε χρῶμα ἁπλῶς οὔτε γλυκὺ οὔτε ἀπλῶς χυμόν, οὐδὲ ὅλως ποιὸν οὔτε ποσὸν οὔτε τινὰ (10) LF 11 μίγματι ὐπ’ αὐτοῦ ἀποκεκριμένον καὶ ἄμικτον. ἀλλ’ ἦν μεμιγμένα· λέγει γὰρ (12) LF 13. 14 τοῦτον δὲ—παρέθετο] τὸ δὲ οὕτως λέγειν οὐδὲν ἢν ἄλλο λέγειν ἢ ὅτι ἡ ὕλη πάντα οὖσα δυνάμει, ἐνεργείᾳ οὐδέν ἐστιν LF 18 τό τε ἑ ὅπερ ἢν ὁ νοῦς· ἀμιγὴς γὰρ ὤν, ἀνάλογός ἐστι τῷ ἑνί (19) LF)

70
ἀλλ᾿ οὐδ᾿ εἰ οὕτως λέγει ὡς αὐτὸς αὐτῷ βοηθῶν εἴρηκεν αὐτὸν βούλεσθαι λέγειν, ὀρθῶς ἂν λέγοι πάντῃ· δύο γὰρ μόνας ἀρχὰς ἂν λέγοι ἀντὶ τεσσάρων. εντι οὐδὲ πάντῃ οἷόν τε λέγειν αὐτὸν οὕτως εἰρηκέναι (τὰ γὰρ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει λέγων εἶναι ἀλλ’ ἐνεργείᾳ), ἀλλ’ οὐδὲ σαφῶς τι τούτων ὧν λέγει εἰρηκέναι. βούλεται μέντοι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι, τοῖς περὶ Πλάτωνα λέγει, τοῖς τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὰς θεμένοις τῶν ὄντων· καὶ τοῖς φαινομένοις μᾶλλον, ἐλλείπει τὸ ἀκόλουθα· ἀκόλουθα γὰρ ταῦτα μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ.

[*](p. 989b21)

᾿Αλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ. φθορὰν καὶ κίνησιν οἰκεῖοι τυγχάνουσι μόνον.

῾Ιστορήσας τὰς τῶν ἀρχαίων δόξας τἀς περὶ τῶν ἀρχῶν, χωρίζει νῦν τοὺς φυσικοὺς ἀπὸ τῶν ἀσωμάτους ὑποθεμένων οὐσίας, καὶ παραιτησάμενος [*](7 τιθεμένοις Ascl. 7. 8 καὶ τοῖς—τὸ ἀκόλουθα om. LF τοῖς νῦν φαινομένοις· Metaph. vulg. φαινομένοις] λεγομένοις LF 8 μᾶλλον om. LF 9 λέγειν LPS Ascl.: λέγει Α) [*](ALT. REC. GK. DISCR. 1 ἀλλ’ οὐδ’ εἰ—δυάδα (7)] Τοῦτο τοιοῦτόν ἐστι· κἀν ὡς ἡμεῖς εἰρήκαμεν βοηθοῦντες, φησίν, αὐτῷ, ὅτι ἠβούλετο οὕτως λέγειν Ἀναξαγόρας ὅτι τὸ ὑποκείμενον τὴν ὕλην ἀόριστον καὶ ἀνείδεον οὖσαν, τὸν δὲ νοῦν ποιητικόν, οὐδ’ οὕτως ἂν καλῶς ἔλεγε δύο καὶ αὐτὸς ἀρχὰς λέγων, οὔτε δὲ τὸ εἰδικὸν οὔτε τὸ τελικόν, ὡς οὐδὲ οἱ ἄλλοι φυσικοί. ἀλλ’ οὐδὲ σαφῶς εἴρηκεν οὗτος οὐδὲ ἢν αὐτῷ δυνατὸν οὕτως εἰρηκέναι· τὰ γὰρ ὁμοιομερῆ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει εἶναι λέγων ἀλλ’ ἐνεργείᾳ. βούλεται μέντοι, κἀν οὐ σαφῶς λέγη, παραπλήσιον τοῖς ὕστερον λέγουσι λέγειν, οἷον τοῖς περὶ Πλάτωνα τὸ ἒν καὶ τὴν ἀόριστον δυάδα κτλ. LF 12 ῾ Ιστορήσας—πρὸς αὐτῶν (p. 72,35)] Ἀλλ’ οὗτοι μὲν οἱ ῥηθέντες περὶ τῶν ἀρχῶν λόγοι παρὰ τῶν φυσικῶν οἱ μὲν τὴν ὑλικὴν μόνην ἀρχὴν τιθέντες ἢ τὰς ἀρχάς, οἱ δὲ καὶ τό ποιητικόν αἴτιον ἢ τά ποιητικὰ τοῖς περὶ τὴν γένεσιν καὶ φθορὰν λόγοις οἰκεῖοι τυγχάνουσι μόνον· σχεδόν γὰρ περὶ τῆς τοιαύτης οὐσίας τῆς ἐν γενεσει καὶ φθορᾷ τυγχανούσης ζητοῦσι τὰς ἀρχάς τε καὶ αἴτια, οὐδὲν δὲ τοῖς περὶ τῆς νοητῆς οὐσίας λόγοις οἰκεῖοι τυγχάνουσι, κίνησιν εἰσάγοντες καὶ γένεσιν καὶ φθοράν, ὡς τὰς μὲν κινήσεως καὶ γενέσεως καὶ φθορὰς αἰτίας οὔσας, τὰς δὲ κινουμένας καὶ μεταβαλλούσας· τὰ δὲ νοητὰ ἀκίνητά τε αὐτά εἰσι καὶ αἰ τούτων ἀρχαὶ ἀκίνητοι καθ᾿ ὁποιανοῦν κίνησιν. ὅσοι δὲ περὶ πάντων τῶν ὄντων ποιοῦνται τὴν θεωρίαν. τούτους δὲ λέγει τοὺς Πυθαγορείους ὡς τοιαύτας ἀρχὰς ὑποθεμένους· ἀριθμοὺς γὰρ ἐποίουν τῶν ὄντων ἀρχάς, οἱ δὲ ἀριθμοὶ ἀκίνητοι. τὰ δὲ ὄντα, φησί, τὰ μὲν αἰσθητὰ τὰ δ’ οὐκ αἰσθητὰ τιθέασιν. ἀλλὰ καὶ Πλάτων δὴ τούτοις παραπλησίως. ἢ καὶ μᾶλλον οὗτοι τοιαύτας ἀρχὰς ἔθεσαν τῶν ὄντων, ὡς ἀμφοτέροις τοῖς γένεσιν ἤτοι τῖς φύσεσι (γένη γὰρ νῦν τὰς φύσεις εἶπε τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν) εἴ γε καὶ τῶν αἰσθητῶν κἀν ἐν κινήσει ταῦτά εἰσι τὰ ἀκίνητα αἴτια πρώτως· διὰ τοῦτο δὴ μᾶλλον, ὡς καὶ ἄμφω ταῖς φύσεσι ταύτας προσαρμοζούσας, ἐνδιατρίψειεν δ' add. F) ἄν τις περὶ αὐτῶν, εἴ τι καλῶς λέγουσιν ἢ μὴ καλῶς εἰς τὴν τῶν νῦν ἡμῖν προκειμένων ἀρίων σκέψιν. διό καί φησιν ὅτι οἱ Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως ἐχρῶντο, ἀντὶ τοῦ ἐπὶ πλέον τῶν φυσικῶν διηκούσαις καὶ αὐτῇ τῇ τῶν νοητῶν φύσει προσαρμοζούσαις. καὶ τὴν αἰτίαν λέγει ὅτι ἔλαβον τὰς ἀρχὰς οὐκ ἐξ αἰσθητῶν· τὰ γὰρ μαθήματα οὐκ αἰσθητὰ ἀλλὰ φανταστά· ἐξ ἀφαιρέσεως γὰρ τῶν αἰσθητῶν· τὰ δὲ παρὰ (περὶ)

71
ἐκείνους ὡς οὐ περὶ πάσης τῆς οὐσίας πραγματευσαμένους, οὐδὲ ὄντα χρήσιμα τὰ ὑπ’ αὐτῶν λεγόμενα εἰς τὴν προκειμένην πραγματείαν, ἐπὶ τὸ διερευνᾶσθαι τὰς δόξας τῶν τε Πυθαγορείων καὶ Πλάτωνος ὡς οἰκειοτέρας τῆς προκειμένης πραγματείας μέτεισιν· οὗτοι γὰρ περὶ πάντων τῶν ὄντων λέγοντες ἐτίθεντό τινας οὐσίας ἑτέρας παρὰ τὰς γενητάς τε καὶ φυσικὰς καὶ ὅλως σωματικάς τε καὶ αἰσθητάς, ὥστε χρησιμωτέρα εἰς τὴν προκειμένην πραγματείαν ἡ τῆς τούτων δόξης ἐξέτασις, ἐπεὶ ἡ ζήτησις ἡμῖν περὶ ἡ τοιούτων αἰτίων ἃ οὐδὲ τῶν φύσει οὐδὲ τῶν ἐν κινήσει ἐστίν, ἀλλὰ περὶ νοητῶν τε καὶ ἀσωμάτων.

[*](p. 989b29)

Οἱ μὲν οὗν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται.

Αἰτιᾶται τοὺς Πυθαγορικούς, οἳ δοκοῦσι καὶ αὐτοὶ τῆς ἀσωμάτου φύσεως μνημονεύειν, ὅτι ἀρχὰς μὲν ὑπέθεντο ξενικωτέρας καὶ ἀπηρτημένας τῶν φυσικῶν καὶ ἐκτοπωτέρας, τοθτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας καὶ δυναμένας καὶ ἄλλων φύσεων ἀρχὰς εἷναι (ἀσωμάτους [*](8 οὐ τῶν φύσει Ascl., fort, recte: neque naturales sunt neque in motu versantur S 11 ἐκτο πωτέρως LF Metaph.: ἐκτοπωτέροις A) [*](ALT. REC. GR. DISCR. τὰ αἰσθητὰ ἀκίνητα. διὰ τοῦτο δὴ καὶ τὰ μαθηματικὰ ἔξω τῶν παρὰ (l. περὶ) τὴν ἀστρονομίαν ὁ γὰρ ἀστρονόμος κινουμένας ὁρᾷ τὰς σφαίρας) καὶ τὰ σχήματα πανία ἀκίνητά εἰσιν. οἱ γοῦν Πυθαγόρειοι κὰν τοιαύτας ἐλάμβανον ἀρχὰς ταῖς νοηταῖς μᾶλλον ἁρμοζούσας φύσεσιν, ἀλλ’ οὑν ἐν τοῖς αἰσθητοῖς ταύτας ἑώρων ὡς πάντα περὶ φύσεως πραγματευσάμενοι καὶ οὐδὲν ἔξω τούτων τὴν θεωρίαν ἐκτείναντες· γεννῶσί τε γάρ, φησίν, ἤτοι γίνεσθαι (adde φασὶν τὸν οὐρανόν) ἐκ οὐρανόν) τῶν ἀρχῶν. καὶ περὶ τὰ τοῦ οὐρανοῦ μέρη, ἤτοι τὰς σφαίρας καὶ τοὺς ἀστέρας, καὶ πάθη, ἤτοι τὰς ἐκλείψεις καὶ τάς τῶν σχημάτων σχέσεις τῶν ἀστέρων πρός τε ἀλλήλους καὶ τὴν γῆν· πρὸς ἀλλήλους μὲν ὡς τρίγωνοι ·ἢ διάμετροι ἢ καὶ ἀσχημάτιστοι καὶ ἀσύνδετοι πρὸς ἀλλήλους διὰ τὴν ἄπαυστον κίνησιν αὐτῶν μεταλλάσσοντες πάντα, πρός τὴν γῆν <ὡς> ἢ δύοντες καὶ μεσουμρανοῦντες. ἔργα δὲ αὐτῶν αὐτὰς τἀς ἀνατολάς τε καὶ δύσεις καὶ τἀς πρὸς βορρᾶν τε καὶ νότον μεταβάσεις καὶ παντοίας ἄλλας κινήσεις. ὡς οὑν ταῦτα οὐκ ἔξω τοῦ οὐρανοῦ ἑώρων καὶ τῆς αἰσθητῆς φύσεως ὡμολόγουν ἤιοι συνεφώνουν τοῖς ἄλλοις φυσιολόγοις. σαφῶς δὲ αὐτὸς τοὺτο ἐδήλωσεν εἰπὼν ὅτι τό γε ὂν τοῦτό ἐστιν, ὅσον αἰσθητόν ἐστιν καὶ περιείληφεν ὁ καλούμενος οὐρανός. — Τὰς δ᾿ αἰτίας καὶ τὰς ἀρχάς. Λέγει ὅτι οἱ Πυθαγόρειοι, κἀν περὶ τῶν αἰσθητῶν μόνον ἐπραγματεύσαντο, οὐδὲν δὲ περὶ τῆς νοητῆς καὶ ἀσωμάτου φύσεως εἶπον, ἀλλ’ οὑν ἀρχὰς τοιαύτας ὑπέθεντο, ὥστε ἱκανὰς εἰναι ἐπαναβῆναι καὶ ἐπὶ τὰ ἀνωτέρω τῶν ὄντων (ἀνώτερα τῶν ὄντων λέγων τὰ νοητὰ ἄυλα καὶ ὐπέρτερα τῆς σωματικῆς ὑπάρξεως) καὶ μᾶλλον τῇ τοιαύτῃ φύσει προσαρμοζούσας, παρὸ τοὶς περὶ φύσεως λόγοις. ὅμως εἰ καὶ τοιαύτας ἀρχὰς ὑπέθεντο, οὐχ ἱκανῶς εἰρήκασι περὶ τῶν κατὰ φύσιν οὐσιῶν· πόθεν γὰρ κίνησις, ὃ ἴδιον μᾶλλον τούτων ἐστίν; ἀκίνητοι γὰρ αἱ ἀρχαὶ ἅς ὑπέθεντο, το πεπερασμένον καὶ τὸ ἄπειρον, ἤτοι τὸ περιττὸν καὶ τὸ ἄρτιον. ἀριθμῶν γὰρ ταῦτα τὰ πάθη· οἱ γὰρ ἀριθμοὶ ἀκίνητοι καὶ οὐδὲ μιᾶς κινήσεως αἴτιοι, καὶ οὐδὲ δυνατόν ἐστιν ἄνευ κινήσεως καὶ μεταβολῆς τὰ ἐξ αὐτῶν γινόμενα γίνεσθαι. ἀλλά κὰν συγχωρήσῃ τις τὰ φυσικὰ σώματα καἰ τὰ μεγέθη ἐκ τῶν ἀριθμῶν πάντῃ ἀδιαστάτων ὄντων συγκεῖσθαι, ὃ τῶν πάντῃ ἀδυνάτων ἐστί LF)

72
καὶ ἀκινήτους· οἱ γάρ· ἀριθμοὶ τοιοῦτοι· οὐ γὰρ προσεχεῖς τοῖς φυσικοῖς), οὐδὲ οἰκείας καὶ ὁμολογουμένας ταῖς κοιναῖς προλήψεσι καὶ ταῖς τῶν φυσικῶν δόξαις ὑπέθεντο τὰς ἀρχάς· προσεχέστεραι γὰρ τοῖς φυσικοῖς σώμασιν αἱ ὑπ’ ἐκείνων ἀρχαὶ τεθεῖσαι καὶ φανερώτεραι. οὗ τὸ αἴτιον ἅμα ἀποδίδωσιν, ὅτι οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἔθεντο καὶ ἔλαβον αὐτάς (τὸ γὰρ παρέλαβον ἀντὶ τοῦ ἔλαβον εἶπεν), ἀλλὰ ἐκ τῶν οἷς ἐντραφέντες ἐκ τούτων καὶ τούτοις ἀκολούθως ἔθεντο καὶ τὰς ἀρχάς. ταῦτα δέ ἐστι τὰ μαθηματικά, ὧν κατ᾿ | αὐτοὺς ἀρχαὶ οἱ ἀριθμοί. ταύτα [*](54) δὲ ἔξω κινήσεως πάντῃ καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογία· καὶ γὰρ ἡ ἀστρολογικὴ μαθηματικὴ μέν, ἀλλά περὶ φυσικῶν τε καὶ κινουμένων ὁ λόγος αὐτῇ· τὰ γὰρ ἄστρα, περὶ ὧν πραγματεύεται, φυσικά τε καὶ ἐν κινήσει. θέμενοι μέντοι τοιαύτας ἀρχὰς οὐδὲν ἄλλο ἢ περὶ τὰ φυσικὰ πραγματεύονται, καὶ ταῦτα γεννῶσιν ἐξ ἐκείνων· τόν τε γὰρ οὐρανὸν καὶ τὰ ἐκείνου μέρη γεννῶσιν ἐκ τῶν ἀρχῶν ἃς ὑποτίθενται (αὗται δέ εἰσι ἄρτιόν τε καὶ περιττόν, ὡς προείρηται), καὶ τὰ συμβαίνοντα περὶ ταῦτα ἀποδιδόασι, ταῦτα λέγω τὰ ἐν τῷ οὐρανῷ, ὡς οὐδενὸς ὄντος ἢ γιγνομένου ἐξ αὐτῶν ἄλλου παρὰ τὰ αἰσθητὰ καὶ σώματα, ὁμολογοῦντες κατὰ τοῦτο τοῖς φυσικοῖς, οἱ οὐδὲν ἡγοῦντο παρὰ τὰ φυσικά τε καὶ ἐν κινήσει εἶναι· καίτοι τοιαύτας ἀρχὰς ὑποθέμενοι αἵ ἱκαναὶ ἦσαν καὶ τῶν ἀσωμάτων καὶ ὑπὲρ τὰ φυσικὰ ὄντων ἀρχαὶ λέγεσθαι, καὶ μᾶλλον ἢ τοῖς περὶ φύσεως λόγοις ἁρμοττούσας. αἰτιᾶται δὲ αὐτοὺς κατὰ τοῦτο, ὅτι οὐδὲ τούτων ἱκανῶς ἀπέδοσαν τἀς αἰτίας. ὃ γὰρ φαίνεται ἴδιον τούτων, ἡ κίνησις, πῶς αὕτη γίνεται ἐν αὐτοῖς ἐκ τοιούτων ἀρχῶν οὖσί τε καὶ γιγνομένοις, τοῦ πεπερασμένου τε καὶ τοῦ ἀπείρου; ὧν τὸ μὲν πεπερασμένον ἐστὶ τὸ περίτιόν, ὃ πέρας εἷπε, τὸ δὲ ἄπειρον τὸ ἄρτιον ὃ λέγουσιν. ἀκίνητοι γὰρ οἱ ἀριθμοὶ καὶ οὐδεμιᾶς κινήσεως αἴτιοι. ἀλλ’ οὐδὲ ὅτι δυνατόν ἐστιν ἄνευ κινήσεως καὶ μεταβολῆς ἐξ ἐκείνων τῶν ἀρχῶν γενέσθαι ταῦτα ἃ ἐξ αὐτῶν γεννῶσιν, ἢ αὐτὰ τὰ τῶν ἀστέρων ἔργα, ἃ διὰ τὴν φορὰν αὐτῶν καὶ τὴν κίνησιν γίνεται, διδάσκουσιν· ἔστι γὰρ ἔργα αὐτῶν ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τοιαῦτα, ἃ πῶς οἷόν τε ·γίγνεσθαι χωρὶς κινήσεως; πάνυ δὲ ἐναργῶς τῇ τῶν ἀστέρων παραθέσει, ὧν διὰ κινήσεως ἡ ἐνέργεια, ἔδειξε τὸ ἐλλιπὲς τῆς δόξης. ἀλλ’ οὐδὲ εἰ συγχωρηθείη αὐτοῖς δύνασθαι τὰ μεγέθη καὶ τὰ σώματα ἐκ τῶν ἀριθμῶν καὶ τῶν πάντῃ εἶναι συγκείμενα, ὃ παντὸς μᾶλλον ἀδύνατον, ἀλλ’ ἀλλ᾿ οὐδὲ τούτου τεθέντος ἀποδέδοται πρὸς αὐτῶν πόθεν ἐν τοῖς φυσικοῖς σώμασιν αἱ κατὰ φύσιν αὐτῶν ῥοπαί, κουφότητές τε καὶ βαρύτητες· οὐ γὰρ δὴ δυνάμει ταῦτα [*](8. 9 ἀριθμοί. ἃ ἔξω Asd. 9 πάντα Ascl. 9. 10 καὶ γὰρ ἡ ἀστρονομία Ascl. 19 αἰ S Ascl.: μὲν Α 20 ἀρχὰς A 30 οἶόν τε M: οἴονται A κινήσεως S Ascl.: κινήσεων Α 31 αἱ ἐνέργειαι Ascl. 36 τε om. LF βαρύτητες ἔσονται αὐτοῖς. οὐ LF δὴ om. LF ALT. REC. GR. DISCR. 36. p. 73,1. 2 δυνάμει τοιαύτας τὰς ἀρχὰς ὑπετίθεντο, καθάπερ οἵ σῶμά τι τὴν ὑποκειμένην οὐσίαν ἐτίθεντο ἢ δυνάμει σῶμα LF)
73
τοιαῦτα. ὥσπερ ἐστὶ καθ᾿ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνάμει σῶμα. ἃ γὰρ λέγουσι περὶ τῶν σωμάτων, οὐ μᾶλλον ταῦτα ἁρμόζει τοῖς φυσικοῖς παρὸ τοῖς μαθηματικοῖς σώμασιν· ἰσότητες γὰρ καὶ ἀνισότητες καὶ σχήματα καὶ τὰ τοιαῦτα κοινὰ τούτων τε κἀκείνων τῶν σωμάτων. εἰ δὲ τὰ ἴδια μὲν τοῖς φυσικοῖς σώμασι καθ’ ἅ ἐστι φυσικὰ μὴ ἀποδιδόασι (ταῦτα δέ ἐστι | βαρύτης κουφότης, θερμότης ψυχρότης, ὑγρότης ξηρότης), [*](55) οὐδ’ ἄν περὶ τῶν φυσικῶν σωμάτων εἶεν λέγοντες, περὶ ὧν λέγειν ἐβούλοντό τε καὶ προετίθεντο.

[*](p. 990a18)

Ἔτι καὶ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθμοῦ πάθη καὶ τὸν ἀριθμὸν τῶν κατὰ τὸν οὐρανόν.

Καὶ τοῦτο δείκνυσιν αὐτοῖς ἄτοπον ἑπόμενον, ὅτι αἴτια τῶν κατὰ τὸν οὐρανὸν ὄντων τε καὶ γινομένων ἐξ ἀρχῆς τε καὶ νῦν τὰ πάθη τῶν ἀριθμῶν καὶ τοὺς ἀριθμοὺς λέγοντες (οὐδὲ γὰρ ἄλλο τι ἡγοῦντο εἶναι παρὰ τὰ τῷ οὐρανῷ) οὐκ ἄλλους τινὰς ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τούτων, ἐξ ὧν αὐτοῖς ὁ κόσμος συνέστηκε. δεῖ μὲν γὰρ ἄλλο τι εἶναι τὸ αἴτιον καὶ τὸ αἰτιατόν, οἱ δὲ ἀριθμοὺς λέγοντες εἶναι τόν τε κόσμον καὶ ἕκαστον τῶν ἐν τῷ κόσμῳ, καὶ τούτων ἀρχὰς τοὺς ἀριθμοὺς ὑποθέμενοι, ἀριθμὸν ἄλλον παρὰ τοῦτον οὐ λέγουσιν, ὥσπερ Πλατῶν ἐποίει, ἄλλον μὲν λέγων τὸν εἰδητικὸν ἀριθμόν, ὃν καὶ αἴτιον ἐτίθετο, ἄλλον δὲ τὸν ἐν τοῖς αἰσθητοῖς. οὕτως δὲ λέγοντες αὐτὸν αὑτοῦ ἄν τὸν ἀριθμὸν αἴτιον λέγοιεν, εἴ γε αἴτιος μέν ἐστι τῶν ἐν τῷ κόσμῳ ὄντων, ταῦτα δὲ αὐτός ἐστιν.

[*](2 γὰρ] δὲ LF 2. 3 μᾶλλον ἁρμόζουσι τοῖς LF 3 παρὸ τοῖς μαθηματικοῖς LF: ἢ τοῖς μ M: om. Α 7 οὐδὲν ἄν Ascl.: οὐδὲν LF σωμάτων λέγουσι LF 7. 8 ἐβούλοντό τε S Ascl.: ἐβούλοντο τότε A: ἐβούλοντο LF 9 καὶ] δὲ Metapb. vulg. 20 αὑτοῦ S Bonitz: αὐτοῦ Α 21 αἴτιος μέν ἐστι Ascl.: αἴτιον ἐν ἐστι AMS)[*](ΑLT. REC. GR. DISCR. 4 σχήματα καὶ εὐθύτητες καὶ καμπυλότητες οὐ μόνον τοῖς φυσικοῖς ἀρμόζουσι σώμασιν, ἀλλὰ κοινὰ ταῦτα καὶ τῶν μαθηματικῶν σωμάτων εἰσί. εἰ γοῦν τὰ ἴδια μὲν τοῖς φυσικοῖς σώμασιν οὐκ ἀποδιδόασι (5) LF 11 Καὶ τοῦτο—αὐτός ἐστιν (21)] ἐπειδὴ τοὺς ἀριθμοὺς ἀρχὰς ἔλεγον τοῦ τε οὐρανοῦ καὶ τῶν κατ’ οὐρανὸν πάντων οἱ Πυθαγόρειοι, καὶ τὰ πάθη τῶν ἀριθμῶν, οἷον ἄρτιον καὶ περισσόν, καὶ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον, ὡς πολλάκις εἴρηται, ἄλλον δὲ ἀριθμὸν κεχωρισμένον τῶν αἰσθητῶν, καθάπερ Πλάτων, οὐκ ἔλεγον εἶναι, ἵν’ ᾖ ὁ μὲν κεχωρισμένος αἴτιος, ὁ δὲ θεωρούμενος ἐν τῷ παντὶ καὶ ἀπ’ ἐκείνου, πῶς, φησί, δεῖ λαβεῖν τόν ἀριθμὸν καὶ τὰ τοῦ ἀριθμοῦ πάθη αἴτια ὥν ὄντων καὶ γινομένων (γινόμενα καὶ τῶν ἐξ ἀρχῆς ὄντων καὶ νῦν, εἴπερ ἕτερος οὐκ ἔστιν ἀριθμός; αὐτὸς ἄρα αὐτοῦ αἴτιός ἐστι. τὸ δὴ (1. δὲ) αἴτιον ἕτερον δεῖ εἶναι τοῦ οὗ ἐστιν αἴτιον καὶ πρότερον τό αἴτιον αὐτοῦ· αὐτὸς ἄρα ὁ ἀριθμὸς πρότερος αὐτὸς αὑτοῦ ἐστι καὶ ὕστερος καὶ ὢν καὶ γινόμενος· τοῦτο δὲ ἄτοπον. δείκνυσι δὲ τὸ ἄτοπον ἐφεξῆς λέγων)
74
[*](p. 990a22)

Ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς ᾖ.

Διὰ τούτων δείκνυσι πῶς ἐποίουν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ἀριθμούς. ἀεὶ ἀριθμοὺς λέγοντες καὶ αἰτίας αὐτῶν ἀριθμοὺς τιθέμενοι, ἄλλους ἀριθμοὺς παρὰ τούτους οὐκ ἔλεγον, αὐτοὺς δὲ αὑτῶν ἔλεγον εἶναι τοὺς ἀριθμοὺς αἰτίους, καὶ τὸ αὐτὸ αὐτοῖς γίνεται αἴτιόν τε καὶ αἰτιατόν. ἔλεγον γὰρ ἐν τινὶ μὲν μέρει τοῦ κόσμου δόξαν συνίστασθαι, ἐν ἄλλῳ δὲ καιρόν, πάλιν δ’ αὖ ἐν ἄλλῳ ἢ κάτωθεν τούτων ἢ ἄνωθεν ἢ ἀδικίαν ἢ κρίσι ἢ μῖξιν ἢ ἄλλο τι τῶν ἐν τῷ οὐρανῷ. τῆς δὲ τούτων κατὰ τὴν τάξιν τὴν τοιαύτην συστάσεως ἀπόδειξιν ἔφερον ὅτι τούτων μὲν ἕκαστον τοῦ ἀριθμοῦ ἐστιν ἑκάστῳ δὲ τόπῳ ἐν τῷ κόσμῳ οἰκεῖός τίς ἐστιν ἀριθμός. τῷ μὲν γὰρ μέσῳ τὸ ἕν (πρῶτον γάρ ἐστιν ἐνταῦθα), μετὰ δὲ τὸ τὰ δύο, ἃ δόξαν τε ἔλεγον καὶ τόλμαν· καὶ οὕτως ἀεὶ ἀφισταμένων ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν γίγνεσθαι τῶν συνισταμένων διὰ τὸ καὶ τοὺς ἀριθμοὺς ἐξ ὧν συνίστανται, μᾶλλον δὲ οἷς ἔστι ταῦτα, τοιούτους εἶναι· τὰ γὰρ τῶν ἀριθμῶν πάθη καὶ τοὺς ἀριθμοὺς τοῖς τόποις ἀκολου- [*](2 αὐτοῖς] αὐτὸς Α 3 τὰ S Ascl.: τοὺς Α 5 αὑτῶν S Ascl.: αὐτῶν Α 8 ἀνικίαν Ascl. 10 τάξιν S Ascl.: στάσιν Α) [*](ALT. REC. GR. DISCR. 3 Διὰ τούτων—γνώριμος (p. 76, 1)] Ἔλεγον γὰρ ἔν τινι μὲν μέρει τοῦ κόσμου τὴν δόξαν συνίστασθαι, οἷον ἐν τῷ περιγείῳ τούτῳ τόπῳ ὅπου πολὺ (πολλοὶ L) τὸ ἀμφίδοξον διὰ τῆς γενέσεως ῥεῦμα παρασυρομένης τῆς ἀληθείας κα μὴ ἐχούσης τὸ κατὰ τὴν ἐπιστήμην στάσιμον· ὲν ἄλλῳ δὲ μέρει τοῦ κόσμου τὸν καιρόν, οἷον ἐν ταῖς περὶ τὴν σελήνην καὶ τὸν ἥλιον σφαίραις, καθ’ οὓς μᾶλλον οἱ καιροὶ γίνονται, ἐκφανέστερον μὲν ὑπό τοῦ ἡλίου, ἀμυδρότερον δὲ ὑπὸ τῆς σελήνης. μικρὸν δὲ κάτωθεν μὲν (μὲν om. L) τοῦ καιροῦ ἄνωθεν δὲ δόξης, ὃ μεταξύ πως, ἀδικία καὶ κρίσις ἣ μῖξις· πολὺ (πολλοὶ L) γὰρ ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ τόπῳ τό ταραχῶδες καὶ ἄτακτον, ἐν ᾦ μάχη πνευμάτων φορᾶς καὶ διάκρισις αὖθις καὶ μῖξις ζῴων καὶ γένεσις καὶ μυρία ἄττα τὰ περὶ τόνδε τὸν τόπον συμβαίνοντα. ἐρωτώμενοι δὲ ἔλεγον ὅτι τούτων ἕκαστον τῶν εἰρημένων ·ἀριθμός ἐστι, καὶ καθάπερ ἐπὶ τοῦ ἀριθμοῦ θεωρεῖται τάξις τις, οὕτω καὶ ἐπὶ τοῦ κόσμου ἀριθμοῦ ὄντος καὶ ἐξ ἀριθμῶν τὸ εἶναι ἔχοντος· καὶ ἑκάστῳ τόπῳ τοῦ κόσμου οἰκεῖός ἐστιν ἀριθμός, οἷον τῷ μέσῳ ἤτοι τῷ κέντρῳ τὸ ἕν, μετὰ δὲ τὸ μέσον τὰ δύο, ἃ δόξαν καὶ τόλμαν ἔλεγον· καὶ οὕτως ἀεὶ ἀφισταμένων (ἀφιστάμενοι libii) ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν γίνεσθαι τῶν οἶον τριάδα καὶ τετράδα καὶ πεντάδα. ἐξ ὧν ἀριθμῶν πρῶτον τρίγωνον ὀρθογώνιον συνίσταται ῥητὰς τὰς πλευρὰς περιέχον (l. ἔχον), τὴν μὲν τριῶν τὴν δὲ τεσσάρων τὰς περιεχούσας τὴν ὀρθήν, τὴν δὲ ὑποτείνουσαν ταύτην πέντε· τρὶς γὰρ τρία τρεῖς (τρεῖς L) καὶ ἴσα εἰσὶ τῷ πεντάκις πέντε. ἐν τούτοις οὖν τοῖς ἀριθμοῖς καὶ τῖς ἐξ αὐτῶν δυνάμεσι τό τε ἄνισον ἓν θεωρεῖται, ὅπερ ἀδικίας ἴδιόν ἐστι, καὶ τὸ ἴσον, ὅπερ κρίσεως εἴτ’ οὖν δικαιοσύνης. ἀλλὰ καὶ ἡ μῖξις ὲν τῇ ἰσότητι, ἧς σύμβολόν ἐστιν ἡ ὀρθὴ γωνία ἐν τισι δὲ τῶν βιβλίων γράφεται καὶ ‟ἀνικία”. ἀνικίαν δὲ ἔλεγον οἱ Πυθαγόρειοι τὴν πεντάδα, ἐπεὶ ὑποτείνουσα τὴν ὀρθὴν ἴσον δύναται ἀμφοτέραις ἅμα ταῖς περιεχούσαις τὴν ὀρθήν· ἔλεγον δὲ ταύτην ἀνικίαν ὡς μὴ νικωμένην ὑπὸ τῶν δύο τῶν περιεχουσῶν τὴν ὀρθήν. εἴτε ἀνικίαν γράφει τις εἴτε ἀδικίαν, ὁ νοῦς τῶν λεγομένων γνώριμος L et omissis ἔν τισι—γνώριμος F)

75
τούτων ἐπισυμβαίνειν. δύναται τὸ συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦτον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν εἰρηκέναι ἢ τοὺν παρ’ ἡμῖν καὶ ἐπὶ τῆς γῆς τόπους, ὡς ἐν τούτῳ διὰ τοῦτο πλήθους μεγεθῶν συνισταμένου. διὰ τὸ καὶ τὸν ἀριθμὸν ἤδη ἐν τούτῳ πλείω | εἶναι, [*](56) ὧν τὰ πλείω ὄνια τὰς διαφοράς [τε] κατὰ τὸ πλῆθος τῶν μεγεθῶν τοὺς γὰρ ἀριθμοὺς καὶ τὰ πάθη αὐτῶν ἀκολουθεῖν κατ’ οἰκειότητα τοῖς τόποις ἑκάστοις. ἢ καὶ ἁπλούστερον καὶ κοινότερον τοῦ ἔν τινι τόπῳ πλείοσιν αὐτὰ συνιστάμενα αἴτια λέγειν τε καὶ ἀριθμοὺς ἤδη πλείους εἶναι ἐν ·τῷ τόπῳ τούτῳ, ὡς τῷ πλήθει τούτων ἀκολουθοῦντος τοῦ τῶν πραγμάτων πλήθους διὰ τὸ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι καὶ αὐτὸν ἐν ἀριθμῷ τὸν κόσμον ποιοῦσι. πότερον δὲ οὗτος ὁ ἐν τῷ οὐρανῷ ἀριθμός ἐστιν ὃν δεῖ λαβεῖν τὸν αἴτιον τῶν ἐν τῷ οὐρανῷ γινομένων, ὡς αὐτὸν αὑτοῦ εἶναι αἴτιον, ἢ ἄλλος τις τούτου αἴτιος; εὐλογώτερον γὰρ ἄλλον λέγειν, ὡς καὶ Πλατῶν ἐποίει. τῆς δὲ τάξεως τῆς ἐν τῷ οὐρανῷ ἣν ἐποιοῦντο τῶν ἀριθμῶν οἱ Πυθααγόρειοι, μνημονεύει ἐν τῷ δευτέρῳ περὶ τῆς Πυθαγορικῶν δόξης.

[*](p. 990a23)

Μικρὸν δὲ ἄνωθεν ἢ κάτωθεν ἀδικία καὶ κρίσις.

Οἱ τὰ πράγματα ἰοὺς ἀριθμοὺς εἶναι λέγοντες ταύτην τὴν τάξιν αὐτοῖς ἀπένειμαν ἐν τῷ οὐρανῷ, ἣν ἔχειν ᾤοντο καὶ τοὺς ἀριθμούς, οἷς ἔλεγον εἶναι ταὐτά. οἷον ἣν ᾤοντο τάξιν ἔχειν τὴν δυάδα, ταύτην ἔλεγον ἔχειν τὴν τάξιν ἐν τῷ κόσμῳ τὴν δόξαν, ἐπειδὴ δυὰς δόξα ἦν αὐτοῖς. πάλιν ἧί τάξιν ἡ ἑπτάς, ταύτην ἀπεδίδοσαν ἐν τῷ κόσμῳ τῷ καιρῷ, ἐπεὶ καὶ τὸν ἑπτὰ ἀριθμὸν [καὶ] καιρὸν ἡγοῦντο εἶναι. μικρὸν δὲ ἄνωθεν ἰοῦ ἤ κάτωθεν ἐποίουν, εἰ ἔτυχεν, ἀδικίαν ἢ κρίσιν, ὅτι καὶ ἡ τῶν αὐτῶν τούτοις ἀριθμῶν τάξις ἡ αὐτή ἦν. γράφεται δὲ ἔν τισιν ἀντιγράφοις ἀντὶ τοῦ ἀδικίαν ‟ἀνικίαν·” ἀνικίαν δέ φασιν ὑπὸ τῶν Πυθαγορείων λέγεσθαι τὴν πεντάδα· τοῦτο δὲ ὅτι τῶν ὀρθογωνίων τριγώνων ἰῶν ἐχόντων ῥητὰς τὰς πλευρὰς πρῶτόν ἐστι τῶν περιεχουσῶν ὀρθὴν γωνίαν πλευρῶν ἡ μὲν τριῶν ἡ δὲ τεττάρων, ἡ δὲ ὑποτείνουσα πέντε. ἐπεὶ τοίνυν ἡ ὑποτείνουσα ἴσον δύναται ἀμφοτέραις ἅμα, διὰ τοῦτο ἡ μὲν δυναμένη καλεῖται αἱ δὲ συναστευόμεναι, καὶ ἔστι πέντε. τήν τε πεντάδα ἀνικίαν ἔλεγον ὡς μὴ νικωμένην ἀλλ’ ἀήττητον καὶ κρατοῦσαν. εἴτε δὲ ‟ἀνικίαν” χρὴ γράφειν [*](4. 5 πλήθους μεγεθῶν S Ascl.: πλῆθος μεγέθους Α 5 καὶ τῶν ἀριθμῶν εἴδη πλείονα ἐν τούτῳ εἶναι Asd. 6 ὦν τά] fort. ὥστε πλείω ον . . ὄντα Α τε del. Bonitz 8 ἢ καὶ—τούτῳ (10) verba corrupts: τὸ pro τοῦ (8) coni. Bonitz 11 διὰ τὸ Α Ascl.: διότι Bonitz τοὺς Ascl.: καὶ τοὺς Α εἶναι Ascl.: αὐτοῦ Α καὶ αὐτὸν] καὶ οὕτως Ascl.: exspectes αὐτοῖς 13 αὐτὸν Braiulis Bonitz: αὐτὸ AM 14 αὐτοῦ S Bonitz: αὐτοῦ Α 22 πάλιν M: πάλαι Α 24 καὶ del, Bonitz 31 ἀμφοτέρως A 32 καὶ ἔστι ἔλεγον] ergo numerus quinque ineietum ab iis oppellabatur S)

76
εἴτε ‟ἀδικίαν,” ὁ νοῦς τῶν λεγομένων γνώριμος. καὶ περὶ μὲν τῶν Πυθαγορικῶν, φησίν, ἀφείσθω τὰ νῦν· ἱκανὸν γὰρ αὐτῶν ἅψασθαι μόνον, παραιτούμενος τὴν ἐπὶ πλεῖον ἐξέτασιν τούτων τὰ νῦν, ὅτι μηδὲν πλέον ἐν τοῖς οὖσι τῶν φυσικῶν κατέλιπον· ἐρεῖ μέντοι τὴν περὶ τῶν ἀρχῶν δόξαν αὐτῶν ἔτι πᾶσαν τῆσδε τῆς πραγματείας ἐπὶ τέλει.

[*](p. 990a34)

Οἱ δὲ τὰς ἰδέας αἰτίας πρῶτον μὲν ζητοῦντες τωνδὶ τῶν ὄντων λαβεῖν τὰς αἰτίας.

Αἰτιᾶται τῶν τὰς ἰδέας αἰτίας θεμένων πρῶτον μὲν ὅτι ζητοῦντες τῶν φύσει συνεστώτων τὰς αἰτίας (τοῦτο γὰρ αὐτῷ δύναται δὴ τὸ τωνδὶ τῶν ὄντων) ἄλλας ἰσαρίθμους τούτοις οὐσίας προσέθεσαν ὡς ἐσομένων μᾶλλον γνωρίμων τῶν πραγμάτων, εἰ πλείω τὰ αὐτὰ γένοιτο· οὐδενὶ γὰρ ἢ τῷ ἀιδίῳ διαφερούσας τὰς ἰδέας τῶν πρὸς αὐτὰς ὄντων ἐποίουν, ὥστε ἐπεὶ ταῦτα ἄγνωστα, ὁμοίως ἂν κἀκεῖναι τούτοις, ὧν εἶναί φασιν αὐτὰς παραδείγματα, εἶεν ἂν ἄγνωστοι. ἰσάριθμα οὗν ἄλλα θέμενοι καὶ ὅμοια τούτοις ὧν ἐζήτουν τὴν γνῶσίν τε καὶ ἐπιστήμην, διὰ τούτων ᾤοντο κὰκεῖνα καταλαμβάνειν δύνασθαι ἃ ἐζήτουν, ὡς ὀλίγον προελθὼν δείξει. ἢ ὃ αἰτιᾶται ἔστι † τῶν τὰ αἴτιά τε καὶ ἐπιστήμη καὶ διὰ τοῦτο ἐζήτουν αὐτῶν τὰ αἴτια· ᾤοντο γὰρ τὰς αἰτίας ταύτας τούτων ἀποδιδόναι, ὅμοιόν τι ποιοῦντες τοῖς ἀριθμῆσαί τι βουλομένοις πλῆθος, εἶθ’ ὡς μὴ δυναμένων ἐκείνων, εἰ εἴη τοσαῦτα, ἀριθμηθῆναι, ἄλλο αὐτοῖς ἰσάριθμον πλῆθος προστιθεῖσι, κἄπειθ’ οὕτως ἀριθμοῦσιν. εἴη δ’ ἄν μάλιστα τὸ ἀπορούμενον ἰσχὺν ἔχον οὐ κατὰ τὸ ἰσάριθμον τοῖς ζητουμένοις αὐτοὺς τὸ πλῆθος τίθεσθαι, ἀλλὰ κατὰ τὸ ὅμοια καὶ διὰ τοῦτο ὁμοίως ἄγνωστα. ὅτι γὰρ μηδὲν διαφέρει τὰ εἴδη τῶν πρὸς αὐτὰ τὸ εἶναι ἐχόντων κατ’ αὐτούς, ἢ μόνῳ τῷ ἀιδίῳ, ἐρεῖ· τὸ δὲ εἶναι ὁμοίως ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ παραθέσεως ἐνεδείξατο. ὅτι δὲ μὴ αἴτια ἃ προσέθεσαν τούτοις περὶ ὧν ἐζήτουν, ὀλίγον προελθὼν δείξει. ἢ ὃ αἰτιᾶται ἔστιν ὅτι προσθέντες ἰσά- [*](2 ἅψασθαι τοσοῦτον Metaph. vulg. 3 ἐπὶ πλεῖον Brandis Bonitz: ἐπὶ πλεῖστον libri 8 αἰτίας om. LF 9 δὴ om. LF τῶνδε LF 10 ἄλλας LF: ἄλλων AS 11 γίνοιτο LF 13 φασιν] φησιν LF 16. 17 ἢ ὅ—αἴτια (18)] verba corrupta: vel quod accusat est, quod uolentes entium causas cognoscere, per haec quaerebant ipsorum causas S: om. LF 18 ᾤοντο γὰρ διὰ τούτου τὰς LF 20 τοιαῦτα LF αὐτοῖς LF: αὐτὸν A 23 τὰ ὅμοια LF τοῦτο] τὸ L: om. F 24 διαφέποντα LF 25 ἐρεῖν LF) [*](ALT. REC. GR. DISCR. 1 καὶ περὶ—τέλει (5)] Πότερον δὲ ὁ αὐτὸς ἀριθμός ἐστιν ὁ ἐν τῷ οὐρανῷ. Αἰτιᾶται τοὺς Πυθαγορείους ὅτι τὰ πάθη τοῦ ἀριθμοῦ καὶ τοὺς ἀριθμοὺς ἀρχὰς τῶν ὄντων λέγοντες εἶναι οὐκ ἐποίουν τούτους ἄλλους παρὰ τὰ πράγματα τὰ κτὰ τὸν οὐρανὸν ὄντα καὶ γινόμενα ἐξ ἀρχῆς τε καὶ νῦν· οὐδὲ γὰρ ἄλλο τι ἠγοῦντο εἶναι παρὰ τὰ ἐν τῷ οὐρανῷ, ἐξ ὧν αὐτοῖς ὁ κόσμος συνέστηκεν. his subiecta sunt, quae p. 73,15 —21 leguntur δεῖ μὲν γὰρ—αὐτός ἐστιν, deinde sequuntur καὶ περὶ—τέλει p. 76,1 —5 LF)

77
ριθμα σχεδὸν τοῖς περὶ ὧν ἐζήτουν, οὕτως ἀπάντων ἐζήτουν καὶ ἀπεδίδοσαν τὰς αἰτίας τῶν τε πρώτων καὶ τῶν προστεθέντων· τούτῳ γὰρ ὅμοιον καὶ τὸ τοῦ ἀριθμοῦ παράδειγμα. σχεδὸν δὲ εἶπεν οὐκ ἐλάττω εἶναι τὰ εἴδη [*](20) τούτοις, οὐ τοῖς καθ’ ἕκαστα καὶ ἀτόμοις λέγων, ἀλλὰ τοῖς ἐπ᾿ αὐτοῖς εἴδεσιν. οὐδὲ γὰρ Σωκράτους καὶ Πλάτωνος ἐξήτουν τὰς αἰτίας, ἀλλ’ ἀνθρώπου καὶ ἵππου. τούτοις γὰρ σχεδὸν ἰσάριθμα τὰ εἴδη κατ’ αὐτούς. τὸ ·σχεδὸν δὲ προσέθηκεν ἴσως, ἐπεὶ μὴ πάντων τῶν κοινῶν ἰδέας ἐτίθεντο· οὐδὲ γὰρ τῶν ἐπὶ τοῖς τεχνητοῖς, οὔτε τῶν ἐπὶ τοῖς κακοῖς, εἰ καὶ εἵπετο αὐτοῖς καὶ τούτων εἶναι λέγειν ἰδέας, δι᾿ ὧν περὶ αὐτῶν λέγουσιν, ὡς ἐρεῖ μετ’ ὀλίγον. τοῦ δὲ μὴ ἐλάττους εἶναι τὰς ἰδέας τούτων ὧν ζητοῦντες τὰς αἰτίας ἐπ’ ἐκείνας προῆλθον, δεικτικὸν παρέθετο καθ’ ἕκαστον γὰρ ὁμώνυμόν τί ἐστιν, ὁμώνυμον μὲν λέγων τὸ συνώνυμον, ἐπεὶ καὶ Πλάτων οὕτως αὐτὰς εἷπε. δείκνυσι δὲ διὰ τοῦ ἑκάστου τῶν ζητουμένων αὐτοὺς συνώνυμόν τι εἶδος θέσθαι τὸ ἰσάριθμα τὰ εἴδη αὐτοὺς τοῖς αἰσθη- τοῖς λέγειν. ἢ δύναται τὸ ὁμώνυμον ὅτι ὡς λέγουσιν, οὐδὲν ἄν συμβάλλοιντο πρὸς τὴν γνῶσιν τοῖς ἐνταῦθα. εἰπὼν δὲ καθ’ ἕκαστον γὰρ ὁμώνυμόν τί ἐστιν, πῶς καθ’ ἕκαστον, δείκνυσι. τὸ δὲ καὶ παρὰ τὰς οὐσίας τῶν τε ἄλλων ἅ ἐστιν ἓν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις ἴσον ἂν εἴη τῷ παρά τε γὰρ τὰς τῇδε οὐσίας [*](58) ἔστιν ὁμώνυμα αὐτοῖς εἴδη, ὁμοίως δὲ καὶ παρὰ τὰ ἄλλα ὄντα τὰ παρὰ τὴν οὐσίαν, ἅ ἐστι τὰ ἄλλα γένη, ἐφ’ ὧν ἔστιν ἕν τι καὶ κοινὸν ἐπὶ πολλοῖς τοῖς καθ’ ἕκαστα. οἷς γάρ ἐστι τὰ κοινὰ τὰ ἐπὶ τοῖς καθ’ ἕκαστα, τῶν κοινῶν αἱ ἰδέαι εἴησαν ἂν κατ’ αὐτοὺς αἰτίαι τοῦ εἶναί τε καὶ γίγνεσθαι. τὸ δὲ καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις δηλωτικὸν ἂν εἴη τοῦ καὶ ἐπὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ (τούτων γὰρ τὸ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις· καὶ γὰρ ὁ κόσμος κατ᾿ αὐτοὺς καὶ τὰ ἐν αὐτῷ ἀιδίως τὸ εἶναι ἔχει. διὸ εὐλόγως εἴρηται τὸ ἰσάριθμα τῶν τε ἄλλων ὧν ἐστιν ἓν ἐπὶ πολλῶν, ἀντὶ τοῦ τῶν τε ἄλλων ἐφ’ ὧν ἐστιν ἓν ἐπὶ πολλῶν τινων· καὶ γὰρ ἄλλων βουληθεὶς δηλῶσαι τοῦτο προσέθηκε· τῶν γὰρ κοινῶν τῶν ἐπὶ τοῖς καθ’ ἕκαστα αἰτίαι αἱ ἰδέαι κατ’ οὐτούς. ἢ τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῆς ἰδέας εἴρηκε· καὶ γὰρ εἰ μὴ τῶν καθ’ ἕκαστά ἐστιν ἰδέα, ἀλλὰ τοῦ ἐν τοῖς καθ’ ἕκαστα κοινοῦ· ἀνθρώπου γάρ, ἀλλ’ οὐ Σωκράτους καὶ Πλάτωνος, ὃς ἄνθρωπος ἐν τούτοις τε καὶ ἐν πᾶσι τοῖς ὁμοειδέσιν αὐτοῖς κοινὸς εἴη διά τὸ ἐνυπάρχειν πᾶσι. τὸ δὲ καθ’ οὕς τρόπους δείκνυμεν τὰ εἴδη, κατ’ οὐδένα σαίνεται τούτων, τὸ [*](2 τούτῳ LF: τοῦτο A 4 τούτων Metaph. vulg. 6 τὰ εἴδη om. LF 7 προστέθεικεν LF 7. 8 ἐτίθετο F 9 λέγειν εἶναι LF 13 Πλάτων] Tim. p. 52 Α αὐτὰ LF 15 ὁμώνυμοι LF 20 ὁμώνυμα—ἃ (21) LFM: om. A 20. 21 περὶ τὴν LF 21 ἕν τε LF 22 πολλοῖς LFS: πολλῶν A 23 τῶν Bonitz coll. vv. 29. 30: ὧν libri 29 δηλῶσαι καὶ τοῦτο LF 31 εἰρήκεσαν F 34 αὐταῖς LF τὸ δὲ omitt. L 35 δείκνυμεν ὅτι ἔστι τὰ εἴδη Metaph. vulg.) [*](ALT. REC. GR. DISCR. 35 κατ᾿ οὐδένα—Πλάτωνος (p. 78,2)] Οὐκ εῖπε δείκνυται τὰ εὔη, ἀλλὰ δείκνυμεν L)
78
δείκνυμεν δηλωτικόν ἐστι τοῦ ὡς πρὸς οἰκείαν δόξαν λέγειν αὐτόν, λέἀλλ᾿ ὡς οἰκείαν δόξαν βασανίξων τε καὶ ἐξετάζων, οὕτως ποιεῖται τὴν ἀντιλογίαν τῆς τοῦ ἀληθοῦς εύρέσεως χάριν. πειρᾶται δὲ δεικνύναι ὅτι οὐδεὶς τῶν λόγων τῶν εἰς κατασκευὴν τῶν ἰδεῶν φερομένων εἶναι δείκνυσιν ἐδέας. οἱ μὲν γὰρ αὐτῶν οὔτε συλλογίζονται οὔτε συνάγουσι τὸ προκείμενον, πρὸς τῷ καὶ ὧν μὴ βούλονται ἰδέας εἶναι, καὶ τούτων τίθεσθαι· οἱ δὲ καὶ δοκοῦντες συλλογίζεσθαί τι περὶ ἰδεῶν οὐκ ἐκφεύγουσι τῶν ὧν οὐ βούλονται εἶναι. ἰδέας, καὶ τούτων κατασκευάζειν· οὐ γὰρ ὡς ἄλλων πάντῃ ὄντων τῶν ἀνυλλογίστως ἐρωτωμένων, ἄλλων δὲ τῶν κατασκευαζόντων ἰδέας καὶ ὧν οὐ βούλονται λέγειν, ἀλλ᾿ ὅτι τῶν αὐτῶν λόγων οἱ μὲν κατ’ ἄμφω ἡμάρτηνται, οἱ δὲ πάντως καθ’ ἕτερον. ἤ τινας τῶν λεγομένων λόγων ὑπ’ αὐτῶν ὡς τέλειον ψευδεῖς καὶ μηδὲν δεικνύντας αἰτιᾶται, οἷος εἴη ἄν ὁ λέγων, εἰ ἔστι τι τἀληθές, εἴη ἂν τά εἴδη· τῶν γὰρ ἐνταῦθα οὐδὲν ἀγηθές· καὶ εἰ μνήμη ἔστιν, ἔστι τὰ εἴδη· ἡ γὰρ μνήμη τοῦ μένοντος· καὶ ὁ τὸν ἀριθμὸν ὄντος εἶναι λέγων, ταῦτα δὲ οὐκ ὄντα· εἰ δέ, τῶν εἰδῶν· ἔστιν ἄρα τὰ εἴδη· ὁμοίως καὶ ὁ τοὺς ὁρισμοὺς τῶν ὄντων εἶναι λέγων, τούτων δὲ μηδὲν εἶναι. οἱ δὲ τοιοῦτοι λόγοι ψευδεῖς τε καὶ τὸ δέον οὐδὲν δεικνύντες. διὸ τῶν μὲν τοιούτων οὐδενὸς μνημονεύει νῦν, εὐθύνει δέ τινας τῶν δο|κούντων τι δεικνύναι, καὶ πρῶτόν γε τὸν ἀπὸ τῶν ἐπιστημῶν [*](59) τὰς ἰδέας κατασκευάζοντα. εἰ δὲ αὐτοὶ οἱ λόγοι οἱ ὑπὲρ αὐτῶν λεγόμενοι εἰς κατασκευὴν τῶν ἰδεῶν εἰσι τοιοῦτοι ὡς ἢ μὴ συλλογίζεσθαι τὸ προκείμενον ἢ ἄλλων τινῶν ἰδέας εἰσάγειν καὶ μὴ ὧν βούλονται, οὐδὲν ἔξωθεν ἄλλων δεῖ λόγων, ἀλλ’ αὔταρκες πρὸς ἀναίρεσιν τοῦ δόγματος τὸ τὴν ἀσθένειαν δεῖξαι τῶν λεγομένων.

[*](ALT. REC. GK. DISCR. 2 δόγμασι τὴν περὶ τῶν ἰδεῶν βασανίζειν (l. βασανίζων) δόξαν ἀλλ’ ὡς οἰκείαν ὑπόληψιν ἐξετάζων L 4 πειρᾶται—λεγομένων (25)] διὸ καὶ κοινοποιεῖται τὸ δόγμα· τοῦ Πλατωνικοῦ γὰρ ἦν καὶ αὐτὸς ἀκροατηρίου. κατ’ οὐδένα οὑν τρόπον ἀποδείξεως τῶν δεικνύντων τἀς ἰδέας δείκνυται ὅτι εἰσὶν αὗται. τινὲς γὰρ λόγοι ψευδεῖς εἰσι καὶ οὐ δεικνύουσιν ὅτι εἰσὶν ἰδέαι, ὧν οὐδὲ μνημονεύει. ἔστι δὲ πρῶτος μὲν ὁ λέγων, εἰ ἔστιν ἀληθές, εἰσὶν ἰδέαι· τῶν γὰρ ἐνταῦθα οὐδὲν ἀληθές. δεύτερος δὲ εἰ ἔστι μνήμη, εἰσὶν ἐδέαι· ἡ γὰρ μνήμη τοῦ μένοντο·ς· ῥεῖ δὲ τὰ ἐνταῦθα. τρίτος ὅτι ὁ ἀριθμός τῶν ὄντων ἐστί, τὰ δὲ ἐνταῦθα μὴ ὄντα, ἔσιν ἄρα ὁ ἀριθμὸς τῶν ἰδεῶν. τέταρτος ὅτι οἱ ὁρισμοὶ τῶν ὄντων εἰσί, τά δὲ ἐνταῦθα μὴ ὄντα, εἰσὶν ἄρα ἰδέαι, εἴπερ καὶ ὁρισμοὶ καὶ ἀριθμός ἐστι. οἱ τοιοῦτοι λόγοι ψευδεῖς τέ εἰσι καὶ οὐδέν δεικνύντες, <adde ὡς> ἐσήμανεν εἰπὼν ἐξ ἐνίων μὲν γὰρ οὐκ ἀνάγκη γίνεσθαι συλλογισμόν, ἐξ ἐνίων δὲ καὶ οὐχ ὧν οἰόμεθα, τούτων εἴδη γίγνεται· τουτέστιν ἔκ τινων δὲ λόγων τῶν κατασκευαζόντων τὰς ἰδέας οὐ μόνον οὒ δείκνυται ὅτι εἰσὶν ἰδέαι, ἀλλὰ καὶ κατασκευάζεται ἐξ αὐτῶν ἐδέας εἶναι καὶ ὧν πραγμάτων οὐκ ἔλεγον εἶναι ἰδέας, οἷον τῶν τεχνητῶν τεχνιτῶν L] (τοῦτο γὰρ ἐσήμανεν εἰπὼν εἴδη πάντων ὅσων ἐπιστῆμαί εἰσι), καὶ τῶν ἀποφάσεων καὶ τῶν φθαρτῶν, ὅ ἴσον ἂν εἴη <adde τῷ>τῶν μὴ ὄντων εἶναι, καὶ τῶν πρός τι. τούτων ἰδέας οὐκ ἔλεγον. ἀλλ' οὐδὲ τῶν κακῶν L)
79
[*](p. 990b11)

Κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν εἴδη ἔσται πάντων ὅσων ἐπίστημί εἰσιν.

Πλεοναχῶς μὲν ταῖς ἐπιστήμαις πρὸς τὴν τῶν ἰδεῶν κατασκευὴν προσεχρήσαντο, ὡς ἐν τῷ πρώτῳ Περὶ ἰδεῶν λέγει· ὧν δὲ νῦν μνημονεύειν ἔοικε λόγων, εἰσὶ τοιοῦτοι. εἰ πᾶσα ἐπιστήμη πρὸς ἕν τι καὶ τὸ αὐτὸ ἐπαναφέρουσα ποιεῖ τὸ αὑτῆς ἔργον καὶ πρὸς οὐδὲν τῶν καθ’ ἕκαστον, εἴη ἄν τι ἄλλο καθ’ ἑκάστην παρὰ τὰ αἰσθητὰ ἀίδιον καὶ παράδειγμα τῶν καθ’ ἑκάστην ἐπιστήμην γινομένων. τοιοῦτον δὲ ἡ ἰδέα. ἔτι ὧν ἐπιστῇ μαί εἰσι ταῦτα ἔστιν· ἄλλων δέ τινων παοὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ ἐπιστῆμαι· ταῦτα γὰρ ἄπειρά τε καὶ ἀόριστα, αἱ δὲ ἐπιστῆμαι ὡρισμένων· ἔστιν ἄρα τινὰ παρὰ τὰ καθ’ ἕκαστα, ταῦτα δὲ αἱ ἰδέαι. ἔτι εἰ ἡ ἐατρικὴ οὐκ ἔστιν ἐπιστήμη τῆσδε τῆς ὑγιείας ἀλλ’ ἁπλῶς ὑγιείας, ἔσται τις αὐτοϋγίεια· καὶ εἰ ἡ γεωμετρία μή ἐστι τοῦδε ἰοῦ ἴσου καὶ τοῦδε τοῦ συμμέτρου ἐπιστήμη ἀλλ’ ἀπλῶς ἴσου καὶ ἀπλῶς συμμέτρου, ἔσται τι αὐτόισον καὶ αὐτοσύμμετρον, ταῦτα δὲ αἱ ἰδέαι. οἱ δὴ τοιοῦτοι λόγοι τὸ μὲν προκείμενον οὐ δεικνύουσιν, ὃ ἦν τὸ ἰδέας εἶναι, ἀλλὰ δεικνύουσι τὸ εἶναί τινα παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά. οὐ πάντως δέ, εἴ τινα ἔστιν ἅ εἰσι παρὰ τὰ καθ’ ἕκαστα, ταῦτά εἰσιν ἰδέαι· ἔστι γὰρ παρὰ τὰ καθ’ ἕκαστα τὰ κοινά, ὧν φαμεν καὶ τὰς ἐπιστήμας εἶναι. ἔτι τε τὸ καὶ τῶν ὑπὸ τὰς τέχνας ἰδέας εἶναι· καὶ γὰρ πᾶσα τέχνη πρὸς ἕν τι ἀναφέρει τὰ γιγνόμενα ὑπ’ αὐτῆς, καὶ ὧν εἰσιν αἰ τέχναι, ταῦτα ἔστι, καὶ θλῶν τινῶν παρὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ τέχναι. καὶ ὁ· ὕστερος δέ, πρὸς τῷ μηδὲ οὗτος δεικνύναι τὸ εἶναι ἐδέας, καὶ ὧν οὐ βούλονται ἰδέας εἷναι κατασκευάζειν ἰδέας δόξει. εἰ γὰρ διότι ἡ ἰατρικὴ μή ἐστι τῆσδε τῆς ὑγιείας ἐπι- [*](4 Περὶ δεῶν] fragm. 182 p. 1508b 36 sqq. 10 ὡρισμένων LF: ὡρισμένον AS) [*](ALT. REC. GK. DISCR. 3 πλεοναχῶς—τοιοῦτοι (5)] Οἱ ἀπὸ τῶν ἐπιστημῶν ὁρμώμενοι λόγοι καὶ κατασκευάζοντες εἶναι ἰδέας πλεοναχῶς μὲν λαμβάνονται· ὧν δέ νῦν μνημονεύει εἰσὶν οὗτοι LF 6 καθ᾿ ἕκαστα, οἷον ὁ γεωμέτρης πρός ἕν τι τρίγωνον καὶ οὐ πρὸς τόδε τι τό καταγεγραμμένον, καὶ ὁμοίως αἰ ἄλλαι ἐπιστῆμαι, ἔτερόν τι ἂν εἴη καθ’ ἑκάστην αὐτῶν παρὰ τὰ αἰσθητὰ αίδιον καὶ παράδειγμα (7) LF 8 τοῦτο δ᾿ ἂν εἴη ἡ ἰδέα. πάλιν ὧν ἐστιν ἐπιστήμη, ταῦτα ἔστι· ἄλλα δὲ ταῦτα παρὰ τὰ καθ᾿ ἔκαστα· τὰ γὰρ καθ᾿ ἔκαστα ἄπειρα καὶ ἀόριστα (10) LF 10 ὡρισμένων εἰσί· ταῦτα εἷεν ἂν αἱ ἰδέαι (11) LF 13 καὶ εἱ ὁ γεωμέτρης οὐ τοῦδε τοῦ συμμέτρου ἢ τοῦδε τοῦ ἴσου ἐπιστήμην ἔχει, ἀλλὰ ἁπλῶς ἴσου καὶ ἀπλῶς συμμέτρου, πρὸς ἁ τὰ ἄλλα ἀναφέρων ἀποδείκνυσι τάδε τινὰ εἶναι, ἔστιν ἄρα τό αὐτόισον καὶ αὐτοσύμμετρον· ταῦτα ταῦτα ἄρ ἰδέαι. τούτων οὑν τῶν τριῶν λόγων οἱ δύο οἱ πρῶτοι οὐ δεικνύουσιν ὅτι ἰδέαι, ἀλλὰ ἄλλα τινὰ παρὰ τὰ καθ᾿ ἕκαστα. οὐκ ἐξ ἀνάγκης δὲ εἰ ἄλλα τινὰ παρὰ τὰ καθ’ ἕκαστά εἰδι, ταῦτα ἰδέας εἶναι· ἔστι γάρ τὰ καθόλου, ὧν φαμεν εἶναι τὰς ἐπιστήμας. πρὸς τούτῳ δὲ δεικνύουσιν ὅτι καὶ τῶν τεχνιτῶν (l. τεχνητῶν) εἰσιν ἴδει· πᾶσα γὰρ τέχνη πρὸς ἕν τι καὶ κοινὸν ἀναφέρουσα ποιεῖ τὰ καθ’ ἔκαστα, καὶ ὧν εἰσι τέχναι, ταῦτα ἔστιν.. οἷον τέχνη οἰκίας, καὶ ἔστιν οἰκία παρὰ τὰς καθ’ ἔκαστα οἰκίας ὑγείας L om. F) καὶ ὁ τρίτος δὲ λόγος οὐδὲ αὐτὸς δείκνυσιν εἶναι ἴδες. εἰ γάρ διότι (24) LF)

80
στήμη ἀλλ᾿ ἁπλῶς ὑγιείας, ἔστιν αὐτό τις ὑγίεια, ἔσται καὶ ἐπὶ τῶν τεχνῶν ἑκάστης. οὐ γὰρ τοῦ καθ᾿ ἕκαστα οὐδὲ τοῦδέ ἐστιν, ἀλλ᾿ ἁπλῶς ἐκείνου περὶ ὅ ἐστιν, οἷον ἡ τεκτονικὴ ἁπλῶς βάθρου ἀλλ᾿ οὐ τοῦδε, καὶ ἁπλῶς κλίνης ἀλλ᾿ οὐ τῆσδε· ὁμοίως καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ἡ γραφικὴ καὶ ἡ οἰκοδομικὴ δὲ καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν ἔχει πρὸς τὰ ὑφ᾿ ἑαυτήν. ἔσται ἄρα καὶ τῶν ὑπὸ τὰς τέχνας ἑκάστου ἰδέα, ὅπερ οὐ βούλονται.

[*](p. 990b13)

Καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν ἀποφάσεων.

Χρῶνται καὶ τοιούτῳ λόγῳ εἰς κατασκευὴν τῶν ἰδεῶν. εἰ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν ζῴων ζῷον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ᾿ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ τι κατηγορούμενον, ἀλλ᾿ ἔστι τι ὃ καὶ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν [*](60) ταὐτὸν ὄν, εἴη ἄν τι τούτων παρὰ τὰ καθ᾿ ἕκαστα ὄντα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον· ἀεὶ γὰρ ὁμοίως κατηγορεῖται πάντων τῶν κατ᾿ ἀριθμὸν ἀλλασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον τε αὐτῶν καὶ ἁίδιον, τοῦτ᾿ ἔστιν ἰδέα· εἰσὶν ἄρα ἰδέαι. τοῦτόν φησι τὸν λόγον κατασκευάζειν ἰδέας καὶ τῶν ἀποφάσεως καὶ τῶν μὴ ὄντων. καὶ γὰρ ἡ ἀπόφασις κατὰ πολλῶν κατηγορεῖται μία καὶ ἡ αὐτὴ καὶ κατὰ μὴ ὄντων, καὶ οὐδενὶ τῶν καθ᾿ ὧν ἀληθεύεταί ἐστιν ἡ αὐτή. τὸ γὰρ οὐκ ἄνθρωπος κατηγορεῖται μὲν καὶ καθ᾿ ἵππου καὶ κυνὸς καὶ πάντων τῶν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτό ἐστιν ἓν ἐπὶ πολλῶν καὶ οὐδενὶ τῶν καθ᾿ ὧν κατηγορεῖται ταὐτόν ἐστιν. ἔτι ἀεὶ μένει κατὰ τῶν ὁμοίων ὁμοίως ἀληθευόμενον· τὸ γὰρ οὐ μουσικὸν κατὰ πολλῶν ἀληθεύεται (πάντων γὰρ τῶν μὴ μουσικῶν), [*](11 καὶ] κατὰ coni. Bonitz 15. 16 κατασκευάζειν ὅτι εἰσὶ καὶ τῶν ἀποφάσεων ἰδέαι· καὶ γὰρ ἡ ἀπόφασις L 17 ἡ αὐτὴ οὖσα κατά τε ὄντων καὶ μὴ L fort. recte 18. 19 οὐκ ἄνθρωπος ἀληθεύεται καὶ κατὰ τοῦ ἵππου καὶ κατὰ τοῦ κυνὸς καὶ πάντων L) [*](ALT. REC. GR. DISCR. 1 ἁπλῶς—βούλονται (6)] ἁπλῶς ὑγείας ἐστίν, αὐτοϋγεία τις ἔσται, ἀλλὰ καὶ ὧν οὐ βούλονται εἶναι ἰδέας, κατασκευάζει ἰδέας εἶναι· ἑκάστη γὰρ τῶν τεχνῶν οὐ τοῦ καθ᾿ ἕκαστα οὐδὲ τοῦδέ ἐστι τέχνη, ἀλλ᾿ ἁπλῶς ἐκείνου, περὶ ὅ ἐστι, οἷον τεκτονικὴ ἁπλῶς βάθρου καὶ ἁπλῶς κλίνης, καὶ ἡ ὑφαντικὴ ὡσαύτως καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ἡ γραφική, καὶ ἁπλῶς πᾶσα τέχνη τοῦ καθόλου καὶ οὐ τοῦδέ τινός ἐστι τέχνη· ἢ γὰρ ἂν ἓν σχῆμα καὶ μέτρον κλίνης ἄρα οἱ τοιοῦτοι λόγοι καὶ ὧν οὐκ ἐβούλοντο εἶναι ἰδέας <adde κατασκευάζουσιν> LF 8 χρῶνται—ἀίδιον (14)] ἦν δέ τις καὶ τοιοῦτος λόγος κατασκευάζων εἶναι ἰδέας. εἰ ἕκαστος τῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν ἵππων ἵππος καὶ τῶν ἄλλων ὁμοίως καὶ οὐδέν τι τούτων αὐτὸ ἑαυτοῦ κατηγορεῖται, ἀλλὰ ἄλλο τι κατὰ τούτων οὐδενὶ τούτων τὸ αὐτὸ ὂν ἀλλ᾿ ἕτερον ἀιδίως πάντων τῶν ἐξαλλαττομένων κατ᾿ ἀριθμὸξν κατηγορούμενον, ἕτερόν τι ὂν ἢ (fort. ἂν εἴη καὶ) κεχωρισμένον. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλῶν καὶ κεχωρισμένον αὐτῶν καὶ ἀίδιον L 19 ἄνθρωπον—ἰδέαι (p. 81,2)] ἄνθρωπον ὄντων τε καὶ μὴ ὄντων· κατά τε γὰρ ξύλου καὶ λίθου καὶ κατὰ ἱπποκενταύρου καὶ κατὰ χιμαίρης καὶ ἁπλῶς τῶν ἀνυποστάτων καὶ αὐτοῦ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, καὶ ὁμοίως ἐπὶ πάντων ἀληθεύεται· εἰσὶν ἄρα καὶ τῶν ἀποφάσεων ἰδέαι L)

81
ὁμοίως καὶ τῶν οὐκ ἀνθρώπων τὸ οὐκ ἄνθρωπος· ὥστε εἰσὶ καὶ τῶν ἀποφάσεων ἰδέαι. ὅπερ ἐστὶν ἄτοπον· πῶς γὰρ ἄν εἴη τοῦ μὴ εἶναι ἰδέα; εἰ γὰρ τοῦτό τις παραδέξεται, τῶν γε ἀνομογενῶν καὶ πάντῃ διαφερόντων ἔσται μία ἰδέα, γραμμῆς, ἄν οὕτω τύχῃ, καὶ ἀνθρώπου· οὐχ ἵπποι γὰρ ταῦτα πάντα. ἔτι ἔσται καὶ τῶν ἀπείρων μία ἰδέα. ἀλλὰ καὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου· οὐ ξύλον γὰρ ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον, ὧν τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, ὧν οὔτε γένη οὔτε ἰδέας ἐβούλοντο εἶναι. δῆλον δὲ ὅτι οὐδὲ οὗτος ὁ λόγος ἰδέας εἶναι συλλογίζεται, ἀλλὰ δεικνύναι βούλεται καὶ αὐτὸς ἄλλο εἶναι τὸ κοινῶς κατηγορούμενον τῶν καθ’ ἕκαστα ὧν κατηγορεῖται. ἔτι αὐτοὶ οἱ βουλόμενοι δεικνύναι ὅτι ἕν τι τὸ κοινῶς κατηγορούμενόν ἐστι πλειόνων καὶ τοῦτό ἐστιν ἰδέα, ἀπὸ τῶν ἀποφάσεων αὐτὸ κατασκευάζουσιν. εἰ γὰρ ὁ πλειόνων τι ἀποφάσκων πρὸς ἕν τι ἐπαναφέρων ἀποφήσει (ὁ γὰρ λέγων ἄνθρωπος οὐκ ἔστι λευκός, ἵππος οὐκ ἔστιν, οὐ καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι ἀποφάσκει, ἀλλὰ πρὸς ἕν τι τὴν ἀναφορὰν ποιούμενος τὸ λευκὸν ἀποφάσκει τὸ αὐτὸ πάντων), καὶ ὁ καταφάσκων ἂν πλειόνων τὸ αὐτὸ οὐ καθ’ ἕκαστον ἄλλο, ἀλλὰ ἕν τι ἄν εἴη ὃ καταφάσκει, οἷον τὸν ἄνθρωπον κατὰ τὴν πρὸς ἕν τι καὶ ταὐτὸν ἀναφοράν· γὰρ ὡς ἡ ἀπόφασις καὶ ἡ κατάφασις. ἔστιν ἄρα τι ὂν ἄλλο παρὰ τὸ ἐν τοῖς αἰσθητοῖς, ὃ αἴτιόν ἐστι τῆς ἀληθοῦς ἐπὶ πλειόνων τε καὶ τῆς κοινῆς καταφάσεως, καὶ τοῦτό ἐστιν ἡ ἰδέα. τοῦτον δὴ τὸν λόγον φησὶν οὐ μόνον τῶν καταφασκομένων ἀλλὰ καὶ τῶν ἀποφασκομένων ἰδέας ποιεῖν· ὁμοίως γὰρ ἐν ἀμφοτέροις τὸ ἕν.

[*](p. 990b14)

Κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντασμα γάρ τι τούτων ἐστίν.

Ὁ λόγος ὁ ἀπὸ τοὐ νοεῖν κατασκευάζων τὸ εἶναι ἰδέας τοιοῦτός ἐστιν. εἰ ἐπειδὰν νοῶμεν ἄνθρωπον ἢ πεζὸν ἢ ζῷον, τῶν ὄντων τέ τι νοοῦμεν καὶ οὐδὲν τῶν καθ’ ἕκαστον (καὶ γὰρ φθαρέντων τούτων μένει ἡ ἔν|νοια), δῆλον ὡς ἔστι παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά, ὃ καὶ ὄντων [*](61) ἐκείνων καὶ μὴ ὄντων νοοῦμεν· οὐ γὰρ δὴ μὴ ὄν τι νοοῦμεν τότε. τοῦτο [*](2 πῶς—ἰδέα om. L 3 γε om. L καὶ om. L διαφερόντων om. L 4 ἐστὶ μία ἰδέα L εἰ τύχῃ L 6 ὧν τὸ—ἐβούλοντο εἶναι (7) om. L 8 ἰδέας εἰσάγει ἀλλὰ δεικνύναι L 13. 14 ἵππος οὐκ ἔστι λευκὸς e S coni. Bonitz 23 φθαρέντων L 26 εἰ ex Ascl. add. Brandis: om. ALS ἐπειδὰν] ὅταν L post ἄνθρωπον add. ἢ ἵππον L ζῷον ὧν τι νοοῦμεν L 27 καθέκαστα L 28 δῆλον ἄρα ὡς ἔστι τι παρὰ L καὶ αἰσθητά om. L 29 ἐκείνων post μὴ ὄντων transfert L) [*](ALT. REC. GR. DISCR. 4 ἀνθρώπου καὶ ἵππου· πάντα γὰρ ταῦτα [οὐχ οὐκ ὐν [οὐχ ὕνις?] καὶ οὐ ξύλα. προτέρου καὶ ὑστέρου· οὐ ξύλον (6) L 10 ἔτι—τὸ ἕν (22)] πρὸς δὲ τούτῳ καὶ ὧν οὐκ ἐβούλοντο ἰδέας εἶναι· τοῦ γὰρ πρώτου καὶ δευτέρου ἰδίαν οὐκ ἔλεγον εἶναι L 27. 28 φθαρέντων τῶν καθέκαστα οὐδὲν ἧττον ἡ (εἰ L) ἔννοια μένει τῶν τοιούτων 29. p. 82, 1 οὐ γὰρ δὴ τὸ μὴ ὃν νοοῦμεν τότε. τοῦτο δὲ οὐδέν ἄν εἴη ἕτερον ἡ ἡ ἰδέα ἄφθαρτος οὖσα. φησὶν οὖν Ἀριστοτέλης ὅτι κατὰ τοῦτον τὸν λόγον L Comment. Arist. I Alex. in Metaph. 6)

82
δὲ εἶδός τε καὶ ἰδέα ἐστίν. φησὶ δὴ τοῦτον τὸν λόγον καὶ τῶν φθειρομένων τε καὶ ἐφθαρμένων καὶ ὅλως τῶν καθ’ ἕκαστά τε καὶ φθαρτῶν ἰδέας κατασκευάζειν, οἷον Σωκράτους, Πλάτωνος· καὶ γὰρ τούτους νοοῦμεν καὶ φαντασίαν αὐτῶν φυλάσσομεν καὶ μηκέτι ὄντων σώζομεν· φάντασμα γάρ τι καὶ τῶν μηκέτι ὄντων. ἀλλὰ καὶ τὰ μηδ’ ὅλως ὄντα νοοῦμεν, ὡς Ἱπποκένταυρον, Χίμαιραν· ὥστε οὐδὲ ὁ τοιοῦτος λόγος ἰδέας εἶναι συλλογίζεται.

[*](p. 990b15)

Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν.

Ὁ μὲν καὶ τῶν πρός τι κατασκευάζων ἰδέας λόγος τοιοῦτός ἐστιν. ἐφ’ ὧν ταὐτόν τι πλειόνων κατηγορεῖται μὴ ὁμωνύμως, ἀλλ’ ὡς μίαν τινὰ δηλοῦν φύσιν, ἤτοι τῷ κυρίως τὸ ὑπὸ τοῦ κατηγορουμένου σημαινόμενον [*](3 ἰδέας κατασκευάζειν om. L 4 σώζομεν om. L 5 γάρ τι τῶν μηκέτι ὄντων σώζομεν ἰδέα ἂν εἴη. ἀλλὰ L ὡς] οἷον L 6 ante ἰδέας add. ὁ ἀπὸ τοῦ νοεῖν L 8 ἀκριβέστεροι Metaph. vulg. 11 καὶ LF: ἐκ Α: igitur S 13 τῷ A2S: τὸ Α1) [*](ALT. REC. GR. DISCR. 6. 7 συλλογίζεται ἀλλά τι ἕτερον παρὰ τὰ καθέκαστα· τούτῳ δὴ καὶ τὸ καθόλου τὸ ἐν τοῖς καθέκαστα ἁρμόζει, καὶ οὑκ ἐξ ἀνάγκης ἰδέαν εἰσάγει L 11. 12 ἐφ’ ὧν—εἶπεν (p. 83,33)] ὧν κατὰ πλειόνων τι κατηγορεῖται ἡ ὁμωνύμως ἡ συνωνύμως κατηγορεῖται. καὶ εἰ συνωνύμως, ἢ κυρίως ἐκεῖνο λέγεται εἶναι τὰ καθ’ ὦν κατηγορεῖται, οἷον ἄνθρωποι Καλλίας καὶ Θεαίτητος, καθ’ ὧν ὁ ἄνθρωπος κατηγορεῖται, ἡ οὐ κυρίως λέγεται εἶναι ἐκεῖνο τὰ καθ’ ὧν κατηγορεῖται, ὡς ὅταν τῶν εἰκόνων Σωκράτους καὶ Πλάτωνος τὸ ἄνθρωπος κατηγορῆται· οὐ κυρίως γὰρ αἱ εἰκόνες Σωκράτους καὶ Πλάτωνος ἄνθρωποι λέγονται. ἡ ὁμωνύμως, ὡς ὅταν τὸ καθ’ οὖ (libri καθὸ) κατηγορεῖται τὸ μὲν κυρίως λέγεται ἐκεῖνο τὸ κατηγορούμενον, τὸ δ’ οὐ κυρίως, οἷον ὅταν ὁ Σωκράτης καὶ ἡ Σωκράτους εἰκὼν ἄνθρωπος λέγηται. τὸ γοῦν αὐτόισον κατηγορεῖται κατὰ τῶν αἰσθητῶν ἴσων, καὶ λέγονται ταῦτα αὐτόισα. ἢ ὁμωνύμως ἢ συνωνύμως ἄρα. συνωνύμως μὲν καὶ κυρίως αὐτόισα οὐκ ἄν ῥηθεῖεν· τὸ γὰρ αὐτόισον τὸ ἀληθῶς ἴσον σημαίνει· ῥεῖ δὲ τὸ ποσὸν ἀεὶ τῶν αἰσθητῶν τῶν ἴσων. ἀλλ’ οὐδὲ ὁμωνύμως αὐτόισα λεχθεῖεν, ὥστε εἶναι τὸ μὲν κυρίως τὸ δ’ οὐ κυρίως, καὶ τὸ μὲν ὡς παράδειγμα θατέρου τῶν ἴσων, τὸ δ’ ὡς εἰκών· τί γὰρ μᾶλλον τοῦτο ἐκείνου παράδειγμα, ἐκεῖνο δὲ εἰκών, ἐπεὶ καὶ (l. κατ’) ἄμφω τὸ ποσὸν ὁμοίως ῥεῖ. λείπεται οὖν τὸ αὐτόισον κατηγορεῖσθαι αὐτῶν συνωνύμως οὐ κυρίως δέ· τὸ γοῦν αὐτόισον οὐ τῶνδε τῶν ἴσων τῶν αἰσθητῶν κυρίως κατηγορεῖται ἀλλὰ ἄλλου παρὰ ταῦτα, οὖ εἰκόνες ὡς ὁμοιώματα τὰ τῇδε εἰσὶν ἴσα· τοῦτο δ’ ἔστιν ἡ ἰδέα. φησὶν οὖν ὅτι εἰ καὶ ἀκριβῶς οὗτος ὁ λόγος κατασκευάζει τἀς ἰδέας ὡς οὐ καθόλου τι λέγων τὸ κατηγορούμενον, ἀλλ’ ὡς παράδειγμα καθ’ ὃ τὰ κατ’ ἐκεῖνο ἐκείνω libri) λεγόμενά εἰσιν, ἀλλ’ οὖν πρός τί γε ἰδέας ποιοῦσι (τὸ γὰρ ἴσον ἐφ’ οὗ νῦν ὁ λόγος προέβη τῶν πρός τί ἐστι· πρὸς ἴσον γὰρ τὸ ἴσον λέγεται), οἱ δὲ τἀς ἰδέας εἰσάγοντες οὐκ ἐβούλοντο ἰδέας εἶναι τῶν πρός τι. ἔτι καὶ ἄλλο τι ἐκ τοῦ τοιούτου λόγου ἄτοπον αὐτοῖς συμβαίνει τὸ τῶν αὐτῶν πλείονας ἰδέας εἶναι· τὸ γὰρ αὐτόισον αὐτοϊσῳ ἐστὶν αὐτόισον· εἰ γὰρ μηδενί, οὐδ’ αὐτόισον ἄν εἴη. ἔτι καὶ τῶν ἀνίσων ἰδέας ποιεῖν· πολλὰ γὰρ καὶ κατ’ αὐτοὺς τὰ ἄνισα. εἰ γὰρ μὴ τῶν ἀνίσων εἰσὶν ἰδέαι, οὐδὲ τῶν ἴσων· εἰ δὲ ἐκείνων, καὶ τούτων, καὶ ἔσονται τῶν στερήσεων ἰδέα., ὅπερ ἄτοπον, εἰ χρὴ ἄτοπον εἰπεῖν τὸ ἀδύνατον LF)

83
εἶναι ταῦτα ἀληθεύεται κατ’ αὐτῶν, ὡς ὅταν ἄνθρωπον λέγωμεν Σωκράτην καὶ Πλάτωνα, ἢ τῷ εἰκόνας αὐτὰ εἶναι τ·ῶν ἀληθινῶν, ὡς ἐπὶ τῶν γεγραμμένων ὅταν τὸν ἄνθρωπον κατηγορῶμεν (δηλοῦμεν γὰρ ἐπ’ ἐκείνων τὰς τῶν ἀνθρώπων εἰκόνας τὴν αὐτήν τινα φύσιν ἐπὶ πάντων σημαίνοντες), ἢ ὡς τὸ μὲν αὐτῶν ὂν τὸ παράδειγμα, τὰ δὲ εἰκόνας, ὡς εἰ ἀνθρώπους Σωκράτη τε καὶ τὰς εἰκόνας αὐτοῦ λέγοιμεν. κατηγοροῦμεν δὲ τῶν ἐνταῦθα τὸ ἴσον αὐτὸ ὁμωνύμως αὐτῶν κατηγορούμενον· οὔτε γὰρ ὁ αὐτὸς πᾶσιν αὐτοῖς ἐφαρμόζει λόγος, οὔτε τὰ ἀληθῶς ἴσα σημαίνομεν· κινεῖται γὰρ τὸ ποσὸν ἐν τοῖς αἰσθητοῖς καὶ μεταβάλλει συνεχῶς καὶ οὐκ ἔστιν ἀφωρισμένον. ἀλλ’ οὐδὲ ἀκριβῶς τὸν τοῦ ἴσου λόγον ἀναδεχόμενον τῶν ἐνταῦθά ἐστί τι. ἀλλὰ μὴν ἀλλ’ οὐδὲ ὡς τὸ μὲν παράδειγμα αὐτῶν τὸ δὲ εἰκόνα· οὐδὲν γὰρ μᾶλλον θάτερον θατέρου παράδειγμα ἢ εἰκών. εἰ δὲ καὶ δέξαιτὸ τις μὴ ὁμώνυμον εἶναι τὴν εἰκόνα τῷ παραδείγματι, ἀεὶ ἕπεται ταῦτα τὰ ἴσα ὡς εἰκόνας εἶναι ἴσα τοῦ κυρίως καὶ ἀληθῶς ἴσου. εἰ δὲ τοῦτο, ἔστι τι αὐτόισον καὶ κυρίως, πρὸς ὃ τὰ ἐνθάδε ὡς εἰκόνες γίνεταί τε καὶ λέγεται ἴσα, τοῦτο δέ ἐστιν ἰδέα, παράδειγμα καὶ εἰκὼν τοῖς πρὸς αὐτὸ γινομένοις. εἷς μὲν οὖν οὗτος λόγος ὁ καὶ τῶν πρός τι κατασκευάζων ἰδέας, δοκῶν ἐπιμελέστερον καὶ ἀκριβέστερον καὶ προσεχέστερον ἅπτεσθαι τῆς δείξεως τῶν ἰδεῶν. οὐδὲ γὰρ τὸ κοινὸν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα ἀπλῶς οὗτος ὁ λόγος δοκεῖ δεικνύναι, ὥσπερ οἱ πρὸ αὐτοῦ, ἀλλὰ τὸ παράδειγμά τι εἶναι τῶν ἐνταῦθα ὄντων κυρίως ὄν· τοῦτο γὰρ χαρακτηριστικὸν εἶναι δοκεῖ τῶν ἰδεῶν | μάλιστα. τοῦτον δὴ τὸν λόγον φησὶ καὶ τῶν πρός [*](62) τι ἰδέας κατασκευάζειν. ἡ γοῦν δεῖξις ἡ νῦν ἐπὶ τοῦ ἴσου προῆλθεν, ὅ ἐστι τῶν πρός τι· τῶν δὲ πρός τι οὐκ ἔλεγον ἰδέας εἶναι διὰ τὸ τὰς μὲν ἰδέας καθ’ αὑτὰς ὑφεστάναι αὐτοῖς οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχειν. ἔτι δὲ εἰ τὸ ἴσον ἴσῳ ἴσον, πλείους ἰδέαι τοῦ ἴσου ἂν εἶεν· τὸ γὰρ αὐτόισον αὐτοίσῳ ἴσον· εἰ γὰρ μηδενὶ ἴσον, οὐδὲ ἴσον ἄν εἴη. ἔτι δεήσει καὶ τῶν ἀνίσων κατὰ τὸν αὐτὸν λόγον ἰδέας εἶναι· ὁμοίως γὰρ τῶν ἀντικειμένων ἔσονταί γε ἢ οὐκ ἔσονται ἰδέαι· τὸ δὲ ἄνισον ὁμολογεῖται καὶ κατ’ αὐτοὺς ἐν πλείοσιν εἶναι. πάλιν δὲ ἐκοινοποίησε τὴν δόξαν ὡς πρὸς οἰκείαν οὖσαν αὐτὴν λέγων, διὰ τοῦ εἰπεῖν ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, γένος λέγων ἀντὶ τοῦ ὑπόστασιν καὶ φύσιν, εἴ γε τὸ πρός τι παραφυάδι ἔοικεν, ὡς ἐν ἄλλοις εἶπεν.

Ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος. λέγουσι τὰ κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα, καὶ ταῦτα εἶναι [*](1 ἀληθεύεσθαι Α2 33 ἐν ἄλλοις] Eth. Nicom. A 4 p. 1096a21) [*](ALT. REC. GR. DISCR. 34 Ὁ δὲ—μετ᾿ ὀλίγον (p. 85,12)] Οἰ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν.—Οἰ τὰς ἴδες δεικνύντες λόγοι τρίτον εἰσάγουσιν ἄνθρωπον. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἐπειδὴ τὰ ὅμοια μετουσίᾳ τινὸς ὅμοια ἀλλήλοις εἰσί, τοῦτο ἔλεγον εἶναι τὴν ἰδέαν. ὅμοιος δὲ ὁ αἰσθητὸς ἄνθρωπος τῷ αὐτοανθρώπῳ ἤτοι τῇ ἰδέᾳ· οὗτοι οὖν μετουσίᾳ τινὸς παρ’ αὐτούς εἰσιν ὅμοιοι, καὶ έστιν οὗτος τρίτος ἄνθρωπος· εἶς ὁ αἰσθητός, ἄλλος ἡ ἰδέα, καὶ ἕτερος ἤγουν τρίτος 6*)

84
εἶναι, ὃ κυρίως ἐστὶ τοῦτο· καὶ τοῦτο εἶναι τὴν ἰδέαν. ἀλλ’ εἰ τοῦτο, καὶ τὸ κατηγορούμενόν τινων κοινῶς, ἄν μὴ ταὐτὸν ᾖ ἐκείνων τινὶ ὧν κατηγορεῖται, ἄλλο τί ἐστι παρ’ ἐκεῖνα (διὰ τοῦτο γὰρ γένος ὁ ὅτι κατηγορούμενος τῶν καθ’ ἕκαστα οὐδενὶ αὐτῶν ἦν ὁ αὐτός), τρίτος ἄνθρωπος ἔσται τις παρά τε τὸν καθ’ ἕκαστα, οἷον Σωκράτη καὶ Πλάτωνα, καὶ παρὰ τὴν ἰδέαν, ἥτις καὶ αὐτὴ μία κατ’ ἀριθμόν ἐστιν. ἦν δέ τις λόγος ὑπὸ τῶν σοφιστῶν λεγόμενος τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος. εἰ λέγοντες “ἄνθρωπος περιπατεῖ” οὔτε τὸν ὡς ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὕτε τῶν καθ’ ἕκαστά τινα (πῶς ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν), ἄλλον τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγορήσαμεν, τούτῳ δὴ τῷ λόγῳ ὄντι σοφιστικῷ ἀφορμὰς ἐνδιδόασιν οἱ χωρίζοντες τὸ κοινὸν τῶν καθ’ ἕκαστα, ὃ ποιοῦσιν οἱ τὰς ἰδέας τιθέμενοι. λέγει δὲ Φανίας ἐν τῷ πρὸς Διόδωρον Πολύξενον τὸν σοφιστὴν τὸν τρίτον ἄνθρωπον εἰσάγειν λέγοντα “εἰ κατὰ μετοχήν τε καὶ μετουσίαν τῆς ἰδέας καὶ τοῦ αὐτοανθρώπου ὁ ἄνθρωπός ἐστι, δεῖ τινα εἶναι ἄνθρωπον ὃς πρὸς τὴν ἰδέαν ἕξει τὸ εἶναι. οὔτε δὲ ὁ αὐτοάνθρωπος, ὅ ἐστιν ἰδέα, κατὰ μετοχὴν ἰδέας, οὔτε ὁ τὶς ἄνθρωπος. λείπεται ἄλλον τινὰ εἶναι τρίτον ἄνθρωπον τὸν πρὸς τὴν ἰδέαν τὸ εἶναι ἔχοντα.” δείκνυται καὶ οὕτως ὁ τρίτος ἄνθρωπος. εἰ τὸ κατηγορούμενόν τινων πλειόνων ἀληθῶς καὶ ἔστιν ἄλλο παρὰ τὰ ὧν κατηγορεῖται, κεχωρισμένον | αὐτῶν [*](63) (τοῦτο γὰρ ἡγοῦνται δεικνύναι οἱ τὰς ἰδέας τιθέμενοι· διὰ τοῦτο γάρ τι αὐτοάνθρωπος κατ’ αὐτούς, ὅτι ὁ ἄνθρωπος κατὰ τῶν καθ’ ἕκαστα ἀνθρώπων πλειόνων ὄντων ἀληθῶς κατηγορεῖται καὶ ἄλλος τῶν καθ’ ἕκαστα ἀνθρώπων ἐστίν) — ἀλλ’ εἰ τοῦτο, ἔσται τις τρίτος ἄνθρωπος. εἰ γὰρ ἄλλος ὁ κατηγορούμενος ὧν κατηγορεῖται, καὶ κατ’ ἰδίαν ὑφεστώς, κατηγορεῖται δὲ κατά τε τῶν καθ’ ἕκαστα καὶ κατὰ τῆς ἰδέας ὁ ἄνθρω- [*](1 ἰδέας Ascl.: τὰ ἴσα Α: τὰς ἰδέας coni. Bonitz coll. v. 2 3 μὴ M: μὲν Α 16 Φανίας] ϋlleri F. Η. G. II 300,24 19 ὃς c. S Bonitz: οὗ Brandis 27 ἔσται] ἔστι Α1) [*](ALT. REC. GR. DISCR. πρὸς ὃν ἀναφερόμενοι οὗτοι ὅμοιοι λέγονται εἶναι πάλιν, ἐπεὶ τὸ κατηγορούμενόν τινων κοινῶς ἐὰν μὴ ταὐτὸν ᾖ ἐκείνων τινὶ ὧν κατηγορεῖται, ἄλλο τί ἐστι παρ’ ἐκεῖνο (1. ἐκεῖνα). ἐπεὶ οὖν ὁ ἄνθρωπος κατηγορεῖται κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ τῆς ἰδέας ἤτοι τοῦ αὐτοανθρώπου, κα) οὐκ ἔστι τὸ κατηγορούμενον πάντῃ ταὐτὸν τῷ Σωκράτει οὔτε τῷ Πλάτωνι οὔτε τῇ ἰδέᾳ εἰ γὰρ ἦν ταὐτόν, ἡ ἰδέα Σωκράτης ἂν ὑπῆρχεν, ὡσαύτως καὶ ὁ Πλατῶν, ἡ πάλιν Πλατῶν ἢ Σωκράτης ἡ ἰδέα, ἢ ὁ Σωκράτης καὶ ἡ ἰδέα Πλατῶν)· εἰ δὲ τοῦτο οὐκ ἐστιν, ἄλλος τίς ἐστι παρὰ τὰ καθἐκαστα καὶ τὴν ἰδέαν ὁ κατηγορούμενος, καὶ οὗτός ἐστιν ὁ τρίτος ἄνθρωπος. εἰ δὲ πάλιν καὶ κατὰ τοῦ τρίτου ἀνθρώπου καὶ τῆς ἰδέας καὶ τοῦ καθέκαστα κατηγορεῖται, καὶ τέταρτος ἔσται ἄνθρωπος, εἴπερ μὴ ἔστι τὸ κατηγορούμενον ταὐτόν τινι ὧν κατηγορεῖται, καὶ τοῦτο ἐπ’ ἄπειρον L)
85
πος, ἔσται τρίτος τις ἄνθρωπος παρά τε τοὺς καθ’ ἕκαστα καὶ τὴν ἰδέαν. οὕτως δὲ καὶ τέταρτος ὁ κατά τε τούτου καὶ τῆς ἰδέας καὶ τῶν καθ’ ἕκαστα κατηγορούμενος, ὁμοίως δὲ καὶ πέμπτος, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔστι δὲ ὁ λόγος οὗτος τῷ πρώτῳ ὁ αὐτός, ἐπεὶ ἔθεντο τὰ ὅμοια τοὐ αὐτοῦ τινος μετουσίᾳ ὅμοια εἶναι· ὅμοιοι γὰρ οἵ τε ἄνθρωποι καὶ αἱ ἰδέαι. ἀμφοτέρους δὴ τοὺς δοκοδντας ἀκριβεστέρους εἶναι λόγους διήλεγξε, τὸν μὲν ὡς καὶ τῶν πρός τι κατασκευάζοντα ἰδέας, τὸν δὲ ὡς τρίτον ἄνθρωπον εἰσάγοντα, εἶτα ἐπ’ ἄπειρον αὔξοντα τοὺς ἀνθρώπους. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον αὐξηθήσεται ὧν λέγουσιν ἰδέας εἶναι. τῇ μὲν οὖν πρώτῃ τοῦ τρίτου ἀνθρώπου ἐξηγήσει ἄλλοι τε κέχρηνται καὶ Εὔδημος σαφῶς ἐν τοῖς Περὶ λέξεως, τῇ δὲ τελευταίᾳ αὐτὸς ἔν τε τῷ τετάρτῳ Περὶ ἰδεῶν καὶ ἐν τούτῳ μετ’ ὀλίγον.

[*](p. 990b17)

Ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν ἰδεῶν λόγοι ἃ μᾶλλον εἷναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι.

Μαλλὸν μὲν καὶ μάλιστα βούλονται τὰς ἀρχὰς εἶναι· αἱ γὰρ ἀρχαὶ αὐτοῖς καὶ αὐτῶν τῶν ἰδεῶν εἰσιν ἀρχαί. ἀρχαὶ δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηκε καὶ ἱστόρηκεν αὐτὸς ἐν τοῖς Περὶ τἀγαθοῦ· ἀλλὰ καὶ τοῦ ἀριθμοῦ ἀρχαὶ αὗται κατ’ αὐτούς. ταύτας δή φησι τὰς ἀρχὰς τοὺς λόγους τούτους τοὺς κατασκευάζοντας τὰς ἰδέας ἀναιρεῖν· ἀναιρουμένων δὲ τούτων ἀναιρεθήσεται καὶ τὰ μετὰ τὰς ἀρχάς, εἴ γε ταῦτα ἐκ τῶν ἀρχῶν, ὥστε καὶ αἱ ἰδέαι. εἰ γὰρ ἐπὶ πάντων ὧν τὸ κοινὸν κατηγορεῖται χωριστόν τε καὶ ἰδέα, κατηγορεῖται δὲ καὶ κατὰ τῆς ἀορίστου δυάδος ἡ δυάς, εἴη ἂν αὐτῆς πρῶτόν τι καὶ ἰδέα· οὕτως δὲ ἂν οὐκέτι ἀρχὴ εἴη ἡ ἀόριστος δυάς. ἀλλ’ οὐδὲ ἡ δυὰς πάλιν εἴη ἂν πρώτη τε καὶ ἀρχή· πάλιν γὰρ κἀκείνης ὁ ἀριθμὸς κατηγορεῖται ὡς ἰδέας· αἱ γὰρ ἰδέαι ἀριθμοὶ αὐτοῖς κεῖνται· ὥστε εἴη ἄν αὐτοῖς πρῶτον ὁ ἀριθμός, ἰδέα τις ὤν. [*](8 αὔξοντα M: αὔξουσα Α 10 Εὔδημος] fr. 115 Speng. 11 ἐν τῷ τετάρτῳ Περὶ ἰδεῶν] cf. fragm. 183 p. 1509b36 17 εἴρηται καὶ ἱστόρηκεν οὗτος Ascl. 17. 18 ἐν τοῖς Περὶ τἀγαθοῦ] fragm. 23 p. 1478a23 21. 22 τὸ et τε Α Ascl.: τι utrobique S 25 ἰδέας] ἰδέα coni. Bonitz 26 αὐτοῖς ἀριθμοὶ κεῖνται καὶ ὡμολόγηνται· ὥστε LF 26 τις ὢν καὶ αὐτός LF) [*](ALT. REC. GR. DISCR. 15 Μᾶλλον—ἀρχή (25)] Οἱ κατασκευαστικοὶ τῶν ἰδεῶν λόγοι, δι’ ὧν οἱ τὰς ἰδέας εἰσάγοντες ἐδείκνυον εἶναι αὑτὰς ἀναιροῦσιν ἃ μᾶλλον τῶν ἰδεῶν ἐβούλοντο εἶναι· ταῦτα δὲ ἤσαν αἱ τῶν ἰδεῶν ἀρχαί, ἥ τε ἀόριστος, φημί, δυὰς καὶ τὸ ἕν. ἀλλὰ καὶ αὐτὰς τὰς ἰδέας τούτοις συναναιροῦσι· τῶν γὰρ ἀρχῶν ἀναιρουμένων συναναιρεῖται καὶ τὰ ἐκ τῶν ἀρχῶν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸν ἀριθμὸν πρῶτον ποιοῦσι τῆς δυάδος, ἀρχῆς οὔσης τῆς. δυάδος τῶν ἀριθμῶν, ὡς καὶ αὐτοῖς τούτοις βούλονται (βούλεται F) ἔτι (fort. εἷναι) καὶ τὸ πρός πρότερον τοῦ καθ’ αὑτό. κατηγορεῖται γὰρ [lac. IX fere litt., add. ἡ δυὰς κατὰ] τῆς ἀορίστου δυάδος καὶ τῆς αἰσθητῆς· πᾶν δὲ τὸ κατηγορούμενον κοινῶς χωριστὸν κατ’ αὐτοὺς καὶ πρῶτόν τι καὶ ἰδέα· οὐκέτι ἄρα ἀρχὴ κατ’ αὐτοὺς ἡ ἀόριστος (ἀχώριστος LF) δυάς. ἀλλ’ οὐδὲ πάλιν ἡ δυὰς εἴη ἂν πρῶτόν τι καὶ ἀρχή LF)

86
εἰ δὲ ταῦτα, ἔσται τῆς ἀορίστου δυάδος, ἥτις ἐστὶν αὐτοῖς ἀρχή, ὁ ἀριθμὸς πρῶτος, ἀλλ’ οὐ τοῦ ἀριθμοῦ ἡ δυάς· εἰ δὲ τοῦτο, οὐκέτι ἂν ἀρχὴ ἐκείνη, εἴ γε μετασχέσει τινός ἐστι τοιαύτη. ἔτι δὲ ὑπόκειται μὲν εἶναι ἀρχὴ τοῦ ἀριθμοῦ, γίγνεται δὲ ὁ ἀριθμὸς κατὰ τὸν προειρημένον λόγον πρῶτος αὐτῆς· ἀλλ’ εἰ ὁ ἀριθμὸς πρός τι (πᾶς γὰρ ἀριθμός τινός ἐστι), καὶ ἔστι πρῶτος ὁ ἀριθμὸς τῶν ὄντων, εἴγε καὶ τῆς δυάδος ἣν ἀρχὴν ὑπέθεντο, εἴη ἄν κατ’ αὐτοὺς τὸ πρός τι πρῶτον τοῦ καθ’ αὑτὸ ὄντος. τοῦτο δὲ ἄτοπον· πᾶν γὰρ τὸ πρός τι δεύτερον. | σχέσιν γὰρ προϋποκειμένης [*](64) φύσεως τὸ πρός τι σημαίνει, ἥτις πρώτη τῆς συμβεβηκυίας σχέσεως αὐτῇ· παραφυάδι γὰρ ἔοικε τὸ πρός τι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς. ἀλλ’ εἰ καὶ λέγοι τις εἶναι τὸν ἀριθμὸν ποσὸν ἀλλὰ μὴ πρός τι, εἴη ἄν ἑπόμενον αὐτοῖς τὸ ποσόν τῆς οὐσίας πρῶτον εἶναι· αὐτὸ δὲ τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι. ἔτι ἕπεται αὐτοῖς τὸ πρός τι τοῦ καθ’ αὑτὸ. ἀρχήν τε καὶ πρῶιον λέγειν εἶναι, καθ’ ὅσον ἀρχὴ μὲν ἡ ἰδέα κατ’ αὐτοὺς τῶν οὐσιῶν, ἔστι δὲ τῇ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ ἐν τῷ παραδείγματι εἶναι, τὸ δὲ παράδειγμα πρός τι· τινὸς γὰρ τὸ παράδειγμα παράδειγμα. ἔτι εἰ ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴη ἂν τὰ πρὸς αὐτὰς γιγνόμενα καὶ ὧν εἰσιν αἱ ἰδέαι εἰκόνες ·ἐκείνων, οὕτως τε λέγοι ἄν τις πάντα τὰ κατὰ φύσιν συνεστῶτα πρός τι γενέσθαι κατ’ αὐτούς· πάντα γὰρ εἰκόνες καὶ παραδείγματα. ἔτι εἰ τὸ εἶναι ταῖς ἰδέαις ἐν τῷ παραδείγμασιν εἶναί ἐστι, τὸ δὲ παράδειγμα τοῦ πρὸς αὐτὸ γιγνομένου χάριν ἐστί, τὸ δὲ δι’ ἄλλο ὂν ἀτιμότερον ἐκείνου, ἔσονται αἱ ἰδέαι ἀτιμότεραι τῶν γιγνομένων πρὸς αὐτάς.

[*](3 μετασχέσει Ascl. Brandis, cf. p. 89, 18: μετὰ σχέσεως ALF Bonitz 8. 9 προϋποκειμένης γὰρ φύσεως σχέσιν τὸ LF 10 ἐν τοῖς Ἠθικοῖς] Eth. Nicom. Α 4 p. 1096a21 11 προς—αὐτοῖς τὸ (13) M: om. Α 12 πρῶτον εἶναι. αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὴν λέγει, ὅπερ ἐστὶν ἀριθμοῦ· τὸ δὲ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι Ascl. 14 εἶναι λέγειν LF 14. 15 τῶν οὐσιῶν κατ’ αὐτούς LF 15 τῇ ἰδέᾳ] τι ἡ ἰδέα LF ἐν τῷ παράδειγμά τι εἶναι L 17 αὐτὰς S Ascl.: αὐτὰ Α 18 αἱ om. LF ἐκείνων LF Ascl.: εἰκόνων AS οὕτως οὖν λέγοιντο ἂν πάντα LF)[*](ALT. REC. GR. DISCR. 1 δυάδος—αὐτῆς (5)] δυάδος πρῶτος ὁ ἀριθμὸς καὶ ἀρχή, καὶ οὐκέτι κατ’ αὐτοὺς ἀρχὴ ἡ ἀόριστος δυάς, ἀλλ’ ὁ ἀριθμός, ὡς εἴρηται, ἀρχὴ ταύτης. εἰ δὲ τοῦτο, οὐκέτι ἂν ἀρχὴ ἐκείνη, εἴ γε μετὰ σχέσεως τινός ἐστι τοιαύτη· ὡς γὰρ ἀόριστος δυὰς ἀρχὴ ἐτίθετο, ὡς δὲ δυὰς οὐκ ἀρχή ἐστιν, εἴ γε κατ’ αὐτῆς ὁ ἀριθμὸς κατηγορεῖται LF 7 ὑπετίθεντο καὶ ἰδέαν, ἡ ἰδέα δὲ καθ’ αὑτό, τὸ πρός τι ἄρα τοῦ καθ’ αὑτὸ ὄντος πρότερον. τοῦτο δὲ ἄτοπον (8) LF 11 ἀλλ’ εἰ—πρός τι (13)] εἰ δέ τις λέγει τὸν ἀριθμὸν μὴ εἶναι πρός τι ἀλλὰ ποσόν, καὶ οὕτως τὸ συμβεβηκὸς πρότερον τῆς οὐσίας LF 19. 20 εἰκόνες—αὐτάς (23)] εἰκόνες παραδειγμάτων καὶ αὐτὰ παραδείγματα. ἔτι εἰ τὸ παράδειγμα ἄλλ(??)υ χάριν ἐστὶ τοῦ πρὸς αὐτὸ γινομένου, τὸ δὲ ἄλλου χάριν χεῖρόν ἐστι καὶ ἀτιμότερον τοῦ οὗ χάριν ἐστί, χείρονες ἄρα καὶ ἀτιμότεραι αἱ ἰδέαι τῶν φύσει συνεστώτων LF)
87
[*](p. 990b21)

Καὶ πάνθ’ ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς.

Τοιοῦτοί τινές εἰσιν οἱ λόγοι οἱ διὰ τῆς τῶν ἰδεῶν θέσεως τὰς ἀρχὰς αὐτῶν ἀναιροῦντες πρὸς τοῖς προειρημένοις. εἰ τὸ κοινῶς τινων κατηγορούμενον ἀρχή τε καὶ ἰδέα ἐκείνων, κατὰ δὲ τῶν ἀρχῶν κοινῶς ἡ ἀρχὴ κατηγορεῖται καὶ κατὰ τῶν στοιχείων τὸ στοιχεῖον, εἴη ἄν τῶν ἀρχῶν πρῶτόν τι καὶ ἀρχὴ καὶ τῶν στοιχείων· οὕτως δὲ οὔτε ἀρχὴ οὔτε στοιχεῖον εἴη. ἔτι ἰδέα ἰδέας· οὐκ ἔστι πρότερον· ὁμοίως γὰρ αἱ ἰδέαι ἅπασαι ἀρχαί. ἔστι δὲ τὸ αὐτοὲν καὶ ἡ αὐτοδυὰς ὁμοίως. ἰδέα καὶ αὐτοάνθρωπος καὶ αὐτοΐππος καὶ ἑκάστη τῶν ἄλλων ἰδεῶν· οὐκ ἔσται ἄρα αὐτῶν ἄλλης πρώτη, ὥστε οὐδὲ ἀρχή· οὐκ ἄρα ἀρχὴ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἔτι ἰδέαν ὑπὸ ἰδέας εἰδοποιεῖσθαι ἄτοπον· πᾶσαι γὰρ εἴδη· εἰ δέ εἰσιν ἀρχαὶ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς, ἔσται ἰδέα ὑπὸ ἰδέας εἰδοποιουμένη· ἡ γὰρ αὐτοδυὰς ὑπὸ τοῦ αὐτοενός· οὕτως γὰρ αὐτὰς ἀρχὰς λέγουσιν εἶναι, ὡς τοῦ μὲν ἑνὸς εἴδους ὄντος, ὕλης δὲ τῆς δυάδος· οὐκ ἄρα ἀρχὴ ταῦτα. εἰ δὲ μὴ φήσουσι τὴν ἀόριστον δυάδα ἰδέαν εἶναι, πρῶτον μὲν ἔσται πρῶτόν τι αὐτῆς οὔσης ἀρχῆς· ἡ γὰρ αὐτοδυάς, ἧς κατὰ μετουσίαν καὶ αὐτὴ δυάς, ἐπεὶ μή ἐστιν αὕτη ἡ αὐτοδυάς· κατὰ μετουσίαν γὰρ κατηγορηθήσεται αὐτῆς ἡ δυάς, ἐπεὶ καὶ τῶν δυάδων. ἔτι εἰ ἁπλαῖ αἱ ἰδέαι, οὐκ ἂν ἐξ ἀρχῶν διαφόρων εἶεν, διάφορα δὲ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἔτι τὸ πλῆθος τῶν δυάδων θαυμαστὸν ἔσται, εἰ ἔστιν ἄλλη μὲν ἡ αὐτοδυάς, ἄλλη δὲ ἡ ἀόριστος δυάς, ἄλλη δὲ ἡ μαθηματική ᾗ ἀριθμοῦντες χρώμεθα, οὐδεμιᾷ ἐκείνων ἡ αὐτὴ οὖσα, καὶ ἔτι παρά ταύτας ἡ | ἐν τοῖς ἀριθμητοῖς [*](65) καὶ αἰσθητοῖς. ἄτοπα δὲ ταῦτα, ὥστε δηλονότι αὐτοῖς τοῖς τιθεμένοις ὑπ’ [*](18 κατὰ—κατηγορθήσεται Bonitz: κατὰ μετουσίαν· κατηγορηθήσεται γὰρ AS) [*](ALT. REC. GR. DISCR. 3 Τοιοῦτοι—ἰδεῶν (p. 88, 2)] Οἱ ὁμολογήσαντες τὰς ἰδέας εἶναι καὶ θέμενοι ταύτας ἀρχὰς ἠναντιώθησαν ταύταις ἤτοι ἔδειξαν μὴ εἶναι ταύτας ἀρίας ἐξ ὧν κατεσκεύαζον. εἰ γὰρ πᾶν τὸ κατηγορούμενον κοινῶς καθ’ αὐτό τέ ἐστι καὶ κεχώρισται τῶν ὧν κατηγορεῖται κατ’ αὐτούς, κατηγορεῖται δὲ κτὰ τῶν ἀρχῶν ἡ ἀρχὴ καὶ κατὰ τῶν στοιχείων τὸ στοιχεῖον, κεχώρισται καὶ ἡ ἀρχὴ τῶν ἀρχῶν καὶ τῶν στοιχείων τὸ στοιχεῖον ὡς κατηγορούμενα κατὰ πολλῶν ἀρχῶν τε καὶ στοιχείων, καὶ οὐκέτι εἰσὶν αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα πρῶτα, ἀλλὰ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον. ἀνῄρηνται ἄρα αἵ τε ἰδέαι ὡς ἀργαί, καὶ ἡ ἀόριστος δυὰς καὶ ἡ μονὰς ὡς στοιχεῖα, καὶ οὐκέτι ἀρχαὶ καὶ στοιχεῖά εἰσιν (εἰς L) ἃ ἐκεῖνοι ὑπετίθεντο. εἰ αὖθίς τις καὶ τούτων κατηγορήσει τὴν ἀρχὴν ἡ τὸ στοιχεῖον, ὁδεύσει ἐπὶ τὸ ἄπειρον· καὶ οὕτως τοῦ πρώτου μὴ λαμβανομένου οὐκ ἔστιν οὔτε ἀρχὴ οὔτε στοιχεῖον. ἔτι ἰδέα ἰδέας οὐκ ἔστι προτέρα· ὁμοίως γάρ εἰσι πᾶσαι ἀρχαί. ἔστι δὲ τὸ αὐτοὲν καὶ ἡ αὐτοδυὰς καὶ ὁ αὐτοάνθρωπος καὶ ὁ αὐτοϊππος καὶ ἕκαστα τῶν ἄλλων ἰδεῶν ὁμοίως ἰδέαι· οὐκ ἔσται ἄρα αὐτῶν ἄλλη ἄλλης πρώτη. εἰ δὲ μὴ τοῦτο, οὐκ ἄρα ἡ ἀόριστος δυὰς κατ᾿ αὐτοὺς καὶ τὸ [καὶ τὸ] ἓν ἀρχαὶ τῶν ἰδεῶν ὁμοίως ἰδέαι ὄντα[· ὄντα· ἀνῄρηται ἄρα τὸ εἶναι τὴν δυάδα καὶ ἀρχὰς τῶν ἰδεῶν. ἀρκεῖ δὴ ταῦτα πρὸς τὸ ἐναντιωθῆναι ταῖς ἀρχαῖς (τὰς ἀρχὰς L) ἤτοι τὸ μὴ δεῖξαι ταύτας ἀρχὰς εἶναι, τὴν ἀόριστον δηλαδὴ δυάδα καὶ τὸ ἐν L: om. F)

88
αὐτῶν περἰ τῶν ἰδεῶν ἔνεστιν ἀκολουθοῦντας ἀναιρεῖν τὰς ἀρχάς, αἵ εἰσιν αὐτοῖς προτιμότεραι τῶν ἰδεῶν.

[*](p. 990b22)

Ἐτι κατὰ μὲν τὴν ὑπόληψιν, καθ’ ἣν εἶναί φαμεν τὰς ιοεας.

’Ex μὲν τῶν κατασκευαζόντων, φησί, λόγων τὰς ἰδέας ἕπεται αὐτοῖς τὸ μὴ μόνον τῶν οὐσιῶν λέγειν ἰδέας εἶναι ἀλλὰ καὶ ἄλλων πολλῶν, ὡς δέδεικται διὰ τῶν προειρημένων. ὅ τε γὰρ ἀπὸ τοῦ νοεῖσθαί τι κοινὸν ἐπὶ πλείοσι, νοεῖσθαι δὲ καὶ μηκέτι ὄντων τῶν καθ’ ἕκαστα, τῶν φθαρτῶν * * * μόνων οὔσας ἰδέας δείκνυσιν. ἀλλὰ καὶ οἱ ἀπὸ τῶν ἐπιστημῶν ὁμοίως οὐκ οὐσιῶν μόνον ἰδέας δεικνύουσιν ἀλλὰ καὶ ἑτέρων πολλῶν· οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν μόνων τὸ νοεῖσθαι ἔτι, φθειρομένων τούτων ὧν κατηγορεῖται, ἀλλὰ καὶ ἐπὶ ποιῶν καὶ ἐπὶ ποσῶν καὶ ἐφ’ ἑκάστου τούτων τῶν ὄντων, οὔτε ἐπιστῆμαι οὐσιῶν εἰσι μόνων. ἀλλὰ καὶ εἰ τῶν ἀρετῶν εἰσιν ἰδέαι, οὐ μόνον τῶν οὐσιῶν εἶεν ἄν· αἱ γὰρ ἀρεταὶ οὐκ οὐσίαι. τὸ δὲ καὶ ἄλλα μυρία συμβαίνει εἶπεν, ἐπεὶ καὶ ἄλλοι τινές εἰσι λόγοι δεικνύναι βουλόμενοι τὰς ἰδέας, ἐξ ὧν συμβαίνει μὴ μόνων τῶν οὐσιῶν τὰ εἴδη λέγειν. ὅ τε γὰρ ἀπὸ τοῦ κατηγορεῖσθαι ἓν ἐπὶ πολλῶν, ὃ ταὐτὸν πᾶσι διαφέρουσιν ἀλλήλων ὑπάρχει καὶ ἄλλο ὂν ἑκάστου αὐτῶν, οὐκ οὐσιῶν μόνον τὰς ἰδέας λέγει τὸ γὰρ ἓν ἐπὶ πολλῶν κατηγορεῖσθαι οὐκ ἐν οὐσίᾳ μόνον ἀλλὰ καὶ ἐπὶ τῶν συμβεβηκότων. καὶ ὁ τῶν τεταγμένως γι- [*](1 ἔνεστιν c. S Bonitz: ἕν ἐστιν Α 3 Ἔτι δὲ κατὰ Metaph. vulg. 5 μὲν om. LF ἕπεται αὐτοῖς om. LF 6 οὐ μόνων τῶν οὐσιῶν δείκνυται ἰδέας εἶναι ἀλλὰ LF ὡς—προειρημένων (7) om. LF 7 νοεῖν LF 9 “ante μόνων deesse aliquid videtur” Bonitz: exspectes τῶν φθαρτῶν ἰδέας εἰσάγει καὶ οὐ τῶν οὐσιῶν μόνων ἰδέας δείκνυσιν; cf. LF 20 ἐπὶ—καὶ om. Α) [*](ALT. REC. GR. DISCR. 7. 8 ἐπὶ πλείοσι—τοιοῦτοι λόγοι (p. 89,7)] ἐπὶ πολλῶν καὶ μηκέτι ὄντων τῶν καθ’ ἕκαστα κατασκευάζων ἰδέας εἶναι λόγος καὶ τῶν φθαρτῶν, ὡς εἴρηται, ἰδέας εἰσάγει, καὶ οὐ μόνον οὐσιῶν, ἀλλὰ καὶ ποιῶν καὶ ποσῶν καὶ τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν· ἐπὶ πάντων γὰρ τούτων νοεῖταί τι κοινὸν ἐπὶ πολλῶν καὶ μηκέτι ὄντων τῶν καθ’ ἕκαστα, καθ’ ὦν κατηγορεῖται. καὶ ὁ ἀπὸ τῶν ἐπιστημῶν ὡσαύτως· οὐ μόνον γὰρ τῶν οὐσιῶν εἰσιν ἐπιστῆμαι. ἀλλὰ καὶ τῶν ἀρετῶν εἰ εἰσὶν ἰδέαι, καὶ τῶν ποιῶν· αἱ γὰρ ἀρεταὶ οὐκ οὐσίαι. καὶ ὁ ἀπὸ τοῦ κατηγορεῖσθαι ἓν ἐπὶ πολλῶν, ὃ ἄλλο ὃν τῶν καθ’ ὧν κατηγορεῖται διαφερόντων ἀλλήλων, οὑκ οὐσιῶν μόνον τὰς ἰδέας λέγοι, ἀλλὰ καὶ τῶν παρὰ τὴν οὐσίαν γενῶν· τὸ γὰρ ἓν ἐπὶ πολλῶν οὐκ ἐπὶ τῶν οὐσιῶν μόνον ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων εὑρίσκεται. ἀλλὰ καὶ ὁ τῶν τεταγμένως γινομένων αἰτίαν λέγων τὸ πρὸς ἑστὼς (προσεστὸς LF) γίνεσθαί τι παράδειγμα, τοῦτο δὲ τὴν ἰδέαν εἶναι, οὐκ ἐπὶ τῶν οὐσιῶν μόνον ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν. ναὶ μὴν καὶ ὁ ἀπὸ τοῦ ἀληθεύειν τὰς ἰδέας κατασκευάζων οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ ἄλλων πολλῶν (λέγοντες γὰρ συμφωνίας εἶναι πέντε ἀληθεύομεν, καὶ ἁρμονίας τρεῖς τῶν ἐν μουσικῇ· γὰρ τοσαῦται· ἀλλὰ τῶν ἐνταῦθα ὁ ἀριθμὸς ἄπειρος· εἰσὶν ἄρα ἕτερα ἀίδια καθ’ ὧν ἀληθεύομεν) καὶ οὗτος δὴ οὐκ οὐσιῶν μόνον, ἀλλὰ καὶ ἄλλων ἰδέας εἰσάγει. καὶ ἄλλοι δὲ μυρίοι τοιοῦτοι λόγοι ταῦτα ὁμοίως κατασκευάζουσιν LF)

89
νομένων αἰτίαν λέγων τὸ πρὸς ἑστὼς γίνεσθαί τι παράδειγμα, τοῦτο δὲ τὴν ἰδέαν εἶναι οὐκ ἐπὶ οὐσιῶν μόνων. ἀλλὰ καὶ ὁ ἀπὸ τοῦ ὅ τι ἄν ἀληθεύωμεν λέγοντες, τοῦτο ὑπάρχειν λέγων (συμφωνίας δὲ λέγοντες εἶναι πέντε ἢ τρεῖς καὶ ἁρμονίας τρεῖς ἀληθεύομεν, εἰσὶν ἄρα καὶ τοσαῦται· ἀλλὰ μὴν τῶν ἐνταῦθα ὁ ἀριθμὸς ἄπειρος, ἕτερα ἄττα ἄρα ἔστιν ἀίδια καθ’ ἃ ἀληθεύομεν), καὶ οὗτος δὴ οὐκ οὐσιῶν μόνων. εἰσὶ δὲ καὶ ἄλλοι πλείους τοιοῦτοι λόγοι. κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον ταῖς δόξαις ταῖς περὶ αὐτῶν, καθ’ ἃς μεθεκτὰ λέγουσι τὰ εἴδη, μόνων τῶν οὐσιῶν αὐτοῖς ἰδέαι ἔσονται. εἰ γὰρ κατ’ αὐτοὺς αἰτίαι τοῖς πρὸς αὐτὰς οὖσι τοῦ εἶναι, καὶ τῷ μετέχειν αὐτῶν τὰ πρὸς αὐτὰς ὄντα τὸ εἶναι ἔχει, δῆλον ὡς οὐ κατὰ συμβεβηκὸς μετέχοιντο καὶ εἶεν αἴτια τοῖς πρὸς αὐτὰς καὶ δι’ αὐτὰς οὖσιν, ἀλλὰ καθ’ αὑτὸ καθό εἰσιν αὗται. κατὰ συμβεβηκὸς δὲ λέγοιτ’ ἂν μετέχειν τινῶν τὰ μὴ καθὸ τοῖς μετεχομένοις τὸ εἶναί ἐστι, κατὰ τοῦτο μετέχοντα αὐτῶν. οὐδὲ αἱ κατὰ συμβεβηκὸς μετεχόμεναι τὸ εἶναι ἄν ἰοῖς πρὸς αὐτὰς οὖσι παρέχοιεν· οὐ γὰρ τὸ συμβεβηκότος τινὸς τῷ ἀνθρώπῳ μετασχὸν ἄνθρωπος, ἀλλὰ τὸ ἀνθρώπου καθὸ ἄνθρωπος. εἰσὶ δὲ οὐσίαι (οὐ γὰρ δὴ τὰς ἀρχὰς οὐκ οὐσίας ἐροῦσιν· ἔσται γὰρ οὕτως μὴ οὐσίας πρώτη)· καὶ οἷς ἄρα τῇ | αὐτῶν μετασχέσει αἰτίαι αὗται τοῦ εἶναι [*](66) καὶ ταῦτα ἀνάγκη οὐσίας εἶναι. τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι αὐτοῖς. εἰ γὰρ καὶ τῶν οὐκ οὐσιῶν ἰδέαι, οἷον τῶν συμβεβηκότων, πρῶτον μὲν διὰ τί οὐ πάντων τῶν συμβεβηκότων ἀλλὰ τῶν μὲν τῶν δὲ οὔ; ἔτι ἤτοι οὐσίαι ἔσονται αὖ αἱ τῶν συμβεβηκότων ἰδέαι, ἢ οὔ. εἰ μὲν μὴ οὐσίαι, ἔσονται αἱ ἰδέαι οὐκ οὐσίαι ἀρχαὶ οὖσαι· λέγουσι δὲ αὐτὰς οὐσίας. ἔτι ἄτοπον μὴ πάσας τὰς ἰδέας τῆς αὐτῆς εἶναι φύσεως μάλιστα. καὶ εἴ [*](22 αὖ αἱ τῶν Brandis Bonitz: αὐτῶν M: αὖ om. Α) [*](ALT. REC. GR. DISCR. 7 κατὰ δὲ—οὐκ ὐσίαι (p. 90,2)] Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας τὰς περὶ αὐτῶν. — Κατὰ μὲν τοὺς λόγους τοὺς κατασκευάζοντας τὰς ἰδέας οὐ μόνον τῶν οὐσιῶν ἰδέαι εἰσάγονται, ἀλλὰ καὶ τῶν ·ἄλλων τῶν παρὰ τὰς οὐσίας, ὡς εἴρηται· κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον τῶν ὑποθέσεων τῶν τἀς ἰδέας λεγόντων εἶναι τῶν οὐσιῶν μόνων ἰδέαι εἰσίν. ἐπεὶ τὰ πρὸς τὰς ἰδέας ὄντα καὶ γινόμενα εἴδη (ἤδη L) φυσικὰ τὸ εἶναι κατὰ τὸ μετέχειν αὐτῶν, οὐ τῷ (τῶν LF) κατὰ συμβεβηκὸς δηλονότι μετέχειν αὐτῶν ἰδέαι αἰτίαι τοῖς ἐνταῦθά εἰσιν, ἀλλὰ καθό εἰσιν αὗται ἤτοι καθὸ τὸ εἶναι ἔχουσιν αἱ ἰδέαι· κατὰ συμβεβηκὸς δέ λέγοιντ’ ἂν μετέχειν τινός, οὐ καθὸ τὸ εἶναί ἐστι τοῖς μετεχομένοις ἀλλὰ κατά τι τῶν συμβεβηκότων αὑτοῖς· οὐ γὰρ τῷ (τὸ LF) μετασχεῖν τινος τῶν τῷ αὐτοανθρώπῳ ἄνθρωπός ἐστιν ἀλλὰ καθὸ αὐτοάνθρωπος. εἰσὶ δὲ αἱ ἰδέαι οὐσίαι· οὐ γὰρ δὴ τὰς ἀρχὰς μὴ οὐσίας ἐροῦσιν· οὕτως γὰρ τῆς οὐσίας αἰτία τὴν μὴ οὐσίαν ἐροῦσι, καὶ ἔστι πρώτη τῆς οὐσίας ἡ μὴ οὐσία· οἷς ἄρα τῇ τῶν ἰδεῶν μεθέξει τὸ εἶναι αὐτοῖς οὐσία ἐστί, καὶ ταύτας ἀνάγκη οὐσίας εἶναι. τῶν οὐσιῶν <ἄρα>μόνον αὑτοῖς ἔσονται ἰδέαι· γὰρ καὶ τῶν οὐκ οὐσιῶν ἰδέαι ἤτοι τῶν συμβεβηκότων εἰσίν, πρῶτον μὲν διὰ τί μὴ πάντων τῶν συμβεβηκότων ἰδέαι εἰσί; τῶν γὰρ πρός τι λέγουσιν ἰδέας εἶναι. εἶτα αἱ ἰδέαι τῶν μὴ οὐσιῶν ἢ οὐσίαι ἔσονται ἢ οὐκ οὐσίαι. εἰ μὲν οὐκ οὐσίαι, ἔσονται ἀρχαὶ οὐκ οὐσίαι· λέγουσιν δὲ τὰς ἀρχὰς τῶν ὄντων οὐσίας εἶναι· εἰ δὲ οὐσίαι, πῶς τῶν μετεχόντων αὐτῶν τὰ μὲν οὐσίαι τὰ δ’ οὐκ οὐσίαι καὶ γίνονται καὶ εἰσί; καὶ ἔτι ἄτοπον μὴ πάσας τάς ἰδέας τῆς αὐτῆς εἶναι φύσεως LF)
90
τις λέγοι νοήματα αὐτὰς εἶναι ἢ οὐσίας, πῶς τῶν μετεχόντων οὐσιῶν καθ’ αὑτὸ τὰ μὲν οὐσίαι γίνονται καὶ εἰσί, τὰ δὲ οὐκ οὐσίαι;

[*](p. 990b30)

Ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν, ᾖ μὴ καθ’ ὑποκειμένου λέγεται.

Τουτέστιν ἀλλὰ δεῖ ταύτῃ ἑκάστου τῶν εἰδῶν τὰ πρὸς αὐτὰ τὸ εἶναι ἔχοντα μετέχειν, ᾗ μὴ ἐν ὑποκειμένῳ τι καὶ αὐτὸ ἔχει, τουτέστιν ᾗ μὴ κατὰ συμβεβηκὸς καὶ ἀπὸ συμβεβηκότος τινὸς αὐτῷ λέγεται. τῷ γὰρ καθ’ ὑποκειμένου νῦν ἀντὶ συμβεβηκότος κέχρηται. καθ’ αὑτὸ οὖν, φησί, τὰ πρὸς τὰς ἰδέας ὄντα τε καὶ γινόμενα καὶ δι’ αὐτὰς ὄντα μεθέξει αὐτῶν, οὐκέτ’ ἂν συμβεβηκότος τινὸς αὐτοῖς. οὕτως δὲ οὐσίαι τὰ πρὸς τὰς ἰδέας ὄντα εἶεν, τῶν οὐσιῶν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς μετέχοντα. παρέθετο δὲ τοὐ κατὰ συμβεβηκὸς παράδειγμα· ἡ γὰρ δυὰς ἡ κατὰ μετουσίαν τῆς δυάδος οὖσα δυάς, εἰ ἀιδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκὸς ἀιδίου, ἐπεὶ ἀιδίου ἡ δυὰς μετέχουσα δυάς ἐστιν· οὐκέτι δὲ κατὰ συμβεβηκὸς δυάδος, ἐπεὶ ὁμοίως ἄν ἦν δυὰς ὡς καὶ ἀίδιος· οὐκ ἐκείνῃ δὲ τῇ δυάδι τὸ εἶναι δυάδι ἐν τῷ ἀιδίῳ αὐτῇ εἶναι, ἀλλ’ ἦν τοῦτο συμβεβηκὸς αὐτῇ. διὸ εἰ καὶ ἀιδίου τι μετέχον δυάδος λέγοιτο μετέχειν, κατὰ συμβεβηκὸς ἄν μετέχοι δυάδος. ἐπεὶ τοίνυν δυάδος μὲν καθ’ αὑτὸ μετέχει, ἀιδίου δὲ κατὰ συμβεβηκός, δυὰς μέν ἐστι καὶ κατὰ τοῦτο ὁμοία ἐκείνῃ, ἀίδιος δὲ οὔ· οὐ γὰρ ὅμοια τὰ κατὰ συμβεβηκὸς μετέχοντά τινων ἐκείνοις ὧν οὕτω μετέχει. εἰ τοίνυν τὰ ἐνταῦθα ὅμοια ταῖς ἰδέαις, οὐ κατὰ συμβεβηκὸς αὐτῶν ἀλλὰ καθ’ αὑτὸ μετέχει· τὸ δὲ οὐσίας καθ’ αὑτὸ μετέχον οὐσία. τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι κατὰ τὸ ἀκόλουθον αὐτοῖς [*](3 ᾖ μὴ Μ: ᾗ μὲν Α 5 Τουτέστιν—δύναται τὸ (p. 91,25. 26) om. F 6 καὶ αὑτὸ] τὸ εἶναι recte coni. Bonitz, cf. L 7 αὐτῶ LF coni. Brandis: αὐτοῦ Α τῷ M: τό Α 13 εἰ] καὶ Ascl. 14 ἀιδίου ἡ δυὰς] exspectes tale aliquid ἀίδιος ἡ δυὰς ἧς μετέχουσα δυάς ἐστιν, vel ἀιδίου οὔσης τῆς δυάδος μετέχουσα; cf. L 19 κατὰ συμβεβηκὸς δὲ ἀιδίου L ἐστιν ἡ αἰσθητὴ καὶ κατὰ τοῦτο L 20 ἐκείνοις L: ἐκείν·ῳ Α 21 ὧν L: ᾧ Α οὕτω] κτὰ συμβεβηκὸς L εἰ οὖν τοίνυν L 22 μετέχει] μετέχειν L μετέχοντα L) [*](ALT. REC. GR. DISCR. 5 Τουτέστιν—δυάδος (18)] τουτέστι τὸ μετέχον (μετέχειν L) τοῦ μετεχομένου εἰ πρὸς αὐτὸ τὸ εἶναι ἔχει, καθὸ τὸ μετεχόμενόν ἐστι, τὸ εἶναι αὐτῷ αὐτὸ L) ὑπάρχειν, εἰ μὴ ἀπὸ συμβεβηκότος αὐτῷ τινος τῷ μετεχομένῳ λέγεται εἶναι. τὸ γὰρ καθ’ ὑποκειμένου νῦν ἀντὶ τοῦ ἐν ὑποκειμένῳ ἤτοι ἀντὶ τοῦ συμβεβηκότος εἴρηται εἰς παράδειγμα οὖν τοῦ κατὰ συμβεβηκὸς παρέθετο τὴν δυάδα. εἰ γὰρ αἰσθητὴ δυὰς κατὰ μετουσίαν τῆς αὐτοδυάδος ἀιδίου οὔσης δυὰς οὖσα τῆς ἀιδίου μετέχει δυάδος, ἀλλὰ καθ’ αὑτὸ μὲν δυάδος, κατὰ συμβεβηκὸς δὲ ἀιδίου, ἐπεὶ εἰ μὴ κατὰ συμβεβηκὸς τοῦ ἀιδίου μετεῖχεν, οὐδὲν ἄν διέφερεν ἡ αἰσθητὴ δυὰς τῆς αὐτοδυάδος. τῇ δὲ αὐτοδυάδι τὸ εἶναί ἐστιν <add. οὐ>καθὸ ἀίδιός ἐστι τοῦτο γὰρ αὐτῇ συμβέβηκεν), ἀλλὰ καθὸ δυάς· εἰ οὖν, καθὸ ἀίδιος, τὸ εἶναι ἐκείνῃ ὑπῆρχε, κατὰ συμβεβηκὸς δὲ ἡ δυάς, μεθέξει δὲ ταύτης ἡ αἰσθητὴ δυὰς ἐλέγετο, ἀίδιος μέν ἦν καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ δυάς L 23. p. 91,1 κατὰ τὸ ἀκόλουθον τῆς ὑποθέσεως Τῶν τὰς ἰδέας λεγόντων εἶναι καὶ τὸ ἀναγκαῖον L)

91
καὶ τὸ ἀναγκαῖον, εἴ γε οὐσίαι μὲν ἐκεῖναι, τὰ δὲ τῶν οὐσιῶν μετέχοντα καθ’ αὑτὸ οὐσίαι· τὰ γὰρ αὐτὰ ἐνθάδε οὐσίαν σημαίνει καὶ ἐπὶ τῶν ἀιδίων, οἷον ἄνθρωπος ἐνταῦθα οὐσία κἀκεῖ, τὸ θερμὸν ποιὸν καὶ ἐνταῦθα οὗ ὄντος ὑγιοῦς, τῶν παρ’ ἡμῖν οὐσιῶν μόνων ἀκολουθήσει λέγειν αὐτοῖς ἰδέας εἶναι, εἰ αἱ ἰδέαι οὐσίαι. γράφεται έν τισιν ‘‘ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν, ᾗ καθ’ ὑποκειμένου λέγεται”. καὶ εἴη ἂν λέ|γων διὰ [*](67) ταύτης τῆς γραφῆς τὸ δεῖν τὰ μετέχοντα τῆς ἰδέας καθ’ αὑτὸ μετέχειν αὐτῆς, καὶ κατὰ τοῦτο καθὸ καθ’ ὑποκειμένων αὐτῶν κατηγορηθήσεται. ὥστε εἰ μὲν τῆς δυάδος ὁ λόγος ἐφαρμόζει τῷ μετέχειν δυάδος λεγομένῳ, δυάδος μετέχειν, εἰ δὲ μὴ δυάδος ἀλλ’ ἀιδίου ὁ λόγος ἐφαρμόζει τῷ μετασχόντι, ἐκείνου μετέχειν. τὸ δὲ ὥστε ἔσται οὐσία τὰ εἴδη εἶπεν ἀντὶ τοῦ ὥστε εἰ ἔσται τὰ εἴδη, οὐσία· ἢ ὥστε ἔσται μόνῃ οὐσίᾳ τὰ εἴδη· τοῦτο γὰρ κεῖται. ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ. οὐ γὰρ δὴ εἰ ἡ παρ’ ἡμῖν ποιότης ἐν ἐκείνοις ἐστὶν οὐσία, δεήσει τῶν οὐσιῶν τῶν ἐνταῦθα μόνων ἰδέας εἶναι λέγειν· οὐ γὰρ δὴ οἷόν τε ἐκείνων οὐσιῶν οὐσῶν, τῶν πρὸς αὐτὰς γιγνομένων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ ἄλλο τι. ταῦτα γὰρ ἐνταῦθά τε οὐσίαν σημαίνει κἀκεῖ. ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν; εἰ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς μετέχει τὰ ἐνταῦθα τῶν ἰδεῶν, τί, φησί, σημαίνει αὐτοῖς τὸ λέγειν εἶναί τι παρὰ ταῦτα, τουτέστι τὰ αἰσθητά, τοῦτο ὃ ἓν ὂν ἐπὶ πολλῶν λέγεται καὶ ἔστιν ἓν πολλῶν τῶν ἐνταῦθα παράδειγμα; οὐ γὰρ ἔσται τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῶν πρὸς αὐτὸ γεγονότων λεγόμενον κατὰ συμβεβηκός (οὔτω γὰρ πάντα πάντων μετέχειν δύναται)· καὶ οὐκ ἔστι τὸ κατὰ συμβεβηκὸς μετέχον τινὸς οὔτε κυρίως ἐκείνου μετέχον, οὔτε τὸ εἶναι ἔχον ἀπ’ ἐκείνου καθὸ ἐκεῖνό ἐστιν, οὔτε ὡμοιωμένον αὐτῷ. ἢ δύναται τὸ ἢ τί ἔσται τὸ εἶναι φάναι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν εἰρῆσθαι ὡς ἑπόμενον τῷ ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ· εἰ γὰρ μὴ τοῦτο, τί ἐστι τὸ λεγόμενον ὑπ’ αὐτῶν τὸ εἶναί τι παρὰ αὐτὰ τὰ αἰσθητὰ τὸ ἓν ἐπὶ πολλῶν κατηγορούμενον; ὡς γὰρ τῆς αὐτῆς φύσεως δηλουμένης ὑπό τε τοῦ ἑνὸς ἐπὶ πολλῶν καὶ τῶν πολλῶν, καθ’ ὧν τὸ ἕν, οὕτω λέγεται. δεδειγμένου δὲ τούτου προσθείη ἄν τις τούτῳ τὸ εἰ κατὰ [*](1. 2 καθ’ αὑτὰ μετέχοντα L 3 ὁ ἄνθρωπος L 6 ἑκάστη Α 10 εἰ δὲ MS: τὸ δὲ A 12 μόνῃ οὐσίᾳ] μόνη οὐσία coni. Bonitz 13 ταῦτα] sic etiam Metaph. libri praeter unum omnes: sed ταὐτὰ hic et vv. 17. 27 recte mavult Bonitz 15 λέγειν Brandis Bonitz: λέγει AM 16 εἶναι c. S Brandis, cf. p. 90,6 92,22: αὐτοῦ AM 24 μετέχον τινὸς LF: μετέχειν τινὸς AS 25 ἢ δύναται—γίνεσθαι (p. 92,28) om. L 27 οὐσίαν c. S Bonitz: οὐσίας Α 28 ἐστι] ἔσται coni. Bonitz) [*](ALT. REC. GR. DISCR. 4 κἀκεῖ· εἰ οὖν ἐκεῖνα οὐσίαι καὶ συμβεβηκότα, τῶν οὐσιῶν ἄρα μόνων αἱ ἰδέαι εἰσίν omissis οὗ ὄντος—κἀκεῖ (17) L 18 εἰ μὴ καθ’ αὐτὸ ἀλλὰ κατὰ συμβεβηκός, φησί, μετέχει τὰ ἐνταῦθα τῶν ἰδεῶν, τί ἐστι τὸ λεγόμενον παρ’ αὐτῶν τὸ εἶναί τι παρὰ ταῦτα, τουτέστι τὰ αἰσθητά, ἓν ἐπὶ πολλῶν τῶν ἐνταῦθα παράδειγμα (21) L 22 τὸ ἓν ἐπὶ πολλῶν τῶν ἐνταῦθα πρὸς αὐτὸ γεγονότων λεγόμενον L)
92
τὴν οὐσίαν τὰ ἐνθάδε τῶν ἰδεῶν μετέχει, διαφέρει δὲ τὰ ἐνθάδε, ἤτοι καὶ ἐν ταῖς ἰδέαις, πρὸς ἃς τὰ διαφέροντά ἐστιν, αἱ αὐταί εἰσι διαφοραί, ἢ ἀνάλογον ταύταις. παρὰ γὰρ ἐκείνων τὰ ἐνταῦθα τὸ εἶναι ἔχοντα, παρ’ ἐκείνων ἕξει τὸ διαφέρειν, ἐπεὶ κατ’ οὐσίαν αὐτοῖς ἡ διαφορά, ἣν παρ’ ἐκείνων ἔχουσι. διὰ τοῦτο γὰρ ἄλλη ἰδέα ἄλλου εἴδους ἐστὶ παρεκτική, ἐπεὶ οὐδὲν ἐκώλυεν ἂν μίαν αὐτῶν πάντων. ὥστε ἑκάστη ἰδέα ἤτοι κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ἡ αὐτὴ ἔσται τοῖς πρὸς αὐτὴν γιγνομένοις, ἢ πάντως γε δύναμίν τινα ἕξει τοῦ ἡ μὲν τοῦδε ἡ δὲ τοῦδέ τινος ποιητικὴ εἶναι καὶ παρεκτική, καθ’ ὃ καὶ αἱ διαφοραὶ τοῖς πρὸς αὐτὰς τὸ εἶναι ἔχουσιν. [*](68) ἔσται δὲ ἡ τοιαύτη καὶ ἐν ἐκείναις διαφορά, ἥτις καὶ τοῖς ἐνθάδε τοῖς διαφέρουσιν ἀλλήλων, ἢ ἀνάλογόν γε. ἔστι δὲ τῶν ἐνταῦθα τὸ μὲν ζῷον λογικὸν τὸ δὲ ζῷον ἄλογον, καὶ ἔστιν ἑκατέρου τῶν ἰδίων τούτων ἰδέα παρεκτική· καὶ ἐν ἐκείναις ἄρα ἔστι τὸ λογικόν τε καὶ ἄλογον ἢ ἀνάλογόν τι τούτοις, καθ’ ἃ ἡ μὲν τοῦ λογικοῦ ἡ δὲ τοῦ ἀλόγου ἐστὶ παρεκτική. καὶ ὃν λόγον ἔχει πρὸς ἄλληλα τὰ πρὸς ἐκείνας καὶ ἀπ’ ἐκείνων τὸ εἶναι ἔχοντα, τοῦτον κἀκεῖνα πρὸς ἃ ταῦτα γέγονε, τὸ λογικὸν καὶ ἄλογον, ἤτοι ἐναντία, ἢ τὸ μὲν ἕξις τὸ δὲ στέρησις. ἔστιν ἄρα καὶ ἐν ταῖς ἰδέαις θάτερον τούτων. εἰ δὲ τοῦτο, πῶς ἁπλαῖ ἔτι; ἔτι δέ, εἰ ἔστι νοήματα, ὥσπερ φασί τινες, καὶ ἐν τῷ νοεῖσθαι ἰδέαις ἡ ὑπόστασις. πῶς ἅμα ὁ νοῶν αὐτὰς νοήσει; ἀδύνατον γὰρ ἅμα τὰ ἐναντία νοεῖν ἢ τὰ ἀντικείμενα, ὅπου γε οὐδὲ ἁπλῶς πλείω. εἰ δὲ παρὰ μέρος νοοῦνται, ὠκύμοροι, οὐκ ἀίδιοι· ὅτε γὰρ μὴ νοοῦνται, οὐκ ἔσονται, εἴ γε τὸ εἶναι αὐτῶν ἐν τῷ νοεῖσθαι. τὰ γὰρ τῇ αὐτῇ φύσει ἀδύνατα πᾶσίν ἐστιν ἀδύνατα, ὥσπερ ἀδύνατον ἦν τὸ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ, ὁμοίως πανταχοῦ καὶ παρὰ πᾶσίν ἐστι τοιοῦτον· καὶ γὰρ καὶ παρὰ τοῖς θεοῖς. ἔτι εἰ νοήματα, οὐκ οὐσίαι, καὶ ἔσονται αἱ ἀρχαὶ οὐκ οὐσίαι. ἔτι πῶς πρὸς μὴ οὐσίαν οὐσία γίνεται; ὡς γὰρ ἄτοπον τὸ πρὸς οὐσίαν γινόμενον μὴ εἶναι οὐσίαν, οὕτως ἄτοπον καὶ τὸ πρὸς μὴ οὐσίαν οὐσίαν γίνεσθαι.

[*](p. 991a2)

Καὶ εἰ μὲν τὸ αὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων.

Ἐκ διαιρέσεως ἡ ἐπιχείρησις, καὶ ἐκ διαιρέσεως ἀντιφατικῶς διῃρη- [*](3 γὰρ ἐκείνων c. S Brandis Bonitz: γὰρ ἐκείνοις ΑΜ 6 αὐτῶν S Brandis Bonitz: αὐτοῦ AM post αὐτῶν addendum εἶναι censet Brandis 9 τὸ Μ: om. Α 15 τὰ Brandis Bonitz: τὸ AM 17. 18 horum utrumque S: ἑκάτερον coni. Bonitz 19. 20 αὐτὰς c. S Bonitz: αὐτοῖς AM 20 τὰ ἐναντία MS: τὸ ἐναντίον Α 21 νοοῦνται M: νοοῦν τε A 22 εἴ γε τὸ εἶναι αὐτῶν c. S Bonitz: εἰ δὲ τὸ αὐτὸ αὐτῶν Α Brandis puncto ante εἰ posito 23 τῇ αὐτῇ φύσει] ipsi naturae S: αὐτῇ τῇ φύσει coni. Bonitz ὥσπερ] ut quia S: ὥσπερ ἐπεὶ coni. Bonitz 30 ’Ex διαιρέσεως—ὑπαρχόντων (p. 95,2)] om. F ἀντιφατικῶς scripsi coll. L: α divisione per contradictionem partita S: δι’ ἀντιφάσεως coni. Bonitz) [*](ALT. REC. GR. DISCR. 30 ἡ ἐπιχείρησις αὕτη ἐκ διαιρέσεως ἐστιν ἀντιφατικῆς. ἡ γὰρ τὸ αὐτὸ εἶδός ἐστι τῶν τε ἰδεῶν καὶ τῶν ἐνταῦθα οὐσιῶν ἡ οὐ τὸ αὐτό. εἰ ὦν τὸ αὐτὸ εἶδος καὶ ὁ λόγος ὥσπερ ἐπὶ τοῖς κτλ. (p. 93,2) L)

93
μένῃς. ἤτοι γὰρ ταὐτὸν εἶδος καὶ ὁ λόγος τῶν τε ἰδεῶν καὶ τῶν μετεχόντων αὐτῶν, ἢ οὐ τὸ αὐτό. εἰ μὲν οὖν τὸ αὐτό, ὥσπερ ἐπὶ τοῖς μετέχουσιν, οὖσιν ὁμοειδέσιν, ἔστι τι κοινόν, οὕτω καὶ ἐπὶ τούτοις καὶ τῇ ἰδέᾳ ἀφ’ ἧς ταῦτα, κοινόν τι ἔσται κατηγορούμενον· ὁμοειδὴς γὰρ κἀκείνη τούτοις. εἰ δὲ τοῦτο. ἔσται αὐτῶν τὸ κοινῶς κατηγορούμενον ἰδέα, καὶ οὕτως ἰδέα ἄν ἰδέας εἴη, καὶ τοῦτο εἰς ἄπειρον ἄν προίοι. ἔστι δὲ τὸ νῦν λεγόμενον ὑπ’ αὐτοῦ, ὃ ἐξηγούμενοι τὸν τρίτον ἄνθρωπον δεύτερον ἐθήκαμεν. δείξας ὅτι τὰ μὲν τῶν ἰδεῶν μετέχοντα οὐ κατὰ συμβεβηκὸς αὐτῶν μεθέξει, εἴ γε τὸ εἶναί τε αὐτοῖς ὅλως καὶ τοῖσδέ τισι διὰ τὸ μετέχειν ἐκείνων, ἐπήνεγκε τοῦτο ὡς ἴσον ὂν τῷ εἰ μὲν οὖν, ὡς δέδει.κται, | τὸ αὐτὸ [*](69) εἶδος τῶν τε ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινὸν ἐπί τε τῇ ἰδέᾳ ἑκάστῃ καὶ τοῖς πρὸς ἑκάστην αὐτῶν οὖσιν· οὕτως δὲ ὁμοειδῆ ὄντα τὰ τῇδε ἐκείνοις, ἐπεὶ οὐσίαι ἐκεῖναι, οὐσίαι καὶ τὰ πρὸς αὐτὰ ἔσται· οὕτω δὲ μόνων ἄν εἶεν τῶν οὐσιῶν ἰδέαι. εἰ δὲ μή, καὶ οὕτως ἐρεῖ τὸ ἑπόμενον ἄτοπον. τὸ δὲ τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν δυάδων τῶν πολλῶν μὲν ἀιδίων δέ, τὸ δυὰς εἶναι ἓν καὶ ταὐτόν, ἢ ἐπὶ ταύτης καὶ τῆς τινός; τοῦτο κατασκευαστικὸν τοῦ ἔσεσθαί τι κοινὸν τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτάς. εἰ γὰρ τῷ ὁμοειδεῖς εἶναι τὰς ἐν τοῖς αἰσθητοῖς καὶ φθαρτοῖς δυάδας ταῖς δυάσι ταῖς ἀφθάρτοις, καθ’ ἃς τὰ αἰσθητὰ ἀριθμοῦμεν (αὗται δ’ ἄν εἶεν αἱ μαθηματικαί, ἔλεγον γὰρ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν τὰ μαθηματικὰ ἀίδια μὲν ὄντα, πλείω δὲ ὅμοια ἀλλήλοις), εἰ δὲ τούτων ἓν καὶ ταὐτὸν ἡ δυὰς κατηγορεῖται, οὐδὲν φυλασσομένων ἡμῶν περὶ τὸ τὴν μὲν ἀίδιον εἶναι τὴν δὲ μὴ ἀίδιον, ἀλλ’ ἐπεὶ ὁμοειδεῖς εἰσι καθὸ δυάδες, τὸ κατὰ μετουσίαν τῆς αὐτοδυάδος ἑκατέρᾳ δυάδι τὸ εἶναι κατηγορούντων ἡμῶν κοινῶς κατὰ πάντων αὐτῶν ὁμοίως τὴν δυάδα, οὐδὲν ἔλαττον καὶ ἐπὶ τῆς αὐτῆς ἰδέας [*](4 ἔσται LFS: εἶναι A 9 αὐτοῖς coni. Bonitz: καὶ αὐταῖς Α Brandis 17 τοῦ M: om. A 19 δυάσι c. S Bonitz: δυσὶ Α 21 γὰρ c. S Bonitz: om. Α 22 εἰ δὲ] si ergo S: εἰ δή coni. Bonitz 24 τὸ κατὰ—τὸ εἶναι (25)] quatenus utraque dualitas societate ipsius dualitatis habet, ut sit S: τῷ κατὰ μ. τ. ἀ. ἑκατέρᾳ δυάδι εἶναι τὸ δυάδι εἶναι coni. Bonitz 25 κοινῶς om. L) [*](ALT. REC. GR. DISCR. 4 κοινόν τι—κατηγορεῖται (23)] ἔσται κοινὸν κατηγορούμενον, ὡς λέγεσθαι τόν τε αἰσθητὸν ἄνθρωπον καὶ τὸν αὐτοάνθρωπον ὁμοειδεῖς ὄντας ἄνθρωποι (sic), καὶ ἔσται οὕτως ἰδέα ἰδέας καὶ τοῦτο ἐπ’ ἄπειρον· ἔστι δὲ τοῦτο τὸ ἐπιχείρημα ὅμοιον τῷ τὸν τρίτον ἄνθρωπον εἰσάγοντι ἐπιχειρήματι. οὕτως δὴ ὁμοειδῆ ὄντα τὰ τῇδε τοῖς πρὸς ἃ γεγόνασιν εἴδεσιν ἤτοι ταῖς ἰδέαις, ἐπεὶ οὐσίαι ἐκεῖνα, οὐσίαι καὶ ταῦτα ἔσται· οὕτως δὲ μόνον ἄν εἶεν εἴη L τῶν οὐσιῶν ἰδέαι. τὸ δὲ τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων καὶ τῶν δυάδων τῶν πολλῶν μὲν ἀιδίων δέ, ἤτοι τῶν μαθηματικῶν, τὸ δυὰς εἶναι ἓν καὶ ταὐτὸν ἢ ἐπὶ ταύτης τῆς αὐτοδυάδος δηλαδὴ καὶ τῆς τινός, εἴτ’ οὖν τῆς μαθηματικῆς ἡ τῆς αἰσθητῆς καὶ φθαρτῆς, κατασκευαστικόν (κατασκευαστικὴ L) ἐστι τοῦ ἔσεσθαί τι κοινὸν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτὰς γινομένων καὶ ὄντων. εἰ γὰρ τὸ δυὰς δεχόμενον (λεγόμενον?) ἀδιάφορόν ἐστιν ἐπί τε τῶν ἀιδίων, λέγω δὴ τῶν μαθηματικῶν, αἷς ἀριθμεῖται τὰ τῇδε, καὶ τῶν φθαρτῶν δυάδων L)
94
τῆς αὐτοδυάδος καὶ τῶν τινῶν δυάδων τῶν ἀπ’ ἐκείνης τὸ εἶναι ἐχόντων κοινῶς τὸ δυὰς κατηγορηθήσεται, διότι εἰσὶν ὁμοειδεῖς. εἰ δὲ μὴ εἶεν τὰ πρὸς τὰς ἰδέας μηδὲ κατὰ τὴν οὐσίαν αὐταῖς ὡμοιωμένα καὶ τὸ εἶδος, ὁμώνυμα ἄν εἴη ταῦτα ταῖς ἰδέαις. εἰ δὲ τοῦτο, τί μᾶλλον ἰδέα τις εἴη [ἰδέα] τῶν ὁμωνύμων αὐτῇ αἰτία τοῦ εἶναι ἢ ἄλλων τινῶν, εἴ γε μὴ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ὁμοιοῦται ταῦτα αὐτῇ τὰ ὁμωνύμως αὐτῇ λεγόμενα; ὁμοίως γὰρ ἕξει ὡς εἴ τις καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον μηδὲν ὅμοιον ἔχοντα ἀλλήλοις καθὸ ἄνθρωποι. καὶ καθόλου πῶς ἄν λέγοιτο μετέχειν αὐτὰ ἐκείνων μὴ ἔχοντα μηδεμίαν κοινωνίαν κατὰ τὴν οὐσίαν πρὸς αὐτά; καὶ εἴη ἂν τοῦτο ἴσον τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν;” εἰ γὰρ λέγοιμεν ὡς τὰς εἰκόνας ὁμωνύμως τοῖς ἀφ’ ὧν γεγόνασιν εἶναι, οὕτως καὶ τὰ τῇδε ταῖς ἰδέαις, κατὰ τί ἐροῦσιν ὡμοιῶσθαι ταῦτα ἐκείνοις, εἰ μὴ κατὰ τὴν οὐσίαν; πότερον κατὰ σχῆμα καὶ χρῶμα εἰκόνες; ἀλλ’ οὐδὲν ἐκείνοις τοιοῦτον. ἀλλὰ κατὰ τὸ ἀίδιον ἢ τὸ ἀσώματον ἢ τὸ ἀκίνητον ταύταις ὡμοίωνται; ἀλλ’ ἀδύνατον. οὕτως τ’ ἐξετάζον|τες εὑρήσομεν κατ’ οὐδὲν ἢ κατὰ [*](70) τὴν οὐσίαν. καὶ γὰρ εἰ μὲν κατά τι τῶν ἄλλων τῶν συμβεβηκότων αὐταῖς μετεῖχεν αὐτῶν τὰ μετέχοντα, κατά τι τούτων ἄν μετεῖχεν ἃ κοινὰ ταῖς ἰδέαις ἐστὶ [δὴ] πρὸς ἄλληλα, οἷον τὸ ἀίδιον, τὸ ἀσώματον, τὸ ἀκίνητον. ἀλλὰ κατά τι τῶν κοινῶν εἰ μετεῖχε, τί δήποτε τῶν μετεχόντων [*](2 κοινῶς Brandis Bonitz: κοινῶν Α: om. S 5 ἰδέα del. Bonitz; cf. LF αὐτῇ coni. Bonitz: αὕτη AM 6 ὁμωνύμως LF Ascl.: ὁμώνυμα AS 10 τὸ ἢ Α 19 δὴ duce S del. Bonitz) [*](ALT. REC. GR. DISCR. 2 εἰ δὲ μὴ—εἰρημένῳ (10)] οὕτως οὖν, εἰ ὁμοειδῆ τὰ ὄντα εἰσί, συνάγεται ἰδέας ἰδέαν εἶναι. εἰ δὲ μὴ εἶεν ὁμοειδῆ τά τε εἴδη καὶ τὰ πρὸς αὐτὰς τὸ εἶναι ἔχοντα μηδὲ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος αὐτῶν αὐταῖς ὡμοιωμένα, ὁμώνυμα ἂν εἴη ταῦτα ταῖς ἰδέαις· εἰ δὲ τοῦτο, τί μᾶλλον ἰδέα τις εἴη τῶν ὁμωνύμων, τῶνδέ τινων τῶν αἰσθητῶν, οἷον ἀνθρώπου, ἡ ἄλλων τινῶν, οἶον ἵππου ἢ βοός, εἴ γε μὴ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ὡμοίωται αὐτῇ τὰ ὁμωνύμως αὐτῇ λεγόμενα; εἰ γὰρ μὴ συνώνυμος ὁ ἄνθρωπος τῷ αὐτοανθρώπῳ, ὁμοίως ἕξει ὥσπερ ἄν <εἴ> τις ἄνθρωπον καλοίη τόν τε Καλλίαν καὶ τὸ ξύλον μηδὲν ὅμοιον ἔχοντα ἀλλήλοις καθὸ ἄνθρωποι λέγονται. καὶ καθόλου εἰπεῖν πῶς ἄν λέγοιτο μετέχειν τὰ αἰσθητὰ τῶν ἰδεῶν, μηδεμίαν κοινωνίαν κατὰ τὴν οὐσίαν ταῦτα ἔχοντα πρὸς ἐκεῖνα; καὶ ἔστι τοῦτο ἴσον τῷ πρὸ ὀλίγου λεχθέντι L 11 εἰ γὰρ—ὑπαρχόντων (p. 95,2)] εἰ γὰρ οὕτως λέγομεν εἶναι ὁμώνυμα τὰ τῇδε τῶν ἐκεῖ ὡς τἀς εἰκόνας τῶν πρὸς ἃ αὗται γεγόνασι, κατὰ τί ἔσονται ταῦτα ὅμοια ἐκείνοις; πότερον κατὰ τὸ σχῆμα καὶ τὸ χρῶμα; ἀλλ’ οὐκ έστιν ἐν ταῖς ἰδέαις τοιοῦτόν τι· ἡ κατὰ τὸ ἀίδιον ἢ τὸ ἀσώματον ἡ τὸ ἀκίνητον; ἀλλ’ ἀδύνατον τὰ αἰσθητὰ φθαρτά τε καὶ σώματα καὶ κινούμενα ὄντα ἐκείνοις κατὰ ταῦτα ὡμοιῶσθαι· πάσαις δὲ ἰδέαις ὑπάρχει κοινῶς τὸ ἀίδιον τὸ ἀσώματον καὶ τὸ ἀκίνητον. εἰ οὖν κατά τι τούτων τῶν κοινῶν τὰ τῇδε ἦν ὡμοιωμένα ἐκείναις, τί μᾶλλον ὁ αὐτοάνθρωπος αἴτιος τῷ ἀνθρώπῳ τοῦ εἶναι ἄνθρωπος, ἀλλὰ μὴ καὶ τῷ ἵππῳ ὁμοίως τοῦ (τὸ L) εἶναι ἵππος, καὶ τοῖς ἄλλοις ἅπασι· καὶ οὕτως ἤρκει μίαν ἰδέαν αἰτίαν εἶναι πᾶσι (πᾶσαν L) τοῦ εἷναι ὅ ἐστιν ἕκαστα, αἱ δὲ μάταιοι καὶ περίεργοι. εἰ οὖν ταῦτα ἄτοπά τε καὶ μάταια, ἀναγκαῖον μόνων τῶν οὐσιῶν ἰδέας εἶναι κατὰ τὸ ἀκόλουθον τῆς ὑποθέσεως αὑτῶν οὐσίας εἶναι τὰς ἰδέας ὑποτιθεμένων L)
95
τὸ μὲν ἄνθρωπός ἐστι τὸ δὲ ἵππος τὸ δὲ δυάς; μὴ καθὸ ταῦτά ἐστιν ἢ καὶ ἐκεῖνα μετέχοντα αὐτῶν, ἀλλὰ διὰ τί τῶν κοινῶς αὐτοῖς ὑπαρχόντων;

[*](p. 991a8)

Πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις, τί ποτε συμβάλλεται τὰ εἴδη ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν.

Διὰ τῶν νῦν λεγομένων δεικνύοιτο ἂν τὸ ἀρχόμενον αὐτὸν τῆς πρὸς τὰς ἰδέας ἀντιλογίας καλῶς εἰπεῖν τὸ “πρῶτον μὲν ζητοῦντες τῶνδε τῶν ὄντων λαβεῖν τὰς αἰτίας ἕτερα τούτοις ἴσα τὸν ἀριθμὸν ἐκόμισαν.” εἰ γὰρ μηδὲν τὰ τιθέμενα ὑπ’ αὐτῶν τούτοις περὶ ὧν ἐζήτουν συμβάλλεται, ὡς νῦν δείκνυται, οὐδὲν ἄλλο ἐποίησαν ἢ ἰσάριθμα ἕτερα τοῖς ζητουμένοις προσέθεσαν ὡς̣ μᾶλλον ἐπιστήμην ἕξοντες τῶν ὄντων, εἰ πλείω καὶ δι- [*](4 εἴδη τοῖς Metaph. vulg. 6 πρῶτον μὲν κτλ.] p. 990b1) [*](ALT. REC. GR. DISCR. 5 Διὰ τῶν—τοῦτο ὅ ἐστιν (p. 97,14)] Τὸ ἀπορούμενόν ἐστι νῦν ὑπ’ αὐτοῦ τίνος αἴτια τὰ εἴδη τούτοις τοῖς αἰσθητοῖς ὧν εἶναι αἴτια λέγονται [καὶ add. F] εἰσίν. ἢ γὰρ γενέσεως κινήσεως αὐτοῖς ἔσονται αἴτια, ἢ ἐπιστήμης καὶ γνώσεως αὐτῶν, ὡς δι’ αὐτῶν τὰ τῇδε γινώσκεσθαι, ἢ εἰς τὸ εἶναι αὐτοῖς συντελέσουσιν (συντελές LF). ἀλλὰ κινήσεως ἢ οὐκ ἔσονται αἴτια· στάσεως γὰρ μᾶλλον εἶεν τούτοις αἴτια τὰ εἴδη ἀκίνητα κατ’ αὐτοὺς ὄντα ἢ κινήσεως, ὥστε οὐδ’ ἄν ποιητικὸν αἱ ἰδέαι αἴτιον εἶεν τοῖς οὖσιν, οὔτε τοῖς ἐν γενέσει καὶ φθορᾷ οὔτε τοῖς ἀιδίοις τῶν αἰσθητῶν. τοῦτο δὲ οὕτως εἶπεν ὅτι καὶ τῶν θείων σωμάτων ἰδέας ἔλεγον εἶναι, οἷον ἡλίου σελήνης καὶ τῶν λοιπῶν ἄστρων καὶ τοῦ οὐρανοῦ παντός· διὰ τοῦτο γὰρ καὶ πρὸ ὀλίγου εἶπε “τῶν τε ἄλλων ὧν ἐστιν ἓν ἐπὶ πολλῶν καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις·” ταῦτα οὖν λέγει ἀίδια μὲν αἰσθητά, γινόμενα δὲ καὶ φθειρόμενα τὰ ἐνταῦθα. οὔτε οὖν τούτοις γενέσεως καὶ φθορᾶς ἡ κινήσεως καὶ ἁπλῶς μεταβολῆς τινος αἴτια ἔσονται, οὗτε τοῖς ἀιδίοις τῆς κατὰ φορὰν κινήσεως, ἣν μόνην κινοῦνται, ὁμοίως αἴτια ἔσονται. ἀλλ’ οὐδὲ εἰς ἐπιστήμην τῶν ἐνταῦθα καὶ γνῶσιν αἱ ἰδέαι συντελέσουσιν. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γίνεται γνῶσιν, καθ’ ὃ καὶ τὸ εἶναι τόδε τι ἕκαστόν ἐστι· τὸ γὰρ εἶδος ἐν αὐτῷ ἐστι καὶ ἡ οὐσία τῷ οὖ ἐστιν εἶδος, οἷον ἵππου ἢ κυνὸς ἢ ἀνθρώπου· αἱ δὲ ἰδέαι οὔκ εἰσιν ἐν τοῖς ἐνταῦθα οὖσιν, εἴ γε εἰσὶ καθ’ αὑτὰς κεχωρισμέναι. οὐδὲ εἰς τὸ εἶναι οὖν αὐτοῖς συντελεῖ τι τὰ εἴδη· τὰ μὲν γὰρ εἰς τὸ εἶναι συντελοῦντά τισιν ἐνυπάρχει τοῖς συνισταμένοις, ἢ ὕλη ὄντα ἡ εἴδη αὐτῶν· αἱ δὲ ἰδέαι οὐκ ἐνυπάρχουσι τούτοις τοῖς αἰσθητοῖς, ἀλλά εἰσιν αὐτῶν κεχωρισμέναι. λέγοι δ’ ἂν νῦν συντέλειαν εἰς τὸ εἶναι, ἣν ὡς τὰ στοιχεῖα ἑκάστοις ὧν ἐστι στοιχεῖα συντελεῖν λέγεται· ὡς ἐνυπάρχοντα γὰρ συντελεῖ ταῦτα, ὥσπερ ἐν ταῖς συλλαβαῖς τὰ ἐξ ὧν αὗται στοιχείων γεγόνασιν. Οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια δόξειεν εἶναι ὡς τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ.—Εἰπὼν μηδὲν συντελεῖν τὰ εἴδη τοῖς τῇδε μήτε εἰς κίνησιν ἢ γένεσιν καὶ φθορὰν μήτε εἰς γνῶσιν, ἀλλ᾿ οὐδὲ (οὔτε LF) εἰς τὸ εἶναι ἀπλῶς, ἐφεξῆς λέγει, πῶς τὰ μιγνύμενά τισιν ἐκείνοις ἐστὶ τοῦ εἶναι αὐτοῖς τοιούτοις, δεικνὺς μηδὲ οὕτως δυνατὸν εἶναι <add. τὰ εἴδη εἶναι〉 τοῖς τῇδε τῷ μεμῖχθαι αὐτοῖς καὶ ἔχειν τὸ εἶναι κατ’ αὐτά. ὡς γὰρ τὸ λευκὸν χρῶμα αἴτιον ἦν ἄν τῷ λευκῷ σώματι τοῦ εἶναι λευκόν, εἶ γε ἢν δυνατόν ὑπόστασιν ἔχειν καθ’ αὑτὸ καὶ οὕτως μίγνυσθαι τῷ σώματι τὰ γὰρ μιγνύμενα ἐκ κεχωρισμένων πρότερον ὄντων καὶ καθ’ αὑτὸ ὑφεστώτων μίγνυνται) οὕτως καὶ τὰ εἴδη λέγοιντο αἴτια εἶναι τῶν κατὰ φύσιν τῷ μεμῖχθαι αὐτοῖς καὶ κατ᾿ αὐτὰ τὸ εἶναι ἔχειν. ἀλλ’ οὗτος ὁ λόγος, φησί, λίαν ἐστὶν εὐκίνητος ἀκίνητος LF) καὶ σαθρός· καὶ παρατίθεται τίνων ἦν δόξα ἡ λέγουσα ἕκαστον τῶν ὄντων εἶναι τοῦτο ὅ ἐστι τῷ μεμῖχθαι αὐτῷ LF)

96
πλάσια εἶναι ὑποτεθείη. ἔστι δὲ τὸ διαπορούμενον ὑπ’ αὐτοῦ νῦν, τίνος αἴτια αἱ ἰδέαι τούτοις ὧν εἶναι ἰδέαι λέγονται. τὸ δὲ ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν ἢ τοῖς γινομένοις καὶ φθειρομένοις εἴρηκεν, ἐπεὶ καὶ τῶν θείων σωμάτων ἦσαν ἰδέαι αὐτοῖς, οἷον ἡλίου σελήνης καὶ τῶν ἄστρων· ἐποίουν γὰρ καὶ τούτων ἰδέας καὶ τοῦ οὐρανοῦ παντός. διὰ τοῦτο γὰρ εἶπε καὶ πρὸ ὀλίγου “τῶν τε ἄλλων ἐστὶν ἓν ἐπὶ πολλῶν καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις”. ταῦτα οὖν λέγει ἀίδια μὲν αἰσθητὰ δέ, γινόμενα δὲ καὶ φθειρόμενα τὰ ἐνταῦθα. τί οὖν αἱ ἰδέαι συμβάλλονται τῶν φύσει ὄντων ἢ τοῖς θείοις ἢ τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἀπορεῖ. καὶ πρῶτον μέν, ὅ ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις (τὰ μὲν γὰρ θεῖα ἐγκύκλιον κίνησιν ἀεὶ καὶ συνεχῶς κινεῖται, τὰ δὲ ἐν γενέσει καὶ κατὰ πάσας μεταβάλλει τὰς μεταβολὰς κατὰ τὴν αὐτῶν φύσιν), ὅτι δὴ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι, οὔτε εἰς γένεσιν οὔτε εἰς κίνησίν τινα ὅλως, δείκνυσι· στάσεως γὰρ μᾶλλον ἂν αἱ ἰδέαι αἰτίαι εἶεν τοῖς οὖσιν ἢ κινήσεως, οὖσαί γε ἀκίνητοι κατ’ αὐτούς· ὥστε οὐδ’ ἄν ποιητικὸν αἴτιον αἱ ἰδέαι εἶεν. δεύτερον δὲ ὅτι οὐδ’ εἰς ἐπιστήμην τῶν ἐνταῦθα καὶ γνῶσιν τῶν παρὰ τὰς ἰδέας αἱ ἰδέαι συντελοῦσί τι λέγει. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γίνεται γνῶσιν· κατὰ τοῦτο γὰρ καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· αἱ ἰδέαι δὲ οὔτε εἴδη εἰσὶ τῶν ἐνταῦθα, οὔτε τὴν γνῶσιν αὐτῶν κατὰ τὴν τῶν εἰδῶν γνῶσιν εἶναι τῷ τὸ εἶδος | τῶν ἐνταῦθα, [*](71) καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτοῖς τοῖσδέ τισι, φέρε εἰπεῖν ἀνθρώποις ἢ ἵπποις ἢ κυσί, τὴν ἰδέαν εἶναι. εἰ γὰρ ἦν εἴδη τῶν ἐνταῦθα ἐκεῖνα καὶ οὐσία οὐσία γὰρ κυρίως ἑκάστου τὸ εἶδος καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι, κατὰ τοῦτο δὲ καὶ γνωστὸν ἕκαστον), ἦν ἂν ἐν τούτοις· ἑκάστου γὰρ ἡ οὐσία καὶ τὸ εἶδος ἐν τούτω ἐστὶν οὗ ἐστιν οὐσία· οὔκ εἰσι δὲ ἐν τοῖς ἐνταῦθα, εἴ γε εἰσὶ καθ’ αὑτὰς κεχωρισμέναι. ἀλλ’ οὐδὲ εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ τι. δείξας ὅτι μήτε κινήσεως μήτε μεταβολῆς ὅλως τὰ εἴδη αἴτια τοῖς πρὸς αὐτὰ λεγομένοις οἷόν τε εἶναι, μήτε ἐπιστήμης τε καὶ γνώσεως, διὰ τὸ μὴ ἐνυπάρχειν αὐτοῖς, τούτῳ προσχρώμενος ἐφεξῆς τοῖς προειρημένοις δι’ ὧν λέγει δείκνυσιν ὅτι μηδὲ εἰς τὸ εἶναι τὰ εἴδη αὐτοῖς συντελεῖ τι. τὰ μὲν γὰρ εἰς τὸ εἶναι συντελοῦντα ἐνυπάρχει τοῖς βοηθουμένοις εἰς τοῦτο ὑπ’ αὐτῶν ἢ ὕλη ὄντα ἢ εἴδη αὐτῶν, τὰ δὲ εἴδη οὐκ ἐνυπάρχει τούτοις ἀλλ’ ἐστὶν αὐτῶν κεχωρισμένα. εἰπὼν δὲ μὴ δύνασθαι εἰς τὸ εἶναι συντελεῖν τὰ εἴδη τοῖς συνεστῶσι φύσει διὰ τὸ μὴ ἐνυπάρχειν αὐτοῖς (λέγοι δ’ ἂν νῦν συντέλειαν εἰς τὸ εἶναι, ἣν ὡς τὰ στοιχεῖα ὧν ἐστι στοιχεῖα, συντελεῖν λέγεται· ὡς γὰρ ἐνυπάρχοντα ταῦτα συντελεῖ, οὕτω καὶ ἡ ὕλη καὶ τὸ εἶδος· ὅτι γὰρ μὴ ὡς ποιητικά, ἔδειξε διὰ τοῦ μὴ δύνασθαι ἐκεῖνα τούτοις αἴτια κινήσεως τινος ἢ μεταβολῆς εἶναι), ἐφεξῆς λέγει πῶς τὰ μεμιγμένα ἔν τισιν αἴτια ἐκείνοις ἐστὶ τοῦ τοι- [*](6 πρὸ ὀλίγου] p. 990b7 19 οὔτε τὴν—εἶναι (20)] “adde δυνατόν” Bonitz 21 τισι] τις libri 24 ἦν ἂν c. S Bonitz: ἄν ἦν Α Brandis, qui parenthesin ante κατὰ claudit 25 οὗ MS: ὃ Α 28 λεγομένοις A Ascl.: γενομένοις coni. Bonitz 37 συντελεῖ LF: συντελεῖν Α)
97
ούτοις αὐτοῖς εἶναι, δεικνὺς ὅτι εὐλόγως κεῖται τὸ κεχωρίσθαι αὐτὰ τῶν τῇδε. εἰ γὰρ ἦν τῷ μεμῖχθαι τούτοις αἴτια αὐτοῖς τοῦ εἶναι, οὕτως ἄν [*](20) ἦν ὡς εἰ τὸ λευκὸν λέγοιτο αἴτιον εἶναι τῷ λευκῷ σώματι τοῦ λευκῷ εἶναι διὰ τὸ μεμῖχθαι αὐτῷ ὥς τις φύσις καθ’ αὑτὴν εἶναι δυναμένη· οὕτω γὰρ ἄν ἦν τὸ λευκὸν τῷ μεμῖχθαι αἴτιον τοῦ λευκοῖς εἶναι οἷς μέμικται. ὥστε καὶ αἱ ἰδέαι, εἰ ἦσαν μεμιγμέναι τοῖς φύσει οὖσιν, αἰτίαι ἂν αὐτοῖς ἠδύναντο εἶναι τοῦ εἶναι ὁποῖά ἐστιν, ὡς εἶναι τὸν ἄνθρωπον ἄνθρωπον διὰ τὴν τῆς ἰδέας τοῦ αὐτοανθρώπου μῖξιν. εἰπὼν δὲ πῶς ἠδύναντο αἰτίαι τοῖς φύσει συνεστῶσι λέγεσθαι εἶναι αἱ ἰδέαι τοῦ εἶναι τοιούτοις ὁποῖά ἐστι (τῷ γὰρ μεμῖχθαι), ἑξῆς ὅτι μὴ οἷόν τε λέγειν τὰ εἴδη τοῖς πρὸς λεγομένοις τὸ εἶναι ἔχειν μεμῖχθαι δείκνυσι, λέγων λίαν τὸν τοῦτο λέγοντα λόγον εὐκίνητον εἶναι καὶ σαθρόν. καὶ παρατίθεταί γε τίνων ἦν δόξα ἡ λέγουσα ἕκαστον τῶν ὄντων εἶναι τοῦτο ὅ ἐστι τῷ μεμῖχθαί τι αὐτῷ δι’ ὅ ἐστι τοῦτο ὅ ἐστιν. Ἀναξαγόρας τε γὰρ | ἕκαστον τῶν ὄντων ἔλεγε μὲν [*](72) ἐκ πάντων μεμῖχθαι τῶν ὁμοιομερῶν· οὗ δὲ πλεῖστον ἐν αὐτῷ μέμικται, ἐξ αὐτοῦ τούτου δοκεῖν εἶναι τὴν οὐσίαν τοῦ πράγματος· ὥστε ἕκαστον αὐτῶν ἦν τοῦτο ὃ ἦν τῷ μεμῖχθαι αὐτῷ τινα ἄλλα. καὶ Εὔδοξος τῶν Πλάτωνος γνωρίμων μίξει τῶν ἰδεῶν ἐν τοῖς πρὸς αὐτὰς τὸ εἶναι ἔχουσιν ἡγεῖτο ἕκαστον εἶναι, καὶ ἄλλοι δέ τινες, ὡς ἔλεγε. τοῦτον δὲ τὸν λόγον λίαν φησὶν εὐέλεγκτον εἶναι τὸν μεθέξει τινὸς ἕκαστον τῶν ὄντων τὸ εἶναι τόδε τι ἔχειν λέγοντα. καὶ ὅτι μὲν οὐχ οὕτως ἔχει καθόλου ἡ τῶν ὄντων φύσις, ἔδειξεν ἐν οἷς πρὸς Ἀναξαγόραν εἶπεν. οὔτε γὰρ πᾶν παντὶ μεμῖχθαι πέφυκε· τῶν γὰρ κεχωρισμένων καὶ καθ’ αὑτὸ ὑφίστασθαι δυναμένων ἡ μῖξις. οὐ τοιαῦτα δὲ τὰ συμβεβηκότα. εἰ δὲ τὸ μεμιγμένον οἷόν τε χωρισθῆναι, χωριστὰ ἄν εἴη τὰ πάθη τῶν οὐσιῶν. ἀναιρεῖταί τε καὶ γένεσις καὶ φθορὰ κατὰ τοὺς οὕτω λέγοντας, καὶ ὅσα ἄλλα εἶπεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως πρὸς τήνδε τὴν δόξαν. ὅτι δὲ μὴ ὡς Εὔδοξος ἡγεῖτο καὶ ἄλλοι τινὲς μίξει τῶν ἰδεῶν τὰ ἄλλα, ῥᾴδιόν φησιν εἶναι συναγαγεῖν πολλὰ καὶ ἀδύνατα ἑπόμενα τῇ δόξῃ τῇδε. εἴη δ’ ἂν τοιαῦτα. εἰ μίγνυνται αἵ ἰδέαι τοῖς ἄλλοις, πρῶιον μὲν σώματα ἂν εἶεν· [*](2 τῶ M: τὸ A 4 ὥς Brandis Bonitz: ὄν Α 7 τοῦ εἶναι e S add. Bonitz 20 φησὶν εὔλεκτον λίαν εἶναι LF τὸν μεθέξει—ἔχειν λέγοντα (21) om. LF 22 οὔτε γὰρ— εἷπεν (26) om. LF 23 μίγνυσθαι Α2S 26. 27 ἐν τῷ πρώτῳ τῆς Φυσ. ἀκρ.] Α 4 27 τήνδε om. LF 28. 29 εἶναι ῥᾴδιόν φησιν LF 29 ταύτῃ τῇ δόξῃ LF) [*](ALT. REC. GR. DISCR. 15 ὁμοιομερῶν· κατὰ δὲ τὴν ἐπικράτειαν ἑνὸς τῶν ἐν τῇ μίξει τὸ εἶναι δοκεῖν ἔχειν (ἕχει καὶ τοῦτο εἶναι ἥν οὐσίαν τοῦ πράγματος, καὶ λέγεσθαι κατ’ αὐτὸ οἷον σάρκα ἡ ὀστοῦν ἢ ἄλλο τι τῶν ὁμοιομερῶν. ἀλλὰ καὶ Εὔδοξος εἷς ὢν τῶν τοῦ Πλάτωνος γνωρίμων μίξει τῶν ἰδεῶν τὸ εἶναι ἔχειν ἡγεῖτο ἕκαστον τῶν κατὰ φύσιν, οἷον ἄνθρωπος μίξει τοῦ αὐτοανθρώπου τοῦτο ὃ λέγεται εἶναί ἐστιν. τοῦτον δὲ (19) LF 27 δόξαν αὐτοῦ ἐνιστάμενος· ἀνῄρει γὰρ ὅ τῆς μίξεως λόγος γένεσιν καὶ Φοράν. καὶ ὅτι τὸ μεμιγμένον οἷόν τε χωρισθῆναι· καὶ κατὰ τοῦτο χωριστὰ ἄν τὰ πάθη τῶν οὐσιῶν εἶναι καὶ ὅσα ἄλλα εἶπεν ἐκεῖ· ὅτι δὲ μηδὲ ὡς Εὔδοξος (28) LF Comment. Arist. I Alex. in Metaph. (??))
98
σωμάτων γὰρ ἡ μῖξις. ἔτι ἕξουσιν ἐναντίωσιν πρὸς ἀλλήλας· ἡ γὰρ μῖξις κατ’ ἐναντίωσίν ἐστιν ἔτι οὕτως μιχθήσεται ὡς ἢ ὅλην ἐν ἑκάστῳ τῶν οἷς μίγνυται εἶναι ἢ μέρος. ἀλλ’ εἰ μὲν ὅλη, ἔσται ἐν πλείοσι τὸ ἓν κατὰ τὸν ἀριθμόν· ἓν γὰρ κατὰ τὸν ἀριθμὸν ἡ ἰδέα· εἰ δὲ πρὸς μέρος, τὸ μέρος τοῦ αὐτοανθρώπου μετέχον, οὐ τὸ ὅλου τοῦ αὐτοανθρώπου ἔσται ἄνθρωπος. ἔτι διαιρεταὶ ἂν εἶεν αἱ ἰδέαι καὶ μερισταί, οὖσαι ἀπαθεῖς. ἔπειτα ἔσται μὲν ὁμοιομερῆ, εἴ γε πάντα τὰ ἔχοντά τι μέρος ἐξ αὐτοῦ ὅμοιά ἐστιν ἀλλήλοις· πῶς δὲ οἷόν τε τὰ εἴδη ὁμοιομερῆ εἶναι; οὐ γὰρ οἷόν τε τὸ μέρος τοῦ ἀνθρώπου ἄνθρωπόν εἶναι, ὡς τὸ τοῦ χρυσοῦ μέρος χρυσόν. ἔτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν λέγει, ἐν ἑκάστῳ οὐ μία ἔσται ἰδέα μεμιγμένη [*](73) ἀλλὰ πολλαί· εἰ γὰρ ἄλλη μὲν ζῴου ἰδέα ἄλλη δὲ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ ἄνθρωπος, ἀμφοτέρων ἂν μετέχοι τῶν ἰδεῶν. καὶ ὁ αὐτοάνθρωπος δὲ ἰδέα, ᾗ μὲν καὶ ζῷόν ἐστι μετέχοι ἂν καὶ αὐτὸ τοῦ ζώου· οὕτως δὲ οὐκέτι ἂν ἁπλαῖ αἱ ἰδέαι εἷεν, ἀλλ’ ἐκ πολλῶν συγκείμεναι, καὶ αἱ μὲν αὐτῶν πρῶται αἱ δὲ δεύτεραι. εἰ δὲ μή ἐστι ζῷον, πῶς οὐκ ἄτοπον ἄνθρωπον λέγειν μὴ εἷναι ζῷον; ἔτι δέ, εἰ μίγνυται τοῖς πρὸς αὐτὰ οὖσι, πῶς ἂν ἔτι εἶεν παραδείγματα, ὡς λέγουσιν; οὐδὲ γὰρ οὕτως ·τὰ παραδείγματα ταῖς εἰκόσι τῆς ὁμοιότητος τῆς πρὸς αὐτὰ αἴτια τῷ μεμῖχθαι. ἔτι τε καὶ συμφθείροιντο ἄν τοῖς ἐν οἷς εἰσι φθειρομένοις. ἀλλ’ οὐδὲ χωρισταὶ ἂν εἶεν αὐταὶ καθ’ αὑτάς, ἀλλ’ ἐν τοῖς μετέχουσιν αὐτῶν. πρὸς δὲ τούτοις οὐδὲ ἀκίνητοι ἔτι ἔσονται, καὶ ὅσα ἄλλα ἐν τῷ δευτέρῳ Περὶ ἰδεῶν τὴν δόξαν ταύτην ἐξετάζων ἔδειξεν ἄτοπα ἔχουσαν. διὰ τοῦτο γὰρ εἴπετό ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν δόξαν ταύτην.. ἐκεῖ γὰρ συνῆκται.

[*](1 ἐναντιώσεις LF 2 ἢ om. L 2. 3 ἑκάστῳ εἶναι τῶν οἷς μίγνυται ἡ L 3 εἰ] ἡ L ἔσται post ἀριθμόν (4) habet L 4 εἰ] ἡ L 5 ὅλου τοῦ LF: om. A 7 μέρος τῆς ἰδέας ὅμοιά LF 8 οἷόν τε] οἴονται Α: δυνατόν ἐστι LF 9 ὡς] καθάπερ LF τὸ τοῦ χρυσοῦ χρυσός LF ὡς] ἁ L 10 ἑκάστῳ τῶν ὄντων οὐ μία ἐστὶν ἰδέα LF 13. 14 αὑτὸ τοῦ ζῴου] αὐτοῦ τοῦ ζῴου vel τοῦ αὐτοζώου coni. Bonitz 15 ἐστι coni. Bonitz: εἰσι AS 19. 20 καὶ οὐδὲ LF 20 αὐταὶ M: αὐτὰς Α: om. LF 21. 22 ἐν τῷ δευτέρῳ Περὶ ἰδεῶν] fragm. 184 ]1. 1510a25 22 ἄτοπα ἔχουσαν ἔδειξεν. διὸ καὶ ἐπήγαγεν εἰπὼν τὸ ῥᾴδιον συναγαγεῖν LF 23. 24 τὴν τοιαύτην δόξαν Metaph.)[*](ALT. REC. GR. DISCR. 4. 5 τὸ μετέχον μέρος τοῦ αὐτοανθρώπου ἄνθρωπος ἔσται, ἀλλ’ οὐ τῷ μετέχειν ὅλου τοῦ αὐτοανθρώπου. ἔτι διαιρεταὶ καὶ μερισταὶ ἔσονται αἱ ἰδέαι ἀπαθεῖς οὖσαι (6) LF 11 ἀλλὰ πολλαί· ἄλλη γὰρ ἰδέα ἀνθρώπου καὶ ἄλλη ζῴου, ἔστι δὲ ὁ ἄνθρωπος καὶ ἄνθρωπος καὶ ζῷον, μετέχει ἄρα ἀμφοτέρων. ἀλλὰ καὶ ὁ αὐτοάνθρωπος μετέχοι ἂν τοῦ ζῴου· καὶ οὐκέτι ἁπλῆ ἡ ἰδέα ἔσται ἀλλὰ σύνθετος, καὶ ἔσται ἡ μὲν αὐτῶν πρώτη ἡ δὲ δευτέρα. τοῦτο δὲ οὐκ ἐβούλοντο. εἰ δὲ μὴ μετέχει ὁ ἄνθρωπος τοῦ ζῴου, ἔσται ἄνθρωπος μὴ ζῷον, ὅπερ ἀδύνατον. ἔτι οὐδὲ παραδείγματα αἱ ἰδέαι ἔσονται τοῖς τῇδε, εἴπερ μίγνυνται· τὸ γὰρ παράδειγμα οὐ μίγνυται τοῖς ὧν ἐστι παράδειγμα. ἔτι καὶ συμφθείροιντο (19) L 21 ἀκίνητοι ἔσονται, εἴ γε κινοῦνται τὰ μετέχοντα αὐτῶν, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν L)
99
[*](p. 991a19)

Ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν ἰδεῶν ἔστι τὰ ἄλλα κατ᾿ οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι.

Δείξας ὅτι οὔτε κινήσεως καὶ μεταβολῆς τοῖς ἐνταῦθα αἰτίαι αἱ ἰδέαι, οὔτε πρὸς τὴν γνῶσιν αὐτῶν καὶ ἐπιστήμην συντείνουσί τι, οὔτε εἰς τὴν οὐσίαν καὶ τὸ εἶναι αὐτά, ὡς τὰ μεμιγμένα καὶ ὄντα ἐν τισιν εἰς τὸ εἶναι συντελεῖ αὐτοῖς, ὅλως αἴτια, ἐπήνεγκεν ὅτι ἀλλ’ οὐδὲ ἔστιν ἐκ τῶν εἰδῶν τὰ ἄλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι, ἤτοι δεικνὺς ὅτι κατὰ μηδένα τρόπον τῶν ἔκ τινος λεγομένων γίγνεσθαι δύναται δείκνυσθαι ἐκ τῶν ἰδεῶν γιγνόμενα τὰ πρὸς αὐτά. εἰσὶ δὲ οἱ εἰωθότες λέγεσθαι τοῦ ἔκ τινος τρόποι οἱ μὲν κυρίως ὅ τε ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους. ἐκ [*](1 Ἀλλὰ—ἀποβλέποντες (p. 101,31) om. F 8 ὅτι—ἰδεῶν (9) Μ: om. A 10 ὅ τε— εἴδους M: om. A) [*](ALT. REC. GR. DISCR. 3 Δείξας—ἀποβλέποντες (p. 101,31)] Δείκνυσιν ἐφεξῆς μὴ εἶναι ἐκ τῶν ἰδεῶν τὰ τῇδε κατ’ οὐδένα τῶν ἐκ τοῦδε λεγομένων τρόπον. πολλαχῶς δὲ τὸ ἐκ τοῦδε λέγεται· καὶ κυρίως μὲν ὡς ἐκ τῶν στοιχείων ἐνυπαρχόντων τῷ γενομένῳ, ὡς ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους· ἐκ τούτων γὰρ εἶναι λέγομεν τὰ ἔνυλα πάντα ἀνὰ μέρος τε καὶ ἐξ ἀμφοτέρων. οὐκ ἔστιν οὖν ἐκ τῶν ἰδεῶν τὰ κατὰ φύσιν ὡς ἐξ ὕλης καὶ τοῦ εἴδους, διότι ταῦτα ἐνυπάρχουσι τοῖς ἐξ αὐτῶν συνεστῶσιν, αὗται δὲ οὐκ ἐνυπάρχουσιν. ἀλλ’ οὐδὲ ὡς ἐκ ποιητικοῦ, ὡς ἐκ τοῦ πατρὸς τό τέκνον. καὶ γὰρ ὁ καθ’ ἕκαστα ἄνθρωπος τὸν τῶν L) καθ’ ἕκαστα γεννᾶ ἀλλ’ οὐχ ὁ αὐτοάνθρωπος· οὐδὲ γὰρ κινήσεως αὐτοῖς αἴτιαι ἀλλὰ μᾶλλον ἀκινησίας, ὡς οἱ ταύτας εἰσάγοντες βούλονται. οὐδ’ ὡς ἐκ τοῦ ἀτελοῦς τὸ τέλειον, ὥσπερ λέγομεν ἐκ παιδὸς ἄνδρα γίνεσθαι· οὐδὲ γὰρ ἀτελεῖς αἱ ἰδέαι, ἀλλὰ μᾶλλον τελειότεραι τῶν πρὸς αὐτὰς γινομένων. ἀλλ’ οὐδὲ ὡς ἐκ τῶν μερῶν τὸ ὅλον· οὐ γὰρ μέρη τῶν ἐνύλων αἱ ἰδέαι· ἢ γὰρ ἂν ἐφθείροντο φθειρομένων τῶν ὅλων. ἀλλ’ οὐδὲ ὡς ἐκ τῶν ἐναντίων τὰ ἐναντία· εἴη γὰρ ἄν τὸ αὐτὸ ὑποκείμενον ταῖς ἰδέαις καὶ τοῖς πρός αὐτὰς οὖσι, καὶ ἐναντία ταῦτα πρὸς ἐκείνας ἀλλ’ οὐχ ὅμοια. ἀλλ’ οὐδὲ ὡς τὸ μεταγινόμενον, ὡς λέγομεν ἐξ Ὀλυμπίων Ἴσθμια· τὰ γὰρ οὕτως ἔκ τινος λεγόμενα οὐ κυρίως λέγεται ἔκ τινος οὐδέ τινος πράγματος μετουσία ἐν τούτοις ἐστίν, ἀλλὰ χρόνου μόνου τάξις, αὐτὰ δὲ πρὸς ἄλληλα ἀμέθεκτά τε καὶ ἀκοινώνητα. ἢ οὖν οὕτως τὸ κατ᾿ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι, ἐπεὶ πολλαχῶς τὸ ἔκ τινος, ὡς δέδεικται, ἢ λέγοι ὅν κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι ὑπὸ τῶν (τῶν ὑπὸ L) τὰς ἰδέας τιθεμένων. ζητοῦντες (ζητοῦσιν L) γὰρ τίνα τρόπον ἡ μετοχὴ τῶν εἰδῶν, φασὶν ἡ οὕτως ὡς ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἐνυπάρχειν τὴν ἰδέαν, οἷον τὸν αὐτοάνθρωπον ὲν ἑκάστῳ τῶν ἀνθρώπων, ἡ μέρος τῆς ἰδέας ἐν ἑκάστῳ αὑτῶν, ἢ ὡς παράδειγμα τὸ εἶδός ἐστι τοῖς μετέχουσιν. κτὰ μὲν τοὺς δύο προτέρους τρόπους ἀδύνατον, ὡς δέδεικται· εἰ οὖν μηδὲ ὡς <add. παράδειγμα δυνατὸν τὰ τῇδε ἐκ τῶν ἰδεῶν εἶναι καὶ (l. καθάπερ) ἐφεξῆς δείκνυσι, κατ’ οὐδένα ἄρα τρόπον τῶν εἰωθότων παρ’ αὐτῶν λέγεσθαι δυνατὸν ἐκ τῶν ἰδεῶν εἶναι τὰ τῇδε. φησὶν οὖν τὸ δὲ λέγειν παραδείγματά τε εἶναι και μετέχειν αὐτῶν τὰ ἄλλα κενολογεῖν ἐστι καὶ μεταφορὰς λέγειν ποιητικάς· τοῦτο δέ φησιν ὅτι τοῖς ποιηταῖς οἰκεῖον τὸ χρῆσθαι μεταφοραῖς. μετενήνεκται δὲ τὸ παράδειγμα ἀπὸ τῶν γραφέων, οἶ γράφειν (γραφεῖς λέγονται πρὸς παράδειγμα. τί δὲ κενολογοῦσιν οἱ τὰς ἰδέας παραδείγματα λέγοντες, ἔδειξε διὰ τοῦ εἰπεῖν τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀπ[οβλέπον. δεῖ γὰρ εἰ παράδειγμα αἱ ἴδει, εἶναί τι τὸ πρὸς αὐτὰς ·ποιοῦν, ὦς τοὺς γραφεῖς ὁρῶμεν πρὸς παράδειγμα γράφοντας· τοῦτο τοῦ L) δὲ οὐ λέγουσιν οἱ ταῦτα τιθέμενοι L 7*)

100
γὰρ τῆς ὕλης λέγομεν εἶναι τὰ ἔνυλα, ὁμοίως δὲ καὶ ἐκ τοῦ εἴδους τοῦ ἐν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀμφοῖν. ὧν τρόπων κατ’· οὐδένα ἐκ τῆς ἰδέας τὰ πρὸς αὐτάς, ὡς δέδεικται· ἐνυπῆρχε γὰρ ἂν αὐτοῖς. λέγεται δὲ ἔκ τινος καὶ ὡς ἐκ τοῦ ποιοῦντος καὶ ὡς ἐκ τοῦ ἀτελοῦς τὸ τέλειον, ὡς λέγομεν ἐκ παιδὸς ἄνδρα γίγνεσθαι, καὶ ὡς ἐκ τῶν μερῶν τὸ | ὅλον, καὶ ὡς ἐκ [*](74) τῶν ἐναντίων τὰ ἐναντία. λέγεται ἔκ τινος καὶ τὸ μεταγιγνόμενον, ὡς ἐξ Ὀλυμπίων Ἴσθμια. κατ’ οὐδένα δὴ τῶν τρόπων τοῦ ἔκ τινος ἐκ τῶν ἰδεῶν τὰ ἐνταῦθα. οὔτε γὰρ ὕλη αὐτῶν, ὡς ἐδείχθη, οὔτε εἶδος αἰ ἰδέαι· ἀλλ’ οὐδὲ μέρη. ἀλλ’ οὐδὲ ὡς ἐξ ἐναντίων ταῦτα ἐκείνων. τὸ γὰρ ἐξ ἐναντίου γιγνόμενον ὑπομένοντος τοὐ αὐτοῦ ὑποκειμένου καὶ μεταβάλλοντος ἐκ τοῦ ἐναντίου γίγνεται· εἰ δὲ οὕτως, εἴη ἄν ταὐτὸν ὑποκείμενον ταῖς τε ἰδέαις καὶ τοῖς πρὸς αὐτάς, ὥστε αἱ ἰδέαι ἐναντίαι ἂν εἶεν τοῖς πρὸς αὐτὰς γιγνομένοις, ἀλλ’ οὐχ ὅμοιαι. ἔτι φθειρόμεναι ἐν τῇ τούτων γενέσει, ὡς ἐξ ἐκείνων ταῦτα καὶ ἐκ τούτων ἐκεῖναι· τοιαύτη γὰρ ἡ ἐξ ἐναντίων γένεσις. ἀλλ’ οὐδὲ ὡς ὑπομενουσῶν καὶ τελειότητά τινα προσλαμβανουσῶν γίνεται τὰ πρὸς αὐτάς, ὡς ἐκ τοῦ παιδὸς ἀνὴρ ἐλέγετο γίγνεσθαι· οὔτε γὰρ ἐνυπάρχει τούτοις; οὔτε τελειοῦται ἐκεῖνα ὑπὸ τούτων. εἴη γὰρ ἂν ἀτελέστερά τε τούτων καὶ ἐν τούτοις καὶ φθαρτά· ἡ γὰρ τῶν τελείων φθορὰ κἀκείνων ἐστὶ φθορά. ἀλλ’ οὐδὲ ποιητικαὶ αἱ ἰδέαι τῶν ἐνταῦθα, ὡς ὁ πατὴρ τοῦ τέκνου· ἀκίνητοι γὰρ ἐκεῖναι· καὶ ἄνθρωπος ἄνθρωπον γεννᾶ ὁ καθ’ ἕκαστα τὸν καθ’ ἕκαστα, ἀλλ’ οὐχ ὁ αὐτοάνθρωπος. ἀλ·λ’ οὐδὲ οὕτως ὡς ἐξ Ὀλυμπίων Ἴσθμια. ἤτοι οὖν τὸ ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἔστι τἆλλα κατ᾿ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι διὰ τοὺς ἔκ τινος τρόπους εἶπεν, ὡσεὶ πολλαχῶς τὸ ἔκ τινος· καὶ δέδεικται τοῦτο. ἢ λέγοι ἄν, ὥς τινες ἤκουσαν, τὸ κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι ὑπὸ τῶν τὰς ἴδες τιθεμένων. ζητοῦντες γὰρ τίνα τρόπον ἡ μετοχὴ ἡ τῶν εἰδῶν, ἢ οὕτως φασὶν ὡς ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἐνυπάρχειν τὴν ἰδέαν, οἷον ἐν ἑκάστῳ τῶν τινῶν ἀνθρώπων τὸν αὐτοάνθρωπον, ἢ ἐν ἑκάστῳ μέρος τῆς ἰδέας, ἢ παράδειγμα τὸ εἶδός ἐστι τοῖς μετέχουσ.ιν. ὧν οἱ μὲν πρῶτοι δύο τρόποι τῆς μετοχῆς ἀδύνατοι, ὡς ἡμεῖς τε ἐδείξαμεν πρὸ ὀλίγου, καὶ αὐτὸς εἶπεν Εὐδόξου μνημονεύσας ὅτι “ῥᾴδιον συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν”, οἷς ἐπήνεγκε τὸ ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἔστι τὰ ἄλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι, ὡς ἴσον λέγων τῷ οὐδὲ ἐκ τοῦ παρὰ τούτους τοὺς ἔτι καταλειπομένους τρόπους οἷόν τε εἶναι ἐκ τῶν εἰδῶν τὰ ἄλλα. τούτου γὰρ δειχθέντος εἴη ἂν δεδειγμένον καὶ τὸ μὴ κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι. ἔστι δὲ οὗτος ὃς καὶ πρὸς παράδειγμα λέγει γίγνεσθαι τὰ τῇδε πρὸς τὰς ἰδέας, οὗ καὶ ἐφεξῆς μνημονεύει λέγων “τὸ δὲ λέγειν παραδείγματα”. εἴτε δὲ διὰ τοῦτο ἐπήνεγκε τοῦτο, εἴτε καὶ ἐνδειξόμενος ὅτι κατὰ μηδένα τῶν [*](13 αὐτὰς γιγνομένοις S Ascl.: αὐτὰ γιγνομένοις A 35 ἐκ τοῦ—τρόπους (36)] ἐκ. του παρὰ τούτους ἔτι καταλειπομένου τρόπου duce S coni. Bonitz 40 ἐνδειξόμενος e S coni. Brandis: ἐνδειξάμενος A)
101
τοῦ ἔκ τινος τρόπων λεγομένων οἷόν τε ἐκ τῶν εἰδῶν λέγειν τὰ ἄλλα γεγονέναι, | ἑξῆς ἐπὶ τὸ δεῖξαι τὸ λεγόμενον ὑπ’ αὐτῶν μετελήλυθε, τὸ παραδείγματα λέγειν αὐτάς· καὶ τοῦτο, μετέχειν τὰ τῇδε ἐκείνων, κενολογεῖν ἐστι καὶ μεταφοραῖς χρῆσθαι ποιητικαῖς· τοῦτο δέ; ὅτι τοῖς ποιηταῖς οἰκεῖον τὸ χρῆσθαι μεταφοραῖς. μετενήνεκται δὲ ἀπὸ τῶν γραφέων τὸ παράδειγμα, οἳ γράφειν λέγονται πρὸς παράδειγμα. ὅτι δὲ κενολογοῦσιν οἱ τὰς ἰδέας παραδείγματα λέγοντες ἔδειξε διὰ τοῦ τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον; δεῖ γάρ, εἰ παραδείγματα ἐκεῖναι, εἶναί τι τὸ πρὸς αὐτὰ ποιοῦν, ὡς τοὺς γραφεῖς ὁρῶμεν πρὸς τὰ παραδείγματα γράφοντας·

[*](p. 991a20)

Τὸ δὲ λέγειν παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν κενολογεῖν ἐστιν.

Ζητήσας πῶς αἱ ἰδέαι αἰτίαι τῶν ἐνταῦθα καὶ τίνος, καὶ δείξας ὅτι οὔτε τῆς κινήσεως οἷόν τε αὐτὰς αἰτίας εἷναι οὔτε τῆς ἐπιστήμης καὶ γνώσεως τῶν ἐνταῦθα οὔτε τοῦ εἶναι, ἀλλ’ οὔτε κατά τινα τῶν ἔκ τινος λεγομένων τρόπων γίγνεσθαί [τι] τὰ ἐνταῦθα ἔστιν ἐξ ἐκείνων, εὐλόγως τούτοις δεοειγμενοις τὸ τῆς μετοχῆς ὄνομα, ᾦ χρωνται, ὡς κενὸν οιαβάλλει. λέγουσι γὰρ αὐτὰς παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν τὰ ἐνταῦθα· τὸ δὴ οὕτως λέγειν, φησί, κενολογεῖν ἐστι καὶ μεταφορὰς λέγειν ὡς οἱ ποιηταί· οὐδὲν γὰρ τούτων ὧν μετέχει τὸ μετέχον σημαίνουσιν οἱ ἐπὶ τῶν ἰδεῶν τῷ μετέχειν χρώμενοι. ὅτι δὲ κενολογοῦσι βραχέως ἔδειξε διὰ τοῦ τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον; πάντως μὲν γὰρ τὸ πρός τι παράδειγμα γενόμενον ὑπό τινος ὁμοιοῦντος αὐτὸ ἐκείνῳ καὶ ποιοῦντος γίνεται· ἐπὶ δὲ τῶν ἰδεῶν τί ἐστι τὸ ποιοῦν τὰ ἐνταῦθα πρὸς τὰς ἰδέας ἀποβλέπον; ὁρῶμεν γὰρ ἄνθρωπον ὑπὸ ἀνθρώπου γινόμενον τὸν καθ’ ἕκαστα ὑπὸ τοῦ καθ’ ἕκαστα καὶ ἵππον ὑπὸ τοῦ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν οὐδὲν πρὸς τὴν ἰδέαν ἀποβλέπον ποιεῖ ὃ ποιεῖ, ἀλλὰ φυσική τις ἡ γένεσις καὶ ἡ τάξις ἑκάστου, τοῦ μὲν τὴν ἀρχὴν ἐνδιδόντος, τοῦ δὲ ὑποδεχομένου τε καὶ σώζ·οντος, καὶ προάγοντος ταύτην κατά τινα ἀκολουθίαν. ἀλλ’ οὐδὲ οἱ ἐπιστήμονες ποιοῦσι τὰ κατὰ τὰς ἐπιστήμας πρὸς ἰδέαν τινὰ ἀποβλέποντες.

[*](2. 3 τὸ παραδείγματα—αὐτάς Brandis Bonitz: τὸ παραδείγματι λέγειν αὐτοῖς Α: τὸ παραδείγματι λέγειν ταῦτα M τὸ παραδείγματα—ἐστι (4)] ideas esse quasi exemplaria. Est autem sensus putare ideas esse exemplaria et hoc esse nostratia ideis quasi exemplaribus participare, inane dictu est S: res tale quid postulat ὅτι τὸ παραδείγματα λέγειν αὐτὰς εἶναι καὶ κατὰ τοῦτο (vel καὶ οὕτω) μετέχειν· 14 οὕτε τῆς κινήσεως—ἐνταῦθα οὔτε (15) om. Α 16 τι auctore S del. Bonitz)
102
[*](p. 991a23)

Ἐνδέχεται δὲ καὶ εἶναι καὶ γίγνεσθαι ὅμοιον καὶ μὴ εἰκαζόμενον.

Τὸ λεγόμενον νῦν πρὸς τὸ εἶναι παράδειγμα τὰς ἰδέας λέγεται. καὶ γὰρ εἰ δοθείη εἴδη τε εἶναι καὶ τὰ ἐνταῦθα ὅμοια γενέσθαι ἐκείνοις ἃς ἰδέας λέγεσθαι, οὐκ ἤδη καὶ παραδείγματα ἐκεῖνα τούτων, εἴ γε μὴ | εἴη τὸ [*](76) ποιοῦν πρὸς αὐτάς. ἐνδέχεται γὰρ ὅμοιά τινά τισι γενέσθαι καὶ μηδενὸς εἰκάζοντος αὐτὰ καὶ πρὸς ἐκεῖνα ποιοῦντος. καὶ τοῦτο ἔδειξεν ἐναργῶς ἐπὶ Σωκράτους· οὐ γὰρ εἰ Θεαίτητος ἦν ὅμοιος Σωκράτει, ἤδη καὶ εἴκασται αὐτῷ· καὶ γὰρ ὄντος Σωκράτους ὅμοιός τις αὐτῷ δύναται γενέσθαι, καὶ μὴ εἰκαζόμενος, ὡς Θεαίτητος, καὶ μηκέτι ὄντος. δύναται γὰρ καὶ νὺν οἷος ἦν Σωκράτης εἶναί· τε καὶ γίνεσθαι. εἰ δὲ καὶ μηκέτι ὄντι τινὶ ὅμοιον γίνεται, ἐναργές ἐστιν ὅτι μὴ πάντως εἰκάζοντός τινος καὶ πρὸς παράδειγμα ποιοῦντος ὅμοιά τισί τινα γίνεται. ὡς γὰρ ὁ τῷ μηκέτι ὄντι ὅμοιος ὢν οὐ πρὸς ἐκεῖνον γέγονεν, οὕτως οὐδὲ ἂν ἀίδιόν τι εἶδος ᾖ καὶ συγχωρηθῇ εἶναί τις τοιαύτη φύσις, ἡ πρὸς αὐτὸ ὁμοιότης ὡς πρὸς παρά- [*](1 ὅμοιον ὁτιοῦν καὶ μὴ Metaph. vulg. 3 παράδειγμα ALF: παραδείγματα S Brandis Bonitz 11 γίνεσθαι S Ascl.: γενέσθαι Α 12 εἰκάζοντος S AscL: εἰκάζεσθαι Α 14 ᾖ Bonitz: εἴη ΑΜ 15 αὐτὸ M Ascl.: αὐτὰ Α) [*](ALT. REC. GR. DISCR. 3 Τὸ λεγόμενον—τερηδόνων (p. 104,18)] Καὶ τοῦτο πρὸς τὸ παράδειγμα εἶναι τὰς ἰδέας τῶν τῇδε λέγεται ἀντιπαραστατικῶς πρὸς τὴν δόξαν ἐπενεχθέν. κἀν γὰρ συγχωρήσῃ, φησί, τις ἰδέας εἶναι, μὴ ὄντος τοῦ ποιοῦντος πρὸς αὐτὰς ἐνδέχεται γενέσθαι ὅμοια ἐκείναις τὰ τῇδε μὴ ὡμοιωμένα πρὸς ἐκείνας μηδὲ εἰκαζόμενα. καὶ γὰρ εἰ γέγονεν ὅμοιος Θεαίτητος τῷ Σωκράτει, ἀλλ’ οὐχ ὡς εἰκαζόμενος ἐκείνῳ ὅταν (1. ὅτε) ἐγίνετο γέγονεν· οὐδὲ γὰρ ὁ Θεαιτήτου πατὴρ ἀφορῶν πρὸς Σωκράτην ἐγέννα· ἀλλὰ καὶ μὴ ὄντος Σωκράτους δυνατόν ἐστιν ἐκείνῳ ὅμοιον γενέσθαι. εἰ οὖν δυνατόν ἐστι καὶ ὄντος καὶ μὴ ὄντος Σωκράτους ὅμοιον ἐκείνῳ γενέσθαι, οὐκ ἂν ἀίδιόν τις ὑπόθοιτο (sic) τὸν Σωκράτην, οὐκ ἀνάγκη τὸν ὅμοιον ἐκείνῳ γεγονότα ὡς πρὸς παράδειγμα ἐκεῖνον εἰκαζόμενον γενέσθαι. οὐκ ἄρα καὶ τῶν εἰδῶν οὐσῶν ὡς πρὸς παραδείγματα ἐκείνας τὰ τῇδε γίνεσθαι ἀνάγκη, μὴ ὄντος τοῦ πρὸς ἐκείνας ποιοῦντος· ἐπεὶ καὶ νῦν πολλὰ τὰ κατὰ φύσιν ἐν τῷ κόσμῳ γινόμενα οὐ πρὸς παράδειγμα τὰ εἴδη εἰκαζόμενα γίνεται· οὐδὲ γὰρ βοῦς ἡ ἵππος ἡ τι τῶν ἄλλων χερσαίων οὐδ’ ἰχθὺς οὐδ’ ὄρνις οὐδ’ ἄλλο οὐδὲν τῶν κατὰ φύσιν, ὅσα τε ἐξ ἀλλήλων καὶ ὅσα ἐξ αὐτομάτου γίνεται, τῶν γεννώντων ὡς πρὸς παράδειγμα τὰς ἰδέας ἀφορῶντα ὅμοια ἑαυτοῖς γεννᾶ (I. ἀφορώντων ὅμοια αὐτοῖς γεννᾶται)· οὑδὲ γὰρ ἡ φύσις ἄλογος οὖσα ἐπιστρεπτική ἐστι πρὸς εἴκασμά τι καὶ πρὸς παράδειγμα ὁμοιοῦσα τὰ παρ’ αὐτῆς κατὰ φύσιν γινόμενα ποιεῖ· οὐ γάρ ἐστι λογικὴ δύναμις ὥσπερ ἡ τέχνη. τὸ γὰρ πρὸς παράδειγμα στρέφεσθαι καὶ κατ’ ἐκεῖνο ποιεῖν λογικῆς ἐστι δυνάμεως· ἡ φύσις δ’ ἄλογος, κἂν τεταγμένως καὶ κατὰ λόγον ποιῇ, δῶρον τοῦτο ἐκ θεοῦ λαβοῦσα, καὶ κατ’ ἀριθμοὺς χρόνου καὶ μερῶν τῶν γινομένων παρ’ αὐτῆς, τῶν μὲν πρότερον τῶν δ’ ὕστερον, τελεσιουργεῖ τὸ ὅλον· θεία γὰρ τέχνη λέγεται οὐχ ὡς χρωμένου ταύτῃ (ταύτης L) τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ ἐκείνου τὴν δύναμιν τοῦ τεταγμένως ποιεῖν πάντα οὐ λογικὴ ἀλλὰ ἄλογος οὖσα δύναμις. ἔχει δὲ καὶ τὰ παρὰ φύσιν τὸ τεταγμένως, οἷον ἀποστήματά τε καὶ τραύματα καὶ νόσων περίοδοι· ἀλλ’ οὐ δήπου πάντως καὶ ταῦτα πρὸς παραδείγματα γίνεται καὶ ἰδέαν. οὐδὲ γὰρ αὐτοὶ τῶν παρὰ φύσιν ἰδέας εἶναι βούλονται πάντως LF)

103
δεῖγμα ἔσται, μηδενός γε ὄντος τοῦ πρὸς ἐκεῖνο ποιοῦντος. τοῦτο δὲ ἂν λέγοιτο καὶ πρὸς τοὺς λόγους τινὰς λέγοντας εἶναι τὰς ἰδέας καὶ νοήματα. καὶ γὰρ εἰ ἔστιν, οὐ διὰ τοῦτο ἤδη καὶ γίγνεται ταῦτα πρὸς ἐκεῖνα, μηδενὸς τοῦ πρὸς αὐτὰ ποιοῦντος ὄντος. ὅτι γὰρ μὴ πρὸς παράδειγμά τι καὶ ἰδέαν γίνεταί τι ἢ γέγονε τῶν φύσει συνεστώτων, δείξαι τις ἄν καὶ διὰ τοιούτου λόγου. εἰ ἀίδιός ἐστιν ὁ κόσμος καὶ μ·ηδὲν τῶν νῦν γινομένων κατὰ φύσιν ὡς πρὸς παράδειγμα ἰδέαν τινὰ γίνεται, οὐδ’ ἂν πρότερόν τι οὕτως εἴη γεγονός. ἀλλὰ μὴν ἀίδιός τε ὁ κόσμος; ὥς φασι, καὶ οὐδὲν τῶν νῦν κατὰ φύσιν γιγνομένων πρὸς παράδειγμα ἰδέαν τινὰ γίγνεται, ὡς δείξω. οὐδὲ πρότερον ἄρα τι τῶν φύσει γεγονότων ὡς πρὸς παράδειγμα ἰδέαν γέγονε· πάντα γὰρ ὁμοίως ἀεὶ ἐν ἀιδίῳ ὄντι τῷ κόσμῳ γίγνεται. εἰ δὲ τοῦτο, οὐδ᾿ ἂν παραδείγματα εἶεν αἱ ἰδέαι. ὅτι δὲ μηδὲν τῶν φύσει νῦν γινομένων πρὸς παράδειγμα ἰδέαν τινὰ γίνεται, δῆλον ἐντεῦθεν. πάντα τὰ γιγνόμενα τῶν καθ’ ἕκαστά τινα ἔστιν ἅ ἐστι, καὶ ὑπὸ τῶν κα.θ’ ἕκαστά τινος γίνεται, ὥστε καὶ τὰ φύσει· οἷον φύσει ὅδε ὁ ἄνθρωπος ὑπὸ τοῦδε τοῦ ἀνθρώπου γίγνεται, καὶ ὅδε ὁ ἵππος ὑπὸ τοῦδε τοῦ ἵππου, καὶ ἥδε ἡ ἄμπελος ὑπὸ τῆσδε τῆς ἀμπέλου. ἀλλὰ μὴν καὶ ἕκαστον τῶν κατὰ φύσιν τι ποιούντων κατὰ τὴν ἐν αὐτῷ φύσιν, τοῦτ’ ἔστι κατὰ τὴν ἐν αὐτῷ αἰτίαν τε καὶ ἀρχὴν καὶ δύναμιν τοῦ πως κινεῖσθαι. ταῦτα γὰρ φύσει τε ἔστι καὶ ἔχει φύσιν, ὅσα ἀρχὴν κινήσεως ἐν αὑτοῖς ἔχει, καθὸ καὶ ἔστι τάδε τινά, ἀλλὰ μὴ κατὰ συμβεβηκός. καὶ ὁ ἵππος δὴ τὸν ἵππον ποιεῖ κατὰ τὴν ἐν αὐτῷ τοιαύτην ἀρχήν. ἀλλὰ μὴν οὔτε ἄνθρωπος οὔτε ἵππος οὔτε ἄλλο τι τῶν φύσει γεννώντων τε καὶ ποιούντων πρός τι παράδειγμα βλέπον ποιεῖ τὸ γιγνόμενον ὑπ’ αὐτοῦ· οὐδὲ γὰρ τὴν ἀρχὴν νοοῦν τι περὶ τοῦ ἐσομένου πῶς ἂν γένοιτο, οὕτως ἔχεται τοῦ ποιεῖν ὃ ποιεῖ, ὡς ἐπὶ τῶν τεχνῶν ὁρῶμεν· διὰ τοῦτο γὰρ αἱ μὲν τέχναι ἐν μόνοις γίγνονται τοῖς δυναμένοις ποιεῖσθαι τὴν τοιαύτην πρόνοιαν τοῦ κατὰ τέχνην ἐσομένου· ἐν γὰρ ἀν|θρώποις· κατὰ φύσιν δὲ πολλὰ καὶ ὑπὸ ἀλόγων καὶ ὑπὸ ἀψύχων [*](77) γίνεται. οὐδὲν ἄρα τῶν νῦν κατὰ φύσιν τι ποιούντων πρὸς παράδειγμα ποιεῖ τι· εἰ δὲ μὴ νῦν, οὐδὲ πρότερον· ἀεὶ γὰρ ἡ γένεσις τῶν φύσει γιγνομένων ὁμοία. τὸ δὲ λέγειν κατὰ ἀριθμούς τινας ὡρισμένους τε καὶ τεταγμένους τὰ φύσει γιγνόμενα γίγνεσθαι (οὐ γὰρ ἀπὸ τύχης τε καὶ αὐτομάτου· διὰ τοῦτο γὰρ ἄνθρωπος ἄνθρωπον γεννᾷ), καὶ διὰ τοῦτο ἀξιοῦν τὴν φύσιν πρὸς παράδειγμά τι καὶ λόγον τινὰ ποιεῖν πρὸς ἐκεῖνα ἀφορῶσαν, τὸ μὲν ἀληθὲς ἔχει τὸ δὲ ψευδές τι. γίγνεται μὲν γὰρ πάντα τὰ φύσει κατὰ τάξιν τινὰ καὶ ἀριθμούς τινας ὡρισμένους καὶ οὔτε ἀπὸ τύχης οὔτε αὐτομάτου, οὐ μὴν διὰ τοῦτο καὶ πρὸς παράδειγμα. οὐ γὰρ ἐννοοῦσα ἡ φύσις ποιεῖ 7 ποιεῖ (ἄλογος γὰρ αὕτη δύναμίς ἐστιν), ἀλλ’ ἐστὶν αἰτία τοῦ εἶναι ἐν τεταγμένῃ κινήσει, καὶ ὥστε τῇ πρώτῃ τὴν μετ’ αὐτὴν ἀκολουθεῖν τεταγμένως οὐ κατὰ λογισμόν τινα, κἀκείνῃ πάλιν τὴν τρίτην, ἕως [*](12 ἔω Bonitz: εἰσὶν Α 14 γιγνόμενα M: γιγνομένων Α 18 “post φύσιν addendum cum S ποιεῖ” Bonitz αὐτῷ (ante αἰτίαν) M: ταὐτῷ Α 20 αὑτοῖς Bonitz: αὐτοῖς AM 26. 27 τοῖς δυναμένοις M: τῆς δυνάμεως Α)
104
ἂν ἐπὶ τὸ τέλος αἱ κινήσεις προέλθωσιν, οὗ χάριν ἐγίγνοντο. ἣν τάξιν ἡ τέχνη ἐστὶ μιμουμένη· κατὰ τὸν λόγον γὰρ ταῦτα συντίθησι καὶ ποιεῖ ἃ ποιεῖ. διὸ ἡ μὲν τέχνη δύναμίς ἐστι λογική, ἡ δὲ φύσις ἄλογος. τὸ δὲ λέγειν θείαν τινὰ τέχνην οὖσαν τὴν φύσιν μηδὲν ἀλόγως ποιεῖν, καὶ τὸ ἀξιοῦν τῷ θείαν αὐτὴν εἶναι ἔχειν τοῦτο δῶρον παρὰ θεῶν, τὸ πρὸς τεταγμένον τι καὶ ὡρισμένον παράδειγμα ποιεῖν ἃ ποιεῖ, οὐ καλῶς λέγεται· οὐ γὰρ οὕτως λέγεται ἡ φύσις θεία τέχνη ὡς τῶν θεῶν ταύτῃ τῇ τέχνῃ χρωμένων, ἀλλὰ τῷ ἀπὸ θεῶν οὖσα δύναμις τὸ εὔτακτον τῆς κινήσεως σώζειν κατ’ ἀκολουθίαν τινὰ ἡρμοσμένην, μὴ κατὰ λογισμόν τινα καὶ νόησιν, ἀλλὰ τῷ ἀπ’ ἐκείνων εἶναι. δῶρον δὲ ἀπὸ θεῶν ἔχοι ἂν οὐ τὸ πρὸς παράδειγμα ποιεῖν· πῶς γὰρ ἂν ποιήσαι τι πρὸς παράδειγμα οὗ τέλεόν ἐστιν ἀνεννόητος; ἀλλ’ ἔχειν ἄν τις παρὰ θεῶν αὐτὴν κατὰ τὸ εὐλογώτερον λέγοι τὸ ὅμοιον τῷ ποιοῦντι, ἐν ᾧ ἔστι καὶ ὅθεν τὴν ἀρχὴν λαμβάνει τὸ γινόμενον, ποιεῖν κατὰ τὴν χωρὶς λόγου τῶν κινήσεων εὐταξίαν. ἔτι τὸ εὔτακτον ἔστιν εὑρεῖν καὶ ἐν τοῖς κακοῖς καὶ παρὰ φύσιν γιγνομένοις, οἷον ἀποστήματα, τραύματα, φλεγμοναί, νόσων περίοδοι. ἀλλὰ καὶ ζῴων τινῶν γενέσεις τεταγμέναι μέν, ἀλλ’ οὐ πρὸς ἰδέαν, οἷον σκωλήκων, ἐμπιοων, τερηδονων.

[*](p. 991a27)

Ἔσται τε πλείω παραδείγματα τοῦ αὐτοῦ ὥστε καὶ εἴδη.

Αὕτη ἡ λέξις ἕως τοῦ ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι ἔν τισιν ἀντιγράφοις οὐ φέρεται· διὸ οὐδὲ ὑπεμνηματίσαντο αὐτήν. δείκνυσι δὲ δι’ αὐτῆς καὶ τοῦτο τὸ ἄτοπον ἑπόμενον τῇ περὶ τῶν ἰδεῶν δόξῃ· εἰ γὰρ παρατεταγμέναι [*](17 M: τε τεταγμέναι Α 21 ἀντιγράφοις L: om. Α) [*](ALT. REC. GR. DISCR. 21 δείκνυσι—τῶν ἰδεῶν (p. 105,27)] δείκνυσι δὲ δι’ αὐτῆς ὅτι εἰ εἰσὶ παραδείγματα τῶν αἰσθητῶν αἱ ἰδέαι, πολλά τε τοῦ αὐτοῦ παραδείγματα ἔσον·ται καὶ πλείω τὰ εἴδη. εἰ γὰρ ὁ ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον καὶ δίπουν, καὶ οὐ καθὸ ἄνθρωπος τούτων ἑκάτερόν ἐστιν, εἴ γε πεφύκασι ταῦτα χωρίζεσθαι τοῦ ἀνθρώπου (οὐ γάρ, εἰ ζῷον, ἐξ ἀνάγκης καὶ οὐδ’ εἰ δίπουν, ὡσαύτως καὶ ἄνθρωπος), ἔσονται τοῦ ἀνθρώπου ὁμοῦ [ὅτε] ὁ αὐτοάνθρωπος ὡς τὸ αὐτοζῷον καὶ τὸ αὐτοδίπουν παραδείγματα, καὶ πλείω τὰ εἴδη ἀπλᾶ γε ὄντα τοῦ αὐτοῦ. εἰ δὲ ἅμα καὶ ἐν τῷ αὐτοανθρώπῳ τό τε ζῷον καὶ τὸ δίπουν, οὐκ ἔσται ὁ αὐτοάνθρωπος ἁπλοῦν ἀλλὰ σύνθετον καὶ διαλυτὸν εἰς τὰ ἐξ ὦν σύγκειται. εἰ δὲ καὶ ἔστι ἑκάτερον αὐτῶν ἰδέα, ἔσται ἰδέα ἰδέας προτέρα· τὸ γὰρ αὐτοζῷον πρῶτον τοῦ αὐτοανθρώπου καὶ γένος αὐτοῦ· εἰ δέ μή, ἔσται χωρὶς ζῴου· τοῦτο δὲ ἀδύνατον. ἔσται οὖν τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοζῴου μία εἰκὼν ὁ ἄνθρωπος, καὶ ὁ αὐτοάνθρωπος εἰκών τε καὶ παράδειγμα, μεθέξει τε καὶ ἡ ἰδέα πλειόνων εἰδῶν ὁ αὐτοάνθρωπος τοῦ τε αὐτοζῴου καὶ τοῦ αὐτοδίποδος. εἰ δὲ ἔστι τῶν ἐν τῷ ἀνθρώπῳ τινὰ οὐ κατὰ μετοχὴν ἰδέας, οἷον τὸ ζῷον καὶ τὸ δίπουν (οὐ γὰρ παρὰ τῆς τοῦ ἀνθρώπου ἰδέας ἔχει ταῦτα, εἴ γε τούτων ἑκάτερον πέφυκε τοῦ ἀνθρώπου καὶ ἐν ἄλλοις τοῖς παρὰ τὸν ἄνθρωπον θεωρεῖσθαι) συγχωροῖτο ἄν τὸ μὴ πάντως πρὸς ἰδέαν τοῖς τῇδε τὸ εἶναι. εἰ δὲ ὁ αὐτοάνθρωπος μὴ μετέχει τοῦ αὐτοζῴου καὶ ὅμως ζῷόν ἐστιν, οὐκ ἀνάγκη οὐδὲ τὸ ἐνταῦθα ζῷον εἶναι μετουσίᾳ τοῦ αὐτοζῴου· οὕτως οὐδὲ τοῦ αὐτοανθρώπου· τὸ γὰρ λέγειν τὸν αὐτοάνθρωπον μὴ εἶναι ζῷον ἄνθρωπον ὄντα ἀτοπώτατον. συνάγεται οὖν τὸ μὴ κατὰ μετοχὴν ἰδέας τὰ τῇδε τὸ εἶναι ἔχειν L: om. F)

105
δείγματα ἐκεῖνα τούτων, ἔσται τοῦ αὐτοῦ πλείω παραδείγματα, καὶ ἰδέαι πλείους ἔσονται αὐτοῦ. εἰ γὰρ ὁ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ δίπουν καὶ ἄνθρωπος, καὶ ταῦτα ἀλλήλων διαφέρει, ἑκάστου ἂν αὐτῶν εἴη παράδειγμα καὶ ἰδέα, καὶ μεθέξει ὁ ἄνθρωπος τοῦ | αὐτοανθρώπου καὶ τοὐ αὐτοζῴου [*](78) καὶ τοῦ αὐτοδίποδος. ἀλλ’ εἰ μὲν ἅμα ἔστιν ἐν τῷ αὐτοανθρώπῳ διαφέροντα ἀλλήλων, οὐχ ἁπλοῦν ἡ ἰδέα, ἀλλ’ ἔσται ἐξ ἰδεῶν συγκειμένη· εἰ δὲ ἔστιν ἰδέα ἕκαστον αὐτῶν, προτέρα ἔσται ἰδέα ἰδέας (τὸ γὰρ αὐτοζῷον πρῶτον τοῦ αὐτοανθρώπου· γένος γὰρ τὸ ζῷον τοῦ αὐτοανθρώπου), ἢ ἰδέα ἔσται χωρὶς ζῴου. ἀδύνατον δὲ τοῦτο, καὶ μετέχον ὁ αὐτοάνθρωπος τοῦ αὐτοζῴου, εἴ γε ζῷον κἀκεῖνος· ὥστε εἴη ἄν † ὁ αὐτοάνθρωπος ἀλλὰ καὶ ζῴου παράδειγμα· τοῦ ἄρα αὐτοανθρώπου καὶ τοῦ ζῴου μία εἰκών· μετέχει γὰρ τοῦ ζῴου. οὐ μόνον δὲ τοῦ αὐτοζῴου ἀλλὰ καὶ τοῦ αὐτοδίποδος μεθέξει, ὥστε πλειόνων ἰδεῶν καὶ ἡ μία ἰδέα μεθέξει. εἰ γὰρ μή, ἔστι τι ὧν ἐστιν ὁ ἄνθρωπος οὐ κατὰ ἰδέας μετοχήν· δίπους γὰρ ὁ ἄνθρωπος οὔτε καθὸ ζῷον (ἔστι γάρ τινα τῶν ζῴων οὐ τοιαῦτα) οὔτε καθὸ ἄνθρωπος· ἔστι γὰρ καὶ ἄλλα δ.ίποδα. εντι τε εἰ τὸ ζῷον τὸ εἶναι οὐκ ἔχει παρὰ τοῦ ἄνθρωπος εἶναι, οὐδ’ ἂν τὸ δίπουν ἔχοι παρὰ τῆς τοῦ ἀνθρώπου ἰδέας. οὕτω δὲ συγχωροῖτο ἂν τὸ μὴ πάντως πρὸς ἰδέαν εἶναι τοῖς τῇδε τὸ εἶναι. ἔτι ἔσται ἐν ταῖς ἰδέαις τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. εἰ δὲ αὐτοάνθρωπος μὴ μετέχει τοῦ αὐτοζῴου καὶ ὅμως ζῷόν ἐστιν, οὐκ ἀνάγκη οὐδὲ τὸ ἐνταῦθα ζῷον εἶναι μετουσίᾳ τοῦ αὐτοζῷου· οὕτως δὲ οὐδὲ τοῦ αὐτοανθρώπου. τὸ γὰρ λέγειν τὸν αὐτοάνθρωπον μὴ εἶναι ζῷον, ἄνθρωπον ὄντα, ἀτοπώτατον. ἔτι οὐ μόνον τῶν αἰσθητῶν παραδείγματα τὰ εἴδη ἀλλὰ καὶ αὐτῶν τῶν ἰδεῶν. ἐφθάκαμεν εἰρηκέναι πῶς. τὸ γὰρ αὐτοζῷον παράδειγμα τοῦ αὐτοανθρώπου· τὸ γὰρ γένος τῶν αὐτοῦ εἰδῶν ἔσται παράδειγμα, ἐπεὶ ἕκαστον αὐτῶν ἐστι κἀκεῖνο· ἔσται τε οὕτως τὰ εἴδη παραδείγματα ὄντα τῶν αἰσθητῶν αὐτὰ εἰκόνες τῶν ἰδεῶν.

[*](p. 991b1)

Ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ή οὐσία.

Ὁ λέγει ἔστιν, ὅτι τὴν οὐσίαν τινὸς ἀδύνατον κεχωρίσθαι τοὺ οὗ ἐστιν οὐσία· ἡ γὰρ ἑκάστου οὐσία ἐν ἐκείνῳ. εἰ οὗν αἱ ἰδέαι οὐσίαι, οὔκ εἰσιν [*](7 ἔστιν LF: μή ἐστιν Α 9 ἢ ex S add. Brandis μετέχει scripserim 10 κἀκεῖνος S Bonitz: κἀκεῖνο Α 10. 11 post αὐτοάνθρωπος add. e S οὐ μόνον ἀνθρώπου Bonitz, sed sententia potius tale quid postulat ὥστε εἴη ἄν ἀνθρώπου οὐ μόνον ὁ αὐτοάνθρωπος ἀλλὰ καὶ τὸ αὐτοζῷον παράδειγμα, cf. LF 13 εἰ—ἄνθρωπος (14) Bonitz: εἰ γὰρ ἔστι τι ὄν ἐστιν ὁ ἄνθρωπος A: nam si homo est aliquod ens S: inde εἰ γὰρ ἐστί τι ὄν ὁ ἄνθρωπος coni. Brandis 15 οὔτε καθὸ ζῷον—ἄνθρωπος (16) M: om. A 16 τὸ (post ζῷον) Μ: om. A 20 καὶ—αὐτοζῴου (21) MS: om. A 31 ἡ] εἰ Α) [*](ALT. REC. GK. DISCR. 30 Ὅ λέγει—τῇδε (p. 106,6)] Ἑκάστου οὐσία τὸ εἶδος ἑκάστου ἐστί; καθὸ λέγεται τόδε τι εἶναι, οἶον ἄνθρωπος· οὐσία γὰρ τούτου τὸ εἶδος αὐτοῦ, οὗ καὶ ὁ ὁρισμός ἐστι δηλωτικός·)

106
αὐτῶν κεχωρισμέναι· εἰ δέ εἰσι κεχωρισμέναι, οὔκ εἰσιν αὐτῶν οὐσίαι. ἀλλὰ μὴν οἱ λέγοντες τοὺς ὁρισμοὺς τῶν ἐνταῦθα γίγνεσθαι κατὰ τὰς ἰδέας οὐσίας ποιοῦσι τὰς ἰδέας τῶν αἰσθητῶν· οἱ γὰρ ὁρισμοὶ ἑκάστου τὴν οὐσίαν δηλοῦσι καὶ κατὰ τὰ οἰκεῖα εἴδη γίγνονται· τὸ γὰρ εἶναι ἑκάστῳ, οὗ ὁ ὁρισμὸς δηλωτικός, κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτω τε εἶεν ἂν αἱ ἰδέαι τὰ εἴδη τῶν τῇδε.

[*](p. 991b3)

Ἐν δὲ τῷ Φαίδωνι οὕτω λέγομεν, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι τὰ εἴδη αἴτιά ἐστιν.

Τὸ μὲν λέγομεν ὁμοίως εἴρηται τοῖς πρόσθεν· κοινοῦται γὰρ τὴν δόξαν ὡς οὖσαν καὶ αὐτοῦ. δείκνυσι δὲ ψεῦδος ὂν τὸ εἰρημένον ἐν τῷ | Φαίδωνι. εἴρηται μὲν γὰρ ὅτι καὶ τοῦ εἶναι τὰ ἐνταῦθα καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη· τοῦτο δὲ οὐκ ἀληθές, εἴ γε ἀδύνατον, ὡς προείρηται, χωρὶς τὴν οὐσίαν εἶναι καὶ τὸ οὗ ἐκείνη οὐσία. εἰπὼν δὲ καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι, ὅτι μηδὲ τοῦ γίγνεσθαι νῦν λέγει. πῶς γὰρ οὐδὲ τοῦ γίγνεσθαι; κἂν γὰρ εἴη τὰ εἴδη, ὅμως οὐκ αὐτὰ αἴτια τοῦ καὶ εἶναί τιν·α καὶ γίγνεσθαι πρὸς ἐκεῖνα· οὐδὲν γὰρ ἔσται πρὸς αὐτὰ μὴ ὄντος τοῦ κινοῦντος καὶ ποιοῦντος· οὐ γὰρ δὴ αἱ ἰδέαι αὐτοῖς εἰσιν αἰτίαι ὡς ποι- [*](1 εἰ δέ εἰσι κεχωρισμέναι MS: om. Α 7 λέγομεν] sic etiam Metaph. libri duo: λέγεται vulg. 10. 11 ἐν τῷ Φαίδωνι] p. 100 D 14 πῶς—γίγνεσθαι (15) ora. S: verba corrupta esse censet Bonitz 16 οὐδὲν MS: οὐδὲ Α 17 αὐτοῖς Ascl. Brandis Bonitz: αὐταῖς Α) [*](ALT. REC. GR. DISCR. καὶ οὐκ ἐχωρίσθη τὸ τοῦ ἀνθρώπου εἶδος τοῦ ἀνθρώπου, ἀλλὰ συντέτακται αὐτῷ. εἰ οὑν αἱ ἰδέαι χωρισταὶ τῶν τῇδε καὶ οὐ συντεταγμέναι, οὐκ ἂν εἶεν οὐσίαι τούτων, οὑδὲ κατ’ αὐτὰς οὐσίωται τὰ τῇδε. καὶ συνάγοιτο ἐν δευτέρῳ σχήματι ὁ συλλογισμὸς οὕτως· τῶν κατὰ φύσιν πάντων αἱ οὐσίαι ἀχώριστοι (χωρισταὶ F) αὐτῶν εἰσιν· αἱ ἰδέαι οὔκ εἰσιν ἀχώριστοι· αἱ ἄρα οὐσίαι οὔκ εἰσι τῶν κατὰ φύσιν LF 9 Τὸ μὲν—τεχνητῶν (p. 107,13)] Κοινοῦται πάλιν τὸ δόγμα, διὸ καὶ λέγομεν εἶπεν, ἀλλ’ οὐ λέγεται· φησὶν οὖν ὅτι ἐν τῷ Φαίδωνι τῷ διαλόγῳ αἴτιά εἰσι τὰ εἴδη τοῖς τῇδε καὶ τοῦ εἶναι ἤτοι τῆς οὐσίας καὶ τοῦ εἴδους καὶ τοῦ γίνεσθαι. τοῦτο (τοῦ LF) δὲ ψεῦδος εἶναί φησι· πῶς γὰρ τοῦ εἶναι ἤτοι τῆς οὐσίας καὶ εἴδους τὰ εἴδη αἴτια τοῖς τῇδε, εἴ γε κεχώρισται τούτων αὐτά, ἡ δὲ οὐσία καὶ τὸ εἶδος οὑ ἐστιν οὐσία καὶ εἶδος, χωρὶς εἶναι οὐ δύναται; καὶ τοῦτο εἰπὼν δείκνυσιν ὅτι οὑδὲ τοῦ γίνεσθαι τοῖς τῇδε αἴτια τὰ εἴδη ἐστί· πῶς γὰρ μὴ ὄντος τοῦ ποιοῦντος αὐτὰ παραδείγματα τῶν τῇδε ὄντα αἴτια τοῦ γίνεσθαι τοῖς τῇδε ἔσται; οὐ γὰρ δὴ αὐτὰ αἴτια τῆς τῇδε κινήσεως ἔσονται, εἴ γε παραδείγματα τούτων εἰσί. τοῦ γοῦν ποιοῦντος μὴ ὄντος κενὸν ἔσται τὸ παράδειγμα [τὸ πρὸς αὐτὸ τὰ τῇδε ποιοῦν]· οὐ γὰρ τὸ παράδειγμα τοῦ γίνεσθαι αἴτιον, ἀλλὰ ποιοῦν. τοῦτο δὲ ἔδειξε διὰ τοῦ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι, ὧν οὔ φασιν ἰδέας εἶναι, ὥσπερ τὰ κατὰ τέχνην· καὶ γὰρ οἰκία καὶ δακτύλιος καὶ κλίνη γίνονταί τε καὶ εἰσὶν ἄνευ ἰδέας καὶ παραδείγματος. εἰ οὖν ταῦτα οὕτω γίνεται, τί κωλύει καὶ τἄ κατὰ φύσιν ὄντος τοῦ ποιοῦντος γίνεσθαι καὶ εἰδῶν μὴ ὄντων μηδὲ παραδείγματος; ἀνάλογον γὰρ τῷ μὲν τεχνίτῃ τὸ ἄρρεν, τῇ δὲ ὕλῃ τὸ θῆλυ. καὶ τὸ μὲν παράδειγμα ἄχρηστον μὴ ὄντος τοῦ ποιοῦντος, τὸ δὲ ποιοῦν τι οὐ κεκώλυται χωρὶς παραδείγματος ποιεῖν, ὡς καὶ (δὲ L) αὐτοὶ τοῦτο συγχωροῦσιν τῶν τεχνιτῶν (l. τεχνητῶν) L)

107
οὖσαι. ὅτι γὰρ τὸ ποιοῦν τοῖς γιγνομένοις αἴτιον καὶ οὐ τὸ παράδειγμα, ἔδειξε διὰ τοῦ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι ὧν οὔ φασιν ἰδέας εἶναι, ὥσπερ τὰ τεχνητά· οἰκία γὰρ καὶ δακτύλιος οὐ πρὸς ἰδέας. εἰ δὲ ταῦτα καὶ μὴ ὄντων εἰδῶν οὐδὲν κωλύεται καὶ γίνεσθαι καὶ εἶναι τῷ τὸ ποιοῦν ἔχειν, οὐδὲ τὰ ὧν φασιν ἰδέας εἶναι κωλυθήσεται καὶ εἶναί τε καὶ γίνεσθαι καὶ μὴ οὐσῶν τῶν ἰδεῶν· δι’ ἃς γὰρ αἰτίας γίνεται τὰ ὧν οὔ φασιν ἰδέας εἶναι, διὰ τὰς ὁμοίας ἔσται καὶ τὰ ὧν φασιν. ὡς γὰρ ἐκεῖνα κατὰ τέχνην γίγνεται οὐ πρὸς ἰδέαν τινά, οὕτω καὶ τὰ κατὰ φύσιν ἔσται κατὰ τὴν φύσιν χωρὶς παραδείγματος, ἀνάλογον ὄντος τοῦ μὲν γεννῶντος τῷ τεχνίτῃ, τοῦ δὲ θήλεος τὴν τῆς ὕλης χώραν. ἐπέχοντος. τὰ μὲν γὰρ παραδείγματα ἄχρηστα μὴ ὄντος τοῦ ποιοῦντος πρὸς αὐτά, τὸ δὲ ποιοῦν τι οὐ κεκώλυται ποιεῖν καὶ χωρὶς παραδείγματος, ὡς αὐτοὶ συγχωροῦσιν ἔχειν ἐπὶ τῶν τεχνητῶν.

[*](p. 991b9)

Ἔτι εἴπερ εἶεν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται;

Πειρᾶται καὶ κατὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον· εἰ γὰρ ἀριθμοὺς μὲν ἔλεγον αὐτὰς εἶναι, μὴ δύνανται δὲ ἀριθμοὶ εἶναι, δῆλον ὅτι οὐδὲ εἶεν ἄν κατ’ αὐτούς. ἔτι ζητεῖ, εἰ εἰσὶν αἱ ἰδέαι ἀριθμοί, πῶς αἴτιοι ἔσονται τοῖς ἐνθάδε; πότερον ὅτι καὶ τὰ ἐνθάδε εἰσὶν ἀριθμοὶ ὥσπερ καὶ αἱ ἰδέαι, ἕτεροι δὲ ἐκείνων τε δηλονότι ἀλλὰ καὶ ἀλλήλων, ὡς κἀκεῖναι ἀλλήλων ἕτεραι, καὶ ἄλλος μέν ἐστιν ἀριθμὸς ἄνθρωπος ἄλλος δὲ ἵππος, ἄλλος Πλατῶν καὶ ἄλλος Σωκράτης, καὶ κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρει ἀλλήλων τὰ ὄντα; ἀλλ’ εἰ τοῦτο, πῶς αἴτιοι ἐκεῖνοι οἱ ἀριθμοὶ οἱ τῶν ἰδεῶν τοῖς ἐνθάδε ἀριθμοῖς, ἐν οἷς ἔστι τὰ ὄντα, ἔσονται; εἰ γὰρ καὶ εἶεν ἴσοι οἱ ἐνταῦθα ἐκείνοις, ὡς εἶναι φέρε εἰπεῖν πεντάδα τόν τε αὐτοάνθρωπον καὶ τὸν αἰσθητόν, ἀλλὰ τὴν μὲν ἀίδιον πεντάδα τὴν δὲ μὴ ἀίδιον, πῶς ἐκείνη ἡ πεντὰς ταύτῃ τῇ πεντάδι αἰτία ἔσται τοῦ εἶναι; οὐ γὰρ δὴ οἱ ἴσοι ἀριθμοὶ ἀλλήλοις τοῦ εἶναι αἴτιοι· πῶς γὰρ ὅλως ἀριθμὸς ἀριθμῷ αἴτιος τοῦ εἶναι;

[*](8 καὶ τὰ om. Α 14 εἶεν] εἰσὶν Metaph. vulg. 22 διαφέρει c. S Bonitz: διαφέρειν A: fort, cum Ascl. legendum ὡς κατὰ—διαφέρειν 27 ἔσται S Ascl.: ἔστι Α)[*](ALT. REC. GR. DISCR. 15 Πειρᾶται—εἶναι (28)] Οἱ τὰς ἰδέας εἰσάγοντες καὶ αἰτίας ταύτας (ταῦτα F) τῶν εἶναι λέγοντες οὐσιῶν ἀριθμοὺς ταύτας ἐκάλουν. βασανίζων οὖν καὶ κατὰ τοῦτο τὴν δόξαν ταύτην εὐθύνει, καὶ φησιν, εἴπερ εἰδὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται τῶν ἐνταῦθα; ἀρά γε διὰ τὴν ἑτερότητα; τὸ γὰρ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον ἕτερον· αὑτὸ δὲ ἑαυτοῦ οὐκ ἐστιν αἴτιον· ἦν γὰρ <ἂν>αὐτὸ ἑαυτοῦ ἕτερον. τίνα οὖν, φησί, τρόπον αἴτιοι ἔσονται, ἕτεροι ἀριθμοὶ τὰ ἐνταῦθα τῶν ἐκεῖ καὶ ἀλλήλων; ἕτερος γὰρ ἄνθρωπος τοῦ αὐτοανθρώπου, ἀλλὰ καὶ Καλλίου (Καλλίας F) ἕτερος καὶ οὗτος Σωκράτους καὶ ἄνθρωπος ἵππου· οὐ γὰρ δὴ LF) τῷ εἶναι τοὺς μὲν ἀιδίους τοὺς δὲ οὔ, ἐκεῖνοι τούτοις αἴτιοι τοῦ εἶναι. εἰ γὰρ καὶ εἶεν ἴσοι, οἷον φέρε εἰπεῖν πεντὰς ὅ τε αὐτοάνθρωπος καὶ ὁ ἐνταῦθα ἄνθρωπος, οὐ παρὰ τοῦτο αἴτιος ἐκεῖνος τούτῳ. τί γὰρ ἄν καὶ εἴη αἴτιος ἴσος ἴσῳ τοῦ εἶναι; ᾖ γὰρ πεντὰς ἑκατέρα, εἰ τύχοι, ἀδιάφορος, κἄν ὁ μὲν ἀίδιος ὁ δὲ μή LF)
108
[*](p. 991b13)

Εἰ δὲ ὅτι λόγοι ἀριθμῶν τὰ ἐνταῦθα.

[*](80)

Πρόκειται μὲν αὐτῷ δεῖξαι ὅτι αἱ ἰδέαι, εἰ ἀριθμοί εἰσιν, οὐ δύνανται εἶναι αἴτιοι τοῖς ἐνταῦθα· ὃ δεῖξαι βουλόμενος; πρῶτον μὲν ἔλαβε τὸ καὶ τὰ ἐνθάδε, ἅ φασι πρὸς ἐκεῖνα γίνεσθαι, ἀριθμοὺς λέγεσθαι εἶναι ὑπ’ αὐτῶν ἴσους ἐκείνοις ἀιδίοις οὖσιν, οὐκ ὄντας τούτους ἀιδίους, καὶ ἔδειξεν ὅτι οὐδὲ οἱ ἴσοι ἀριθμοὶ τοῖς ἴσοις αἴτιοι τοῦ εἶναι δύνανται εἶναι, οὐδὲ εἰ οἱ μὲν εἶεν ἀίδιοι οἱ δὲ μή. νῦν δὲ πάλιν λαμβάνει τὰ ἐνταῦθα μὴ ἀριθμοὺς εἶναι λέγεσθαι ὑπ’ αὐτῶν, ἀλλ’ ἐν λόγῳ τινὶ ἀριθμῶν συνεστάναι, ὃ καὶ βούλονται λέγειν· καὶ δείκνυσιν ὅτι οὐδὲ οὕτως αἱ ἰδέαι καὶ ἐκεῖνοι οἱ ἀριθμοὶ αἴτιοι δύνανται εἶναι τοῖς ἐνθάδε οὖσιν ἐν ἀριθμῶν λόγῳ. βουλόμενος δὲ δεῖξαι τί ἐστι τὸ λέγειν λόγους ἀριθμῶν τὰ ἐνταῦθα εἶναι, παρέθετο τὴν συμφωνίαν· καὶ γὰρ ἡ συμφωνία οὐκ ἀριθμός ἐστιν ἀλλὰ λόγος τις ἀριθμῶν τουτέστιν πράγματά τινα λόγον ἀριθμῶν πρὸς ἄλληλα ἔχοντα. τὸ γὰρ ἐν· διπλασίῳ εἶναι ἐν λόγῳ ἀριθμῶν ἐστιν εἶναι, ὅπερ ἔχει ἡ διὰ πασῶν συμφωνία· ἐν τούτῳ γὰρ αὐτῇ τὸ εἶναι· καὶ αὖ πάλιν ἄλλῃ ἐν ἐπιτρίτῳ, καὶ αὖ πάλιν ἄλλῃ ἐν ἡμιολίῳ, ἃ πάντα ἀριθμῶν εἰσι λόγοι. εἰ δὴ καὶ τὰ ὄντα πάντα λέγοι τις λόγους ἀριθμῶν εἶναι, οὐδὲ οὕτως αἴτιαι αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ ἐκεῖνοι τούτοις ἔσονται. εἰ γὰρ τοῦτο, οὐδὲ ἐπ’ ἐκείνοις οἱ ἀριθμοὶ ἔτι ἔσονται. εἰ γάρ ἐστι τὰ ἐνταῦθα λόγοι τινὲς ἀριθμῶν, δηλονότι τινά ἐστιν ἐν αὐτοῖς ἃ τὸν λόγον ἔχει τοῦτον ἐν ᾧ ἑκάστῳ αὐτῶν τὸ εἶναι, ὥσπερ ἡ συμφωνία λόγος ἀριθμῶν οὖσα ἔχει [*](5 τούτους] αὐτοὺς Ascl. 15 ἐν τούτῳ c. S Bonitz: ἐν ταύτῃ Α Ascl. αὐτῇ S αὐτὴ Α) [*](ALT. REC. GR. DISCR. 2 Πρόκειται—ἑτερότητι (109,6)] Τὸ προκείμενον ἢν αὐτῷ δεῖξαι ὅτι εἰ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι, οὐκ ἔσονται αἴτιοι τῶν ἐνταῦθα τοῦ εἶναι. λαβὼν οὖν ἀριθμοὺς εἶναι καὶ τὰ αἰσθητὰ ἴσους ἐκείνοις, διαφόρους δὲ κατὰ τὸ ἀίδιον καὶ μὴ ἀίδιον, καὶ δείξας μὴ εἶναι δυνατὸν ἐκείνους τούτοις αἰτίους εἶναι, λαμβάνει τἀς αἰσθητὰς οὐσίας μὴ εἶναι ἀριθμοὺς ἀλλὰ λόγους ἀριθμῶν· λόγος δὲ ἀριθμῶν καὶ ἐν μὴ (μὴ ἐν F) ἀριθμοῖς θεωρεῖται. οὗ παράδειγμα ἐν μουσικῇ συμφωνίας ἔλαβεν· ὁ γὰρ ἐπίτριτος καὶ ὁ ἡμιόλιος καὶ ὁ διπλάσιος λόγος, λόγοι ὄντες ἀριθμῶν, τὴν διὰ τεσσάρων καὶ τὴν διὰ πέντε καὶ τὴν διὰ πασῶν συμφωνίαν ἐν μουσικῇ ποιοῦσιν, οὐκ ἀριθμῶν ἀλλὰ ψόφων ὄντων, ἐν οἷς οἱ λόγοι τῶν ἀριθμῶν θεωροῦνται. εἰ οὖν, φησίν, αἴτια τὰ εἴδη τῶν αἰσθητῶν οὐσιῶν, οὐκ ἔσονται τὰ εἴδη ἀριθμοὶ ἀλλὰ λόγοι κἀκεῖνα ἀριθμῶν ἐν ὑποκειμένῳ τινὶ θεωρούμενοι εἴτε ἀριθμοῦ ὄντος τοῦ ὑποκειμένου εἴτε τινὸς ἑτέρας φύσεως. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν εἴτε ἀριθμός τις ὢν εἴτε μή. εἰ δὲ τοῦτο, οὐκ ἔσται αὐτοαριθμὸς ἡ ἰδέα· οὐ γὰρ δὴ ὁ ἀριθμὸς αἴτιος τοῦ ἐν ἀριθμῶν λόγῳ εἶναι. ἐν γὰρ τῷ αὐτῷ ἀριθμῷ διαφέροντες γίνονται λόγοι· ὁ διπλάσιος γὰρ καὶ ὁ ἡμιόλιος ἐν τῷ αὐτῷ ἀριθμῷ τῷ ἓξ θεωροῦνται. οὐκ ἔσται ἄρα ταὐτὸν ἀριθμός τε καὶ λόγος ὲν ἀριθμοῖς. εἰ δὴ καὶ τὰ πράγματα πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχει ἐν λόγῳ ἀριθμῶν, έσται τι ἐν αὐτοῖς ὑποκείμενον, ὃ τὸν τῶν ἀριθμῶν λόγον ἀναδεχόμενον πὼ μὲν ἄνθρωπος γίνεται ποτὲ δὲ ἵππος, ὁτὲ δὲ ἄλλο τι κατὰ τοὺς διαφέροντας λόγους, ὥσπερ ἡ συμφωνία τῇ τῶν ἐν τοῖς φθόγγοις λόγων ἑτερότητι LF)

109
τι ἓν ὑποκείμενον καὶ φύσιν τινὰ ὑποκειμένην, ἧς ὁ ὁρισμός ἐστι καὶ λόγος ἡ συμφωνία, καὶ ἔστι τοῦτο οἱ φθόγγοι. εἰ δὴ τὰ πράγματα τὰ πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχειν ἐν λόγῳ ἀριθμῶν ἐστιν ἔστι τι ἐν αὐτοῖς ὑποκείμενον ὃ τὸν τῶν ἀριθμῶν λόγον ἀναδεχόμενον ποτὲ μὲν ἄνθρωπος γίνεται ποτὲ δὲ ἄλλο τι, κατὰ τοὺς διαφέροντας λόγους ἄλλοτε ἄλλο γινόμενον, ὡς ἡ συμφωνία τῇ τῶν ἐν τοῖς φθόγγοις λόγων ἑτερότητι. τοῦτο δὲ οὐκ ἄλλο τι εὑρεθήσεται ὂν ἢ τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἧς ἐν ἀριθμῷ καὶ ἐν λόγῳ τινὶ ἕκαστον ἔσται τῶν ὄντων, οἷον πυρὸς ἀέρος ὕδατος γῆς, ἢ ὅ τί ποτε ἂν καὶ ᾖ τοῦτο· ἐν γὰρ τῷ τούτων λόγῳ πρὸς ἄλληλα τὸ εἶναι τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι. εἰ δὲ τοῦτο, δεήσει καὶ τὰς ἰδέας παραδείγματα τούτων οὔσας καὶ αὐτὰς λόγους ἀριθμῶν εἶναι καὶ οὐκ ἀριθμοὺς ἁπλῶς· εἰ γὰρ ὁ Καλλίας φέρε εἰπεῖν ἡ ὁ ἄνθρωπος ὁ ὡμοιωμένος τῇ ἰδέᾳ λόγος ἐν ἀριθμοῖς τισίν ἐστι πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος ἢ ἄλλων τινῶν ὑποκειμένων, ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ αὐτοάνθρωπος, πρὸς ἣν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς, ἤτοι τῶν ἀριθμῶν αὐτῶν, εἰ εἴη τοῦτο ὑποκείμενον ἐν αὐτοῖς * * * (τοῦτο γὰρ ἐσήμανε τοῦ εἴτε ἀριθμός τις ὢν εἴτε μή), καὶ οὐχ ὁ αὐτοαριθμὸς. οὐ γὰρ | δὴ ὁ ἀριθμὸς αἴτιος τοῦ ἐν ἀριθμῶν λόγῳ εἷναι· ἐν γὰρ τῷ αὐτῷ ἀριθμῷ [*](81) διαφέροντες γίγνονται λόγοι· ἐν γὰρ τῷ ς΄ καὶ ὁ διπλάσιος καὶ ὁ ἡμιόλιος. εἰ δὲ τοῦτο, οὐκ ἀριθμὸς ἁπλῶς ἡ ἰδέα· οὐδὲ γάρ ἐστι ταὐτὸν ἀριθμός τε καὶ λόγος ἐν ἀριθμοῖς· οὐδέ ἐστιν ἄρα ὁ αὐτοάριθμος ἡ ἰδέα. ὥστε ἢ οὐκ ἀριθμοὶ αἱ ἰδέαι ἢ οὐκ αἴτιοι τοῖς τὸ εἶναι ἔχουσιν ἐν λόγῳ ἀριθμῶν. οὗτος δὲ ὁ λόγος πρῶτον μὲν ἀναιρεῖ τὸ εἶναι ἀριθμοὺς τὰς ἰδέας, ἔπειτα καὶ συνθέτους δείκνυσιν αὐτάς, οὐχ ἁπλᾶς. εἰ γάρ εἰσι λόγοι ἀριθμῶν ἐκ πλειόνων φθόγγων, καὶ ἔσται τι ἐν αὐταῖς ὑποκείμενον, ὃ ἐν λόγῳ ἀριθμῶν τὸ εἶναι αὐτῶν ἑκάστῃ ποιήσει· ἀκολουθήσει τε τούτῳ μηδ’ εἶναί τινα ἀριθμόν· εἰ γὰρ μή ἐστιν αὐτοάριθμος, οὐδ’ ἂν ἀριθμὸς εἴη οὐδὲ τὰ ὄντα πρὸς παράδειγμα ἀριθμόν. ἀλλὰ μὴν μὴ ὄντος ἀριθμοῦ οὐδὲ λόγος ἀριθμοῦ εἴη ἄν, ὥστε οὐδὲ ἐν λόγῳ ἀριθμῶν οἷόν τε λέγειν αὐτοῖς τὰ ὄντα εἶναι. τὸ δὲ οὐδὲ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἄν εἴη τῷ οὐδὲ [*](1 φύσιν S Ascl.: φησὶ Α ὁρισμὸς] ἀριθμὸς Ascl. 2.3 τὰ πράγματα—ἐστιν Ascl.: τὰ πρ. πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχει ἐν λόγῳ ἀριθμῶν AFLM 6 ἑτερότητι S Ascl.: ἑτερότητα A 7. 8 καὶ ἐν om. LF 9 καὶ εἴη τούτων LF 10 τοῖς om. LF εἰδοποιεῖσθαι Ascl.: εἰδοπεποιεῖσθαι Α 16 post, αὐτοῖς addendum, ut videtur, ex Ascl. ἢ ἄλλου τινός, ὅ τί ποτ’ ἄν ᾖ έν αὐτοῖς 18 εἶναι LF Ascl.: εἴη Α 24 ἁπλᾶς S Ascl.: ἀπλῶς Α 30 ἀριθμὸς Ascl.: ὁ ἀριθμὸς Α) [*](ALT. REC. GR. DISCR. 10 εἰ δὲ τοῦτο—ἀριθμός (p. 110,2)] καὶ ἡ ἰδέα οὖν οὐκ ἔσται ἀριθμὸς ἁπλῶς, πρὸς ἣν ὁ ἄνθρωπος ἢ ἄλλο τι τῶν τῇδε λέγεται τὸ εἶναι ἔχειν (ἔχει LF) ἀλλὰ λόγος ἐν ἀριθμοῖς. δὲ οὐκ ἀριθμὸς ἀπλῶς, οὐδὲ τοῖς ἐνταῦθα αἴτιος τοῦ ἐν λόγῳ ἀριθμοῦ ἔχειν τὸ εἶναι· οὐκ ἄρα οὐδὲ οὕτως αἴτια τὰ εἴδη τοῖς ἐνταῦθα τοῦ (τὸ LF) εἶναι. τὸ δὲ καὶ οὐδὲ έσται διὰ ταῦτα ὁ ἀριθμὸς ἴσον ἄν εἴη τῷ οὐδὲ ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός, ἐπεὶ μὴ τὸ ἐν λόγῳ ἀριθμῶν ὃν ἤδη ἀριθμός ἐστι LF)
110
ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός, ἐπεὶ μὴ τὸ ἐν λόγῳ ἀριθμῶν ὂν ἤδη ἀριθμός.

[*](p. 991b21)

Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίνεται, ἐξ εἰδῶν δὲ ἓν εἶδος πῶς;

Ὅτι μὴ οἷόν τε ἀριθμοὺς τὰς ἰδέας εἶναι δείκνυσι καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντεθειμένων ἕνα ἀριθμὸν γίνεσθαι (τὰ γὰρ τρία τέσσαρα συντεθέντα ἀλλήλοις ἕνα ἀριθμὸν τὸν ἑπτὰ ποιεῖ), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων μὴ οἷόν τε ἓν εἶδος γενέσθαι· οὐ γὰρ τὸ ἀνθρώπου εἶδος καὶ τὸ κυνός, ἂν οὕτω τύχῃ, συντεθέντα ἓν εἶδος ποιεῖ. οὐ γὰρ ἐπεὶ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετον ὁ ἄνθρωπος ἐκ ζῴου τε καὶ ἄλλου εἴδους· οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτὸ ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ ζῴου ἄνθρωπος εἶναι δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν τῶν ἐν τῷ συνθέτῳ μέρος τοὐ ὅλου γίγνεται σωζόμενος αὐτός. ὥστε οὐκ ἂν εἶεν αἱ ἰδέαι ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλειόνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ ἔτι αἱ ἰδέαι ἔσονται αὐτοῖς ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, εἶτα τὸ τοῦ ἀνθρώπου ἢ ἵππου. ἔτι ἐπὶ μὲν τῶν ἀριθμῶν ἐκ πάντων τῶν διαφερόντων συντεθέντων εἷς ἀριθμὸς γίνεται, ἐπὶ δὲ τῶν ἰδεῶν ἀδύνατον τοῦτο· οὐ γὰρ πάντα τὰ διαφέροντα εἴδη ἕν τι ποιεῖ σύνθετον, οἷον ἵππος καὶ κύων. ἔτι τὰ μὲν συντιθέμενα ἰδίᾳ πορϋπάρχοντα συντίθενται· οὐχ οἷόν τε δὲ ἄνθρωπον καὶ ζῷον κεχωρισμένα ποτὲ ἢ λαβεῖν ἢ ἐπινοῆσαι. |

[*](15 λέγοι MS Ascl.: λέγει Α 22 συντιθέμενα M: σύνθετα Α: συντιθέντα Ascl.)[*](ALT. REC. GR. DISCR. 5 Ὅτι μὴ—ἐπινοῆσαι (24)] Καὶ διὰ τούτων δείκνυσι μὴ εἶναι τὰς ἰδέας ἀριθμούς· φησὶ γὰρ ὅτι ἐκ διαφόρων ἀριθμῶν συντεθειμένων εἷς ἀριθμὸς γίνεται, οἷον ἐκ τοῦ ἑπτὰ καὶ τοῦ τρία ὁ δέκα, ἐξ εἰδῶν δὲ πλειόνων ἓν εἶδος οὑ γίνεται· οὐ γὰρ ἐξ ἀνθρώπου καὶ κυνὸς ἕν τι πέφυκεν εἶδος γίνεσθαι. οὐκ ἄρα ἀριθμοὶ αἱ ἰδέαι. εἰ δέ τις λέγοι 〈ὅτι〉 ὁ ἄνθρωπος ἔκ τε τοῦ ζῴου καὶ ἄλλου εἴδους σύνθετός ἐστι, ψεῦδος λέγει. οὔτε γὰρ τὸ ζῷον αὑτὸ καθ’ αὑτὸ ἐν ὑποστάσει ἐστίν, οὔτε ὁ ἄνθρωπος χωρὶς ζῴου δύναται εἶναι· ἑκάστου δὲ τῶν ἐν ὑποστάσει ζῴων, οἷον ἀνθρώπου ἵππου καὶ τῶν ἄλλων, τὸ ζῷον μέρος εὑρίσκεται ἰδίαν ὑπόστασιν καθ᾿ αὑτὸ μὴ ἔχον. τὰ δὲ μέρη τοῦ ἀριθμοῦ ἐξ ὦν ὁ ἀριθμὸς μέρη τε αὐτοῦ εἰσι, καὶ διαιρούμενα σώζεται, ἰδίαν ὑπόστασιν ἔχοντα· τὰ γὰρ τρία καὶ τὰ ἑπτὰ μέρη ὄντα τοῦ δέκα οὐδὲν ἧττον καὶ καθ’ αὑτὰ σώζονται. εἰ δέ τις λέγοι καὶ τὴν ἰδέαν ἐκ διαφόρων συγκεῖσθαι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου φέρε εἰπεῖν καὶ δίποδος, πρῶτον μὲν οὐχ ἁπλαῖ αἰ ἰδέαι, ὅπερ οὐ βούλονται, ἀλλὰ σύνθετοι· ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρότερον γὰρ τὸ ζῷον τοῦ ἀνθρώπου (om. L). ἀλλ’ οὐδὲ τοῦτο βούλονται LF)
111
[*](p. 991b22)

Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ᾿ ἐκ τῶν ἐναρίθμων, οἷον ἐν τῇ [*](82) μυριάδι, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ συμβήσεται ἄτοπα, εἴτε μὴ ὁμοειδεῖς, μηδὲ αἱ αὐταὶ ἀλλήλαις.

Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντεθειμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδὲ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν 〈ἀριθμῶν〉 συντιθεμένων ἕνα γίγνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων καὶ τετράδων. εἰ πλείους εἰσὶν ἀριθμοί· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς καθὸ γίγνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ᾿ ὅσον ἐκ μονάδων σύγκειται), ἄξιον παρ’ αὐτῶν μαθεῖν πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων ὁμοειδεῖς εἰσιν ἀλλήλαις ἢ ἀνομοειδεῖς. εἴτε γὰρ ὁμοειδεῖς, πολλά φησι συμβήσεσθαι ἄτοπα, ἃ οὐκ ἐπήνεγκεν ὡς ὄντα γνώριμα· λέγει δὲ περὶ αὐτῶν ἐν τῷ Μ τῆσδε τῆς πραγματείας. συμβήσεται γὰρ τὸ πᾶσαν ἐκείνων τῶν μονάδων σύνθεσιν ἰδέαν ποιεῖν· εἰ γὰρ πᾶσαι αἱ μονάδες ὁμοειδεῖς, τί δήποτε αἵδε μὲν ἰδέαν ποιοῦσιν αἵδε δὲ οὔ; οὕτω τε πᾶς ἀριθμὸς ἰδέα ἔσται, οὐχ ὁ τοσοῦτος καὶ ἐκ τοσούτων μονάδων ἐξ ὅσων καὶ τὴν ἰδέαν βούλονται συγκεῖσθαι, ἢ ἐκ τοσῶνδε, εἴ γε ἐξ ὧν εἰσιν ὁμοειδεῖς πᾶσαι. ἔτι πᾶσαι αἱ ἰδέαι ὁμοειδεῖς ἀλλήλαις ἔσονται κατ’ οὐδὲν ἀλλήλων ἢ κατὰ τὸ πλῆθος μονάδων διαφέρουσαι· οὕτω δὲ καὶ τὰ μετέχοντα αὐτῶν ὁμοειδῆ ἔσται ἀλλήλοις. ἀλλ’ οὐ δοκεῖ τὸ λογικὸν καὶ ἄλογον [*](3 μηδὲ] sic etiam Metaph. A b H b sed cf. p. 112,7: μήτε Metaph. vulg. 5 ἀριθμῶν ex Ascl. addidi: idem auctore S coni. Bonitz) [*](ALT. REC. GR. DISCR. 4 Εἴ τις—δυναμέναις (p. 112,11)] Εἰ δέ τις, φησί, λέγοι εἰκότως οὐκ ἔστιν ἐκ τῆς τῶν εἰδῶν συνθέσεως εἶδός τι σύνθετον ἀριθμῶν γε ὄντων, ὅτι μηδὲ οἱ ἀπλῶς ἀριθμοὶ ἐξ ἀριθμῶν συντιθεμένων γίνονται (πάντες γὰρ ἐκ μονάδων τὴν σύνθεσιν ἔχουσιν· οὐ γάρ ἐστιν ὁ δέκα τοῦ ἑπτὰ λόγου ἕνεκεν καὶ τοῦ τρία, οὐδὲ ὁ ἑκατὸν ἐκ τῶν δεκάδων οὐδὲ ὁ μύρια ἐκ τῶν ἑκατοντάδων ἡ τῶν χιλιάδων, ἀλλ’ ὁ μὲν ἐκ δέκα ὁ δὲ ἐξ ἑκατὸν ὁ δὲ ἐκ μυρίων μονάδων συνεστήκασι), πῶς ἐχουσῶν τῶν μονάδων πρὸς ἀλλήλας τὰ εἴδη γίνεται ἐξ αὐτῶν; ἡ γὰρ ὁμοειδεῖς εἰσιν αἱ μονάδες ἡ οὐχ ὁμοειδεῖς· ἑκατέρως δέ, φησί, πολλὰ συμβαίνει τὰ ἄτοπα. καὶ τοῦ μὲν εἰ ὁμοειδεῖς εἶεν, οὐκ ἐπήνεγκε τὰ ἄτοπα ὡς γνώριμα ὄντα· εἴρηκε γὰρ περὶ αὐτῶν ἐν τῷ M τῆσδε τῆς πραγματείας. εἰ γὰρ ὁμοειδεῖς εἰσι, πᾶσα σύνθεσις μονάδων ἰδέαν ποιεῖ, ὥσπερ καὶ ἀριθμόν· ἐκεῖνοι δὲ τοῦτο οὐκ ἐβούλοντο. ἔτι δὲ πᾶσαι αἱ ἰδέαι ὁμοειδεῖς ἔσονται, εἴ γε ἐξ ὁμοειδῶν τῶν μονάδων εἰσίν. εἰ δὲ αὗται, καὶ τὰ πρὸς αὐτὰς (αὐτοὺς γινόμενα, ἅπερ ἐστὶ τὰ φυσικὰ πάντα, ὁμοειδῆ ἔσονται μόνον πλήθει καὶ ὀλιγότητι διαφέροντα. ἀλλὰ τὸ λογικὸν τοῦ ἀλόγου οὐ δοκεῖ πλήθει διαφέρειν, ἀλλὰ ποιότητι μᾶλλον. εἰ δὲ ἐξ ἐλαττόνων μονάδων τὸ ἄλογον συνέστηκε, προσθήκης ἐν αὐτῷ γενομένης μονάδων λογικὸν ἔσται οὐδὲ μίαν διαφορὰν κατὰ ποιότητα δεξάμενον (δειξάμενον L), διὰ τὸ ὁμοειδεῖς εἶναι μονάδας. ταῦτα δὴ τὰ ἄτοπα ἕπεται, εἰ ὁμοειδεῖς αἱ μονάδες ὑποτεθεῖεν. εἰ δ’ ἀνομοειδεῖς πᾶσαι ἐκεῖναί τε καὶ αὗται καὶ ἀλλήλαις ἑκάτεραι (sic), καὶ μὴ αἱ αὐταὶ κατὰ τὸ εἶδος, ὡς τάσδε μὲν ἰδέας ποιητικὰς εἶναι τάσδε δὲ μή, καὶ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἡ ἐν αὐταῖς ἔσται διαφορὰ ἀπαθέσιν οὔσαις παντάπασιν L: om. F)

112
πλήθει τινῶν διαφέρειν, ἀλλὰ ποιότητι μᾶλλον. εἰ γὰρ λέγοιεν ἐν ἐλάττοσι τὸ ἄλογον εἶναι μονάσι, δῆλον ὅτι ἂν προστεθῶσι μονάδες τῷ ἀλόγῳ, αἷς ὑπερεῖχε τὸ λογικὸν τοῦ ἀλόγου, τὸ ἄλογον λογικὸν ἔσται. τοιαῦτα μὲν τὰ ἄτοπα, εἰ ὁμοειδεῖς αἱ μονάδες ὑποτεθεῖεν. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν αὐτάς αὐτὸς ἐπιφέρει τὰ ἄτοπα τὰ ἑπόμενα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς, μήτε πᾶσαι πάσαις ὁμοειδεῖς αἱ μονάδες μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μήτε αἱ αὐταί), ἀλλ’ ἔσται ἐν αὐταῖς διαφορὰ ὡς τάσδε μὲν ἰδεῶν εἶναι ποιητικὰς τάσδε δὲ μή, ἢ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἔσται ἡ ἐν αὐταῖς διαφορὰ ἀπαθέσι πάσαις οὔσαις καὶ μηδεμίαν διαφορὰν κατὰ μηδὲν ἐν αὑταῖς ἀναδέξασθαι δυναμέναις; μόνη γὰρ ἐν μονάσι διαφορά, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ψυχῆς, θέσις· ἀλλ’ αἱ θέσιν ἔχουσαι μονάδες οὐκέτι μονάδες ἀπλῶς, ἀλλὰ σημεῖα καὶ στιγμαί. οὐδὲν γὰρ τούτων εὔλογον οὐδὲ ὁμολογούμενον τῇ περὶ τῶν μονάδων νοήσει. τὸ δὲ πρὸς τὴν λέξιν, εἰπὼν πῶς ἔχουσιν αἱ μονάδες κατὰ τί τὸ πῶς ἔχουσιν εἶπεν, ἐπήνεγκεν· ἢ γάρ ὁμοειδεῖς ἢ ἀνομοειδεῖς αὐτὰς εἶναι ἀλλήλαις.

[*](p. 991b27)

Ἔτι τε ἀναγκαῖον ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν, περὶ ὃ ἀριθμητική.

Εἰ ἀνομοειδεῖς αἱ μονάδες ἀλλήλαις καὶ μὴ πάσαις πᾶσαι ὁμοειδεῖς, δῆλον ὡς ἄλλαι μὲν ἔσονται ἐξ ὧν αἱ ἰδέαι, ἄλλαι δὲ αἷς οἱ | ἀριθμητικοὶ [*](83) χρῶνται· ὥστε ἔσται ἕτερον γένος ἀριθμῶν τι περὶ ὃ. ἡ ἀριθμητική, καὶ ἕτερόν τι ἐξ ὧν αἱ ἰδέαι. κατά τὸν αὐτὸν δὲ λόγον καὶ πάντα τὰ [*](5 ἐκεῖναι Ascl., cf. L: αἱ κοιναὶ Α 11. 12 ἐν τῷ πρώτῳ Περὶ ψυχῆς] Α 4 p. 409a20 12 οὐκέτι] οὐκ εἰσὶ L 13 στιγμαὶ ἡ σημεῖα L οὐδὲν οὖν εὔλογον L οὔτε L 14 νοήσει ἐκ τῶν τοιούτων λόγων συμβαίνει L τὸ δὲ—ἀλλήλαις (16) om. L 17 ἔτι δ’ et ἕτερόν τι γένος Metaph. vulg.; cf. v. 21 18 ἡ ἀριθμητική Metaph. 21 χρῶνται MS: ὁρῶνται Α) [*](ALT. REC. GR. DISCR. 19 Εἰ ἀνομοειδεῖς—δηλοῦνται (p. 113,22)] Εἰ ἀνομοειδεῖς, φησίν, αἱ μονάδες πᾶσαι εἰσὶν ἐξ ὧν τε ὁ εἰδητικὸς ἀριθμὸς καὶ ὁ τῶν αἰσθητῶν οὐσιῶν καὶ ὁ μαθηματικός, ἕτερον ἔσται γένος ἀριθμῶν, περὶ ὃ ἡ ἀριθμητικὴ καὶ πάντα τἆλλα μαθηματικὰ εἴδη, γεωμετρία μουσικὴ καὶ ἡ σφαιρικὴ δηλονότι· ταῦτα γάρ ἐστι τὰ μεταξὺ τῶν ἰδεῶν καὶ τῶν φυσικῶν, ὡς ὑπὸ τῶν τὰς ἰδέας εἰσαγόντων λέγεται. ἁ δὴ μαθηματικὰ ἐκ τίνων ἀρχῶν ἔσται, εἰ μὴ ἐξ ὧν αἱ ἰδέαι, τῆς ἀορίστου λέγω δυάδος καὶ τοῦ ἑνός; ταῦτα γὰρ πάντων στοιχεῖα ἐτίθεντο οἱ τὰς ἰδέας εἰσάγοντες. εἰ οὖν μὴ ἐκ τῶν κοινῶν ἀρχῶν ἐστι τὰ μαθηματικὰ ἀνομοειδῶν οὐσῶν τῶν μονάδων, τίς ὁ τρόπος αὐτῶν τῆς ὑπάρξεως, ἢ πῶς πάντων ἀρχαὶ ἡ ἀόριστος δυὰς καὶ τὸ ἕν; πῶς δὲ καὶ μεταξὺ ἑτέρας ὄντα ταῦτα φύσεως καὶ κατ’ οὐδὲν κοινωνοῦντα τοῖς τε αἰσθητοῖς καὶ νοητοῖς εἴδεσιν; τὰ γὰρ μεταξὺ κατά τινα κοινωνίαν καὶ οἰκειότητα τῶν ἄκρων μεταξὺ λέγεται εἶναι. ἀλλ’ οὐδὲ ἐξ ἀφαιρέσεως ἂν λαμβανόμενα εἶεν ἐξ ἄλλων ἀρχῶν καὶ οὐκ ἐκ τῶν κοινῶν ὄντα, ὡς εἴρηται· τὰ γὰρ ἐξ ἀφαιρέσεως ἐκ τῶν κοινῶν. ἔτι δὲ καὶ τοῦτο ἄτοπον ὅτι τῶν ἄλλων τῶν αἰσθητῶν οὐσιῶν, οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν τοιούτων καὶ τῶν ἰδεῶν οὐκ ἔλεγον μεταξύ, ἐπὶ δὲ τοῦ ἀριθμοῦ καὶ τῶν λοιπῶν μαθηματικῶν ἔλεγον τὰ μεταξύ LF)

113
μαθηματικὰ περὶ ἕτερον γένος ἔσται, τουτέστιν ἄλλο εἶδος ἀριθμῶν ἕξουσι τὰ μαθηματικά· τὰ γὰρ μαθηματικά ἐστι τὰ μεταξὺ λεγόμενα τῶν τε πρὸς τὰς ἰδέας τὸ εἶναι ἐχόντων, ὅ ἐστιν αἰσθητά τε εἴδη καὶ ἐν τοῖς αἰσθητοῖς, καὶ τῶν ἰδεῶν πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει. ταῦτα δὴ τὰ παρὰ τούτοις τοῖς μαθηματικοῖς ὑποκείμενα ἕτερά τινα γένη ἔσται καὶ ἑτέρου εἴδους, εἰ ἔστιν εἰδητικὴ τῶν ἀριθμῶν διαφορὰ τῶν τε ἐξ ὧν ταῦτα ἔπι περὶ ἃ οἱ μαθηματικοί, καὶ τῶν ἐξ ὧν αἱ ἰδέαι ἀριθμοὶ γὰρ αὐτοῖς καὶ τῶν μαθηματικῶν αἱ ἀρχαί, εἴ γε πάντων τῶν ὄντων ἁπλῶς) ἕτερα γένη έσται. ἁπλῶς φησι, λέγων περὶ τῶν μαθηματικῶν. ἢ ἐκ τίνων αὐτοῖς ἀρχῶν ἔσται, εἰ μὴ ἐκ τῶν αὐτῶν ἐξ ὧν καὶ αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός, ἅτινα πάντων ἀρχὰς ὑπέθεντο; πῶς δὲ καὶ ἔτι αὐτοῖς μεταξὺ τὰ μαθηματικὰ ἔσται τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ἄλλης ὄντα φύσεως καὶ ἐξ ἄλλων ἀρχῶν; * * * πῶς ἂν ἔτι μεταξὺ εἴη τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτὰ λεγομένων τὸ εἶναι ἔχειν, οὐ τῶνδε καὶ οὐ τῶνδε διαφερουσῶν τούτων τε καὶ ἐκείνων· καὶ γὰρ τούτοις ἄλλων ἀρχῶν δεήσει. τὰ γὰρ ὡς ἐξ ἀφαιρέσεως λαμβανόμενα μεταξύ ἐστιν, οὐκ ἔστι δὲ ἐξ ἀφαιρέσεώς τισιν, εἰ ἐκ τῶν αὐτῶν ἀρχῶν εἴη. ἔτι καὶ κατὰ τοῦτο ἄτοπον τὸ μεταξὺ λέγειν τὰ μαθηματικά, καθ’ ὅσον ἀνθρώπου μὲν καὶ ἵππου καὶ τῶν οὐσιῶν τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν οὐκ ἔλεγον μεταξύ τινα, ἐπὶ δὲ τοῦ ἀριθμοῦ καὶ τῶν μαθηματικῶν τοῦτο ἔλεγον· τί γὰρ τὸ αἴτιον τούτου; αὐτῶν δὲ τῶν ἰδεῶν εἶπεν, ἐπειδὴ μετὰ τῆς τοῦ αὐτό προσθήκης δηλοῦνται.

[*](p. 991b31)

Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ἑκατέρα ἔκ τινος.

Ἐπεὶ ἡ δυάς ἐστιν ἀρχή (λέγοι δ’ ἂν τὴν ἀόριστον), πάντα δὲ τὰ 25 ὄντα ἢ ἀρχαὶ ἢ ἐξ ἀρχῶν, εἰσὶ δὲ καὶ ἐν τῇ δυάδι τῇ ἀρχὴ ὑπ’ αὐτῶν [*](8 ante ἕτερα non distinguit S “sed ne sic quidem locus sanus” Bonitz 9 ἁπλῶς— ἡ] ἃ πῶς, φησί, λέγων περὶ τῶν μαθηματικῶν, ἢ coni. Bonitz coll. Metaph. 991b29 cod. A b 13 quae exciderint ex S apparet: Nam quae media sunt aliquorum, communitate quadam et proprietate media sunt. At haec quae alterius et generis et naturae sunt, idearum alque eorum quae ad idearum exemplar esse dicuntur media esse qui possunt, cum neque ideae ab harurn alterutris differant, haec (nec corr. Bonitz) illa rursus ab illis; hinc addendum τὰ γὰρ μεταξὺ ὄντα τινῶν κατὰ κοινωνίαν τινὰ καὶ οἰκειότητα μεταξύ τί ἐστι· ταῦτα δὲ ἑτέρου γένους καὶ ἑτέρας ὄντα φύσεως: cf. LF (p. 112) Ascl. 17 exspectes εἰ μὴ ἐκ τῶν αὐτῶν, cf. LF (p. 112) αὐτῶν om. MS) [*](ALT. REC. GR. DISCR. 24 Ἐπεὶ—ἀρχῆς (p. 114,10)] ἐπεὶ πᾶν τὸ ὃν ἢ ἀρχὴ ἡ ἐξ ἀρχῆς ἐστι, ἀρχὴ δὲ κατ’ αὐτοὺς ἡ ἀόριστος δυάς, αἱ ἐν αὐτῇ τῇ δυάδι μονάδες ἐκ τίνος ἔσονται; οὐ γὰρ δὴ ἀρχαὶ αἱ μονάδες ἐξ ἀρχῆς ἄρ. έσται οὖν ἐκατέρα ἐκ τῆς δυάδος. ἀλλὰ τοῦτο ἄτοπον τὰ μέρη ἐκ τοῦ ὅλου εἶναι τὸ ὅλον γὰρ ἐκ τῶν μερῶν, μέρη δὲ τῆς δυάδος αἱ μονάδες· ἡ δυὰς ἄρα ἐκ τῶν μονάδων. ἀρχὴ δὲ τοῦ ἔκ τινος τὸ ἐξ οὗ· ἀρχαὶ ἔτι τῆς μονάδος αἱ δυάδες (l. ὥστε ἀρχαί εἰσι τῆς δυάδος αἱ μονάδες). ἀλλ’ ἀδύνατον τοῦτο λέγειν τοῖς λέγουσιν ἀρχὴν τὴν δυάδα· ἔσται γὰρ τις ἀρχὴ τῆς ἀρχῆς καὶ πρῶτόν τι τῆς ἀρχῆς, καὶ οὐκέτι ἐκεῖνο ἀρχή LF Comment. Arist. Ι Alex. in Metaph. 8)

114
τιθεμένῃ μονάδες, ἐπεὶ μή εἰσιν ἀρχαὶ αὗται (ἡ γὰρ δυὰς ἀρχὴ αὕτη), αἱ μονάδες αἱ ἐν αὐτῇ ἐκ τῶν ἀρχῶν ἔσονται. ἐκ τίνων οὖν; δεήσει γὰρ ἑκατέραν αὐτῶν ἐκ τῆς δυάδος εἶναι· ἄτοπον δὲ τὰ μόρια τῆς δυάδος ἐκ τῆς δυάδος συγκεῖσθαι λέγειν καὶ τὴν μονάδα ἐκ δυάδος εἶναι· οὐ γὰρ δὴ ἑκατέρα τούτων ι τῶν ἐν τῇ f μονάδι δυάδων ἄνα σεται, ἣ εἰδοποιός πως [*](84) ἀρχὴ λέγεται· πολλαὶ γὰρ αὗται ἐκείνην ἄν τι πρότεραι τῆς δυάδος. καίτοι ἀδύνατον, εἰ αἱ μονάδες αἱ ἐν τῇ δυάδι πρότεραι μὲν ἔσονται τῆς δυάδος κατὰ λόγον, εἴ γε ἐκ τούτων τῇ δυάδι τὸ εἶναι, ἀρχὴ δὲ τοῦ ἔκ τινος τὰ ἐξ οὗ. ἀδύνατον δὲ τοῦτο λέγειν τοῖς λέγουαιν ἀρχὴν τὴν δυάδα· ἔσται γάρ τις ἀρχὴ τῆς, ἀρχῆς καὶ πρῶτόν τι τῆς ἀρχῆς.

[*](p.992a1)

Eτιδιὰτίἓν ὁἀριθμὸςσυλλαμβανόμενος.

Ἐπεὶ ἑκάστη ἰδέα ἕν τί ἐστιν, ἀριθμὸς δὲ ἑκάστη ἰδέα, διὰ τί εἷς; καὶ ὑπὸ τίνος, τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος, ἐν τι τὸ ἐξ αὐτῶν γίγνεται; καὶ τί τὸ εἰδοποιὸν καὶ ἑνοποιὸν αὐτῶν; καὶ πῶς ἕν τι γίνεται; εἰ γὰρ μὴ εἷς, οὐδὲ ἡ ἰδέα ἀριθμός· ἓν γὰρ ἡ ἰδέα. εἰ δὲ εἷς, διὰ τί εἷς; καὶ ὑπὸ τίνος τὸ ἑνὶ εἶναι αὐτῷ; εἰ γάρ ἐστί τι τὸ ἑνο- ποιοῦν τοὺς ἀριθμοὺς καὶ ποιοῦν τὰς ἰδέας, οὐκέτι αἱ ἰδέαι ἐν ἀριθμοῖς ἔσονται, ἀλλ’ ἐκεῖνο μᾶλλον ὃ ἔπαυσεν αὐτοὺς τοῦ πλήθου--, ἕνα δὲ ἐποίησεν ἕκαστον αὐτῶν· ἄλλο γάρ τι ἡ δεκὰς παρὰ τὰ δέκα.

[*](p. 992a2)

"Exi δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες16 διάφοροι.

Ἂν ᾖ ἀδιάφοροι γεγραμμένον, τοιοῦτον ἄν εἴη τὸ λεγόμενον. τοῖς τὸ ἓν ἀρχὴν ὑποτιθ-αuι ἑνοῖς καὶ τοῦτο ἄτοπον ἂν ἕποιτο τὸ κοινὸν κατη- [*](4 οὐ γὰρ δψἐξ οὗ (9) locus coiTuptus 5 τῶνὠνα σεται] τῶν ἐν tt^ δυάδι μονάδων εἰς τὴν μονάδα ἀναχθήσεται e S coui. Bonitz G πολὺ γὰρ αὗται ἐκείνης ἄν coni. Brandis 7 εἰ add. Brandis 8 εἴ γε S Bouitz: εἴτε AM 16 ἐστί τι τὸ L: ἐστιν Α 16. 17 ἑνοποιοῦν LFS: ἑνοποιὸν Α 17. 18 οὐκέτι ἡ ἰδέα ἀριθμός, ἀλλ’ L 18 μᾶλλον om. L 20 εἴπερ Metaph.: ἄπειροι Α ALT. REC. GR. DLSCR. 12 ’Eπεὶ—διἀ τί εἶς (Hi)] ἐπειδὴ ἕν τι ἑκάστη ἰδέα, ἀριθμὸς δέ ἐστι ἑκάστη αὐτῶν (εἷς γάρ τις ἀριθμὸς τῶν ἐκ τῶν μονάδων προελθόντων ἑκάστη ἰδέα), τί οὖν τὸ ἑνοποιὸν καὶ εἰδοποιὸν αὐτῶν; εἰ γὰρ οὐχ ἓν ὁ ἀριθμός, οὐδὲ ἡ ἰδέα ἀριθμός· ἓν γὰρ ἡ ἰδέα. εἰ δὲ ἓν ὁ ἀριθμὸς διὰ τί ἕν L 18. 19 πλήθους καὶ ἓν ἐποίησεν· ἄλλο γὰρ ἡ δεκὰς παρὰ τὰ δέκα· ἡ μὲν γὰρ ἕν τι , τὰ δὲ πλῆθος καὶ λέγεται καὶ ἔστιν. L 22 Ἂν ᾖ — διαφορά (p. 117,19)] Καὶ (om. F) τοῦτο, φησίν, οὐκ ὀρθῶς λέγουσιν οἱ τἀς ἰδέας ἀριθμοὺς λέγοντες ὅτι τὸ ὲν ἀρχὴν εἰπόντες (ἓν γὰρ ἑκάστη μόνον) οὐ διώρισαν ποῖον ἓν ἀρχὴν λέγουσιν, ἆρά γε ἐξ οὗ ὁ τῶν ἰδεῶν ἀριθμὸς ἡ ἐξ οὗ ὁ μαθηματικός, ἡ ἐξ οὗπερ ὁ φυσικός· καθάπερ οἱ σῶμα τὴν ἀρχὴν εἰπόντες οὐχ ἁπλῶς εἰρήκασι καὶ ἀδιορίστως ἀλλὰ διορισάμενοι, ἐπεὶ κατὰ πολλῶν τὸ σῶμα λέγεται, οἱ μὲν πῦρ καὶ γῆν, ὡς ὁ Παρμενίδης(ἐν τοῖς πρὸς δόξαν, οἱ δὲ τέτταρα, ὡς ὁ ’L̀μ-ι ἓ)ο·κλῆς πρὸς τοῖς εἰρημένοις ἀέρα καὶ ὕδωρ, εἰρήκασιν. εἰ γὰρ ἀδιο-)

115
γορούμενον στοιχεῖον λέγειν εἶναι τούτων ὧν ἐστι κοινόν, ὅπερ ἀδύνατον. κατηγορούμενον τὸ μονάς· ἀλλὰ μὴν ὕστερον τὸ κοινόν, καὶ ἀπὸ τούτων καὶ ἐν τούτοις αὐτῶ τὸ εἶναι. ὅτι δὲ τοῦτο ἕπεται αὐτοῖς, δείκνυσι διὰ τοῦ ὁμοειδεῖς μὲν εἶναι τὰς μονάδας (τὸ γὰρ “εἴπερ ὁμοειδεῖς” ὡς ὁμολογουμένου τοῦ ὁμοειδεῖς αὐτὰς εἶναι), ὁμοειδῶν δὲ οὐσῶν τὴν μονάδα ἁπλῶς λαμβανομένην τὴν κοινῶς κατὰ πασῶν τῶν μονάδων κατηγορουμένην ὡς εἶδος λαμβάνεσθαι. ἐχρῆν γὰρ αὐτοὺς μὴ οὕτως τὸ ἓν ἁπλῶς ἀρχὴν ὑποτίθεσθαι, ἀλλ’ ὥσπερ ποιοῦσι καθ’ οὓς σῶμα τὸ στοιχεῖον· οὐ γὰρ λέγουσι σῶμα τὸ κοινόν, ἀλλ’ ὁρίσαντές τι τῶν ὑπὸ τὸ κοινὸν σωμάτων, τόδε τι φέρε εἰπεῖν πῦρ ἡ ἀέρα, τοῦτο λέγουσι τὸ στοιχεῖον, ὃ ἤδη μετά τινος διαφορᾶς ἐστιν· τὸ γὰρ σῶμα ἀπλῶς κοινὸν πάντων τῶν σωμάτων, ἃ κατὰ τὸ εἶναι σώματα ἀδιάφορά ἐστιν ἀλλήλων. οὗτε γὰρ | ἔστι [*](85) τι κοινὸν σῶμα ὃ στοιχεῖον εἶναι δύναται, οὔτε μᾶλλον κοινὸν ὃ μηδέ ἐστιν αὐτὸ καθ’ αὑτὸ κοινὸν, ὡς καὶ αὐτοῦ τοῦ εἶναί τι ὅλως τὸ κοινὸν ἔχοντος ἀμφισβήτησιν. ἐχρῆν μὲν οὖν ὁμοίως καὶ τούτους ὁρίσαντας τὸ ἕν τι, ὥσπερ οἱ σῶμά τι τὸ στοιχεῖον λέγοντες, τοῦτο ἀρχὴν ὑποτίθεσθαι· νῦν δὲ τὸ ἓν ἁπλῶς λέγουσιν ἀρχήν, ὥστε πολλῶν οὐσῶν τῶν μονάδων καὶ κεχωρισμένων ἀλλήλων καὶ τοῦ ἑνὸς κατηγορουμένου κοινῶς κατ’ αὐτῶν, ἀλλ’ οὐχ ὅλου τινὸς ὄντος τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας, ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ· καὶ γὰρ καὶ τούτων ἑκάτερον ἕν τι ὂν καὶ ὁμοιομερές ἐστιν. εἰ δὲ οὕτως, οὐκ [*](14 μᾶλλον] “lege ἄλλο τι’’ Bonitz 18 ὥστε] quasi S: ὡς coni. Bonitz: legendum cum Ascl. οὐχ ὡς et l. 20 ἀλλ’ ὡς ὅλου) [*](ALT. REC. GR. DISCR. ρίστως σῶμα τὴν ἀρχὴν εἶπον, τί μᾶλλον πῦρ ἡ ὕδωρ ἢ ἄλλο τι τῶν σωματικῶν στοιχείων εἶπον ἄν, ἐπεὶ κατὰ πολλῶν τὸ σῶμα κατηγορεῖται. οὕτως οὖν καὶ αὐτοὺς ὁρισαμένους εἰπεῖν ἔδει ποῖον ἓν ἤτοι μονάδα τὴν ἀρχὴν λέγουσιν, ὡς εἴρηται. νῦν δὲ οὕτως εἰπόντες τὸ ἓν ἀδιορίστως ὡς ὁμοιομερὲς αὐτὸ εἰρήκασι, καθάπερ τὰ τοῦ πυρὸς ἢ τὰ τοῦ ὕδατος μέρη πῦρ ἡ ὕδωρ λέγεται συνωνύμως. εἰ δὲ οὕτως τὸ ἓν ἀρχὴν εἰρήκασι, φησίν, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί, ἤγουν οὐκ ἔσονται ἀρχαὶ ὡς εἶδος τοῖς ἄλλοις αἱ ἰδέαι (οὐσίαν γὰρ τὸ εἶδος λέγει, ἀριθμοὺς δὲ τὰς ἰδέας), ἀλλ’ ὡς ὕλη· τὸ γὰρ ὁμοιομερὲς τῆς ὑλικῆς ἀρχῆς ἐστιν ἴδιον. τὸ δὲ ἐν τῇ λέξει εἴτε ἔστι κοινὸν τὸ σῶμα εἴτε μὴ σημαίνοι ἄν εἴτε ἔστι τὸ σῶμα αὐτὸ καθ’ αὑτὸ ἐν ὑποστάσει καὶ χωρὶς τῶν καθ’ ἕκαστα σωμάτων ὧν κατηγορεῖται, εἴτε μή ἐστι παρὰ ταῦτα. τοῦτο δὲ εἴρηκεν ὡς ἀμφισβητουμένου εἴτε ἔστι καθ’ αὑτὰ τὰ γένη οἰκείαν ὑπόστασιν ἔχοντα παρὰ τὰ ἐν οἶς εἴδεσιν [ἓν] θεωροῖντο (l. θεωροῦνται) εἴτε καὶ μή. εἰ ὁμοιομερεῖς αἱ μονάδες, ἤτοι τὸ ἓν ὡς ἀδιορίστως εἰρήκασιν, ἀδιάφορος ὁ τῶν εἰδῶν ἀριθμὸς τοῦ ἐξ ὧν τὰ φυσικὰ ἀριθμοῦ· καὶ εἰ τοῦτο, οὐκέτι ἀρχὴ ὁ τῶν ἰδεῶν ἀριθμὸς ὡς ἐξ ὁμοειδῶν τῶν μονάδων <ταῖς> τοῦ τῇδε ἀριθμοῦ συγκείμενος. ἀλλὰ δῆλον ὅτι τοῦτο οὐ ἀλλ’ ἔστι κατ’ αὐτὸ (I. αὐτοὺς) ἕτερον καὶ οὐχ ὁμοειδὲς τοῖς τῇδε τὸ ἕν, καὶ τοῦτο ἀρχή· οὐχ ὁμοειδεῖς ἄρα αἱ μονάδες, ἀλλὰ πλεοναχῶς τὸ ἓν λέγεται ἤτοι ὁμωνύμως· ἄλλως γὰρ ἀδύνατον αὐτὸ ἀρχὴν λέγειν. εἰ δὲ τοῦτο, ἔδει διορίσαντας εἰπεῖν, ποῖον ἓν ἀρχὴν λέγουσιν. ἕαται δὲ τῷ ἀνομοειδεῖς λέγειν τὰς μονάδας καὶ τὸ προειρημένον ἄπορον τίνα χρὴ λέγειν διαφορὰν τῶν μονάδων ἀπαθῶν οὐσῶν LF 8*)
116
ἔσονται οὐσίαι οἱ ἀριθμοί, τουτέστιν, εἰ δὲ οὕτως λέγοιεν τὸ ἓν ὡς ὁμοιομερές, οὐκέτι αὐτοῖς οἱ ἀριθμοὶ οὐσίαι καὶ ἰδέαι ἔσονται ἀλλ’ ὑποκείμενα καὶ ὑλικά (τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ), καὶ ἔτι τὸ ὅλον οὐκ τῶν αὐτοῦ μερῶν ἰδέα. † ἔτι τε οὐσία μὲν οὐκ ἔσται κυρίως τὸ εἶδος, οὐδὲ οἱ ἀριθμοὶ οὐχ ὕλης οὐκ εἴδους λόγον ἕξουσιν. ἢ δύναται τὸ λεγόμενον τοιοῦτον εἶναι. εἰ δὲ λέγοιεν τὸ ἓν τοιοῦτον εἶναι ὡς φύσιν τινὰ μίαν, ὡς τὸ πῦρ, ὡς τὸ ὕδωρ, καὶ τοιοῦτον ὂν ἀρχὴν εἶναι, οὐκέτι αὐτοῖς ἔσονται οὐσίαι τε καὶ ἰδέαι καὶ ἀρχαὶ οἱ ἀριθμοί· οὐ γὰρ ἐκ τῆς τοῦ τοιούτου συνθέσεως ὁ ἀριθμός (ἓν γάρ τι γίγνεται καὶ τὸ αὐτὸ ἐκ τῆς τούτου ὡς ἐπὶ τῆς τοῦ πυρὸς συνθέσεως), ἀλλ’ αἱ ἰδέαι καὶ αἱ ἀρχαὶ ἐκ τοιούτου δηλονότι ὁμοιομεροῦς, ἀλλ’ οὐκ ἀριθμός τις. οὐκέτι οὖν ἔσονται αὐτοῖς οὐσίαι καὶ ἰδέαι οἱ ἀριθμοί, ἀλλὰ δηλονότι ἐκεῖνο, εἴπερ ἔστι, τὸ αὐτοέν. ὃ εἰ ἔστι τι κατ’ αὐτοὺς καὶ ἔστιν ἀρχή, πλεοναχῶς ἄν τὸ ἓν λέγοιτο· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν ἀρχὴν λέγειν αὐτοῖς. δύναται τὸ ἀλλὰ δῆλον ὅτι, εἴπερ ἔστι τι ἓν αὐτὸ ἐπενηνοχέναι ὡς εὔλογον ὂν τοῦτο αὐτοὺς λέγειν. οὔτε γὰρ ὡς γένος καὶ κοινὸν λέγοιεν ἄν, οὔτε ὡς ὁμοιομερὲς τὸ ἕν, ἀλλ’ ὡς ἄλλην τινὰ φύσιν ἔχον ἐκεῖνο τὸ ἓν τὸ ὡς ἀρχὴν παρὰ τὰ ἄλλα πάντα. ᾧ ἐπιφέρει τὸ ἔσεσθαι αὐτοῖς τὸ ἓν τῶν πολλαχῶς λεγομένων καὶ ὁμώνυμον. εἴρηκε δὲ ὅτι εἰ εἰσὶν ὁμώνυμα ταῦτα ἐκείνοις, οὐκέτι ἂν αὐτῶν ἐκεῖνα παραδείγματα οὐδὲ ἀεὶ ὄν. ἀλλὰ δηλονότι, εἴπερ ἔστι τι ἓν αὐτό, καὶ ἔστι τοῦτο αὐτὸ ἀρχὴ αὐτοῖς ἄλλης ὂν φύσεως παρὰ τὰς ἄλλας ἑνάδας, ἀκολουθεῖ τὸ πολλαχῶς λέγεσθαι τὰς μονάδας καὶ μὴ εἶναι ὁμοειδεῖς. ὅτι δὲ τοῦτο ἄτοπον, πρόδηλον· τίνες γὰρ ἔσονται μονάδων διαφοραί, καὶ τίνες οἱ διαφέροντες λόγοι; καὶ ὅτι οὐκ ἔσται τούτων ἰδέα καὶ παράδειγμα | ἐκείνη ἡ μονάς. δοκεῖ δέ μοι ἡ λέξις μὴ οὕτως [*](86) ἔχειν, ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες ἀδιάφοροι, ἀλλὰ διάφοροι· τοῦτο γὰρ ἦν περὶ οὗ τὸν λόγον ἐποιεῖτο, καὶ τοῦτο αὐτοῖς ἐδόκει, διαφέρειν τὰς μονάδας, καὶ ἄλλας μὲν εἶναι τὰς ἐν ταῖς ἰδέαις ἄλλας δὲ τὰς μαθηματικάς. οὕτω δὲ ἐχούσης τῆς λέξεως, ὃ λέγει τοιοῦτον ἂν εἴη. εἰ αἱ μονάδες κατ’ αὐτοὺς διάφοροί εἰσι καὶ μὴ πᾶσαι ὁμοειδεῖς, ἐχρῆν αὐτοὺς ὁρίσαντας λέγειν στοιχεῖον καὶ ἀρχὴν εἶναι τήνδε τινὰ τὴν μονάδα, ἀλλ’ οὐχ ἁπλῶς μονάδα τὸ κοινόν. ὡς γὰρ οἱ περὶ τῶν σωματικῶν στοιχείων λέγοντες οὐχ ἁπλῶς σῶμα τὸ στοιχεῖον λέγουσιν, ἀλλ’ ἐπεὶ διαφέρει κατ’ εἶδος ἀλλήλων τὰ σώματα, ὁρίζονται καὶ λέγουσι τί δοκεῖ αὐτοῖς τῶν σωμάτων στοιχεῖον εἶναι, ὅτι γὰρ ἀὴρ ἢ πῦρ [*](2 αὐτοῖς Ascl.: αὐτοὶ libri 4 ἔτι—ἕξουσιν (5)] locus corruptus: legendum cum Ascl. ἔτι τε οὐσία ἑκάστου κυρίως τὸ εἶδος, οἱ δὲ ἀριθμοὶ ὕλης οὐκ εἴδους λόγον ἕξουσιν; cf. S: el cum sit. forma proprie substantia, numeri tamen materiae non formae rationem habebunt 8. 9 τοῦ τοιούτου ἑνὸς συνθέσεως recte Ascl. 11. 12 ἔσονται αὐτοουσίαι legisse videtur S 12 οἱ scripsi c. S: καὶ ΑΜ 13 αὐτοέν scripsi c. S: αὐτὸ ἕν libri 17 ἔχον M: ἔχων Α ἀρχὴν Brandis Bonitz: ἀρχὴ AM 20 ὄν] ὄντα recte coni. Brandis 26 ἔτι M: ὁ ἔτι Α 28 ἄλλοις μὲν Α 33 σωματικῶν στοιχείων MS: σωμάτων στοιχεῖα Α 34 καὶ. om. A 35 στοιχεῖον MS: στοιχεῖα Α)
117
ἢ τοιοῦτόν τι, ἀλλ’ οὐ τὸ κοινὸν σῶμα ἀπλῶς (εἴτε γάρ τι ἔστι τὸ κοινὸν σῶμα παρὰ τὰ ὧν κατηγορεῖται, εἴτε μή, οὐ τοῦτο στοιχεῖον λέγουδιν· ἐγένετο γὰρ ἂν αὐτοῖς οὐ μᾶλλόν τι τούτων λέγειν στοιχεῖον ὧν λέγουσιν, ἢ καὶ ἄλλο τι καθ’ ὧν τὸ σῶμα κατηγορεῖται), οὕτως ἔδει καὶ τούτους ὁρίσαι ποῖον ἓν στοιχεῖον λέγουσι καὶ ποίαν μονάδα, ἐπεὶ διαφέρουσιν αἱ μονάδες. νῦν δὲ ἁπλῶς λέγοντες τὸ ἓν οὕτω λέγουσιν ὡς ὁμοειδῶν καὶ ἀδιαφόρων οὐσῶν πασῶν τῶν μονάδων· τοῦτο γὰρ ἐσήμανε διὰ τοὐ εἰπεῖν ὡς ὅντος τοὺ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· τὸ γὰρ ἀδιάφορον τῶν μονάδων καὶ ὁμοειδὲς διὰ τοὺ ὁμοιομερὲς εἰπεῖν ἔδειξεν. ἀλλ’ εἰ οὕτως ἔχοιεν αἱ μονάδες, οὐκ ἂν εἶεν εντι οὐσίαι οἱ ἀριθμοί, τουτέστιν αἱ ἰδέαι· περὶ γὰρ ἐκείνων τῶν ἀριθμῶν λέγει. εἰ γὰρ ὁμοειδεῖς πᾶσαι αἱ μονάδες, ὡς ὁ παρ’ ἡμῖν ἀριθμὸς οὐκ ἔστιν οὐσία, οὕτως οὐδ’ ἄν ἐκεῖνος εἴη ἐξ ὁμοειδῶν τούτῳ τῷ ἀριθμῷ τῶν μονάδων συγκείμενος. ἀλλὰ δηλονότι οὐχ οὕτως λέγουσιν, ἀλλ’ ἐστι κατ’ αὐτοὺς ἕν τι οὐ ταὐτὸν οὐδ’ ὁμοειδὲς τοῖς ἄλλοις, καὶ τοῦτο ἀρχή· εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς αἱ μονάδες, ἀλλὰ πλεοναχῶς τὸ ἓν λέγεται· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν τὴν ἀρχὴν λέγειν. ὥστε χρῆν αὐτοὺς ποῖον λέγουσιν ἀρχὴν ὡρικέναι. ἕπεται δὲ μὴ ὁμοειδεῖς λέγουσιν εἶναι τὰς μονάδας αὐτοῖς καὶ τὸ προειρημένον ἄπορον, τίς ἡ τῶν μονάδων οὐσῶν ἀπαθῶν διαφορά.

[*](p.992a10)

Βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχὰς μήκη μὲν τίθεμεν ἐκ βραχέος καὶ μακροῦ.

Τὸ μὲν τίθεμεν ἀκολούθως τοῖς προειρημένοις καὶ νῦν ἤδη λέγει· ὡς γὰρ οἰκείαν τὴν περὶ τῶν ἰδεῶν δόξαν εὐθύνει. ἐκτίθεται δὲ τὸ ἀρέσκον αὐτοῖς, ὃ καὶ ἐν τοῖς Περὶ φιλοσοφίας εἴρηκε· βουλόμενοι γὰρ τὰ ὄντα (ἀεὶ γὰρ οὐσίας τὰ ὄνια λέγει), ταῦτα δὴ τὰ ὄνια βουλόμενοι εἰς τὰς | ἀρχὰς ἃς ὑπέθεντο (ἦσαν δὲ αὐτοῖς ἀρχαὶ τῶν ὄντων τὸ μέγα [*](87) καὶ τὸ μικρόν, ἣν ἔλεγον ἀόριστον δυάδα), εἰς δὴ ταύτην θέλοντες πάντα ἀναγαγεῖν, τοῦ μὲν μήκους ἀρχὰς ἔλεγον τὸ βραχὺ καὶ μακρόν, ὡς ἐκ μακροῦ τινος καὶ βραχέος τὴν γένεσιν ἔχοντος τοῦ μήκους, ἅ ἐστι μέγα καὶ μικρόν, ἢ ὡς πάσης γραμμῆς ἐν τῷ ἑτέρῳ τούτων οὔσης, τοῦ δὲ ἐπι- [*](12 οὐκ ἐστιν S Ascl. Bonitz: οὐκέτι Α 25 δὴ MS: δὲ Α) [*](ALT. REC. GR. DISCR. 22 Τὸ μὲν—μικρόν (p. 118,1)] Ἀρχὰς ἔλεγον οἱ τὰς ἰδέας εἰσάγοντες τὸ μέγα καὶ τὸ μικρόν ἤτοι τὴν ἀόριστον δυάδα, ὑφ’ ἅς ἀνῆγον τὰς οὐσίας ἤτοι τὰ ὄντα· ἔθος γὰρ αὐτοῖς τά ὄντα οὐσίας καλεῖν. βουλόμενοι δή, φησί, τὰς οὐσίας εἰς τὰς ἀρχὰς ἀνάγειν· ὡς ἰδίαν εὐθύνων τὴν δόξαν εἴρηκε τὸ τίθεμεν· κοινοποιεῖται γάρ, ὡς πολλάκις εἴρηται, τὸ δόγμα ὡς τοῦ αὐτοῦ ἀκροατηρίου τυγχάνων. καὶ φησὶ μήκη (μήκει L) μὲν τίθεμεν ἐκ καὶ μακροῦ, ἔκ τινος μικροῦ καὶ μεγάλου, τὸ μὲν μακρὸν ὡς μέγα, τό δὲ βραχὺ ὡς μικρόν· καὶ τὸ ἐπίπεδον ἐκ πλατέος καὶ στενοῦ, σῶμα δὲ ἐκ βαθέος καὶ ταπεινοῦ ὁμοίως, ὡς ἔκ τινος ἕκαστον μεγάλου τε καὶ μικροῦ LF)

118
πέδου τὸ στενὸν καὶ πλατύ, ἃ καὶ αὐτά ἐστι μέγα καὶ μικρόν. εἰπὼν δὲ ταῦτα καὶ ἐκθέμενος τὴν δόξαν αὐτῶν ἐπὶ τούτῳ ἐπιφέρει τὸ. τῇ δόξῃ ἑπόμενον ἄτοπον, λέγων καὶ πῶς ἕξει ἢ τὸ ἐπίπεδον γραμμὴν ἢ τὸ στερεὸν γραμμὴν καὶ ἐπίπεδον; ἔστι δὲ ὃ λέγει τοιοῦτον. δοκεῖ τοῦ μὲν σώματος, ὃ στερεόν ἐστι, πέρας εἶναι ἡ ἐπιφάνεια, ὃ ἐπίπεδον λέγει, τῆς δὲ ἐπιφανείας καὶ τοῦ ἐπιπέδου πέρας ἡ γραμμή, ὃ μῆκος εἶπεν· ὥστε καὶ ἐν τῷ ἐπιπέδῳ τὸ μῆκός ἐστι, καὶ ἐν τῷ στερεῷ καὶ τὸ ἐπίπεδον καὶ τὸ μῆκος. λέγεται γοῦν ἡ μὲν ἐπιφάνεια, ὃ ἐπίπεδον λέγει, τὸ μῆκος καὶ πλάτος ἔχον, τὸ δὲ στερεὸν ὃ πρὸς τούτοις καὶ βάθος ἔχει. οὕτω μὲν οὗν ταῦτα φύσεως ἔχει· κατὰ δὲ ἐκείνους ἄλλα λέγοντας καὶ διαφέροντα γένη εἶναι τὸ βραχὺ καὶ μακρὸν καὶ τὸ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ ταπεινόν, καὶ ὡς ὑπὸ διαφέροντα γένη καὶ οὐχ ὑπ’ ἄλληλα αὐτὰ ὄντα τιθεμένους πῶς δυνήσεται ἔτι ἢ τὸ μῆκος ἐν τῳ ἐπιπέδῳ εἶναι ἡ ταύτα ἐν τῷ στερεῷ; ὥσπερ γὰρ οὐδὲ ὁ ἀριθμός ἐστιν ἐν τούτων τινί, ὅτι ἄλλαι τοῦ ἀριθμοῦ ἀρχαὶ κατ’ αὐτοὺς ἦσαν (τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον ἀριθμοῦ ἀρχαί, ἅ ἐστιν ἄλλα τῶν προειρημένων), οὕτως οὐδὲ ἐπὶ τούτων οὐδὲν ὑπάρξει τῶν ἄνω ἐν τοῖς κάτω, τουτέστι τῶν πρώτων ἐν τοῖς ὑστεροις. ἔστι γὰρ τούτων τῶν τριῶν πρῶτον καὶ ἄνω ἡ γραμμή, δεύτερον δὲ τὸ ἐπίπεδον, τρίτον δὲ τὸ στερεόν· ἔστι γὰρ ἁπλούστερα ἐκεῖνα τοῦ στερεοῦ καὶ προεπινοούμενα· τούτων δὲ πάντων ἐστὶ πρῶτον ἀριθμός. ὡς οὖν ὁ ἀριθμὸς οὐκ ἔστιν ἐν τούτοις, καίτοι πρῶτος ὤν, διότι ἄλλο γένος τὸ πολὺ καὶ τὸ ὀλίγον, ὑφ’ ὃ ὁ ἀριθμός, τῶν γενῶν τούτων ἑκάστου ὑφ’ ἃ ταῦτα, οὕτως οὐδ’ ἐπὶ τούτων αὐτῶν ἔσται κατ’ αὐτοὺς θάτερον ἐν θατέρῳ. οὔτε γὰρ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ ἔσται, ἐπεὶ τὸ μὲν μῆκος ἐκ βραχέος καὶ μακροῦ, τὸ δὲ ἐπίπεδον ἐκ στενοῦ καὶ πλατέος, ἅ ἐστιν ἕτερα [*](2. 3 αὐτῶν τὸ ἑπόμενον ταύτῃ τῇ δόξῃ ἄτοπον λέγει LF 3 καὶ] καίτοι LF et Metaph. vulg. ἢ prius om. F 11 εἶναι om. LF καὶ τὸ μακρὸν LF 12 ὡς LF: εἰ Α γένη LF: τὰ γένη Α αὐτὰ om. LF 13 τιθεμένους LF: τίθενται Α ἔτι om. LF ταῦτα] τὸ μῆκος καὶ τὸ ἐπίπεδον LF) [*](ALT. REC. GR. DISCR. 4 ἐπίπεδον· μῆκος μὲν λέγων γραμμήν, ἐπίπεδον δὲ τὴν ἐπιφάνειαν, στερεὸν δὲ τὸ σῶμα. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἐπειδὴ δοκεῖ τοῦ μὲν σώματος πέρας εἶναι ἡ ἐπιφάνει, τῆς δὲ ἐπιφανείας ἡ γραμμή, ἔσται ἐν τῷ ἐπιπέδῳ τὸ μῆκος καὶ ἐν τῷ στερεῷ τὸ ἐπίπεδον καὶ τὸ μῆκος. οὕτω μὲν ταῦτα φύσεως ἔχει, καὶ ἡ μὲν γραμμὴ μῆκος μόνον ἔχει, ἡ δὲ ἐπιφάνεια πρὸς τούτω καὶ πλάτος, τὸ δὲ σῶμα πρὸς τούτοις καὶ βάθος. κατ’ ἐκείνους οὖν λέγοντας ἄλλα καὶ διαφέροντα κτλ. (10) LF 16 ἀριθμοῦ ἀρχαί, ἅπερ ἐστὶν ἕτερα τοῦ μακροῦ καὶ βραχέος καὶ πλατέος καὶ στενοῦ καὶ βαθέος καὶ ταπεινοῦ, οὕτως ἐπὶ τούτων τῶν εἰρημένων οὐδὲν ὑπάρξει τῶν ἄνω ἐν τοῖς κάτω, ἤτοι τὸ πρῶτον (I. τῶν πρώτων) ἐν τοῖς ὑστέροις· ἄνω γὰρ τὸ πρῶτον εἴρηκε κάτω δὲ τὸ ὕστερον. καὶ ἄνω μὲν καὶ ἁπλούστερον ἡ γραμμή, μεθ’ ἣν τὸ ἐπίπεδον, μεθ’ ἃ τὸ στερεόν· τούτων δὲ πάλιν τῶν τριῶν πρῶτος ὁ ἀριθμός, εἴ γε ἀρχὴ πάντων, ὡς ἔλεγον, ἡ ἀόριστος δυάς. ὡς οὖν ὁ ἀριθμὸς οὐκ ἔστιν ἐν τούτοις (21) LF 22 ὑφ’ ὃ ὁ ἀριθμός, τῶν εἰρημένων γενῶν, οὕτως οὐδὲ ἐπὶ τούτων ἔσται (23) LF 24 οὔτε μῆκος (p. 119,12)] οὕτε τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ οὔτε ταῦτα ἐν τῷ στερεῷ, ἐπεὶ αἱ ἀρχαὶ τούτων ἄλλαι καὶ ἕτερα γένη, ἤτοι τὸ μακρὸν καὶ βραχὺ ἕτερον τοῦ πλατέος καὶ στενοῦ, καὶ)
119
ἀλλήλων γένη, οὔτε ταῦτα ἐν τῷ στερεῷ. οὔτε γὰρ τοῦτο ἔνεστι λέγειν, ὅτι ταῦτα διαφέρει μὲν ἀλλήλων τὰ γένη καὶ ἔστιν ἕτερα, ὑπ’ ἄλληλα μέντοι ἐστίν, ὡς εἶναι ὑπὸ τὸ πλατὺ τὸ βαθὺ καὶ ὁμοίως ὑπὸ τὸ μακρὸν τὸ πλατύ, καὶ διὰ τοῦτο δύνασθαι ἐν τῷ στερεῷ ἐκεῖνα εἶναι, ὡς ἔστιν ἐν τῷ ὄρνιθι τό τε πτερωτὸν καὶ τὸ ζῷον. ταῦτα γὰρ τῶν διαφερόντων γενῶν κοινωνίαν ἔχει πρὸς ἄλληλα ὅσα ἐστὶν ὑπ’ ἄλληλα· τὸ γὰρ γένος τινὸς ἐν τῷ τί ἐστι καὶ αὐτοῦ κατηγορεῖται, καὶ τὸ ὑπό τι ὡς ὑπὸ τὸ γένος ὂν ὅπερ τὸ γένος ἐστίν, ὁ ἄνθρωπος ὅπερ τὸ ζῷον, τὸ λευκὸν ὅπερ χρῶμα. ὥστε εἰ ἔστι τοῦ βαθέος γένος τὸ πλατύ, καὶ ἔστι τι βαθὺ μὲν τὸ | στερεὸν [*](88) πλατὺ δὲ τὸ ἐπίπεδον, ἔσται τὸ στερεὸν ὅπερ ἐπίπεδον· καὶ γὰρ τὸ ὄρνεον ὅπερ ζῷον. ἄτοπον δὲ τὸ σῶμα ἐπίπεδον λέγειν, ὁμοίως δὲ καὶ τὸ επιπεοον μῆκος.

[*](p. 992a19)

Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ὑπάρξουσιν;

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. δοκεῖ μὲν τὰ σημεῖα καὶ αἱ στιγμαὶ ἐνυπάρχειν τῷ μήκει καὶ τῇ γραμμῇ, ὥσπερ καὶ αὕτη ἐν τῷ ἐπιπέδῳ καὶ τὸ ἐπίπεδον ἐν τῷ στερεῷ, εἶναι δὲ ἄλλης φύσεως παρ’ ἐκεῖνα ὡς κἀκεῖνα ἀλλήλων. τίνες οὖν αἱ τούτων ἀρχαί; καὶ εἰς τί γένος ταῦτα ὑπαχθήσεται; καὶ πῶς ἀναχθήσεται εἰς τὸ μέγα καὶ τὸ μικρόν; καὶ πῶς ἔσονται ἐν τῷ [*](14 Δοκεῖ τὰ σημεῖα omissis ὃ δὲ—ἐστιν L 15 τῷ μήκει ὥσπερ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ L 16 ὥσπερ κἀκεῖνα L 17 τίνες LF Ascl.: τίνος AS οὖν τῶν στιγμῶν ἀργαὶ ἔσονται καὶ εἰς τί L ὑπαχθήσονται L) [*](ALT. REC. GR. DISCR. ταῦτα τοῦ βαθέος καὶ ταπεινοῦ. οὐδὲ γὰρ ἐγχωρεῖ λέγειν ἕτερα ὄντα γένη ταῦτα, καὶ διαφέρειν ἀλλήλων πλὴν ὑπ’ ἄλληλα (add. ὄντα), ὡς εἶναι τὸ βαθὺ ὑπὸ τὸ πλατύ, καὶ τὸ πλατὺ ὑπὸ τὸ μακρόν, καὶ εἶναι ταῦτα ἐν τῷ στερεῷ, καθάπερ ἐν τῷ ὄρνιθι τό τε πτερωτὸν καὶ τὸ ζῷον ὐπ’ ἄλληλα ὄντα. ὁ γὰρ ὄρνις ὑπὸ τὸ πτερωτόν, τὸ δὲ πτερωτὸν ὑπὸ τὸ ζῷον· ταῦτα δὲ ἐν τῷ ὄρνιθι, ὡς εἴρηται, καὶ κατηγορεῖται τοῦ ὄρνιθος ταῦτα ἐν τῷ τί ἐστι. λέγεται γὰρ ὁ ὄρνις καἰ πτερωτὸν εἶναι καὶ ζῷον εἶναι, ὥσπερ τὸ λευκὸν λέγεται χρῶμα καὶ ὁ ἄνθρωπος ζῷον, ὅτι γένη ὄντα αὐτῶν συνωνύμως αὐτῶν κατηγορεῖται· συνωνύμως γὰρ τὰ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται ὧν εἰσι γένη. εἰ οὖν οὕτω τις εἴποι γενῶν ὄντων καὶ διαφερόντων ἀλλήλων τὸ βαθὺ καὶ τὸ πλατὺ καὶ τὸ μακρὸν καὶ τὰ ἀντικείμενα τούτοις, ὡς εἶναι ὑπὸ τὸ μακρὸν τὸ πλατύ, ὑπὸ δὲ τὸ πλατὺ τὸ βαθύ, συνωνύμως ἂν τὰ ἄνω τῶν ὑποκάτω κατηγορηθήσεται, καὶ ἔσται τὸ στερεὸν ἐπίπεδον, ταὐτὸν δὲ εἰπεῖν τὸ σῶμα ἐπιφάνεια, καὶ ἡ ἐπιφάνεια γραμμή. εἰ δὲ τοῦτο, ἔσται ἡ ἐπιφάνει πλάτος μὴ ἔχουσα, καὶ τὸ σῶμα ὡσαύτως οὔτε βάθος οὔτε πλάτος, ἐπεὶ καὶ ἡ γραμμὴ κατά τοῦ σώματος κατηγορεῖται, εἴ γε ἥ γε LF) καὶ τῆς ἐπιφανείας. ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου λέγεται, ἤτοι ὅσα κατὰ τῆς ἐπιφανείας κατηγορουμένης τοῦ σώματος λέγεται, καὶ κατὰ τοῦ σώματος ὑποκειμένου τῇ ἐπιφανεία λεχθήσεται· οὕτως δὲ πάντα μῆκος ἔσται, ὅπερ ἄτοπον, εἰ χρὴ ἄτοπον εἰπεῖν τὸ ἀδύνατον LF 18 καὶ πῶς—ἀρχή (p. 120,17)] καὶ πὼς ὑπό τὸ μέγα καὶ τὸ μικρὸν ἀναχθήσεται ἄπορον λέγειν· οὐ γάρ ἐστι κτὰ τῶν στιγμῶν τὸ μέγα καὶ τὸ μικρὸν κατηγορῆσαι. ἀλλ’ οὔτε τὸ πολὺ οὔτε τὸ ὀλίγον. ἀπορήσας δὲ τοῦτο ἑξῆς τὴν Πλάτωνος δόξαν ἱστορεῖ περὶ αὐτῶν τῶν στιγμῶν, καί φησι μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι τὸν Πλάτωνα ὡς οὖσάν τινα φύσιν σημείου, μηδὲ ἔχειν αὐτὰς ὑπόστασιν ὅλως ἐν τῇ φύσει τῶν ὄντων, ἀλλὰ)

120
μήκει; ἀπορήσας δὲ τοῦτο ἑξῆς ἱστορεῖ τὴν Πλάτωνος περὶ τῶν στιγμῶν δόξαν· φησὶ γὰρ αὐτὸν μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι ὡς οὖσαν φύσιν τινὰ σημείου, ἀλλὰ λέγειν δόγμα τι τοῦτο καὶ θέσιν τινὰ γεωμετρικὴν εἶναι, οὐκ ἐν τῇ φύσει τῶν ὄντων οὖσαν. τὸ μὲν οὖν σημεῖον οὐκ ἔλεγεν εἶναί τι οὐδὲ ὠνόμαζεν, ἐκάλει δὲ ἀρχὴν τῆς γραμμῆς πολλάκις, ἣν ἄτομον γραμμὴν ἔλεγεν. ἱστορεῖ δὲ ὡς καὶ Πλάτωνος, οὐ μόνον Ξενοκράτους, ἀτόμους γραμμὰ τιθεμένου, ἣν δηλονότι ὑπὸ τὸ αὐτὸ γένος ὑπῆγον τῇ γραμμῇ, τὸ βραχὺ καὶ μακρόν. πρὸς ἃ διαπορῶν λέγει καίτοι ἀνάγκη καὶ τούτων, τῶν γραμμῶν δηλονότι, πέρας τι εἶναι, εἴτε ἄτομοι εἶεν εἴτε μή· καὶ γὰρ ἡ γραμμὴ ἄλλη τις οὖσα φύσις ὤφθη τοῦ ἐπιπέδου, οὐχ ὅτι ἔστι καθ’ αὑτήν· οὐδὲ γὰρ τὸ ἐπίπεδον, ὅτι ἦν πέρας τοῦ στερεοῦ, οὐκ ἦν παρ’ αὐτὸ ἕτερον· οὕτω δὴ καὶ τῆς γραμμῆς ἔστι τι πέρας, τοῦτο δέ ἐστιν ἡ στιγμή. ὁμοίως δὴ καὶ κατὰ τὸν αὐτὸν λόγον ἔσται ἡ στιγμή ὡς καὶ ἡ γραμμή· ὥστε τῷ αὐτῷ λόγῳ δειχθήσεται οὖσα ἡ στιγμή, ᾧ λόγῳ καὶ γραμμὴ οὖσα δείκνυται καὶ ἐπίπεδον. ἀρχὴν δὲ τὸ μέγα καὶ τὸ μικρὸν Πλατῶν ἐτίθετο τῶν ὄντων τὴν ὑλικήν, ὡς ἐν τοῖς πρὸ τούτων ἱστόρηται· τὸ γὰρ ἓν ἡ κατὰ τὸ εἶδος ἦν αὐτῷ ἀρχή.

[*](p. 992a24)

Ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον, τοῦτο μὲν εἰάκαμεν.

Καὶ ταύτῃ αἰτιᾶται τοὺς περὶ τῶν ἰδεῶν τι πραγματευσαμένους, ὅτι προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί [*](2 φύσιν LM: τὴν φύσιν Α 11 οὐδὲ MS: οὐ Α) [*](ALT. REC. GR. DISCR. δόγμα τι τοῦτο καὶ θέσιν τινὰ παράδοξον γεωμετρικὴν εἶναι. οὐκ ἔλεγεν οὑν εἶναι τὸ σημεῖόν τι οὐδὲ ὠνόμαζεν, ἀρχὴν δὲ γραμμῆς ἔλεγε καὶ ἐκάλει ταύτην ἄτομον γραμμήν. ἱστορεῖ δὲ πάντως ὡς καὶ τοῦ Πλάτωνος, οὐ μόνον τοῦ Ξενοκράτους ἀτόμους γραμμὰς τιθεμένου, ἣν δηλονότι ἄτομον γραμμὴν ὑπὸ τὸ αὐτὸ γένος ὑπῆγον τῇ γραμμῇ, ἤτοι τὸ βραχὺ καὶ τό μακρόν. λέγει οὑν πρὸς ταῦτα διαπορῶν ὅτι ἀνάγκη καὶ ταύτας γραμμὰς οὔσας ἔχειν τι πέρας, κἀν ἄτομοι εἶεν κἀν εἴτε] μή. καὶ ὥσπερ ἑτέρας φύσεως ἦν ἡ γραμμὴ τοῦ ἐπιπέδου <καὶ>ὅμως ἦν, καὶ τὸ ἐπίπεδον τοῦ στερεοῦ καὶ ὅμως καὶ αὐτὸ ἦν (οὐ γὰρ ἐὰν τι ὄντος τινός, ἤδη καὶ μὴ ὄν ἐστι) οὕτω δὴ καὶ ἡ στιγμὴ ἑτέρα οὖσα τῆς γραμμῆς καὶ πέρας αὐτῆς οὐκ ἔσται μὴ ὄν, ἀλλὰ τῷ αὐτῷ λόγῳ τῇ γραμμῇ καὶ τῷ ἐπιπέδῳ, πέρασιν οὖσι τῷ μὲν σώματος τῇ δὲ τοῦ ἐπιπέδου, καὶ αὐτὴ πέρας οὖσα τῆς γραμμῆς οὐδὲν ἧττον ἔσται. ὥστε οὐδὲν ἧττον μένει τὸ ἄπορον, πῶς ἄρα στιγμαὶ ἀναχθήσονται εἰς τὸ μέγα καὶ τό μικρόν L 20 Καὶ ταύτῃ—προϋφίστανται (p. 121,24)] Καὶ τοῦτο αἰτιᾶται τοὺς περὶ ἰδεῶν τι πραγματευσαμένους ὅτι προθέσεως οὔσης τοῖς φιλοσοφοῦσι τὰς αἰτίας ζητῆσαι τῶν ὄντων καὶ γινομένων (τέσσαρες δὲ αὗται, ὡς πολλάκις εἴρηται, τῶν αἰσθητῶν τε καὶ πραγμάτων) περὶ μὲν τῆς ποιητικῆς αἰτίας οὐδένα λόγον ἐποιήσαντο. οὐδενὸς γὰρ αἱ ἰδέαι ποιητικὸν αἴτιον· τὸ γὰρ ποιητικὸν κινήσεως αἴτιον, αὗται δὲ ἀκινησίας μᾶλλον ἢ κινήσεως εἰσάγονται παρὰ τῶν τιθεμένων αὐτάς. οὐ γὰρ τὸ παράδειγμα ποιεῖ ἀλλὰ τὸ πρὸς τὸ παράδειγμα ἐργαζόμενον. παράδειγμα δὲ αἱ ἰδέαι λέγονται παρ’ αὐτῶν τῶν αἰσθητῶν οὐσιῶν. οἰόμενοι δὲ τὴν οὐσίαν καὶ τὸ εἶδος ἀποδιδόναι ἄλλα παρὰ τὰ αἰσθητὰ ὑποτίθενται εἴδη καὶ)

121
ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίγνεται, τὸ μὲν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέλιπον (οὐδὲν γὰρ λέγουσι περὶ τῆς αἰτίας τοῦ ὅθεν ἡ ἀρχὴ τῆς ἥτις ἐστὶν ἡ ποιητική· οὐδενὸς γὰρ ποιητικὸν ἡ ἰδέα), οἰόμενοι δὲ τὴν οὐσίαν καὶ τὴν | κατὰ τὸ εἶδος αἰτίαν αὐτῶν ἀποδιδόναι (τετραχῶς γὰρ [*](89) πάντα τὰ αἴτια) ἄλλας μέν τινας οὐσίας καὶ ἄλλα εἴδη παρὰ τὰ τῶν φανερῶν ὑποτίθενται (τὰς γὰρ ἰδέας), πῶς δὲ τούτων ἐκεῖνά ἐστιν εἴδη λέγουσιν· κενὴν γὰρ φωνὴν προφέρονται τὴν μετοχήν· οὐ γὰρ διασαφοῦσι πῶς ταῦτα τῶν ἰδεῶν μετέχει. ὡς ἤδη φθάνει εἰρηκώς. ὥστε εὐλόγως 5 καὶ κατὰ τὴν ἀρχὴν αὐτοὺς ᾐτιάσατο ὡς τοῖς ζητουμένοις ἰσάριθμα προσθέντας ἄλλα, μηδὲν αὐτοῖς εἰς τὰ ζητούμενα συντελοῦντα. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε ὡς εἴδη (τὸ γὰρ εἶδος ἐν οὗ ἐστιν εἶδος, αἱ δὲ οὔτε ἐν τούτοις οὔτε τὸ τῆς μετοχῆς ὄνομα σημαίνει τι), λέγει ἐπὶ τούτοις ὅτι μηδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος αἰτίαι τοῖς οὖσιν αἰ ἰδέαι κατ᾿ αὐτούς, ἥτις αἰτία ἐν πᾶσι τοῖς κατὰ νοῦν καὶ ἐπιστήμην καὶ φύσιν γιγνομένοις ἐστὶ κυριωτάτη αἰτία· πάντα γὰρ τά τε κατὰ φύσιν καὶ κατὰ τέχνην καὶ ἐπιστήμην, ἔτι δὲ καὶ τὰ κατὰ προαίρεσιν γιγνόμενα ἕνεκά του γίγνεται, καὶ ἔστιν ἐν αὐτοῖς ἡ κυριωτάτη αἰτία. οὐχ οὕτως δὲ αἱ ἰδέαι αἰτίαι τοῖς οὖσι κατ’ αὐτούς· οὐ γὰρ τοῦ εὖ εἶναι ἰὰ πρὸς τὰς ἰδέας γιγνόμενα αἰτίας τὰς ἰδέας λέγουσιν, ἀλλὰ τοῦ ὅλως εἶναι· παραδείγματα γὰρ ἀλλ’ οὐ τέλη λέγουσιν αὐτάς. πῶς γὰρ ἄν καὶ εἶεν ἐκεῖναι τέλη τούτων; οὔτε γὰρ προϋφέστηκε τὸ τέλος τοῦ οὗ ἐστι· τέλος, ἀλλὰ μόνον προεπινοεῖται ὕστερον ἐπιγιγνόμενον τούτῳ οὗ ἐστι τέλος, αἱ δὲ ἰδέαι καὶ προϋφίστανται καὶ οὔτε γίγνονται οὔτε εἰσὶν ἐν ἰοῖς γιγνομένοις. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε εἴδη τῶν γιγνομένων μήτε τέλη, λέγει πόθεν αὐτοῖς ἡ τῆς περὶ αὐτὰς πλάνης αἰτία· τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ [*](ALT. REC. GR. DISCR. χωριστὰ τούτων. τὸ δὲ εἶδος οὐκ ἔστι χωριστὸν τοὐ οὗ ἐστι εἶδος. πῶς δὲ ταῦτα ἐκείνων μετέχουσιν, οὐ λέγουσιν, ἀλλὰ κενὸν (καινὸν LF) τὸ τῆς μετοχῆς εἰσάγουσιν ὄνομα. τριχῶς ἡ μετοχή· ἡ κατὰ ἔμφασιν, ὡς ἐπὶ τοῦ κατόπτρου, ἡ κατὰ διατύπωσιν, ὡς ἐπὶ τῆς σφραγῖδος, ἡ καθ’ ὁμοίωσιν, ὡς ἐπὶ τῆς εἰκόνος. κατ’ οὐδένα δὲ τούτων δύναται τὰ τῇδε μετέχειν ἐκείνων, μὴ ὄντος τοῦ ποιοῦντος ἢ τὴν ἔμφασιν ἡ τὴν διατύπωσιν ἢ τὴν ὁμοίωσιν. ἐπὶ τούτοις φησὶν 〈ὅτι〉 οὐδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τέλος αἴτιαι τοῖς οὖσιν αἱ ἰδέαι κατ’ αὐτούς, ἥτις αἰτία ἐν ἅπασιν τοῖς κατὰ τέχνην καὶ ἐπιστήμην καὶ ἦθος καὶ ὅλως νοῦν καὶ φύσιν γινομένοις ἐστίν· ἕνεκά του γὰρ ταῦτα πάντα ποιεῖ. αἱ δὲ ἰδέαι οὐ τοῦ εὕ ἕνεκα αἴτια λέγονται εἶναι παρ’ αὐτῶν, ἀλλὰ τοῦ εἶναι ὅλως· παράδειγμα γὰρ ἀλλ’ οὐ τέλος εἶναι λέγονται. πῶς δὲ καὶ ὅλως τέλη τούτων εἷναι δύνανται αἱ ἰδέαι; τὸ γὰρ τέλος οὔτε προϋφέστηκε τοῦ οὗ ἐστι τέλος, ἀλλὰ μόνον προεπινοεῖται, αἱ δὲ ἰδέαι προϋφεστήκασι LF 25 δείξας οὖν ὅτι οὐδὲ τῆς τελικῆς αἰτίας λόγον ἐποιήσαντο, ἥν φαμεν μίαν εἶναι, φησί, τῶν ἀρχῶν καὶ τὴν κυριωτάτην (κυριότητα LF) ὡς ἀλλαχοῦ εἴρηκεν, ὅθεν αὐτοῖς ἡ τῆς τοιαύτης αἰτία γέγονε λέγει, ὅτι διὰ τὸ ἐν τοῖς μαθήμασιν ἐνδιατρῖψαι καὶ τὴν πλείστην ἐν αὐτοῖς ποιήσασθαι θεωρίαν, καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν ἐν τούτῳ εἶναι ἦλθον ἐπὶ τὸ τοιαύτας ἀρχὰς ὑπθέσθαι, ἅς ᾤοντο καὶ τῶν μαθηματικῶν κτλ. (p. 122,1) LF)
122
τὸ ταύτας ἀρχὰς ὑποτίθεσθαι τῶν ὄντων, ἃς ᾤοντο καὶ τῶν μαθηματικῶν ἀρχὰς εἶναι, καίτοι λέγοντες περὶ τῶν μαθηματικῶν ὅτι μὴ χρὴ ταῦτα ποιεῖσθαι τέλη, ἀλλ’ ὅτι δεῖ ἄλλων αὐτὰ χάριν μεταδιώκειν. προπαιδείαν γοῦν τὴν τούτων θεωρίαν ἔλεγον, καὶ συνερίθους ὁ Πλάτων φιλοσοφίας τὰς μαθηματικὰς ἐπιστήμας ἐκάλει. ὅτι δὲ ταῦτα λέγοντες οὐδὲν ἄλλο περὶ τούτων φιλοσοφοῦσί τε καὶ πραγματεύονται, δηλοῦσιν ἔκ τε τοῦ ἀρχὰς τῶν ὄντων ἁπάντων τοὺς ἀριθμοὺς λέγειν καὶ τὰς | ἰδέας ἀριθμούς τινας ὑποτίθεσθαι [*](90) καὶ τὰ φυσικὰ γεννᾶν ἐκ τῶν μαθηματικῶν. καὶ γὰρ ἡ οὐσία αὕτη ἣν ὡς ὕλην ὑποτίθενται τῶν φύσει γινομένων ἀρχήν (αὕτη δέ ἡ ἀόριστος δυὰς καὶ τὸ μέγα καὶ τὸ μικρόν), μαθηματικὴ μᾶλλόν ἐστιν ἢ φυσική· ἡ γὰρ δυὰς ἀριθμοῦ μᾶλλον ἢ τῶν φύσει συνεστώτων ἀρχή, μαθηματικωτέρα μᾶλλον καὶ οὐχ ὑποκειμένη τις φύσις, ἀλλὰ μᾶλλον κατηγορούμενόν τι τῆς ὕλης δόξειεν ἄν εἶναι καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑποκείμενόν τι αὐτὸ καὶ ὕλην. εἰπὼν δὲ καὶ μᾶλλον κατηγορεῖσθαι, πῶς κατηγορεῖται ἐδήλωσεν ἐπενεγκὼν τὸ καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης ἢ ὕλην. ὡς γὰρ καθ᾿ οὗς ἐν ταῖς ἀρχαῖς εἰσι τῶν φυσικῶν τὸ μανὸν καὶ πυκνόν, οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραὶ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου κατ’ αὐτούς, εἴτε ἀὴρ· τοῦτο εἴτε ὕδωρ εἴτε τὸ μεταξὺ τούτων, οὕτω καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις διαφοραί τινες ἂν μᾶλλον δόξαιεν εἶναι ὑποκειμένου τινός, καθ’ ἃς ἡ μεταβολὴ αὐτοῖς, ἀλλ’ οὐχὶ αὐτὰ ὑποκείμενα. τὸ δὲ ταῦτα δέ ἐστιν ὑπεροχή τις καὶ ἔλλειψις εἶπεν ἐπὶ τοῦ μανοῦ τε καὶ τοῦ πυκνοῦ, δεικνὺς αὐτῶν τὴν πρὸς τὸ μέγα καὶ τὸ μικρὸν καὶ ὅλως τὴν ὑπεροχήν τε καὶ ἔλλειψιν [*](3 τέλη ποιεῖσθαι LF 3. 4 προπαιδείαν γὰρ τὴν περὶ τούτων LF 4 ὁ Πλατῶν] cf. Plat. Reip. Z p. 533 D 5 ἄλλο περὶ] ἄλλο χωρὶς recte, ut videtur, Ascl.: πλέον LF: “legendum videtur οὐδὲν πλέον τούτων vel οὐδὲν ἄλλο ἢ περὶ τούτων” Bonitz 12 ante μαθηματικωτέρα fort, addendum διὸ ex Ascl. 15 κατηγορεῖται Brandis: κατηγορεῖσθαι AM 16 ἢ ὕλην LF Bonitz, cf. Metaph.: ἡ ὕλη Α 20 τινες ἄν om. LF 20. 21 ὑποκειμένου—ὑποκείμενα] ἢ ὕλη καὶ ὑποκείμενον LF 21 ταῦτα δέ] sic etiam Metaph. libri tres: ταῦτα γὰρ Metaph. vulg. ὑπεροχή L: ἡ ὑπεροχή A 22. 23 εἶπε τὸ μανὸν λέγων καὶ τὸ πυκνόν, δεικνὺς διὰ τούτου τὴν πρὸς κτλ. LF 22 καὶ τοῦ M Ascl.: τοῦ om. Α 23 τὴν ὑπεροχήν LF: τὴν om. Α) [*](ALT. REC. GR. DISCR. 4 καὶ συνερίθους—μικρὸν (19)] καὶ συνερίθους φιλοσοφίας ὁ Πλατῶν τὰς μαθηματικὰς <add. ἐπιστήμας〉 ἐκάλει. ὅτι δὲ ταῦτα λέγοντες οὐδὲν πλέον τούτων φιλοσοφοῦσι, δῆλον ἐκ τοῦ καὶ τὰς ἀρχὰς τῶν ὄντων ἁπάντων μαθηματικὰς ὑποθέσθαι, τήν τε ἀόριστον δυάδα καὶ τὸ ἓν καὶ τὰς ἰδέας αὐτὰς ἀριθμοὺς ὀνομάζειν καὶ τὰ φυσικὰ γεννᾶν ἐκ τῶν μαθηματικῶν. καὶ γὰρ καὶ τὴν ἀρχὴν ἣν ὡς ὕλην ὑπετίθεντο, οὐ τῶν φύσει γινομένων ἀλλὰ καὶ τῶν μαθηματικῶν μᾶλλον ἀρχὴ νομ.ίζεται καὶ ἔστι. ταύτην τε μέγα καὶ μικρὸν ὀνομάζοντες οὐχ ὑποκειμένην τινὰ φύσιν ἐδήλουν, ἀλλὰ κατηγορούμενόν τι μᾶλλον τῆς ὕλης· ὃ καὶ ἐδήλωσεν ἐπενεγκὼν καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης ἡ ὕλην. καθάπερ γὰρ τὸ μανὸν καὶ τὸ πυκνὸν ἐν ταῖς ἀρχαῖς λαμβάνοντες οὐχ ὡς ὑποκείμενόν τι καὶ ὕλην ταῦτα ἐλάμβανον, ἀλλὰ διαφορὰς κατὰ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου κατ᾿ αὐτοὺς (αὐτὸ LF), ὕδωρ εἴτε ἀὴρ ἢ τὸ μεταξὺ τούτων ὄν, κατηγορουμένας (κατηγορούμενον LF), οὕτω καὶ μέγα καὶ τὸ μικρὸν LF)
123
ὁμοιότητα, ἃ διαφοραὶ τῆς ὕλης ἀλλ’ οὐχ ὕλη· ἀνάλογον γὰρ τὸ μὲν μανὸν τῇ ὑπεροχῇ τὸ δὲ πυκνὸν τῇ ἐλλείψει. ἀπορήσας δὲ περὶ τοῦ ἑνός, ἥτις αὐτοῖς ἦν κατὰ τὸ εἶδος ἀρχή, ἠπόρησε καὶ περὶ τῆς ἀορίστου δυάδος, ἣν ὡς ὕλην ὑπετίθεντο. ἀλλ’ οὐδὲ περὶ κινήσεως τι λέγουσι τῶν φύσει γιγνομένων, πόθεν ἡ κίνησις ἐν αὐτοῖς· καίτοι τῷ περὶ τῶν φυσικῶν λέγοντι καὶ παραδείγματα τὰς ἰδέας τιθέντι ἀναγκαιότατος ὁ περὶ κινήσεως λόγος. εἰ μὲν γὰρ ἔσται ταῦτα κίνησις, ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις, ἔσται κινούμενα τὰ εἴδη, ἔχοντά γε ὡς ἀρχὰς ἐν αὑτοῖς τὴν ὑπεροχὴν ἢ τὴν ἔλλειψιν οὔσας κινήσεις, ὃ οὐ βούλονται· ἀκίνητα γὰρ τὰ εἴδη κατ’ αὐτούς. εἰ δὲ μὴ κινήσεις, πόθεν ἡ κίνησις ἐν τοῖς φυσικοῖς τοῖς κατὰ τὴν ἐκείνων μετοχὴν οὖσι τούτοις ἃ ἔστιν; τὸ γὰρ πρός τι παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον τὴν κίνησιν ἢ παρὰ τοῦ παραδείγματος ἔχειν δεῖ τοῦτο, ὄντος καὶ αὐτοῦ τοιούτου, ἢ παρά τινος ἄλλης αἰτίας. ἀναιρουμένης δὲ κινήσεως πᾶσα ἡ περὶ τῆς φύσεως θεωρία ἀναιρεῖται.

[*](p. 992b9)

Ὅ τε δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα, οὐ γίγνεται· τῇ γὰρ ἐκθέσει οὐ γίγνεται πάντα ἕν, ἀλλ’ αὐτό τι ἕν, ἂν διδῷ τις πάντα. καὶ οὐδὲ τοῦτο, εἰ μὴ γένος δώσει τὸ καθόλου εἶναι· τοῦτο δὲ ἐν ἐνίοις τε ἀδύνατον.

Οἱ τὰς ἰδέας θέμενοι τὸ ἓν τὴν κυριωτάτην οὐσίαν ὑπολαμβάνοντες εἷναι, ὥσπερ οὖν καὶ οἱ Πυθαγόρειοι, τὴν κατὰ τὸ εἶδος τῶν ὄντων ἀρχήν τε καὶ αἰτίαν ταύτην ἐπίστευσαν εἶναι, διὰ τὸ ὁρᾶν τοῦ μὲν εἶναί τε καὶ σώζεσθαι ἑκάστῳ τὴν τοῦ ἑνὸς φύσιν οὖσαν αἰτίαν (ἓν γάρ τι ἕκαστον τῶν ὄντων καθὸ ἔστι), φθορᾶς δὲ αἰτίαν τὴν εἰς πολλὰ διάλυσιν τοῦ ἑνός· ἔκαστον γὰρ τῶν | ὄντων ἔσται μὲν ἐπὶ τῆς ἑαυτοῦ φύσεως, ᾗ καὶ ἐν μόνῃ [*](91) σώζεται, διαλυόμενον δὲ φθείρεται· καὶ τοῦτο ἐπιστοῦντο τοῦτο μὲν ἀπὸ [*](1. 2 μανὸν—πυκνὸν AS Ascl.: πυκνὸν—μανὸν coni. Bonitz 7 ἡ alterum om. LF ἔσται Α: ἔστι S Ascl. 8. 9 ἔχοντα—οὔσας κινήσεις om. LF 8 αὐτοῖς S Ascl.: αὐτοῖς A 9 ὃ] ἀλλ’ LF ἀκίνητοι γὰρ αὐτοῖς αἰ ἰδέαι LF 10 κινήσεις ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις, πόθεν LF 11 τούτοις om. LF ἃ S Ascl.: ἡ A 12 τὴν om. LF τοῦτο] ταύτην LF 14 ἀνῄρηται LF 15 Ὅ τε—εἵη (126,37) om. F 18 ἐνίοις τε] sic etiam Metaph. H b: τε om. Metaph. vulg. 19 τιθέμενοι L 19. 20 οὐσίαν τὸ ἓν ὑπελάμβανον εἶναι L 20 οὖν om. L 20. 21 εἶδος αἰτίαν ἀρχὴν καὶ αἰτία τῶν ὄντων ἐπίστευον εἶναι L 21 τοῦ ὁρᾶν L 22 ἑκάστῳ MS: ἑκάστου Α 22. 23 αἰτίαν· ἕκαστον γὰρ τῶν ὄντων καθὸ ἔστι, ἕν ἐστι· φθορᾶς L 23. 24 ἕκαστον—φθείρεται (25) om. F 24 ἣ et μονῇ Brandis) [*](ALT. REC. GR. DISCR. 1 ὁμοιότητα, καὶ ὅτι καὶ ταῦτα ὥσπερ ἐκεῖνα οὕχ ὕλη οὐχ ὕλη ἀλλὰ διαφοραὶ κατὰ τῆς ἀνάλογον γὰρ LF 2 ἀπορήσας—λόγος (6)] Περὶ δὲ κινήσεως, εἰ μὲν ἔστι ταῦτα κίνησις, δῆλον ὅτι κινήσεως (l. κινήσεται) τὰ εἴδη. — Οἱ τὰς ἰδέας εἰσάγοντες οὐδὲ περὶ κινήσεως εἶπον πόθεν ἐστὶν αὕτη τοῖς φύσει συνεστῶσι. καίτοι ἐχρῆν εἰπεῖν παραδείγματα ταῦτα τιθέντας πόθεν αὐτοῖς ἡ κίνησις ἐφήκει τοῖς φύσει συνεστῶσι L 13 ἢ ἀπ᾿ ἄλλης αἰτίας· εἰ δὲ μὴ, κινήσεως ἀναιρουμένης πᾶσα LF)

124
φθορὰ δὲ ἡ εἰς πολλὰ διάλυσις, τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀψύχων ἑκάστου. ἀλλὰ καὶ τὸν κόσμον διὰ τὴν ἐν τῷ ἑνί τε καὶ τῷ αὐτῷ μονὴν σωζόμενον, φθαρέντα δ’ ἂν εἰ τῆς ταὐτότητος καὶ ἑνότητος ἐκσταίη. ἐκ τούτου δὴ πιστεύσαντες τὴν τοὐ ἑνὸς φύσιν τοῦ τε εὖ καὶ τοῦ εἶναι ἑκάστῳ τῶν ὄντων αἰτίαν εἶναι, διὰ τοῦτο ἀρχὴν αὐτὸ τὴν κυριωτάτην πάντων τῶν ὄντων ὑπέθεντο, καὶ δὴ τὰς ἰδέας αἰτίας ἔλεγον τοῖς ἄλλοις τοῦ εἶναι ὥσπερ ἑνάδας τινὰς οὔσας, καὶ κατὰ τοῦτο τοῦ εἶναι τοῖς εἰς αὐτὰς ἀναγομένοις τε καὶ ὑπαγομένοις εἰδητικὰς οὔσας αἰτίας. ἐπειρῶντο δὲ καὶ ἐκθέσει τινὶ χρώμενοι πάντα εἰς τὸ ἕν τε καὶ τὴν οἰκείαν οὐσίαν ἀνάγειν· ὁ δὲ τρόπος αὐτοῖς τῆς ἐκθέσεως ἦν τοιοῦτος. τοὺς καθ’ ἕκαστα ἀνθρώπους προχεῖ· ριζόμενοι ἐπεσκόπουν τὴν ἐν ἅπασιν αὐτοῖς ὁμοιότητα, καὶ ταύτην εὑρίσκοντες μίαν καὶ τὴν αὐτὴν ἐν πᾶσιν οὖσαν καθὸ ἄνθρωποι, ἐς ταύτην τὴν ἑνάδα πάντας ἀνῆγον καὶ τῇ τοῦ ἑνὸς μετοχῇ τοὺς ἀνθρώπους ἀνθρώπους ἔλεγον εἶναι, καὶ τὸ ἓν τοῦτο τὸ ἐπὶ τοῖς ἀνθρώποις αὐτοάνθρωπον ἔλεγον· ὁμοίως πάλιν ἐπὶ ἵππων κυνῶν καὶ τῶν ἄλλων ἐποίουν. ἀλλὰ καὶ τοὺς ἀνθρώπους πάλιν καὶ τοὺς κύνας καὶ τὰ ἄλλα ζῷα ἐκτιθέμενοι, πάλιν ἐλάμβανον τούτοις τὸ εἶναι ζώοις κατά τι ἕν, ὃ ἓν αἴτιόν τε αὐτοῖς τοῦ εἶναι ζώοις ἐτίθεντο, καὶ δὴ καὶ πάλιν ἑνάδα τινὰ ἐποίουν καὶ ἰδέαν, καὶ τοῦτο ἔλεγον τὸ αὐτοζῷον, εἰς ἣν ἀνῆγον τὰ ζῷα. ὁμοίως δὲ πάλιν καὶ τὰ ζῷα λαμβάνοντες καὶ φυτὰ καὶ τὰ ἄλλα σώματα, ἑνὸς εὑρίσκοντες μετουσίᾳ ταῦτα οὐσίας ὄντα, ἰδέαν τινὰ καὶ ἑνάδα οὐσίας λαμβάνοντες τὴν αὐτοουσίαν, ὑπὸ μίαν ταύτην πάλιν ἀνήγαγον πάσας τὰς οὐσίας. οὕτω δὲ πάλιν τὴν οὐσίαν καὶ [*](1 ἡ σωτηρία L 4 ἐκσταῖεν L 4. 5 ἐκ—πιστεύσαντες Α: ταύτη (sic) ἕνεκα L 5 τοῦ τε εἶναι καὶ τοῦ εὖ εἶναι L 6. 7 διὰ τοῦτο αὐτὸ τὸ ἓν τὴν κυριωτάτην καὶ πρωτίστην αἰτίαν τῶν ὄντων L 7 καὶ δὴ καὶ τὰς L ἔλεγον τοῦ εἶναι διὰ τὸ ὥσπερ ἑνάδας τινὰς εἶναι· καὶ κατὰ (8) L 8 post τοῦτο e S add. τοῦ τε εὖ καὶ Bonitz 9 εἰδητικὰς LS coni. Bonitz: δύο δὶς Α 10 οἰκείαν] αὐτῶν L 13 καθὸ ἄνθρωποι om. L τὴν τῆς ὁμοιότητος ἑνάδα L 14 τοὺς ἀνθρώπους ἀνθρώπους L: alterum ἀνθρώπους om. Α 15 τὸ ἐπὶ L: τὸ om. Α 15. 16 ἔλεγον· ὡσαύτως καὶ ἐπὶ ἵππων καὶ κυνῶν καὶ βοῶν καὶ τῶν L 16 καὶ prius om. A 17 κύνας καὶ τοὺς ἵππους καὶ τοὺς βοῦς καὶ τἄλλα· σύμπαντα ζῷα L τούτοις om. L 20 καὶ τὰ om. L 22 καὶ ἑνάδα οὐσίας om. L) [*](ALT. REC. GR. DISCR. 2 πολλὰ τούτων διάλυσις· ἀλλὰ καὶ ἀπὸ τῶν ἀψύχων ἑκάστου καὶ ἀπὸ τοῦ κόσμου διὰ τὸ σώζεσθαι ταῦτα ἓν ἕκαστον μένοντα, φθείρεσθαι δὲ εἰ (4) L 19. 20 καὶ αὐτοζῷον τοῦτο δὴ πάλιν ἔλεγον καὶ ἑνάδα τοῦτο ἐποίουν, εἰς L 23 οὕτω—τοῦτο εἴη (p. 126,37)] οὕτω δὲ πάλιν τὴν οὐσίαν καὶ τὴν ποιότητα καὶ τὸ ποσὸν μετουσίᾴ τοῦ ὄντος αὐτοὸν ἐποίουν, καὶ πάντα ὄντα καλοῦντες εἰς τὸ ἓν τοῦτο ἀνῆγον καὶ ἀρχὴν πάντων ἐτίθουν αὐτὸ καὶ κυρίως οὐσίαν τοῦτο ἐνόμιζον. τοῦτο οὖν, φησί, νομίζοντες ποιεῖν οἱ τὰς ἰδέας εἰσάγοντες καὶ ῥᾴδιόν τι ὑπολαμβάνοντες τὸ τῇ ἐκθέσει δεικνύναι τοῦτο ψεῦδος ἐνόμιζον· κἄν γὰρ συγχωρηθῇ αὐτοῖς ἕν τι ἐκ τούτων λαμβάνεσθαι καὶ εἶναι ἐκεῖνο τὸ λαμβανόμενον [ἐστὶν] ἕν, ἀλλ’ οὐ ταῦτα τὰ πρὸς ἐκεῖνο λαμβανόμενα ἕν· ταῦτα ἕτερα ἐκείνου. οὐ γάρ εἰσιν οἱ ἄνθρωποι αὐτοάνθρωποι οὐδὲ τὰ ὄντα αὐτοέν, οὐδ’ οὕτως)
125
τὴν ποιότητα ἐν τῇ τοῦ ὄντος μετασχέσει λέγοντες ὄνια εἶναι, αὐτό | τι [*](92) ὂν ποιοῦντες, πάντα τὰ ὄντα εἰς ἓν τοῦτο ὑπῆγον. καὶ οὕτως αὐτοῖς ἐφοδεύουσι καὶ τῇ ἐκθέσει χρωμένοις πάντα τὰ ὄντα εἰς τὸ ἓν καὶ τὴν ἀρχὴν ἀνάγεσθαι ἐδόκει. τοῦτο γοῦν καίτοι δοκοῦν ὑπ’ αὐτῶν λαμβάνεσθαί τε τῇ ἐκθέσει καὶ δείκνυσθαι ὡς φανερὸν τὸ πάντα γίγνεσθαι ἕν, οὔ φησιν οὕτως γίγνεσθαι ὡς οἴονται. οὐ γὰρ ὅταν ἐκθέμενοί τινα πλείω, καὶ κοινωνίαν τούτων κατά τι λαβόντες, τοῦτο ἕν τε ποιήσωσι καὶ ἰδέαν, καθ’ ὃ ἡ κοινωνία καὶ ἡ ὁμοιότης ἐκείνοις, γίγνεται αὐτοῖς αὐτὰ τὰ ἐκτεθέντα ἕν, οἷον οἱ ἄνθρωποι ᾗ ἄνθρωποι· ἀλλ’ αὐτὸ μὲν ἄνθρωπος ἕν τι ἔσται δεικνύμενος ὑπ’ αὐτῶν ἐκ τῆς ἐκείνων πρὸς ἄλληλα ὁμοιότητος, οὗτοι δὲ οἱ πολλοὶ οὐχ ἕν. ὥστε οὐ τὰ πολλὰ καὶ τὰ πάντα ἓν γίγνεται, κἂν συγχωρήσῃ τις αὐτοῖς πάντα ἃ λαμβάνουσιν, ἀλλὰ πρὸς ἕν τι γεγονότα πολλὰ μέντοι ὄντα καὶ μένοντα. οὐ γὰρ οἱ πολλοὶ καὶ οἱ καθ’ ἕκαστα ἄνθρωποι αὐτοάνθρωπος ὄντες δείκνυνται (ἄλλος γὰρ ἐκεῖνος τούτων), οὐδὲ πάντα τά ὄντα αὐτοὸν καὶ αὐτοέν, ἀλλὰ κοινόν τι ἐπ’ αὐτοῖς οὖσι πολλοῖς τὸ ἕν τε καὶ τὸ ὅν. ὥστε οὐδὲ δοθέντος αὐτοῖς καὶ συγχωρηθέντος τοῦ πρὸς παράδειγμά τι ταῦτα γίγνεσθαι τὸ αὐτοέν, καὶ εἶναί τι ἓν οὗ μετασχέσει τὰ πολλὰ ταὐτὰ ἀλλήλοις ἢ κατὰ τὸ εἶδος ἢ κατὰ τὸ γένος λέγεται, οὐδ᾿ οὕτως γίγνεται τὰ πάντα ἕν, ἀλλὰ καθ’ ἑκάστην ὁμοιότητα τῶν πολλῶν τούτων αὐτό τι ἓν γίγνεται καὶ ἑνάς τις, οὐ ταῦτα ἕν. ἀλλ’ οὐδὲ τοῦτο, [*](12 γεγονότα M: καὶ γεγονότα Α 13 οὐ Brandis Bonitz: οἱ Α 14 αὐτοάνθρωπος Bonitz: αὐτοάνθρωποι AS 18 πολλὰ ταὐτὰ c. S Bonitz: πολλὰ ταῦτα Α Ascl. 19 ἀλλὰ—ταῦτα ἕν (20) M Ascl.: om. A: οὐ ταῦτα ἕν om. 8) [*](ALT. REC. GR. DISCR. ἓν ὡς εἶναι ἀδιάφορα πρὸς ἑαυτά, πρὸς ἄλληλα λαμβανόμενα, ὡς ἐκεῖνο πρὸς ἑαυτό. ἀλλ’ οὐδὲ ἐπὶ πάντων, φησίν, ἐφ’ ὧν κοινή τις ὁμοιότης λαμβάνεται, εὑρίσκεταί τι παρ᾿ αὐτὰ καθ’ αὑτό τι ὃν καὶ ἰδέα, ἀλλ’ ἐφ’ ὧν μόνον οὐσία τις τὸ κοινὸν καὶ γένος ἢ εἶδος τὸ λαμβανόμενόν ἐστι. ἐπὶ πολλῶν γὰρ οὐχ οὕτως ἡ ὁμοιότης καθ’ ἣν τὰ ὁμοίως ἔχοντα κοινωνοῦσιν ἀλλήλοις εὑρίσκεται· ἐπί τε γὰρ τῶν ἀποφατικῶς λεγομένων καὶ τῶν κοινῶν συμβεβηκότων τῶν τε χωριστῶν καὶ τῶν καθ’ αὑτό τε καὶ ἀχωρίστων· τὸ γὰρ οὐ τρέχει κοινῶς ἐν ἅπασι τοῖς μὴ τρέχουσι θεωρεῖται. ἀλλὰ καὶ τὸ καθῆσθαι τοῖς ὁμοίως (l. ὁμοίως τοῖς) καθημένοις καὶ τοῖς ἐφθαρμένοις τὸ ἐφθάρθαι καὶ τοῖς τεθνεῶσι, καὶ τοῖς περιπατοῦσι <add. τὸ περιπατεῖν>, καὶ τό τὰς ἐντὸς γωνίας δυσὶν ἔχειν ὀρθαῖς ἴσας, καὶ ἐπ’ ἄλλων πολλῶν· οὐκ ἐστι δὲ αὐτὸ μὴ τρέχειν, ἢ αὐτοκαθῆσθαι ἢ αὐτοπατὴρ ἢ αὐτὸ δυσὶν ὀρθαῖς τὰς ἐντὸς ἴσας ἔχειν γωνίας. τοσοῦτον οὖν ἐνδεῖ αὐτοῖς τὸ κατὰ πᾶσαν ὁμοιότητα λαμβάνεσθαι τὸ κοινὸν πρὸς ὃ πάντα ἀναχθήσεται, ὅτι μηδὲ ἐπὶ πάσης (πάσας L) τὸ ἓν ἐπὶ πολλῶν δυνατόν ἐστι συμβαίνει γὰρ πολλὰ κοινῶς κατηγορούμενα μὴ δύνασθαι γένος εἶναι ὧν κοινῶς κατηγορεῖται. τοιαῦτα δὲ καὶ τὸ πολλαχῶς λεγόμενον (l. τὰ π. λεγόμενα), οἷόν ἐστι τό τε ἓν καὶ τὸ ὄν. ὥστε κὰν διδῷ τις, φησίν, ἕν τι παρὰ τὰ πολλὰ εἶναι ἐφ’ ὧν κοινόν τι καὶ ὅμοιον λέγεται, ἀλλ’ οὐκ ἐπὶ πάντων ἐστί τι αὐτὸ παρὰ τὰ πολλά, ἀλλ’ ὅταν γένος ἢ εἶδος ᾖ τὸ κοινόν. ἀλλ’ οὐδὲ τοῦτο ἐξ ἀνάγκης κεχωρισμένον εἶναι καὶ αὐτὸ καθ’ αὑτό, ἀλλ’ ἔστιν ἐν τοῖς πολλοῖς ὡς τὰ γένη καὶ τὰ εἴδη. οὐδὲ ἐπὶ τῆς (τῶν L) ἐκθέσεως ἄρα, ἐφ’ ἧς ἔλεγε ῥᾴδιον εἶναι δεῖξαι ὅτι ἓν ἅπαντα καὶ τοῦτο εἶναι τὴν ἰδέαν, κατορθοῦσιν οἱ τὰς ἰδέας τιθέμενοι τὸ δεῖξαι ὅτι εἰσὶν αὗται L)
126
φησίν, ἐπὶ πασῶν τῶν ὁμοιοτήτων οἷόν τε δείκνυσθαι καὶ λέγεσθαι ὡς κατὰ πᾶσαν ὁμοιότητα αὐτό τι ἓν εἶναι, ἂν μὴ κατὰ τὸ εἶδος ἢ γένος ὁμοιότης ᾖ τῶν λαμβανομένων· ἡ γὰρ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος τε καὶ τὸ εἶδος ταὐτότης τε καὶ ὁμοιότης ἰδέα, ἀλλ’ οὐχ ἡ κατὰ τὸ συμβεβηκός. πολλὰ γὰρ ἔστιν ἃ διά τινα ὁμοιότητα ἀλλήλοις ὁμοίως λέγεται, τῷ δὲ μὴ εἶναι ταύτην τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν οὐδὲ αὐτό τι ἓν ἔσται ἐπ’ αὐτῶν· τοιαῦτα δέ ἐστι τὰ ἀποφατικῶς λεγόμενα. τὸ γὰρ οὐ τρέχει κοινὸν μὲν καὶ ὅμοιον τούτοις ὧν ἀληθῶς κατηγορεῖται, ἀλλ’ οὔτε γένος τοῦτο ἔχει οὕτε εἶδος, οὔτε ἰδέα τις τὸ οὐ τρέχει. πάλιν ἐπὶ καθημένων ἢ περιπατούντων ἢ τεθνεώτων ἢ φθειρομένων, ἐπὶ μυρίων ἄλλων, ἃ κεκοινώνηκε μέν τινος, οὐ μὴν ἔστι λαβεῖν ἐπ’ αὐτῶν αὐτό τι ἕν. ἀλλὰ καὶ οἱ πατέρες κατὰ κοινὴν μέν τινα σχέσιν πατέρες πάντες εἰσίν, οὐκ ἔστι δέ τι ἓν αὐτοπατήρ. ἀλλὰ καὶ τὸ τῶν τριγώνων τὰς ἐντὸς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι καθόλου μέν ἐστι τῶν τριγώνων, οὐ μὴν | καὶ [*](93) γένος. ὥστε οὐκ ἐπὶ πάντων ἔστι τῇ ἐκθέσει τὸ ἓν λαμβάνοντας αὐτό τι ἓν ποιοῦντας εἰς τοῦτο ἀναγαγεῖν τὰ πάντα, μόνων δὲ ἐφ’ ὧν τὸ κοινῶς κατηγορούμενον καὶ καθόλου λεγόμενον ἢ γένος ἢ εἶδός ἐστιν. ὅθεν καὶ δῆλον ὅτι οὐκ ἄλλο τι αὐτοῖς ἐστιν ἡ ἰδέα ἢ τὰ γένη καὶ τὰ εἴδη, ἃ κοινῶς τε λέγεται καὶ συνωνύμως κατηγορεῖται ὧν ἐστιν ἢ εἴδη ἢ γένη. τοσοῦτον οὖν ἀπέχει τοῦ εἰς ἕν τι πάντα ἀνάγεσθαι ὑπ’ αὐτῶν, ὡς οἴονται, ὡς μηδὲ κατὰ πᾶσαν ὁμοιότητα δύνασθαι τὸ ἓν ἐπὶ τῶν πολλῶν λαμβάνεσθαι. τὸ δὲ ἂν διδῷ τις πάντα δοκεῖ μοι προσθεῖναι ἐνδεικνύμενος ὅτι μὴ συγχωρηθήσεται αὐτοῖς, εἰ κατὰ κοινωνίαν τινὰ τὴν πρὸς ἄλληλα ὁμοίως ἀλλήλοις λέγεταί τινα, ἤδη καὶ ἓν τίθεσθαι ἐκεῖνο, ὡς πάντα τὰ ὑπ’ αὐτὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχειν ὡς κεχωρισμένον αὐτῶν. ἢ τὸ ἄν διδῷ τις πάντα σημαίνοι ἄν τὸ ἂν συγχωρῇ τις πάντα τὰ ὁμοίως ἀλλήλοις λεγόμενα κατὰ ἑνός τινος κοινωνίαν οὕτω λέγεσθαι, καὶ συγχωροῖ τὸ ἓν ἐπὶ πολλοῖς τοιοῦτον εἶναι, οὐδὲ τοῦτο ἔσται ἐπ’ ἄλλων τινῶν ἢ τῶν ὡς γενῶν καὶ εἰδῶν κοινῶν· τὰ γὰρ οὕτως κοινά τε καὶ καθόλου μόνα ἰδέαν τινά, φησί, σημαίνειν δοκεῖ. καίτοι τοῦτό γε ἐν ἐνίοις ἀδύνατον· συμβαίνει γὰρ ἔνια τῶν κοινῶς κατά τινων κατηγορουμένων μὴ δύνασθαι γένη εἶναι τούτων ὧν κοινῶς κατηγορεῖται· τοιαῦτα γὰρ τὰ πολλαχῶς λεγόμενα. λέγοι δ’ ἂν μάλιστα αὐτὰ διὰ τὸ ὄν, ὃ ἐκεῖνοι μὲν ὡς γένος τι κοινὸν τῶν ὅλων λαμβάνοντες ἰδέαν ἐποίουν τὸ αὐτοὸν καὶ αὐτοέν, καὶ εἰς τοῦτο πάντα ὑπῆγον. εἰ δὲ μή ἐστι γένος τὸ ἕν, ἀλλὰ τῶν πολλαχῶς λεγομένων, δῆλον ὡς οὐδὲ ὁμοιότης ἄν τοῖς οὖσιν οὐσιώδης κατὰ τοῦτο εἴη.

[*](2 αὐτό Ascl., cf. 1. 6. 11: ὕπο AM 6 τῷ δὲ μὴ Ascl. Bonitz: τῷ μὴ Α 9 γένος τὸ οὐ τρέχει οὔτε recte, ut videtur, Ascl. 13. 14 ἐντὸς γωνίας LMS coni. Brandis: ἐν τοῖς γωνίας Α 18 ἅ. S coni. Brandis: ἣ Α 27 συγχωρῇ coni. Bonitz)
127
[*](p. 992b13)

Οὐδένα δὲ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμούς.

Τίνα μὲν τὰ μετὰ τοὺς ἀριθμούς, αὐτὸς ἐπιφέρει· μήκη γὰρ καὶ ἐπίπεδα καὶ στερεά. διαιροῦντες γὰρ εἰς ταῦτα τὰ ὄντα οἵ τε Πυθαγόρειοι καὶ Πλατῶν ἀρχὰς μὲν τῶν ὄντων καὶ πρῶτα τοὺς ἀριθμοὺς ἔλεγον, μετὰ δὲ τοὺς ἀριθμοὺς ἔτασσον μήκη καὶ μεῖά ταῦτα ἐπίπεδα, εἶτα τὰ στερεά, ὡς οὐκ ὄντα ταῦτα ἀριθμούς. ὡς δὲ ταῦτα πρὸς ἄλληλα τάξεως ἔχει, δῆλον ὡς καὶ ἀρχαὶ αὐτῶν ἕξουσι πρὸς ἀλλήλας· εἰσὶ γὰρ κατ’ αὐτοὺς ἑκάστου τούτων οἰκεῖαι ἀρχαί· ἐτίθεντο γὰρ καὶ τούτων ἰδέας, αἳ ἤδη τῶν μετὰ τοὺς ἀριθμοὺς ἀρχαί. ἀλλ’ εἰ ἀρχαὶ μήκους καὶ ἐπιπέδου καὶ στερεοῦ τὸ αὐτομῆκος καὶ τὸ αὐτοπλάτος καὶ αὐτοστερεόν, τίνος φύσεως καὶ δυνάμεως μετέχουσι κατὰ τοὺς τὰς ἰδέας τιθεμένους, ἔργον εὑρεῖν. οὔτε γὰρ ἰδέαι ταῦτα, ἐπεὶ αἱ μὲν ἰδέαι ἀριθμοὶ ταῦτα δὲ οὐκ ἀριθμοί· τὴν γὰρ μετὰ τοὺς ἀριθμοὺς τάξιν αὐτοῖς εἶχε ταῦτα. ἀλλ’ οὐδὲ τὸ βραχὺ καὶ μακρὸν καὶ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ ταπεινόν, αἱ ἀρχαὶ αἱ τούτων, οὐκέτι ἀριθμοί. ἀλλ’ οὐδὲ ἐν τοῖς μαθηματικοῖς ἔσται ταῦτα, ἃ μεταξὺ | ἐτίθεντο ἐκεῖνοι τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν· τὰ γὰρ ἐξ ἐκείνων [*](94) μαθηματικά, οὐχ αἱ ἀρχαὶ αὐτῶν. τὰ μὲν γὰρ μαθηματικὰ οὕτε ἀρχαὶ καὶ διαιρετὰ καὶ πολλά, ἐκεῖνα δὲ ἀρχαί τε καὶ ἀδιαίρετα καὶ ἀεὶ αὐτῶν ἕκαστον. ἀλλ’ οὐδὲ φθαρτὰ ταῦτα· ἀρχαὶ γὰρ· καὶ ἄφθαρτα ταῦτα. 20 πάλιν οὖν τετάρτη φύσις τῶν ὄντων ἔσται αὐτοῖς αὕτη καὶ τέταρτόν τι γένος παρὰ τὰ τρία τὰ ὑπ’ αὐτῶν τιθέμενα, ἃ ἦν αἱ ἰδέαι, τὰ μαθηματικά, τὰ αἰσθητά. αἱ γὰρ τῶν μαθηματικῶν ἀρχαὶ πάντων τούτων διάφοροι· οὔτε γὰρ ἰδέαι ὅτι μὴ ἀριθμοί, οὔτε τῶν λοιπῶν δύο, ἃ προείρηται· ταῦτα γὰρ ἓν λέγουσιν εἶναι καὶ τὴν τάξιν αὐτοῖς τὴν προειρημένην ἀπο- [*](6 ὡς prius MS: καὶ Α 7 καὶ αἱ ἀρχαὶ coni. Bonitz 18 ἀεὶ] ἓν coni. Bonitz coll. 1. 24 et p. 128,6 23 ἁ e S add. Bonitz) [*](ALT. REC. GR. DISCR. 2 Τίνα—κατ᾿ αὐτούς (p. 128,9)] τίνα εἰσὶ τὰ μετὰ τοὺς ἀριθμούς, αὐτὸς λέγει, ὅτι μήκη καὶ πλάτη καὶ στερεά. πρῶτοι γὰρ πάντων οἱ ἀριθμοί, καὶ αἱ τούτων ἀρχαὶ πρῶται τῶν ἀρκῶν τοῦ μήκους καὶ τοῦ πλάτους καὶ τοῦ στερεοῦ· πρώτη γὰρ ἡ ἀόριστος δυάς, καὶ ὑπ’ αὐτὴν ἐπειρῶντο ἀνάγειν τό τε μακρὸν καὶ βραχὺ καί πλατὺ καὶ στενὸν καὶ τὸ βαθὺ καὶ ταπεινόν, ἀργὰς ὄντα τῶν εἰρημένων. τὸ οὖν αὐτομῆκος καὶ τὸ αὐτοπλάτος καὶ τὸ αὐτοστερεὸν ποῦ ταχθήσονται; ἰδέαι γὰρ οὔκ εἰσιν, ἀριθμοὶ δ’ αἱ ἰδέαι. ἐν τοῖς μεταξὺ οὐ πεσοῦνται· πολλὰ γὰρ τὰ μεταξὺ καὶ διαιρετά· ταῦτα δ’ οὐ πολλά, ἀλλὰ καὶ ἀπαθῆ καὶ ἀδιαίρετα. ἀλλ’ οὐδὲ ἐν τοῖς φθαρτοῖς· ἄφθαρτα γὰρ ταῦτα. λείπεται οὖν τέταρτον ἔτι γένος ἄλλο τῶν ὄντων εἶναι παρὰ τὰς ἰδέας καὶ τὰ μεταξὺ καὶ τὰ αἰσθητά, τὸ αὐτομῆκος καὶ τὸ αὐτοπλάτος καὶ τὸ αὐτοστερεόν· εἰ δὲ μή, τίνος φύσεως καὶ δυνάμεως μετέχουσι <add. τοὺς τὰς ἰδέας τιθεμένους ἔργον εὑρεῖν· οὔτε γὰρ ἰδέαι οὔτε μεταξὺ οὔτε αἰσθητὰ ταῦτα, ὡς εἴρηται. λοιπὸν οὖν οὔτε ἀρχαὶ οὔτε ἐξ ἀρχῶν· τίς οὖν ἡ τούτων φύσις καὶ δύναμις; τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν οὐδένα δὲ λόγον ἔχει οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς οὔτε τινὰ δύναμιν LF)

128
διδόασιν. οὔτε δὲ πῶς ἔστιν οὔτε ἐν τίνι φύσει τῶν ὄντων ἔσται κατ’ μαθηματικὰ ἢ αἰσθητά, τὸ δὲ αὐτομῆκος καὶ τὸ αὐτοεπίπεδον καὶ αὐτοστερεὸν ἰδέαι μὲν οὐκ ἔσονται, ὅ.τι αἱ μὲν ἰδέαι ἀριθμοὶ κατ’ αὐτούς, ταῦτα δὲ ἔλεγον μετ’ αὐτοὺς τοὺς ἀριθμοὺς εἶναι. ἀλλ’ οὐδὲ μεταξύ· μεταξὺ γὰρ τὰ μαθηματικὰ κατ’ αὐτούς. ἦν δὲ καὶ πολλά, οὐ πολλὰ δὲ τὸ αὐτομῆκος ἢ τὸ αὐτοεπίπεδον ἢ τὸ αὐτοστερεόν. ἀλλ’ οὐδὲ ἐν τοῖς αἰσθητοῖς ταῦτα καὶ φθαρτοῖς· οὐδὲ γὰρ τούτων τι κυρίως ὄν. φαίνεται οὖν τέταρτόν τι γένος τοῦτο τῶν ὄντων γενέσθαι κατ’ αὐτούς.

[*](p. 992b18)

Ὅλως τε τὸ τῶν ὄντων ζητεῖν στοιχεῖα μὴ διελόντα, πολλαχῶς λεγομένων, ἀδύνατον εὑρεῖν.

Ὁ λόγος τοιοῦτος. ὧν μή εἰσι κοιναὶ ἀρχαί, τούτων ἀδύνατον κοινάς τινας ἀρχὰς εὑρεῖν· τῶν δὲ ὄντων οὔκ εἰσιν ἀρχαὶ κοιναί, ὥστε καὶ ἀδύνατον αὐτῶν εὑρεῖν κοινὰς ἀρχάς. ὅτι δὲ τῶν ὄντων οὔκ εἰσιν ἀρχαὶ κοιναί τε καὶ αἱ αὐταί, δῆλον ἐντεῦθεν· τῶν πολλαχῶς λεγομένων 〈οὔκ εἰσιν ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί·〉 τὰ δὲ ὄντα πολλαχῶς λέγεται· τῶν ὄντων ἄρα οὔκ εἰσιν ἀρχαὶ αἱ αὐταί. ὅτι δὲ. τὸ ὂν τῶν πολλαχῶς λεγομένων, ἐν πολλοῖς εἴρηται. αἰτιᾶται δὴ αὐτοὺς ὅτι ἐζήτουν ἀρχὰς τῶν ὄντων μὴ πρότερον διελόμενοι αὐτὰ καὶ τὰ σημαινόμενα ἐκθέμενοι τοῦ ὄντος. ἄλλως τε ἔτι ἀτοπώτερον τὸ τὰς τοιαύτας τῶν ὄντων ἀρχὰς τὰς αὐτὰς. ζητεῖν τὰς ἐξ ὧν εἰσιν, αὗται δέ εἰσιν ἥ τε ὕλη καὶ τὸ εἶδος· τοιαῦται γὰρ ἃς ὑποτίθενται ἀρχάς, ἥ τε ἀόριστος δυὰς καὶ ἡ μονάς. ἔνια γὰρ τῶν ὄντων οὐδὲ ἔχει κατὰ τὴν οἰκείαν φύσιν τοιαύτας ἀρχὰς καὶ στοιχεῖα, εἰ μὴ κατὰ συμβεβηκός· ἐκ τίνος γὰρ ὕλης [*](10 τὸ τῶν] τούτων Α: τὸ om. LF ζητεῖν LF, cf. Metaph.: εὑρεῖν Α στοιχεῖον LF διελόντα] sic ALF et Metaph. E b: διελόντας Metaph. vulg. 15 οὔκ εἰσιν— λεγομένων (17) om. Α: δῆλον—καὶ αἱ αὐταί (15. 16) om. M: explevi ex Asclepio) [*](ALT. REC. GR. DISCR. 12 Ὁ λόγος—μάταιον (p. 129,9)] ἐπειδὴ τὰ ὄντα πολλαχῶς λέγεται (ὁσαχῶς γὰρ αἱ κατηγορίαι), τῶν δὲ πολλαχῶς λεγομένων ἤτοι ὁμωνύμως οὔκ εἰσι κοιναὶ ἀρχαὶ καὶ αἱ αὐταί, τῶν ὄντων ἄρα οὔκ εἰσιν αἱ αὐταὶ ἀρχαὶ καὶ κοιναί. ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· ἐλάττων δὲ πρότασις τὰ ὄντα πολλαχῶς λέγεται· <add. μείζων δὲ〉 τῶν πολλαχῶς λεγομένων οὔκ κοιναὶ ἀρχαί· καὶ τῶν ὄντων ἄρα οὔκ εἰσι κοιναὶ ἀρχαί. αἰτιᾶται οὖν αὐτοὺς ὅτι κοινὰς ἀρχὰς τῶν ὄντων ἐζήτουν, οὐ διελόμενοι πρότερον ποσαχῶς τὰ ὄντα λέγεται καὶ τὰ σημαινόμενα τοῦ ὄντος ἐκθέμενοι. καὶ ἔτι ἀτοπώτερον, ὅτι τοιαύτας ἀρχὰς ζητοῦντες ἐξ ὧν εἰσι τὰ ὄντα· αὗται δέ εἰσιν ἡ τε ὕλη καὶ τὸ εἶδος. ἃς γὰρ ὑπετίθεντο ἀρχὰς τοιαῦταί εἰσιν, ἡ τε ἀόριστος δυὰς καὶ ἡ μονάς· ἔνια γὰρ τῶν ὄντων οὑδὲ ἔχει τοιαύτας ἀρχὰς κατὰ τὴν οἰκείαν φύσιν, εἰ μὴ κατὰ συμβεβηκός. ποίαν γὰρ ὑλικὴν ἀρχὴν ἕξει καθ’ αὐτὸ τὸ ποιεῖν ἡ τὸ πάσχειν, ἢ τὸ εὐθὺ ἢ τὸ καμπύλον, ἢ τὸ λευκὸν ἢ τὸ μέλαν; εἰ μή, ὡς εἴρηται, κατὰ συμβεβηκός, διὰ τὸ τῆς οὐσίας εἶναι τοιαύτας ἀρχάς, ταῦτα δὲ τὸ εἶναι ἔχουσιν (l. ἔχειν) ἐν τῇ οὐσίᾳ. τοιαύτας οὖν ἀρχὰς ζητοῦντες (l. ζητοῦντας) οὐ πάντων δυνατὸν ἦν δήπου λαβεῖν τῶν ὄντων ἀρχάς, ἀλλ’ ἢ τῶν οὐσιῶν μόνων τοιαύτας ἐνδέχεται εἶναι ἀρχάς. τὸ οὖν <add. τῷ> τῶν οὐσιῶν ἔχειν ἀρχὰς πάντων ἔχειν οἴεσθαι οὐκ ἀληθές φησιν ἀλλὰ μάταιον LF)

129
τὸ ποιεῖν τι ἔστιν ἢ τὸ πάσχειν; κατὰ συμβεβηκὸς μὲν γὰρ καὶ ταῦτα ὕλην ἔχει. ὅτι γὰρ ταῖς οὐσίαις, ὧν ἔστι τις ὕλη, ταῦτα ὑπάρχει, κατὰ τοῦτο ἂν εἴη τις ὕλη καὶ τῶν τοιούτων, | καθ᾿ αὑτὰ δὲ οὔ. ὁμοίως δὲ [*](95) οὐδὲ τοῦ εὐθέος ὕλη τις ἔστιν, οὐδέ τινος ἄλλου παρὰ τὴν οὐσίαν. διὰ τοῦτο γὰρ εἶπε μὴ εἶναι τούτων λαβεῖν τοιαῦτα στοιχεῖα, ὅτι μηδὲ τὴν ἀρχὴν ἔστιν· τὰς γὰρ τοιαύτας ἀρχὰς τὰς ὡς στοιχεῖα καὶ ἐνυπάρχοντα καὶ ἐξ ὧν λέγεταί τι εἶναι, μόνης τῆς οὐσίας εὑρεῖν ἔστιν· μόνη γὰρ αὕτη τῶν ὄντων ὑποκείμενον, τὰ δ’ ἄλλα ἐν ταύτῃ καὶ ταύτης τι. τὸ οὖν τῶν οὐκ ἐχόντων τοιαύτας ἀρχὰς ἤ ζητεῖν ἢ οἴεσθαι εὑρηκέναι μάταιον.

[*](p. 992b24)

Πῶς δ’ ἄν τις καὶ μάθοι ἰὰ τῶν πάντων στοιχεῖα;

Οτι εἰ καὶ ἔστι κοινὰ πάντων τὰ τῶν ὄντων στοιχεῖα ἀδύνατον αὐτῶν μάθησιν καὶ ἐπιστήμην εἶναι, δείκνυσι. δι’ ἣν δὲ αἰτίαν ἀδύνατον τοῦτο μαθεῖν τὰ πάντων στοιχεῖα, αὐτὸς ἐπήνεγκεν εἰπὼν δῆλον γὰρ ὡς οὐδὲν οἷόν τε προυπάρχειν γνωρίζοντας πρότερον. ὁ δὲ λόγος τοιοῦτος. ἀδύνατόν τι τῶν ἐχόντων ἀρχὰς εἰδέναι μὴ τὰς ἀρχὰς εἰδότα αὐτοῦ· ὧν γὰρ διὰ τῶν ἀρχῶν ἡ γνῶσις, ταῦτα ἀδύνατον εἰδέναι πρὸ τῆς τῶν ἀρχῶν γνώσεως. τῶν δὲ ὄντων πάντων εἰσὶ κατ’ αὐτοὺς ἀρχαὶ κοιναί· ἀδύνατον ἄρα τῶν ὄντων εἰδέναι τι μὴ πρότερον τὰς ἀρχὰς μαθόντας. ἀλλὰ μὴν ὧν ἐχόντων ἀρχὰς ἀδύνατον τὰς ἀρχὰς μαθεῖν, ἀδύνατον τούτων ἐπιστήμην ἔχειν· ἀδύνατον δὲ τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν, ἀδύνατον ἄρα τῶν ὄντων ἐπιστήμην ἔχειν. ὅτι δὲ ἀδύνατον τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν, δείκνυσιν οὕτως. πᾶσα μάθησις ἐκ προγινωσκομένων γίνεται· ὡς γὰρ καὶ ἀρχόμενος τῶν Ὑστέρων ἀναλυτικῶν εἶπε, “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίγνεται γνώσεως”. ἃ μὲν [*](6 ἐνυπάρχοντα S Bonitz: ἓν ὑπάρχοντα ΑΜ 10 Πῶς—ἀποδείξεσιν (p. 131,11) om. F 14 οἶόν τε M: οἴονται Α γνωρίζοντας] γνωρίζοντα Metaph. 18 ἄρα Μ: γὰρ ἄρα Α 23 τῶν Ὑστέρων ἀναλυτικῶν] Α 1 p. 71a1) [*](ALT. REC. GR. DISCR. 11 Ὅτι—ἔχειν (21)] Δείκνυσι διὰ τούτου ὅτι εἰ ἔστι τινὰ τῶν πάντων στοιχεῖα, ἀδύνατον αὐτῶν μάθησιν καὶ ἐπιστήμην εἶναι· δῆλον γὰρ ὅτι οὐ προϋπάρχει (l. οὐχ οἷόν τε προϋπάρχειν) γνωρίζοντα πρότερον τὸν ζητοῦντα καὶ μαθεῖν βουλόμενον ταῦτα. ὁ δὲ λόγος πρόεισιν οὕτως. ὧν εἰσιν ἀρχαί, ἀδύνατον ταῦτα εἰδέναι, μὴ τὰς ἀρχὰς εἰδότα· διὰ γὰρ τῶν ἀργῶν ἡ γνῶσις, ὡς καὶ ἐν τοῖς Φυσικοῖς εἴρηκεν εὐθὺς τῆς πραγματείας ἐκείνης ἀρχόμενος, ὅτι τὸ εἰδέναι καὶ τό ἐπίστασθαι συμβαίνει παρὰ πάσας τὰς μεθόδους ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα ἐκ τοῦ ταῦτα γνωρίζειν. τῶν δὲ ὄντων πάντων κατ᾿ αὐτούς εἰσιν ἀρχαί. ἀδύνατον ἄρα τῶν ὄντων εἰδέναι τι μὴ πρότερον τὰρ ἀρχὰς αὐτῶν μαθόντας. ἀδύνατον δὲ τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν· ἀδύνατον ἄρα καὶ τῶν ὄντων ἐπιστήμας ἔχειν L 22 πᾶσα μάθησις καὶ πᾶσα διδασκαλία διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως· ἃ δὲ μανθάνει μὴ γνωρίζων, ταῦτα οὐχ’ οἷόν τε προγινώσκειν αὐτά· ἄλλα δὲ ἀναγκαῖον προγινώσκειν, δι’ ὧν γνωρίσει ἁ μανθάνει. ὁ γὰρ γεωμετρεῖν μανθάνων ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη οὐ γινώσκει ταῦτα, ὅτε ταῦτα μανθάνειν ἄρχεται· οὐ γὰρ γινώσκει ὅτι τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ὅτε τοῦτο μανθάνειν ἄρχεται· ἄλλα μέντοι (p. 130,4) L)

130
γὰρ μανθάνει τις οὐκ εἰδώς, ταῦτα οὐχ οἷόν τε προγινώσκειν· ἄλλα μέντοι τινὰ ἀναγκαῖον γͅοο-ιι·ίνώσκ̀ο͂ιν τὰ δι’ ὧν ἡ μάθησις· ὁ γοῦν γεωμετρεῖν μανθάνων, ὧν μέν ἐστιν ἡ γεωμετρία ἐπιστήμη, τούτων οὐδὲν πργιγνώσκοι ὅτε τοῦ μανθάνειν ἄρχεται. ἄλλα μέντοι τινὰ οἶδεν ἐξ ὧν γνωρίζει τὰ δι’ ὧν ἡ διδασκαλία, οἶον μεῖζον ἔλαττον ἴσον, εὐθὺ κεκλασμένον, ἀλλὰ καὶ μήκους ἔννοιαν ἔχει καὶ πλάτους καὶ σώματος. εἰ δὴ πᾶσα μάθησις ἐκ προγιγνωσκομένων ἄλλων τινῶν, οὐ τῶν μανθανομένων, δεήσει καὶ τὸν τὰς τῶν ὄντων ἀρχάς μαθησὸμενον ἄλλα τινὰ εἰδέναι. ἀλλ’ ἦν ἀδύνατον· πᾶν γὰρ ὅ τι ἄν εἰδέναι ληφθῇ, ὄν τι ἔσται καὶ ὑπὸ ἰὰς τοῦ ὄντος ἀρχάς, ἀῂύνατον δέ ἐστί τι τῶν ὄντων εἰδέναι πρὸ τοῦ τἀς ἀρχὰς μαθεῖν αὐτοῦ. ἢ οὖν προειδὼς ἔσται ἃ μανθάναι, ἢ οὐ μαθήσεται. ὅτι δὲ πᾶσα μάθησις ἐκ προγιγνωσκομένων, ἔὸειξε λαβὼν ἰὰς μαθήσεις. ἡ γὰρ δι’ ὰποδείξεώς τι μανθάνομεν ἢ δι᾿ ὁρισμοῦ ἢ δι᾿ ἐπαγωγῆς. καὶ ἔστι τινὰ καὶ ἐν ταῖς δι᾿ ἀποδεξεως διδασκαλίαις γνωριζόμενα ὑπὸ τοῦ μανθάνοντος, ἄλλα ὄντα τῶν ἀποδεικνυμένων· τοιαῦτα γὰρ τὰ ἀξιώματα, φυσικαί τινες οὖσαι ἔννοιαι καὶ προτάσεις | ἄμεσοι, οἷον ὅτι τά τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, [*](96) ἢ ὅτι ἐπὶ παντὸς ἢ κατάφασις ἢ ἀπόφασις, ἢ ὅτι τὸ ἀγαθὸν ὠφέλιμόν ἐστι τῇ αὑτοῦ φύσει. καὶ πᾶσα δὲ ἡ διὰ συλλογισμοῦ γνῶσις διὰ προγιγνωσκομένων· διὰ γὰρ τῶν προτάσεων ἃς ὁμολογεῖσθαί τε καὶ κεῖσθαι δεῖ. καὶ ἡ δι᾿ ὁρισμῶν δὲ ἐκ προγιγνωσκομένων γίγνεται· ὁ γάρ μανθάνων τὸν τοῦ ἀνθρώπου ὁρισμόν, ὅτι ἔστι ζῷον πεζὸν δίπουν, οὐ ἵ 1οο·ίιγνώσκει μὲν ὅτι ταῦτά ἐστιν ὁ ἄνθρωπος, ἕκαστον δὲ τούτων γνωρίζει, τὸ ζῷον, τὸ πεζόν, τὸ δίπουν, ἢ οὑκ ἂν μάθοι ὅτι ταῦτα ὁ ἄνθρωπός ἐστιν. ὁμοίως [*](1. 4 ἄλλα A’-’L : ἀλλὰ A’S 6 εἰ οὖν πᾶσα L 7 τινῶν ἄλλων L aotvDavc μένων προγινωσκομένων δεήσει L 8 ἄλλα A2LS: ἀλλά Α1) [*](ALT. REC. GR. DISCR. 5 διδασκαλία, οἷον ἴσον ἄνισον, εὐθὺ καμπύλον, μεῖζον ἔλαττον· ἀλλὰ καὶ μήκους L 7 τὸνγιγνεται (20)] τὸν τὰς ἀρχὰς τῶν ὄντων μαθησόμενον μὴ τὰς ἀρχὰς ἀλλ’ ἄλλα τινὰ εἰδέναι. ἦν δὲ τοῦτο ἀδύνατον· πᾶν γὰρ ὃ ἂν ληφθῇ εἰδέναι ἦν τοῦτο ὃν καὶ ὑπὸ τὰς τοῦ ὄντος ἀρχάς. ἣ οὖν προειδὼς μανθάνει c! μανθάνει, ἡ οὐ μαθήσεται. εἰ οὖν τις τῶν ἀπάν- τῶν ἔστιν ἐπιστήμη , οἵαν δή τινές φασιν, [τῆς] τῶν πάντων τῶν ὄντων ἀρχῶν nωστικἡ, οὐδὲν ἂν εἶεν εἰδότες οὗτοι, ὥστε οὑδὲ τὰς ἀρχάς ὅτι δὲ πᾶσα μάθησις ἐκ προγινωσκο- μένων, ἔδειξε λαβὼν τὰς μαθήσεις. ἢ γὰρ δι’ ἀποδείξεως ἢ δι’ ὁρισμοῦ ἡ δι’ ἐπαγωγῆς γίνεται πᾶσα μάθησις. ἡ οὖν δι’ ἀποδείξεως μάθησις ἔχει τινὰ ἄλλα προγινωσκόᾳενα, ἇι τὸν μανθάνοντα εἰδέναι ἀνάγκη· τοιαῦτα δέ εἰσι τὰ ἀξιώματα, κοιναί τινες οὖσαι καὶ φυ- σικαὶ ἔννοιαι, οἷον ὅτι ἐπὶ παντὸςιἡ ·ι-ατάφασις ἡ ἡ ἀπόφασις ἀληθεύει ἢ ψεύδεται, ἢ ὅτι τὸ ἀγαθὸν ὠφέλιμόν ἐστι τῇ αὐτοῦ (I. αὑτοῦ) φύσει, καὶ ὅτι 〈οὔτε)· ὁ θεὸς οὕτε ἡ φύσις οὐδὲν μάτην ποιεῖ , καὶ ὅτι οὐδεμία οὐσία ἐκ τοῦ ι).ηδαμῇ μηδαμῶς ὄντος ἔστιν ἡ εἰς τὸ μὴ ὃν ὅλως χωρεῖ· καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλ-(́ιλοις ἐστὶν ἴσα καὶ τἄ ὅμοια. καὶ πᾶσα δὲ ἡ διὰ συλλογισμοῦ γνῶσις διὰ προγινωσκομένων ἤτοι διὰ τῶν ἀμέσων προτάσεων, ἃς ὁυͅ-ο)ογεῖσθα̣ί τε καὶ κεῖσθαι δεῖ· ὁμοίως δὲ καὶ ἡ ὂιὰ τῶν ὁρισμῶν διδασκαλία καὶ γνῶσις ἐκ -ι ρογινωὕνορ.ένων γίνεται L 21 δίτͅουν, προγινώGκ τί ἐστι ζῷον καὶ τί. πεζὸν καὶ τί δίπουν ἔστιν· εἰ γὰρ μὴ ταῦτα προγινώσκει, οὐδὲ ὅτι ὁρισμὸς ἀνθρώπου ἐστὶν εtσε- τᾶι· ὁμοίως (23) L)
131
δὲ καὶ ἡ δι’ ἐπαγωγῆς διδασκαλία τὸ μὲν καθόλου βούλεται διδάσκειν, δι’ ὧν δὲ διδάσκει (ἔστι δὲ ταῦτα τὰ καθ’ ἕκαστα), ταῦτα δεῖ γνωρίζειν τὸν μανθάνοντα. εἰ δὴ οὕτως μὲν πᾶσα διδασκαλία, οἱ δὲ τὰς πάντων τῶν ὄντων ἀρχὰς ζητοῦντες καὶ διδάσκειν λέγοντες ἀναιροῦσι τὸ δύνασθαί τι γνωρίζειν καὶ εἰδέναι τὸν μανθάνοντα, ἀναιροῦσι καθόλου διδασκαλίαν τε καὶ μάθησιν. τὸ δὲ ἢ πάντων ἢ τινῶν εἶπεν, ὅτι ἐν τῇ ἀποδείξει καὶ ἐν τῷ συλλογισμῷ ἐνδέχεται ἀμφοτέρας τινὰ τὰς προτάσεις προγιγνώσκειν τε καὶ γνωρίζειν ὁμοίως καὶ ἐν τῷ ὁρισμῷ πάντα γνωρίζειν καὶ προγιγνώσκειν τὰ ἐξ ὧν ὁ ὁρισμός· καὶ ἡ ἐπαγωγὴ δὲ διὰ πάντων γνωρίμων ἢ προγιγνωσκομένων. ἢ πάντων, ὡς ἐν τοῖς ὁρισμοῖς καὶ ἐν ταῖς ἐπαγωγαῖς, ἢ τινῶν, ὡς ἐν ταῖς ἀποδείξεσιν.

[*](p. 992b33)

Ἀλλὰ μὴν εἰ καὶ τυγχάνοι σύμφυτος οὖσα.

Ἀνελὼν τὸ εἶναι μάθησιν, εἰ τῶν ὄντων πάντων κοιναὶ ἀρχαὶ καὶ αἰτίαι, διδάσκει νῦν ὅτι μηδὲ χωρὶς διδασκαλίας σύμφυτον τὴν γνῶσιν ἔχειν αὐτῶν οἷόν τε, ὡς μὴ δεῖσθαι διδασκαλίας εἰς τὴν ἐπιστήμην αὐτῶν, μηδὲ προγιγνωσκομένων τινῶν. ἡ μὲν γὰρ τῶν κυριωτάτων γνῶσις κρατίστη τῶν ἐπιστημῶν, ἡ δὲ τῶν ἀρχῶν, αἵ τινες ἁπάντων τῶν ὄντων εἰσὶν ἀρχαί, γνῶσις τῶν κυριωτάτων ἐστὶ γνῶσις· κυριώτερον γὰρ ἀεὶ τὸ διότι ἔστι τι τοῦ δι’ ἐκεῖνο ὄντος, διὰ δὲ τὰς ἀρχὰς τὰ μετὰ τὰς ἀρχάς· ἡ τῶν ἀρχῶν ἄρα γνῶσις ἡ τῶν ἐπιστημῶν κρατίστη. τὸ δὲ τὴν κρατίστην τῶν [*](12 εἰ καὶ] καὶ εἰ Metaph. vulg. 16 τινῶν. ἡ μὲν M: post τινῶν add. δείκνυσιν Α) [*](ALT. REC. GR. DISCR. 1 διδασκαλία διδάσκει μὲν τὸ καθόλου, δι᾿ ὧν δὲ διδάσκει, ἐστὶ τὰ καθέκαστα ἃ καὶ γνωρίζει. εἰ οὖν πᾶσα μάθησις καὶ διδασκαλία οὕτως γίνεται, οἱ δὲ τὰς πάντων τῶν ὄντων ἀρχὰς ζητοῦντες διδάσκειν ἀναιροῦσι τὸ δύνασθαί τι γνωρίζειν καὶ εἰδέναι τὸν μανθάνοντα (ὃ γὰρ εἰδῇ ὁ μανθάνων, ὄν ἐστι, καὶ οὐκ ἔστι δυνατὸν εἰδέναι αὐτὸ μὴ εἰδὼς (I. εἰδότα) τὰς ἀρχάς· οὐκ ἄρα οὐδὲ τὰς ἀρχὰς εἴσεται, μὴ προγινώσκων τι τῶν ὄντων ἐν τῇ τῶν ἀρχῶν μαθήσει), ἀναιρεῖται οὖν καθόλου διδασκαλία τε καὶ μάθησις. τὸ δὲ ἢ πάντων ἢ τινῶν εἶπεν, ὅτι καὶ ἐν τῇ διὰ τῶν συλλογισμῶν ἀποδείξει ἐνδέχεται καὶ ἀμφοτέρας τὰς προτάσεις γνωρίζειν, ὁμοίως καὶ ἐν τῷ ὁρισμῶ πάπα γνωρίζειν τὰ ἐξ ὧν ὁ ὁρισμός, καὶ ἡ ἐπαγωγὴ διὰ πάντων γνωρίμων ἡ καὶ οὕτως προγινωσκομένων (10) L 13 εἴ γε κοιναὶ πάντων εἰσὶ τῶν ὄντων ἀρχαὶ καὶ αἰτίαι, νῦν λέγει ὅτι μηδὲ χωρὶς διδασκαλίας δυνατόν ἐστι σύμφυτον ἔχειν γνῶσιν αὐτῆς, ὡς μηδὲ δεῖσθαί τινων προγινωσκομένων εἰς τὴν ἐπιστήμην αὐτῆς. λέγει οὖν ὅτι ἡ τῶν κυριωτάτων (16) LF 17 ἡ δὲ—εἶναι (p. 132,8)] ἡ δὲ τῶν ἀρχῶν πάντων τῶν ὄντων γνῶσις τῶν κυριωτάτων ἐστὶ γνῶσις. αὕτη μὲν ἐλάττων πρότασις, ἡ δὲ προλεχθεῖσα μείζων, καὶ συνάγεται ἐν πρώτῳ σχήματι ἐκ δύο καθόλου καταφατικῶν, ὅτι ἡ τῶν ἀρχῶν πάντων τῶν ὄντων γνῶσις κρατίστη τῶν ἐπιστημῶν ἐστιν. εἰ οὖν ἔχοντες ταύτην λανθάνομεν ὅτι ἔχομεν, παράλογον· ὃ ἐδήλωσε διὰ τοῦ θαυμαστὸν εἰπεῖν. καὶ ὅτι μὲν αἴσθησιν ἔχοντες (I. ἔχομεν) σύμφυτον οὐ λελήθαμεν ἑαυτούς, οὐδὲ ὅτι βαδίζειν δυνάμεθα, τὴν δὲ κρατίστην τῶν γνώσεων ἔχοντες εἰς τοσοῦτον λανθάνομεν ἑαυτούς, ὅτι οὐδ’ ἐξετασθέντες καὶ ἐπιστήσαντες δυνάμεθα εἰπεῖν, τίνες ποτέ εἰσι τῶν ὄντων ἀρχαί. ἁ δέ μὴ ἴσμεν, πῶς ἄν τούτων ἐπιστήμην ἔχειν σύμφυτον εἰπεῖν δυνησόμεθα; εἴρηκε δὲ τοῦτο ἴσως ὡς καὶ τοῖς Πλατωνικοῖς ἀρέσκον εἶναι τὸ τὰς μαθήσεις ἀναμνήσεις εἶναι LF)

132
ἐπιστημῶν σύμφυτον ἔχοντας μηδ’ εἰδέναι τοῦτο παράλογον. ἀλλ’ ὅτι μὲν αἴσθησιν ἔχομεν σύμφυτον, οὐ λελήθαμεν αὑτούς, οὐδὲ ὅτι βαδίζειν δυνάμεθα· ὅτι δὲ τὴν τῶν ὄντων ἐπιστήμην ἔχομεν ἔχοντες αὐτῶν τὰς ἀρχάς, ἢ ὅτι γε τὰς τῶν ὄντων πάντων ἀρχὰς ἐπιστάμεθα, λελήθαμεν ἑαυτούς, καὶ οὐδὲ ἐξετασθέντες καὶ ἐπιστήσαντες εἰπεῖν δυνάμεθα. πῶς ἄν οὖν ἔχοιμεν ἐπιστήμην σύμφυτον τούτων ἃ μὴ ἴσμεν; δύναται τοῦτο καὶ ὡς ἀρέσκον αὐτοῖς τὸ σύμφυτον | ἔχειν ἡμὰς τὴν τῶν ὄντων ἐπιστήμην εὐθύνειν· [*](97) τοῦτο δέ, ἐπεὶ δοκοῦσιν αὐτοῖς αἱ μαθήσεις ἀναμνήσεις εἶναι.

[*](p. 993a2)

Ἔτι πῶς τις γνωρίσει ἐκ τίνων ἐστί, καὶ πῶς ἔσται δῆλον; καὶ γὰρ τοῦτο ἔχει ἀπορίαν.

Εἰ καὶ εἰσὶ πάντων ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί, πῶς τις ταύτας γνωρίσει ὅτι αἵδε τινέ εἰσι καὶ ὅτι ἐκ τούτων ἔστι τὰ ὄντα, εἰ μὴ προειδείη τινὰ δι’ ὧν γνωρίζειν τε καὶ δεικνύναι δυνήσεται ὅτι εἰσὶν αἵδε; τί γὰρ μᾶλλον ὅτι αἵδε τινὲς ἀλλ’ οὐχὶ αἵδε εἴσεται ὁ μὴ ἔχων πρὸς τὸ γνωρίζειν τὸ ζητούμενον ἀρχάς; οὐ γὰρ δὴ χωρὶς ἀμφισβητήσεως ὁμολογηθήσεται τάσδε τινὰς πρὸς ἀπάντων εἶναι· ἀλλ’ ὡς ἀμφισβητεῖται περὶ τῆς ζὰ συλλαβῆς πότερον αὐτὴν δεῖ διὰ τοῦ ζ καὶ ἁ γράφειν ἢ διὰ τοῦ σ καὶ δ [*](2 αὑτούς Brandis Βonitz: αὐτοὺς AM 12 ἔστι om. L πάντα τὰ ὄντα L προειδῇ L 16 τινὰς τῶν ὄντων πάντων ἀρχὰς εἶναι L ὡς] ὥσπερ L 17 ἡ M: om. A) [*](ALT. REC. GR. DISCR. 11. 12 εἰ καὶ—γνωρίσει] πῶς, φησίν, ἐστι δυνατὸν γνωρίσαι τὰς τῶν ὄντων πάντων ἀρχάς, εἴ γε καὶ εἰσὶ κοιναὶ πάντων ἀρχαί L 13 δι’ ὧν ταύτας γνωρίσαι δυνατὸν καὶ ἀποδεῖξαι δυνήσεται ὅτι εἰσὶν αἵδε; τί γὰρ μᾶλλον αἵδε ἢ αἰδὲ, μὴ ἔχων πρὸς γνωρίζειν αὐτάς τινα· οὐ γὰρ (15) L 17 πότερον—ἐζήτουν (p. 133,19)] 19)] πότερον διὰ τοῦ ζ γράφεται (ἢ ἕτερον φθόγγον εἶπεν), διὰ τοῦ σ καὶ δ (τινὰ γὰρ τῶν βιβλίων ἀντὶ τοῦ ζὰ σμᾶ ἔχει γεγραμμένον· καλλίων δὲ ἡ διὰ τοῦ ζὰ γραφή) οὕτω δὴ καὶ ἡ περὶ τῶν ἀρχῶν ἀμφισβήτησις ἂν εἴη. ἐγράφετο γὰρ πάλαι παρὰ τοῖς παλαιοῖς τινες συλλαβαὶ διὰ δύο γραμμάτων, ὕστερον δὲ τοὺς φθόγγους τῶν δύο τούτων εἰς ἕνα φθόγγον κεράσαντες δι’ ἑνὸς στοιχείου ἔγραφον, ὅθεν καὶ διπλᾶ ταῦτα ἐκάλουν, οἷον τὸ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ· οὕτως καὶ τὸ ζ ἐκ τοῦ σ καὶ δ. εἰ οὑν ταύτας τις γνωρίσαι μέλλοι, ἢ δι’ ἐπαγωγῆς ἢ δι’ ὁρισμοῦ ἡ διὰ συλλογισμοῦ ζητήσει τε καὶ γνωριεῖ, εἰ ἀμφισβητοῖντο. ταῦτα δὲ πάντα, ἥ τε ἀπόδειξις καὶ ὁ ὁρισμὸς καὶ ἡ ἐπαγωγή, διὰ προγινωσκομένων τῶν ἐν αὐτοῖς ὄντων γενῶν καὶ διαφορῶν καὶ ἀμέσων προτάσεων καὶ τῶν καθ᾿ ἕκαστα δεικνύουσιν, ἃ δὴ τούτων ἑκάστη τῶν ἐπιστημῶν δείκνυσιν. εἴ γε (1. εἰ δὲ) διδακταί εἰσιν αἱ τῶν ὄντων ἀρχαὶ κατὰ τοὺς πάντων τῶν ὄντων κοινὰς καὶ τὰς αὐτὰς εἶναι λέγοντας ἀρχάς (οὐ γὰρ δὴ λανθάνομεν ἑαυτοὺς τὴν κρατίστην, ὡς τῶν ἐπιστημῶν ἔχοντες), οἱ μανθάνοντες τὰς τοιαύτας ἀρχὰς οὐκ ἂν εἶεν τῶν ὄντων τι προειδότες, εἴ γε πᾶν τὸ ὃν ὑπὸ τὰς κοινὰς ἀρχὰς ἀνάγεται, τοῦτο δὲ γινώσκειν οὐκ ἦν δυνατὸν ἀγνοοῦντι τὰς ἀρχάς· οὐκ ἄρα ἐστὶ τῶν ἀρχῶν μάθησις καὶ ἐπιστήμη καὶ ὅλως γνῶσις. εἰ δὲ μὴ τῶν ἀρχῶν, οὐδὲ τῶν ὄντων τινός, εἴ γε ἡ κυριωτάτη καὶ κρατίστη τῶν γνώσεων. ἐκ τῶν ἀρχῶν ἐστιν. οὕτως οὖν ὁ κοινὰς πάντων τῶν ὄντων καὶ τἀς αὐτὰς εἰσάγων ἀρχὰς ὅλως ἀναιρεῖ τὸ εἶναι γνῶσιν τῶν ὄντων. αὕτη δὲ ἡ ἀπορία ἔοικε τῇ ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Μένωνι λεγομένη L)

133
α, οὕτω δὴ καὶ ἡ περὶ τῶν ἀρχῶν ἀμφισβήτησις ἄν εἴη. ἐγράφετο δὲ ταῦτα διὰ δύο πάλαι ἕκαστον αὐτῶν γραμμάτων, διὸ καὶ διπλάσια τῶν στοιχείων ταῦτα ἐκαλεῖτο, καὶ τὸ μὲν ζ διὰ τῶν σδ, τὸ δὲ ξ διὰ τῶν κσ, τὸ δὲ ψ διὰ τῶν πσ. γνωρίσει γάρ τις αὐτὰ καὶ ζητήσει, εἰ ἀμφισβητοῖντο, ἢ δι’ ὁρισμοῦ ἢ διὰ συλλογισμοῦ ἢ δι’ ἐπαγωγῆς, ἃ πάντα διὰ προγιγνωσκομένων δείκνυσιν, ὡς προείρηται. ἔοικε δὲ τὴν ἐν τῷ Μένωνι [τὴν] ὑπὸ Πλάτωνος ἀπορίαν εἰρημένην λέγειν ὡς δυναμένην πρὸς τοὺς ἀπάντων τῶν ὄντων κοινάς τινας καὶ τὰς αὐτὰς ἀρχὰς τιθεμένους· τούτοις γὰρ ἀνάγκη μὲν λέγειν τὰς ἀρχὰς διδακτάς (οὐ γὰρ δὴ αὑτοὺς ἔχοντες τὴν κρατίστην τῶν ἐπιστημῶν, ἥτις ἐστὶν ἡ τῶν ὄντων ἁπάντων), τῷ δὲ τὸν τὰς τῶν ὄντων ἀρχὰς ἀγνοοῦντα μηδὲν δύνασθαι τῶν ὄντων εἰδέναι, οἱ μανθάνοντες τὰς τοιαύτας ἀρχὰς οὐδὲν ἄν εἶεν τῶν ὄντων προειδότες. ἀλλ’ εἰ τοῦτο, οὐδὲ γνωρίζειν ἄν δύναιντο τὰς τοῦ ὄντος ἀρχάς, ὅτι ἐκείνου εἰσίν, εἰ καὶ εὑρεθεῖεν, τῷ γίνεσθαι μὲν τοῦτο διά τινων προυπαρχουσῶν γνώσεων, ταύτας δὲ ἀδύνατον ἔχειν τὸν μηδέπω τὰς τοῦ ὄντος ἀρχὰς ἔχοντα, τῷ καὶ τούτων αὐτὰς ἀρχὰς εἶναι, εἴ γε καὶ αὐτὰ τῶν ὄντων. τὸ δὲ ἐκ τίνων ἐστὶ δηλωτικὸν ἔοικεν αὐτῶν τῶν ἀρχῶν, ὁποίας ἐζήτουν ἐκεῖνοι κοινὰς πάντων· τὴν γὰρ ὕλην καὶ τὸ εἶδος ἐζήτουν.

[*](p. 993a7)

Ἔτι δὲ ὧν αἴσθησις. ταῦτα πῶς ἄν τις μὴ ἔχων τὴν αἴσθησιν ἔχοι;

Καὶ τοῦτο πρὸς τὸ μὴ τὰς αὐτὰς ἁπάντων ἀρχὰς εἶναι καὶ στοιχεῖα λέγει. εἰ γὰρ εἶεν πάντων τῶν ὄντων κοιναί τινες ἀρχαί, ὁ | μαθὼν [*](98) ταύτας πάντα ἂν δι’ αὐτῶν γνωρίζειν δύναιτο τὰ ὄντα. ὡς γὰρ ὁ τὰ γράμματα ·καὶ τὰ στοιχεῖα εἰδὼς πάντα γνωρίζει καὶ πάσας τὰς ἐξ αὐτῶν συγκειμένας φωνάς, οὕτως ἀκολουθήσει καὶ τῷ τὰς τῶν ὄντων ἀρχὰς εἰδότι τὰ ἐξ αὐτῶν ὄντα γνωρίζειν δι’ αὐτῶν· εἰ δὲ τοῦτο, δυνήσεται ὁ τὰς ἀρχὰς εἰδὼς ταύτας καὶ τὰ αἰσθητὰ γνωρίζειν· ἐξ ἐκείνων γὰρ καὶ ταῦτα, εἴ γε ὄντα. πῶς οὖν ὁ μὴ ἔχων τὴν αἴσθησιν γνωρίσει τὰ αἰσθητά; αἰσθήσει γὰρ τὰ αἰσθητὰ καὶ οὐκ ἄλλῳ τινὶ γνωρίζεται. ἀκολουθεῖ δὲ τῷ τὰς ἀρχὰς αὐτῶν εἰδότι γνωρίζειν αὐτὰ δι’ ἐκείνων· εἴσεται δὲ τὰς ἀρχὰς [*](1 δὴ L: δὲ Α 6 δὲ om. Α ἐν τῷ Μένωνι] p. 80 E 7 τὴν del. Βοnitz δυναμένην S Brandis Bonitz: δυναμένων Α 17 αὐτὰ] fort. αὐταὶ 21 ἔχοι] γνοίη Μetaph. vulg. 22 αὐτὰς MS: αὐτῶν Α 25 πάσας omitt. LF 27 τὰ—δι’ αὐτῶν] πάντα γνωρίζειν αὐτῶν δι’ αὐτῶν F 30 ἀκολουθεῖ—στοιχεῖα (p. 134,7) om. LF) [*](ALT. REC. GR. DISCR. 22 Καὶ τοῦτο πρὸς τὸ μὴ εἶναι κοινὰς πάντων τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγει· εἰ γὰρ εἶεν πάντων ἀρχαί, ὁ μαθὼν ταύτας εἴσεται πάντα δι’ αὐτῶν· ὥστε καὶ τὰ αἰσθητά, εἴ γε πάντως καὶ ταῦτα τῶν ὄντων ἐστίν. ὡς γὰρ ὁ τὰ γράμματα (24 25) LF 27 δυνήσεται καὶ τὰ αἰσθητὰ γνωρίζειν· ἐκ τῶν κοινῶν γὰρ καὶ ταῦτα ἀρχῶν, εἴ γε ὄντα ἐστί· πῶς δὲ (29) LF)

134
αὐτῶν ὁ τὰς κοινὰς πάντων τῶν ὄντων ἀρχὰς εἰδώς, κἂν μὴ ἔχῃ τὴν αἴσθησιν (οὐ γὰρ δὴ αἱ τῶν ὄντων ἀρχαὶ αἰσθηταί)· ὡς γὰρ τὰ μὴ αἰσθητὰ διὰ ·τῶν ἀρχῶν γνωρίζει, οὕτω γνωρίσει καὶ τὰ αἰσθητὰ δι’ αὐτῶν, εἰ ὁμοίως καὶ τούτων ἐκεῖνα ἀρχαί. ὡς γὰρ αἱ σύνθετοι φωναὶ πᾶσαι, ὧν τὰ αὐτὰ στοιχεῖα, ἐκ τῶν αὐτῶν σύγκεινται στοιχείων, οὕτω καὶ τὰ ὄντα πάντα ἐκ τῶν αὐτῶν στοιχείων ἔσται γνωριζόμενα, εἰ τὰ αὐτὰ πάντων αὐτῶν ἐστι στοιχεῖα. οὐ μαχόμενος δὲ αὑτῷ λέγοι ἂν ζητῶν μὲν τὰς τοῦ ὄντος ᾗ ὂν ἀρχάς τε καὶ αἰτίας, δεικνὺς δὲ διὰ τούτων ὅτι ἄγνωστοί εἰσιν. δείξει γὰρ ὅτι μηδέ εἰσι πάντων τῶν ὄντων κοιναί τινες ἀρχαί, ὡς ἡγοῦντο οἱ εἰς τὸ ἓν πάντα πειρώμενοι διὰ τῶν κοινῶν ἀνάγειν ὁμοιοτήτων. ἀλλ’ εἰσὶν αἰ ζητούμεναι ὑπ’ αὐτοῦ τοὺ ὄντος ᾗ ὂν ἀρχαὶ κοιναὶ πάντων ἀρχαὶ αὗται· ἀλλ’ αἱ τῆς οὐσίας οὐκ οὖσαι ὁμοίως καὶ τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων ἀρχαί, γίγνονταί πως κἀκείνων ἀρχαὶ τῷ καὶ τῶν ἄλλων τῶν ὄντων ἕκαστον παρὰ τῆς οὐσίας τὸ εἶναι ἔχειν.

[*](p. 993a11)

Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς αἰτίας ζητεῖν ἐοίκασι πάντες.

Ἐν τῇ Φυσικῇ ἀκροάσει εἰς τέσσαρα εἴδη αἰτίων ἀνήχθη ὑπ’ αὐτοῦ τὰ αἴτια πάντα. ὃ βουλόμενος καὶ νῦν πιστώσασθαι ἦλθεν ἐπὶ τὸ τὰς τῶν * περὶ αἰτίων εἰπεῖν δόξας, ἐξετάζων εἰ μή τις ἄρα αὐτῶν ἄλλο τι εἶδος ἐζήτησεν αἰτίου· καὶ εὗρε πάντας τοὺς περὶ αἰτίων εἰρηκότας τούτων τι τῶν εἰρημένων αἰτίων λέγοντας αἴτιον, τοὺς μέν τινας ἓν ἐξ αὐτῶν, ὡς οἱ τὸ ὑλικὸν αἴτιον ἀποδιδόντες, τοὺς δὲ δύο, τοὺς δὲ τρία, ὧν οἱ μὲν τὸ ποιητικὸν πρὸς τῇ ὕλῃ ὑπελάμβανον, ὡς Ἀναξαγόρας. τε καὶ Ἐμπεδοκλῆς, [*](2 μὴ Brandis Bonitz S: μὲν Α 4 ἐκεῖνα] ἐκεῖναι coni. Bonitz 5 σύγκεινται S Bonitz: σύγκειται Α 7 οὐ μαχόμενα δὲ λέγει πρὸς ἑαυτὸν ὁ Ἀριστοτέλης ζητῶν μὲν καὶ αὐτὸς τὰς LF αὑτῶ S Brandis Bonitz: αὐτῶ AM 8 αἴτια LF διὰ τούτων τε δεικνὺς L post εἰσὶν add. αἱ ἀρχαὶ καὶ τὰ αἴτια LF 9 ἡγοῦντο] ἐνόμιζον LF 10 ὁμοιοτήτων, ὡς προείρηται, ἀλλ’ LF 11 ᾖ ὃν LFMS: ᾗ οἷον Α 12 αὗται—ἀρχαὶ (13) corrupta esse videntur, cf. LF: omnium entium principia, non tamen eodem modo, sed proprie substanliae, caeterorum vero a substantia, cum proprie non sint principia. efficiuntur quodammodo S 17 ἐν τῇ Φυσικῇ ἀκροάσει] B 3 εἰς ταῦτα εἴδη LF αἰτιῶν LF 17. 18 ἀνῆγε τὰ αἴτια LF 18 ὃ καὶ νῦν πιστώσασθαι βουλόμενος LF 19 post τῶν addendum προτέρων, cf. LF: “post αἰτίων adde εἰρηκότων” Bonitz) [*](ALT. REC. GR. DISCR. 11 πάτων—ἔχειν (14)] πάντων ἀρχαί ἀρχαί om. F), καὶ οὐχ ὁμοίως πάντα, ἀλλὰ τῆς οὐσίας προηγουμένως. εἰσὶ δὲ καὶ τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων ἀρχαὶ αὗται, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐ πρώτως, διὰ τὸ ἐκεῖνα πάντα ἐν τῇ οὐσία τὸ εἶναι ἔχειν. ὥστε οὐ μαχόμενα πρὸς ἑαυτὸν ὁ Ἀριστοτέλης λέγει LF 18 ἦλθεν ἐπὶ τὸ τὰς περὶ τῶν αἰτιῶν τῶν προτέρων δόξας ἐξετάσαι καὶ ἰδεῖν μή τις ἄρα αὐτῶν ἄλλο τι εἶδος ἐζήτησεν αἰτίου καὶ εὗρε· καὶ ἔδειξεν ἐξετάζων ὅτι πάντες ὅσοι περὶ αἰτιῶν εἰρήκασιν οὐκ ἔξω τι τούτων ἕτερον αἴτιον εἶπον ἀλλ’ ἐκ τούτων τι, καὶ ὁ μὲν τυχὸν ἓν ὑλικὸν αἴτιον ἀπεδίδου, ὁ δὲ δύο, ὁ δὲ. τρία. καὶ οἱ μὲν πρὸς τῷ ὑλικῷ καὶ τὸ ποιητικὸν ὑπελάμβανον (23) LF)

135
οἱ δὲ τὸ εἶδος, ὡς οἱ τὰς ἰδέας, οἱ δὲ καὶ ἀμφοτέρων πως ἐφήπτοντο, τοῦ τε ποιητκοῦ καὶ τοῦ κατὰ τὸ εἶδος. ὡς ἐρεῖ περὶ Ἐμπεδοκλέους. πλὴν οὐδείς γε ἔξω τούτων τῶν εἰδῶν ἄλλο τι εἶδος αἰτίου ἐζήτησεν ἢ ὑπέθετο, [*](99) ἀμυδρῶς μέντοι περὶ αὐτῶν εἷπον πάντες καὶ οὐ διηρωμένως. καὶ γὰρ Πλατῶν τῶν τεσσάρων μνημονεύων αἰτίων εὑρεθείη ἄν, καὶ Ἐμπεδοκλῆς τῶν τριῶν, ὡς ἐρεῖ, οὐ σαφῶς δὲ οὐδὲ διωρισμένως. αἰτίαν δέ φησι τοῦ περὶ τῶν αἰτίων ἀδιαρθρώτως αὐτοὺς εἰρηκέναι, καίτοι τούτοις ἐπιβάλλοντας, τὸ μηδέπω τῶν κατὰ φιλοσοφίαν ἐπιστήμην τινὰ πρὸ Ἀριστοτέλους ἀκριβῶς εὑρῆσθαι, ἀλλ’ ἔτι ἀδιαρθρώτως, ὥσπερ οἱ ψελλίζοντες τἀς φωνὰς λέγουσιν, οὕτω δὲ καὶ τοὺς πρὸ αὐτοῦ περὶ φιλοσοφίας λέγειν. ὅτι δὲ ταῦτα ἔλεγον οὐ διαρθροῦντες, Ἐμπεδοκλέους μέμνηται λέγοντος τὸ ὀστοῦν κατὰ τὸν λόγον ὀστοῦν εἶναι, οὐ κατὰ τὴν ὕλην· ἡ μὲν γὰρ ὕλη κοινὴ καὶ τοῖς ἄλλοις κατ’ αὐτόν (τὰ γάρ τέσσαρα στοιχεῖα), ὀστοῦν δὲ ἐν τῇ ποιᾷ τούτων καὶ ποσῇ κράσει φησὶ γίγνεσθαι, λέγων
  1. ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐτύκτοις χοάνοισι
  2. τὰς δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης,
  3. τέσσαρα δ’ Ἡφαίστοτι· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.
εἰ δὲ τοῖς ὀστοῖς κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι (τοῦτο γάρ ἐστιν ὁ λόγος), τὸ ὀστοῦν εἶναι κατ’ αὐτόν, δῆλον ὡς τῇ σαρκὶ καὶ τῷ νεύρῳ καὶ ἑκάστῳ τῶν ὄντων, οἷον λίθῳ ξύλῳ, κατὰ τὸν λόγον καὶ τὸ εἶδος τὸ εἶναι· ἢ γὰρ ἐπὶ πάντων τὸ εἶδος καὶ ὁ λόγος αἴτιος τοῦ ἕκαστον εἷναι ὃ ἔστιν, ἢ ἐπ’ οὐδενός. διὰ γὰρ τὸν λόγον καὶ διὰ τὸ εἶδος ἡ διαφορὰ ἐν τοῖς οὖσι, καὶ ἔστιν αὐτῶν τὸ μέν τι σὰρξ τὸ δέ τι ὀστοῦν τὸ δὲ ἄλλο τι, ἐπεὶ ἥ γε ὕλη κατ᾿ αὐτὸν πᾶσι τοῖς οὖσιν ἡ αὐτή, ὡς ἔφαμεν· τὰ γὰρ τέσσαρα στοιχεῖα ἡ ὑλικὴ ἀρχὴ αὐτῷ. ὅτι μὲν οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τὸ εἶδος αἴτιον ἑκάστῳ τοὐ τῷδέ τινι εἶναι, πάντως ἄν συνέφησεν Ἐμπεδοκλῆς, εἴ τις αὐτὸν ἐπῆγε τῷ λόγῳ παραδεικνὺς ἕκαστον οὕτως ἔχον· αὐτὸς μέντοι ἐφ’ ἑαυτοῦ λέγων οὐδὲν [*](5 τεσσάρων αἰτιῶν εὑρεθείη ἄν μνημονεύων LF 9 ἀναρθρώτως LF 10 οὕτω— λέγειν om. LF 11. 12 τὸ ὀστοῦν οὐ κατὰ τὴν ὕλην ἀλλὰ κατὰ λόγον εἶναι ὀστοῦν LF 14 κράσει γίνεσθαι ἔλεγον LF 15 ἡ δὲ χθὼν κτλ ] Empedocl. fragm. ed. Mullach v. 211 sqq. ἐπίειρος ἐν εὐστέρνοις LF Ascl. 16 μοιρῶν ἔλαχε LF αἴγλης LF Ascl.: αἴγλη Α 21 τὸ εἶναι LF: om. A 21. 22 τοῦ εἶναι ἕκαστον F 22 ·διὰ alterum οm. LF 23 διαφορὰ ἐν LF: ante ἐν add. καὶ Α τι (ante ὀστοῦν) om. L 26 ἑκάστῳ τοῦ εἶναι τόδε τι, πάντως LF 27 ἐπῆγε καὶ ὡδήγει τῷ λόγῳ LF 28 μέντοι καθ’ αὐτὸν λέγων LF) [*](ALT. REC. GR. DISCR. 1 οἱ δὲ καὶ τοῦ εἰδικοῦ σὺν τῷ ποιητικῷ ἐφήπτοντο, ὡς ἐρεῖ περὶ τοῦ Ἐμπεδοκλέους· ἀμυδρῶς μέντοι καὶ ἀσαφῶς περὶ αὐτῶν εἶπον καὶ οὐ διηρθρωμένως (4) LF 6 ὡς ἐρεῖ (ἐρεῖν L) λέγει δὲ τὴν αἰτίαν τοῦ ἀδιαρθρώτως αὐτοὺς εἰρηκέναι περὶ τούτων, καίτοι αἰτίοις τούτοις ἐπιβάλλοντας καὶ ἐφαπτομένους πως αὐτῶν, τὸ μήπω πρὸ πρὸς LF) Ἀριστοτέλους ἐπιστήμην τινὰ τῶν κατὰ φιλοσοφίαν ἀκριβῶς (9) LF 18 ἐν (1. εἰ) τῷ λόγῳ δέ, φησί, τὸ ὀστοῦν [τὸ] εἶναι λόγον λέγων τὸ εἶδος, τὸ δὲ τί ἢν εἶναι τὸν ὁρισμόν) κατ’ αὐτόν, δῆλον ὡς ἐν τῇ σαρκὶ καὶ τῷ νεύρῳ (20) LF)
136
περὶ αὐτοῦ σαφῶς διώρικεν, οὐδὲ κατ’ ἐπιστήμην εἴρηκέ τινα τῷ μὴ περὶ πάντων ὁμοίως τῶν ὁμοίων εἰρηκέναι.

[*](p. 993a24)

Περὶ μὲν οὖν τῶν τοιούτων δεδήλωται καὶ πρότερον.

Λέγοι ἄν περὶ τούτων ὡς εἰρηκὼς ἤδη, ὅτι εἶπε καὶ ἐν τοῖς πρὸ τούτου περὶ Ἀναξαγόρου λέγων καὶ τὴν δόξαν αὐτοῦ ἐπανορθῶν, ὅτι ἄλλῳ μὲν οὖν λέγοντι ταῦτα ἐπηκολούθησεν, οὐ μὴν αὐτὸς σαφῶς τι περὶ τούτων εἶπεν, ὥσπερ οὐδὲ Ἐμπεδοκλῆς, περὶ οὗ νῦν εἶπεν. ἐπὶ τούτοις | ἀπορίας τινὰς ἀπορήσειν ἐπαγγέλλεται συντεινούσας εἰς τὸν [*](100) περὶ τῶν ἀρχῶν λόγον, ἐξ ὧν ῥηθεισῶν φησι καὶ καλῶς ἀπορηθεισῶν εὐπορωτέρους ἡμᾶς ἔσεσθαι πρὸς τὰς λύσεις τῶν ἐν τοῖς ὑστέροις ἀπορουμένων· αἱ γὰρ περὶ τῶν ἀρχῶν ἀπορίαι τε καὶ λύσεις ἀρχαὶ τῆς τῶν μετὰ ταῦτα ἀπορουμένων λύσεως γίνονται. καὶ λέγει περὶ τῶν ἀπορουμένων ἐν τῷ Β· διὸ καὶ δόξαι ἂν ὅσον ἐκ τῶν νῦν εἰρημένων συνῆφθαι τούτῳ τῷ βιβλίῳ τὸ Β. οὐ μὴν ἀλλὰ λέγει γε περὶ ὧν ἐνταῦθα προτίθεται καὶ ἐν τῷ ἐλάττονι α. εἰπὼν γὰρ ὅσα δὴ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις ἐπανέλθωμεν πάλιν, περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτίων καὶ ἐν τῷ μετὰ τοῦτο ἐλάττονι ἁ ζητεῖ τε καὶ ἀπορεῖ.

[*](4 τούτων ALFS: τῶν τοιούτων Βrandis Bonitz τοῖς LF: τούτοις Α 6 οὖν] ἄν coni. Bonitz, coll. Metaph. p. 989 a 32 ἐπηκολούθησεν Ἀναξαγόρας, οὐ LF μὴν LFS Ascl.: μὲν Α 7 τούτων εἴρηκεν LF 8 ἐπαγγέλλεται ἀπορήσειν ἀπορίας τινάς LF 9 ἐξ ὦν ἀποριῶν ῥηθεισῶν LF 11 τε om. LF τῆς om. L: ante λύσεως (12) habet F 12 λέγει δὲ LF 13 ἐν τῷ Β τῆσδε τῆς πραγματείας LF 14 γε om. LF 15 εἰπὼν LFS: εἰπόντες Α 17 αἰτιῶν LF)[*](ALT. REC. GR. DISCR. 1. 2 οὐδὲ κατ’ ἐπιστήμην τινὰ εἴρηκε, διὰ τὸ μὴ περὶ πάντων ὁμοίως τῶν ἐκ τῶν στοιχείων εἰρηκέναι, ἀλλ’ ἢ μόνον ἐπὶ τοῦ ὀστοῦ LF 4 Τὸ μὲν οὖν περὶ τούτων λέγοι ἂν εἰρηκὼς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις περὶ Ἀναξαγόρου καὶ τὴν LF)
137

Τὸ ἔλαττον ἄλφα τῶν Μετὰ τὰ Φυσικὰ ἔστι μὲν Ἀριστοτέλους ὅσα καὶ τῇ θεωρίᾳ τεκμήρασθαι, οὐ μὴν ὁλόκληρον ἔοικεν εἶναι, ἀλλ’ ἔστιν ὡς μέρος βιβλίου, τεκμαιρομένοις τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρότητι. ὅσον μὲν οὗν ἐπὶ τῷ περὶ ἀρχῶν καὶ ἐν τούτῳ ποιεῖσθαί τινα λόγον, δόξει καὶ οὐκ ἀπᾴδειν τοῦτο τοῦ μείζονος Α, ἀλλ’ ἕπεσθαι ἐκείνῳ περὶ ἀρχῶν καὶ αἰτίων, ἐξ ὧν ἐν ἐκείνῳ παυόμενος τοὐ βιβλίου εἶπεν “ὅσα δὲ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις, ἐπανέλθωμεν πάλιν· τάχα γὰρ ἄν ἐξ αὐτῶν εὐπορήσαιμεν πρὸς τὰς ὕστερον ἀπορίας” προειπὼν δὲ τοῦτο ἐν ἐκείνῳ, ἐν τούτῳ ζητεῖν ἀκολούθως δοκεῖ εἰ ἐπ’ ἄπειρον αἱ ἀρχαὶ καὶ τὰ αἴτια, καὶ δείκνυσιν ὅτι ἔστιν ἀρχή τις ἐν αὐτοῖς καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ὅσον δὲ πάλιν ἐπὶ τῷ τέλει αὐτοῦ. οὐ δόξει τοῦτο ἐκ ταύτης εἶναι τῆς συντάξεως, ἀλλὰ τῆς φυσικῆς πραγματείας προοίμιόν τι· ὡς γὰρ περὶ φύσεως ἐν τοῖς ἑξῆς ἐρῶν, καὶ ζητήσων τί ἐστιν ἡ φύσις, ἐπαύσατο. εἶπε γὰρ ‘διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται.” φυσικοῦ δὲ τὸ περὶ τούτου σκέπτεσθαι· [*](101) διὸ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηται τὸν περὶ φύσεως λόγον. ἔτι δὲ οὐδ’ ἡ ἀρχὴ. αὐτῷ τοῦ Β τὸν περὶ φύσεως περιέχει λόγον, ὡς [*](1 Tit. οm. LF: τὸ ἔλαττον ἁ τῶν μετὰ τὰ φυσικὰ A: εἰς addidi ὑπόθεσις τοῦ ἐλάσσονος ἄλφα τῶν μετὰ τὰ φυσικά superscr. F 17 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β1 18 δὲ om. LF ἀρχὴ τοῦ Β τῆσδε τῆς συντάξεως τὸν περὶ LF) [*](ALT. REC. GR. DISCR. 2 Τὸ ἔλαττον—ἐξ ὧν (7)] λαὶ τοῦτο τὸ βιβλίον Ἀριστοτέλους ἐστίν, ὡς ἐστιν ἀπὸ τῆς λέξεως καὶ τῆς θεωρίας τούτου τεκμήρασθαι· ἔστι δὲ μέρος βιβλίου ἀλλ’ οὐ βιβλίον ὁλόκληρον δηλοῖ δὲ τοῦτο ἡ ἀρχὴ τοῦδε τοῦ βιβλίου, ὅτι καὶ ἐν τούτῳ περὶ ἀρχῶν ποιεῖται τὸν λόγον καὶ οὐκ ἀπᾴδει τὰ ἐν τούτῳ λεγόμενα τῶν ἐν τῷ μείζονι Α. ὡσαύτως δὲ καὶ ἡ σμικρότης τούτου τεκμήριον ἱκανώτατον τοῦ μέρος εἶναι βιβλίου ἀλλ’ οὐ βιβλίον ὅλον. ἔοικε δὲ ἕπεσθαι τοῦτο τῷ μείζονι Α ἐξ ὧν LF 9. 10 προειπὼν—δόξει (12)] ταῦτα εἰπὼν πρὸς τὸ τέλος ἐκείνου, ἀκολούθως ἐν τούτῳ ζητεῖ, εἰ ἐπ’ ἄπειρον αἱ ἀρχαὶ καὶ τὰ αἴτια· καὶ δείκνυσιν ὅτι ἔστιν ἀρχή τις ἐν αὐτοῖς καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ἐκ τούτου δὴ φαίνεται ὅτι συντέτακται τοῦτο τὸ βιβλίον τῇ πραγματείᾳ ταύτῃ , εἶτε μέρος ὂν τοῦ μείζονος Α, εἴτε καὶ μὴ ἀλλ’ ἰδίαν ἔχον περιγραφήν. πάλιν δὲ σκοποῦσιν ἐκ τοῦ τέλους αὐτοῦ οὐ δόξει LF)

138
ἐν τῇδε τῇ πραγματείᾳ, ταῦτα ἐν αὐτῷ καταλέγει τε καὶ ἐκτίθεται. διὸ δόξει τῷ μείζονι Α τὸ Β μᾶλλον ἀκολουθεῖν· συνῳδὸς γὰρ ἡ τούτου ἀρχὴ τῷ ἐκείνου τέλει. ἐκεῖ τε γὰρ προέθετο περὶ ὧν ἀπορήσειεν ἄν τις περὶ τῶν εἰς τὰς ἀρχὰς καὶ τὴν εὕρεσιν αὐτῶν συντεινόντων εἰπεῖν, ἔν τε τῷ Β φαίνεται τοῦτο ποιῶν. οὐ μὴν οὐδὲ τὰ ἐν τούτῳ λεγόμενα ἀλλότρια πάντῃ τῆς προκειμένης πραγματείας εἶναί μοι. δοκεῖ; ἀλλ’ ἔστιν ὥσπερ τινὰ προγραφόμενα καὶ προλεγόμενα κοινῶς πάσης τῆς θεωρητικῆς φιλοσοφίας τὰ ἐν τούτῳ λεγόμενα. πρῶιον μὲν γὰρ ἐν αὐτῷ περὶ τῆς θεωρητικῆς φιλοσοφίας κοινῶς· πάσης λέγει, δεικνὺς ὅτι πῇ μέν ἐστι χαλεπή, τεκμαιρόμενος ἀπὸ τοῦ μηδένα ἀξίως περὶ αὐτῆς εἰρηκέναι, πῇ δὲ ῥᾳδία, τεκμαιρόμενος πάλιν ἀπὸ τοῦ μηδένα αὐτῆς παντάπασιν ἀποτυγχάνειν. ἀλλὰ καὶ διὰ τί δυσχερὴς μᾶλλον προστίθησι, δεικνὺς τούτου τὸ αἴτιον ἐν ἡμῖν ὄν· ὁ γὰρ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν. καὶ ἐπὶ τούτοις ἐπαινέσας τοὺς ὁπωσοῦν ἡμμένους αὐτῆς ὣς οὐ μικρὰ συμβεβλημένους, καὶ ᾗ διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς εἰπών, καὶ ὅτι τὸ κύριον τῆς θεωρίας ἡ γνῶσις, δείκνυσιν ὅτι πλεῖστον εἰς θεωρίαν τε καὶ τὴν τῆς ἀληθείας γνῶσιν ἡ τῶν ἀρχῶν τε καὶ τῶν αἰτίων γνῶσις συντελεῖ· μάλιστα γὰρ ἔστι τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, τὰ δὲ μάλιστα ὄντα καὶ ἀληθῆ μάλιστα καὶ τοῖς ἄλλοις αἴτια τοῦ τε εἶναι καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ταῦτα. δείκνυσι δὲ ἐν αὐτῷ καθόλου τε καὶ κοινῶς καὶ ὅτι εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τῶν ὄντων, ἀνελὼν τὸ ἐπ’ ἄπειρον τὴν πρόοδον τῶν αἰτίων εἶναι.

[*](p. 993a30)

Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία. σημεῖον δέ.

Γράφεται καὶ χωρὶς τοῦ “ὅτι,” ἡ περὶ τῆς ἀληθείας θεωρία· καὶ μᾶλλον δοκεῖ ἐκεῖνο ἀρχὴ εἶναι, τὸ δὲ μετὰ τοῦ ὅτι οὐκ ἀρχὴ | ἀλλ’ ἑπόμενον προειρημένῳ τινί. περὶ δὲ τῆς ἀληθείας θεωρίαν λέγει. πᾶσαν τὴν θεωρητικὴν φιλοσοφίαν, οὐχ ὡς μόνην περὶ τὴν ἀλήθειαν ποαγιuατευ- [*](4 ἐκεῖ—ποιῶν (6) om. LF 6 ἐν τῷ ἐλάττονι λεγόμενα ἁ ἀλλότρια LF 13 μᾶλλον] αὕτη LF 15 ἁψαμένους LF αὐτῆς LF: αὐτοῖς Α 18 τε om. LF 21 ἀληθείας. ταῦτα δείκνυσιν ἐν τούτῳ LF 24 Ἡ—θεωρία (26) A: verba corrupta, sententia e LFS intellegitur: contemplatio — indicium autem est (sic scribendum, non ad hunc modum: Quoniam contemplatio veritatis) S; de LF v. infra 28 περὶ δὲ τῆς c. S Bonitz: περὶ δὲ τὴν τῆς ALF θεωρίαν καλεῖ πᾶσαν LF 29 φιλοσοφίαν] ἐπιστήμην LF) [*](ALT. REC. GR. DISCR. 15 16 συμβαλλομένους εἰς τὴν ταύτης περιποίησιν, ναὶ μὴν καὶ ᾖ διαφέρει ἡ θεωρητικὴ φιλοσοφία τῆς πρακτικῆς εἰπὼν <καὶ ὅτι>τὸ κύριον τῆς θεωρίας τέλος ἡ γνῶσίς δείκνυσι τε] ὅτι (17) LF 26 Γράφεται—τινί (28)] ἔν τισι γράφεται μετὰ τῆς τοῦ. ὅτι προσθήκης, ὅτι ἡ περὶ τῆς ἀληθείας θεωρία. ἀλλ’ οὕτως μὲν οὐκ ἀρχὴ βιβλίου ἐστίν, ἀλλ’ ἑπόμενον προειρημένῳ τινί· χωρὶς δὲ τοῦ ὅτι ἀρχὴν τοῦτο ποιεῖ LF)

139
ομένην (καὶ γὰρ ἡ πολιτική τε καὶ πρακτικὴ φιλοσοφία περὶ τὸ ἐν ἀληθές, ἀλλὰ καὶ αἱ τέχναι περὶ τῆς τῶν ὑπ’ αὐτὰς ἀληθείας εἰσὶ θεωρητκαί, εἴ γε ἐστὶ τέχνη ἕξις μετ’ ἀληθοῦς λόγου ποιητική), ἀλλ’ ὅτι ταύτης μόνης τέλος ἡ γνῶσις τῆς ἀληθείας καὶ τῆς κυρίως ἀληθείας· τὸ γὰρ ἀίδιον ἀληθὲς αὕτη θεωρεῖ. συνιστὰς δὲ τὴν θεωρητικὴν φιλοσοφίαν ὡς μάλιστα οἰκείαν ἡμῖν καὶ κατὰ φύσιν, τῇ μέν φησι χαλεπὴν αὐτὴν δόξαι ἂν εἶναι τῇ δὲ αὗ ῥᾳδίαν, χαλεπὴν μὲν καθ᾿ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν τὴν περὶ αὐτῆς εἶναι θεωρίαν σημεῖον ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας κατ’ ἀξίαν εἰπεῖν περὶ αὐτῆς· τοῦ δὲ αὖ ῥᾳδίαν εἶναι σημεῖον πάλιν ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγον παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἁπάντων ἀθροίσαιμεν εἰς ταὐτὸ δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτῆς θεωρία φανεῖται. περὶ γοῦν τῶν ἀρχῶν, ὡς ἐν τῷ πρὸ τούτου προειρηκεν, ἕκαστος μὲν τῶν ειποντων μέρος τι αὐτῶν εἶπε, καὶ ουοε τοῦτο σαφῶς, τρόπον μέντοι τινὰ εἶπε πάσας εἰρῆσθαι τῷ ἄλλον ἄλλης μνημονεῦσαι. μήτε πάντας ἀποτυγχάνειν. τοῦτο εἴρηκεν ὡς ἴσον τῷ μήτε τινὰ τῶν πάντων ἀποτυγχάνειν αὐτῶν πάντῃ. ὅτι δὲ τοῦτο λέγει, δῆλον ἐποίησεν ἐπενεγκὼν ἀλλ’ ἕκαστον λέγειν τι περὶ τῆς φύσεως· τοῦτο γὰρ συνῳδὸν τῷ μηδένα ἀποτυγχάνειν. τὸ δὲ τῆς φύσεως προσκείμενον [*](11 ῥᾳδίαν LF Ascl.: ῥᾴδιον Α 16 περὶ γοῦν—χαλεπῆς (p. 140,9) οm. 20 αὐτῶν c. S Bonitz: αὐτῷ Α: αὐτῆς LF 20. 21 πάντῃ· τοῦτο δὲ ἐδήλωσεν ἐπενεγκὼν LF) [*](ALT. REC. GR. DISCR. 1 φιλοσοφία τὸ ἐν ἐκείναις ἀληθὲς σκοποῦσιν, ὡσαύτως καὶ ἡ τέχνη, εἴ γε ἕξις ἐστὶ μετὰ λόγου ἀληθοῦς ποιητική· ἀλλ’ ὅτι ταύτης μόνης τέλος ἐστὶν ἡ τῆς ἀληθείας γνῶσις. αἱ γὰρ προειρημέναι κἀν τὸ ἀληθὲς θεωρῶσιν ἐν τοῖς ὑποκειμένοις αὐταῖς, ἀλλ’ οὐκ αὐτὸ τὸ ἀληθές ἐστι τέλος ἀλλ’ ἡ πρᾶξις ἢ ἡ ποίησις ἡ περὶ τὸ ἀληθές· ἡ δὲ θεωρητικὴ οὐ μόνον τέλος ἔχει τὴν ἀλήθειαν, ἀλλὰ καὶ τὴν κυρίως ἀλήθειαν· τὸ γὰρ ἐν τοῖς ἀιδίοις ἀληθὲς θεωρεῖ αὕτη, ἁ καὶ κυρίως εἰσὶν ὄντα· τοῦ γὰρ κυρίως ὄντος ἐστὶ καὶ ἡ κυρίως ἀλήθεια. ἡ δὲ θεωρητικὴ φιλοσοφία μάλιστα ἡμῖν ἐστιν οἰκεία καὶ κατὰ φύσιν ἤπερ ἡ ποιητικὴ ἢ ἡ πρακτική. κοινωνοῦσι γὰρ τούτων, κἂν οὐχ ὁμοίως, καὶ ἄλλα τῶν ζῴων, τῆς δὲ θεωρίας ἄνθρωπος μόνος. συνίστησι δὲ τοῦτο ἐκ τοῦ τὶ μὲν χαλεπὴν αὐτὴν δόξαι ἂν εἶναι, τὶ <δ᾿>αὖ ῥᾳδίαν· χαλεπὴν μὲν καθ’ ὅσον πολλῶν αὐτῇ οὐδεὶς κατ’ ἀξίαν (8) LF 16 φανεῖται. καὶ γάρ, ὡς ἐν τῷ πρώτῳ εἴρηκεν, οἱ περὶ ἀρχῆς εἰπόντες οὐ περὶ πάντων εἰρήκασι τῶν ἀρχῶν, ὠὰ περὶ ἄλλων ἄλλοι, ἡ καὶ περὶ αὐτῶν διαφέροντες πλήθει καὶ ὀλιγότητι ἢ καὶ εἴδει τῶν ὑποτιθεμένων παρ’ αὐτῶν ἀρχῶν, καὶ οὐδὲ τοῦτο σαφῶς καὶ ἀναμφιλέκτως· τὸ δὲ τρόπον μέντοι τινὰ εἶπε πάσας εἰρῆσθαι διὰ τὸ ἄλλων ἄλλης μνημονεῦσαι. τὸ δὲ μήτε πάντας ἀποτυγχάνειν εἴρηκεν ὡς (19) L 22 προσκείμενον δὲ τὸ περὶ τῆς φύσεως δηλοῖ ὅτι (I. τὸ) πρὸ πάσης εἶναι τοῦτο τῆς θεωρητικῆς φιλοσοφίας τὸ βιβλίον· δοκεῖ δὲ δείκνυσθαι διὰ τὸ (l. τοῦ) ἐπιβάλλεσθαι λέγειν περὶ αὐτῆς καὶ μηδένα πάντη διαμαρτάνειν τὸ εἷναι ἡμῖν τήνδε τὴν πραγματείαν κατὰ φύσιν, τῷ (τὸ L) δὲ μηδένα κατ’ ἀξίαν εἰρηκέναι τοῦ εἰπόντος (l. περὶ αὐτῆς τὸ μέγεθος αὐτῆς καὶ τὴν χαλεπότητα δείκνυσθαι, καὶ ὅτι μὴ χρὴ (p. 140,6) LF)
140
τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς εἶναι φιλοσοφίας τὸ βιβλίον συνίστησι καὶ αὐτό. δοκεῖ δέ μοι διὰ μὲν τοῦ πολλούς τε ἐπιβάλλεσθαι λέγειν περὶ αὐτῆς καὶ μηδένα αὐτῶν πάντῃ διαμαρτάνειν δείκνυσθαι τὸ κατὰ φύσιν ἡμῖν εἶναι τήνδε τὴν πραγματείαν, διὰ δὲ τοῦ μηδένα κατ’ ἀξίαν εἰρηκέναι περὶ αὐτῆς τὸ μέγεθος αὐτῆς ἐνδείκνυσθαι καὶ τὴν χαλεπότητα, καὶ ὅτι μὴ χρὴ πάρεργον ποιεῖσθαι τὴν ζήτησιν αὐτῆς. ἔχεσθαι μὲν γὰρ αὐτῆς χρή, ὅτι ἡμῖν ἐστι κατὰ φύσιν, μ̣ὴ παρέργως δέ, ὅτι ἐστὶ χαλεπή. προτρέποι δ’ ἂν ἡμάς δι’ ὧν εἴρηκε καὶ ἐπὶ τὸ μήτε καταφρονεῖν αὐτῆς ὡς ῥᾳδίας πάντῃ μήτε ἀπογινώσκειν ὡς πάντῃ χαλεπῆς. |

[*](p. 993b4)

Ὥστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι, [*](103) τίς ἂν θύρας ἁμάρτοι.

Ὅτι τὸ πάντας τι ὑγιὲς εἰρηκέναι τοὺς περὶ αὐτῆς λέγοντας σημεῖον ἂν εἴη τοῦ ῥᾳδίαν αὐτὴν εἶναι, ἔδειξε τῇ παροιμίᾳ προσχρησάμενος τῇ “τίς ἂν θύρας ἁμάρτοι;” ἣ λέγεται μὲν ἐπὶ τῶν εὐκόλων καὶ μηδὲν χαλεπὸν καὶ δυσεύρετον ἐχόντων, εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκοπὸν τοξευόντων· οὗτοι γάρ, ἂν μὲν στενὸς ὁ προκείμενος ᾖ σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἄν δὲ ᾖ πλατύς, οὐ χαλεπὸν τὸ τούτου τυγχάνειν, διὸ καὶ πάντες αὐτοῦ τυγχάνουσιν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπιτυγχάνουσι, καὶ οὗ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον τοῦτο. τὸ δὲ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. πάλιν τοῦ [*](2 διὰ μὲν τοῦ M: διὰ τί μὲν Α 6 ἔχεσθαι—χαλεπή (7) οm. L 8 ὡς LS: καὶ Α 13 ῥᾳδίαν εἶναι τὴν περὶ τῆς ἀληθείας θεωρίαν, ἔδειξε χρησάμενος LF 19 τε Α et Metaph. libri plerique: τι LF et Metaph. codd. tres, idemque p. 141,22 habet Α) [*](ALT. KEC. GR. DISCR. 16 σκοπός, οἶον ὀπή τις μικρά, οὑ ῥᾳδίως αὐτῆς τυγχάνουσιν, ἂν δὲ ᾖ πλατύς, καθάπερ θύρα, οὐ χαλεπὸν τὸ ταύτης τυγχάνειν, διὸ καὶ πάντες οἱ πρὸς αὐτὴν βάλλοντες τυγχάνουσιν (18) LF 20 πάλιν—οὐ ῥᾳδία (p. 141,35)] ἐπειδὴ εἶπε τὴν περὶ τῆς ἀληθείας θεωρίαν τῇ μὲν χαλεπὴν εἶναι τῇ δὲ ῥᾳδίαν, ἔδειξε δὲ ὅτι ῥᾳδία τῷ πάντας ἐπιτυγχάνειν καὶ εἰς ἐπίστασιν ταύτης ἔρχεσθαι τοὺς τοῦτο ἐπιβαλλομένους, καὶ τῇ προρρηθείσῃ παροιμίᾳ χρησάμενος τῇ ‘τίς ἄν θύρας (θύραν L) ἁμάρτοι᾿, δείκνυσι νῦν καὶ τὸ ἕτερον, ὅτι χαλεπή, τῷ μηδὲ (l. μηδένα) ἀλλὰ μέρος, καὶ μηδὲ τοῦτο ἀξίως τῶν ἐπιβαλλομένων περὶ αὐτῆς εἰπεῖν μηδὲ ἀκριβώσασθαι δυνηθῆναι. ἡ λέξις τὸ δὲ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι ἔχει τι ἀκατάλληλον· πρότερον μὲν γὰρ εἴρηκεν ὅτι ὅλην μὲν οὐδεὶς τῶν περὶ αὐτῆς εἰπόντων λαβεῖν ἠδυνήθη, μέρος δέ τι τῶν εἰπόντων ἕκαστος αὐτῆς ἔσχε, καὶ οὐδὲ τοῦτο ἀκριβῶς. νῦν δὲ λέγειν ἔοικεν ὅτι τὸ ὅλον ἔχειν τὸ δὲ μέρος μὴ δύνασθαι ὑπερβατῶς δὲ ληφθὲν οὐ δόξει ἄν ἀκαταλλήλως εἰρῆσθαι. μεταρρυθμιστέον δὴ τὴν λέξιν οὕτως· τὸ δὲ μὴ δύνασθαι ὅλον τι ἔχειν, μηδὲ μέρος αὐτῆς ὁλοκλήρως, δηλοῖ τὸ χαλεπὸν αὐτῆς· τὸ γὰρ μήτε ὅλον μήτε μέρος ἔχειν αὐτῆς ἱκανῶς, κἂν εἴ τι δὲ ἔχῃ μικρόν, τοῦτο καὶ ἀμυδρῶς τὸ χαλεπὸν ταύτης δείκνυσι. τὸ δὲ “τῇ μὲν ῥᾳδία τῇ δὲ χαλεπή,” οὐχ ὡς κατ’ αὐτὴν (l. κατὰ ταὐτὸν) ὄντων ἀμφοτέρων περὶ αὐτὴν ὡς εἶναι χαλεπὴν καὶ ῥᾳδίαν ἄμα λέγοι ἄν, ἀλλ’ ὡς οὐσῶν περὶ αὐτῆς δοξῶν καὶ φαντασιῶν ἀμφοτέρως, κατὰ μέν τι ὅτι ῥᾳδίας οὔσης κατὰ δέ τι ὅτι χαλεπὴ διὰ μὲν γὰρ τὸ πάντας ἐπιβάλλειν αὐτῆς (l. αὑτῇ) ὡς εἴρηται οὐ χαλεπή, διὰ δὲ τὸ μηδένα κατορθοῦν μηδὲ κατὰ μέρος ὅλον οὐ ῥᾳδία L: om. F)

141
χαλεπὴν καὶ δύσκολον τὴν πραγματείαν εἶναι σημεῖον ποιεῖται τὸ ἕτερον τῶν προρρηθέντων. ἦν δὲ τὸ καθ᾿ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, τῷ τοὺς καθ’ ἕνα μήτε περὶ ὅλης λέγειν τῆς πραγματείας μήτε περὶ μέρους αὐτῆς ὁλοκλήρως. οἱ γὰρ μηδὲν ἢ μικρὸν ἐπιβάλλοντες αὐτῇ πρὸς τῷ τοῦ παντὸς ἀπολείπεσθαι ἀπολείποιντο ἄν καὶ τῶν μερῶν αὐτῆς. οὗτοι δὴ τὸ ·χαλεπὸν αὐτῆς δεικνύουσιν. ἔχει δέ τι ἡ λέξις ἀκατάλληλον ἡ τὸ δ’ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δοκεῖ γὰρ δι’ αὐτῆς τὸ ἀντικείμενον λέγειν οὗ προείρηκε. προεί- ρηκε μὲν γὰρ ὅτι κατὰ μέρος μὲν ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. ὃ φεύγοντές τινες ἐνηλλάχθαι φασὶ τὴν λέξιν καὶ εἶναι τὸ κατάλληλον αὐτῆς “τὸ δὲ ὅλον μὴ δύνασθαι καὶ μέρος ἔχειν δηλοῖ τὸ χαλεπὸν αὐτῆς” τοῦτο γὰρ σύμφωνον εἶναι τοῖς προειρημένοις. μήποτε δὲ ἄμεινον τῆς λέξεως ἀκούειν, ὡς προειρήκαμεν, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ μήτε τὸ ὅλον ἔχειν μήτε μέρος ὁλοκλήρως ἔχειν δύνασθαι· ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ τὸ δὲ μήτε ὅλ·ον τι ἔχειν ἀλλὰ μηδὲ μέρος δύνασθαι· τὸ γὰρ ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ οὔτε τὸ ὅλον ἔχειν ἦν οὔτε μέρος αὐτῆς ὅλον· οὗ γὰρ καὶ τὸ μέρος δύσληπτον, χαλεπὸν τοῦτο. καὶ εἴη ἂν ὑπερβατὸν ἐν τῇ λέξει τοιοῦτον, | τὸ μὴ δύνασθαι ὅλον τι ἔχειν καὶ μέρος, [*](104) ὡς εἰ ἔλεγε, τὸ δὲ μηδέτερον δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς.. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ δ᾿ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι, τὸ εἰς ἔννοιαν μὲν τοῦ ὅλου καὶ ἐπίστασιν πάντας ἐλθεῖν, μηδὲν δὲ μέρος αὐτῆς ἐξακριβώσασθαι δυνηθῆναι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναται καὶ λείπειν τῇ λέξει τὸ πάντας ἅμ, ἵν’ ᾖ τὸ δ’ ὅλον τι ἔχειν πάντας ἅμ, μέρος δὲ ἕκαστον μὴ δύνασθαι, δηλοῖ τὸ χαλεπὸν αὐτῆς. καὶ τοῦτό γε μᾶλλον ἀκολουθεῖν δόξει τοῖς προειρημένοις τοῖς “καθ᾿ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, ἐκ πάντων δὲ τῶν συναθροιζομένων γίγνεσθαί τι μέγεθος.” δύναται ἴσον εἶναι τὸ εἰρημένον τῷ τὸ δὲ μὴ δύνασθαι καὶ ὅλον τι ἔχειν καὶ μέρος, ἀλλὰ μέρος τι μόνον λαμβάνειν αὐτοῦ. τὸ δὲ “τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία” λέγοι ἂν οὐχ ὡς κατὰ ταὐτὸν ὄντων ἀμφοτέρων περὶ αὐτήν, ἀλλ᾿ ὡς φαντασιῶν καὶ δοξῶν ἀμφοτέρων οὐσῶν περὶ αὐτῆς, κατὰ μὲν τι ὅτι ῥᾳδία, κατὰ δέ τι ὅτι χαλεπή διὰ μὲν γὰρ τὸ καὶ πάντας ἐπιβάλλειν αὐτῇ οὐ χαλεπή, διὰ δὲ τὸ μηδένα κατορθοῦν μηδὲ κατὰ μέρος ὅλον οὐ ῥᾳδία.

[*](p. 993b7)

Ἴσως δὲ καὶ τῆς χαλεπότητος οὔσης κατὰ δύο τρόπους.

Δείξας τῇ μὲν ῥᾳδίαν τὴν θεωρητικὴν φιλοσοφίαν τῇ δὲ χαλεπήν, [*](12 καὶ M: οm. A 22 τοῦ τὸ δ’ ὅλον S Bonitz: τοῦτο δ’ ὅλον A 35 ῥᾳδία S Bonitz: ῥᾴδιον A) [*](ALT. REC. GR. DISfR. 37 Δείξας—ἀσθένειαν (p. 142,5)] Εἰ κατὰ τὶ μίν, φησί, χαλεπὴ δέδεικται ἡ περὶ τῆς)

142
διαίρεσιν ποιεῖται τοῦ χαλεποῦ, δεικνὺς κατὰ τί ἡ φιλοσοφία, δι’ οὗ πάλιν δείκνυται τὸ πῇ μὲν χαλεπὴν αὐτὴν εἶναι πῇ δὲ ῥᾳδίαν. οἱ δὲ τρόποι τῆς χαλεπότητος δύο, εἷς μὲν ὁ παρὰ τὴν τοῦ πράγματος θεωρουμένην φύσιν, τοιούτου ὄντος ὡς τῇ αὐτοῦ φύσει δυσθεώρητον εἶναι, δεύτερος ὁ διὰ τὴν τοῦ θεωροῦντος αὐτὸ ἀσθένειαν· δύναται γάρ τι τῇ αὐτοῦ φύσει ὂν εὐθεώρητον τῷ ἁπλοῦν εἶναι, διὰ τὴν ἡμετέραν ἀσθένειαν ἡμῖν εἶναι χαλεπόν τε καὶ δυσθεώρητον. ᾧ τρόπῳ τῆς χαλεπότητος ὑπάγει καὶ τὴν θεωρητικὴν τέχνην καὶ περὶ τῆς ἀληθείας φιλοσοφίαν. προτρέποι δ’ ἄν ἡμᾶς καὶ διὰ τούτου πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν· εἰ γὰρ τὰ γνώριμα καὶ πρῶτα τῇ αὐτῶν φύσει ἡμῖν ἐστι δύσγνωστα διὰ τὴν ἀργίαν τοῦ νοῦ, δῆλον ὅτι δεῖ γυμνάζειν τε καὶ ἐπεγείρειν πρὸς αὐτὰ τὸν νοῦν, ὅπως αὐτῷ εὔγνωστα γίγνηται τὰ τῇ αὐτῶν φύσει γνώριμα. πῶς δὲ ἔνιά ἐστι χαλεπὰ παρὰ τὴν τῶν μετιόντων αὐτὰ ἀσθένειαν, οὐ παρὰ τὴν αὐτῶν φύσιν, ἔδειξεν ἐπὶ τῶν νυκτερίδων, αἷς τὸ μεθημερινὸν φῶς δι’ ἀσθένειαν τῶν ὀφθαλμῶν πρὸς τὸ ὁρᾶν ἐμποδίζει, ὂν τῇ αὐτοῦ φύσει μάλιστα ὁρατόν τε καὶ αἴτιον τοῦ ὁρᾶσθαι τὰ ὁρώμενα. ὡς δὴ ἐκείνων οἱ ὀφθαλμοὶ πρὸς τὸ φῶς ἔχουσιν, οὕτω καὶ ἐφ’ ἡμῖν φησι τὸν νοῦν τὸν ἡμέτερον ἔχειν πρὸς τὰ τῇ φύσει φανερώτατα· ταῦτα δέ ἐστι τὰ ἁπλούστατα, τοιαῦται δὲ αἱ ἀρχαί. οὕτω δὲ ὁ ἡμέτερος νοῦς πρὸς τὰ | φανερώτατα τῶν ὄντων ἔχει διὰ τὸ [*](105) μὴ ἀπολελυμένος καὶ κεχωρισμένος εἶναι, ἀλλ’ εἶναι σὺν αἰσθήσει καὶ ταῖς παθητικαῖς δυνάμεσι τῆς ψυχῆς, ἃ πάντα ἐμπόδια τῇ οἰκείᾳ τοῦ νοῦ ἐνεργείᾳ· ἡ γὰρ περὶ τὰ αἰσθητὰ συνεχὴς ἡμῶν ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται. εἰ δὲ διὰ ταῦτά ἐστι τῆς ἀληθείας γνῶσις χαλεπή, ἀληθὲς τὸ προειρημένον τὸ ‘ἡ περὶ τῆς ἀληθείας γνῶσις τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία᾿ χαλεπὴ γὰρ ἡμῖν, τῇ δὲ αὐτῆς φύσει ῥᾳδία. καὶ εἴη ἂν κἀκεῖνα τούτου χάριν εἰρημένα κατασκευαστικὰ ὄντα τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν, ὃ οὐ παρ’ ἄλλο τί ἐστιν ἢ παρὰ τὸ τῇ μὲν [*](6 ἡμῖν γίνεται LF 14 τῶν ὀφθαλμῶν αὐτῶν LF 16 ὡς δ’ οὖν LF 17 καὶ τὸν ἡμέτερον νοῦν φησιν ἔχειν LF) [*](ALT. REC. GR. DISCR. ἀληθείας θεωρία, διττῆς οὔσης τῆς χαλεπότητος, τῆς μὲν διὰ τὴν τοῦ πράγματος τοῦ θεωρουμένου φύσιν τοιούτου ὄντος δυσθεωρήτου, τῆς δὲ διὰ τὴν τῶν θεωρούντων αὐτὸ ἀσθένειαν LF 7 δυσθεώρητον· τούτῳ δὴ τῷ τρόπῳ τῆς χαλεπότητος τῷ (τὸ LF) διὰ τὴν τῶν θεωρούντων ἀσθένειαν ὑπάγεσθαι (fort. ὑπάγει) τὸ χαλεπὴν εἶναι τὴν φιλοσοφίαν καὶ τὴν περὶ τῆς ἀληθείας θεωρητικὴν τέχνην. καὶ τοῦτο δὴ προτρέπων ἡμᾶς εἴρηκε πρὸς τὴν τοιαύτης θεωρίας κτῆσιν· εἰ γὰρ μὴ διὰ τὴν αὐτῶν φύσιν ἡμῖν ἐστι δύσγνωστα ἀλλὰ φανά τε καὶ εὔγνωστα, διὰ δὲ τὴν ἀργίαν τοῦ ἡμετέρου νοῦ, δεῖ ἐρεθίζειν τε καὶ ἐπεγείρειν τὸν ἡμέτερον νοῦν πρὸς αὐτά, ὅπως τὰ τῇ αὐτῶν φύσει γνώριμα καὶ αὐτῷ εὔγνωστα γίνηται (12) LF 18 ἁπλούστατα καὶ κυρίως ὄντα· τοιαῦται δὲ αἱ τῶν ὄντων ἀρχαί. ἔχει δὲ ὁ ἡμέτερος νοῦς πρὸς ταῦτα οὕτως διὰ τὸ μὴ κεχωρισμένος εἶναι (20) LF 22 ἐνεργείᾳ—γνωσθῆναι (p. 143,2)] ἐνεργείᾳ ἐστίν· ἡδοναὶ γὰρ καὶ λύπαι παντοῖαι καὶ φόβοι καὶ θάρρη ἐπιθολοῦσι τὴν ὀπτικὴν τοῦ νοῦ δύναμιν, καὶ ἐμποδίζουσι πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν αὐτοῦ αἱ παρὰ φύσιν αὗται κινήσεις. διὸ παντὶ τρόπῳ, φησί, γυμναστέον πρὸς συνεθισμὸν ἑαυτοὺς τῆς ἴων θειοτάτων καὶ τῇ αὐτῶν φύσει φανοτάτων καταλήψεως LF)
143
αὐτῆς φύσει τοιαύτην εἶναι, ἡμῖν δὲ διὰ τὴν ἡμ͂͂τέραν ἀσθένειαν χαλετὴν εἷναι γνωσθῆναι.

[*](p. 993b11)

οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς ὸοξαιζ.

εἰπὼν πε?ὶ TTp Mωρητικῆς φιλοσοφίας ὅτι τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία εἰπὼν δὲ καὶ ὅτι μηδεὶς τῶν ἁψαμένων 7’.(r?|C ἱκανῶς τι περὶ αὐτῆς εἶπε, λέγει ὅτι μὴ διὰ τοῦτο χρὴ παραπέμπεσθαι αὐτούς, ἀλλὰ χάριν αὐτοῖς ἑκτέον ὡς οὐ μικρὰ ὠφελήσασι τοὺς ὑστέρους. ἅμ δὲ τὴν θεωοίαν διὰ τούτων συνίστησιν ὡς πάσης στουο3ις ἀξίαν. αυ,ιοῖ γὰρ χάριν ἡμάς ἔχειν μὴ μόνον τοῖς εἰρηκόσι τοιοῦτον ᾧ κἂν ἡμεῖς ὡς καλῶς εἰρημένῳ χρησαίμεθα καὶ κοινωνήσαιμεν τῆς δόξης, ἀλλὰ καὶ τοῖς ἀρχαιοτέροις, εἰ καὶ ἐπιπολαιότερον δοκοῦσι περὶ τούτων εἰρηκέναι. καὶ λέγει τούτου τὴν αἰτίαν· καὶ γὰρ οὗτοι συνετέλεσάν τι ἡμῖν πρὸς τὴν τῶν ζητουμένων εὕῳσιν. τὴν γὰρ ἕξιν, τουτέστι τῆὴν ὸύναμιν ἡμῶν. ᾗ δυνάμει τῆς ψυχῆς τὰ τὸ αὐτὰ ζητεῖν δυνάμεθα (αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν, ἅτε ὁδοποιήσαντες καὶ ἐπιστήσαντες τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων, καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἴη δ’ ἂν καὶ διὰ τούτου προτρέπων ἡμάς ἐπὶ τὸ πάσαις ταῖς παρὰ τούτῶν καταβεβλημέναις δόξαις ἐντυγχάνειν· ἡ γὰρ τῶν καταβεβλrιῴνων δοξῶν εὐπορία εὑρετικωτέρους ἡμᾶς τῆς ἀληθείας παρασκευάσει. πῶς γὰρ οἷόν τε χάριν ἔχειν τούιοις, ὡς ἀξιοῖ, μὴ πρῶτον αὐτῶν τὰς δόξας ἱστορηκότας; δόξαι δ’ ἂν ἐκ ταύτης tt^c λέξεως τὸ βιβλίον τοῦτο ἀκόλουθον εἶναί πως τῷ πρὸ αὐτοῦ τεταγμένῳ· ἐν ἐκαίνω γὰρ ἱστορήσας τὰς τῶν πρὸ [*](11 κοινωνήσαιμεν LF: κοινωνήσωμεν Α) [*](ALT. ItEC. GK. DISCR. 5 Εἰπὼν περὶ τῶν ἁὐ̣αμένων τῆς θεωρητικῆς φοσοφ̔οίας, μὴ ἱκανῶς δὲ ἀλλ’ ἐκ μέρους xai diJL’jood); αὐτῆς ἁψαμένων διὰ τὸ χαλεπὸν τῆς περὶ αὐτὴν θεωρίας, λέγει ὅτι οὐ χρὴ TO’JTO’j; δι τοῦτο ἶ αρα-ι έιa-ι εσ9αι (7) LF 8 ἰοὺς ὕστερον, καὶ οὐ μόνον τοῖς εἰρη- xdsi τ τοωῦτον ᾦ καὶ ἡμεῖς ἂν ὡς καλῶς (10) LF 1 1 ἀργαιο-έροι,́ αὐτῶν, κὰν srt-oAatotiOov δοκοῦσι π---ρὶ αὐτῶν εἰρηκέναι· τὴν γὰρ ἕξιν τοῦ ἡῷπ́ρου νοῦ προήσκησαν, 8T,;avtc; .̔́ ὡς καὶ κιτήσαντες tat; ζητήσεσι πρὸς τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων, εἰς ἔν- voiav ἀγαγόντες καὶ ὁδοὶ οιήσαrε,́ ἡμᾶς ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐ-ιhραγμα-ε)̓́σrο 8cU)p{a. ἔστι δὲ καὶ τοῦτο τͅρο-ρε-ι ι-́-ὸν πρὸς τό ἐτηrῃ χανεῖν τῖς τῶν παλαιοτέρων περὶ τῆς h̓̀ς καταβΦημ́ναις δός̓́αις. πῶς γὰρ οἷόν τε χάριν εγειν τοὐτοιὁ εἰ μὴ ταῖς αὐτῶν evfjyotucv (ἐντύχωμεν Fj ὸός̓́ἁς; παρίστησι δὲ τοῦτο τό βιβλίον καὶ ἡ λέξις αὕτη ἀκόλουθον εἶναί πως τῷ μείζονι ἄλφα. ἐν ἐκείνῳ γὰρ ἱστόρησε τὰς περὶ τῶν πρώτων ἀρχῶν ὸόξας τῶν πρὸ αὐτοῦ· ἀλλ’ οὐκ ἐπειδὴ ἤλεγξε ταύτας, διά τοῦτο ὡς μηδὲν ἡμῖν εἰς τὰ -ι.ροκείῳα συντελέσαντας [νομίζειν] γρἠ τ̣αρατͅέᾀτεσθαι αὐτούς, ἀλλὰ κὰν εὐκαταφρονήτως εἰρήκασι, χάριν φησὶν ἑκτέον αὐτοῖς, διότι καὶ παρὰ τούτων ὠνάμεθά τι πρὸς τὴν τοιαύτην ζήτησιν, καὶ οὐ μόνον παρὰ τῶν καλῶς εἰπόντων περὶ αὐτῶν, ὧν ταῖς δόξαις καὶ αὐτοὶ ἑψόμεθα ἄν. ὅτι δὲ κρφ́ιμι οἱ ὁπωσοῦν ἀρξάμνοί τινος (p. 144,6) LF)

144
αὐτοῦ περὶ τῶν πρώτων ἀρχῶν δόξας κ.αὶ ἀντειπών τινα πρὸς αὐτούς, ἐν τούτῳ φησίν, οὐκ ἐπειδὴ ἀντιλέγομεν ταῖς τινῶν δόξαι διὰ τοῦτο ὡς μηδὲν ἡμῖν εἰς τὰ προκείμενα συντελέσαντας παραπέμπεσθαι χρή, ἀλλὰ καὶ τοῖς εὐκαταφρονήτως εἰρηκέναι δοκοῦσί τινα χάριν ἑκτέον· καὶ γὰρ παρὰ τούτων ὠνάμεθά τι· προησκήθημεν γὰρ τὴν ἕξιν. ὅτι γὰρ χρήσιμοι οἱ ὁπωσοῦν ἀρξάμενοί τινος καὶ οὐχ οἱ ἐπὶ πλέον ἐπεξεργασάμενοι μόνον, δῆλον ἐποίησε παραθέμε|νος Τιμόθεόν τε ὃς ἄριστος ἐδόκει γεγονέναι μελοποιός, [*](106) καὶ Φρῦνιν ὃς ἀρχαιότερος ἐγένετο Τιμοθέου, οὐ μὴν τοιοῦτος τὴν τέχνην. τούτων γὰρ παρὰ μὲν Τιμοθέου τὴν μελοποιίαν, παρὰ δὲ Φρύνιδος τὸ Τιμόθεον τοιοῦτον γενέσθαι· οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον οὗτος ἐξειργάσατο ταῦτα μὴ πρώτου ἐκείνου γιγνομένου τε καὶ ἀρξαμένου. ὡς δὲ ἐπ’ ἐκείνων ἔχει, οὕτω δὲ καὶ ἐπὶ τῆς καλῆς κατὰ τὴν ἀλ·ήθειαν θεωρίας· παρὰ μὲν γάρ τινων ἔχομεν δόξας τινάς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ τούτους εἰπεῖν τι καὶ εὑρεῖν τοιοῦτον ἐγένοντο αἴτιοι.

[*](p. 993b19)

Ὀρθῶς δὲ καὶ καλεῖσθαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας.

Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφιας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι· φιλοσοφίαν γὰρ ἰδίως τὴν θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς. μὲν [*](1 ἀρχῶν LFS: ἀρχὰς Α 5 προσηκήθημεν Α 6 ἐπεξεργασάμενοι LF: ἐργασάμενοι Α 8 γρ. Φρύνιχος in mrg. Α 9 “post μελοποιίαν adde ἔχομεν vel παρειλήφαμεν c. S” Bonitz, cf. etiam LF Φρύνιδος c. S Bonitz: Φρυνίχου τὸ Bonitz: τὸν Α 11 γενομένου recte coni. Βrandis 14 τοῦ τοιοῦτόν τι εἰπεῖν καὶ εὑρεῖν τούτους αἴτιοι τούτοις γεγόνασιν LF 15 ὀρθῶς δ’ ἔχει καὶ Metaph. vulg.) [*](ALT. REC. GR. DISCR. 7 Τιμόθεον τὸν μελοποιὸν καὶ Φρῦνιν (Φροίνιχον L) τὸν ἀρχαιότερον αὐτοῦ, οὐ τοιοῦτον οἷος ἦν Τιμόθεος, ἀκριβὴς τὴν τέχνην. παρὰ μὲν Τιμοθέου, φησί, τὴν μελοποιίαν ἀκριβῆ παρειλήφαμεν· οὐκ ἄν δὲ Τιμόθεος τοιοῦτος γέγονεν, εἰ μὴ Φρῦνις (Φροίνιχος L) πρότερος γεγονὼς εἰς τοῦτο αὐτὸν διήγειρε, πρώτου ἐκείνου τὴν τέχνην ἀρξαμένου. ὡς οὖν ἐπ’ ἐκείνων ἔχει, οὕτως καὶ περὶ τῆς κατὰ τὴν ἀλήθειαν (12) LF 16 ἀληθείας θεωρητικήν. Φιλοσοφίαν κυρίως τὴν θεωρητικὴν ἐπιστήμην καλεῖ· ταύτην γὰρ καὶ χωρὶς προσθήκης ἀκούει τις φιλοσοφίαν λεγομένην, τὴν δὲ πρακτικὴν προσθήκης· τὰ δὲ κυρίως λεγόμενα τάδε τινὰ προσθήκης οὐ δεῖται. καὶ γὰρ ὁ ἥλιον ἀκούσας ἄνευ προσθήκης τὸν (τὸ L) κυρίως ἥλιον ἀκούει· ὅταν δὲ γεγραμμένον ἥλιον ἡ γεγλυμμένον, οὐ τὸν κυρίως ἥλιον ἀλλὰ τόνδε τινὰ τὸν ἀπὸ τοῦ κυρίως λεγόμενον. φησὶν οὖν ὅτι ὀρθῶς καλεῖται ἡ κατὰ φιλοσοφίαν ἐπιστήμη τῆς ἀληθείας θεωρητική. ἑκάστη γὰρ μέθοδος ἀπὸ τοῦ οἰκείου τέλους ὀνομάζεται καὶ <ἀπὸ>τοῦ σκοποῦ [ταύτης] χαρακτηρίζεται καὶ τὸ εἶναι ἔχει, σκοπὸς γὰρ ταύτης τὸ νίκην ποιῆσαι, ὅθεν καὶ νικηφόρος λέγεται κυρίως· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰκότως οὖν καὶ ἡ θεωρητικὴ φιλοσοφία τῆς ἀληθείας θεωρητικὴ λέγεται· τέλος γὰρ αὐτῆς ἡ ἀλήθεια καθ’ αὑτὸ καὶ οὐκ ἄλλο τι παρὰ ταύτην (περὶ L ταύτην οm. F). ἔδειξε δὲ τοῦτο καὶ τῇ τῶν πρακτικῶν ἐπιστημῶν παραθέσει· τέλος τῆς πρακτικῆς καὶ σκοπὸς ἡ πρᾶξις ἀλλ’ οὐχ ἡ γνῶσις τῆς ἐν τοῖς πρακτικοῖς (l. πρακτοῖς) ἀληθείας· καὶ γὰρ ὲν οἷς (p. 145,9) LF)

145
φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἐστὶν ἡ ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως παρὰ τῆς ἀληθείας αὕτη καλεῖται· τοῦτο γὰρ αὐτῆς τέλος. καὶ τῇ τῶν πρακτικῶν ἐπιστημῶν δὲ παραθέσει ἔδειξε τὸ εὐλόγως καλεῖσθαι παρὰ τῆς ἀληθείας τὴν θεωρητικήν· τέλος γὰρ τῇ πρακτικῇ ἡ πρᾶξις, καὶ οὐχ ἡ γνῶσις τέλος τῆς ἐν τοῖς πρακτοῖς ἀληθείας· καὶ γὰρ ἐν οἷς τὸ πῶς ἔχει τὸ ὑποκείμενον ἀληθείας σκοποῦσιν οἱ πρακτικοί, οὐ περὶ ἀιδίου τινὸς ἀλήθειαν σκοποῦσιν. ὡς δὲ τῆς περὶ τὰ ἀίδια ἀληθείας κυρίως καὶ μάλιστα ἀληθείας οὔσης, οὐ τῆς ἐν τοῖς πρακτοῖς, τοῦτο προσέθηκεν. οὐ δὴ περὶ ταύτης οἱ πρακτικοί, ἀλλὰ τῆς τινὶ καὶ ποτέ, καὶ ἐπὶ τὴν πρᾶξιν τὴν ἀναφορὰν τῆς θεωρίας ποιούμενοι· τοιαῦτα γὰρ τὰ πρακτά, οὐκ ἀεὶ οὐδὲ καθόλου, ἀλλὰ μεταπίπτοντα καὶ κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ κατὰ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὓς πράττεται σχέσεις. καὶ γὰρ αἱ περὶ τῶν ἀρετῶν καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν ζητήσεις, αἳ μὴ θεωρίας χάριν ἐγίνοντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθ’ ἕκαστα· περὶ γὰρ ταῦτα ἡ αὐτῶν ἀναφορά. | διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἀίδιον [*](107) ἔδειξεν ὅτι μὴ τὸ τέλος τοῖς πρακτικοῖς ἀλήθειά τε καὶ ἐπιστήμη· ἀιδίων γὰρ αἱ ἐπιστῆμαι καὶ θεωρίαι. γράφεται δὲ ἔν τισιν ἀντικγράφοις οὐ τὸ αἴτιον καθ’ αὑτὸ ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν. οὗ γεγραμμένου εἴη ἂν λέγων ὅτι οὐ τὸ κυρίως καὶ καθ’ αὑτὸ αἴτιον, ὃ τοῦ ἁπλῶς ἀληθέσιν αὐτοῖς εἶναι αἴτιόν ἐστι, θεωροῦσιν οἱ πρακτικοί, ἀλλὰ τοῦ πρὸς τόδε καὶ νῦν ἀληθὲς αὐτὸ εἶναι· τοιοῦτον γὰρ τό τε ἐν τοῖς πρακτοῖς ἀληθὲς καὶ τὸ ὡς πρακτῶν αὐτῶν αἴτιον.

[*](p. 993b23)

οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ αἰτίας.

Τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν τὸ ἀληθὲς οὐχ οἷόν τε ἄνευ αἰτίας εἰδέναι· ὥστε εἰ οἱ πρακτικοὶ μὴ κατὰ τὸ κυρίως αἴτιον τὴν γνῶσιν [*](1 τὴν Ascl.: ἡ AM 14. 15 οὐκ ἀεὶ οὐδὲ καθόλου LS: καὶ καθόλου Α 16 κατὰ τὰς σχέσεις τὰς πρὸς οὓς πράττεται τὰ πραττόμενα. καὶ γὰρ L: “ante πρὸς adde τῶν” Bonitz 20 πρακτικοῖς LS: πρακτοῖς Α 21. 22 οὐ τὸ αἴτιον Α et Metaph. codd. tres Bekk.: οὗ τὸ αἴτιον οὐ L et Metaph. Εb 24 πρακτικοί LS: πρακτοί A τοῦ S Bonitz: τὸ Α 27 ἄνευ τῆς αἰτίας Metaph. 29 πρακτικοὶ LS: πρακτοὶ Α) [*](ΑLT. REC. GR. DISCR. 19 διὰ δὲ—θεωρίαι (21)] ὅτι δὲ καὶ τοῖς πρακτικοῖς οὐκ ἀλήθεια τὸ τέλος οὐδὲ ἐπιστήμη τῶν πρακτῶν ἐστιν, ἔδειξεν ἐπενεγκὼν καὶ γὰρ ἄν τὸ πῶς ἔχει σκοπῶσιν, οὐκ ἀίδιον ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν οἱ πρακτικοί· τὸ μὲν πρός τι, ὡς πρὸς ἕτερον ἔχει τὴν ἀναφορὰν ἡ ἐν τοῖς πρακτικοῖς (l. πρακτοῖς) ἀλήθεια, τὸ δὲ νῦν, ὅτι οὐκ ἀεὶ οὐδὲ κτὰ πάπα καιρόν LF 28 τὸ λεγόμενον—ἠρτημένην (p. 146,12)] ἐπειδήπερ οἱ πρακτικοὶ οὐ κατὰ)

146
περὶ τῶν προκειμένων ποιοῦνται, οὐδὲ τὸ ὄντως ἀληθὲς ἐν αὐτοῖς θεωροῦσι. καὶ εἴη ἄν οὕτως μὲν λεγόμενον ἀκολούθως εἰρημένον τῇ δευτέρᾳ γραφῇ· εἰ δὲ ἀπλῶς λέγοιτο, ὡς δεικτικὸν ἂν λέγοιτο τοῦ δεῖν τὸν περὶ τὸ ἀληθὲς πραγματευόμενον τῶν αἰτιῶν εἶναι θεωρητικόν. ἐνδειξάμενος δὲ ὅτι ἐστὶν αὐτῷ ἡ προκειμένη πραγματεία περὶ τῆς ἀληθείας θεωρία, καὶ τίς ἐστιν αὕτη δείξας, ὅτι ἡ σοφία καὶ ἡ θεωρητικὴ φιλοσοφία, προστίθησι τοῖς εἰρημένοις ὅτι ἀδύνατον τὸ ἀληθὲς γνῶναι ἀγνοοῦντας τὴν αἰτίαν, διδάσκων ἡμᾶς διὰ τούτου καὶ τοῦ ἐπὶ τούτῳ λεγομένου ὅτι ἀναγκαία ἄν εἴη τῷ περὶ ἀλήθειαν καταγινομένῳ ἡ τῶν αἰτίων γνῶσις, ὡς εἶπε καὶ τῆς Φυσικῆς μὲν ἀρχόμενος· καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐπιστήμην οὖσαν τὴν δι’ αἰτίου γνῶσιν· ἔδειξε δὲ καὶ ἐν τῷ πρώτῳ τὴν κυρίως γνῶσίν τινος ἐκ τῆς τῶν αἰτίων αὐτοῦ γνώσεως ἠρτημένην. οὐχ ὅτι δὲ πὰν ἀληθὲς ἐξ αἰτίας γνωρίζεται λέγει· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἂν εἴη τὰ αἴτια, κα̣ὶ οὐδὲν γνωστὸν ἄν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας. ἔστι δέ τινα γνωστὰ χωρὶς αἰτίας· τὰ γὰρ οὐκ ἔχοντα αἰτίας τοιαῦτα οἷα τὰ πρῶτα καὶ αἱ ἀρχαί, ὧν οὐκ ἔστιν αἴτια. ἢ οὖν ἐνδεῶς εἴρηκε· λείπει γὰρ τὸ ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια, ὃ εἶπεν ἐν τῇ Φυσικῇ ἀκροάσει· ἢ τὸ οὐκ ἴσμεν ἴσον ἐστὶ τῷ οὐκ ἔχομεν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη ἐστὶ κυρίως ἡ δι’ ἀποδείξεως γνῶσις, τῶν δὲ ἀρχῶν οὐκ ἔστιν ἀπόδειξις, ὥστε οὐδὲ γνῶσις τοιαύτη. ἢ δι’ ὧν ἐπιφέρει καὶ περὶ τούτου λέγει· τοιοῦτον γὰρ | τὸ ὥστε καὶ ἀληθέστερον τὸ τοῖς ὑστέροις [*](108) αἴτιον τοῦ ἀληθέσιν εἶναι· καὶ διὰ τοῦ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς δέον ἀεὶ εἶναι ἀληθεστάτας· οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι ἄλλο, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις.

[*](10 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Α 2 11 ἐν τῷ πρώτῳ] p. 981a28, 983a23 sqq. 17 αἴτια· ὥστε ἐνδεῶς ἂν εἴη εἰρημένον τὸ οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ αἰτίας· λείπει δὲ (18) L 18. 19 ἐν τῇ Φυσικῇ ἀκροάσει] A1 p. 184a11 19 οὐκ (post τὸ) M: om. Α 20 γνῶσις, ἡ δὲ ἀπόδειξις ἐξ ἀρχῆς, τῶν δὲ L 22 ἀληθέστατον Metaph. et infra (p. 149,1). A 24 δέον] ἀναγκαῖον Metaph., cf. p. 149,2 ἐκείνων] sic Metaph. ΑbEb: ἐκείναις Metaph. vulg.)[*](ALT. REC. GR. DISCR. τὸ κυρίως καὶ καθ’ αὑτὸ τῶν πρακτῶν αἴτιον τὸ ἀληθὲς θεωρεῖ (l. θεωροῦσιν) (οὐ γὰρ τὸ τέλος (αὐτῆς αὐτῆς L) ἀλήθεια ἀλλὰ πρᾶξις, ἐν ᾖ καὶ τὸ ἀληθὲς θεωροῦσιν), οὐκ ἄρα πρακτικὴ τῆς ἀληθείας ἐστὶ θεωρητική, ὅτι οὑδὲ τοῦ ὄντως (ὄντος L) ἀληθοῦς ὄντως δὲ ἀληθὲς ἡ ἀρχὴ καὶ τὸ αἴτιον, δι’ οὗ καὶ τἆλλα τὸ ἀληθῆ εἶναι ἔχει· τοιοῦτον δὲ τὸ πρώτιστον καὶ ἁπλούστατον αἴτιον. μόνη οὖν ἡ ἰδίως θεωρητικὴ καλουμένη φιλοσοφία τοῦ τοιούτου ἀληθοῦς ἐστι γνωστική· καὶ πρώτως αὐτοῦ, δευτέρως δὲ τοῦ ἐν τοῖς ἀπ’ αὐτοῦ τὸ εἷναι ἔχουσιν ὡς ἐξ αἰτίου τοῦ ὄντως καὶ πρώτως ἀληθοῦς. ὡς οὖν μᾶλλον ἐκεῖνο ὄν, οὕτως καὶ μᾶλλον ἀληθές, καὶ ἡ τούτου ἐπιστήμη καθ’ αὑτό. τε καὶ τῆς ἀληθείας ἐστὶ θεωρητική. ὀρθῶς οὖν εἴρηκεν ὅτι οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ τῆς αἰτίας· ἀναγκαία γὰρ τῷ περὶ τὴν ἀλήθειαν καταγινομένῳ ἡ τῶν αἰτίων γνῶσις, ὡς εἶπε καὶ τῆς Φυσικῆς ἀρχόμενος· καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐπιστήμην τὴν δι’ αἰτιῶν ἔδειξε γνῶσιν L)
147
[*](p. 993b24)

Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων, καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον.

εἰπὼν ὅτι μὴ οἷόν τε τὴν ἀλήθειαν τὴν ἐν τοῖς ἔχουσιν αἰτίας γνῶναι χωρὶς τῆς γνώσεως τῶν αἰτιῶν αὐτῶν, καὶ διὰ τούτου δείξας ἀναγκαίαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, νῦν ὅτι ἀναγκαία δείκνυσι πάλιν διὰ τοῦ δεῖν μὲν τὸν περὶ τῆς ἀληθείας φιλοσοφοῦντα τὰ μάλιστα ἀληθῆ γνωρίζειν, μάλιστα δὲ ἀληθῆ τὰ ἀίδια αἴτια· ταῦτα γὰρ καὶ τῆς τῶν δι’ αὐτὴν ὄντων ἀληθείας αἴτια. ἀληθέστατον μὲν γὰρ ὃ καὶ τοῖς ἄλλοις αἴτιον τοῦ ἀληθέσιν εἶναι, αἱ δὲ ἀρχαὶ αἴτια τῆς ἐν τοῖς δι’ αὐτὰς οὖσιν ἀληθείας. ἕκαστον γὰρ τῶν ὄντων ἐφ’ ὅσον τοῦ εἶναι μετέχει, ἐπὶ τοσοῦτον καὶ τῆς ἀληθείας· τὸ γοῦν ψεῦδος μὴ ὄν. διὸ τὰ ἀίδια μάλιστα ὄντα, καὶ μάλιστα ἡ ἐκείνων γνῶσις ἀλήθεια, εἴ γε ἐπιστήμη. εἰ δὲ τὰ ἀίδια μάλιστα ὄντα, ἔτι μᾶλλον ὄντα τὰ τούτοις αἴτια τοῦ εἶναι ἀεί· διὰ γὰρ τὸ εἶναι αἴτια τούτοις ἐκεῖνα τούτων μᾶλλον ὄντα καὶ μάλιστα ὄντα. οὗ τὴν αἰτίαν παρέθετο εἰπὼν ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. δι’ ὃ γάρ τισιν ὑπάρχει τὸ τοῖσδέ τισιν εἶναι καὶ συνωνύμοις κατὰ τοῦτο ἀλλήλοις, οἷον θερμοῖς, ἐκεῖνο μάλιστα θερμόν. δεῖ γὰρ μὴ μόνον ἀλλήλοις αὐτὰ εἶναι συνώνυμα, ἀλλὰ καὶ τὸ αἴτιον αὐτοῖς τοῦ εἶναι τοιούτοις συνώνυμον αὐτοῖς εἶναι· τότε γὰρ ἔσται μάλιστα τοιοῦτον αὐτό, ὅταν ᾖ πρῶτον τοιοῦτον, οἷον μάλιστα θερμὸν ἔσται τὸ τοῖς θερμοῖς αἴτιον τοῦ εἶναι θερμοῖς, πρῶτον θερμὸν ὄν αὐτό. οὕτως αἴτιον τὸ πῦρ τοῖς θερμοῖς τοὐ εἶναι θερμοῖς· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καθ’ ὃ καὶ τοῖς ἄλλοις, ἐπεὶ δύναται αἴτιόν τισιν εἶναι τοῦ τοῖσδε εἶναι μὴ ὂν αὐτὸ τοιοῦτον, οἶον ἡ τρῖψις αἰτία θερμότητός τισιν, ἀλλ’ οὐ μάλιστα θερμὴ οὖσα αἰτία τῆς θερμότητος ἐκείνοις. τὸ δὲ πῦρ, ἐπεὶ τοῖς θερμοῖς αἴτιον τῆς θερμότητος θερμὸν ὂν καὶ αὐτό, διὰ τοῦτο μάλιστα καὶ αὐτὸ θερμόν. καὶ τὰ τῶν ὄντων δὴ μάλιστα αἴτια, ὄντα καὶ αὐτά, ὄντα μᾶλλον ἐκείνων τῷ αἴτια αὐτῶν εἶναι, [*](8 δι’ αὐτὴν] legendum δι’ αὐτὰ 23. 24 δύναταί τι τισὶν αἴτιον εἶναι τοῦ τόδε τι εἶναι, ἐκεῖνο μὴ ὃν τοιοῦτον LF 24 τοιοῖσδε e S coni. Bonitz 26 ἐπεὶ τῆς θερμότητος αἴτιον τοῖς θερμοῖς τοῦ εἶναι θερμοῖς, διὰ τοῦτο (27) LF 28 μάλιστα et ὄπα καὶ om. LF) [*](ALT. REC. GR. DISCR. 3 ἐπειδὴ εἶπε μὴ εἶναι ἄλλως τὸ ἐν τοῖς πράγμασιν ἀληθὲς εἰδέναι ἄνευ τῆς αἰτίας ἑκάστου τῶν ὄντων ὧν ἔστιν αἴτια, καὶ ἔδειξε τὴν ἰδίως λεγομένην θεωρητικὴν τιμιωτέραν τῆς πρακτικῆς ὡς οὐ τοῦ τέλους (fort, ὡς αὐτὸ τοῦτο τέλος) ἔχουσαν τὴν θεωρίαν, νῦν φησιν ὅτι ὁ τὸ μᾶλλον ὂν εἰδώς (excidit tale aliquid τὸ μᾶλλον ἀληθὲς γνωρίζει), μᾶλλον δὲ ὄντα τὰ ἀίδια, ὥστε καὶ τὰ τούτοις αἴτια τοῦ εἶναι ἀεί· διὰ γὰρ τὸ εἶναι αἴτια τούτοις ἐκεῖνα τούτων μᾶλλον ὄπα καὶ μάλιστα ὄντα· ὃ καὶ αὐτὸς παρέθετο εἰπὼν ἕκαστον δὲ (15) LF 17 ὑπάρχει τόδε τι εἶναι αὐτοῖς, οὐ μόνον αὐτὰ συνώνυμα δεῖ εἶναι ἀλλὰ (19) LF)

148
καὶ ἀληθῆ ἔτι μᾶλλον· ἦν γὰρ κείμενον τὸ ᾗ ἕκαστον τοῦ ὄντος μετέχει, οὕτω καὶ τῆς ἀληθείας ἔχειν. καθ’ ὅσον μὲν οὗν ἀίδια καὶ τὰ ἀεὶ ὄντα λέγω καὶ τὰ τούτων αἴτια, κατὰ τοσοῦτον συνωνύμως ἀλλήλοις τε καὶ τοῖς αἰτίοις αὐτῶν ἀληθῆ· καθ’ ὅσον δὲ αἴτιά τισι τοῦ εἶναι μάλιστα τοιαῦτα, κατὰ τοσοῦτον μᾶλλον ἐν τοῖς ἀιδίοις ἀληθῆ τὰ αἴτια αὐτῶν· ὥστε μάλιστα ἂν εἴη περὶ ἀληθείας ἡ περὶ τῶν τοιούτων αἰτίων γνῶσις. καὶ γὰρ εἰ τὰ ἀεὶ | ὄντα, περὶ ἃ ἡ θεωρία, ἀεὶ ἀληθῆ τῷ ἀεὶ εἶναι, ἀλλ’ οὗν [*](109) καὶ ἐν τούτοις μάλιστα τὰ αἴτια τῶν αἰτιατῶν ἀληθῆ· τὰ μὲν γὰρ πρῶτα τὰ δὲ ὕστερα, οὐ τῷ χρόνῳ (ἀμφότερα γὰρ ἀίδια) ἀλλὰ τῇ φύσει· γὰρ πρῶτον τὸ αἴτιον τῶν οἷς ἐστιν αἴτιον. οὐδὲν δὲ ἄτοπον λέγειν ἀληθὲς ἀληθοῦς διαφέρειν, εἴ γε τὸ μὲν ἀληθὲς τοῦ εἶναι ἤρτηται, διαφέρον δὲ τὸ εἶναι τοῖς γνωστοῖς· τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐπιστητὰ τὰ δὲ δοξαστά. τὴν γὰρ ὕλην, ὡς προελθὼν ἐρεῖ, κινουμένων εἶναι ἀνάγκη. οὐ γὰρ ἐπιστητὰ τὰ ὄντα πάντα, ἀληθῆ δὲ τὰ ὄντα ἀλλὰ καθ’ ἕκαστον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. οὐ κατ’ αὐτά (οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλλὰ καθ’ ὅσον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ μάλιστα ὡς ἔχει γνῶσις μάλιστα ἀλήθεια, εἴ γε καὶ ἐπιστήμη. ὥστ’ ἐπεὶ τῷ ὄντι ἕπεται τὸ ἀληθές, τῷ μάλιστα ὄντι ἕποιτο ἂν τὸ μάλιστα ἀληθές.

[*](p. 993b28)

Διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας.

τουτέστι τὴν γνῶσιν αὐτῶν εἶναι ἀεὶ ἀληθεστάτην· εἰ γὰρ τὸ ὂν ἀλη- θές, τὸ ἀεὶ ὂν ἀληθὲς ἀεί. ὃ δὴ τοῦ ἀεὶ ἀληθοῦς ἐστιν ἀληθέστερον, ἀεὶ ἀληθέστατον ἄν εἴη. τοιαῦτα δὲ τὰ αἴτια τῶν ὄντων ἀεί, οἷον κόσμου τοῦδε καὶ τῶν ἄστρων, ἢ τῶν τεσσάρων σωμάτων, ὧν κατ’ εἶδος ἡ ἀιδιότης, καὶ τῶν ἐπὶ τοῖς καθ’ ἕκαστά τε καὶ ἐν γενέσει ἀιδίων· καὶ γὰρ αὐτὰ ἀίδια. τὰ γὰρ τῶν τοιούτων αἴτια τῷ μὲν ἀεὶ εἶναι (οὐ γὰρ δὴ τῶν οὐκ ἀίδια τὰ αἴτια) ἀεὶ ἔσται ἀληθῆ· τῷ δὲ αἴτια εἶναι τῶν ἀιδίων τε καὶ ἀεὶ ἀληθῶν μᾶλλον αὐτῶν ἀληθῆ ἔσται, ὥστε καὶ ἀληθέστατα. κεῖται γὰρ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον, καὶ ὅτι ἀληθέστατον τοῦτο ὡς ἀεὶ ὄν, καὶ ὅτι μηδέν ἐστιν αἴτιον τοῦ εἶναι αὐτῶ, ἀλλ’ αὐτὸ τοῖς ἄλλοις. εἰπὼν δὲ ὥστε καὶ [*](6. 7 καὶ γὰρ εἰ—ὑπεροχῆς (p. 149,13) om. LF 11 διαφέροντες Α Horkel 27 αἴτια Bonitz: ἀίδια AM 16 ὡς add.) [*](ALT. REC. GR. DISCR. 1 ἀληθῆ ἔσται μᾶλλον· ὡς γὰρ τὸ ὃν ἀληθὲς καὶ τὸ μᾶλλον ὃν ἀληθέστατον, οὕτως καὶ τὸ ψεῦδος μὴ ὂν καὶ τὸ μᾶλλον ψεῦδος μᾶλλον μὴ ὄν. ὥστε ἐπεὶ τὰ ἀίδια μᾶλλον ὄντα καὶ μᾶλλον ἀληθῆ τῶν μὴ ἀιδίων, καὶ τὰ τούτων αἴτια μᾶλλον ἀληθῆ καὶ ὠτῶν δὴ τῶν ἀιδίων. οὐ γὰρ ποτέ, φησίν, αἱ τῶν ὄντων ἀρχαὶ ἀληθεῖς οὐδὲ ἐκείνων αἴτιόν τι τοῦ εἶναι, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις. ὥστε μάλιστα ἄν εἴη περὶ ἀληθείας (6) LF)

149
ἀληθέστατον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι, ἐπήνεγκε τὸ καὶ γὰρ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας, ὡς ὁμολογουμένου τοῦ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον. οὗ οὕτως ἔχοντος ἕπεται τὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀληθεστάτας εἶναι· τὰ γὰρ τῶν ἀεὶ ὄντων ἀληθῶν ἀληθέστερα ἀληθέστατα. διὰ τούτων δὲ δείκνυσιν ὡς συνηρτημένου τοῦ ἀληθοῦς τῷ ὄντι· διὸ καὶ ἐπιφέρει ὥστε ἕκαστον ὡς ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας, ἴσον λέγων τῷ ὡς γὰρ ἕκαστον ἔχει τε καὶ μετέχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας. οὐ γὰρ ποτὲ ἀληθεῖς, τοῦτο δὲ διὰ τὸ ἀίδια εἶναι· ἀλλὰ κατά γε τοῦτο κοινωνεῖ αὐτοῖς καὶ τὰ ἄλλα τὰ ἀίδια. τὸ δὲ οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις δεικτικὸν τῆς καὶ ἐν τοῖς ἀιδίοις αὐτῶν κατὰ τὴν ἀλήθειαν ὑπεροχῆς. |

[*](p. 994a1)

Ἀλλὰ μὴν ὅτι ἔστι τις ἀρχὴ καὶ οὐκ ἄπειρα τὰ αἴτια [*](110) τῶν ὄντων, οὔτ’ εἰς εὐθυωρίαν οὔτε κατ’ εἶδος, δῆλον.

εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τῆς τῶν αἰτίων γνώσεως γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστήσας ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, οὔσῃ τἀληθοῦς θεωρητικῇ, ἐπεὶ τὰ αἴτια τοῦ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ ἐν αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τῶν αἰτίων· οὕτω γὰρ οὐκ ἄν εἴη γνωστὰ τὰ αἴτια, ἀλλ’ οὐδὲ εἴη τι τὴν ἀρ- χὴν αἴτιον, ὡς δείξει. διὰ δὲ τοῦ δεικνύναι ὅτι οὐκ ἄπειρα τὰ αἴτια, δείκνυται αὐτῷ καὶ ὅτι ἔστι τὴν ἀρχὴν καὶ ὅτι γνωστά. φησὶ δὲ μήτε κατ’ εὐθυωρίαν τὰς ἀρχὰς καὶ αἰτίας ἀπείρους εἶναι δύνασθαι μήτε κατ’ εἶδος. ἔστι δὲ κατ’ εὐθυωρίαν μὲν ἄπειρα, εἴ τις ἐπὶ τοῦ ληφθέντος αἰτίου καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλο τι προαναβεβηκὸς πάλιν αἴτιον λέγοι, ὡς εἶναι ἐπὶ μὲν τῆς ὑλικῆς αἰτίας ἀεὶ τοῦδέ τινος ὕλην ἄλλην τινὰ ὕλην ἔχουσαν, κἀκείνην πάλιν ἄλλην, καὶ τοῦτο ἐπ’ ἄπειρον, μηδεμιᾶς οὔσης ἐσχάτης ὕλης, ἣ οὐκέτ’ ἐξ ὕλης ἔστιν· οἷον, ὡς αὐτὸς παρέθετο, εἰ εἴη τῆς μὲν σαρκὸς ὕλη γῆ, τῆς δὲ γῆς ἀήρ, τοῦ ἀέρος πῦρ, τοῦ δὲ πυρὸς ἄλλο τι, [*](4 τὸ Μ: om. A 8 ἴσον—ἀληθείας (9) MS: om. Α 20. 21 ἀναγκαίως καὶ ἀκολούθως Ascl. S: καὶ om. A 27 ἔστι] essent S: ἔσται coni. Bonitz ἄπειρα] ἀπειρία LF 28 ἄλλο τι προαναβεβηκὸς LF: προαναβεβηκὸς ἄλλο τι Α προαναβεβηκὼς Bonitz 31 ὕλης, ἥτις οὐκ ἔσται ἐξ ὑαλῆς· οἷον LF) [*](ALT. REC. GK. DISCR. 17 ἥτις διὰ τῆς τῶν αἰτίων γίνεται γνώσεως καὶ ἐκ τούτου συστήσας ἀναγκαίαν οὖσαν τὴν θεωρητικὴν φιλοσοφίαν καὶ μᾶλλον τῆς πρακτικῆς ὡς τῆς ἀληθείας οὖσαν θεωρητικήν, ἀναγκαίως καὶ ἀκολούθως (21) L)

150
καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ ἐπὶ τῆς ποιητικῆς πάλιν αἰτίας, ἣν αὐτὸς εἶπεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ὁμοίως, ὡς τόδε μὲν τοῦδέ τινος ποιητικὸν εἶναι καὶ κινητικὸν αἴτιον, αὐτοῦ δὲ τούτου πάλιν ἄλλο, κἀκείνου πάλιν ὁμοίως ἄλλα, καὶ τοῦτο ἐπ’ ἄπειρον· οἷον αὐτὸς πάλιν δεικνὺς παρέθετο, εἰ εἴη τοῦ μὲν ἀνθρώπου κινητικὸν αἴτιον ὁ ἀήρ, τοῦ δὲ ἀέρος ὁ ἥλιος, τοῦ δὲ ἡλίου πάλιν τὸ νεῖκος καὶ τοῦ νείκους αὖ πάλιν ἄλλο τι, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῆς κατὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα αἰτίας, ὡς εἶναι τῶν τελῶν τῶν λαμβανομένων ἕκαστον ἄλλου χάριν γιγνόμενον καὶ ἐπὶ ἄλλο τι τέλος ἀναφερόμενον, ὡς μὴ εἶναί τι ἔσχατον, οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός. ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου καὶ ὡς αὐτὸς λέγει τοὐ τί ἦν εἶναι, εἰ πάλιν καὶ ἐπὶ τούτων ἑκάστου τῶν λαμβανομένων εἰδῶν ἄλλο τι εἶδος εἴη, οἷον ζῴου μὲν εἶδος ψυχή, ψυχῆς δὲ ἄλλο τι, φέρε εἰπεῖν οἷον νοῦς, νοῦ δὲ πάλιν ἄλλο τι. τοιαύτη μὲν ἡ κατ’ εὐθυωρίαν ὥν αἰτίων ἀπειρία, ἡ δὲ κατ’ εἶδος, εἰ μὴ τέσσαρα εἴη εἴδη τῶν αἰτίων, ὡς αὐτὸς ἔδειξεν, ἤ τις ἄλλος ἀριθμὸς ὡρισμένος, ἀλλ’ εἴη ἄπειρα, ὡς φέρε εἰπεῖν οἱ ὑποτιθέμενοι ἐν ταῖς ἀρχαῖς ἀπείρους σχημάτων διαφοράς. ὅτι δὲ κατὰ μηδέτερον τῶν τρόπων τούτων οἷόν τε ἄπειρα | εἶναι αἴτια, δείκνυσι, καὶ πρῶτόν γε ὅτι ἀδύνατόν ἐστιν [*](111) εἶναι κατ’ εὐθυωρίαν ἄπειρα τὰ αἴτια παρίστησι. δεῖ δὲ τὴν κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρίαν ὅτι μή ἐστιν ἐλέγχειν, μὴ τὴν κατὰ χρόνον ἀπειρίαν λαμβάνοντα καὶ οὕτως ἀεὶ τοῦ γεγονότος ἔκ τινος τὸ αἴτιον λαμβάνοντα· οὕτω μὲν γὰρ ἀνάγκη ἐπ’ ἄπειρον τὴν ἄνοδον εἶναι, ἀπείρου τε τοῦ χρόνου οὕτως ὄντος καὶ ἀιδίου τοῦ κόσμου· ἡ γὰρ τοιαύτη λῆψις οὐκ αἰτίων δείκνυσιν ἀπειρίαν ἀλλὰ χρόνου. ἡ δὲ τῶν αἰτίων ἀπειρία δεικνύοιτο ἄν, εἰ ἐπ’ ἄπειρον ἄλλο πρὸ ἄλλου αἴτιον κατὰ τὸ εἶδος διαφέρον λαμβάνοιτο, ἐπεὶ τῆς γε ἀδιαλείπτου γενέσεως τῆς ἐν τῷ ἀπείρῳ χρόνῳ τὰ αὐτά αἴτια ὄντα δείκνυται.

[*](p. 994a11)

Τῶν γὰρ μέσων ὧν ἐστιν ἔσχατον καὶ πρότερον, ἀναγκαῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μέσων.

Ὅτι μὴ οἷόν τε εἰς εὐθυωρίαν εἶναι ἄπειρόν τι εἶδος αἰτίων, καθολικῇ δείξει χρώμενος τοιαύτῃ παρίστησιν. ἐν οἷς ἔστι μέσα τινά, ὡς εἶναί τι πρῶτον καὶ εἶναί τι ἔσχατον καὶ τούτων μεταξύ τινα, ἀνάγκη τούτων τὸ πρῶτον αἴτιον εἶναι τῶν μέσων τε καὶ μετ’ αὐτὸ ὄντων, εἰ δηλονότι οὕτως ἔχοιεν πρὸς ἄλληλα ταῦτα ὡς τὸ μὲν αὐτῶν αἴτιον εἶναι τὸ δὲ αἰτια- [*](2 ὡς τόδε—παρἐθετο (4. 5) om. LF 4 ἄλλα] ἄλλο e S coni. Bonitz 8 τὸ οὗ ἕνεκα LF: τοῦ οὖ ἕνεκα Α 9 γιγνόμενον L: γιγνόμενα Α 11 πάλιν LF: πάλαι Α 12 εἴη, οἷον ζῴου S Bonitz: εἴη ἄν, ζῴου Α 12. 13 ἄλλο τι εἶδος εἶναι· ὡς εἶναι ζῴου μὲν εἶδος ψυχήν, ψυχῆς δὲ φέρε εἰπεῖν νοῦν, νοῦ δὲ LF 20 ἀπορίαν ἐλέγχειν ὅτι μή ἐστι, μὴ τὴν LF 21, 22 καὶ οὕτως—λαμβάνοντα om. LF 28 ἐστιν ἔξω τι ἔσχατον Μetaph. vulg. 29 μέσων] μετ’ αὑτό Metaph. vulg. 30 τοῦ μὴ εἶναι κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον τὰ αἴτια, καθολικῇ LF 31 παρίστησιν] δείκνυσιν LF 34 αἴτιον εἶναι LF: αἴτιον εἶναι αἴτιον Α)

151
τόν. καὶ διὰ τί τοῦτο, δείκνυσιν ἐπὶ τριῶν ποιησάμενος τὸν λόγον. πρῶτον δὲ καὶ ἔσχατον οὐ τῷ χρόνῳ λαμβάνει, ἀλλὰ τὴν κατ’ εἶδος διαφορὰν δεικνὺς τῶν αἰτίων. τῶν γὰρ ὁμοειδῶν οὐδὲν μᾶλλον ἄλλο ἄλλου κατὰ τὴν οἰκείαν φύσιν πρῶτόν ἐστιν. εἰ γοῦν τρία οὕτως ἔχοντα πρὸς ἄλληλα ληφθείη, καί τινα δέοι τί τούτων αἴτιόν ἐστι τῶν ἄλλων ἀποδοῦναι, τὸ πρῶτον ἄν εἴποιμεν. οὔτε γὰρ τὸ ἔσχατον· οὐδενὸς γὰρ τοῦτο αἴτιον, μηδέν γε ἔχον μετ᾿ αὐτό. ἀλλ’ οὐδὲ τὸ μέσον· τοῦ γὰρ μετ’ αὐτὸ τοῦτο αἴτιον, εἴπερ ἄρα, εἶναι δύναται μόνου· ἦν δὲ ζητούμενον τί ἐκ τῶν εἰλημμένων τῶν ἄλλων ἐστὶν αἴτιον ἐπεὶ ὡς τὸ μέσον πρὸς τὸ μετ᾿ αὐτὸ ἔχει, οὐτῶ τὸ πρῶτον πρὸς τὸ μέσον· ὥστε τουτο οὐκ αἴτιον του μετ αὐτὸ τῷ ἄλλο τι αὐτὸ αἴτιον ἔχειν· μὴ ὄντος γὰρ ἐκείνου οὐκ ἂν τὸ δεύτερον ἦν, μὴ ὂν δὲ οὐκ ἂν αἴτιον ἦν τοῦ τρίτου. δῆλον ἄρα ὡς αἴτιον τὸ πρῶτον τῶν μετ’ αὐτό. ποιησάμενος δὲ τὸν λόγον ἐπὶ τριῶν, οὐδέν φησι διαφέρειν, ὡς πρὸς τὴν δεῖξιν, ἢ ἓν μέσον λαβεῖν ἢ πλείω ἢ ἄπειρα. ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων· ἐν πᾶσι γάρ, ὅσα ἂν ληφθῇ , τὸ πρῶτον αὐτῶν ἐστιν αἴτιον κυρίως, ἀλλ’ οὐ τὸ μέσον τι ἢ τὸ ἔσχατον· τὸ ἔσχατον μέν, ὅτι μηδὲ τὴν ἀρχὴν τοῦτό τινος αἴτιον, οὐδὲ τῶν μεταξὺ δέ τι, ὅτι ἄλλου τοῦτο πρὸς τὸ εἶναι δεῖται (τοῦ γὰρ πρὸ αὐτοῦ) οὗ μὴ οὐδ’ ἄν ἦν. δείξας δὲ τοῦτο καὶ λαβὼν τὸ εἶναι τὸ πρῶτον ἐν ἅπασιν αἴτιον τῶν μετ’ αὐτό, μέτεισιν ἐπὶ τὸ κατ’ εὐθυωρίαν λεγόμενον ἄπειρον, καὶ | εὑρὼν ὅτι ἐν τῷ οὕτως ἀπείρῳ οὐδέν ἐστι πρῶτον, λαμβάνει τὸ [*](112) ἀκόλουθον τούτῳ, ὅτι μηδὲ αἴτιον· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον, ἀλλ’ οὐχὶ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις οὐδὲ αἴτιόν τί ἐστιν, οὐ μόνον οὐ πρῶτον, ἀλλ’ οὐδὲ τῶν μεταξύ τι. τὸ δὲ τοῦτον τὸν τρόπον προσκείμενον τοῖς αἰτίοις τοῦ κατ’ ἐνέργειαν ἀπείρου δηλωτικόν ἐστιν· ἐν γὰρ τοῖς οὕτως [*](4 οὕτως ἔχοντα LF: οὕτως ἐστὶν ἔχοντα Α 5 αἴτιον LFS Bouitz: αἴτια Α post μέσον add. τούτῳ Α 24 ἀλλὰ μέσα ἠύ πρῶτον iterat Α 25 οὐδὲ τῶν MS: οὐ τῶν A) [*](ALT. REC. GR. DISCR. 4 πρῶτόν ἐστι. κατὰ τί γὰρ πρῶτος Σωφρονίσκος Σωκράτους, εἴ τις ὡς ἀνθρώπους αὐτοὺς θεωρεῖ, καὶ μὴ τὸν μὲν ὡς πατέρα, τὸν δὲ ὡς ἐξ ἐκείνου; χρόνῳ γὰρ ἐν τούτοις τὸ πρεσβύτερόν τε καὶ νεώτερον, τῇ δὲ φύσει ἀδιάφοροι. εἰ οὖν τρία οὕτως ἔχοντα πρὸς ἄλληλα ληφθείη ὡς κατ’ εἶδος διαφέρειν καί τινα δέοι τούτων αἴτιον (.3) LF 7 τὸ μέσον· ἑνὸς γὰρ τοῦ μετ’ αὐτό. ὡς γὰρ τὸ μέσον πρὸς τὸ ἔσχατον , οὕτως τὸ πρῶτον πρὸς τὸ μέσον· ὡς οὖν μὴ ὄντος τοῦ μέσου οὐκ ἂν εἴη ἔσχατον, οὕτως τοῦ πρώτου μὴ ὄντος οὐκ ἂν εἴη τὸ μέσον· μὴ ὂν δὲ τὸ μέσον πῶς ἄν εἴη αἴτιον; εἰ οὖν τὸ αἴτιον εἶναι διὰ τὸ πρῶτον ἔχει (ἔχειν LF), ἐκεῖνο ἂν εἴη μᾶλλον αἴτιον, ἀλλ’ οὐ τὸ μέσον, τοῦ μετ’ αὐτὸ τρίτου (τρίτον LF), δηλονότι διὰ τὸ ἄλλο αὐτὸ αἴτιον ἔχειν· ποιησάμενος δὲ (13) 22 πα μηδὲ αἴτιον· τὸ γάρ πρῶτον αἴτιον, πρώτου δὲ μὴ ὄντος ἐν τοῖς ἀπείροις οὐδὲ αἴτιόν ἐστι· τὸ γὰρ μέσον οὐκ αἴτιον τοῦ πρώτου μὴ ὄντος. πρόσκειται δὲ τοῦτον τὸν τρόπον τῇ λέξει τῶν δὲ ἀπείρων δηλωτικὸν τοῦ κατ’ ἐνέργειαν ἀπείρου ὄν· ἐν γὰρ τοῖς οὕτως ἀπείροις οὐδέν ἐστι πρῶτον καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς τῶν ἀπείρων. τὸ δὲ δὲ μέχρι (p. 152,2) LF)
152
ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ ἀπείρων μὲν ὁμοειδῶν δὲ πάλιν τὸ ληφθὲν ὁμοίως αἴτιον. τὸ δὲ μέχρι τοῦ νῦν εἶπεν ἀντὶ τοῦ μέχρι τοῦ ἐσχάτου, ἀφ’ οὗ ἡμῖν ἡ ἀρχὴ τῆς τῶν αἰτίων ζητήσεως. καὶ γὰρ ἐν οἷς μὲν ἔστι πρότερόν τι καὶ δεύτερον λαβεῖν ἐν τῇ τάξει, ἐν τούτοις καὶ ἄλλο ἄλλου φῆσαι αἴτιον εἶναι ἴσως ἀληθές, εἰ καὶ μὴ ἁπλῶς αἴτιον· τὸ γὰρ πρότερον τοὺ μετ’ αὐτό· ἐν οἷς δὲ μηδέν ἐστι τῶν μέσων ἄλλο ἄλλου πρότερον ἐν τῇ τοιαύτῃ τάξει † τοῦ οὗ αἴτιον. ἐν δὲ τοῖς ἀπείροις οὐκ ἔστιν ἄλλου πρότερον· πάντα γὰρ ὁμοίως ἐστὶ μέσα, ὡς καὶ αὐτὸς εἶπεν. εἰ γὰρ πρότερά ἐστι τὰ τῆς ἀρχῆς καὶ τοῦ πρώτου ἐγγυτέρω, ἐν οἷς μηδέν ἐστιν ἀρχὴ μηδὲ πρῶτον, ἐν τούτοις οὐδὲ ἐγγυτέρω τί ἐστι τῆς ἀρχῆς καὶ πορρωτέρω· διὸ οὐδὲ τάξιν τινὰ ἔχει ἔτι τὰ μέσα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ πρότερόν τι αὐτῶν ἔσται, οὐδὲ θάτερον θατέρῳ αἴτιον. οὐ μόνον δὲ ἐπὶ τῶν κατ’ εὐθυωρίαν καὶ τοῦτον τὸν τρόπον ἀπείρων πάντα τὰ μόρια μέσα, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἀπείρων, οἷον εἰ κατὰ μέγεθός τι ἄπειρον ἢ κατ’ εἶδος ἢ χρόνον εἴη· πάντων γὰρ τῶν ἐνεργείᾳ ὄντων ἀπείρων ὅ τι ἂν ληφθῇ μόριον, μέσον ἐστίν· εἰ γὰρ μὴ μέσον, πέρας· ἀλλ’ εἰ πέρας ἔχοι, οὐκ ἄπειρον. τὸ δὲ ὁμοίως μέχρι τοῦ νῦν προσέθηκεν, ἐπεὶ τὴν δεῖξιν ἐποιεῖτο ἐπὶ τῶν αἰτίων τῶν κὰτ εὐθυωρίαν ἀπείρων ἐπὶ τὸ ἄνω· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος καὶ ὄντος νῦν λαμβανόντων ἡμῶν τὰ αἴτια, ἅπαντα τὰ λαμβανόμενα μέσα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος. δείκνυται μὲν οὖν τῇ τοιαύτῃ τῶν αἰτίων ἀπειρίᾳ τὸ μηδὲ ἔσεσθαί τι ἐκ τῶν αἰτίων τῷ ἀδιεξίτητα τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω εἶναι, ἄπειρά γε ὄνια· οὕτως δὲ οὐδ’ ἄν αἴτια εἴη. αὐτὸς δὲ οὐχ οὕτω δείκνυσιν, ἀλλὰ διὰ τοῦ λαβεῖν τι ὡς ἔσχατον καὶ ὁρίσαι καὶ δεῖξαι ὅτι μὴ οἷόν τε τούτου αἴτιον εἶναί τι ἐπ’ ἄπειρον ὄντων ἐπὶ τὸ ἄνω τῶν αἰτίων· καὶ γὰρ οὐκ ἄλλως ἐνῆν ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω δεῖξαι μὴ | οὖσαν ἀπειρίαν τῶν αἰτίων, μὴ κειμένου τινὸς ἀφ’ οὗ δέοι ἢ [*](113) ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω λαμβάνειν. ὥστε εἴπερ μή ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν· εἰ γὰρ εἴη πάντα τὰ ὡς αἴτια λαμβανόμενα τῷ πὰρ ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι τοιοῦτον αἴτια, ἀλλ’ οὐ τῇ φύσει αὐτῶν, εἰ μηδέν ἐστι πρῶτον, οὐδ’ ἄν αἴτιόν τι εἴη τῷ μηδὲν τῶν ὡς αἰτίων λαμβανομένων τῇ οἰκείᾳ φύσει τοιοῦτον εἶναι.

[*](1 γὰρ Ascl.: om. libri 3. 4 post ζητήσεως add. γίνεται ἐπὶ τὸ ἄνω ὁδεύουσιν LF 4 καὶ γὰρ—αἴτιον (13) om. LF 7 ἐν τῇ—πρότερον (8) MS: om. Α τοῦ οὖ αἴτιον] ne causa quidem sumi potest S: inde οὑδέ τι αἴτιον coni. Brandis 8 “ante ἄλλου adde ἄλλο e S” Bonitz 12. 13 θατέρου coni. Bonitz 21 πρόοδος τῆς τῶν αἰτίων. δείκνυται LF 22 ἐκ τούτων τῶν αἰτίων αἴτιον, διὰ τὸ παντὸς τοῦ ληφθέντος αἴτιον ἐπὶ (23) LF 23. 24 αὐτὸς δὲ—λαμβάνειν (28) om. LF 27 δέοι cum c. S Bonitz: δέει Α 29 xoj Brandis Bonitz: τὸ Α 30 τοιοῦτον Α: τοιαῦτα vel τοιούτοις coni. Bonitz 32 post εἶναι add. τῷ· παρ’ ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι αἴτιον, ἀλλ’ οὐκ ἐκ τῆς αὐτοῦ φύσεως LF omissis ὅλως (28) — πρῶτον (31))
153
[*](p. 994a19)

Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τ’ εἰς ἄπειρον προϊεναι ἔχοντος του ἄνω ἀρχήν.

Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν αὐτὸ αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. εἰ γὰρ οὕτως γένοιτο ὥστε ταὐτὸν πάλιν τι γενέσθαι τῶν ἐφθακότων γενέσθαι, ἀνακάμπτοι ἂν καὶ οὐκ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ αἴτια προίοι· τῶν γὰρ αὐτῶν κατ’ εἶδος τὰ αὐτὰ αἴτια τῷ εἴδει. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ ἐπὶ τῆς ὕλης παραδείγματος, εἰπὼν ὥστε ἔκπυρός μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσ·θαι γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. ἔχει μὲν οὖν ἡ λέξις δι’ ὧν τὸ προκείμενον δείκνυσιν ἀσάφειαν, τὸ δ’ οὖν λεγόμενον δι’ αὐτῆς ὡς συνελόντα εἰπεῖν τοιοῦτόν ἐστιν. λαβὼν διχῶς λέγεσθαι γίγνεσθαι καὶ γεγονέναι τόδε ἐκ τοῦδε· ἢ γὰρ ὡς ἐκ τοῦ γιγνομένου ἤδη καὶ ἐπιτελουμένου τὸ γεγονὸς καὶ τὸ τετελεσμένον ὡς εἰς τὴν οἰκείαν προϊόντων τελειότητα κατὰ τὴν ἐν αὐτοῖς μεταβολήν· οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίγνεται, καὶ ἔστιν αὕτη μὲν ἡ γένεσις κατ’ αὔξησιν· ἀλλὰ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, αὕτη κατ’ ἀλλοίωσιν· καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν, αὕτη κατ’ εἶδος ἡ μεταβολή· τελειότης γάρ. τοιαύτη καὶ ἡ ἐκ τοῦ πρωὶ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρθρος προιὼν ἐπὶ τὴν ἡμέραν, καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει. τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γιγνομένου γίγνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος καὶ. ὄντος τινὸς ἀτελοῦς δὲ καὶ διὰ τοῦτο γιγνομένου γίγνεται· γεγονότος γὰρ ἤδη καὶ ὄντος τινὸς ἡ εἰς τὸ τέλειον πρόοδος. ἡ δέ τις | γένεσίς ἐστιν [*](114) ἐκ τοῦ μηδέπω ὄντος εἰς τὸ εἶναι τόδε τι μεταβολή, ὡς λέγεται γίγνεσθαι ἐξ ὕδατος ἀήρ, ἣν λέγει πάλιν ἐκ τῆς γενέσεως, ὅτι τὸ οὕτως γιγνόμενον [*](1. 2 ἰέναι Metaph. vulg. 3 δείξας—νῦν (5) om. LF 9 γενέσθαι (post τι) Α1LFS: γένος Α2 ἐφθακότων LFS Bonitz: ἐφθαρκότων Α 17 καὶ τὸ—ὡς εἰς LF: ὡς καὶ τὸ τετελεσμένον τὸ καὶ εἰς Α: ὡς καὶ τ. τ. ἐκ τῶν εἰς e S coni. Bonitz 21 ὁ νοῶν] τὸ νοοῦν LF 25 ἀτελοῦς δὲ—ὄντος τινὸς ἡ (26) LF Ascl.: om. Α 28 ἣν—τε καὶ (p. 154,1) M: om. Α) [*](ALT. REC. GR. DISCR. 11. 12 παραδείγματος, λαμβάνων (λαμβάνον L) τὸ γινόμενον διαφέρον κατ’ εἷδος τοῦ ἐξ γίνεται, εἰπὼν ὥστε ἐκ πυρός L 13 εἴδους· εἰ γὰρ ἀνακάμπτοι, οὐκ ἐπ’ ἄπειρον ἡ τῶν αἰτίων πρόοδος· τῶν γὰρ αὐτῶν κατ’ εἶδος τὰ αὐτὰ αἴτια τῷ εἴδει. διχῶς γὰρ γίνεται. διὰ τούτου δείκνυσι μὴ εἶναι δυνατὸν ἐπ’ ἄπειρον ἐπὶ τὸ κάτω τὴν τῶν αἰτίων πρόοδον γίνεσθαι. ἔχει δέ τι ἀσαφὲς ἡ λέξις αὕτη, ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὡς συνελόντι εἰπεῖν. λαβὼν (15) L)

154
οὐ γεγονὸς ἢ προυπάρχον τε καὶ γιγνόμενον γίγνεται καὶ τελειοῦται, ἀλλ’ ἔστιν ἐξ αὐτῆς τῆς γενέσεως γιγνόμενον, οὐκ ὂν πρὸ τοῦ. καὶ γὰρ ἐκ τοῦ μηδ’ ὅλως εἶναι εἰς τὸ εἶναι μεταβολὴ ἡ κυρίως γένεσις, ἥτις γίγνεται ἐκ τῆς τοῦ προϋπάρχοντος φθορᾶς· γίγνεται γὰρ ὁ ἀὴρ ἐκ τοὐ ὕδατος, οὐ τοῦ ὕδατος γιγνομένου ἀέρος, ἀλλ’ ἐκ φθορᾶς ὕδατος καὶ μεταβολῆς τοιαύτης. εἰς δύο τούτους τοὺς τρόπους εὑρὼν διαιρούμενον τὸ ἔκ τινος εἴς τι μεταβάλλον καὶ γιγνόμενο.ν ὡς ἐξ αἰτίου τινὸς καὶ ὑποκειμένου (παρῃτήσατο γὰρ τὸ σημαίνεσθαι καὶ αὐτὸ δυνάμενον ἐκ τῆς λέξεως τῆς ἐκ τοῦδε γίγνεσθαι λεγούσης· ἔστι δὲ τοῦτο τὸ τόδε μετὰ τόδε· λέγεται γὰρ ἐξ Ἰσθμίων Ὀλύμπια ἢ ἀνάπαλιν, ὅτι γίγνεται μετὰ Ἴσθμια Ὀλύμπια ἢ μετὰ Ὀλύμπια Ἴσθμια· οὐχ ὡς ἐξ αἰτίου γιγνομένου τοῦ ἑτέρου λέγεται ἐπὶ τῶν οὕτω γιγνομένων ἐκ τοῦδε τόδε γίγνεσθαι, διὸ τὸ σημαινόμενον παρῃτήσατο τοῦτο· περὶ γὰρ αἰτίων καὶ τῶν ἐξ αἰτίων γινομένων ὁ λόγος ἐστὶν αὐτῷ, ταῦτα δὲ μόνον χρόνου τάξιν τινὰ σημαίνει· οὐ γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει ἢ συντελεῖ τι), λαβὼν δὴ τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γιγνεται, δείκνυσι κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην γενέσθαι τὴν πρόοδον. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίγνεσθαι ἐκ τῆς γενέσεως γίγνεσθαι λέγει, οὐκ ἐκ τοῦ γενομένου ἤδη καὶ ὄντος. ἃ καὶ ἀνακάμπτει εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίγνεται, καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸ αὐτοῖς τὸ ὑποκείμενόν τε καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα δῆλον ὅτι μὴ ἐπ’ ἄπειρον πρόεισιν· ἐπὶ γὰρ ταὐτὸν αὐτοῖς ἐπάνοδος. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γιγνομένου μεταβάλλοντα, εἴτε κατ’ αὔξησιν εἴτε κατ’ ἀλλοίωσιν [*](1 γεγονὸς ἤδη καὶ προυπάρχον γίγνεται καὶ προβαίνει ἐπὶ τὸ τέλος, ἀλλ’ LF 2 καὶ LF: οὐ A: ἡ coni. Bonitz 4 φθορᾶς, ὡς ἀὴρ ἐκ τῆς φθορᾶς γίνεται τοῦ ὕδατος, οὐκ αὐτοῦ τοῦ LF 5 τοιαύτης μεταβολῆς. εὑρὼν δὲ διαιρούμενον τὸ ἔκ τινος εἴς τι (6) LF 6 δύο—τρόπους Brandis Bonitz: δύο τούτους τοὺς δύο τρόπους AM 11 οὐχ] οὐ γὰρ e S coni. Bonitz 11. 12 ἐπὶ τῶν M: ἐπὶ τοῖς A 17 δυνάμενον Α 18. 19 ἐκ τῆς γενέσεως γίγνεσθαι LFS: οm. Α) [*](ALT. REC. GR. DISCR. 7 ὑποκειμένου· τὸ γὰρ ἐξ Ἰσθμίων Ὀλύμπια γίνεσθαι ἡ ἐξ Ὀλυμπίων Ἴσυμια οὐχ ὡς ἐξ αἰτίου ἐξ ἀλλήλων ταῦτα γίνεσθαι λέγεται, ἀλλὰ κατὰ χρόνου μόνου τάξιν τινά· οὐ γὰρ θάτερον αὐτῶν (14) LF 15 μεταβάλλει ἡ συντελεῖ τι τὸ ἕτερον εἰς τὴν τοῦ ἑτέρου γένεσιν· ὅθεν τὸ τοιοῦτον τόδε ἐκ τοῦδε παρῃτήσατο. περὶ γὰρ αἰτιῶν ποιεῖται τὴν ζήτησιν καὶ τὴν θεωρίαν καὶ τῶν ἐξ αἰτιῶν γινομένων, ἀλλ’ οὐ περὶ τῶν ἁπλῶς ἔκ τινος λεγομένων. ὅθεν τοὺς δύο τρόπους μόνους τοὺς προρρηθέντας λαβών, καθ’ οὓς κατὰ μεταβολήν (16) LF 19 οὐκ ἐκ τοῦ γινομένου ἤδη καὶ ὄντος, οἷον κατὰ φθορὰν τοῦ ὕδατος ἐξ αὐτοῦ ὁ ἀὴρ λέγεται γίνεσθαι, καὶ αὖθις κατὰ φθορὰν τοῦ ἀέρος ὕδωρ ἐξ αὐτοῦ γίνεται. ἀνακάμπτει γὰρ εἰς ἄλληλα διὰ τὸ τὸ αὐτὸ εἶναι τὸ ὑποκείμενον αὐτοῖς <καὶ>τὴν ὕλην. τὰ δὲ ἀνακάμπτοντα δηλονότι οὐκ ἄπειρον πρόεισιν· εἰς ἄλληλα γὰρ [αὐτά] ἐστιν ἡ ἐπάνοδος αὐτῶν· τὰ δὲ ἐκ τοῦ (23) LF 24 εἴτε κατ’ αὔξησιν, ὡς ἐπὶ τοῦ παιδός, ἡ κατὰ ἀλλοίωσιν, ὡς ἐπὶ τοῦ μανθάνοντος, εἴτε κατὰ τὴν κατ’ εἶδος τελειότητα, ὡς ἀπὸ τοῦ μὴ νοοῦντος τὸ νοοῦν ἢ ἀπὸ τοῦ)
155
εἴτε τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἡ πρόοδος αὐτοῖς ἀπὸ τῶν μεταξύ. τῶν μὲν οὖν οὕτως γιγνομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τι ἔστιν ὃ γίγνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γιγνομένη πρόοδος αὐτῶν ἑκάστου. τῶν δὲ κατὰ φθορὰν γιγνομένων θατέρου ὁρῶμεν ἀνακαμπτουσαν τὴν γένεσιν· ἡ γὰρ τοῦ ἑτέρου φθορὰ | τοῦ ἑτέρου γένεσίς ἐστιν. εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον [*](115) πρόεισι κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ οὕτως αἴτια. εἰ δὲ μήτε ἐπὶ τῶν οὕτως γιγνομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίγνεται ἄλλο ἄλλου αἴτιον κατ’ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίγνεται, οὐδ’ ὅλως ἂν εἴη ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γιγνόμενον.

[*](p. 994a25)

Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γενέσθαι φαμέν.

Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδειγμάτων, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίγνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίγνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, ἴδιον ἔχει τὸ ἐκ τοῦ γιγνομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ παιδὸς γεγονεν ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται, καὶ αὐτοῦ γιγνομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου. ὁμοίως δὲ καὶ ὁ μεμαθηκὼς ἐκ τοὺ μανθάνοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁμοίως τούτῳ καὶ ὁ νοῶν· γένεσις γὰρ ἡ κατὰ τὴν τελειότητα καὶ ἡ εἰς τὸ νοεῖν μεταβολή. καὶ εἴη ἄν οὕτως τὸ νοούμενον εἶδός τε καὶ τελειότης τοῦ νοοῦντος, τοῦ νοῦ· πάντα γὰρ τὰ οὕτως ἔκ τινὸς γιγνόμενα ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται σωζομένου καὶ εἰς τελειότητα μεταβάλλοντος γίνεται. εἰπὼν δὲ ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονός, προσέθηκε τὸ ἢ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον οὐχ ὡς ἄλλο τι σημαινόμενον, ἀλλ’ ὅτι τὸ αὐτὸ ἀμφοτέρως εἰπεῖν ἔστιν. τὸ γὰρ οὕτως γεγονὸς ἐκ τοῦ γιγνομένου καὶ ὄντος ἤδη γέγονε, καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γιγνόμενον τὸ ἐπιτελούμενόν ἐστιν. εἰ- [*](2 οὕτως—μεταξὺ (3) LF coni. Bonitz: οὕτως γιγνομένων εἰς τὸ μεταξύ· τῶν μὲν οὖν οὕτως ὡς τῶν μεταξύ Α 5 τῶν δὲ—αἴτια (8) om. LF 8. 9 τῶν οὕτως LFS: τῶν οὐ Α 9 μήτε ἐπὶ τῶν. κατὰ φθορὰν ἀλλήλων ἐξ ἀλλήλων γινομένων ἐπ’ ἄπειρον LF ἄλλη ἄλλου Α 10 μόνως μόνου F) δὲ κατὰ τοὺς δύο τούτους τρόπους ἄλλο LF 12 Ὡς μὲν οὖν—τέλος τί ἐστιν (p. 157,37) om. L: usque ad στέρησις (p. 159,27) om. F 12 γίγνεσθαι Metapb. vulg. 16 ὡς M: om. A 21 ὁ—καὶ M: om. A 22 ὁμοίως—τελειότητα (23) M: om. Α 25 ὑπομένοντος om. S) [*](ALT. REC. GR. DISCR. πρωὶ ἡ ἡμέρα, οὐκ ἀνακάμπτει μὲν [γὰρ ταῦτα add. F] εἰς ἄλληλα· οὐδὲ γὰρ ἐκ ἀνδρὸς γίνεται [ἐπειδὴ—οὐ γίνεται F] παῖς οὔτε ἐκ τοῦ μανθάνοντος μὴ μανθάνων οὐδὲ ἐκ τοῦ νοοῦντος μὴ νοῶν· ἐπὶ δὲ τὸ τελειωθῆναι (2) LF)

156
πὼν δὲ οὕτω γίγνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γιγνομένου, δείκνυσι καὶ ὅτι ἔστι τὸ γιγνόμενον μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὗτε μὴ ὄν ἐστιν οὔτε ὂν ἤδη (διὰ γὰρ γενέσεως νέσεως ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γιγνόμενον, οὗ ἐστιν ἡ γένεσις, πρ·ός τε τὸ ἀπλῶς ὂν καὶ τὸ ἁπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. καὶ δεικνύοι δ’ ἄν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίγνεσθαι καὶ ἔκ τινος μεταξύ. ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίγνεται τὰ οὕτως γιγνόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γιγνομένου γιγνόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίγνεται· μεταξὺ γὰρ τὸ γιγνόμενον | τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. [*](116) πῇ γὰρ ὂν τὸ γιγνόμενον ἤδη καὶ πῇ μὴ ὄν, οὔτε δὲ ἁπλῶς ὅν, ὅτι μὴ τέλειον (τὸ γὰρ ὂν τέλειόν τι ἤδη), οὔτε ἁπλῶς μὴ ὄν· διὸ μεταξύ τι τῆς ἀντιφάσεως· τὸ γὰρ πῇ ὂν καὶ αὐτὸ ὄν. πῶς δὲ τὰ οὕτως ἔκ τινος γιγνόμενα ἐκ τοῦ γιγνομένου ἐπιτελεῖται, ἐπεδήλωσε παραθέμενος τὸν μανθάνοντα. ὁ γὰρ μανθάνων ἐστὶν ὁ γιγνόμενος ἐπιστήμων, ὃς ἐκ τοῦ μανθάνοντος οὕτως γίγνεται, ὅτι ὁ μανθάνων γίγνεται καὶ ὑπομένων πρόεισιν ἐπὶ τὸ ἐπίστασθαι, ἥτις ἐστὶν τελειότης τοῦ μανθάνοντος· οὐ γὰρ ἁπλῶς ὁ μανθάνων γίγνεται, ἀλλ’ ἐπιστήμων. ἢ καὶ αὐτὸ τὸ μανθάνειν μεταξύ ἐστι τοῦ ἐπίστασθαι, ὃ κυρίως ὄν, καὶ τῆς τελείας ἀμαθίας, ὃ εἴη ἄν ἀπλῶς μὴ ὄν. τὰ δὴ τοῦτον τὸν τρόπον ἔκ τινος γιγνόμενα ἐκ τοῦ μεταξὺ τοῦ τε ὄντος ἤδη καὶ τοῦ μὴ ὄντος γίγνεται.

[*](p. 994a30)

Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου.

ἐπὶ τὸ ἕτερον σημαινόμενον τῶν ἐκ τῆς διαιρέσεως μετελήλυθεν, αὐτὸ τιθεὶς καὶ αὐτοῦ παράδειγμα τὸ ὡς ἐξ ἀέρος ὕδωρ γίγνεται. καὶ ὅτι μὴ ὁμοίως ὡς ἐκ μανθάνοντος ὁ ἐπιστήμων, μηδὲ ἐκ τοῦ μεταξύ, δείκνυσι· φθειρομένου γὰρ τοῦ ἑτέρου λέγεται γίγνεσθαι ἡ γένεσις τοῦ γιγνομένου, ἀλλ’ οὐχ ὑπομένοντος καὶ τελειουμένου. διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα, τὰ κατὰ τὸ πρῶτον σημαινόμενον γιγνόμενα, ἦν δὲ τὰ κατὰ τὸ τελειοῦσθαι· οὐ γὰρ ἀνακάμπτει ταῦτα ὥστε γίγνεσθαι ἐκ παιδὸς ἄνδρα καὶ πάλιν ἐξ ἀνδρὸς παῖδα, ὅτι τὸ τέλειον οὐκ ἐπάνεισιν ἐπὶ τὸ ἀτελές. οὗ τὴν αἰτίαν ἀποδιδοὺς εἶπεν οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον, ἀλλὰ μετὰ τὴν γένεσιν, τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθοράς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γιγνόμενον γίγνεται, ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἔξωθεν γιγνόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει· [*](5 ἐκ] ἡ ἐκ Ascl. μεταβολή Α1S Ascl.: μεταβάλλει A2 6 τὸ γιγνόμενον S Ascl.: τοῦ γιγνομένου Α οὖ S Ascl.: om. Α 9 τοῦ τε Ascl.: οὔτε Α 12 οὔτε γὰρ Ascl. 24. 25 legendum videtur αὐτὸς 29 ἀνακάμπτειν Α 33 ἀλλ’ ἐστι μετὰ Metaph. vulg. 36 τῶν ἔξωθεν γιγνόμενα AS: legendum autem cum Ascl. τῶν ἐξ ὧν λέγεται γίγνεσθαι γιγνόμενα)

157
ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα ὑπομένοντα καὶ γιγνόμενα. τὰ δὲ τελειούμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίγνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίγνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ γιγνόμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προιὸν παῖς καὶ ἀνὴρ γίγνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ᾿ ἐκ τοῦ γιγνομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίγνεται. ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίγνεται τὰ οὕτως γιγνόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίγνεται, παρέθετο οὕτως γίγνεσθαι ὡς καὶ ἡμέραν ἐκ τοῦ πρωΐ, διὸ ἐκ μὲν τοῦ πρωὶ ἡμέρα γίγνεται, οὐκέτι δ’ ἐξ ἡμέρας πρωΐ, πρωΐ τὸν ὄρθρον λέγων. ἀτελὲς γὰρ τὸ πρώι· οὐχ ὁμοίως γὰρ ἐκ τοῦ πρωὶ ἡμέρα καὶ ἐξ Ὀλυμπίων Ἴσθμια· ἐπὶ μὲν γὰρ ἐκείνων μόνον τόδε μετὰ τόδε καὶ χρόνου τάξις, οὐκέτι δὲ ὑποκείμενον θατέρου θάτερον· τὸ δὲ πρωὶ ἡμέρα γίγνεται μεταβάλλον καὶ ὑπομένον | καὶ τελειούμενον· ἀτελὴς γὰρ ἡμέρα [*](117) τὸ πρωί τῷ μηδέπω διηρθρῶσθαι ἐν αὐτῷ τὸ ἡμερήσιον φῶς, ἀλλ’ ἔτι ἀμυδρὸν εἶναι. τὸ δὲ ὅτι μετὰ τοῦτο εἶπεν, ὅτι γενόμενος ὁ ὄρθρος μετὰ ταῦτα αὐτὸς τελειούμενος ἡμέρα γίγνεται. εἰπὼν δὲ τὰ οὕτως γιγνόμενα μὴ ἀνακάμπτειν εἰς ἄλληλα, ὡς καὶ ἐκ τῶν παραδειγμάτων δῆλον καὶ ἐκ τῆς ῥηθείσης αἰτίας, λέγει περὶ τῶν κατὰ φθοράν τινων ἐξ αὐτῶν λεγομένων γίγνεσθαι, ἃ εἶπεν ἐκ τῆς γενέσεως γίγνεσθαι, ὅτι ταῦτα ἀνακάμπτει εἰς ἄλληλα. ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτως ἐξ ἀέρος ὕδωρ· οὐ γάρ ἐστι θατέρου θάτερον τέλος, ἀλλ’ ἐστὶ πάντα τὰ τοιαῦτα, ὅσα ἐκ τῆς γενέσεως γίγνεται, οἰκείαν μέν τινα ἔχοντα τελειότητα, κοινὴν δὲ ὕλην ἐπίσης αὐτῶν δεκτικήν. ὅτι δὲ τὰ οὕτω γιγνόμενα ἀνακάμπτει εἰς ἄλληλα, δῆλον καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τοῦ μὴ εἶναι ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος τῶν σωμάτων διαφοράν, ἥτις ἦν ἂν εἰ ἐπ’ ἄπειρον τοῦτον τὸν τρό- πον ἄλλο ἐξ ἄλλου ἐγίγνετο.

[*](p. 994b4)

Τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι.

Τῶν ἐκ τῶν μεταξὺ γιγνομένων καὶ οὐκ ἐκ τῆς γενέσεως, ἃ μὲν ἤδη ἔστιν· ὄντα, λέγει, ὡς ἐγίγνετο τὰ τελειούμενα· τούτων γὰρ τέλος τι ἔστιν ἃ ὄντα ἤδη τινά ἐστι μεταξύ. ταῦτα μὲν διὰ τοῦτο οὐκ εἰς ἄπειρον ἔχει τὴν ἐπὶ τὸ κάτω γένεσιν, ὅτι ἔχει τι τέλος ἐφ’ ὃ διὰ τῶν μεταξὺ πρόεισι· τὰ δὲ διὰ τὸ εἰς Μήλα ἀνακάμπτειν. καὶ προσέθηκε τὸ ἡ γὰρ θατέρου φθορὰ ἑτέρου γένεσίς ἐστιν. δέδεικται δὲ τοῦτο ἐν Φυσικῇ ἀκροάσει. δύναται καὶ τὸ τῶν μὲν γὰρ ὄντων μεταξὺ εἰρηκέναι ὡς ἴσον τῷ ἐφ’ ὧν μὲν γὰρ ὄντων τινῶν μεταξύ, τούτων μεταξὺ τέλος τί ἐστιν.

[*](1 οὐκ S Ascl.: om. A 11 τὸ Μ: τῷ Α 29 ἃ Μ: om. A θατέρου γένεσις Metaph. et infra (p. 159,10) Α 34. 35 ἐν τῇ Φυσικῇ ἀκροάσει] A 7)
158
[*](p. 994b6)

Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὄν φθαρῆναι· ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι.

Δείξας κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα τὰ αἴτια εἶναι, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου τῶν αἰτίων ἰδίᾳ δείκνυσιν ὅτι μὴ ἐπ’ ἄπειρόν τι αὐτῶν. εἶναι οἷόν τε, καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστιν. συγχρῆται δὲ εἰς τὴν δεῖξιν τοῦ μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια τῷ τὸ πρῶτον ὑποκείμενον ἀίδιον εἶναι· εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ ἐξ οὗ ὑποκειμένου ἐγίγνετο, οὕτως δὲ οὐκέτ’ ἄν πρῶτον ἦν· ἐπεὶ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον γίγνεται τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίγνεταί τι, οὐκ ἔστι τοῦτο τὸ πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶιον ὑποκείμενον ἀίδιον. οὐκ ἄρα ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό [τι] καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, τοῦτο ἀίδιον εἶναι· κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται (ὅτι γὰρ τὸ αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γιγνομένων, | τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον), καθ’ αὑτὴν δὲ ἄφθαρτος. [*](118) φθείροιτο δ’ ἂν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γιγνομένοις. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ὁ λέγων ἄπειρον ἐπὶ τὸ ἄνω ἄλλο ἄλλου ὕλην γίγνεσθαι, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶιον ὑποκείμενον, ὃ ἀνάγκη ἀίδιον εἶναι εἴ γε τούτῳ μηκέτι ἄλλο ὑπόκειται· οὐ γὰρ ἐπ’ ἄπειρον εἰς τὸ ἄνω τὰ αἴτια. τοῦτο δὴ λέγοι ἂν φθείρεσθαι, εἰ μὴ πᾶσιν αὐτὸ ὑποκεῖσθαι λέγοι τοῖς γιγνομένοις, ταὐτὸν μένον, ἀλλὰ λέγοι κατὰ φθορὰν τοὐ ὑποκειμένου τὸ μετ’ [*](1 πρῶτον ἀίδιον LF Metaph. vulg.: πρῶτον αἴτιον ἀίδιον Α, qui tamen infra p. 159,7 αἴτιον omittit 9 ἐγένετο S: ἐγίνετο AL 13 ἀίδιον, εἴ γε ὄν τε πρῶτον. οὐκ ἄρα L ἴσον τῷ M: ἴσον τὸ Α 15 τι (post αὑτό) ALF Ascl.: del. Bouitz 25. p. 159,1 τὸ μετ’ αὐτὸ—ἀίδιον] verba corrupta: τὸ μετ’ αὐτό. εἰ γὰρ φθαρέντος αὐτοῦ τὸ ἐξ αὐτοῦ ἐγένετο, οὐκ ἀίδιον coni. Bonitz) [*](ALT. REC. GR. DISCR. 4 Δείξας κοινῶς πρότερον ὅτι ἀδύνατον ἡ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω ἄπειρα τὰ αἴτια εἶναι, νῦν ἰδίᾳ δείκνυσιν ὅτι μὴ οἶόν τε ἐπ’ ἄπειρόν τι αὐτῶν εἶναι· καὶ (6) L 8 δεῖξιν τούτου τῷ μὴ εἶναι ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον τὰ αἴτια, 5 φθάσας ἤδη πρότερον ἔδειξεν. τούτου γὰρ οὕτως ἔχοντος ἀνάγκη τὸ πρῶτον ὑποκείμενον ἀίδιον εἶναι. εἰ γὰρ ἐγίνετο, ἀνάγκη τι εἶναι ἐξ οὗ ὑποκειμένου ἐγίνετο· οὕτω δὲ οὐκ ἄν ἦν πρῶτον. ἐπεὶ γὰρ μὴ τοῦτο, ἀίδιον καὶ ἀγέννητον γίνεται τὸ ἐξ οὖ φθειρομένου γίνεταί τι. οὐκ ἔστιν ἄρα τοῦτο τὸ (12) L 16 ἀίδιον εἶναι. ἡ γὰρ ὕλη κατὰ συμβεβηκὸς φθείρεται τῷ τὴν στέρησιν ἐπισυμβαίνουσαν ταύτῃ ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γενομένων φθείρεσθαι· καθ’ αὑτὸ γὰρ ἡ στέρησις φθείρεται, ἡ δὲ ὕλη ἄφθαρτός ἐστι καθ’ αὑτό. ἐφθείρετο δ’ ἄν καθ’ αὑτὴν ἡ ὕλη, εἰ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλης ὕλης ἐγίγνετο, καὶ μὴ πᾶσι τοῖς γιγνομένοις ἡ αὐτὴ καὶ μία ἦν ὑποκειμένη. εἰ οὖν οὐκ ἔστιν ἐπὶ τὸ ἄνω ἐπ’ ἄπειρον προιόντα τὰ αἴτια ἀλλ’ ἵσταται, δεῖ τι ἄρξασθαι (p. 159,2) L)

159
αὐτὸ † ὑποκείμενον φθαρέντος αὐτοῦ τὸ ἐξ αὐτοῦ ἐγένετο οὐκ ἀίδιον. εἰ γὰρ ἵσταται ἐπὶ τὸ ἄνω τὰ αἴτια, δεῖ τι ἄρξασθαι καὶ πρῶτόν γε ἐκ τῆς ὕλης τῆς πρώτης γενέσθαι· εἰ δὲ φθειρομένης αὐτῆς γίγνεται, οὔτε ἀίδιος ἡ κίνησις εἴη, οὔτε ἔτι πρώτη καὶ ἀίδιος αὐτὴ ἄν εἴη ἡ πᾶσιν ὑποκειμένη πρώτη. καὶ οὐκ ἐπ’ ἄπειρον ἄρα ἡ ὑλικὴ αἰτία εἰς τὸ ἄνω πρόεισιν. ἔστι γὰρ σφόδρα συντόμως τὸ εἰρημένον. εἰπὼν γὰρ ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι, τὸ δεικτικὸν τοῦ εἶναι τὸ πρῶτον ἀίδιον παρέθετο ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, οὐκέτι προσθεὶς τὸ διὰ τοῦτο τὸ πρῶιον ὑποκείμενον ἀίδιον. ἢ εἰπὼν τὰ δὲ εἰς ἄλληλα ἀνακάμπτει·. ἡ γὰρ θατέρου φθορὰ θατέρου γένεσίς ἐστιν, ἐπιστώσατο τοῦτο διὰ τοῦ τὸ πρῶτον ὑποκείμενον, ὅ ἐστιν ἡ κυρίως ὕλη, δεῖξαι ἀίδιον ὄν· φθείροιτο γὰρ ἄν, εἰ μὴ ὑπομένοι καὶ σώζοιτο ἐν πᾶσι τοῖς γιγνομένοις, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτοῦ φθειρομένου αὐτοῦ γίγνοιτο, καὶ πάλιν οὕτω τὰ ἐκ τούτων, καὶ ἐπ’ ἄπειρον τοῦτον τὸν τρόπον ἡ· ὑλικὴ αἰτία ἐπὶ τὸ κάτω προΐοι, εἰ δὲ τοῦτο ἄτοπον (δεῖ εἶναί τι τὸ πρῶτον ὑποκείμενον, ὡς δέδεικται, καὶ τοῦτο ἐν πᾶσι τοῖς γιγνομένοις ἄφθαρτον μένον ἐνυπάρχειν), οὕτως οὖν ἔχοντος εἰς ἄλληλα ἂν τὰ ἐξ αὐτοῦ γιγνόμενα ἀνακάμπτοι, ὡς τὴν θατέρου φθορὰν θατέρου γένεσιν εἶναι. ἐν ᾧ γὰρ ἂν ἐνυπάρχοι τῶν ἐξ αὐτῆς γιγνομένων, φυλάξει καὶ τὴν τοῦ δύνασθαι πάλιν ἐν τούτῳ γενέσθαι τῷ εἴδει ἐξ οὗ μεταβάλλει δύναμιν. καὶ αὕτη ἔσται εἰς τὰ γιγνόμενα μεταβάλλουσα, ἀλλ’ οὐκ ἀεὶ ἀληθῶς ἐπ’ ἄπειρον ἄλλο ἄλλῳ ὑποκείμενον γίγνεται, | αὐτὴ δὲ μεταβάλλουσα [*](119) εἰς τὰ ἐναντία μεταβάλλει, εἰς ἃ μεταβαλλούσης αὐτῆς ἀνακάμπτοι ἄν ἡ γένεσις. οὐ γὰρ αὐτή ἐστιν ἡ ἐν τῇ μεταβολῇ τῇ εἰς τὴν γένεσιν φθειρομένη (οὐκέτι γὰρ ἂν ἀίδιος εἴη), ἀλλὰ ἄλλο τί ἐστιν ἐξ οὗ αὑτὸ καὶ πρώτως φθειρομένου γίγνεται· τοῦτο δὲ ἐδείχθη ἐν τῷ Α τῆς Φυσικῆς ἡ στέρησις. δείξας δὲ ἐπὶ τῆς ὕλης ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον εἰς τὸ κάτω τὰ ὑλικὰ αἴτια προϊέναι, ἑξῆς δείκνυσι πάλιν τὸ αὐτὸ ἐπὶ τοῦ τελικοῦ αἰτίου. λέγει δὲ ἐπεὶ δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ [*](3 οὔτε ἀίδιος S Brandis Bonitz: οὔτε οὐκ ἀίδιος Α 6 συντόμως LS Bonitz: συντόνως Α τὸ omittendum vel mutandum in τοῦτο censet Bonitz 7 ὂν om. L τὸ (ante δεικτικὸν) Brandis Bonitz: om. AL δεκτικὸν L 8 ante ἐπεὶ add. τῷ L 9 ἡ εἰπὼν—στέρησις (27) om. L 12 φθείροιτο Bonitz: φθείρηται Α 19 ἐνυπάρχῃ coni. Bonitz 21 δύναμιν e S add. Bonitz ἔσται ἡ εἰς coni. Bonitz 24 οὐ cum S Brandis: καὶ AM 26. 27 ἐν τῷ Α τῆς Φυσικῆς] Α 7 29 λέγει Brandis Bonitz: λέγοι AM) [*](ALT. REC. GR. DISCR. 3 γενέσθαι· εἰ μὴ γὰρ γένηταί τι πρῶτον ἐκ τοιούτου ὑποκειμένου, ὁ ἀίδιόν ἐστιν, οὐκέτι ἄν οὐδὲ ἐπὶ τὸ ἄνω σταίη τὰ αἴτια. εἰ γὰρ μὴ ἐστι τὸ πρῶτον λαβεῖν, οὐδὲ τὸ μετ’ ἐκεῖνο. οὐκ ἄρα ἐπ’ ἄπειρον ἡ αἰτία αἰτία εἰς τὸ κάτω πρόεισι. σφόδρα δὲ συντόμως εἴρηται. εἰπὼν γὰρ ἅμα δὲ ἀδύνατον (7) L 29 τοῦ τελικοῦ αἰτίου, τὸ [δὲ] μηδε τὸ τοιοῦτον ἄπειρον προϊέναι, ὥστε τᾶν τὸ γινόμενον δι᾿ ἕτερόν τι γίνεσθαι, καί φησιν ἐπεὶ δὲ τὸ οὐ ἕνεκα LF)
160
μὴ ἄλλου ἕνεκα. ἔστι δὲ ὃ λέγει τοιοῦτον. εἰ ἔστι τι οὗ ἕνεκα καὶ τὸ τελικὸν αἴτιον, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τοῦ οὕτως αἰτίου· ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός, τὸ δὲ τοιοῦτον ἐσχατον. ὥστε εἰ μὲν ἔστιν ἔσχατον αἴτιον ἐν τοῖς φύσει γιγνομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δέ ἐστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γιγνομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γιγνομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γιγνομένων· τὸ γὰρ οὗ ἕνεκεν τὰ ἄλλα γίγνεται τὸ ἀγαθόν. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν. οὗ πάντα ἐφίεται. ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γιγνομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὔτε γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν τι καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τὸ τέλος ἄξειν αὐτό. ὥστε εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος καὶ τὸ τοιοῦτον αἴτιον, εἰ τοῦτο μὴ εἴη, οὐκ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ κατὰ νοῦν γιγνόμενα ἕνεκά τινος γίγνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται, οὐκ ἄν κατὰ νοῦν τι ἢ φύσιν γίγνοιτο. ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἄν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τέλος τι πάντων τῶν πρακτῶν, ἀλλ’ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίγνοιτο.

[*](p. 994b13)

Καίτοι οὐθεὶς ἄν ἐγχειρήσειεν.

Διὰ τῆς ἐναργείας ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστῳ τῶν γιγνομένων τέλος ὡρισμένον, οὐκ ἄν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προίοι. συστήσας δὲ τὸ εἶναι κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας, ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπ’ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα.

[*](p. 994b16)

Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ.

Δείκνυσι καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας (τοῦτο γάρ ἐστι τὸ τί εἶναι) μὴ γιγνομένην ἐπ’ ἄπειρον τὴν πρόοδον ὡς ἀεὶ τοῦ ληφθέντος εἴ- [*](12 ὥστε—ἐστίν (13) om. LF 13 γινομένοις LF: γινόμενα Α 14 ἄξειν LFS Ascl.: αὔξειν Α 15 τοιοῦτον LFS Ascl.: τοιούτων Α τοῦτο om. LF Ascl. 16 οὐδ’ ἄν LF Ascl. 18 γιγνόμενα—καὶ κατὰ νοῦν (19) MS: om. ALF Ascl. post οὗ ἕνεκα add. τὰ Bonitz 20 ἐν τοῖς Ἠθικοῖς] Eth. Nicom. Α 1 p. 1094a21 23 ἐναργείας οὖν ἔδειξεν LF αἰτίαν LF: αἰτίων Α 25. 26 συστησάμενος οὖν τὸ εἶναι τὴν κατὰ LF 26 μεταβαλὼν LF 30 τί M: om. Α) ALT. REC. GE. DISCR. [*](30 Δείξας ὅτι οὐκ ἔστιν ἄπειρον τὸ ποιητικὸν ὁμοίως οὕτε τὸ ὑλικόν, ἔπειτα ὅτι οὐδὲ τὸ)

161
δοὺς καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς [*](120) τοῦ ὁριστοῦ τῷ λόγῳ πλεονάζειν· οὐ γάρ ἐστι τῇ λέξει ἴσον ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. ἕκαστον δὲ ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. δοκεῖ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προσθεῖναι· εἰ γὰρ ὁ μὲν πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον ἄν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὐ δὴ οἷόν τε ἀεὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζώου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἄν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὡρίζετο, ἔλαττον ἀποδώσει τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. ἐφ’ ὧν οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὐδ’ ἂν ὁ δεύτερος ἢ ὁ τρίτος ἢ ἄλλος τις εἴη· ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀπο- δοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ [*](2 πλεονάζοντα M: πλεονάζοντι Α 6 ὁ μὲν] legendum cum S Ascl. ὁ ὁρισμὸς; cf. LF 11 προέλθῃ Ascl.: προέλθοι Α) [*](ALT. REC. GR. DISCR. τελικὸν αἴτιον ἔστιν ἐπ’ ἄπειρον, δείκνυσιν αὖθις ὅτι οὐδὲ τὸ εἰδικόν. τό γὰρ εἰδικὸν αἴτιον οὐδὲν ἄλλο ἐστὶν ἡ ὁρισμός οἱ δὲ ὁρισμοὶ τὴν ἰσχὺν ἔχουσιν ἐκ τῶν ἀμέσων προτάσεων. εἰ οὑν ἐπ’ ἄπειρον ὑποθώμεθα εἶναι τοὺς ὁρισμοὺς ἤτοι τὸ εἰδικὸν αἴτιον, οὐκ ἔστιν ἄμεσος πρότασις· εἰ δὲ μὴ ὑπάρχουσιν ἄμεσοι προτάσεις, ἀναιρεθήσεται ἡ δι’ ἀποδείξεως γνῶσις. ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ (Anal. post. A 2) ὅτι μὴ οὔσης προτάσεως ἀναποδείκτου καὶ ἀμέσου οὐδὲν ἔσται ἀποδεικτόν· δεήσει γὰρ πασῶν τῶν προτάσεων ζητεῖν ἡμᾶς ἀποδείξεις, καὶ τοῦτο εἰς ἄπειρον· τὸ δὲ ἄπειρον ἀδιεξίτητον, ὥστε ἀναιρεθήσεται ἡ δι’ ἀποδείξεως γνῶσις, ὡς εἴρηται. ἀλλὰ καὶ ἡ διὰ τῶν ὁρισμῶν, εἴ γε οἱ ὁρισμοὶ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς πράγμασίν εἰσι, τὰ δὲ καθ’ αὐτὰ ὑπάργοντα ἄμεσοί εἰσι προτάσεις, ἀμέσου δὲ προτάσεως μὴ οὔσης οὐδ’ ἂν ὁρισμοὶ εἶεν, ὁρισμῶν δὲ μὴ ὄντων οὑδὲ ἡ τῶν οὐσιῶν ἔστι γνῶσις. καὶ οὕτως ἀναιρεθήσεται πᾶσα γνῶσις, εἰ ἐπ’ ἄπειρον, ὡς εἴρηται, ὑποθώμεθα εἶναι τοὺς ὁρισμούς, ὡς ἀεὶ τοῦ ληφθέντος εἴδους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἷναι· τοῦτο δὲ ἐδήλωσε προσθεὶς (2) L 3 ἴσον ὁ ἄνθρωπος, ὅπερ ἔστιν ὁριστόν, καὶ ζῷον λογικὸν θνητόν τὸ μὲν γὰρ ὁριστὸν μία λέξις, ὁ δὲ ὁρισμὸς τρεῖς, εἰ τύχῃ, ἢ καὶ ἄλλος τις ἀριθμὸς παρὰ τὸ ἓν· ἕκαστον δὲ (4) L 5 ἔχει. ὡς ἄτοπον δὲ τοῦτο ἐπήγαγεν ἤγουν τὸ πλεονάζοντα τῷ λόγῳ· εἰ γὰρ πλεονάζει ὁ ὁρισμὸς τοῦ ὁριστοῦ τῷ λόγῳ, ὡς εἴρηται, ἤτοι τῇ λέξει, ἐπ’ ἄπειρον ἄν οἱ λόγοι (7) L 14 ἐκείνου, ἀλλά τινος τοῦ ἐν τῷ ὁρισμῷ ἀποδοθέντος· οἷον ἀνθρώπου ὁρισ·μός ἐστι τὸ ζῷον πεζὸν δίπουν (παίζων δήπου L) τὸ δὲ [ζῷον] αἰσθητικὸν οὐκέτι ἀνθρώπου ἀλλὰ τοῦ ζῲου, ὃ (ᾧ L) γένος ἐστὶ τοῦ ὁριστοῦ ἤτοι τοῦ ἐφ᾿ ὧν οὖν ὁ πρῶτος ἀποδοθεὶς μὴ ἐστιν ὁρισμός, οὐδ᾿ ἄν ὁ δεύερος ἤ ὁ τρίτος ἥ ἄλλος τις εἴη. ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ προαποδοθέντος ὁρισμοῦ, ἀλλ᾿ οὐ τοῦ πράγματος τοῦ ὁριστοῦ. εἰ οὖν ὁ πρῶτος μή ἐστι τοῦ πράγματος ὁρισμός, οὐδ᾿ ἄν ὁ δεύτερος αὐτοῦ εἴη. καθόλου γὰρ (p. 162,4) L)
162
δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἄν ὁ δεύτερος αὐτοῦ εἴη· ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται. ἦν αὐτοῦ. καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ δεύτερον· τὸ γὰρ δεύτερον πρώτου τινὸς δεύτερον· ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶιος, οὐκ ἄν δεύτερος εἴη. δύναται καὶ τὸ πρῶτον τὸν ἔσχατον εἰρηκέναι· ὁ γὰρ ἔσχατος λόγος καὶ ἡ ἐσχάτη αἰτία καὶ τὸ ἔσχατον εἶδος, μεθ’ ὃ οὐκέτι τὸ διὰ τί ἀπαιτοῦμεν, οὗτος ἂν ὁ κυρίως ὁρισμὸς εἴη, οὗ μὴ ὄντος τῷ ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον, οὐκ ἄν τῶν πρὸ αὐτοῦ τις εἴη. τινὲς ἤκουσαν τοῦ πλεονάζοντα τῷ λόγῳ, ὡς λέγοντος αὐτοῦ, ἀεὶ τῷ πρώτῳ ἀποδοθέντι ὁρισμῷ προστίθεσθαί τι, ὡς πλεονάζειν τὸν δεύτερον τοῦ πρὸ αὐτοῦ κατὰ τὸν λόγον τῷ προστίθεσθαί Τι αὐτῷ, οἷον τοῦ ἀνθρώπου εἰ ὁ μὲν πρῶτος εἴη ζῷον πεζὸν δίπουν, ἄλλον δὲ πάλιν ἄλλο] μετὰ | τοῦτον ἔχοντα ἄλλην τινὰ τῶν προειρημένων διαφορὰν προσκειμένην, [*](121) οἷον τὸ λογικόν, καὶ πάλιν τούτῳ ἄλλην, ὡς εἶναι ἐπ’ ἄπειρον αὐξανόμενον τὸν πρῶτον ἀποδοθέντα ὅρον.

[*](p. 994b20)

Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν.

Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶς καὶ ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχον δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἄν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ’ ἄπειρον, ἀεί τις μέσος ὅρος ἔσται τοὐ τε αἰτίου δι’ οὗ δείκνυται ὑπάρχον τί τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ [*](10 τις εἴη M: om. Α τινὲς ἤκουσαν—ὅρον (16) om. L 11 ἀεὶ MS: εἴη Α 12 πρὸ αὑτοῦ M: om. Α 13 ἄλλο del. Bonitz, sed ne sic quidem verba sana sunt 19 νῦν τὰς ἀμέσους προτάσεις· ἐκ γὰρ τῶν ἀμέσων προτάσεων αἱ ἐπιστῆμαι LF 20. 21 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Α 2 ἀναλυτικοῖς γίνονται, ἀδύνατον LF) [*](ALT. REC. GR. DISCR. 5 τινὸς δεύτερον· τοῦτο γὰρ καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν οὗ δὲ τὸ πρῶτον μὴ έστιν, οὐδὲ τὸ ἐχόμενον, ἐχόμενον εἰπὼν τὸ δεύτερον. δύναται δὲ καὶ τὸν πρῶτον (τῶν πρώτων L) ἔσχατον (6. 7) L 22 ὁρισμὸς τοῦ προκειμένου πράγματος συμπληροῦται· οἷον εἰ τὸ προκείμενον εἴη ἄνθρωπος, ὁ δὲ τούτου ὁρισμὸς τὸ ζῷον πεζὸν δίπουν (δήπου L) ἔκ τε τοῦ ὁρισμοῦ τοῦ ζῴου καὶ τοῦ πεζοῦ καὶ τοῦ δίποδος δεήσει γὰρ πάλιν ἄλλος τις ὁρισμὸς ἑκάστου τούτων τῶν ὁρισμῶν ληφθῆναι, κἀκείνου ἄλλος καὶ τοῦτο. εἰς ἄπειρον. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ (27) LF)

163
διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν. πάλιν. δὲ αὖ τὸ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. τινὲς δὲ ἄτομα ἤκουσαν τὰ καθ’ ἕκαστα, καί φασι τὰς μὲν ἐπιστήμας τότε τὸ ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσιν, εὑρίσκωνται ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμόζοντα. τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν τοῖς καθ’ ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν ἐπ’ ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβανόντων· ἔσχατον μὲν γὰρ τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλ’ οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον.

[*](p. 994b21)

Καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν.

Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα | ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διά [*](122) τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων ἰῆς ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; λέγων τὰ ἐνεργείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένων τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς γε οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διῃρημένην, ἀλλ’ ὅταν νοῶμεν, τὰς τομὰς ἱστῶμεν καὶ παυόμεθα τοῦ [*](21 τούτων c. S Βrandis: ταὐτῶν vel ταὐτὸν Α 22 τε M: τε καὶ A) [*](ALT. REC. GR. DISCR. 1 πάλιν δὲ καὶ αὐτὸ τὸ ζῷον οὐκ ἀμέσως ὑπάρξει [τὸ] ἔμψυχον ἀλλὰ διὰ τὸν ὁρισμὸν ἐμψύχου τῷ ἔχειν ἐν αὑτῷ κινήσεως ἀρχὴν καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, ὥστε αἴτιον εἶναι τὸν τοῦ ζῴου ὁρισμὸν τοῦ (τῷ LF) ὑπάρχειν τὸν ἄνθρωπον ζῷον, καὶ πάλιν ὁ ἐμψύχου ὁρισμὸς τοῦ ὑπάρχειν τὸ ζῷον ἔμψυχον. ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν (τὸν ὁρισμὸν LF) μέσοι ὅροι ἔσονται (4) LF 6 ἀπόδειξις· τοῦτο γὰρ ἐσήμανε διὰ εἰπεῖν καὶ τὸ γινώσκειν οὐκ ἔστιν ἄγνωστα γὰρ τὰ ἐνεργῆ (l. ἐνεργείᾳ) ἄπειρα καὶ ἀπερίληπτα, ὅπερ ἐδήλωσε πάλιν διὰ τοῦ εἰπεῖν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν omissis τινὲς δὲ (6) —μόνον (14) LF 15 οὐ γὰρ ὅμοιον ἐπι τῆς γραμμῆς, ἣ κατὰ τὰς διαιρέσεις μὲν οὐχ ἵσταται.—Εἰπὼν ἄγνωστα εἶναι τὰ ἄπειρα, ἐπεὶ δοκεῖ καὶ· τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομήν, ὅτι οὐκ έστιν ἄγνωστα δείκνυσιν (ἔστι γὰρ αὐτῶν αὐτῆς τῆς ἐπ’ ἄπειρον τομῆς νόησις), καί φησιν ὅτι οὐχ ὅμοιον ἡ ἐν αἰτίοις (23) LF)

164
τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς ἔτι διαιρέσεις· ἀεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γὰρ ἐστι τὸ νόησαι οε οὐκ εστι μὴ στήσαντα· τας γαρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ ὁ διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων καθ’ ὅσον οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἄν διεξέλθοι ὁ οὕτως αὐτὴν διεξιών. εἶπε δὲ ὁ τὴν ἄπειρον διεξι.ὼν ἀντὶ τοῦ ὁ τὴν ἐπ’ ἄπειρον διαιρετήν. ἀλλὰ κατ’ ἀθρόα μόρια δίεισι διὰ τὸ μὴ εἶναι ἐν αὐτῇ ἐνεργεία τὴν ἀπειρίαν ἀλλὰ δυνάμει. ἐπὶ δέ γε τῶν αἰτίων, εἰ ἐπ’ ἄπειρον εἰς τὸ κάτω ἐστὶν ἄλλο ἄλλου αἴτιον, ἀδύνατον ἔσται γνῶσιν τῶν αἰτίων γενέσθαι πάντων, ἄπειρα δὲ γίγνεται τὰ πάντα ἐνεργείᾳ. εἰ δὴ ἤρτηται μὲν ἡ τῶν ὄντων γνῶσις ἐκ τῆς τῶν αἰτίων γνώσεως, ὡς προείρηται, ἄγνωστα δὲ τὰ αἴτια δι’ ἀπειρίαν, ἄγνωστα καὶ τὰ ὧν αἴτια ταῦτα. p. 994b25 Ἀλλὰ καὶ τὴν ὕλην κινουμένην νοεῖν ἀνάγκη. Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται σημεῖον τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἐσχημάτιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδὲ ἐπιστήμην αὐτῆς ἔχομεν· κινουμένῳ γάρ τινι γιγνώσκομεν αὐτήν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς μὲν ὁ Πλατῶν φησί, νόθῳ λογισμῷ γνωστή, ὡς δὲ Ἀριστοτέλης, ἀναλογία γνωστὴ καὶ δοξαστή, ὡς καὶ τοῦτο εἴρηκεν ἐν τοῖς Φυσικοῖς. τὸ αὐτὸ δὲ σημαίνοι ἄν καὶ εἰ εἴη γεγραμμένον ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη. τινὲς δὲ κινουμένην γράφουσι καὶ ἐξηγοῦνται τὴν λέξιν ὅτι οὐκ ἔστιν ἄπειρος ὡς τὰ ἐνεργείᾳ ἄπειρα. διὸ ἐκείνα μὲν ἄγνωστα, αὕτη δὲ ἄπειρος οὖσα καὶ λεγομένη κατὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῇ | τινι νοῆσαι [*](123) τῷ γὰρ μὴ ἔχειν οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβειν καὶ μεταβάλλειν), οὕτω δὴ οὖσα ἄπειρος ὡς διὰ τὸ κινεῖσθαι συνεχῶς λέγεσθαι τοιαύτη νοητή τέ ἐστι καὶ ἐπιστητή· οὐ γὰρ ὁμοίως [*](4 τὰς γὰρ—νοοῦμεν (5) om. S 5 ὁ διεξιὼν LF coni. Bonitz: διεξιὼν Brandis: ὁ ἐξιὼν Α 15 κινουμένην] ἐν κινουμένῳ Metaph. 16 Τοῦ—ἄπειρα (p. 165,27) om. F 17 τὴν ὕλην] τὸ καὶ τὴν ὕλην Ascl. 18 ἔχουσα, ὅθεν οὐδὲ ἐπιστήμην αὐτῆς ἔχομεν (19) L 20 αὐτήν, ἤγουν δόξῃ καὶ οὐκ ἐπιστήμῃ, καὶ ὡς L ὁ Πλάτων] Tim. p. 52 B 22 ἐν τοῖς Φυσικοῖς] A 7 p. 191a8 22. 23 εἰ εἴη cum S Bonitz: εἰ ᾖ Brandis: εἴη AM 27 ἄλλοτε M Ascl. Brandis: ἄλλη τε Α: ἄλλο δὲ καὶ ἄλλο vel ἀλλ’ ἄλλοτε ἄλλο coni. Bonitz 29 τοιαύτη scripsi: τοιαύτην libri) [*](ALT. REC. GR. DISCR. 4 στήσαντα· προσυπακουστέον τὴν διαίρεσιν. ὅπου γὰρ στάσις γίνεται τῶν διαιρέσεων, ἐκεῖ καὶ περατοῦται ἡ διαίρεσις. ἃς δὴ καὶ νοοῦμεν, δεκαχῆ τυχὸν ἢ ἑκατονταχῇ ἢ μυριαχῇ διῃρημένων τῶν συνεχῶν· διὸ (5) LF 22 ἐν τοῖς ἠθικοῖς. γράφεται δὲ καὶ κινουμένην νοεῖν ἀνάγκη. καὶ γεγραμμένον οὕτως σημαίνοι ἄν ὅτι καὶ τὴν ὕλην κινουμένην ἀεὶ καὶ ἐν ῥύσει καὶ τῇ τοιαύτῃ ἀπειρίᾳ οὖσαν, οὐδὲ ἔχομεν αὐτῆς ἐπιστήμην. εἰπὼν (p. 165,6) L)
165
τοῖς ἀγνώστοις ἄπειρος· ἵνα ἴσον ᾖ τὸ εἰρημένον τῷ ἀλλὰ καὶ τὴν ὕλην ὥσπερ καὶ τὴν γραμμὴν διὰ τὰς τομὰς νοεῖν ἀνάγκη, ἐπεὶ μὴ ἐκείνως ἐστὶν ἄπειρος. ἢ κινουμένην νοεῖν ἀντὶ τοῦ ὡς κινουμένην καὶ ἐν ῥύσει καὶ τῇ τοιαύτῃ ἀπειρίᾳ οὖσαν· διὰ τοῦτο γὰρ οὐδὲ ἡ ὕλη ἐπιστητή. εἰπὼν δὲ ταῦτα ἐπιφέρει καθολικον τὸ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον (τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ λόγον καὶ κατὰ τὸ εἶδος· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἀπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ εἶναι ἀνθρώπῳ. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψθχῇ ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρει), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον· ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος οὐδὲ ἄγνωστος. εἰπὼν δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι, ὃ ἴσον ἐστὶ τῷ τὸ ἄπειρον οὐχ οἷόν τε ἐνεργείᾳ εἶναι, ἐπήνεγκε τὸ εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι, τουτέστι καθὸ γνωστόν ἐστι τὸ ἄπειρον (γνωστὸν δέ ἐστι κατὰ λόγον), τοῦτο οὐκ ἄπειρον· οὐδὲ γὰρ τὸ ἄπειρον γνωστὸν καθὸ ἄπειρον. τὸ δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι πρᾶγμα ᾧτινι ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει, τῷ δηλονότι μηδὲν εἶναι ἄπειρον. εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν τινί, ἀλλ’ αὐτός γε ὁ λόγος καθ’ ὃν ἡ γνῶσις ἡ τοῦ ἀπείρου, οὐκ ἄπειρος. οὐκέτι δὲ ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα ἰδία ἔδειξεν ὡς φανερά· εἰ γὰρ μηδὲ τὰ γιγνόμενα ἄπειρα κατὰ τὸ εἶδος, ἀλλ’ ἀνακάμπτει, δῆλον ὡς πολὺ μᾶλλον οὐκ ἄν εἴη αὐτὰ τὰ ποιητικὰ αἴτια ἄπειρα.

[*](p. 994b27)

Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων.

Προθέμενος δεῖξαι ὅτι μή ἐστιν ἄπειρα τὰ αἴτια μήτε εἰς εὺθυωρίαν μήτε κατ’ εἶδος, καὶ δείξας ὅτι κατ’ εὐθυωρίαν οὔκ εἰσιν ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, δείκνυσι νῦν ὅτι οὐδὲ κατ’ εἶδος οἷόν [*](3 τὴν γραμμὴν MS: ἡ γραμμὴ Α ἐπεὶ—νοεῖν (4) L: om. Α 43. 14 ἐπὶ δὲ τῶν ἐνύλων διαφέρει L 14 καὶ τὸ L Ascl.: ante καὶ add. εἰ Α 15 τὸ ἀπείρῳ Asd. Brandis Bonitz: τῷ ἀπείρῳ AL 20 γνωστὸν LS: ἄγνωστον A 21 εἶναι δύναται καὶ οὕτως ἀκοῦσαι (l. ἀκούεσθαι) ὅτι οὐδέν ἐστι (22) L 22 ᾧτινι L: ᾧ Ascl.: ὃ Α 25 οὐκέτι—ἄπειρα (27) om. L 31 μήτε κατ’ εἶδος—ἄπειρα LFS: om. Α 32 οὔτε—οὔτε LF: μήτε—μήτε Α δείκνυσι νῦν LF: οm. Α, qui post αἴτια (p. 166,1) add. νῦν λέγει οὐδὲ LF: μηδὲ Α) [*](ALT. REC. GR. DISCR. 16 ἄγνωστος· οἴδαμεν γὰρ ὅτι τὸ ἄπειρον ποσόν ἐστιν ἀδιεξίτητον. εἰπὼν L 19 ἄπειρον, ἤτοι κατὰ τὸν οἰκεῖον λόγον τὸν δηλοῦντα τὴν τοῦ ἀπείρου φύσιν οὐκ ἐστιν ἄγνωστον οὐδέ <τὸ>ἄπειρον· οὐδὲ γὰρ (20) L)

166
τε ἄπειρα εἶναι τὰ αἴτια, | συγχρώμενος τῷ προειρημένῳ τῷ τὰ ἄπειρα [*](124) τὰ κατ’ ἐνέργειαν ἄγνωστα εἶναι, τὰ δὲ κατ’ εἶδος ἄπειρα ἄπειρα δηλονότι ἐνεργείᾳ, ὥστε ἄγνωστα. εἰ δὲ τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄγνωστοι, δηλονότι καὶ τὰ ἐκ τούτων· τότε γὰρ εἰδέναι τι οἰόμεθα ὅταν τὰ αἴτια αὐτοῦ γνωρίσωμεν. ὥστε καὶ τοιαύτης οὔσης τῆς τῶν αἰτίων ἀπειρίας ἀναιρεῖται ἐπιστήμη, ἀναιρουμένης τῆς τῶν ἄρχων γνώσεως. τὸ δὲ ἐξῆς εἰρημένον τὸ τὸ δ᾿ ἄπετρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν τοιοῦτόν ἐστιν. πᾶσα νόησις περίληψίς τις οὖσα τοῦ νοουμένου ἐν πεπερασμένῳ γίγνεται χρόνῳ· τὸ δὲ ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατ’ ἐνέργειαν (ἔστι γὰρ τὸ κατ’ ἐνέργειαν ἄπειρον, οὗ ἀεί τι ἔστιν ἔξω, καὶ ἐφ’ οὗ παντὸς τοῦ λαμβανομένου ἔστι τι ἐκτός), τὸ δὴ οὕτως ἄπειρον οὐχ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ διχοτομίᾳ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον τῷ ἀεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι. εἰ δὴ ὁ μὲν νοῦς ἃ νοεῖ ἐν πεπερασμένῳ χρόνῳ νοεῖ τε καὶ διέξεισι, τὰ δὲ ἄπειρα ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν τε καὶ νοῆσαι τῷ ἀεί τι τοῖς περιειλημμένοις καὶ νενοημένοις προστίθεσθαι, οὐκ ἂν ὁ νοῦς νοοίη τὰ ἄπειρα. αὐτὸς μὲν οὕτως ἐφοδεύσας ἔδειξεν ὅτι μὴ οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια· ὁ δὲ Ἀριστοτέλης καὶ αὐτὸς ἐπιχειρῶν ἐδείκνυεν. ἐπεὶ ἔστιν αἴτια τῶν ὄντων, ἤτοι πλείω ταῦτά ἐστιν ἢ ἕν. ἀλλ’ ἓν μὲν οὐχ οἷόν τε μόνον αἴτιον εἶναι τῶν ὄντων τε καὶ γινομένων, ὡς ἐν ἄλλοις δέδεικται· καὶ γὰρ ὑποκειμένου τινὸς χρεία τῷ γιγνομένῳ καὶ τοῦ ποιοῦντος. ἀλλὰ καὶ κατὰ εἶδος δείκνυταί τι γίγνεσθαι· ὥστε οὐχ ἓν τὸ αἴτιον. πλείω ἄρα· εἰ δὲ πλείω, ἤτοι πάντα ἄπειρα ἢ τινὰ ἢ ἕν. πάντα μὲν οὖν ἢ τινὰ ἄπειρα εἶναι ἀδύνατον· οὐ γὰρ οἷόν τε πολλὰ ἄπειρα εἶναι. ἀλλ’ οὐδὲ ἓν μὲν ἄπειρον τὰ ἄλλα δὲ πεπερασμένα λέγειν οἷόν τε· τὸ γὰρ ἄπειρον πανταχῇ ὂν ἄλλῳ παρείσδυσιν οὐ δίδωσιν, οὔτε ἀπείρῳ οὔτε πεπερασμένῳ. ἀλλὰ μὴν οὐδ’ εἰ ἓν μόνον αἴτιον εἴη, οἷόν τε τοῦτο ἄπειρον εἶναι· οὐδενὸς γὰρ ἔσται αἴτιον· οὐ γὰρ ἕξει χώραν τὸ οὗ ἐστιν αἴτιον, τοῦ αἰτίου ὄντος πανταχῇ. δῆλον γὰρ ὡς ἄπειρον ὂν ποσόν τι ἔσται κατ’ αὐτὸ τοῦτο, ἄντε κατὰ τὸ [*](3 καὶ LF: οm. Α 3 ἄγνωστοι, δηλονότι LF: δηλονότι ἄγνωστοι A 7 τὸ alterum om. LF 8 πᾶσα γνῶσις· LF 18 αὐτὸς μὲν—προειρημένοις εἶναι (p. 167,2. 3) om. LF αὐτὸς—ἐδείκνυεν (20) locus corruptus: Noster itaque Aristoteles ad hunc modum causas infinitas esse non posse demonstravit. caeterum potest idem alia via demonstrari ad hunc modum S 24 γίγνεσθαι S Brandis Bonitz: γίγνεται Α 31 ἔσται S Brandis Bonitz: ἐστι Α) [*](ALT. REC. GR. DISCR. 5 ὥστε τῆς τῶν ἀρχῶν γνώσεως ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ κατ’ ἐπιστήμην τῶν ὄντων γνῶσις. τὸ δὲ (6) LF 10 τὸ κατ’ ἐνέργειαν οὐκ ἔστιν ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· ἔστι γὰρ LF 13 καὶ τῇ διχοτομίᾳ διὰ τὸ ἀθρόα διέρχεσθαι μόρια οἷόν τε LF 15 νοῦς ἀεὶ νοεῖ ἐν πεπερασμένῳ χρόνῳ ἃ νοεῖ διέξεισι ταῦτα, τὰ δὲ ἄπειρα ἀδύνατόν ἐστιν αὐτὸ (αὐτὸν?) διεξελθεῖν τε καὶ νοῆσαι ἐν πεπερασμένῳ χρόνῳ, ἂν (18) LF)
167
ποσὸν ᾖ πανταχῇ ἄντε κατὰ χρόνον. δοκεῖ δὲ ἡ ἐπιχείρησις ἔχειν μέν τι διαλεκτικὸν καὶ εἶναι λογική, οὐ μὴν καὶ ὁμοίως οἰκεία τοῖς προειρημένοις εἶναι. |

[*](p. 994b32)

Αἱ δ’ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν.

[*](125)

Διὰ τούτων ἡμᾶς διδάσκει τίνες τῶν τοιούτων ἀκροαταὶ λόγων εἶναι δύνανται, καὶ ὅτι πεπαιδεῦσθαι δεῖ καὶ ἠσκῆσθαι ἄκρως τοὺς ἀκουσομένους τῶν λόγων. αἱ γὰρ ἀκροάσεις γίγνονται κατὰ τὴν ἰδίαν τῶν ἐθῶν οἰκειότητα· οἷς γὰρ συνειθίσμεθα, τούτοις ἀξιοῦμεν καὶ τὰ λεγόμενα συμφωνεῖν, τὰ δὲ παρὰ τὰ συνήθη ἡμῖν τῶν λεγομένων ἀγνωστότερα φαίνεται διὰ τὸ ξενικὰ εἶναι. ὃ εἶπε διὰ τοῦ ἔτι τὸ λέγεσθαι καὶ τὰ παρὰ ταῦτα οὐχ ὅμοια φαίνεται. δοκεῖ δὲ τὸ ἔτι περιττὸν εἶναι. εἰ δὲ εἴη γεγραμμένον, λείποι ἂν τῷ ἔτι τὸ λέγεσθαι ἄλλως· τὸ γὰρ ἄλλως λέγεσθαί τινα καὶ ὡς μὴ εἰθίσμεθα ἀκούειν, ὃ εἶπε διὰ τοῦ καὶ παρὰ ταῦτα, ἀγνωστότερα ποιεῖ τὰ λεγόμενα. τοῦτο εἰπὼν ἐφεξῆς δείκνυσι πόσην ἰσχὺν ἔχει τὰ συνήθη. πολλὰ γὰρ οἱ νομοθέται μυθώδη νομοθετοῦντες διὰ τὸ χρήσιμα εἶναι πιστεύεσθαι οὕτως ἔχειν, ἔχουσι πειθομένους τοὺς χρωμένους τῷ νόμῳ διὰ τὴν τῶν λεγομένων συντροφίαν, οἷον ὅτι αὐτόχθονές τινες ἐγένοντο ἐκ τῆς γῆς φύντες, καὶ ἄλλοι ὅτι ἐξ ὀδόντων σπαρέντων ἔφυσαν, καὶ διὰ τοῦτο χρὴ ὑπερμαχεῖν ὡς μητρὸς τῆς γῆς, ἢ ὅτι θεοὶ περὶ αὐτῆς ἤρισαν· οὕτως ἀξιοσπούδαστός ἐστιν. τὸ δὲ μεῖζον ἰσχύει τοῦ γιγνώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος ἴσον ἐστὶ τῷ μεῖζον ἰσχύει τῆς περὶ αὐτὰ ἀληθείας τὸ ἔθος· κατὰ γὰρ τὴν ἀλήθειαν ἡ γνῶσις. εἰπὼν δὲ ταῦτα καὶ ἐνδειξάμενος δι’ αὐτῶν τὴν τῶν ἐθῶν ἰσχύν, ἐπὶ τούτοις λέγει τὰς διαφορὰς τῶν ἀκροατῶν ἃς διὰ τὰ ἔθη ἔχουσι πρὸς ἀλλήλους. οἱ μὲν τοῖς μαθήμασιν εἰθισμένοι μαθηματικὰς τῶν λεγομένων πάντων καὶ ἀκριβεῖς ἀποδείξεις ἀπαιτοῦσι καὶ τῶν ἄλλως λεγόντων οὐκ ἀποδέχονται, οἱ δὲ διὰ [*](4 συμβαίνουσιν L: συμβαίνουσαι Α; sed cf. p. 170,4 6 δύνανται M: δυναταὶ Α ὅτι δεῖ προπαιδεύεσθαι καὶ ἄκραν ἄσκησιν ἔχειν τοὺς LF 9 ἡμῖν M: ἡμῶν Α διὰ τὸ LF: διὰ οm. Α 10 ὃ—λεγόμενα (14) om. LF ἔτι τὸ non habet Metaph. vulg. 12 τῷ ἔτι M: τῷ ἔστι Α λέγεσθαι ἄλλως M: λέγεσθαι ἄλλοις Α 20 post ἐστιν add. Atque ad hunc quidem modum Arisloteles dicto suo fidem facere conatur S 21 αὐτῶν—περὶ M: om. Α 21. 22 αὐτὰ ἀληθείας M: αὐτοῦ ἀλήθειαν Α) [*](ALT. REC. GR. DISCR. 16 πιστεύεσθαι ἐν ταῖς πόλεσιν οὕτως ἔχειν, πειθομένους ἔχειν τοὺς LF 17 συντροφίαν τε καὶ συνήθειαν· πολλὰ γὰρ γελοῖα λέγουσιν, οἶον ὅτι αὐτόχθονές εἰσιν ἄνθρωποι φύντες ἐκ τῆς γῆς καὶ (18) LF 18 ἔφυσαν γίγαντες. τοῦτο δὲ ἐσκόπουν οἱ νομοθέται συμφέρον εἶναι ταῖς πόλεσι τῷ (τὸ LF) ὑπερμαχεῖν τοὺς πολίτας τῆς πατρίδος καὶ αὐτῆς ὡς μητρὸς καὶ τιθήνης. ἢ καὶ ἄλλο τι ὅτι θεοὶ περὶ αὐτῆς ἐμαχέσαντο, ὡς τὸν Ἄρεά τε καὶ τὸν Ἁλιρρόθιον ὑπὲρ τῆς τῶν Ἀθηναίων γῆς ἐρίσαντάς φασιν· τὸ δὲ μεῖζον ἰσχύει τοῦ (20) LF 21 ἰσχύειν τῆς ἀληθείας τὸ ἔθος· ὥστε κἄν ψεῦδός ἐστι τὸ ἔθος, τῆς ἀληθείας κρατεῖ· ἡ δὲ γνῶσις κατὰ τὴν ἀλήθειάν ἐστιν· εἰπὼν (22) LF)

168
γονίας, ἂν μὴ καὶ ποιητὴν τῶν λεγομένων παράσχωνται μάρτυρα. καὶ οἱ μὲν πάντα ἀκριβῶς ἐξετάζουσιν, εἰσὶ δὲ οἳ τῇ ἀκριβολογία ἄχθονται, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπακολουθεῖν (τοῦτο γὰρ τὸ συνείρειν) ἀλλὰ ἢ διὰ τὸ προειληφέναι ὅτι τὸ ἄκρως ἀκριβολογεῖσθαι μικρολογία· γάρ ἐστι τὸ διὰ τὴν μικρολογίαν· τοιαύτην γάρ τινα φαντασίαν ἀποτελεῖ ἡ ἄγαν περὶ τὰ λεγόμενα ἀκρίβεια, ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει ἀκριβείας σπάσασα τήνδε τὴν δόξαν· ἀνελεύθερον γάρ τισιν ἤδη δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν | ἰσχύν, καὶ διότι κατ’ οἰκειότητα τὴν κατὰ τὰ ἔω [*](126) καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον, ἴσον λέγων τῷ καὶ αὐτῷ ἐν τοῖς Ἠθικοῖς εἰρημένῳ τῷ “πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοὺ πράγματος φύσις ἐπιδέχεται”. ὃ διὰ τῶν Ὑστέρων ἀναλυτικῶν δείκνυται, ἐνδεικνύμενος ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἑκάστου οὐ γὰρ πάντα ὅμοια, οὐδὲ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα), ἐξαιρέτως δὲ τοὺς τούτων τῶν ῥηθησομένων ἀκούσοντας· οὐ γάρ ἐστιν αἰσθητὰ ἢ περὶ αἰσυητῶν, οὔτε συνήθη τε καὶ ἐν ποσί. ταῦτα δὲ λέγων ἐνδείκνυται ἡμῖν ὅτι δεῖ πρῶτον ἐν τοῖς ἀναλυτικοῖς ἐγγυμνάζεσθαι καὶ τοῖς λογικοῖς ὅλως, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίγνεται καὶ ἀναλαμβάνεται· οὐδὲ γὰρ τὸ ἕτερον ἤδη [*](14 ἐν τοῖς Ἠθικοῖς] Eth. Νicom. Α 1 p. 1094b23 16. 17 τῶν Ὑστέρων ἀναλυτικῶν] Α 13. 24 18 ἑκάστου Α Bonitz: ἕκαστον S Ascl. Brandis) [*](ALT. REC. GR. DISCR. 3 μάρτυρα. ἄλλοι δὲ πάντα ἀκριβῶς ἐξετάζουσιν, ἕτεροι δὲ ἄχθονται τῇ ἀκριβολογίᾳ ἢ διὰ τὸ μὴ δύνασθαι ἐπακολουθεῖν, ὃ ἐσήμανε διὰ τοῦ συνείρειν, ἢ διὰ τὸ προγινώσκειν ὅτι τὸ λίαν ἀκριβολογεῖν καὶ τὰ σμικρότατα ἐξετάζειν ἐν τοῖς λόγοις μικρολόγων ἐστί· τοῦτο γάρ ἐστι τὸ διὰ τὴν μικρολογίαν σημαινόμενον· ἔσχε δὲ τὴν μεταφορὰν ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει τῶν πραγμάτων ἀκριβείας. ἀνελεύθερον δοκεῖ τισιν ἤδη οὐ μόνον τὸ ἐν τοῖς πράγμασι καὶ περὶ τῶν μικρῶν διαμάχεσθαι, ἀλλὰ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν· ταῦτα εἰπὼν ἐπιφέρει (13) LF 14 ἴσον λέγων (λέγω LF) τὸ. τοῖς ἠθικοῖς εἰρημένον παρ’ αὐτοῦ· ἔφησε γὰρ ἐκεῖ ‘πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται.” οὐ γὰρ πάνα ὅμοια (19) LF 19 τοὺς περὶ τῶν νῦν ῥηθησομένων ἀκούσαντας (l. ἀκούσοντας) δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἑκάστου· οὐ γάρ ἐστι τὰ ἐνταῦθα λεγόμενα αἰσθητὰ ἢ περὶ αἰσθητῶν οὔτε (ἢ F) πρόχειρα καὶ συνήθη. ταῦτα δὴ λάων LF 22. 23 γυμνάζ·εσθαι καὶ τ·αῖς λογικαῖς μεθόδοις καὶ εἰδέναι LF 24 ἄτοπον γάρ ἐστιν ἅμα καὶ κατὰ ταὐτὸν ἐπιστήμην τινὸς πράγματος ζητεῖν καὶ περὶ LF 25 ζητεῖν (ζητεῖ L) μανθάνειν τίνα τρόπον γίνεται καὶ ἀναλαμβάνεται, ἐπεὶ δυσχερές ἐστι καὶ οὐ καὶ τὸ ἕτερον μόνον τούτων ἰδίᾳ ζητεῖν καὶ εὑρίσκειν. ὅπερ (p. 169,1) LF)
169
τούτων εὑρίσκεται ῥᾴδιον. ὅπερ δὲ εἶπε καὶ αὐτὸ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων Ἠθικῶν λέγων πῶς ἐκείνους τοὺς λόγους ἀποδέχεσθαι δεῖ (εἶπε γὰρ “παραπλήσιον γὰρ μαθηματικοῦ πιθανολογοῦντος καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν”), τοῦτο καὶ νῦν λέγει. τὴν ἀκριβολογίαν γάρ, φησί, τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεώς τε καὶ μαθηματικά, ἴσως ἐνδεικνύμενος ἡμῖν ὅτι τοιαύτης ἀκριβολογίας χρεία καὶ πρὸς τὰ παρόντα· περὶ ἀύλων γὰρ ὁ περὶ τῶν πρώτων ἀρχῶν λόγος καὶ οὐ συνήθων. τὸ δὲ διόπερ οὐ φυσικὸς ὁ λόγος ἤτοι λέγει ὅτι ἀκριβής· προείρηκε γὰρ τοῦτο (γράφεται δὲ καὶ ὁ τρόπος, καὶ εἴη ἄν ὁ λόγος ὡς φυσικοῦ)· ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν. τὰ φυσικὰ δοκεῖ πάντα σὺν ὕλῃ εἶναι, ἄυλα δὲ τὰ μαθηματικά, διὸ καὶ ἀκριβολογίαν ἐπιδέχεται, τὰ δὲ φυσικὰ οὐχ ὁμοίως. οἱ δὴ περὶ τῶν μαθηματικῶν λόγοι περὶ τῶν ἀύλων ὄντες οὗκ εἰσι φυσικοί· οὐ γὰρ τοσαύτην ἀκριβολογίαν τὰ φυσικὰ ὄντα γε σὺν ὕλη χωρεῖ. δύναται δὲ καὶ περὶ τῶν προκειμένων λόγων λέγειν, ὅτι οὔκ εἰσι φυσικοί· ἄυλα γὰρ περὶ ὧν λέγειν ἡμῖν πρόκειται, καὶ ἀκριβεστέρων λόγων ἢ κατὰ φυσικὰ δεόμενα. τὸ δὲ ἴσως τῷ ἅπασα γὰρ ἡ φύσις ἔχει ὕλην προσέθηκεν, ἐπεὶ καὶ τὸ κυκλοφορικὸν σῶμα φυσικὸν μέν, οὐ μὴν ὕλη τὸ τούτῳ ὑποκείμενον. τὸ δὲ ἑξῆς εἰρημένον ἐπ’ αὐτοῦ διὸ σκεπτέον πρῶ | τον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ [*](127) τίνων ἡ φυσικὴ δῆλον ἔσται, εἰ μὲν ἁπλῶς οὕτως εἴη εἰρημένον ὡς δοκεῖ, δεικτικὸν ἂν εἴη τοῦ τοῦτο τὸ βιβλίον μὴ τῆς Μετὰ τὰ φυσικὰ εἶναι πραγματείας, ὡς καὶ ἀρχόμενοι αὐτοῦ ἐπεσημηνάμεθα, ἀλλὰ προγραφόμενόν τι πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἧς ὡς πρὸς ἡμᾶς πρώτη ἡ φυσική ἣν ὁποία τίς ἐστι καὶ περὶ τίνων, εὕροιμεν ἄν εἰ πρῶτον τί ποτέ ἐστιν ἡ φύσις ἐπισκεψαίμεθα. εἰ δέ τις ἀκούοι τοῦ λόγου οὕτως εἰρημένου πρὸς διάκρισιν τῶν τε φυσικῶν λόγων καὶ τῶν κατὰ τήνδε τὴν πραγματείαν (ὁ γὰρ ἐπεσκεμμένος πρῶτον τί ἐστι φύσις καὶ εἰδὼς περὶ τίνων φυσική, οἶδεν οὗτος ὅτι οἵδε οἱ λόγοι οὐ φυσικοὶ ἀλλ’ ἀκριβέστεροί τε καὶ ·περὶ ἀύλων), οὐχ ὅτι δὲ χρὴ νῦν ἐπισκέπτεσθαι τί ἐστι φύσις λέγοι ἄν, [*](4 ῥητορικὸν Arist. Eth. Νicom. Α 1 p. 1094b27 itemque S et Ascl.: ῥητορικὰς Α 8 γὰρ e S add. Brandis 10 δὲ καὶ ὁ LF: καὶ om. Α εἴη ἄν—φυσικοῦ (11)] et tunc sensus esset modum esse physici S: de LF v. infra 19 ὐπ’ αὐτοῦ coni. Bonitz 21 τίνος Metaph. vulg. 24. 25 ἡ φυσική, ἣν ὁποία e S Bonitz: ἡ φυσικὴ ἦν· ὁποία Α 30 οὐ γὰρ ὅτι χρὴ LF) [*](ALT. REC. GR. DISCR. 10 εἴη ἄν λέγων ὡς <οὐ>φυσικοῦ τὸ τοιαύτῃ ἀκριβολογίᾳ χρῆσθαι διὰ τὸ τὰ φυσικὰ ταύτην διὰ τὴν ὕλην παντοίως ἀλλασσομένην· μόνα γὰρ τὰ ἄυλα, τά τε μαθηματικὰ καὶ περὶ ὧν ἡ νῦν ἐνέστηκε πραγματεία, τὸ ἀκριβὲς τῶν λόγων ἐπιδέχεται διὰ τὴν ἀυλίαν αὐτῶν καὶ τὴν ἁπλότητα. οἱ οὖν περὶ τῶν τοιούτων λόγοι λόγων L) οὐ φυσικοί· τὸ δὲ ἴσως ἅπασα γὰρ ἡ φύσις (18) LF 19 ἐπ᾿ αὐτοῦ—πραγματείαν (27.28)] τὸ διὸ σκεπτέον πρῶτον, τί ἐστιν ἡ φύσις πρὸς διάκρισιν εἴρηκε τῶν τε φυσικῶν λόγων καὶ τῶν κατὰ τήνδε τὴν πραγματείαν LF)
170
ἀλλ’ ὅτι πρὸ τῆσδε τῆς πραγματείας δεῖ περὶ τῶν φυσικῶν πεπραγματεῦσθαι· αὕτη γὰρ ἡ τάξις τῶν πραγματειῶν, καὶ ὁ ἐν τῇ περὶ ἐκείνων θεωρίᾳ γεγυμνασμένος οὕτως ἄν καὶ τοῖς εἰς τήνδε συντείνουσι παρακολουθεῖν δύναται. αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν. ἔστι μὲν ἡ λέξις ἐξ ὧν ὑπεμνηματίσμεθα * * *, δύναται δὲ καὶ οὕτως ἐξακούεσθαι. προειπὼν ὅτι ἡ γνῶσις καὶ αἰ μαθήσεις ἐκ προγιγνωσκομένων (ὧν γὰρ τὰ αἴτια ἄγνωστα, καὶ αὐτὰ τοιαῦτα), εἰς πίστιν τοῦ ἐκ τῶν προγιγνωσκομένων γίγνεσθαι τὰς γνώσεις παρέθετο τὸ κατὰ τὰ ἔθη καὶ τὰς ἀκροάσεις γίγνεσθαι, καὶ οὕτως ἕκαστον τῶν λεγομένων ἀκούειν βούλεσθαι ὡς προσειθίσθη, ὡς κατ’ οἰκειότητα καὶ τὸ προειδέναι διὰ τὰ ἔθη ἀποδεχομένων τὰ λεγόμενα τῶν ἀκουόντων.

[*](3 οὗτος S 4 δύναιτο coni. Bonitz ἔστι—ὑπεμνηματίσμεθα (5)] “supplendum e S ex iis quae memoravimus est aperta”)[*](ALT. REC. GR. DISCR. 1. 2 πεπραγματεῦσθαι καὶ ἐν τῇ περὶ ἐκείνων θεωρίᾳ γεγυμνάσθαι, καὶ οὕτως ἤδη εἰς τὴν περὶ τούτων θεωρίαν ἔρχεσθαι. αὕτη γὰρ ἡ τάξις τῶν πραγματειῶν τούτων· καὶ οὕτως ἄν δυνατὸν ῇ (l. εἴη) τοῖς ἐνταῦθα λεγομένοις παρακολουθεῖν (3) LF)
171
[*](p. 995a24)

Ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον.

Ἡ μὲν ἐπιζητουμένη ἐπιστήμη καὶ προκειμένη νῦν αὐτή ἐστιν ἡ σοφία τε καὶ ἡ θεολογική, ἣν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς. λέγει δὲ αὐτὴν καὶ πρώιην σοφίαν, ὅτι τῶν πρώτων καὶ τιμιωτάτων ἐστὶ θεωρητική. διὰ τὸ αὐτὸ δὲ τοῦτο [*](128) καὶ θεολογική· περὶ γὰρ τοῦ αἰτίου καὶ εἴδους, ὃ πάντῃ ἄυλός ἐστιν οὐσία κατ’ αὐτόν, ἣν καὶ πρῶτον θεὸν καὶ νοῦν καλεῖ, ὁ λόγος ἐν τούτοις προηγουμένως αὐτῷ γίνεται. φησὶ δὲ ἀναγκαῖον εἶναι πρὸς τὴν εὕρεσιν τῆς τε ἐπιστήμης αὐτῆς καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων πρῶτον ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον, εἶτα ἀπορῆσαι περὶ αὐτῶν· καὶ οὕτως ποιεῖ. δύναταί τις ἀκοῦσαι καὶ καθολι- [*](1 Inscripsi ex Α: titulum om. LF 3 ἐπελθεῖν LF Metaph. vulg.: ἀπελθεῖν Α, sed cf. 1. 13 9 θεολογική] “fort. addendum λέγεται vel scribendum θεολογικήν” Bonitz 10 ἐν τούτῳ LF 13 δεῖ M: δὴ Α 14 ἀπορῆσαι Brandis Bouitz: ἀπορήσων AM καὶ M: om. Α in lacuna: de quibus in primis est inquirendum; deinde propositis ipsarum rerum quaestionibus rem, quemadmodum est praefatus, persequitur S; de LF V. infra) [*](ALT. REC. GR. DISCR. 5 Ἐν τῷ μείζονι Α τῆς παρούσης πραγματείας εἰπὼν τίς ἐστιν ὁ σκοπὸς αὐτῆς ὅτι περὶ τοῦ ὄντος ᾖ ὄν, καθὼς ἐν ἐκείνῳ σαφῶς διείληπται, καὶ τίς ἡ ἐπιστήμη ἡ τοῦτο θεωροῦσα, ὅτι ·ἡ πρώτη φιλοσοφία, ἣν καὶ θεολογίαν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει, καὶ πρώτην μὲν φιλοσοφίαν ὅτι τῶν πρώτων (8) LF 11 γίνεται, Μετὰ τὰ φυσικὰ δὲ τῷ τῇ τάξει (λέξει L) μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς, ἐπελθὼν δὲ τὰς περὶ τῶν αἰτιῶν καὶ ἀρχῶν τῶν πρὸ αὐτοῦ φιλοσοφησάντων δόξας, καὶ τὸν περὶ τούτων λόγον, ὡς ἐνῆν, βασανίσας καὶ ἀνακαθηράμενος, ἐν δὲ τῷ ἐλάττονι ἁ περὶ αὐτῶν τούτων διαλαβὼν καὶ δείξας μήτε κατ’ εὐθυωρίαν μήτε κατ’ εἶδος ἐπ’ ἄπειρον εἶναι τὰ αἴτια, φησὶν ἐνταῦθα τοῦ λόγου ἀρχόμενος ἀνάγκη πρὸς ἦν ἐπιζητουμένην ἐπελθεῖν ἡμᾶς, περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον. ἐστι δὲ ἡ ἐπιζητουμένη νῦν αὐτῷ ἐπιστήμη, ὡς εἴρηται, ἡ πρώτη φιλοσοφία· περὶ ὧν δὲ δεῖ πρῶτον ἀπορῆσαι, τοῦτο λέγει ὡς πρῶτον ἐρῶν περὶ ὧν δεῖ ἀπορῆσαι· εἶτα ἀπορήσας περὶ αὐτῶν καὶ οὕτως ποιεῖ. δύναταί τις (14) LF)

172
κώτερον τοῦ εἰρημένου περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ τὴν προκειμένην. τίνα δὲ δεῖ ἀπορεῖν καθ’ ἑκάστην ἐπιστήμην προσέθηκε διὰ τοῦ ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δ’ ἄν σημαίνοι ἢ τὸ μὴ προσηκόντως ἡ δεόντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως· ταῦτα γὰρ μάλιστα ἀπορίας παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων περὶ αὐτά· ἢ ὅσα παρεώραται ὑπὸ τῶν πρόσθεν, καίπερ ἀναγκαῖα ὄνια γιγνώσκεσθαι. ὡς δὲ καὶ περὶ τούτων διαπορήσων λέγει. εἰπὼν δὲ ἀπορῆσαι δεῖν, ἑξῆς καθόλου κατασκευάζει τε καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευσομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία καὶ ἡ εὕρεσις αὐτῶν καὶ κατασκευὴ ἐκ τῆς εὑρέσεως τῶν ἠπορημένων ἤρτηται. εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοὐ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ· ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν προειρημένων ἀπόρων ἐστίν. ἴσον δέ ἐστι τοῦτο τῷ ἡ γὰρ λύσις τῶν προηπορημένων αἰτία τῆς ὕστερον γιγνομένης εὐπορίας. ἢ οὕτως· ἡ γὰρ ὕστερον εὐπορία γιγνομένη ἐκ τῆς λύσεως τῶν πρώτων ἠπορημένων γίγνεται. ἔστι δὲ αὐτῷ τῆς προκειμένης πραγματείας ἐντεῦθεν ἡ ἀρχή· περὶ γὰρ τῶν ἀναγκαίως συντεινόντων εἰς τὰ προκείμενα ἐνταῦθα λέγειν ἄρχεται· ὅσα δὲ ἐν τοῖς Α εἴρηται, προλεγόμενα ἂν εἴη αὐτῆς καὶ εἰς τὴν προκατάστασιν συντελοῦντα. διό τισιν ἔδοξε τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τοῦτο εἶναι τὸ πρῶτον. |

[*](p. 995a29)

Λύειν γάρ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν.

[*](129)

Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν, εἴ γε τὸ μὲν εὑρεῖν ἐκ τοῦ λύειν τὰ ἀπορούμενα, λύειν δὲ τὰ ἀπορούμενα οὐχ οἷόν τε μὴ εἰδότας πῶς ἠπόρηται. ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος. ἴσον ἐστὶ τὸ εἰρημένον τῷ ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὸν δεσμὸν τὸν ἐν τῷ πράγματι. εἰπὼν δὲ δεσμὸν τὴν ἀποκαίπερ [*](8 οἶά τε <ὄντα add. F>ἀναγκαῖα LF 10 πραγματευσομένοις c. S Bonitz: πραγματευσαμένοις ALF: πραγματευομένοις Ascl. 23 λύειν δ’ οὐκ Metaph. vulg. 24 τῆς οm. L) [*](ALT. REC. GR. DISCR. 1 εἰρημένου ὡς λέγοντος αὐτοῦ καθόλου ἀναγκαῖον εἶναι πρὸς πᾶσαν τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις (2) LF 4 τινες. εἶναι γάρ φησι τοιαῦτα περὶ ὧν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δ᾿ ἄν LF)

173
ρίαν, κατὰ τί ὅμοιόν ἐστι δεσμῷ ἐπήνεγκε· κωλυτικὸς γὰρ ὁ δεσμὸς τῆς εἰς τὸ πρόσθεν καὶ εἰς τὸ προκείμενον προόδου τε καὶ προχωρήσεως, τοῦτο δὲ καὶ ἡ ἀπορία ποιεῖ· ἡ γ·ὰρ διάνοια εἰς τὸ πρόσθεν προϊέναι κωλύεται δία τὴν περὶ του πράγματος ἀπορίαν.

[*](p. 995a32)

Ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν·. οὔτε γὰρ ὁ δεδεμένος οὔτε ὁ ἀπορῶν δύνανται εἰς τὸ πρόσθεν καὶ τὸ προκείμενον αὐτοῖς προιέναι. καὶ διὰ τὸ δεῖν οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλει τις λύσειν αὐτόν, ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν, καὶ διὰ τὸ τοὺς χωρὶς τοῦ διαπορεῖν ζητοῦντας περί τινος ἐοικέναι τυφλοῦ πορείαις· οὐ γὰρ ἔχουσι σκοπὸν οἱ χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα περὶ τῶν ζητουμένων λέγοντες περὶ αὐτῶν, πρὸς ὃν χρὴ τὰ λεγόμενα συνείρειν τε καὶ συντείνειν. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ τοὺς ζητοῦντας περί τινος χωρὶς τοῦ ἀπορῆσαι μηδέποτε εἰ εὐπόρηταί τε καὶ τέλος ἔχει τὸ ζητούμενον γνωρίζειν δύνασθαι· οὗ αἰτίαν ἀποδέδωκε τὸ τοῖς μὲν οὕτω ζητοῦσι περί τινος μὴ εἶναι γνώριμον τὸ τέλος τοῦ ζητουμένου· διὰ τοῦτο γὰρ ἐοικέναι εἶπεν αὐτοὺς καὶ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν, οἷς ἀγνοεῖται τὸ τέλος· τούτοις δὲ οὐδ’ εἴ ποτε εὕρηται γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι δυναμένων. περί τινα λύσις τὸ τέλος τε καὶ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν τοῦ τὸ προαπορεῖν ἀναγκαῖον εἶναι· ἔστι δὲ αὕτη ὅτι ὥσπερ ἐν ταῖς κρίσεσιν ἄμεινον κρινοῦσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόν·ου θατέρου, οὕτως καὶ ἐπὶ τῶν ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίγνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν [*](130) προεπέλθοι τε καὶ λύσαι. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν διαπορεῖν πρῶτον εἴη ἂν αὐτῷ δεικνύμενον ἅμα καὶ τὸ χρήσιμον τῆς δια- [*](6 Οὔτε ὁ ἀπορῶν οὔτε ὁ δεδεμένος οἷοί τέ εἰσιν εἰς τὸ ἔμπροσθεν καὶ LF 12 προηπορημένα LF Αscl.: προειρημένα AS 13 οἱ] οὐ Α 14. 15 τὸ τοὺς—ἀπορῆσαι scripsi ex LF, de quibus v. infra: χωρὶς τὸ τοὺς ζητοῦντας περί τινος A 18. 19 ποῖ δεῖ βαδίζειν LF Ascl.; cf. Metaph. p. 995a35. 36: δεῖ om. Α 19 οὐδ’ εἴ ποτε ex Arist. Bonitz: οὐδέποτε ALF et Ascl, qui tamen longius ab Alexandro discedit (οἷς δὲ τὸ τέλος, τούτοις οὐδέποτε γίνεται γνώριμον) 20. 21 περί τινων LF 21 λύσις om. LF αὐτοῦ] ταὐτόν ἐστι LF 25 αὐτῶν M: αὐτὸν Α) [*](ALT. REC. GR. DISCR. 11. 12 αὐτῶν· πρὸς γὰρ τὸν σκοπὸν χρὴ τὰ λεγόμενα συντείνειν τε καὶ ἐφαρμόζειν καὶ ἀκόλουθα ποιεῖν πρὸς αὐτόν (αὐτῶν L αὐτά F). ὁδηγεῖ LF 14 τούτοις τὸ τοὺς (τοῦ ζητοῦντας [τὰς] περί τινος χωρὶς τοῦ ἀπορῆσαι μηδέποτε δύνασθαι γνωρίζειν εἰ ηὐπόρηται εὕρηται καὶ τέλος ἔχει τὸ ζητούμενον· τούτου δὲ αἰτίαν ἀποδέδωκε (16) LF 18. 19 ποῖ δεῖ βαδίζειν ἀγνοοῦσι, μὴ εἰδόσι τὸ τέλος· τούτοις γὰρ οὐδέποτε εὕρηται ἢ γνώριμον τὸ τέλος γέγονε καὶ ὁ σκοπός (20) LF)

174
λεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τῆς ἀληθείας εὕρεσιν· τῆς γὰρ διαλεκτικῆς τὸ διαπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερα. ἀληθὲς ἄρα τὸ ἐν τοῖς τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλοσοφίαν ζητήσεις.

[*](p. 995b4)

Ἔστι δ’ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμενοις διηπορησαμεν.

Οὐ τὴν ἀπορίαν, ἣν τίθησι, φησὶν ἠπορῆσθαι ἐν τοῖς πεφροιμιαμένοις· ἔστι γὰρ ἡ ἀπορία ἡ πρώτη, ὡς λέγει, ὀφείλουσα ἀπορηθῆναι περὶ τοῦ πότερον μιᾶς ἐπιστήμης θεωρῆσαι τὰς πάντων αἰτίας ἢ πλειόνων, ὡς ἄλλην ἐπιστήμην ἄλλων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν· ταύτην δὲ τὴν ἀπορίαν οὐ δοκεῖ κεκινηκέναι ἐν τοῖς πρὸ τούτου βιβλίοις· ἐν γὰρ τῷ πρώτῳ Περὶ ψυχῆς δοκεῖ αὐτῆς μεμνημονευκέναι. διὸ εἴη ἄν τὸ εἰρημένον, περὶ ὧν ἠπορήσαμεν ἐν τοῖς πεφροιμιασμένοις ἡμῖν, πρώτη ἔστιν ἀπορία, ἣν καὶ πρώτην τίθησιν· ἠπόρησε γὰρ ἐν ἐκείνοις περὶ αἰτίων· περὶ δὲ τῶν αἰτίων δὴ πρώτην φησὶν ἀπορίαν εἶναι ἧς μνημονεύει. διηπόρησε δὲ περὶ αἰτίων ἐν μὲν τῷ μείζονι Α ζητῶν πόσα τὰ εἴδη τῶν αἰτίων, καὶ τὰς τῶν ἄλλων δόξας ἐκθέμενος περὶ αἰτίων καὶ πρὸς αὐτὰς εἰπών, ἐπιστώσατο εἶναι τέσσαρα αἰτίων εἴδη· ἐν δὲ τῷ ἐλάττονι ζητήσας εἰ ἐπ’ ἄπειρόν ἐστι τὸ αἴτιον ἢ κατ’ εὐθυωρίαν ἢ κατ’ εἶδος, ἢ ἵσταται καὶ ἔστι πεπερασμένον. πρώτη δὲ ἀπορία ἡ περὶ τούτων εἴη ἄν ἡ νῦν λεγομένη. ἢ γοῦν τοῦτ’ ἔστιν ὃ λέγει, ἢ ὅτι ἡ πρώτη ἀπορία ἐστὶ περὶ τούτων περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, ὡς οὐ πασῶν περὶ τούτων οὐσῶν περὶ ὧν ἐν ἐκείνοις ἠπορήσαμεν, ζητοῦντες εἰ ἔστι καὶ πόσα ἐστίν· περὶ τούτων ἣν νῦν ἀπορήσομεν πρώτη ἀπορία ἔσται· περὶ γὰρ αἰτίων καὶ αὐτή. τινὲς μέντοι διὰ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ ἐπὶ τέλει τοῦ τῶν Α ἐλάττονος ταύτην τὴν ἀπορίαν προσγράφουσι, κατ’ οὐδένα λόγον ἐκεῖ κειμένην. τὸ δὲ πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι, σημαίνοι ἂν ἴσον τῷ, εἰ ὧν ἐθέμεθα αἰτίων τεσσάρων μία ἐστὶ θεωρητικὴ πάντων ἐπιστήμη, ἢ ἄλλου αἰτίου ἄλλη ἐπιστήμη, ὡς ὕστερον ἀπορῶν ἐπιχειρήσει. καὶ εἴη ἄν εὐλόγως λέγων τὸ περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἐν γὰρ τῷ Α τῷ μείζονι εἰ τέσσαρα τὰ τῶν αἰτίων εἴδη ἐζήτησε, περὶ ὧν τεσσάρων ζητήσει νῦν, εἰ μιᾶς ἐπιστήμης ἐστὶν ἡ γνῶσις αὐτῶν. |

[*](2. 3 ἐν τοῖς τοπικοῖς] Α 2 11 οὐ δοκεῖ LS Bonitz: ἐδόκει Α 12 Περὶ ψυχῆς] Α 1 16 περὶ αἰτίων LS Bonitz: τριῶν Α 19 τὰ αἴτια L 21 ἢ γοῦν MS Bonitz: εἰ γοῦν Α: ἡ γὰρ L 23 πόσα ἔστι δέ L 24 ἣν Α: om. L: igitur S: δὴ coni. Brandis πρώτη ἀπορία Bonitz: πρώτη δ’ ἀπορία ALS Brandis 26 αὐτὴν ταύτην ἀπορίαν L 27 τὸ δὲ LS: τῷ δὲ A 32 τεσσάρων μία ἐστὶ θεωρητικὴ ζη- τήσει νῦν L)
175
[*](p. 995b6)

Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον.

Ἡ δευτέρα ἀπορία ἐστὶ περὶ ἧς φησι δεῖν ἀπορῆσαι, εἰ τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς πρώτης ἐπιστήμης ἐστὶ μόνον τὸ τὰς τῆς οὐσίας ἀρχὰς ἰδεῖν τὰς πρώτας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ καὶ τὰς ἀποδεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίγνονται, ἃ ἀξιώματα καλεῖται· ἀρχαὶ γὰρ ταῦτα πάσης ἐπιστήμης. ὅτι δὲ τοῦτο λέγει, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τὸ μόνον. λείπειν δὲ τῇ λέξει δόξει τὸ † ἀκόλουθον γὰρ τῷ προειρημένῳ τῷ καὶ περὶ τῶν ἀρχῶν. ἀξίωμα δὲ τὸ μὴ ἐνδέχεσθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ καὶ ψευδῆ εἶναι, ὥσπερ καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι, καὶ τὸ πᾶσαν ἔφεσιν ἢ ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ εἶναι, καὶ τὰ τούτοις ὅμοια. καὶ κοινότατόν γε τὸ τῆς ἀντιφάσεως ἁπάντων τῶν ἀξιωμάτων· ἀληθὲς γὰρ ἐπὶ πάντων.

[*](p. 995b10)

ἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονες.

Τὸ τρίτον τῶν προτιθεμένων ἐστίν, εἰ ἔστι τῆς προκειμένης ἐπιστήμης περὶ τῆς οὐσίας καὶ τῶν αἰτίων τῆς οὐσίας θεωρεῖν, πλείους δὲ οὐσίαι, αἱ μὲν γὰρ νοηταὶ αἱ δὲ αἰσθηταί, ὥστε καὶ αἱ ἀρχαὶ διάφοροι, πότερον οὖν περὶ πασῶν τῶν ἀρχῶν, αἳ οὐσιῶν εἰσιν ἀρχαί, τῆς προκειμένης ἐπιστήμης τὸ θεωρεῖν, ὡς μίαν εἶναι τὴν πασῶν τῶν ἀρχῶν γνωστικήν, αἳ τῶν οὐσιῶν εἰσιν· ἢ πλείους εἰσὶ καὶ διαφέρουσαι τῶν ἀρχῶν, αἳ τῶν διαφερουσῶν εἰσιν οὐσιῶν ἀρχαί. ἀλλὰ καὶ εἰ πλείους, ἄξιόν φησιν εἶναι ἐπὶ τούτῳ ἀπορηθῆναι, πότερον αὗται αἱ πλείους ἐπιστῆμαι συγγενεῖς εἰσιν ἀλλήλαις, ὡς πάσας αὐτὰς εὔλογον εἶναι σοφίας καλεῖν, ἢ οὔκ εἰσι σοφίαι πᾶσαι, ἀλλ’ αἱ μέν τινες σοφίαι, αἱ δὲ ἄλλο τι γένος ἕξουσιν. εἰπὼν δὲ ταῦτά φησι καὶ αὐτὸ δὴ τοῦτο δεῖν ζητῆσαι, πότερον αὗται μόνον αἱ αἰσθηταί εἴσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας εἰσὶν ἄλλαι τινές· οὐδὲ γὰρ αὐτὸ γνώριμον οὐδὲ ἀναμφίλεκτον. διαφέροι δ’ ἂν αὕτη ἡ ἀπορία τῆς πρώτης καὶ τῷ ἐν ἐκείνῃ μὲν ἀπλῶς περὶ τῶν αἰτίων εἰρηκέναι, οὐ τῶν τῆς οὐσίας, ἐν ταύτῃ δέ, εἰ τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἡ πλείους, καὶ εἰ πλείους εἶεν, πότερον πᾶσαι συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ δὲ ἄλλο [*](7 ἂ LFS: μὲν Α 8 προσθεῖναι τοῦτο μόνον LF λείπειν—ἀρχῶν (9)] in dictione vero desideratur illud (de principiis) est enim dicto consentaneum; unde λείπειν δὲ τῇ λέξει δόξει τὸ καὶ περὶ τῶν ἀρχῶν· ἀκόλουθον γὰρ τῷ προειρημένῳ coni. Bonitz 9 τῷ (post γὰρ) LF: τὸ Α 24 πότερον οὖν αὗται F 25 ὡς LF: καὶ Α καλεῖν LF: καλαῖς Α 27 δὴ om. LF δεῖν scripsi: δεῖ LF: om. Α 29 τῷ LF: τὸ A 30. 31 ἐν ταύτῃ] ἐνταῦθα LF 31. 32 καὶ εἰ πλείους e S add. Bonitz: om. ALF Ascl.)

176
τι ἐπιστημῶν εἶδος. ἑξῆς τοῖς προειρημένοις προστίθησιν ὡς ἄξιον ἀπορεῖσθαι καὶ περὶ τοῦ πότερον μοναχῶς, τουτέστι καθ’ ἕνα λόγον, οὐσίαι πᾶσαι ἡ πλείω τῶν οὐσιῶν εἴδη καὶ πλείους λόγοι, ὃ πῶς εἴρηκε δηλοῖ δι’ ὧν ἐπιφέρει εἰπὼν οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ | τῶν αἰσθητῶν. οἱ γὰρ τὰς ἰδέας [*](132) θέμενοι οὐσίας ἔλεγον τὰ μαθηματικά, οὐσίας δὲ καὶ αὐτὰ ὄντα οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι, ἀλλὰ ταύτην οὐσιῶν φύσιν ἔλεγον εἶναι μεταξὺ ἐκείνων, ὡς εἶναι τρία κατ’ οὐσίαν, ὡς περὶ Πλάτωνος εἴρηκεν ἐν τῷ μείζονι Α. καὶ εἴη ἂν πλέον τι ἔχουσα τῆς πρὸ αὐτῆς ἡ ζήτησις αὕτη. οὐ γὰρ ζητεῖ ἐν αὐτῇ εἰ πλείω οὐσιῶν εἴδη (τοῦτο γὰρ ἔκειτο), ἀλλ’ εἰ τὰ αὐτὰ καὶ ταῦτα ἅ τινες εἰρήκασι. καὶ εἴη ἄν τὸ πότερον μοναχῶς ὡς ἀκόλουθον εἰρηκὼς τῷ προειρημένῳ. προειπὼν γὰρ πότερον τὰς αἰσθητὰς εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, ἐπήνεγκε τὸ καὶ πότερον μοναχῶς παρὰ τὰς αἰσθητὰς οὐσίας· οἱ γὰρ ποιοῦντες μεταξὺ τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν δῆλον ὡς πλείω εἴδη ἐποίουν οὐσιῶν παρὰ τὰς αἰσθητάς.

[*](p. 995b18)

Καὶ πότερον περὶ τὰς οὐσίας μόνον ἡ θεωρία ἐστὶν ἡ καὶ περὶ τὰ συμβεβηκότα καθ᾿ αὑτὰ ταῖς οὐσίαις.

Τὰ συμβεβηκότα λέγει τὰ καθ’ αὑτὸ ὑπάρχοντα, ἵνα ᾖ τὸ λεγόμενον, πότερον περὶ τῶν οὐσιῶν ὁ σοφὸς μόνον διαλήψεται ἢ καὶ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. ἔστι δὲ καθ’ αὑτὰ ὑπάρχοντα κυρίως τὰ ἐν τοῖς ὁρισμοῖς παραλαμβανόμενα. περὶ μὲν τούτων ἀναγκαῖος ὁ λόγος αὐτῷ οὐδὲ γὰρ ἄλλως οἷόν τε περί τινων ἐπιστήμην λαβεῖν χωρὶς τοῦ γιγνώσκειν τὰ οὕτως ὑπάρχοντα. λέγει δὲ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀχώριστα καὶ ἴδια καὶ ἐγγὺς οὐσιώδη, δι’ ὧν εἰώθασι καὶ οἱ δι’ ὑπογραφῆς γινόμενοί τινων λόγοι ἀποδίδοσθαι, οἷον τῷ τριγώνῳ εἴη ἂν καθ’ αὑτὸ συμβεβηκὸς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους εἶναι πάντῃ μεταλαμβανομένας (οὐ γὰρ δὴ ἐκ τούτων ὁ αὐτῷ), καὶ τῷ ἀριθμῷ τὸ περιττῷ εἶναι ἢ ἀρτίῳ, καὶ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἓν καθὸ τόδε τι ἔστι, καὶ ὅσα οὕτως ὑπάρχει τῶν συμβεβηκότων.

[*](p. 995b20)

Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ· καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντίου καὶ ἐναντιότητος καὶ περὶ προτέρου καὶ ὑστέρου.

Ζητεῖ εἰ καὶ περὶ τούτων οἷς ἡ διαλεκτικὴ κέχρηται, οὖσα ἐξ ἐνδόξων ἐπιχειρητική τε καὶ δεικτικὴ τῶν προκειμένων, τοῦ σοφοῦ ἐστι τὸ πρὸς [*](2 καθ’ ἓν εἶδος καὶ καθ᾿ ἕνα λόγον LF 9 ἐν τῷ μείζονι Α] c. 6 12 ὡς LF: om. Α 13 πότερον LF: πρότερον Α ἡ καὶ LF: καὶ om. Α 14 παρὰ Bonitz: οm. ALF 17 Καὶ—συμβεβηκότων (30) om. F 25 οἱ L: om. A 34 ἐξ om. LF)

177
τὸ ἐνδόξως περὶ αὐτῶν διαλαμβάνειν, τίνος τὸ ἀληθῶς; προτίθεται δὲ ζη τεῖν καὶ περὶ τούτων, ἐπειδὴ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις πρὸς αὐτοῦ κατὰ τήνδε τὴν πραγματείαν· καὶ γὰρ τῷ ταὐτῷ ὅπερ ἐπ’ οὐσιῶν λέγεται χρῆται. ζητεῖ γοῦν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλήλαις ἢ οὒ ἀλλ’ ἕτεραι. ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς ἀποδείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι. προελθὼν δὲ αὐτὸς δείξει κατὰ τί καὶ ἡ περὶ τούτων ζήτησίς τε καὶ θεωρία οἰκεία τῷ πρώτῳ φιλοσόφῳ. οὐ γὰρ λογικὴ ἡ πραγματεία, ὥς τισιν | ἔδοξε διὰ τὸ πολλὰ τοιαῦτα ζητεῖσθαι ἐν αὐτῇ οὐ [*](133) γὰρ δι’ αὐτὰ περὶ τούτων διαλαμβάνει, οὐδὲ τοῦτον ποιεῖται σκοπόν, ἀλλ’ ὅτι τῆς πρώτης φιλοσοφίας καὶ τῆς περὶ τοῦ ὄντος ᾗ ὂν θεωρητικῆς τὸ καὶ περὶ τῶν κοινῶς τῷ ὄντι ὑπαρχόντων τὴν θεωρίαν ποιεῖσθαι. τοιαῦτα δὲ καὶ ταῦτα ὡς δείξει.

[*](p. 995b25)

Ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθ᾿ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον.

ἐξηγήσατο τίνα λέγει τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἐμπεριέχεται. φησὶν εἶναι τὰ καθ’ αὑτὰ συμβεβηκότα, οἷον πάσῃ ἐναντιότητι καθ’ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἢ οἷόν ἐστι τὸ ὑπ’ αὐτοῦ προστιθέμενον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστίν, ἢ μὴ ἕν, ὃ καὶ αὐτὸ δοκεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖ γάρ, φησίν, ἐπισκέψασθαι εἰ καὶ τὸ περὶ τούτου τινὸς τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστιν.

[*](p. 995b27)

Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον.

Περὶ οὗ νῦν φησι [δεῖν] ζητητέον εἶναι, ἔστιν, εἰ τὰ γένη ἀρχαὶ ὧν ἐστι γένη (δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαί), ἢ * * * ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοιχεῖα, ἢ ἃ ἄν τις ὑποθῆται τοιαῦτα. εἰς μὲν γὰρ ταῦτα διαιρεῖται, ἐξ ὧν σύγκειται ἕκαστον πρώτων. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι, ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον εἶναι ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσ- [*](2 περὶ αὐτῶν LFS: αὐτὸν Α ἀληθές LF 4 πρὸ αὐτοῦ] LF τῷ ταὐτῶ LF coni. Βοnitz: τῷ αὐτῷ AS 5 γοῦν LF: οὖν Α 18. 19 ἐμπεριέχεται ALFS Ascl.: “vel addendum οὐκ,. vel scribendum οὐ περιέχεται” Bonitz 19 post φησὶν addendum cum S δὲ πάσῃ ἐναντιότητι LF: πάσης ἐναντιότητος Α 21 ἓν (post μὴ) om. LF 26 δεῖν ζητητέον εἶναι ALF: δεῖν delevi 28 lacunam indicavi: ἢ ταῦτα εἰς ἃ διαιρεῖται ἕκαστον ἐνυπάρχοντα ἐν τοῖς μέρεσιν (ἕκαστον γὰρ ἐνυπάρχει ἐν τοῖς ἑαυτοῦ μέρεσιν) ὡς ἡ οὐσία δοκεῖ Ascl.: an ea in quae dividitur substantia, ut in materia et forma dividi videtur S)

178
εχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον ὠνόμακε καὶ αὐτά, τῷ τοῦ γένους ὀνόματι ἀντὶ τοῦ κοινοῦ χρώμενος.

[*](p. 995b31)

Μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον, πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ᾿ αὑτό.

Ὅ λέγει τοιοῦτόν ἐστιν. τῶν ἀρχαίων φυσικῶν τινες ἰήν ὕλην αἰτίαν ὑποθέμενοι μόνον καθ’ αὑτήν, ταύτης πάθη κατὰ συμβεβηκὸς αἰτίας ἔλεγον, οὐ καθ’ αὑτά. καθ’ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἡ τὸ μεταξὺ ἤ τί ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο, ἐπεὶ καὶ μόνα καθ’ αὑτά ὄντα τούτων ἕκαστα κατ’ αὐτούς, κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ πυκνότης, ἡ σύγκρισις καὶ διάκρισις. οὗτοι μὲν οὖν τὴν ὕλην καθ’ αὑτὸ αἴτιον λέγοντες καὶ τὸ ὑποκείμενον, ἐτίθεντό τι αἴτιον καὶ ἄλλο, ἀλλὰ κατὰ συμβεβηκός· συμβεβηκότα γὰρ ταῦτα τῇ ὕλῃ. αὐτὸς δὲ νὺν οὐκ εἰ παρὰ τὴν ὕλην ἔστι τι κατὰ συμβεβηκὸς αἴτιον ζητεῖν φησι δεῖν, ἀλλ’ εἰ καθ’ ἑαυτό, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· οὐδὲ γὰρ ἔλαττον ἀλλὰ καὶ μᾶλλον ἂν φανεῖεν αἴτια τὰ ἄλλα τῆς ὕλης. ἀλλ’ εἰ καὶ ἔστι τι καθ’ αὑτὸ αἴτιον παρὰ τὴν ὕλην, καὶ ἄλλο τί φησι δεῖν ἐπισκέψασθαι, πότερον τοῦτό ἐστι κεχωρισμένον ὕλης καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστώς, ἢ ἐν τῇ ὕλῃ, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς | ἔδοξεν ὁ θεὸς [*](134) καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι. καὶ εἰ ἔστι τι αἴτιον χωριστὸν καὶ ἄυλον, πότερον ἓν τοῦτο κατ’ ἀριθμόν ἐστιν ἢ πλείω, περὶ ὧν αὐτὸς ἐν τῷ Λ τῆσδε τῆς πραγματείας λέγει.

[*](p. 995b34)

Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης.

Σύνολον ἤτοι τὸ κοινὸν λέγει, τὸ κατὰ τῶν καθ’ ἕκαστα καὶ τῶν ἐν ὅλῃ εἰρηκώς· καὶ εἰ τοῦτο λέγει τὸ σύνολον, λέγοι ἄν εἰ ἔστι τι παρὰ τὸ κοινὸν καὶ τὸ σύνολον, ὃ τοῦ ἐνύλου κατηγορεῖται, ἄλλο τι εἶδος κεχωρισμένον, ἢ οὐδέν ἐστι παρὰ τὸ κοινὸν εἶδός τι καὶ ἰδέα, ἢ τῶν μὲν τῶν δὲ οὔ, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν μήτε τῶν τεχνητῶν ἰδέας εἶναι· ἢ σύνολον λέγει τὸ συναμφότερον. εἰπὼν δὲ σύνολον, πῶς σύνολόν τί ἐστιν ἐδήλωσε, προσθεὶς ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἡ ὕλη μετά τινος εἴδους ληφθῇ. ἢ σύνολον τὸ ἔνυλον· καὶ εἴη ἂν ζητῶν πότερον ἔστι τι εἶδος κεχωρισμένον παρὰ τὸ ἔνυλον (τοῦτο γὰρ τῆς ὕλης κατηγορεῖται, καὶ ἔστι τὸ σύνολον ἡ ὕλη τῷ ἐν αὐτῇ εἴδει) ἢ οὐδέν ἐστι τοιοῦτον, ἢ τὰ μέν τινα εἴδη ἐστὶ κεχωρισμένα ὕλης, τὰ δὲ οὔ· τοῦτο γὰρ λέγοι ἄν διὰ τοὐ ἢ τῶν μὲν τῶν. δὲ [*](1 εἴδη LF Ascl.: ἤδη AS 3 Μάλιστα—λέγει (21) om. F 7 ἡ τὸ ὕδωρ L: οm. Α 14 ἐν τῇ Φυσικῇ ἀκροάσει] A 7 —9 18 ἔδοξεν LF: ἔδειξεν Α 20 ἓν LF: om. Α ἐν τῷ Λ] c. 7. 8 24 τῶν (post καὶ) c. S Bonitz: τὸ ALF 28 οὔ Brandis Bonitz: ὃν A: ὃν LF 30 πῶς σύνολον LF: om. Α)

179
οὔ. καὶ εἰ ἔστιν ὅλως ἄυλά τινα εἴδη, ὁπόσα ταῦτά ἐστι, περὶ ὧν, ὡς προεῖπον, ποιήσεται λόγον ἐν τῇ περὶ τῶν ἀνελιττουσῶν θεωρίᾳ. εἴη δ’ ἄν διὰ μὲν τῆς πρὸ ταύτης ἀπορίας ζητῶν εἰ ἔστι τι παρὰ τὴν ὕλην καὶ ἄλλο αἴτιον καθ’ αὑτό, καὶ εἰ ἔστι, πότερον κεχωρισμένον ὕλης ἡ σὺν ὕλῃ καὶ αὐτό, διὰ δὲ τῆς δευτέρας ἀπλῶς εἰ ἔστι τι εἶδος ἄυλον.

[*](p. 990a1)

Ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι.

Ζητῆσαι, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ αἰτίων, εἰ εἰσὶ πεπερασμέναι, πότερον κατὰ τὸ εἶδος μόνον εἰσὶ πεπερασμέναι * * * ὡς εἶναι ἓν κατὰ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν ἀριθμῷ ὕλην, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένον γε. τὸ γὰρ κατ’ εἶδος ἀπείρους ὑποτίθεσθαι τἀς ἀρχὰς ὡς ἄτοπόν τε παρῃτήσατο καὶ ὡς δεδειγμένον ἐν τῷ πρὸ τούτου. δέδεικται δὲ ἐν τῷ πρὸ τούτου καὶ ὅτι καθ’ ἕκαστον εἶδος αἰτίου πεπερασμένα τὰ αἴτια. ζητῆσαι δέ φησιν ὁμοίως δεῖν τοῦτο περί τε τῶν εἰδικῶν αἰτίων (ταῦτα γάρ ἐστι τὰ ἐν τῷ λόγῳ· ταῦτα γὰρ καθ’ ἃ ὁ λόγος ἑκάστου ὁ ὁρισμός) καὶ περὶ τῶν ὑλικῶν· ταῦτα γὰρ τὰ ὑποκείμενα. εἰ δὲ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν αἴτιον εἴδη καὶ αὐτά, ὡς εἶπεν ἐν Φυσικῇ ἀκροάσει, ἄσα, περὶ πάντων ἂν εἴη τῶν αἰτίων εἰρηκώς. δύναται καὶ τὰ μὲν ἐν τοῖς λόγοις αἴτια εἰρηκέναι περὶ τῶν ἐν ταῖς ἀπο | δείξεσιν ἀρχῶν (αὗται δέ εἰσι τὰ ἀξιώματα· καὶ γὰρ ἤδη τούτων ἐμνημόνευσε), τὰ δὲ ἐν τῷ ὑποκειμένῳ τὰς τῶν οὐσιῶν ἀρχάς· ὑποκείμεναι γὰρ αἱ οὐσίαι. ποστίθησι δὲ ταύτῃ τῇ ἀπορία ὡς ἄξιον προσαπορεῖσθαι, πότερον αἱ αὐταὶ ἀρχαί εἰσι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων ἢ ἕτεραι· καὶ εἰ ἄλλαι, πότερόν εἰσι πάσαι ἄφθαρτοι ἢ τῶν μὲν φθαρτῶν φθαρταί, ἄφθαρτοι δὲ τῶν ἀφθάρτων.

[*](p. 996a4)

Ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, <πότερον>τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλατῶν <ἔλεγεν>, οὐχ ἕτερόν τί ἐστιν.

Ἡ ἀπορία, ἣν πλείστην παρέχειν φησὶν ἀπορίαν, ἔστιν αὕτη, πότερον τὸ ἓν καὶ τὸ ὂν αὐτὰ οὐσίαι εἰσὶ καὶ τῶν ὄντων ἀρχαί (τοῦτο γὰρ διὰ τοῦ ἀλλ’ οὐσίαι ἰῶν. ὄντων), ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς καὶ Πλάτωνι λέγοντι αὐτό τι ὂν καὶ αὐτό τι ἕν (ἐμνημόνευσε δὲ τῆς δόξης ταύτης καὶ ἐν τῷ περὶ τοῦ ἀπείρου λόγῳ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν τῷ Α τῆσδε τῆς πραγματείας τῷ μείζονι), ἢ ἄλλαι τινὲς φύσεις ὑπό- [*](2. 3 εἴη δ’ ἂν LF: om. Α 4 καὶ τί ἐστι LF 8 quae desunt ex Ascl. sunt addenda κατ’ ἀριθμὸν δὲ οὔ, ἢ καὶ κατ’ ἀριθμόν εἰσι πεπερασμέναι: post πότερον e S add. κατ’ ἀριθμὸν καὶ οὐ Bonitz 13 δὲ καὶ ἐν L 15 καθὸ LF 17. 18 ἐν Φυσικῇ ἀκροάσει] Β 7 19 αὗται LF: αὐταὶ Α 23 πᾶσαι LF: in lac. om. Α 26 πότερον et 27 ἔλεγεν ex Aristotele addidi 28 ἔστιν LF: ἔσται A 31 αὐτοτιὸν καὶ αὐτοτιέν ALF 32 λόγῳ LF: λόγου A ἐν τῷ Γ—μείζονι (33)] Phys. Γ 4 Metaph. Α 5. 6)

180
κεῖνται, ταῦτα δὲ τό τε ἓν καὶ τὸ ὂν ἐκείναις συμβέβηκεν, ὡς ἔλεγον οἱ φυσικοί, ἢ ὕδωρ ἢ ἀέρα ἡ φιλίαν ἢ νοῦν ἤ τι τοιοῦτον ὑποτιθέμενοι τῶν ὄντων ἀρχήν· ἐκείνοις γὰρ ἔλεγον ταῦτα συμβεβηκέναι τό τε ἓν καὶ τὸ ὄν. ἔτι πότερον αἱ ἀρχαὶ ἐν οἰκείᾳ ὑποστάσει εἰσὶ καὶ καθ’ αὑτὰς ὡς. τὰ καθ’ ἕκαστα τῶν ὄντων, ἢ οὔ, ἀλλ’ ὡς τὰ γένη καὶ τὰ καθόλου καὶ κοινά, οἷς ὲν τῷ κατηγορεῖσθαι τῶν καθ’ ἕκαστα τὸ εἶναι. εἴη δ’ ἂν αὕτη ἡ ἀπορία διαφέρουσα τῆς ἀπορηθείσης πρὸ ὀλίγου τῆς “καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον” τῷ ἐπ’ ἐκείνης μὲν ζητεῖσθαι εἰ τὰ ἐνυπάρχοντα τοῖς καθ’ ἕκαστα εἰς ἃ διαιρεῖται ἀρχαὶ αὐτῶν, μὴ τὰ κοινὰ τά κατηγορούμενα αὐτῶν, ἐνταῦθα δὲ καὶ κοινῶς καὶ καθόλου ζητεῖσθαι περὶ τῶν ἀρχῶν, πότερον οὕτως εἰσὶν ὡς τὰ κοινά, ἃ οὐκ ἔχει κατ’ ἰδίαν ὑπόστασιν, ἢ οὕτως ὡς τὰ καθ’ ἕκαστα. καὶ εἰ οὕτως, ἔτι πότερον δυνάμει εἰσὶν αἱ ἀρχαί, ὡς ἡ ὕλη δοκεῖ, ἢ κατ’ ἐνέργειαν ὑφεστήκασιν, ὡς καθ’ οὓς πῦρ ἤ τι τῶν σωμάτων στοιχειον ἐστιν·

[*](p. 996a11)

Ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν <ἂν>παράσχοι πολλήν.

Ὅ ζητεῖ ἔστιν, ὅτι πότερον αἱ ἀρχαὶ ἀρχαί εἰσι τῷ κινεῖν καὶ ποιεῖν τὰ ὧν εἰσιν ἀρχαὶ ἢ ἄλλως· δοκεῖ γὰρ ἡ μέν τις εἶναι κινητικὴ ἀρχή, ὡς ἡ ποιητική, ἡ δὲ οὐκέτι, ὡς ἡ ὑλική. δύναται λέγεσθαι καὶ τοιοῦτόν τι, πότερον κινούμεναι αὗται αἱ ἀρχαὶ αἰτίαι ἰοῖς ἐξ αὐτῶν ἢ αὐταὶ ἀκίνητοι οὖσαι, ὥσπερ τἀς ἰδέας ἔλεγον οἱ λέγοντες.· τοιοῦτον δὲ καὶ τὸ πρῶτον αἴτιον. ἢ δύ|ναται ἐκ τοῦ προειρημένου ἀκούεσθαι, πότερον αἱ ἀρχαὶ κινοῦνται [*](136) καὶ μεταβάλλουσιν εἰς ἀλλήλας ἢ εἰσὶν ἀμετάβλητοι. πρὸς δὲ τούτοις ἄξιόν φησιν ἀπορῆσαι καὶ περὶ τῶν μαθηματικῶν· μαθηματικὰ γὰρ οἵ τε ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα (λέγοι δ’ ἂν τὰ ἐπίπεδα, τετράγωνον, κύκλον, τὰ τοιαῦτα), ἔτι αἱ στιγμαί· περὶ δὲ τούτων πότερον οὐσίαι καὶ ταῦτα, ὡς δοκεῖ τισιν, ἢ οὔ, καὶ εἰ οὐσίαι, πότερον κεχωρισμέναι τῶν αἰσθητῶν καὶ αὐταὶ καθ’ αὑτὰς ἡ ἐν τούτοις τὸ εἶναι τοῖς μαθηματικοῖς. προειπὼν δὲ περὶ ὧν φησι δεῖν προαπορῆσαι, φησὶν ὅτι περὶ τούτων οὐ μόνον χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν πῶς ἔχει (ἔστι γὰρ ἡ εὕρεσις τῆς ἐν τοῖς προειρημένοις ἀληθείας τὸ κεφάλαιον τῆς προκειμένης κειμένης ἐπιστήμης), ἀλλὰ καὶ τὸ διαπορῆσαι περὶ αὐτῶν χαλεπόν. Καὶ ἐπάνεισί γε ἐπὶ τὸ περὶ οὗ πρῶιον ἀπορήσειν προέθετο, ἦν δὲ τοῦτο, πότερον μιᾶς ἐπιστήμης περὶ πασῶν τῶν ἀρχῶν καὶ πάντων τῶν αἰτίων εἰπεῖν ἢ πλειόνων, καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλης. καὶ πρῶτον [*](5 τὰ γένη LFS: τὰ καθ’ ἕκαστα Α 7 ὀλίγου τῆς LF: ὀλίγου τε Α αἰ LF: om. Α 8 τῷ LF: τὸ Α 17 ἂν ex Αristotele addidi 18 Ζητεῖ κἀνταῦθα ὅτι F 19 ἡ LF: εἰ Α 21 ἡ αὗται ἀκίνητοι LF μεταβάλλονται LF εἰς ἀλλήλας LF: εἰς ἄλληλα Α 30 προαπορῆσαι Bonitz: προσαπορῆσαι ALF 33 περὶ LF: om. A)

181
εἰς τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης τὸ περὶ πάντων εἰπεῖν τῶν αἰτίων ἐπιχειρεῖ. πρὸς ὃ πρῶτον μὲν τοιούτῳ τινὶ δυνάμει λόγῳ χρῆται. ὧν διαφερόντων κατ’ κατ᾿ ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις, οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφερόντων κατ’ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ λόγος ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν πρώτην εἰλημμένην πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλ’ ἔστιν ὑγιὲς τὸ τῶν ἐναντίων τὴν αὐτὴν. ἐπιστήμην· διὸ καὶ τὸ τούτῳ ἀντιστρέφον τὸ ὧν μή ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ταῦτα μὴ εἶναι ἐναντία, οὐκ ἔστι τῷ προειρημένῳ τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη ταῦτα ἀλλήλοις ἐναντία ταὐτόν. ἐκείνως μὲν γὰρ ἀξιοῦται μόνων τῶν διαφερόντων κατ’ εἶδος, εἰ ἐναντία εἶεν, ἰὴν αὐτὴν ἐπιστήμην εἶναι τοῦτο γὰρ λέγει ὁ λέγων μιᾶς μὲν γὰρ ἐπιστήμης ἄν εἴη μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν), ἐνταῦθα δὲ εἴληπται μὲν τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, οὐ μὴν καὶ μόνων· οὐ γὰρ κεκώλυται εἶναι τινῶν ἡ αὐτὴ ἐπιστήμη καὶ μὴ ἐναντίων· οὐ γάρ ἐστι τὰ κατὰ γεωμετρίαν ἐναντία ἀλλήλοις. ἀλλὰ καὶ ἡ φυσικὴ καὶ ἡ πρακτικὴ φιλοσοφία διαφέρουσαι κατ’ εἶδος, οὐ μὴν μυσαι ἐναντίαι, ὑπὸ μίαν ἐπιστήμην εἰσίν. ἔτι ἐρεῖ τις δύνασθαι καὶ τὰς ἀρχὰς ἀνάγεσθαι εἰς ἀντικείμενα τό τε ποιητικὸν καὶ τὸ παθητικόν, εἴ γε ἡ μὲν ὕλη παθητική, τὰ δὲ παρὰ τὴν ὕλην τρία αἴτια εἰς τὸ εἰδικὸν ἀνάγεται, τοῦτο δὲ ποιητικόν· πᾶν γὰρ τὸ ποιοῦν κατά τὸ εἶδος καὶ τὴν τελειότητα ἣν ἔχει ποιει.

[*](p. 996a21)

Ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι.

[*](137)

Καὶ αὕτη ἡ ἐπιχείρησις πρὸς τὸ μὴ εἶναι πάντων τῶν αἰτίων μίαν ἐπιστήμην γνωστικήν. ἀπὸ δὲ τῶν ἐπιστητῶν ποιεῖται τὴν ἐπιχείρησιν· εἰ γὰρ μὴ φαίνοιτο πάντα τὰ ἐπιστητὰ πάσας ἔχοντα τὰς αἰτίας, αἱ δὲ ἐπιστῆμαι τῶν οἰκείων ἐπιστητῶν εἰσι γνωστικαί, δηλονότι καὶ τὰ αἴτια ταῦτα· ὒ εἰδείη #x003E;, ὅ ἐστιν ἐν τοῖς οἰκείοις ἐπιστητοῖς αὐτῆς. οὕτω τε ἄν ἄλλη ἄλλων εἴη γνωστικὴ ἐπιστήμη αἰτίων· τῶν γὰρ ἐν τοῖς οἰκείοις ἐπιστητοῖς. ὅτι δὲ μὴ πάντα τὰ αἴτια ἐν πάσι τοῖς ἐπιστητοῖς δείκνυσιν ἐπὶ τῶν ἀκινήτων· τὰ γὰρ ἀκίνητα ἄν εἴη λέγων τὰ ἀγένητά τε καὶ ἄφθαρτα, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι κα) τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἔστιν αἴτιον, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἄν εἴη ἐν τοῖς ἀγενήτοις καὶ ἀκινήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ἀλλ’ οὐδὲ ἡ τοῦ ἀγαθοῦ φύσις (αὕτη δέ ἐστ.ι τὸ τέλος καὶ τὸ οὗ ἕνεκα) ἐν τούτοις ἐστίν· τὸ γὰρ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενός, τὸ δὲ τοι- [*](1 εἰπεῖν LF: εἰπὼν Α 2 τοιαύτῃ τινὶ δυνάμει λόγου F 26 ποιεῖται LF: ποιεῖ Α ἑκάστη e S add. Bonitz: ora. ALF 30 τῶν LFS: τὸ ciua lac. II fere litterarum Α 31 ὅτι δὲ—ἐπιστητοῖς LFS: om. Α)

182
οῦτον τέλος. ἀλλὰ μὴν τὸ τέλος καὶ τὸ τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· μῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ἐν τούτοις, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἀπλῶς· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. βουλόμενος δὲ δεῖξαι ὅτι οὐδὲ ἡ κατὰ τὸ τέλος αἰτία ἐν πᾶσίν ἐστιν, ὥσπερ οὖν οὐδὲ ἡ ποιητική (ἐν γὰρ τοῖς ἀκινήτοις οὐδετέρα), οὐκ αὐτόθεν εἶπε τὴν κατὰ τὸ τέλος αἰτίαν μὴ εἶναι ἐν αὐτοῖς, ἀλλὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ᾗ συμβέβηκε τέλει εἶναι· διὸ καὶ προβιβάζει ἀπὸ τοῦ ἀγαθοῦ ἀρξάμενος, ὅτι μηδὲ ἡ ὡς τέλος αἰτία ἐστὶν ἐν τοῖς ἀκινήτοις, δεικνὺς τὸ ἀγαθὸν τέλος ἐν πᾶσιν ὄν. ἐπεὶ δέ ἐστί τινα ἀγαθὰ καὶ ποιητικά, ποῖα ἀγαθὰ τελικά ἐστιν ἐδήλωσεν εἰπὼν εἴπερ ἅπαν, ὃ ἂν ᾖ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, τέλος ἐστίν. λαβὼν δὲ τὸ ἀγαθὸν τὸ καθ’ αὑτὸ ὡς τέλος αἴτιον εἶναι, δείξας ὅτι τὸ ὡς τέλος αἴτιον πράξεως τινός ἐστι τέλος, αἱ δὲ πράξεις πάσαι μετὰ κινήσεως αἵ τε γὰρ κατὰ τὰς ἀρετὰς ἐνέργειαι σκοπὸν ἔχουσαι τὸ καλὸν μετὰ κινήσεως γίγνονται, ἀλλὰ καὶ τῶν τεχνῶν ἑκά- στη ἀγαθοῦ τινος ἐφιεμένη δι’ ἐνεργεία τε καὶ κινήσεως αὐτοῦ τυγχάνει), διὰ τούτων ἔδειξεν ὅτι ἐν τοῖς ἀκινήτοις οὐκ ἔστιν ἡ κατὰ τὸ ἀγαθόν τε καὶ τὸ τέλος αἰτία. τὸ δὲ οὐδὲ εἶναί τι αὐτοαγαθὸν ὡς ἴσον εἶπε τῷ οὐδενί ἐστι ὡς τέλος ἀγαθόν· τὸ δὲ αὐτοαγαθὸν καθ’ αὑτὸ ἀγαθὸν καὶ τῇ αὐτοῦ φύσει, τὸ δὲ οὕτως ἀγαθὸν εἶπεν εἶναι τέλος. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παρέθετο τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὐκ ἔστιν οὔτε ποιητικὴ οὔτε ἡ ὡς τέλος αἰτία, οὐδὲ ἔστιν ἀπόδειξίς τις ἐν γεωμετρίᾳ τινὸς προσχρωμένη τῷ βέλτιον γὰρ οὕτως, οἷον τοῦ τὰς τριγώνου γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, διότι τοῦτο ἄμεινον, ὥσπερ ἐπὶ τῶν φύσει γιγνομένων καὶ τῶν κατά τέχνην κινουμένων τὸ οὗ ἕνεκα· οὐδὲ τὴν ἀρχὴν μέμνηταί τις γεωμετρῶν τοῦ ὡς τέλους αἰτίου. τούτου δ’ οὕτως ἔχοντος ἄλλαι ἄλλων ἂν εἶεν ἐπιστῆμαι αἰτίων γνωστικαί· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐκείνων ἐμνημόνευσεν. εἰπὼν δὲ περὶ τῶν μαθηματικῶν ὅτι μή ἐστιν ἐν αὐτοῖς τὸ τελικὸν αἴτιον, ὅπερ ἐστὶ τὸ ἀγαθόν εἰς βεβαίωσιν τούτου παρατίθεται τὴν κατὰ τοὺς σοφιστὰς ἱστορίαν, καὶ Ἀριστίππου μνημονεύει, ὃς καὶ αὐτὸς ὁμοίως ἄλλοις τισὶ τῶν σοφιστῶν ἔλεγε τὰς μαθηματικὰς ἐπιστήμας, ὡς καὶ τῶν εὐτελεστάτων τεχνῶν καταδεεστέρας· ἐκείνων μὲν γὰρ ἑκάστης εἶναί τι τέλος καὶ ἀγαθὸν προσκείμενον καὶ μεμνῆσθαι αὐτὰς ἐν τοῖς γιγνομένοις ὑπ’ αὐτῶν τοῦ ὅτι βέλτιον γὰρ οὕτως, τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν αἴτιον τοιοῦτον μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν. δοκεῖ δὲ ἐν τῷ λόγῳ τούτῳ παραγωγή τις πάλιν εἶναι· οὐ [*](4 αὐτὴ LF Ascl.: αὐτό Α: αὕτη coni. IBonitz 10 ἡ LF eoni. Bonitz: ora. Α 20 ὡς ἴσον—καθ᾿ αὑτὸ ἀγαθὸν (21) LFS: om. Α 25 τοῦ scrips!: τῷ libii 27 τέχνην κι- νουμένων Bramlis Bonitz: post τέχνην add. τε libri 32 καὶ Ἀριστίππου LF: post καὶ add. ὅτι Α 35 καὶ ἀγαθὸν—γιγνομένοις (oG) LF: in lac. om. Α προκείμενον S αὐτὰς LF: αὐτοὺς Α Brandis Bouitz 08 πάλιν LF: πᾶσα A)
183
γὰρ εἰ ἔν τισι τῶν ἐπιστητῶν μὴ πάντα ἐστὶ τὰ αἴτια, διὰ τοῦτο οὐκ ἔσται μιᾶς τὸ περὶ πάντων εἰδέναι. τῷ γὰρ αὐτῷ λόγῳ προσχρωμένους ἔνεστι δεῖξαι ὅτι ἐπεὶ ἔν τισιν ἐπιστητοῖς πάντα ἐστὶ τὰ αἴτια, μιᾶς ἐπιστήμης εἴη τὸ εἰδέναι αὐτά· οὐ γὰρ εἰ μὴ πάσαι πάντα, ἀλλ’ εἰσί τινες ἐν αἷς τινα ἐξ αὐτῶν ἤδη διὰ τοῦτο οὐδεμία ἔσται ἡ πάντα εἰσομένη, ὡς μετ’ ὀλίγον καὶ αὐτὸς ἐνδείξεται ζητῶν, ἐν αἷς πάντα τὰ αἴτια τῷ ἔχειν τὸ ὑποκείμενον αὐταῖς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν μάλιστα ἡ τοῦ προκειμένου ἐπιστήμη γίγνεται. ἔτι δὲ καὶ οὐ πᾶν ἀγαθὸν τῇ αὐτοῦ φύσει πρακτέον ἐστίν, ἀλλ’ ἐστὶ τὸ μὲν πρακτέον ἀγαθόν, τὸ δὲ θεωρητικὸν καὶ οὐ πρακτέον, ὅ ἐστι καὶ ἐν τοῖς μαθηματικοῖς· ἡ γὰρ ἀλήθεια ἡ περὶ ἐκεῖνα ἀγαθὸν οὖσα ἐκείνοις τέλος. τοιοῦτον γὰρ καὶ τὸ τῆς σοφίας τέλος· ἡ γὰρ τοῦ κυριωτάτου τε καὶ ἀρίστου τῶν ὄντων καὶ μάλιστα ὄντος γνῶσις μέγιστον οὖσα ἀγαθὸν ἐκείνῃ τέλος. |

[*](p. 996b1)

Ἀλλὰ μὴν πλείους εἴ γε ἐπιστῆμαι.

[*](139)

εἰς τὸ ἐναντίον μέτεισιν· ἀπορεῖ γάρ, εἰ πλείους εἰσὶν αἱ τῶν αἰτίων κ‘αὶ τῶν ἀρχῶν γνωστικαὶ ἐπιστῆμαι καὶ μὴ μία τις, ὥσπερ δοκεῖ διὰ τῶν προηπορημένων δεδεῖχθαι τῷ μηδὲ χρῆσθαι ἕκαστον τῶν ἐπιστητῶν πᾶσι τοῖς αἰτίοις, τίνος τῶν αἰτίων γνωστικὴν εἶναι δεῖ τὴν ζητουμένην ἐπιστήμην αὕτη δέ ἐστιν ἡ σοφία, ὡς ἐπιφέρει), ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πανία τὰ αἴτια λέγεσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὗν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τῶν αἰτίων τούτων ἔσται τοῦ πράγματος τοῦ ὑποκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίας ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι ἰὰ δ ἐστὶν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται; διὰ δὲ τούτων ὄντων ἅμα † καὶ τὸ μὴ εἶναι δεικνύουσαν ἀπορίαν ἄλλην ἄλλων αἰτίων ἐπιστήμην εἶναι γνωστικὴν καὶ μὴ πάντων μίαν, διότι μὴ ἐν πάσαις πάντα τὰ αἴτια, ἐλέγχει, παρατιθέμενος ὅτι εἰ ἔν τισι πάντα ἐστὶ τὰ αἴτια, ὧν αἱ ἐπιστῆμαι, δῆλον ὡς πάντων ἔσονται, ὡς ἔχει ἐφ’ ἧς παρέθετο, αὕτη δέ ἐστιν ἡ οἰκοδομική, ἐφ’ ἧς εἶπε τὸ εἶδος εἶναι τὸν λόγον, ὅτι κατὰ τὸ εἶδος ὁ ἑκάστου ὁρισμός. οὗ δὲ ἕνεκα, τὸ ἔργον εἶπεν ἤτοι λέγων τὸ οὗ ἕνεκα εἶναι ἐν αὐτῇ. οὗ χάριν τὸ ἔργον γίγνεται γίγνεται δὲ σκέπης), ἢ τὸ ἔργον τὸ γιγνόμενον λέγων ἐν αὐτὴ τὸ οὗ ἕνεκα εἶναι, ὅπερ [*](1 ἐπιστητῶν LFS: ἐπιστήμην A τὰ LF: cm. Α 9 et 10 πρακτέον] πρακτὸν coni. Bonitz 10 τοῖς μαθηματικοῖς LF: ταῖς μαθηματικαῖς A 13 μέγιστον ἐστὶν F ἐκείνῃ coni. Brandis: ἐκεῖνα A: ἐκείνω LF 14 εἴ γε πλείους Metaph. vulg. 16 post ὥσπερ add. τισὶ LF 18 γνωστικὴν LF: γνωστικὰ Α 22 ποῖον LF: rottov A 23 προκειμένου LF 25 διὰ δὲ—ἐλέγχει (28)] Ad refellendam vero rationem, quae nititur ostendere aliam scientiam aliarum causarum esse cognitricem et non omnium unam propterea quod non in omnibus causae omnes habentur, iitilur eo argumento, quod eaedem nonnunquam simul consistant S: pro τὸ μὴ εἶναι (26) τὴν eoni. Bonitz, quod post εἶναι insuper add. LF 28 πάντα LFS Bonitz: om. A)

184
ἐστὶ τὸ εἶδος· ὡς τὴν αὐτὴν εἶναι τήν τε κατὰ τὸ τέλος καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν, ὡς καὶ ἐπί τινων φύσει γιγνομένων ἔστιν εὑρεῖν. ἢ τὸ ἔργον οὐ τὸ εἶδός ἐστιν ἀλλὰ τὸ συναμφότερον, ὃ οὐκ ἂν εἴη ταὐτὸν τῇ κατὰ τὸν λόγον αἰτίᾳ. δύναται καὶ τοιοῦτόν τι λέγεσθαι· ἐν οἷς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν τὸ ἐπίστασθαι μάλιστα γίγνεται ἰῷ πάντα τὰ αἴτια αὐτοῦ εἰδότι; εἴη γὰρ ἂν τῆς σοφίας ἡ τοῦ τοιούτου αἰτίου γνῶσις οἰκεία. δείξας δὲ ἄτοπον ὂν τὸ τὰ αἴτια τοῦ αὐτοῦ τινος ὑπὸ πλειόνων γνωρίζεσθαι ἐπιστημῶν, ἄλλης ἄλλο γνωριζούσης, διὰ τοῦ εἰπεῖν ἢ τίνα μάλιστα τοῦ πράγματος τοὐ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων αὐτὰς τοῦτο μὲν καταλείπει, ἀπαντᾷ δὲ πρὸς τὸ τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην.

[*](p. 996b8)

’Ex μὲν οὖν τῶν πάλαι διωρισμένων, τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν, οὐδαμῶς ἔχει λόγον.

Εἰπὼν τίνα τούτων φατέον τὴν ζητουμένην, ὅτι πάσας ἐνδέχεται λέγειν δείκνυσι, χρώμενος τοῖς ἐν τῷ Α περὶ ἰῆς σοφίας εἰρημένοις. εἶπε γὰρ ἐν τῷ πρὸ τούτου τῷ μείζονι τίνες κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις, ἐν | οἷς ἦν τὸ δεῖν ἀρχικωτάτην καὶ ἀρχιτεκτονικωτάτην αὐτὴν εἶναι, ἀλλὰ [*](140) καὶ ἀκριβεστάτην καὶ μάλιστα εἰδυῖαν, ἀλλὰ καὶ τῶν χαλεπῶν γνωστικήν, ἀλλὰ καὶ πάντα εἰδυῖαν ὡς ἐνδέχεται, ἀλλὰ καὶ διδασκαλικήν. τούτοις οὖν φησι προσχρώμενος ὡς ἔνεστιν ἴσως καθ’ ἕκαστον αἴτιον ἐπιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν. καθ’ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμονικωτάτη τέ ἐστι καὶ ἀρχιτεκτονικωτάτη επιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἂν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθὸν καὶ τούτου χάριν τἆλλα· πρὸς γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰτίων γνῶσις, τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοὺ τέλους γνωστική.

[*](p. 996b13)

Ἧι δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διώρισται εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη.

Καθ’ ὅσον, φησί, πάλιν ἡ σοφία ἐρρήθη τῶν πρώτων αἰτίων εἷναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο πάλιν δόξει ἡ τοῦ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπών τε πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν πρακτοῖς, δεύτερον εἷπε περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ ἐπὶ πάντων τότε λέγεσθαι ἐπίστημά ὅταν τὸ εἶδος εἰδῇ τίς τινος καὶ τὴν [*](7 δείξας LFS: δόξας Α ὃν LFS: ἓν Α 15 ἐν τῷ A] c. 2 20 προσχρωμένου L 26 κατά τι μὲν οὖν δόξει LF 26. 27 ἡ σοφία εἶναι τοῦ] σοφία εἶναι ἡ τοῦ coni. Bonitz 29 διωρίσθη Metaph. 30 et 31 πάλιν LF Ascl.: πᾶσα Α 32 καὶ LF Ascl. e S coni. Bonitz: om. Α 33 εἶπε] εἶναι LF 34 θεωρητοῖς LF Ascl.: θεωρητικοῖς Α 35 ἐπιστήμην] τινὰ LF)

185
τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατὰ τὸ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει· πρῶιον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμενον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ εἰδῶμεν ἢ ὅταν ἐκ τῶν μὴ ὑπαρχόντων· τοῦτο γάρ ἐστι τὸ τῷ μὴ εἶναι· γίγνονται γάρ τινες καὶ διδασκαλίαι καὶ λόγοι τινῶν ἐξ ἀποφάσεων, ἥτις γνῶσις ἐκ τοῦ μὴ εἶναι εἴη ἄν. ὁ οἷόν τε ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οὗτος τῷ εἶναι γνωρίζει τὸ συμβεβηκός· ἐκ γὰρ τοῦ ὑπάρχοντος αὐτῷ. τῶν δὲ τῷ εἶναι γνωριζόντων μάλιστα εἰδέναι λέγομεν τὸν τί ἐστι τὸ πρᾶγμα εἰδότα ἢ τὸν ὅτι αὐτῷ συμβέβηκεν· τὸν γὰρ ἀπὸ τῆς οὐσίας γνωρίζοντα αὐτό, οὐ τὸν ἀπό τινος συμβεβηκότος. ἕκαστον δέ ἐστι τοῦτο ὅ ἐστι κατὰ τὸ εἶδος, ὥστε ὁ τὸ εἶδος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ δὴ ἡ μὲν τοῦ εἴδους καὶ ταύτης τῆς αἰτίας· γνῶσις μάλιστά ἐστιν ἐπιστήμη τοῦ πράγματος, ἡ δὲ μάλιστα ἐπιστήμη σοφία, εἴη ἂν κατὰ τοῦτον πάλιν τὸν λόγον σοφία ἡ ἦς κατὰ τὸ εἶδος αἰτίας ἐπιστήμη. |

[*](p. 996b18)

Ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον.

[*](141)

Τὸ κατάλληλόν ἐστι τῆς λέξεως· ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν, ὅταν εἰδῶμεν τὸ τί ἐστιν. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῶ ἐν πᾶσιν ὧν εἰσιν ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν εἰδῶμεν τὸν λόγον καὶ τὸν ὁρισμὸν τοῦ προχειμένου· ὅταν γὰρ τὸν ὁρισμὸν εἰδῶμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενόν τινι ὑπάρχειν δείξωμεν ὑπάρχον αὐτῷ, τότε ἡγούμεθα τὴν κυριωτάτην ἀπόδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ τί ἐστι τετραγωνισμὸς εὐθυγράμμου τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι μέσης εὕρεσις· ἀπὸ γὰρ τῆς μέσης τὸ ἀναγραφόμενον τετράγωνον ἴσον τῷ εὐθυγράμμῳ· μέση δέ, διότι μείζων μὲν τῆς ἐλάττονός ἐστι τῶν τοῦ εὐθυγράμμου πλευρῶν, ἐλάττων δὲ τῆς μείζονος, ἀφ’ ἧς τὸ ἀναγραφόμενον [*](3 ὁ τὴν] τὰ A1 5 εἰδῶμεν τοῦ ὅταν L 7 ἐξ ἀποφάσεως L Ascl. 10 συμβεβηκὸς—μὴ ὑπάρχειν (12)] cf. Topic. Α 5 p. 102b4 sqq. 11 αὐτὸς] fort, αὖθις 12 αὐτῷ iterat Α 15 οὐ τὸν L: οἱ δὲ Α 16 δέ ἐστι ’L: γάρ ἐστι 2 19 πάλιν LS: πάλαι A 23 ὧν] καὶ ὧν iletaph. 24 καὶ ἐν L: καὶ om. A τῷ L: τὸ A 27 ὁρισμὸν—προκειμένου (28) L e S coni. Bonitz, eaderaque fere Ascl.: ὁρισμὸν—γὰρ τὸν om. A1: ὅταν γὰρ—προκειμένου om. A2 Braiidis 31 γῆς, ὅ ἐστιν L: γῆς ἐστιν ὁ A 34 διότι LF: δή τι A1: δήπου A2)

186
τετράγωνον ἴσον ἐστὶ τῷ δοθέντι εὐθυγράμμῳ. ὁ γὰρ μετὰ τῆς αἰτίας ὁρισμὸς ἀπόδειξις θέσει διαφέρουσα, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξε.

[*](p. 996b22)

Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις.

Δείξας ὅτι δύναται σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δείκνυσιν· ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ γ.νῶσις αἰτίου, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν εἰδῶμεν ὅτι διὰ τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν ἦς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια καὶ ἀντικείμενα εἶναι * * * ἐπήνεγκε τὸ ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἷναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ οὐδαμῶς κατάλληλον εἶναι δόξει τῷ προκειμένῳ. προέκειτο γὰρ αὐτῷ ζητῆσαι, εἰ μὴ τῆς αὐτῆς ἐπιστήμης ἐστὶν ἡ γνῶσις ἁπάντων τῶν αἰτίων, τὴν τίνος τῶν αἰτίων γνῶσιν χρὴ σοφίαν καλεῖν. εἶτα ἔδειξεν ὅτι ἔστι πως κατὰ τὰς περὶ τῆς σοφίας προλήψεις σοφίαν λέγειν τήν τε τοῦ κατὰ τὸ τέλος αἰτίου γνῶσιν καὶ τὴν τοῦ κατὰ τὸ εἶδος καὶ τὴν τοῦ κατὰ τὸ ποιητικόν. οἷς δειχθεῖσιν ἀκόλουθον ἦν ἐπενεγκεῖν τὸ πλείους τἀς | σοφίας ἔσεσθαι. δεῖ οὖν τοῦ εἰρημένου [*](142) ἀκούειν ὡς ἴσον δυναμένου τῷ ὥστε ἄλλης ἂν σοφίας καὶ ἄλλης εἴη τὸ θεωρῆσαι τούτων τῶν αἰτίων ἕκαστον καὶ οὐ μία ἡ σοφία, εἴ γε μὴ μιᾶς μὲν ἐπιστήμης τὸ τὰς αἰτίας θεωρῆσαι, ἡ δὲ ἑκάστου τῶν τριῶν θεωρητικὴ σοφία. δύναται τὸ ὥστ’ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον μὴ ὡς τοῖς νῦν εἰρημένοις ἀκόλουθον ἐπενηνοχέναι ἀλλ’ ὡς τοῖς πρώτοις προειρημένοις συνάπτων τὸ ἄλλην ἄλλου αἰτίου ἐπιστήμην γνωστικὴν εἶναι. ἢ προειπὼν περὶ τοῦ ποιητικοῦ αἰτίου ὅτι ἕτερον τοῦτο καὶ ἀντικείμενον τῷ τέλει, περὶ τούτων ἐπήνεγκεν νεγκεν ὅτι διότι ἐστὶν ἐναντία, διά τοῦτο οὐ τῆς αὐτῆς ἀλλὰ ἄλλης ἐπιστήμης ἔσται ἑκατέρου τούτων τῶν αἰτίων γνῶσις. ἢ ἄμεινον γεγράφθαι ὥστε οὐκ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον. διὰ τοῦτο γὰρ οὐκ ἐδόθη αὑτὴ τῶν αἰτίων [*](2 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Β 10 p. 94a2 4 Δείξας—δοκεῖ (p. 187,13) om. F 5 ante ὅτι add. νῦν Α2 13 καὶ—εἶναι deleuda videntur: om. S Ascl.: καὶ om. A1L “post εἶναι fort, addendum ταῦτα δ’ εἰπὼν e ” Bonitz; quae praeterea exciderunt addenda ex Ascl. ὅτι τὸ μὲν προυπάρχει τοιοῦτον γὰρ τὸ ποιητικὸν αἴτιον) τὸ δὲ ὕστερον ἐπιγίνεται 19 λέγει A1L 21 ἔσεσθαι] εἶναι Α2 22 τῷ Brandis Bonitz: om. AL 25 δυνατὸν οὖν Α2 28 προειπὼν A2L: προσειπὼν 1 29. 30 ἐπήνεγκεν LS: ἐπενεγκὼν Α 30 τῆς τοιαύτης ἀλλὰ 33 ἕκαστον A2S: τοῖς προειρημένοις A1L αὑτὴ scripsi: αὕτη libri)

187
πάντων γνωστικὴ εἶναι, ὅτι μὴ ἐναντία· εὑρὼν δὲ ἐναντιότητα ἐν τοῖς αἰτίοις τῷ τελικῷ καὶ τῷ ποιητικῷ, ἔτι δὲ καὶ διὰ τὰ ἄλλα τὰ εἰργμένα πρὸς τὸ μὴ εὔλογον εἶναι πλείους ἐπιστήμας εἶναι περὶ τὴν γνῶσιν τῶν αἰτίων, ἐπιφέροι ἄν ὅτι κατὰ τὰ προειρημένα οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἡ τῶν αἰτίων τούτων γνῶσις. εἴη δ’ ἂν ἅμα δεδειγμένον καὶ ὅτι τ.ῆς σοφίας οἰκεῖος περὶ τῶν αἰτίων ἁπάντων λόγος. σημειωτέον δὲ ὅτι δι’ ὧν νῦν εἴρηκε πάλιν ἐμνημόνευσε τοῦ Α τοῦ μείζονος· ἐν ἐκείνῳ γὰρ ἐξέθετο τὰς περὶ τοῦ σοφοῦ κοινὰς προλήψεις. μνημονεύσας δὲ τῶν τριῶν αἰτίων καὶ δείξας κατὰ τί δύναται ἡ ἑκάστου τούτων γνωστικὴ ἐπιστήμη σοφία εἶναι ἡ ζητουμένη νῦν, οὐκέτι τῆς κατὰ τὴν ὕλην αἰτίας ἐμνημόνευσεν ὡς τῆ.ς ἐκείνων τῶν αἰτίων γνώσεως κυριωτέρας καὶ μᾶλλον ἐπιστήμης οὔσης τῆς ὑλικῆς· κυριώτερα γὰρ ἐκεῖνα καὶ μᾶλλον αἴτια· ἡ γὰρ ὕλη ἐν τοῖς ἐξ αὐτῆς γινομένοις τὸν τοῦ οὗ οὐκ ἄνευ λόγον ἔχειν δοκεῖ.

[*](p. 996b26)

Ἀλλὰ μὴν καὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων, ἀμφισβητήσιμόν ἐστιν.

Ἦν δεύτερον τοῦτο ἐν οἷς ἐξηριθμήσατο ὡς ἀπορηθησομένοις, τὸ περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεων ἀρχαί, ἃ καὶ κοινὰς δόξας λέγει τῷ πάντας ἀποδεικνύντας προσχρῆσθαι αὐτοῖς. εἶπε δὲ αὐτά, ὅτε ἐμέμνητο τῆς ἀπορίας, ἀρχὰς ἐξ ὧν περὶ τούτων] “ἐξ ὧν δεικνύουσι πάντες.” ζητεῖ δὴ πότερον· περὶ τούτων τῆς αὐτῆς ἐστιν εἰδέναι ἧς καὶ περὶ τῶν | τῆς οὐσίας καὶ τοῦ ὄντος ἀρχῶν, ἢ ἄλλης, ὡς εἶναι πλείους ἐπιστήμας [*](143) περὶ τῶν ἀρχῶν, ἄλλην μὲν τούτων ἄλλην δὲ τῶν τῆς οὐσίας· καὶ εἰ διαφερουσῶν ἐπιστημῶν ἡ τῶν ἀρχῶν γνῶσις τῶν τε τῆς οὐσίας καὶ τῶν τῆς ἀποδείξεως, ποτέραν χρὴ καὶ τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας καταγινομένην σοφίαν καλεῖν. ἀπορεῖ δὴ περὶ τούτου, καὶ πρός γε τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης περί τε τούτων καὶ περὶ ἐκείνων διαλαμβάνειν πρώτῃ ἐπιχειρήσει τοιαύτῃ χρῆται. εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι κατὰ τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδεμία τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον. ἢ οὕτως. εἰ ὁμοίως πᾶσαι ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἡ οὐδὲ [*](10 ἡ A2L: καὶ A1 12 κυριώτερα—αἴτια LA2: κυριώτερον γὰρ ἐκεῖνο καὶ μᾶλλον αἴτιον A1 13 τὸν τοῦ οὗ A: τούτων ὧν L 14 legendum καὶ περὶ τῶν 17. 18 τῷ πάντως τοὺς ἀποδεικνύντας L 19 ἐξ ὧν περὶ τούτων AL: del. Brandis ἐξ ὧν—πάντες] Arist. p. 995b8 21 ἐπιστήμας] αἰτίας LF 24. 25 κατατεινομένην LF 25 δὴ LF: δὲ A 27 χρῆται LF: χρᾶται AM 28 κατὰ Brandis Bonitz: καὶ Α: om. LF ἀποδεικτὰ Ascl. S Bonitz: ἀποδεικτικὰ A 30 ἡ LA2: οἱ A1 34 ἔχουσιν A2LF: ἔχουσαι Α1 ἡ L: οἱ Α)

188
αὐτή. ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή) καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδ’ ἂν ἡ περὶ τῆς οὐσίας λέγοι. εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων· ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν λέγειν, οὕτως οὐδὲ ταύτης ἂν εἴη.

[*](p. 996b35)

Εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστιν, ἁπασῶν δὲ μὴ ἐνδέχεται.

Διὰ τί μὴ ἐνδέχεται ἁπασῶν; ἢ ὅτι ἡ ἐπιστήμη τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ τῷ ὑποκειμένῳ ἐστὶν ἀποδεικτική, ὧν δὲ τὰ ὑποκείμενα ἕτερα, τούτων καὶ τὰ δεικνύμενα· οὐ γὰρ οἷόν τε τὰ αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν τοῖς διαφέρουσι, διὸ οὐδὲ τὰ ἀξιώματα καθ’ αὑτὰ ὑπάρχειν τοῖς πάσαις ταῖς ἐπιστήμαις ὑποκειμένοις. εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν οἷαί τε εἶεν πᾶσαι ἀποδεικνύναι αὐτά. ἐπιχειρήσας δὲ πρὸς τὸ μὴ εἶναι μιᾶς ἐπιστήμης περί τε τῶν τῆς οὐσίας ἀρχῶν εἰπεῖν καὶ περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀπο- δείξεως ἀρχαί, ἑξῆς ὅτι μηδὲ ἔστι τῶν ἀξιωμάτων ἐπιστήμη τις ἐπιχειρεῖ, λέγων ἅμα δὲ καὶ τίνα τρόπον ἔσται αὐτῶν ἡ γνῶσις; μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἤιοι δι’ ὁρισμοῦ τι ἐπιστάμεθα ἢ δι’ ἀποδείξεως· καὶ τῶν ἀξιωμάτων δὴ εἰ ἔστιν ἐπιστήμη, ἀποδεικτικὴ περί τινος ἄν εἴη τῶν ὑπάρχόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν οὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ ἐπὶ παντὸς ἢ ἡ | κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆυαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης έπιστήμης. ὥστε τοῦ μὲν τί ἐστιν ἕκαστον τούτων οὐκ ἔσται τις ἐπιστήμη ἀφωρισμένη. εἰ δὲ ἔστιν ἀπόδειξις περὶ αὐτῶν καὶ ἐπιστήμη τις ἀποδεικτική, δεήσει τὰ ἀξιώματα * * * εἶναί τε αὐτῶν ἰὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα αὐτοῖς ὑπάρχειν τὰ γὰρ καθ’ ἑαυτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε), τὰ δέ τινα ἀξιώματα, δι’ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθ’ ἑαυτὰ ἀποδείκνυται, ἀξιώματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· τούτῳ γὰρ ἀκόλουθον τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπό- [*](1 πᾶσαι γὰρ—αὐτή (2) LF Ascl.: om. Α 7 Εἴπερ οὖν c. S Bonitz: ἐπεὶ τῶν Α: ἐπεὶ οὖν LF 9 ὅτι ἡ LFS: ὅτι καὶ ἡ Α 14 πρὸς τὸ LF: πρῶτον τὸ A: πρῶτον πρὸς τὸ coni. Bonitz 17 αὐτῶν LFS: αὐτοῖς Α ἡ γνῶσις] ἐπιστήμη Metaph. 20 ἐπιστήμη, ἤτοι τοῦ τί ἐστιν <add. ἕκαστον>αὐτῶν ἔσται δεικτικὴ ἡ ἀποδεικτικὴ recte Ascl. 25 διδαξούσης Ascl.: διδαξάσης libri 26 ante ἀφωρισμένη add. μὴ Α: om. LF 27 lacuna ex Ascl. explenda: δεήσει τὰ ἀξιώματα εἶναι τὰ ποτὲ (foit. ἅπαντα vel τὰ πρῶτα) ἕν τι γένος καὶ μίαν τινὰ φύσιν ὑποκειμένην, εἶναί τε κτλ.; cf. p. 189,13. 14 τε] περὶ LF 29 ἀποδεικτὰ LFS Ascl. Bonitz: ἀποδεικτικὰ Α)

189
δεῖξιν εἶναι. περὶ γὰρ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων τῷ ὑποκειμένῳ τῇ ἐπιστήμῃ, ἃ πάθη εἶπεν, αἱ ἀποδείξεις, ἀλλ’ οὐ περὶ πάντων, οὐδὲ τῶν τυχόντων, ἀλλ’ οὐδὲ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάντων ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς τὸ ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· διὰ μέσου δὲ εἴρηται διὰ τὰ ἀξιώματα τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν, τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρχον ἢ μὴ ὑπάρχον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη. τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῴ οὕτως τε συμβήσεται, εἰ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ τῶν ἀξιωμάτων μιᾶς φύσεως εἶναι, διότι πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεως, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλήλοις ὄνια μιᾶς τινος φύσεως ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων αἰ ἀποδείξεις, μιᾷ δὲ φύσει καθ’ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύσεως [*](145) ὄνια ἀλλήλοις. ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. ἢ τὸ λεγόμενόν ἐστιν, εἰ ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει τι εἶναι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ πε·ρί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται ᾧ δείκνυται ὑπάρχοντα· πᾶσα γὰρ ἀπόδειξις γένει τινὶ καὶ φύσει ὑποκειμένῃ μιᾷ δείκνυσιν ὑπάρχοντα ἃ ἀποδείκνυσιν, ἃ εἶπεν αὐτὸς πάθη, διά τινων ἀξιωμάτων, δι’ ὧν αἱ ἀποδείξεις, † τουτέστι ἀμέσους προτάσεις καὶ ἀναποδείκτους. εἰ γὰρ δεῖ μὲν δι’ ἀξιωμάτων δείκνυσθαι τὰ δεικνύμενα, δεικνύοιτο δὲ καὶ τὰ ἀξιώματα, ἐπ’ ἄπειρον ἂν προίοι, οὕτω δὲ οὐδὲν ἀποδεικτὸν ἄν εἴη· οὐ γὰρ πάντα ἐστὶν ἀποδεικτά. ᾧ ἐνῆν καὶ αὐτὸν χρησάμενον ἀποδεῖξαι ὅτι μή ἐστιν ἀπόδειξις τῶν ἀξιωμάτων. ὅτι δὲ ταῦτα δεῖ τὰ εἰρη- μένα ὑπάρχειν ἐν πάσῃ ἀποδείξει, ἐδήλωσε καὶ διὰ τοῦ ἐπενεγκεῖν ἀνάγκη γὰρ ἔκ τινων εἶναι, δι’ ὧν δείκνυται, καὶ περί τι εἶναι, οὗ ἡ ἀπόδειξις, καὶ τινῶν τὴν ἀπόδειξιν, αὐτῶν τῶν ἀποδεικνυμένων. ἀλλὰ εἰ τοῖς ἀξιώμασιν ἕν τι γένος ὑπόκειται, πᾶσι τοῖς ἀποδεικνυμένοις καὶ πάσαις ταῖς. ἐπιστήμαις· ἓν καὶ ταὐτὸ γένος ὑποκείμενον ἔσται. ὁ γὰρ χρώμενός [*](4 ἀποδείξεις LF 6 ὑποκείμενον LF: τὸ ὑποκείμενον A 8 δι’ ὧν ex Ascl. addidi i) δηλωτικόν LF Ascl.: δηλωτικὴ A 23 τὸ ἀποδεικτικόν LF 24 ἀποδεικτὰ LF Ascl.: ἀποδεικτικά A 28. 29 τουτέστιν—ἀναποδείκτους corrupta sunt 30, 31 οὕτω—ἀποδεικτά] ac proinde nulla ipsarum erit demonstrabilis, quod tamen oportebat, quia non omnia sunt indemonstrabilia S: οὐ γὰρ δυνατὸν πάντα ἀποδεικτὰ εἶναι, ἐπεὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν Ascl. 30 ἀποδεικτὸν S Ascl.: ἀποδεικτικὸν ALF 31 ἀποδεικτά ἀποδεικτικά A)
190
τινι πρὸς ἀπόδειξιν, ὃ γένει τινὶ καὶ φύσει μιᾷ καθ’ αὑτὸ ὑπάρχει, οὐ περὶ ἄλλο αὐτῷ χρῆται ἢ περὶ ἐκεῖνο ᾧ ὑπάρχει καθ’ αὑτό. οὐ γὰρ διὰ τοῦ τυχόντος τὸ τυχὸν δείκνυται. οὔτε γὰρ ὁ τοῖς ἐν γεωμετρίᾳ δεικνυμένοις χρώμενός τισι πρὸς ἄλλο τι αὐτοῖς χρῆται ἢ πρὸς τὰ γεωμετρικὰ ὑποκείμενα, ὅτι τούτοις ὑπάρχει καθ’ αὑτά· οὔτε ὁ ἐν τοῖς μουσικοῖς τινι πρός τι ἄλλο ἢ πρὸς τὰ τοῖς μουσικοῖς ὑποκείμενα. διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις· καὶ οἱ τοῖς ἀξιώμασι δὴ χρώμενοι πρὸς τὸ γένος ἄν ἐκεῖνο χρῷντο αὐτοῖς, ᾧ ὑπάρχει τὰ ἀξιώματα καθ’ αὑτά· ὑπάρχει δὲ ἑνί τινι, εἴ γε ἔστιν αὐτῶν ἐπιστήμη τις ἀποδεικτική. πᾶσαι δὲ αἱ ἐπιστῆμαι πρὸς τὰ ἀποδεικνύμενα ὑπ’ αὐτῶν χρῶνται τοῖς ἀξιώμασι· πάσαις ἄρα ἔσται τὸ αὐτὸ γένος ὑποκείμενον ταῖς ἐπιστήμαις τῷ πάσας αὐτοῖς χρῆσθαι, ταῦτα δὲ ἑνὶ γένει τινὶ ὑπάρχειν, καὶ μὴ οἷόν τε εἶναι | πρὸς ἄλλο τι χρῆσθαι τοῖς τινὶ καθ’ αὑτὸ [*](146) ὑπάρχουσιν ἀποδεικτικῶς ἢ πρὸς ἐκεῖνο μόνον, ᾧ καθ’ αὑτὸ ἐκεῖνα ὑπάρχει. εἰ δὲ πάσαις ταῖς ἐπιστήμαις τὸ αὐτὸ γένος ὑπόκειται, καὶ πᾶσαι διὰ τῶν αὐτῶν δεικνύουσι διὰ γὰρ τῶν ἀξιωμάτων), πᾶσαι ἄν αἱ αὐταὶ εἶεν.

[*](p. 997a11)

Ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων.

Ἐπιχειρήσας πρὸς τὸ μὴ εἶναι τῆς αὐτῆς περί τε τῶν τῆς οὐσίας ἀρχῶν καὶ περὶ τῶν ἀποδεικτικῶν εἰπεῖν ἀλλ’ ἑτέρας, ἔξωθεν δὲ προσεπιχειρήσας ὅτι μηδὲ ἔστιν ἀποδεικτά, ἐφεξῆς ταύτῃ συνεχῆ ἀπορίαν ἀπορεῖ· ζητεῖ γάρ, ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτάτη καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. καὶ ὅτι δὴ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπιχειρεῖ· εἰ] ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα, κοινὰ πάντων καὶ καθόλου, ἐπεὶ πάντα τὰ δεικνύμενα διὰ τούτων δείκνυται) καὶ πάντων ἀρχαὶ ταῦτα· αἱ δὲ ἀρχαὶ πρῶται οὗ εἰσιν ἀρχαί, ὥστε καὶ ταύτῃ καθόλου. ἡ παραγωγὴ παρὰ τὸ ληφθῆναι ἀπλῶς πρῶτα εἶναι καὶ καθόλου τὰ ἀξιώματα· οὔτε γὰρ τὰ κοινά τινων ἤδη καὶ καθόλου ἐστὶν αὐτῶν, οὔτε τὰ καθόλου ἁπλῶς καὶ κυρίως πρῶτα· ὥστε οὐδ’ ἡ περὶ τὰ καθόλου ἀπλῶς πρώτη καὶ τιμιωτέρα. ἔτι δὲ οὐδὲ δείκνυνται αἱ ἀρχαὶ διὰ τῶν ἀξιωμάτων· οὐδὲ γὰρ ἀποδεικταί.

[*](4. 5 τισὶ coni. Bonitz 9 ἑνί c. S Bonitz: ἐν ALF 12. 13 ὑπάρχειν LF coni. Bonitz: ὑπάρχει Α 14 ἐκεῖνα scripsi: ἐκεῖνο libri 16. 17 ἄν αὗται εἶεν LF 18 Ἀλλὰ—τιθέμενον (p. 191,12) om. F 22. 23 προτέρα, πότερον Ascl. S: ποτέρα πρότερον A 25 εἰ c. S et Ascl. delevi 29 ὥστε καθόλου καὶ ταύτῃ LF ante ἡ non distinguunt libri 34 ἀποδεικταί LS: ἀποδεικτικαί Α)
191
[*](p. 997a14)

Εἴτε ἔστι μὴ τοῦ φιλοσόφου.

Οπερ ἠπόρησε πρὸς τὸ τίνος εἶναι ἠ γὰρ πασῶν τῶν χρωμένων αὐτοῖς ἢ οὐδεμιᾶς) νῦν δείκνυσιν ὅτι εὔλογον τὸν φιλόσοφον περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, δι’ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς πρῶτον δείκνυται, πραγματεύεσθαι, ὃ ἐνεδείξατο διὰ τοῦ δεῖξαι ὅτι ἄτοπον τὸ ἄλλον τινὰ λέγειν περὶ τἀληθοῦς καὶ ψευδοῦς πραγματεύεσθαι. τὸ δὲ περὶ αὐτῶν λέγοιτ’ ἂν περὶ τῶν προτάσεων, ἐν αἷς καὶ τὰ ἀξιώματα· τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψευδοῦς διαλαμβάνειν παρὰ τὸν φιλόσοφον; δείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ τοῦ φιλοσόφου γε. εἴη δ’ ἄν πως διὰ τούτων καὶ τὸ μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν τιθέμενον.

[*](p. 997a15)

Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλείους ἐπιστῆμαι.

Ἐπεὶ τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταί τε καὶ ἀκίνητοι αἱ δὲ ἐν κινήσει τε καὶ αἰσθηταί, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεωρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων, καὶ εἰ μὴ μιᾶς, ποίας οὐσίας | ἐπιστήμην ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν· ἔστι δὲ αὕτη ἡ σοφία. τὸ [*](147) γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔλογον εἶναι, καὶ δι’ ὃ ἐπιφέρει· εἰ γὰρ μίαν, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαις καθ’ αὑτὰ συμβεβηκότων. πᾶσα γὰρ ἀποδεικτικὴ ἐπιστήμη τῶν τῷ γένει ἐκείνῳ, περὶ ὃ καταγίνεται, καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική· ὥστε εἰ καὶ περὶ τῆς οὐσίας μία τις ἐπιστήμη, ἓν ἄν τι γένος εἴη καὶ ἡ οὐσία εἰ γὰρ ἑνὸς γένους μία ἐπιστήμη, καὶ οὗ ἐπιστήμη μία, ἓν γένος τοῦτο)· εἰ δὲ ἓν γένος καὶ ἡ οὐσία, ἑνὶ δὲ γένει ἁ καθ’ αὑτὰ συμβεβηκότα μιᾶς ἀποδεικνύναι, μία ἂν εἴη καὶ ἡ τὰ ταῖς οὐσίαις πάσαις καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνῦσα· ἀποδεικτικῆς γὰρ ἴδιον τὸ περί τι ὑποκείμενον θεωρεῖν τὰ καθ’ αὑτά συμβεβηκότα διὰ τῶν ἀξιωμάτων τε καὶ κοινῶν δοξῶν. περὶ οὖν τὸ αὐτὸ γένος ἀντὶ τοῦ περὶ οὖν ἑὸ ἓν γένος, τὰ καθ’ αὐτὰ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι. δοκεῖ δὲ ἀπὸ τοῦ συμβεβηκότος τὸ ἄτοπον ἐπάγειν· λαβὼν γὰρ ὅτι τῆς ἐπιστήμης τὸ τὰ συμβεβηκότα τῶ γένει τὼ υποκει- [*](5 πρῶτον L AscL: πρῶτα Α 6 τὸ Ascl.: oni. AL 9 ἐνδείκνυται Ascl. 15 τε LF: om. Α 20 μίαν] εἴη μία Ascl. 20) ἀποδεικνύναι L: ἀποδείκνυται AS 29. 30 περὶ οὖν ἓν γένος] circa id, cuius est unum genus (i. e. περὶ οὗ ἐν γ.) S 30 τουτέστι delendum censct Bonitz. sed fort, addendum προτάσεων 31 post θεωρῆσαι ex Ascl. add. τὰ καθ’ αὑτὰ συμβεβηκότα τοῖς μεγέθεσι καὶ πάλιν ἑτέρας τοὺς ἀριθμούς, ὥστε καὶ τῶν οὐσιῶν διάφοροι ἐπιστῆμαι, ἐπεὶ καὶ τῶν καθ᾿ ἂὑτὰ ὑπαρχουσῶν ταῖς οὐσίαις Brandis ἐπιστήμης καὶ τὸ A2)

192
μένω αὐτῇ ἀποδεικνύναι, ἐπεὶ τῇ οὐσίᾳ πάντα τὰ ἄλλα συμβέβηκε, κατὰ τοὺς λέγοντας μίαν εἶναι τὴν περὶ τὰς οὐσίας ἐπιστήμην, κατὰ τούτους γίγνεται μιᾶς περὶ πάντων τῶν ὄντων λέγειν· πάντα γὰρ τὰ παρὰ τὴν οὐσίαν ὄντα τῇ οὐσίᾳ συμβέβηκε. διὰ τοῦτο γὰρ καὶ οὕτως εἶπε, καὶ γὰρ ἂν ἀποδεικτικὴ μία περὶ πάντων εἴη τῶν συμβεβηκότων, οὐκέτι τὸ ἑξῆς προστιθεὶς αὐτῷ. περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. τοῦτό μοι δοκεῖ τοιοῦτον εἶναι. εἰπὼν ὅτι εἰ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, ἔσται μία καὶ ἡ ἀπάντων τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί 53 10 τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία. καὶ εἴη ἂν τὸ ·λεγόμενον τοιοῦτον.. τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ ὑποκείμενον θεωρεῖν τί | ποτε ἔστι, καὶ τὰ τούτῳ καθ’ αὑτὰ ὑπάρχοντα· ἐκ [*](148) γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθ’ αὑ.τά τινι ὑπάρχοντα εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἱ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γιγνόμεναι· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον· ὥστε οὗ τὸ εἰδέναι τὴν ὑποκειμένην φύσιν, τούτου τὸ καὶ τὰ ταύτῃ ὑπάρχοντα εἰδέναι καθ’ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, δι’ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀπο- δείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ δι’ ἀποδείξεως ὑπάρχειν δεικνύμενα αὐτῷ. οὗ γὰρ τὸ εἰδέναι τό τε ὑποκείμενον γένος καὶ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα δείκνυται, τούτου καὶ τὸ ἀποδεικνύναι τὰ ὑπάρχοντα αὐτῶ· οὗ δὲ τὸ ἀποδεικνύναι τινά, τούτου καὶ τὸ εἰδέναι. εἴτ’ οὖν μία ἐστὶν ἡ περὶ τὸ ὑποκείμενον γένος καὶ τὴν οὐσίαν πραγματευομένη τῷ ἓν αὐτὸ εἶναι καὶ μίαν τινὰ φύσιν, μιᾶς ἔσται καὶ τὸ πάντα τούτῳ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀποδεικνύναι· εἴτε πλειόνων καὶ ἄλλης ἢ περὶ τὸ λαμβανόμενον γένος καὶ τὴν οὐσίαν πραγματεύεσθαι τῷ μὴ εἶναί τινα μίαν φύσιν αὐτοῦ (οὐ γὰρ εἴ τινα ὑφ’ ἓν τὸ ἀνωτέρω γένος ἐστίν, ἤδη περὶ τούτων μιᾶς τὸ θεωρεῖν ἐπιστήμης, ἀλλὰ δεῖ ὁμοειδὲς εἶναι καὶ μιᾶς φύσεως τὸ ἑκάστῃ ἐπιστήμῃ ὑποκείμενον, περὶ ὃ πραγματεύεται), πλειόνων δὴ καὶ τῶν αὐτῶν ἔσται τὸ καὶ τὰ ὑπάρχοντα αὐτῷ ἀποδεικνύναι· ὅσαι γὰρ περὶ τὸ ὑποκείμενον, τοσαῦται καὶ περὶ τὰ καθ’ αὑτὰ τούτῳ ὑπάρ- [*](2 περὶ τῆς LF 3 παρὰ] περὶ LF 5 οὐκέτι—εἶναι (7) corrupta sunt: Quod vero statim adiecit (Subiectum enim circa quod, unius est scienliae — — id mihi huiusmodi esse uidetur S 6 et 10 ὃ om. Α1 γὰρ τὸ ὅτι μιᾶς Metaph. vulg. 7 τοῦτο τοιοῦτόν ἐστιν ὡς δόξειεν ἄν· εἰπὼν γὰρ ὅτι LF 11 θεωρήσουσιν Metaph. vulg. 12 καὶ εἴη ἂν LF: εἴη δ’ ἂν Ascl.: εἴη Α 16 τὸ καὶ ἐξ ὧν Ascl.: καὶ τὰ ἐξ ὧν libri 17 γιγνόμεναι LF: om. Α 22 τὸ τὰ LF Ascl.: τὰ om. Α 26 εἴτ’ οὖν LF e S coni. Bonitz: εἰ γοῦν Α 28 αὐτὸ LFS: αὐτῷ Α μιᾶς e S add. Bonitz 29 καὶ ἄλλης ἢ AL: καὶ ἄλλης καὶ ἄλλη F: fort. καὶ ἄλλης καὶ ἄλλης τὸ, cf. 191,17)
193
χοντα καὶ συμβεβηκότα. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα. εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία ἴσον ἂν σημαίνοι τῷ τῶν αὐτῶν ἔστα·ι, ὧν ἥ τε περὶ τοῦ ὑποκειμένου γένους θεωρία καὶ ἡ περὶ τὰ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα ἀποδείκνυται, καὶ ἡ τῶν καθ’ αὑτὰ συμβεβηκότων καὶ ἀποδεικνυμένων ὑπάρχειν αὐτῷ γνῶσις. εἴτε οὖν πλείους ἐκεῖναι ὡς κεχωρίσθαι ἀπ’ ἀλλήλων, πλείους καὶ αἱ ταῦτα ἀποδεικνῦσαι, εἴτε ἐκεῖναι μία ἐκ πλειόνων ἐπιστημῶν ὡς μερῶν οὖσα, οὕτως ἕξει καὶ ἡ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δεικνῦσα τούτῳ τῷ γένει· μία μὲν γὰρ ἔσται, ἐκ πλειόνων μέντοι ἐπιστημῶν ὡς μερῶν ἠθροισμένη. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ ἡ περὶ τὴν οὐσίαν πραγματεία ἅπασα φιλοσοφία εἶναι, οὐ μὴν πᾶσα πάσης τῆς οὐσίας ἐστίν, ἀλλὰ κατὰ μὲν ἄλλο μέρος αὐτῆς τῆς αἰσθητῆς τε καὶ φυσικῆς, κατ’ ἄλλο | δὲ τῆς νοητῆς. ὡς δὲ ἐπ’ ἄτοπόν τι ἐπαγαγὼν [*](149) τὸ μίαν ἔσεσθαι τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῆς οὐσίας ἀποδεικτικήν, ἐπαύσατο μηδὲν ἐπενεγκών· ἄλογον γὰρ δόξει τὴν αὐτὴν ἐπιστήμην εἶναι θεωρητικὴν περί τε τῶν τῇ αἰσθητῇ οὐσίᾳ συμβεβηκότων καὶ περὶ τῶν τῇ νοητῇ. πῶς δὲ οὖν οὐχ ἓν γένος ἡ οὐσία, ἐπιζητήσαι ἄν τις, εἰ περὶ ἓν γένος οὐ τὸ κοινόν, ὡς εἶπε, νῦν λέγει, ἀλλὰ καὶ περὶ ἓν εἶδος καὶ μίαν τινὰ ὁμοειδῆ φύσιν. οὕτω γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος, οὐχ ὅτι μία περὶ πάντα τὰ ἐκ τοῦ αὐτοῦ τοῦ ἀνωτάτου καὶ κοινοτάτου γένους, ἀλλ’ ὅτι περὶ τὰ τοῦ αὐτοῦ εἴδους καὶ λόγου κεκοινωνηκότα. δύναται καὶ οὕτως τις ἀκοῦσαι τοῦ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς· οὗ γένους μία ἡ τὸ τί ἐστιν ἕκαστον τῶν ὑπ’ αὐτὸ καὶ τὸν ὁρισμὸν ζητοῦσα, τούτῳ μία καὶ ἡ τῶν ὑπαρχόντων αὐτῷ καὶ ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι γνωστική τε καὶ δεικτική· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ καὶ τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτὸ αἱ ἀποδείξεις. μιᾶς δὲ ἐπιστήμης τὸ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἑνί τινι γένει εἰδέναι· οὗ γὰρ ἡ ὁριστικὴ μία, καὶ ἡ ἀποδεικτική. τὸ μὲν γὰρ ὅ τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι σημαίνει, τὸ δὲ εἴτε τῆς αὐτῆς * * τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ αὐτῷ τούτῳ, τουτέστιν εἴτε ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική τε καὶ ἀποδεικτική, εἴτε ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια, ἀκολουθήσει οὖν τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι· λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι. ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι, εἴτε ἑκατέρα τούτων ἑτέρα οὖσα τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, ἡ μὲν λαμβάνουσα ὁριστική, ἡ δὲ ἀποδεικνύουσα ἀποδεικτική, εἴτε καὶ μία [*](1. 2 αὐταὶ LF: αὗται Α 4 τούτῳ LF: τούτων Α τῶν] τοῦ τοῦ τῶν ’L: τοῦ τῶν A2F: τῶν τούτῳ coni. Bonitz 9 ὡς LFS: ἢ A 10. 11 οὐ μὴν κατὰ πάσης τῆς LF 12. 13 ἐπαγαγὼν LF: ἀπαγαγὼν A 16 ἄν F: δ’ ἄν AL 16. 17 εἰ περὶ A1LF: εἴπερ A2S 17 οὐ LFS: οὗ Α 22 ἕκαστον e S Bonitz: ἑκάστου libri 23 αὐτῷ (ante τὸ) LF: αὐτῇ Α 28 post αὐτῆς addendum ex Ascl. εἶτε ἄλλης εἴη ἄν λέγων εἴτε τῆς αὐτῆς 29 εἴτε e S Bonitz: εἰ libri 33 ἧς LFS: ἣν A 34 ταύτης τε καὶ Ascl. εἴτε LF Ascl.: ἡ τε A 35 θεωρεῖ LF: θεωρεῖν A)
194
τίς ἐστιν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη· ὡς γὰρ μία ἡ ὁριστική τε καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτω μία καὶ ἡ ἀποδεικτική. γράφεται ἔν τισιν ἀντὶ τοῦ αὗται “εἴθ᾿ αἱ αὐταί”· καὶ εἴη ἂν διὰ τούτου τὸ λεγόμενον, εἴτε αἱ αὐταὶ ἀλλήλαις εἰσὶν ἥ τε ὁριστικὴ περὶ τοῦ αὐτοῦ γένους καὶ ἡ ἀποδεικτική, εἴτε οὔκ εἰσι μὲν αἱ αὐταί, μόρια δέ ἐστι μιᾶς, ὥστε ἐξ ἀμφοτέρων συγκεῖσθαι τὴν τοῦ ὑποκειμένου γένους ἐπιστήμην.

[*](p. 997a25)

Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ τὰ συμβεβηκότα ταύταις.

Καὶ αὕτη ἡ ἀπορία προείρηται ὑπ’ αὐτοῦ ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει.

ὃ δὲ ἀπορεῖ διὰ τούτων δόξει τῷ προειρημένῳ ἀκόλουθον εἶναι | τῷ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. [*](150) εἰπὼν γὰρ δι’ ἐκείνων τὸ μιᾶς εἶναι ὥσπερ τὸ ὁρίσασθαι τὸ ὑποκείμενον γένος, οὕτω καὶ τὸ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ, εἶτα ἀπόρησα τὸ εἴτε τῆς αὐτῆς ἄμφω ἐστίν, εἴτε ἄλλης μὲν τὸ ὁρίσασθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νῦν περὶ τούτου καθ’ αὑτὸ ἀπορεῖ καὶ ζητεῖ πότερον ἡ ἐπιστήμη ἡ προκειμένη ἡμῖν αὕτη δέ ἐστιν ἡ σοφία) τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητική, τί ἐστι τὸ εἶναι τῇ οὐσίᾳ ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ τῇ οὐσίᾳ ἡ αὐτὴ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ τῆς αὐτῆς τὴν οὐσίαν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, αὕτη ἄν εἴη ἀποδεικτική· ἀποδεικτικῆς γὰρ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ. ᾧ ἐπήνεγκεν ὡς ἄτοπον τὸ ἀποδεικτικὴ ἄν εἴη καὶ ἡ τῆς οὐσίας, ὡς ἑπόμενον τῇ ἀποδεικτικῇ λαμβάνων τὸ περὶ ὧν τὸν λόγον καὶ τὴν θεωρίαν ποιεῖται ταῦτα ἀποδεικνύναι. οὐ δοκεῖ δὲ τοῦτο], φησί, τοῦ τί ἐστιν ἀπόδειξις εἶναι, τὸ μὲν τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἐστι μὴ εἶναι ἀπόδειξιν ὑγιῶς λαμβάνων ἔδειξε γὰρ τοῦτο ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς)· οὐ μὴν πάντως ἕπεται, εἰ ἡ αὐτὴ εἴη τῆς τε οὐσίας καὶ τοῦ τί ἐστιν ἡ οὐσία θεωρητικὴ καὶ τῶν καθ’ αὑτὰ τῇ οὐσίᾳ ὑπαρχόντων, ἤδη τοῦ τί ἐστιν ἀποδεικτικὴν αὐτὴν εἶναι· οὐ γὰρ εἰ ἡ τῆς οὐσίας θεωρητικὴ καὶ ἀποδεικτική, ἤδη καὶ τῆς οὐσίας ἀποδεικτική· τὸ μὲν γὰρ τί ἐστιν ὁριστικῶς λήψεται, ἀποδείξει δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα· ταῦτα γάρ ἐστιν ἀποδεικτά. οὐ γὰρ εἰ ἡ αὐτὴ περὶ ἀμφοῖν, ἤδη καὶ ὁμοίως περὶ ἀμφοῖν· οὐ γὰρ γίνεται ταὐτὸν θάτερον θατέρῳ τὸ ὁρίσασθαι τῷ ἀποδεῖξαι, εἰ ἄμφω ἑνὸς εἴη. ὁ δὲ λαβὼν τὸ ἀποδεικτικὴν ἔσεσθαι τὴν τῆς οὐσίας ἐπιστήμην, [*](1 ἐπιστήμη ἡ ἐξ LF 5 ἥ τε LF e S coni. Bonitz: ἥ τε ἡ Α 8 Ἔτι—ἀπορεῖ καὶ (16) om. F τὰς Α2: τῆς A1LF 9 legendum καὶ περὶ τὰ 18 μόνων LF Ascl.: μόνον Α τῇ οὐσίᾳ LFS cf. Ascl. p. 165, 3. 4: om. A 19 ἡ καὶ LFS Ascl.: καὶ om. A 20 εἰ Ascl. S Bonitz: ᾗ ALF 25 ποιεῖται ἕως ὧδε ταῦτα LF τοῦτο del. Bonitz 27 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Β 3 sqq. 31. 32 ἐστιν τὸ ἀποδεικτικὸν ἀποδεικτικὸν F) λήψεται LF 32. 33 ἀποδεικτά LFS: ἀποδεικτικά Α)

195
μετήνεγκε τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι, ὡς τῆς ἀποδεικτικτικῆς τὸ δι’ ἀποδείξεως τὸ προκείμενον αὐτῇ θεωρεῖν οἰκεῖον. βουλόμενος δὲ ἡμῖν ἐνδείξασθαι πῶς εἶπε τὸ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ περὶ τὰ συμβεβηκότα ταύταις, παρέθετο τὰ τῇ γεωμετρίᾳ ὑποκείμενα στερεά, ἐπίπεδα καὶ γραμμάς, εἴ γε ταῦτα οὐσίας λέγει, ἐπεὶ τούτοις ἔστι τινὰ καθ’ ἑαυτὰ ὑπάρχοντα, περὶ ὧν ἡ ἀπόδειξις τῷ γεωμέτρῃ, λέγει, εἰ τοῦ αὐτοῦ ἔσται τί ἕκαστον τούτων ἐστὶ θεωρεῖν, καὶ ὁρίζεσθαι τί στερεὸν ἡ ἐπίπεδον, τί γραμμὴ καὶ τίνα ἐστὶν ἑκάστῳ τούτων τὰ καθ’ αὑτὰ ὑπάρχοντα. ὁρισμὸς μὲν γὰρ γραμμῆς μῆκος ἀπλατές, καθ’ αὑτὸ δὲ αὐτῇ ὑπάρχει, ἂν οὕτω τύχῃ, τὸ εἶναι ἢ εὐθείᾳ ἢ περιφερεῖ, καὶ τὸ ἄν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ ὀρθὴν ἑκατέραν εἶναι τῶν ἴσων γωνιῶν, καὶ τὴν ἐφεστηκυῖαν κάθετον εἶναι ἐφ’ ἣν ἐφέστηκε, καὶ ὅσα τοιαῦτα. σχεδὸν [*](151) δὲ καὶ διὰ τοῦ παραδείγματος ἔλυσε τὴν ἀπορίαν, ἣν ἐπιφέρει οἱ γοῦν γεωμέτραι περὶ ἀμφοτέρων λέγοντες οὐκ ἀποδεικνύουσι τοὺς ὁρισμούς, ἀλλὰ τὸ μὲν εἶναι ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον λαμβάνοντες χωρὶς ἀποδείξεως αὐτῷ χρῶνται, τὸ δὲ τινὰ μὲν τοῖς εὐθυγράμμοις ὑπάρχειν τῶν ἐπιπέδων τινὰ δὲ τοῖς περιφερογράμμοις καθ’ αὑτὸ ἀποδεικνύ- ουσι, και οὐ διὰ τοῦτο γίνεται του τι ἐστιν ἀπόδειξις. οἱ μὲν οὑν γεω- μέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἃ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτάς τε ὁρίζεται, καὶ τίνα ἐστὶν αὐταῖς τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδείκνυσιν· οὐ γὰρ δὴ τί μέν ἐστι κόσμος ἢ ἥλιος ἤ τις ἄλλη τῶν φυσικῶν οὐσιῶν ἀποδείκνυσιν, οὐκέτι δὲ περὶ τῶν σχημάτων ἢ κινήσεως ἢ τόπων, ἢ ὅσα ἄλλα καθ’ αὑτὰ ὑπάρχει τοῖς φυσικοῖς, λέγει τε καὶ ἀποδείκνυσιν. ὁμοίως δὴ εἰ καὶ ταῖς πρώταις οὐσίαις ἔστι τι συμβεβηκός, ὁ περὶ τῆς οὐσίας αὐτῶν θεωρῶν καὶ περὶ ἐκείνων ἐρεῖ τε καὶ ἀποδείξει. ἐπενεγκὼν δὲ τῷ εἰ τῆς αὐτῆς ἐπιστήμης περὶ ἀμφοτέρων ἐπισκοπεῖν ὡς ἄτοπον τὸ ἔσεσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἷναι ἀπόδειξιν, εἰ μὴ οὕτως ἔχει, ὡς τῆς αὐτῆς εἶναι τὸ περὶ ἀμφοτέρων θεωρῆσαι, πάλιν τί ἕπεται ἄτοπον λέγει· τίς γὰρ ἔσται ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικὴν ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ θεωρητική τε καὶ ἀποδεικτική, διαφέρουσα ἐκείνης, εὑρεῖν χαλεπόν· τὸ ὑγιὲς ἐπενεγκών, ὅτι οὐ ῥᾴδιον εὑρεῖν ἄλλην μὲν τήν περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον πραγματευομένην, ἄλλην δὲ περὶ τοῦ τὰ ὑπάρχοντα αὐτῷ καθ’ αὑτά, οὔτε ἐπ’ ἄλλου τινὸς γένους οὔτε ἐπὶ τῆς οὐσίας· οὐ γὰρ οἷόν τε ἀγνοοῦντά τινος τὴν οὐσίαν τὰ καθ’ αὑτὰ αὐτῷ ὑπάρχοντα οεικνυναι.

[*](1 τῆς οὐσίας τὴν ἀπόδειξιν com. Bonitz ὡς LF: in lac. om. Α 3 εἶπε LF: ἐστὶ Α τἀς LF: τῆς A .5 εἴ γε—λέγει (6) LF: εἴ γε ταῦτα τῆς οὐσίας λέγειν Α: δεῖ pro τῆς coni. Bonitz 7 λέγει εἰ] namque S: verba corrupta videntur 11 ἄν LF: om. Α: post σταθεῖσα e S add. Bonitz 18. 19 ἀποδεικνύουσι LF: ὑποδεικνύουσι A 19 οὐ MS: om. ALF 20 aLFS Ascl.: om. Α 22 ἀποδείκνυσιν LF: ὑποδείκνυσιν AM 30 ἄτοπον] ἄπορον LF 33 οὐ γὰρ ῥάδιον LF 34 τοῦ τίν τὰ ὑπάρχοντα coni. Bonitz)
196

ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ κατ’ ἀρχὰς προέβαλε (τέραρτον γὰρ τοῦτο ὧν προέβαλε), πότερον δεῖ τὰς αἰσθητὰς οὐσίας μόνας ἡγεῖσθαι εἶναι, ἢ εἰσί τινες καὶ ἄλλαι παρὰ ταύτας οὐσίαι καθ’ αὑτάς. προστίθησι δὲ τούτῳ τῷ εἶναί τινας παρὰ τὰς αἰσθητάς, ὃ καὶ ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν προσέθηκε, τὸ πότερον μοναχῶς εἰσιν αὗται ἢ πλείω γένη τῶν τοιούτων εἰσὶν οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας τε καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς· ταύτην γὰρ τὴν χώραν τοῖς μαθηματικοῖς ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καθ’ αὑτὰς λέγοντες εἶναι, ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν. καὶ περί γε τούτου τὰ ἑξῆς λέγει, ζητῶν εἰ πλείω γένη τῶν οὐσιῶν. καὶ ὅτι μὴ δόξει πλείω εἶναι, δείξει διὰ τοῦ ἀνελεῖν τὰ λε- p. 997b3 Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις.

[*](p. 997b3)

Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ᾿ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις.

Ἐλθὼν ἐπὶ τὸ ἀπορεῖν πότερον αἱ αἰσθηταὶ μόναι εἰσὶν οὐσίαι ἢ καὶ ἄλλαι παρὰ ταύτας, καὶ εἰ πλείω γένη τῶν παρὰ τὰς αἰσθητὰς οὐσίας, ὡς ἐδόκει τοῖς παλαιοῖς τοῖς περὶ Πλάτωνα τιθεμένοις καὶ τὰς ἰδέας καὶ τὰς μαθηματικάς, περὶ τούτων ζητεῖ εἰ εἶναι δύνανται τοιαῦται οὐσίαι τινές. μέλλων δὲ πρὸς αὐτὰς λέγειν, πρῶτον ὑπομιμνήσκει ἡμᾶς ὁποίας τινὰς ἔλεγον αὐτὰς εἶναι, ἀναπέμπων εἰς τὰ εἰρημένα ἐν τῷ πρώτῳ. ὅθεν καὶ δῆλον ἐκ πλειόνων ἤδη ὅτι κἀκεῖνο Ἀριστοτέλους τέ ἐστι καὶ ἐκ ταύτης τῆς πραγματείας. καὶ γὰρ ἐν τῷ ἤθει ὁμοίως ἐκεῖ τε περὶ αὐτῶν εἴρηκε καὶ ἐνταῦθα ἐμνημόνευσεν· ὡς γὰρ περὶ οἰκείας τῆς δόξης τῆς περὶ ἰδεῶν οὔσης τοὺς λόγους ἐν ἀμφοτέροις πεποίηται. τὸ δὲ ὡς μὲν οὖν ἴσον ἐστὶ τῷ πῶς μὲν οὖν. εἴρηκε δὲ ἐν τῷ πρώτῳ ὅτι οὐσίας ὁριστικὰς αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι τὰς ἰδέας, κεχωρισμένας τῶν αἰσθητῶν, πρὸς παραδείγματα δὲ τὰς αἰσθητὰς τὸ εἶναι ἔχειν, καὶ ὑπῆγον αὐτὰς αἰτίῳ τῷ κατ’ εἶδος καὶ τὸ τί ἦν εἶναι.

[*](p. 997b5)

Πόλλας δ’ ἐχόντων δυσκολίας οὐδενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ.

Τίνες μὲν αἱ πολλαὶ δυσκολίαι, εἴρηκεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς αἰσθητάς τε καὶ ἐν τῷ κόσμῳ οὐρανὸν γὰρ τὸν κόσμον λέγει) ὡς καὶ ἐν τόπῳ οὔσας καὶ φύσει συνεστώσας· ταῦτα γὰρ λέγοιτ’ ἄν κυρίως ἐν οὐρανῷ. φησὶ δὲ πολλῶν [*](1. 2 τέταρτον—προέβαλε] τέταρτον ὃν τῇ τάξει τῶν ἀπορουμένων LF 5 τὸ LF: om. Α 8 πλάτωνος A 9 καθ’ αὑτὰς] καὶ ταῦτα Ascl., fort, recte λέγοντας Α ἔξω ὄντα καὶ Ascl.: ἐξ ὧν τὰ ALF 13 ῾Ως—εἶναι (28) om. F 19 ὑπομιμνήσκει L: ὑπομιμνήσκειν Α 21 κἀκεῖνο LS: κἀκεῖνα Α 25 ὁριστικὰς A: κάλλιον γράφ. νοητάς in marg. Α: ὁρι . . κὰς κἀς L: per se intelligibiles S 27 ὑπῆγον] fort. ὑπῆγεν 29 πολλαχῇ δ’ ἐχόντων δυσκολίαν Metaph. vulg.)

197
ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἀπορεῖ, πότερον ἡ οὐσία ἢ οὔ, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα ἐν τῷ πρώτῳ προσηπόρησε τῇ δόξῃ), οὐδενὸς ἧττον ἄτοπον εἶναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ καὶ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσε.ις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀιδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὃ ὅτι ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ ὑπ’ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτουγίειαν, ἄλλο δὲ οὐδὲν λέγουσι περὶ αὐτῶν. εἰ δέ ἐστι· κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, μόνῳ τῷ αὐτό διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι ταὐτά τοὺς γοῦν ὁρισμοὺς ἐκείνων λέγοντες εἶναι ἐφαρμόζειν φασὶν αὐτοὺς καὶ τούτοις), διοίσουσι δὲ μόνῳ τῷ ἀίδιοι εἶναι· τούτου γὰρ μηνυτικὸν εἶναι δοκεῖ τὸ προσκείμενον, ὅπερ ἐστὶ τὸ αὐτό· ὥστε ἔσται κἀκεῖνα αἰσθητά. ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες | ἀνθρώπους [*](153) ἀιδίους αὐτοὺς ἐποίουν, διὰ τοῦ θεοῦ ὀνόματος τὸ ἀίδιον αὐτῶν κατηγοροῦντες, οὕτω καὶ οἱ τὰ αὐτὰ τοῖς αἰσθητοῖς τὰ εἴδη ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ τοῦ αὐτό προσθήκῃ αἰσθητὰ ἐποίουν ἀίδια τὰς ἰδέας· ἀδύνατον γὰρ ἄνθρωπόν τι ὃν ἢ ἵππον, καὶ τὸν τούτων λόγον ἀναδεξάμενον, μὴ αἰσθητὸν καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνον εἶναι τὰς αἰσθητὰς οὐσίας. ὃ δὲ ἐν τῷ Α τῷ μείζονι λέγων πρὸς τὰς ἰδέας πρῶτον ἔθηκε, τὸ ὅτι βουλόμενοι ἐπιστήμην τινὰ τῶν ὄντων λαβεῖν ἦλθον ἐπὶ τὸ τὰς αἰτίας αὐτῶν ζητεῖν, ἰσαρίθμους δὲ ποιήσαντες ταῖς προϋπαρχούσαις οὐσίαις ἡγοῦντο τὴν ἐπιστήμην αὐτῶν οὕτως ἕξειν, καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται διὰ τοὐ οὐδὲν γὰρ ἄλλο ἢ ἴσας καὶ τὰς αὐτὰς ταῖς ζητουμέναις οὐσίαις οὐσίας ἀιδίους ἔλαβον οἱ τὰς ἰδέας θέμενοι, εἴ γε μόνῃ τῇ τοῦ αὐτό προσθήκῃ διαφέρει τῶν αἰσθητῶν, ὃ τοῦ ἀιδίου ἂν εἴη δηλωτικόν.

[*](p. 997b12)

Ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ μεταξὺ τίθεται, πολλὰς ἀπορίας ἕξει.

Ἀπορήσας πρὸς τὰς ἰδέας μετελήλυθεν ἐπὶ τὰ μεταξὺ λεγόμενα εἶναι αὐτῶν τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν, ταῦτα δέ ἐστι τὰ μαθηματικά, ἃ οὐσίας ἔλεγον καὶ αὐτὰς καθ’ αὑτὰς ὑφεστώσας, καί φησι πολλὰς ἀπορίας ἕπεσθαι τῇ δόξῃ ταύτῃ. διὰ δὲ τούτων δείκνυσιν ὅτι ἡ τῶν οὐσιῶν τῶν παρὰ τὰς αἰσθητὰς φύσις δύσληπτος. τίθησι δὲ καὶ τὰς ἀπορίας. ὡς γὰρ [*](4 ὃ LF: ὃν Α 5 φύσει LFS: φύσεις Α 5. 6 συνεστώσας· ταύτας δὴ δὲ F) ἰδέας LF 11 αὐτό L: αὐτῷ AF διαφέροντα LF 14 προσκείμενον c. S Bonitz: προκείμενον ALF 21 τὸ μόνον LF Ascl.: τὸ μὴ μόνον A 22 ἐν τῷ A] c. p. 990b1 1 24 ὑπαρχούσαις LF οὐσίαις LF: om. A 27 αὐτό Brandis Bonitz: ᾠοῦ libri 29 legendum τὰ μεταξὺ 30 τίθεται] θήσεται Metaph. vulg. ἕπεσθαι Horkel: ἔσεσθαι libri 34. 35 τῶν παρὰ τὰς αἰσθητὰς LF: παρὰ τὰς τῶν αἰσθητῶν A 35 δύσληπτος LF: δυσλήπτου A)

198
ἐπὶ γραμμῆς ἔχει ἔστι γάρ τις γραμμὴ κατ’ αὐτοὺς παρά τε τὴν αἰσθητὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία πραγματεύεται), οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ ἕξουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν ἐστιν ἐν ταῖς μαθηματικαῖς καὶ ἡ ἀστρολογία, οὖσα περὶ τοῦ οὐρανοῦ καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν, περὶ ὧν ὁ μαθηματικὸς ἢ ἀστρολόγος λέγει. πῶς δὲ οἷόν τε εἶναι ἥλιόν τινα μαθηματικὸν μὴ κινούμενον, ἢ κόσμον ἢ ἄλλο τι τῶν ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινήσεως· οἱ δὲ λέγουσι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. πολὺ δ’ ἔτι ἀλογώτερον τοῦ λέγειν κόσμον καὶ ἥλιον ἀκίνητα τὸ λέγειν εἶναι μὲν αὐτὰ κινούμενα, οὐκ αἰσθητὰ δὲ ἀλλὰ μαθηματικά· ἀδύνατον γὰρ κινεῖσθαι τὸ μὴ ὂν ἔνυλον καὶ τῇ αὑτοῦ φύσει αἰσθητόν. ἕποιτο δ’ ἄν τοῦτο τὸ ἄτοπον καὶ τοῖς λέγουσιν ἰδέαν τινὰ εἶναι οὐρανοῦ αὐτοούρανον καὶ ἡλίου αὐτοήλιον· πῶς γὰρ οἷόν τε ἐπινοῆσαί τι τούτων ἀκίνητον; ὁ αὐτὸς δὲ λόγος ὁ ἐπὶ τῆς ἀστρολογίας οὗτος καὶ ἐπὶ τῆς ὀπτικῆς, περὶ ὧν πραγματεύεται αὕτη, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ἡ τὰς χορδὰς ἁρμοζομένη αὕτη γὰρ δοκεῖ | αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι), ἀλλ’ [*](154) ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν· πῶς δὲ οἷόν τε ὁρατά τινα εἶναι μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική; τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν. τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, δι’ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν· οὐ γὰρ δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι.

[*](p. 997b25)

Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας.

Ὀ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας περὶ τὰ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς δὲ παρὰ [*](5 ἐστι καὶ ἐν LF 6 ἔσται—ἄστρων (8) om. F 13 τὸ LF: τι Α 17 οὗτος LF: οὕτως Α 18 ἡ LFS: ἣ Α 18. 19 ᾖ τὰς χορδὰς ἁρμόζομεν Ascl. 25 τὸ γὰρ—ἁρμονικῇ τὸ Ascl.: τὸ γὰρ ὀπτικὴ εἶναι τὸ π. ὁ. λέγει καὶ τὸ ἁρμονικὴ LF: om. Α ὀπτικῷ et ἁρμονικῷ S 26 λέγειν LFS Ascl.: om. Α 34 παρὰ τίνα L Ascl. et fort. Α: περὶ τίνα FS)

199
τὴν γεωδαισίαν φασὶ τὴν γεωμετρίαν εἶναι, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρους κεῖσθαι συγχεῖσθαι ὑπὸ τῆς ἀναβάσεως τοῦ Νείλου, τὴν γεωμετρίαν δὲ μὴ περὶ τὰ αἰσθητά, εἶναι δὲ ἄλλην τὴν περὶ τὰς τούτων ἰδέας· ὡς γοῦν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτω χρὴ καὶ ἐπὶ ἰατρικῆς τὴν μέν τινα εἶναι ἰατρικὴν περὶ τὴν τῶν αἰσθητῶν ζῴων ὑγίειαν καταγινομένην, ἀνάλογον οὖσαν τῇ γεωδαισίᾳ, ἄλλην δὲ παρ’ αὐτὴν νοητὴν τὴν μεταξὺ οὖσαν τῆς περὶ τὴν αὐτοϋγίειαν πραγματευομένης καὶ τῆς περὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, ἀνάλογον οὖσαν τῇ γεωμετρίᾳ. εἰ δὲ τοῦτο, ἔσται τις ὑγίεια παρὰ τὴν αὐτουγίειαν καὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, νοητὴ καὶ νοητοῖς ζῴοις. ὡς γὰρ ὄντος αὐτοτριγώνου καὶ αὐτογραμμῆς, ὄντων δὲ καὶ αἰσθητῶν, περὶ ἃ ἡ γεωδαισία, ἔστι τινὰ καὶ μεταξὺ τούτων, περὶ ἃ ἡ γεωμετρία, οὕτως καὶ οὔσης τῆς αὐτοϋγιείας, οὔσης δὲ καὶ τῆς ἐν τοῖς αἰσθητοῖς, περὶ ἣν ἡ ἰατρική, ἔσται τις καὶ μεταξὺ αὐτῶν ὑγίειά τε καὶ ἰατρική· ὁ γὰρ αὐτὸς λόγος. εἰ δὲ ὑγίειά τις ἔσται μεταξὺ καὶ ἰατρική, ἔσται καὶ ὑγιεινά τινα ἄλλα, δι’ ὧν τὴν ὑγίειαν ἐκεῖνος ὁ ἰατρικὸς περιποιεῖ, καὶ δηλονότι ζῷά τινα, ἐν οἷς ἐκείνη ἡ ὑγίεια. ὃ οὐκέτι τοῖς τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως ἀπὸ τῶν αἰσθη|τῶν νοοῦσι καὶ μὴ διδοῦσιν αὐτοῖς ἰδίαν ὑπόστασιν ἕπεται, τὸ καὶ [*](155) ὑγίειάν τινα ἐξ ἀφαιρέσεως ἀνάλογον τοῖς μαθηματικοῖς νοεῖσθαι· οὐ γὰρ ἔστιν ἐπινοίᾳ χωρίσαι οὐσίαν ἀπὸ τοὐ φυσικοῦ σώματος. ὡς δὲ ἐπὶ ἰατρικῆς, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ῥηθήσεται· διὰ τί γὰρ ἐπὶ μὲν γεωμετρίας ἔσται τοῦτο, οὐκέτι δὲ καὶ ἐφ’ ἡστινοσοῦν ἐπιστήμης; δεῖ γὰρ αἰτίαν τινὰ τοῦ οὕτως ἔχειν λέγεσθαι. ἀπορήσας δὲ τοῦτο ἑξῆς φησι μηδὲ τοῦτο ὑγιῶς ὑπ’ αὐτῶν λέγεσθαι, τὸ εἶναι τὴν μὲν γεωδαισίαν περὶ τὰ αἰσθητά, τὴν δὲ γεωμετρίαν περὶ ἄλλα τινά· οὐδὲ γὰρ ἡ γεωδαισία περὶ αἰσθητά ἐστιν. οὗ πίστιν φέρει τὸ εἰ ἦν περὶ τὰ αἰσθητά, συμφθείρεσθαι ἄν αὐτὴν φθειρομένων. ἀνάγκη γὰρ ἀναιρουμένου τοῦ περὶ ὅ ἐστί τι, ἀναιρεῖσθαι καὶ τὸ περὶ ἐκεῖνο ὄν· εἰ γὰρ περὶ τόδε τί ἐστι, φθαρέντος τούτου ἀνάγκη καὶ τὸ περὶ αὐτὸ ὂν ἐφθάρθαι, εἴ γε καὶ αὐτῷ τὸ εἶναι ἐν τῷ περὶ τοῦτο εἶναι. νυνὶ δὲ οὐδεμία οὔτε τέχνη οὔτε ἐπιστήμη συμφθείρεται τούτοις, ὥσπερ οὐδὲ ἡ γεωδαισία· ὡς δῆλον ὅτι οὐδὲ περὶ τούτων οὐδὲ περὶ ταῦτά ἐστιν, ἅ ἐστιν αἰσθητὰ καὶ φθαρτά, ἀλλὰ περὶ τὸ καθόλου, ὅ ἐστιν ἀίδιον. πᾶσα γὰρ ἐπιστήμη τε καὶ τέχνη περὶ τὸ καθόλου συνίσταται, ὃ οὐκ ἔστιν αἰσθητόν· οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν· ἀλλὰ οὖσαι περὶ τὰ καθόλου καὶ τὰ τοιαῦτα περὶ τὰ αἰσθητὰ πραγματεύονται, οὐχ ᾗ αἰσθητὰ καὶ τάδε, ἀλλ’ ἡ τοιάδε καὶ τοῦ κοινοῦ μετέχει. ὥστε εἰ μηδὲ ἡ [*](1 φασὶ L et fort. F: φησὶ Α: ut vero, inquit — — geometriam esse aiunt S 7 περὶ τὴν τῶν LF coni. Bonitz: τὴν om. Α 10 ἐν—ὑγίειαν e S add. Bonitz 14 καὶ μεταξὺ LF: μεταξὺ καὶ A 15 ἡ ἰατρικὴ LF coni. Bonitz: ἡ om. A 26 ἐπ’ αὑτῶν LF 30 εἰ LFS: οὐ A 37 ἀλλὰ LF: ἀλλὰ καὶ Α)
200
γεωδαισία περὶ τὰ αἰσθητὰ μεγέθη, οὐκ ἄν διαφέροι αὐτῆς ἡ γεωμετρία τῷ αὐτὴ περὶ νοητὰ εἶναι· καὶ γὰρ ἐκείνη περὶ τὰ τοιαῦτα. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ ἰατρική ἐστι περὶ αἰσθητὴν ὑγίειαν· συμφθείροιτο γὰρ ἄν φθειρομένοις τοῖς περὶ ἅ ἐστιν. ἑξῆς δὲ δείκνυσιν ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ τῶν αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· καὶ γὰρ ἄφθαρτα ταῦτα, καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταῦτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται. οὔτε γὰρ αἰσθητὰς γραμμὰς τοιαύτας ἔστι λαβεῖν ὁποίας ὁ ἀστρονόμος λαμβάνει ἐν ταῖς δείξεσιν· οὐδὲν γὰρ τῶν αἰσθητῶν οὕτως εὐθύ ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν), ἀλλ’ οἵας ὁ γεωμέτρης τὰς γραμμὰς εἶναι λέγει, τοιαύταις ὁ ἀστρολόγος χρῆται πρὸς τὰς δείξεις τὰς ἀστρολογικάς. ὁμοίως δὲ οὐδὲ περιφερὲς οὐδὲ στρογγύλον οὐδὲν τοιοῦτόν ἐστιν αἰσθητόν, ὁποῖα ὁ γεωμέτρης αὐτὰ ὁρίζεται· ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ ἐπιπέδου τοῦ αἰσθητοῦ οὐ κατὰ στιγμὴν ἅπτεται, οἱ δὲ μαθηματικοί τε καὶ ἀστρολόγοι οὕτω λέγουσι καὶ περὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ὡς κατὰ σημεῖον ἁπτομένου τοῦ ἐπιπέδου. Πρωταγόρας οὖν τοῖς αἰσθητοῖς προσχρώ|μενος ᾤετο τοὺς γεωμέτρας ἐλέγχειν ὡς ψευδομένους, δεικνὺς ὅτι οὐδὲν τούτων τοιοῦτόν ἐστιν ὁποῖον ἐκεῖνοι λέγουσιν, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ὥσπερ οὖν οὐδὲ ἄλλῳ τινὶ τεχνίτῃ. ἀλλ’ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανόν, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ, αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας, τοιαῦται ὁποίας ὁ ἀστρολόγος λαμβάνει· γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος καὶ τὴν ἕλικα καὶ τὸν κύκλον, ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται γίγνεσθαι· οὐδὲν δέ ἐστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους. ἔτι οἱ μὲν λαμβάνουσι τὰ ἄστρα σημεῖά τινα καὶ σημείων ἐπέχειν λόγον ἐν τῷ οὐρανῷ, τὸ δὲ σημεῖόν ἐστιν οὗ μέρος οὐδέν, οὐδὲν δὲ τῶν ἄστρων τοιοῦτον. εἰ δὲ μηδεμία τέχνη περὶ τὰ αἰσθητά, οὐκ ἂν εἴη ταῖς τέχναις πρὸς τὰς μαθηματικὰς ἐπιστήμας ἡ διαφορὰ τῷ ταύτας μὲν εἶναι περὶ αἰσθητὰς τὰς δὲ μαθηματικὰς περί τινας νοητὰς οὐσίας· ὑπὲρ γὰρ τοῦ ταῦτα δεῖξαι παρέθετο

[*](p. 998a7)

Εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μήν γε χωρὶς τῶν αἰσθητῶν.

Εἰπὼν πρὸς τοὺς τὰ μαθηματικὰ οὐσίας λέγοντας εἶναι αὐτὰς καθ’ αὑτὰς κεχωρισμένας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, νῦν μέτεισιν ἐπὶ τοὺς λέγοντας μὲν τὰ μαθηματικὰ εἶναι κατά τινὰ φύσιν οἰκείαν, οὐ μὴν ἔξω αὐτὰ τῶν αἰσθητῶν εἶναι, ἀλλ’ ἐν τούτοις. διαφέροι δ’ ἄν ἡ δόξα [*](1 αὐτῆς LF: αὐτοῖς AS 6 καὶ γὰρ] fort, καὶ γὰρ εἰ vel κἂν γὰρ τῷ LF coni. Bonitz: τὸ A 8 ἄλλως καὶ δι’ ἄλλων LF: ἄλλου καὶ δι’ ἄλλα Α 10 ἀστρολόγος L: ἡ ἀστρολογία F 26 αἰσθητοῖς LF: ἐσθητοῖς Α 35 πρὸς LF: διὰ Α)

201
αὕτη τῆς λεγούσης ἐξ ἀφαιρέσεως τὰ μαθηματικὰ λαμβάνεσθαί τε καὶ νοεῖσθαι, ἧς καὶ αὐτός ἐστιν, ὅτι ἐκεῖνοι μὲν οἰκείαν τινὰ φύσιν ἀποδόντες αὐτοῖς ἄλλην παρὰ τὰ αἰσθητὰ ἐν τοῖς αἰσθητοῖς αὐτὰ λέγουσιν εἶναι, οὐκ αὐτῶν τι ὄντα; ἀλλ’ ἐν τούτοις ὄντα ἄλλα εἶναι αὐτῶν, οἱ δὲ ἐξ ἀφαιρέσεως λαμβάνοντες αὐτά, τῷ λόγῳ τινὰ τῶν αἰσθητῶν χωρίσαντες, καταλείπουσιν αὐτὰ σὺν τοῖς χωρισθεῖσι πάντα τὰ κατὰ τὰ ὅλα αἰσθητά, οὐκέτι ἐκείνων τῶν κεχωρισμένων αὐτῶν ἐφ᾿ αὑτῶν δυναμένων τὴν αἰσθητὴν ἀποπληροῦν φύσιν, οὐδ’ ἐπὶ διαστάσεως τινος νοουμένων. ἡ γὰρ ἐν τοῖς μαθηματικοῖς νοουμένη διάστασις μετὰ τῶν τῷ λόγῳ κεχωρισμένων παθητικῶν ἡ αἰσθητὴ φύσις· ἐν ἀμφοῖν γὰρ ἡ αἰσθητὴ φύσις ἐν ὑποστάσει οὖσα φύσει. φησὶ δὲ πολὺ ἀτοπωτέραν τήνδε τὴν δόξαν εἶναι τῆς κεχωρισμένα λεγούσης αὐτά. τὰ μὲν οὖν πλείω τῶν ἀτόπων τῶν ἑπομένων τῇδε τῇ δόξῃ τὸ νῦν παραιτεῖται καταλέγειν, παρατίθεται δὲ τό τε] κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς ἰδέας θέσθαι ἐν τοῖς αἰσθητοῖς· εἰ γὰρ ταῦτα ὄντα οὐσίαι καθ’ αὑτὰς νοηταὶ ἐν αἰσθητοῖς ἐστι, τί δήποτε καὶ αἱ ἰδέαι, οὖσαι καὶ αὐταὶ οὐσίαι τινὲς νοηταί, οὐκ ἔσονται ἐν τοῖς | αἰσθητοῖς; δεῖ [*](157) γὰρ λόγου τινός, δι’ ὃν ταῦτα μὲν ἔσται ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. ὅτι δὲ πολλὰ ἕπεται τῇδε τῇ δόξῃ, εἴρηκε μὲν ἐν τῷ δευτέρῳ, ὑπέμνησε δὲ καὶ ἐν τῷ πρώτῳ τῷ μείζονι Α λέγων περὶ τῆς Εὐδόξου δόξης, ἐρεῖ δὲ καὶ ἐν τῷ Ν τῆσδε τῆς πραγματείας. ἔτι δὲ δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ ἔσται, τό τε μαθηματικόν (ἔστι γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, εἰ ἐκεῖνο ἐν τούτῳ ἔσται. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτω διιόν, εἰ ἑκάτερον αὐτῶν κατ’ οἰκείαν φύσιν ὂν τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα γε ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, κινεῖσθαι δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ #x003E; ἐν τόπῳ· εἰ γὰρ μεγέθη καὶ ἐν διαστάσει, ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἐν αὐτοῖς ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν αὐτὰ εἶναι, εἶναι δὲ ἐν τοῖς αἰσθητοῖς; οὐδεμίαν γὰρ ἔτι φαίνεται χρείαν αὐτοῖς παρεχόμενα, ὄντα γε μὴ καθ’ αὑτά. ἀλλ’ ἐπὶ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τούτοις ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν οὐ καθ’ αὑτοὺς ὄντες ἀλλ’ ἐν αὐτοῖς τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ δὲ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ αὐτῶ τόπω εἶναι.

[*](6 αὐτὰ] ταῦτα LF κατὰ τὰ LF: τὰ om. Α 10 ἡ αἰσθητὴ—αἰσθητὴ φύσις om. LF ἡ αἰσθητὴ (post γὰρ) c. S Bonitz: ἡ αἰσθητικὴ A 13 τε delendum censet Bonitz 19 ἐν τῷ πρώτῳ] A 9 p. 991a14 sqq. 20 ἐν τῷ N] c. 3 p. 1090a20 sqq. 22 εἰ LF: om. A 25 γε LF coni. Bonitz: τε A 27 ὄντα ex Ascl. addidi 31 μὴ Ascl.: καὶ libri καθ’ αὐτὰ ἀλλ’ ἐν τούτοις. πρὸς γὰρ τούτοις τοῖς προειρημένοις Ascl. 32 εἵπετο LF: εἶπερ A)
202

Περί τε οὖν τῶν προειρημένων τούτων πάντων ἀπορίαν φησὶν οὐ τὴν τυχοῦσαν εἶναι, πῶς θέμενος αὐτά τις τἀληθοῦς ἐπιτεύξεται, καὶ ἔτι περὶ ὧν προστίθησι

[*](p. 998a20)

Καὶ περὶ τῶν ἀρχῶν πότερα δεῖ τὰ γένη στοιχεῖα καὶ ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον.

Καὶ περὶ ταύτης τῆς ἀπορίας προείρηται μὲν ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει, ἔστι δέ, πότερον δεῖ ἀρχὰς καὶ πρῶτα τῶν ὄντων τὰ γένη καὶ τὰ κοινὰ τίθεσθαι, ἢ τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὰ ὄντα πρώτων καὶ εἰς ἃ ἔσχατα διαλύεται. ἃ βουλόμενος σημῆναι ἔδειξεν ἐπὶ τῶν φωνῶν· αἱ γὰρ φωναὶ ἐκ τῶν στοιχείων σύγκεινται, ἀλλ’ οὐ τῆς κοινῆς φωνῆς, ὃ εἴη ἄν γένος τῶν φωνῶν. ἀλλὰ καὶ ἐπὶ τῶν διαγραμμάτων οὐ τὸ κοινὸν στοιχεῖον, ἀλλ·ὰ τὰ ἐνυπάρχοντα ἐν ταῖς ἀποδείξεσι | χρώμεθα εἰς παντὸς ἀπόδειξιν θεωρήματος, ὡς λέγομεν τὰ Εὐκλείδου [*](158) στοιχεῖα· διὰ τοῦτο γὰρ τὰ τοιαῦτα στοιχεῖα λέγεται, ὅτι δι’ ὧν ταῦτα ἀποδείκνυται πρὸς τὰς πάντων τῶν θεωρημάτων δείξεις ἐστὶν ἡμῖν χρήσιμα ἐνυπάρχοντα ἐν πάσι. καὶ ἐν αὐτοῖς δὲ τούτοις τὰ πρῶτα τῶν δευτέρων στοιχεῖα, ὅτι ταῖς τούτων ἀποδείξεσι πρὸς τὰ δεύτερα χρώμεθα. παρατίθεται δὲ καὶ τῶν φυσικῶν τοὺς ἢ πλείω τὰ πρῶτα σώματα ὑποθεμένους ἢ ἔν, καὶ δείκνυσιν ὅτι καὶ οὗτοι, ἃς ἀρχὰς τῶν ὄντων ἔλεγον, ἐνυπάρχειν ταύτας τοῖς ἄλλοις ᾤοντο καὶ ἐξ αὐτῶν ἐκεῖνα εἶναι. Ἐμπεδοκλῆς τε γὰρ τὰ τέσσαρα σώματα στοιχεῖα τῶν ὄντων ὑποθέμενος οὐχ ὡς γένη αὐτὰ ἔλεγεν ἀρχάς, ἀλλ’ ὡς ἐνυπάρχοντα τοῖς ἐξ αὐτῶν τὴν γένεσιν ἔχουσιν· ὁμοίως καὶ τῶν ἄλλων φυσικῶν ἕκαστος τῶν σωματικὴν τὴν ἀρχὴν ὑποθεμένων. πρὸς τούτοις δείκνυσιν ὅτι τὸ ὡς ἐνυπάρχον καὶ στοιχεῖον καὶ οὐχὶ τὸ γένος ἐστὶν ἀρχὴ καὶ ἀπὸ τῶν τεχνητῶν· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν ἰδεῖν, ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων γίγνεται. ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τὰς ἀρχὰς γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίγνεται, τούτων δὲ ἕκαστον γνωρίζεται ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως φανερὸς γένηται, ὥστε καὶ αἱ τούτων ἀρχαί. ἐπιχειρήσας δὲ καὶ δείξας τῇ ἐπαγωγῇ τὰ ἐνυπάρχοντα ἀρχὰς ὄντα, οὐ τὰ κοινὰ καὶ τὰ γένη, ἑξῆς ὅτι δόξει εὔλογον εἶναι τὰ γένη λέγειν πάλιν ἀρχὰς ἐπιχειρεῖ.

[*](1 Περί τε—καὶ (4) om. LF: περὶ τῶν ἀρχῶν (4) insuper om. L 5 ἕκαστον L: ἕκαστα Α 6 πρῶτον A2LF: πρῶτα Α1 7 Καὶ—μὲν Α2: ἡ ἀπορία καὶ περὶ ταύτης αὐτῆς L) προείρηται μὲν A1L 10 διαλύεται A1LF: ἀναλύεται A2S 11. 12 σύγκεινται, καὶ ἀρχὰς ἔχουσι ταῦτα ἐξ ὧν σύγκεινται, ἀλλ’ οὐ οὐ om. L) τὴν κοινὴν φωνὴν LF, fort, recte 13 “aut pro ἐν scribendum ὧν, aut ante χρώμεθα (14) addendiira οἶς” Bonitz 20 τῶν LFS: καὶ τῶν Α 26 ἐστὶν ἀρχὴ Α2: om. ’LF 27 φύσις ἑκάστου A2LF Ascl.: φύσις ἑκάστη A1 28 γίγνεται Α2: cm. A1lF Ascl. 30 δὲ Α2 Ascl. γὰρ A1LFS 32 post ὥστε add. ταῦτα LF 34 πάλιν A2LF: πάσας A1)
203
[*](p. 998b4)

Ἧι δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν εἰσιν.

Ἡ ἐπιχείρησις δυνάμει τοιαύτη ἐστίν. ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνων ἀρχαί (κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ αὐτὰ εἰδέναι), ἐκ δὲ τῶν ὁρισμῶν γνωρίζομεν ἕκαστον τῶν ὄντων· οἱ ὁρισμοὶ ἄρα ἀρχαί ἀρχαί * * * ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. δύνανται δὲ γένη καὶ αἱ διαφοραὶ λέγεσθαι, ὡς ἐν τοῖς Τοπικοῖς εἶπεν, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τῶν ὁρισμῶν ἀρχαὶ τὰ γένη, ἅπερ ἐστὶ τὸ γένος καὶ αἱ διαφοραί· ἐκ γὰρ τούτων οἱ ὁρισμοὶ σύγκεινται. ὥστε τὰ γένη ἀρχαί· οἱ μὲν γὰρ ὁρισμοὶ τῶν ὁριστῶν, τούτων δὲ τὰ γένη. |

[*](p. 998b6)

Καὶ εἰ ἔστι τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν [*](159) λαβεῖν.

Ἡ ἐπιχείρησις τοιαύτη. κατὰ τὰ εἴδη ἡ ἐπιστήμη καὶ ἡ γνῶσις τῶν ὄντων γίγνεται· οὐ γάρ ἐστι τῶν καθ’ ἕκαστα ἐπιστήμη· καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη. εἰ δ’ ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, τὰ εἴδη ἂν εἶεν ἀρχαὶ τῶν καθ’ ἕκαστα, καθ’ ἃ εἴδη ἐστὶν ἑκάστοις τὸ τοῖσδέ τισιν εἶναι. ἀλλὰ μὴν τῶν εἰδῶν ἀρχαὶ τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ ειοη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ τῶν γενῶν· καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη. ἢ κατὰ τὰ εἴδη μὲν ἡ γνῶσις ἑκάστου κατὰ γὰρ ταῦτα τὸ εἶναι ἑκάστῳ), οὐ μὴν κατὰ τὸ εἶδος τὸ ὡς ἐκ γένους διῃρημένον, ἀλλὰ τὸ εἶδος τὸ ἀντιδιαιρούμενον τῇ ὕλῃ· ὁ δὲ λαβὼν τὸ εἶδος τοῦτο ἐπὶ τὸ ἐκ γένους μετῆλθε.

[*](p. 998b9)

Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ τὸ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι.

Πρὸς τὸ εὐλόγως ἄν δόξαι τὰ γένη τὰς τῶν ὄντων ἀρχὰς εἶναι, νῦν συνίστησι τὴν δόξαν καὶ ἐκ τῶν χρησαμένων ταῖς αὐταῖς ἀρχαῖς. οἱ γὰρ τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑποθέμενοι τῶν ὄντων ὡς γένη ταῦτα τῶν ὄντων ἀρχὰς ὑπέθεντο. εἴη δ’ ἄν ἡ δόξα Πλάτωνος· οὗτος γὰρ τὸ ἕν, ὃ κυρίως ὂν ἔλεγε, καὶ τὴν ἀόριστον δυάδα, ἣν μέγα [*](1 Ἧι—γένη (11) om. F 3 ἐξ] εἰ ἐξ Ascl. 5 γίνεται τὸ καὶ αὐτὸ εἰδέναι L lacunam indicavi: addendum ex Ascl. ἀλλὰ. μὴν πάλιν αὐτῶν τῶν ὁρισμῶν τὰ γένη ἀρχαί γὰρ in δὲ corr. et post λῆψις (7) add. ὥστε τὸ γένος ἀρχή Α2 7 δὲ SA2: om. A1LF 8 ἐν Τοπικοῖς] Α 4 p. 101b18 8. 9 ὅτι—γένη LS: ὅτι τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις, δύνανται γένη ἀρχαί A1: ὅτι εἰ τῶν ὁρισμῶν ἀρχὴ ἡ τοῦ γένους λῆψις, δύνανται τὰ γένη ἀρχαὶ εἶναι Α2 10 ὁριστῶν LS: ὁρισμῶν A 12 ἔστι τὴν τῶν Metaph. vulg. 18 τὸ LF: om. Α)

204
καὶ μικρὸν ὠνόμαζεν, ἀρχὰς ὑπέθετο.· ὡς γένη δὲ ταῦτα ὑπελάμβανε τῶν ὄντων, ὅτι καθ’ ἕκαστα τῶν ὄντων καὶ τὸ ἓν ἑώρα κατηγορούμενον καὶ τὴν ἀνισότητα. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων, τοιοῦτον δὲ κατὰ τὸ εἶδος, τὸ ἓν αὐτοῦ καὶ τὸ ὂν κατηγορεῖται· καθ’ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ ἑώρα τὸ ὑποκείμενον, κατὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρόν. κοινὰ ἄρα καὶ τὰ γένη ταῦτα, καὶ ὡς γένη τὰ ἀνωτάτω ἀρχαὶ κατ’ αὐτόν.

[*](p. 998b11)

Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν τὰς ἀρχάς.

ἐπιχειρήσας καὶ πρὸς τὸ τὰ στοιχεῖα εὐλογώτερον ἄν ἀρχὰς εἶναι τοῦ γένους, καὶ πάλιν πρὸς τὸ τὸ γένος καὶ μᾶλλον ἢ τὰ στοιχεῖ, νῦν ὅτι μηδὲ ἀμφότερα οἷόν τε λέγειν ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα ἐπιχειρεῖ. ἡ δὲ ἐπιχείρησις τοιαύτη. λαμβάνει τὸν ὁρισμὸν τὸν τῆς οὐσίας ἑκάστου δηλωτικὸν ἕνα εἶναι δεδειγμένον ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἑκάστῳ γὰρ τῶν ὄντων τὸ εἶναι ἕν ἐστιν ὅ ἐστιν, οὗ ὁ κυρίως ὁρισμὸς δηλωτικός)· ἀλλὰ καὶ τὸ ἐκ τῶν ἀρχῶν δὲ ὁ ὁρισμός. τούτων κειμένων λαμβάνει τὸ εἶναι ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα, καί φησιν, εἰ ἐκ τῶν ἀρχῶν ἑκάστου ὁ ὁρισμός, ἄλλος ἔσται ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν γένη δέ, ὡς ἔφαμεν, καὶ τὰς διαφορὰς λέγει) καὶ ἄλλος ὁ διὰ τῶν στοιχείων· ὥστε εἰ ἐκ μὲν τῶν ἀρχῶν ὁ ὁρισμός, ἄλλος δὲ ὁ ἐξ ἐκείνων καὶ ἄλλος ὁ ἐκ τούτων, πλείους ὁρισμοὶ τοῦ αὐτοῦ ἔσονται. ἀλλὰ μὴν οὐ πλείους· ε·ἷς γὰρ ἑκάστου ὁρισμός· οὐκ ἄρα ἀμφότερα στοιχεῖα. |

[*](p. 998b14)

Πρὸς δὲ τούτοις εἰ ἔτι καὶ μάλιστα ἀρχαὶ τὰ γένη [*](160) εἰσί, πότερα δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχάς.

Ἀπορία καὶ αὕτη τῶν προειρημένων· ἔστι δὲ τοιαύτη. εἰ δοθείη καὶ συγχωρηθείη τὰ γένη ἀρχὰς εἶναι, ζητῆσαι, φησίν, ἄξιον πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἃ ἄτομα εἴδη καλεῖται· γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει. εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου τῶν μὴ ὁμοίως καθόλου μᾶλλον ἀρχί, διὰ τὸ τὴν ἀρχὴν κεῖσθαι τὸ καθόλου εἶναι ἀρχήν, τὰ ἀνωτάτω ἄν γένη καὶ τὰ κοινότατα εἶεν ἀρχαί· οὕτως τε τὰ ἀνωτάτω γένη τῶν ὄντων ἀρχὶ ἄν εἶεν, καὶ τοσαῦται αἱ ἀρχαὶ ἔσονται ὅσα ἐστὶ τὰ γένη τὰ πρῶτα. λαβὼν δὲ τοῦτο ἐπιφέρει ὥστε ἔσται τό τε ὂν καὶ τὸ Ἓν ἀρχαὶ οὐσίαι· ταῦτα γὰρ μάλιστα λέγεται κατὰ πάντων. εἰ γὰρ εἴη ταῦτα κατὰ [*]( ἀμφοτέρως γε οἶόν τε Metaph. vulg. 10 πρὸς τὸ τὸ LA2: alterum τὸ om. ’F 13. 14 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] quae affert 14 ἑκάστῳ γὰρ—ὅ ἐστιν non in sed in Topicis Z 4 p. 141a35 leguntur 14 ἕν e S et Arist. 1. 1. add. Bonitz 14. 15 οὖ ἔστι κυρίως ὁ ὁρισμὸς LF 17 ὁ ὁρισμὸς ὁ Α2: ὁ ntrobique om. LF, post ὁρισμὸς om. Α1 20 ὁ Α2: om. A1LF 23 εἰ καὶ ὅτι μάλιστα Metaph. vulg. 30 τὸ (ante καθόλου) et ἀρχήν om Α2 33 ὃν καὶ τὸ ἓν LF: ἓν καὶ τὸ ὂν Α)

205
πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη, ταῦτα ἄν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων εἴη· τοῦτο γὰρ σημαίνει τὸ οὐσία. εἰπὼν δὲ ταῦτα καὶ ἀναγαγὼν ἐπὶ τοῦτον τὸν λόγον τὸ εἰ τὰ γενικώτατα καὶ κοινότατα ἀρχαί, τὸ ὂν καὶ ἓν ἔσονται ἀπάντων τῶν ὄντων ἀρχαί , ἐπεὶ κοινότατα ταῦτα, ἑξῆς ἐπιχειρεῖ καὶ δείκνυσιν ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι τῶν ὄντων γένη, εἰ δὲ μὴ γένη, δῆλον ὡς οὐδὲ ἀρχαί. οὕτως δὲ οὐδ’ ἄν εἴη ἡ αὐτὴ ἀρχὴ τῶν πάντων, εἰ μὴ εἴη τι κοινὸν γένος αὐτῶν, εἰ τὸ γένος ἀρχή· κεῖνται γὰρ ἀρχαὶ τὰ γένη εἶναι, καὶ τούτων τὰ κοινότατα. ὡς δὲ δοκοῦν τισιν οὕτως ἀντιλέγει πρὸς ἰὴν δόξαν, καὶ εἴρηκέ γε πρὸ ὀλίγου περὶ αὐτῆς. ὅτι οὖν μὴ γένη τὸ ὂν καὶ τὸ ἕν, οὕτω δείκνυσι. πᾶσα διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διαφοραί, φοραί, εἰ γένη ταῦτα, καὶ ἓν ἑκάστη αὐτῶν καὶ ὂν ἔσται. ἀλλὰ εἰ τὸ ὂν καὶ ἓν ἐν ἑκάστῃ τοῦ ὄντος διαφορᾷ, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνός, κατηγοροῖτο ἂν τῶν οἰκείων διαφορῶν τὰ γένη. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι· καθόλου γὰρ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὂν εἶδος πολλαχῶς γὰρ τὸ εἶδος, ὡς εἴρηται πρὸ ὀλίγου) τῆς οἰκείας κατηγορεῖται διαφοράς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου ἢ θνητόν, τὸ δ’ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι. καὶ διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερόν τι, | ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριόν ἐστιν ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ ἑκάστῃ τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ μερῶν. ὥστε οὐδετέρως τὸ εἰδος τῆς οἰκείας κατηγορεῖται διαφορᾶς· τὸ γὰρ γένος οὐχ οὕτως ἔχει μέρη τὰ εἴδη· οὐ γὰρ ἐν τῷ τῶν γενῶν ὁρισμῷ τὰ εἴδη. ἀλλ’ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται καὶ μὴ ἐν αὐταῖς τὰ εἴδη περιέχωνται. τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ) κατηγορεῖται, ἐπεὶ αὐτῆς γε καθ’ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης οὐ κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθ’ [*](2 οὐσίαν LF: fort, οὐσίαι εἰπὼν LF: εἶπε A 2. 3 εἰπὼν—λόγον τὸ] Quibus dictis subiunctaque causa S 3 ἐπὶ τοῦτον Brandis Bonitz: ἐπὶ τούτων ALF 6 δὲ (post ὤτως) LF: καὶ Α ἡ S Brandis Bonitz: om. Α G. 7 εἴη αὐτὰ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ LF 11 αἱ Α2 Ascl.: om. A1LF 12 καὶ ἓν—ἔσται A2 et mutate verborum ordine Ascl.: pro ἔσται habet καὶ ἓν A1: καὶ ἐν ἑκάστη αὐτῶν καὶ ἓν καὶ ὄν LFS 15. 16 καθόλου γὰρ οὗτε τὸ γένος οὔτε τὸ εἶδος τῶν οἰκείων διαφορῶν κατηγορεῖται, κἂν πολλαχοῦ τὸ εἶδος, ὡς εἴρηται πρὸ ὀλίγου LF 15 οὔτε Ascl.: οὖτος A τὸ εἶδος Ascl.: εἶναί τι A γένους Ascl.: γένος A 20. 21 ὑφ’ ὧν εἰδοποιεῖται LF Ascl.: ἐφ’ ὧν εἴδη ποιεῖται A 25 ὁρισμῶ καὶ ἑκάστη L 31 ἐκ A1LF Ascl.: οὐ Α2 32 γε Bonitz: τε ALF καθ’ αὐτὴν Ascl.: καθ’ αὑτῆς ALF τῶν διαφορῶν Α1)
206
ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε γὰρ τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται. εἰ δὲ τοῦτο, αἱ τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄντα οὔτε ἑκάστη αὐτῶν ἕν ἐστι, τουτέστιν οὐδεμία διαφορὰ οὔτε ἓν οὕτε ὂν ἔσται· πᾶσαι γὰρ τοῦ ὄντος ἔσονται· ὅπερ ἄτοπον. ὥστε οὐδὲ γένη ταῦτα. εἰ δὲ μὴ γένη, οὐδὲ ἀρχαί, εἰ τὰ γένη ἀρχαί. σημαίνει δὲ τὸ μὲν ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἴσον τῷ ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη λεγόμενα ἐπὶ τῶν οἰκείων διαφορῶν τουτέστι τῶν ἰδίων διαφορῶν· τὸ δὲ ἢ τὸ γένος ἄνευ τῶν εἰδῶν ἤτοι ἴσον ἐστὶ τῷ ἢ τὸ γένος ἄλλου τινὸς χωρὶς τῶν αὐτοῦ εἰδῶν κατηγορεῖσθαι, ἢ τὸ γένος τῶν διαφορῶν κατηγορεῖσθαι, μὴ λαμβανομένων τῶν διαφορῶν ὡς εἰδῶν ἤδη καὶ συναμφοτέρων. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις λογικωτέρα εἶναι, ὥσπερ οὖν καὶ αἱ πλεῖσται τῶν λεγομένων ὑπ’ αὐτοῦ· τὰς γὰρ διαφορὰς ὑφ’ ὃ ἂν τάξωμεν γένος δεῖ γὰρ ἔκ τινος γένους αὐτὰς εἶναι, εἴ γε τῶν ὄντων καὶ αὐταί), τῶν ἐκείνου τοῦ γένους διαφορῶν τὸ οἰκεῖον γένος κατηγορεῖσθαι ἀνάγκη. ἢ γὰρ οὐχ ἕξει γένος ὂν διαφοράς, ἢ ἔσονται ὑπὸ τὸ γένος ὃ διαιροῦσιν. εἰ γὰρ εἶεν αἱ διαφοραὶ ὑπὸ τὴν ποιότητα πᾶσαι, αἱ τῆς ποιότητος αὐτῆς διαφοραὶ δῆλον ὅτι ὑπὸ τὴν ποιότητα ἂν εἶεν. οὕτως τε ἄν κατηγοροῖτο τὸ γένος τῶν οἰκείων διαφορῶν· τὸ γὰρ τὰς μὲν ἄλλας διαφορὰς ποιότητας λέγειν, τὰς δὲ τῆς ποιότητος μηκέτι, ἀλλὰ ὑπὸ ἄλλο τι γένος αὐτὰς τιθέναι, πλασματῶδές τε καὶ καὶ ἄτοπον. μή ποτε οὖν αἱ ἐν ἑκάστῳ γένει διαφοραὶ ἐν τῷ αὐτῷ γένει εἰσί, τουτέστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ· καὶ γὰρ | εἰ καὶ μὴ τὸ προσεχές τινων γένος κατηγοροῖτο τῆς διαφορᾶς τῷ ἤδη συναμφότερόν τι τοῦτο εἶναι, ὃ ἐπὶ τῶν οὐσιῶν μόνων γίγνεται ἐκ γὰρ ταύτης ἐστί τις καὶ συναμφότερος οὐσία, ἣν οὐχ οἷόν τε τῆς ἁπλῶς διαφορᾶς κατηγορεῖσθαι τοῦ γένους), ἀλλὰ τό γε ἀνωτέρω ἄν κατηγοροῖτο ὂν κοινότερόν τε καὶ ἁπλούστερον· ἡ γὰρ οὐσία κοινὸν καὶ ἁπλῶν καὶ συνθέτων οὐσιῶν. ὥστε εἰ καὶ τὸ ζῷον σύνθετός τις εἴη καὶ συναμφότερος οὐσία, καὶ διὰ τοῦτο τῆς διαφορᾶς καθ’ αὑτὴν λαμβανομένης οὐ κατηγορεῖται, ἀλλ’ ἡ οὐσία αὐτῆς κατηγορηθήσεται. ἢ εἰ καὶ ἡ οὐσία αὐτῆς τῆς τὸ ζῷον διαιρούσης διαφορᾶς κατηγορεῖται, ἤδη δέδεικται τὸ διαιρούμενον γένος ὑπὸ τῆς διαφορᾶς κατηγορούμενον αὐτῆς· τοιοῦτον δὲ ἦν καὶ τὸ λεγόμενον. ἀλλ’ εἰ καὶ τοῦτο ἐπί τινων ἀληθές, ἀλλ’ οὐκ ἀδύνατον γένος τι τῆς διαιρούσης αὐτὸ κατηγορεῖσθαι διαφορᾶς· ἥτις γὰρ ἂν ληφθῇ τῆς οὐσίας διαιρετικὴ [*](1. 2 οὔτε ἄρα Ascl., fort, recte 3 καὶ om. Α1 7 ἴσον—οἰκείων διαφορῶν (8) LFS: om. Α 14 ὑφ’ ὃ—ἐκείνου (15) A1LFS: ὑπὸ ποῖον ἄν τάξαιμεν γένος; δεῖ γὰρ κτλ. αὐταὶ καὶ τῶν ἐκείνου Α2 eademque Brandis Bonitz, praeterquam quod τί pro ποῖον scribunt 16 ἕξει—διαφοράς LF e S coni. Bonitz: ἕξει—διαφορὰ Α1: ἕξουσι γένος αἱ διαφοραί Α2 Brandis Bonitz 17 εἶεν LF: om. A1: εἰσὶ omisso αἱ Α2 22 αἱ ἐν Α2 Brandis Bonitz: om. Α: αἱ om. LF 24 ἤδη A2LF: εἴδει Α1 26 διαφορᾶς e S add. Bonitz coll. 29. 30 27 ὃν LF: τὸ ὂν Α 28 κοινὸν LFS: κοινῶν A 31 ἢ εἰ καὶ ’LF: εἰ δὴ A2S 32 ἤδη] an οὐκ ἤδη?)
207
διαφορά, ἀνάγκη ταύτην οὐσίαν εἶναι. οὐ δοκεῖ δὲ τὰ γένη ἰδίᾳ τῶν διαφορῶν κατηγορεῖσθαι διὰ τὰς ὁμωνυμίας· τὸ γοῦν διακριτικὸν καὶ ἐν χρώμασι καὶ ἐν χυμοῖς· ποῖον οὖν αὐτοῦ κατηγορηθήσεται; συντεθέντος δὲ αὐτῷ τοῦ οἰκείου γένους εἶδος ἤδη. δείξας δὲ ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, ἀκολούθως ἐπήνεγκε τὸ ἀλλὰ μὴν εἰ μὴ γένη, οὐκ ἀρχαὶ ἔσονται, εἴπερ ἀρχαὶ τὰ γένη.

[*](p. 998b28)

Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν δια- φορων έσται γένη.

ὃ λέγει νῦν, οὐ πρὸς τὸ τὰ πρῶτα γένη ἀρχὰς εἶναι ἢ μὴ εἶναι λέγειν δόξει μόνον, ἀλλὰ καὶ πρὸς τὸ μὴ εἶναι τὰ γένη ἀρχάς· ἄπειροι γὰρ καὶ πολλαὶ ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων ἑκάστου. ἑκάστη γὰρ διαφορὰ τῶν ἐν τῷ ἀτόμῳ εἴδει τῷ γένει συντιθεμένη, οὗ ἐστι διαφορά, γένος ποιεῖ. ἕκαστον γὰρ τῶν μεταξὺ γενῶν τοῦ τε πρώτου καὶ τοῦ ἀτόμου εἴδους συντιθέμενον τῇ οἰκείᾳ διαφορᾷ γένος ποιεῖ, εἰ καὶ ἐπί τινων μὴ δοκεῖ τῷ μὴ ὠνομάσθαι οἰκείῳ ὀνόματι τὸ γένος ἐκείνου· τοῦτο γὰρ σημαίνει τὸ τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκεῖ. τὸ γὰρ ζῷον πτηνὸν γένος ἐστίν, ὥσπερ τὸ ζῷον, εἰ καὶ μὴ δοκεῖ ὠνομάσθαι. ἢ τὰ μὲν δοκεῖ εἷπε, τὰ δὲ οὐ δοκεῖ, ὅτι, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ζῴων, μόνον αἱ στερητικαὶ διαφοραὶ συντιθέμεναι τοῖς γένεσιν οὐ ποιοῦσιν εἴδη οὐδὲ γένη, ὅτι οὐδὲ ὡρισμένον δηλοῦσι. καὶ εἴη ἄν καὶ τοῦτο ὡς ἄτοπον ἑπόμενον τοῖς τὸ ἓν καὶ τὸ ὂν γένος λέγουσιν, ἔπειτα τῇ τοὐ γένους εἰς δύο διαιρέσει τὰ εἴδη καὶ τοὺς ὁρισμοὺς ποιοῦσι. δεῖ μὲν γὰρ καὶ τὰ μεταξύ, ἃ γίνεται συντιθεμένων τῶν διαφορῶν τοῖς γένεσι, γένη καὶ τὰ αὐτὰ εἴδη γίνεσθαι· ἐκείνοις δὲ τοῖς εἰς δύο διαιροῦσι τὰ γένη οὐκ ἀκολουθεῖ τοῦτο. ἔτι στερήσει ἀναγκάζονται διαιρεῖν, οὐ ποιεῖ δὲ ἡ στερητικὴ δια|φορὰ συντιθεμένη τῷ γένει εἶδος. πολλὰ οὖν γένη τῶν αὐτῶν ἀτόμων ἐστὶ καὶ πολλαὶ ἀρχαί, εἰ τὸ ὂν καὶ τὸ ἓν γένη τε καὶ ἀρχαὶ τῶν ὄντων. τὸ δὲ μέχρι τῶν ἀτόμων λέγοι ἂν τῶν ἐσχάτων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται. ἔτι δὲ οὐδὲν ἧττον κατά γε τοῦτον τὸν λόγον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· κοιναὶ γὰρ καὶ αὗται καὶ κατὰ πλειόνων κατηγοροῦνται. εἰ δὴ καὶ αἱ διαφοραὶ ἀρχαί κοινὰ γὰρ καὶ τὰ γένη τὰ ταῖς διαφοραῖς συλλαμβανόμενα), πολλαὶ καὶ σχεδὸν ἄπειροι ἔσονται αἱ ἀρχαί, ἄλλως τε καὶ εἰ τὸ ἀνωτάτω τις γένος ὡς ἀρχὴν λαμβάνει· πλείους γὰρ τοῦ τοιούτου γένους διαφοραί. ὃ δοκεῖ ἄλογον εἶναι· καὶ γὰρ οἱ τὰ γένη τιθέμενοι ἀρχάς, ἐκφυγεῖν οἰόμενοι τὸ πλῆθος τῷ τὸ κοινὸν λαμβάνειν, ἀρχὴν ἐτίθεντο τοῦτο. ὡς δὲ ἀκολουθοῦν τῷ τὸ πρῶτον γένος ἀρχὴν τιθεμένῳ τὸ καὶ τἆλλα γένη τὰ μετὰ τὸ πρῶτον ἀρχὰς λέγειν, οὕτως [*](5 οὐδ’ ἀρχαὶ Metaph. vulg. 10 δόξει A1LF: δόξειε Α2 18 ἐν τῷ πρώτῳ Περὶ ζῴων] de part. anim. Α3 22 καὶ τὰ L: τὰ om. Α 23 καὶ αὐτὰ καὶ εἴδη coni. Bonitz 26 γένη LF coni. Bonitz: om. Α 34 ἄλογον A2LS: ἀνάλογον A1 36 δὲ A1L: δὴ A2)

208
εἶπεν. αἱ δὲ διαφοραὶ εἰ καὶ ἐπὶ πλέον λέγονται τῶν εἰδῶν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐ κατηγοροῦνται αὐτῶν ἐν τῷ τί ἐστιν, οὐδὲ ὡς γένη.

[*](p. 999a1)

Ἀλλὰ μὴν καίει μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν.

ἐπιχειρήσας πρῶτον ὅτι τὰ ἀνωτάτω γένη μᾶλλον ἀρχαὶ τῶν ὄντων, νῦν ὅτι τὰ εἴδη μᾶλλον ἀρχαὶ τῶν γενῶν ἐπιχειρεῖ δεικνύναι. εἰ γὰρ τὸ ἓν ἀρχῆς ἐπέχει χώραν, τὸ μᾶλλον ἓν μᾶλλον ἄν ἀρχὴ εἴη. ἀλλὰ μὴν τὸ ἓν ἀδιαίρετόν ἐστιν· τὸ γὰρ μὴ διῃρημένον ἢ ἀδιαίρετον μᾶλλον ἀρχή, εἴ γε μᾶλλον ἕν· μᾶλλον δὲ ἀδιαίρετον τὸ εἶδος τοῦ γένους, ὥστε καὶ μᾶλλον ἀρχή. ὅτι δὲ μᾶλλον ἀδιαίρετον, οὕτως ἔδειξε.. τὸ ἀδιαίρετον ἢ κατ’ εἶδος ἢ κατὰ τὸ ποσόν· κατ’ εἶδος μὲν ἀδιαίρετον τὸ μηκέτι εἰς εἶδος διαιρούμενον, ὁποῖά ἐστι τὰ ἄτομα εἴδη, κατὰ δὲ τὸ ποσὸν ἀδιαίρετον τὸ μὴ τῷ ἀριθμῷ διαιρούμενον, οἷόν ἐστι τὸ ἓν τῷ ἀριθμῷ καὶ καθ’ ἕκαστον· ἕκαστον γὰρ τούτων ἓν ὂν τῷ ἀριθμῷ οὐκέτι εἰς ποσὰ πολλὰ κατ’ ἀριθμὸν ὅμοια αὐτῷ διαιρεῖται· τὸ γὰρ κατὰ τὸ ποσὸν διαιρετὸν κατὰ ἀριθμὸν νῦν λέγει. πρῶτον δὲ τῇ τάξει καὶ τῇ φύσει τῶν ἀδιαιρέτων τούτων τὸ τῷ εἴδει ἀδιαίρετον † τοῦ κατὰ τὸ ποσὸν διαιρουμένου τὸ δὲ τῷ ποσῷ ἀδιαίρετον. τοῦτο ἔξωθεν ἱστορήσας μετὰ ταῦτα δείκνυσιν ὅτι τὰ μὲν γένη εἰς εἴδη διαιρεῖται, τὰ δὲ ἔσχατα εἴδη ἀδιαίρετα κατ’ εἶδος, διὸ καὶ μᾶλλον ἀρχαὶ εἶεν τὰ ἔσχατα εἴδη μᾶλλον ὄντα ἕν. εἰπὼν δὲ τὰ γένη διαιρεῖσθαι εἰς εἴδη, ἵνα μή τις ἡγῆται καὶ τὰ ἄτομα εἴδη αὐτὸν λέγειν, ὃ μέχρι νῦν ἔλεγεν, ἐπήνεγκε τὸ οὐ γὰρ γένος ἄνθρωπος τῶν τινῶν, ὧν κατηγορεῖται, ἀνθρώπων καὶ εἰς οὗς | διαιρεῖται· διαιρεῖται μὲν γὰρ [*](164) ὁ ἄνθρωπος, ἀλλ’ οὐκ εἰς εἴδη οὐ γάρ ἐστι γένος) ἀλλ’ εἰς ἄτομα μόνον, τὸ δὲ γένος κατὰ τὰ εἴδη καὶ κατὰ τὰ ἄτομα διαιρεῖται.

[*](p. 999a6)

Ἔτι ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα.

Καὶ τοῦτο ἐπιχειρεῖ πρὸς τὸ ὅτι δεῖ τὰ ἔσχατα γένη, τουτέστι τὰ ἄτομα εἴδη, μᾶλλον ἀρχὰς λέγειν τῶν ἀνωτάτω καὶ κοινοτάτων γενῶν· τὰ γὰρ γένη τὰ κατὰ τῶν εἰδῶν κατηγορούμενα οὐδὲ τὴν ἀρχὴν ἔστι τι παρὰ τὰ εἴδη ὧν κατηγορεῖται. δείκνυσι δ’ αὐτὸ οὕτως. ἐν οἷς τὸ πρότερον [*](1 δὲ LS: γὰρ Α 5 τῶν ὄντων—ἀρχαί (6) om. LF 5. 6 τῶν ὄντων, νῦν MS Brandis Bonitz: τῶν εἰ νῦν lacuna post τῶν relicta A 6 ἀρχαὶ S Bonitz: ἀρχὴ Α 8 ἀδιαίρετον (post ἓν) A2: διαιρετέον AS: διαιρετὸν LF γὰρ] fort. δὲ 9 εἴ γε—μᾶλλον δὲ LFS: ἔτι δὲ μᾶλλον Α1. ἔστι δὲ μᾶλλον A2 15 διαιρετὸν A2LF: διαιρετικὸν Α 16 τάξει οὐ τῇ LF 17 ἀδιαίρετον οἶον τοῦ LF τοῦ κατὰ—ἀδιαίρετον (18) corrupta sunt: quam quod per quantum, id est, quam individuum quanta S διαιρουμένου] διαιρεῖσθαι LF 18 ἱστορήσας c. S Brandis: ἱστορῆσαι ALF 24 εἰς ἄτομα LFS: εἰς ἄτομον Α 29 εἴδη] ἤδη Α1 30 ἔστι A2LF: om. A1 31 δ᾿ αὐτὸ A2: om. A1LF)

209
καὶ ὕστερόν ἐστι, τὸ ἐπὶ τούτοις κοινῶς κατηγορούμενον ὡς γένος οὐδέν ἐστι παρὰ ταῦτα ὧν κατηγορεῖται· οἷον εἰ ἐπ’ ἀριθμῶν πρώτη τῶν ἀριθμῶν δυὰς ἢ τριάς, οὐκ ἔστιν ἀριθμοῦ τις ἄλλη φύσις παρὰ τούτους τοὺς ἀριθμούς, δυάδα καὶ τριάδα καὶ τοὺς ἑξῆς, ὧν ὡς γένος κατηγορεῖται. ὁμοίως καὶ ἐπὶ τῶν σχημάτων οὐδέν ἐστι τὸ κοινῶς κατηγορούμενον τῶν σχημάτων ὡς σχῆμα παρὰ τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπὰ σχήματα, ἐπεὶ καὶ ἐν τούτοις πρῶτον μέν ἐστι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ τὰ ἄλλα ἀκολούθως τούτοις κατὰ τὴν τάξιν. τοῦτο δὲ λαμβάνει ὡς κἀκείνοις δοκοῦν· οὗτοι γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἀνωτάτω ἐτίθεντο γένη, ὡς ἱστόρησε, τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ μικρόν εἰσὶ δὲ οὗτοι οἱ περὶ Πλάτωνα)· ἐν οἷς γὰρ τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἐν τούτοις ἔλεγον μὴ εἶναί τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται. διὰ τοῦτο γοῦν οὐδὲ ἰδέαν ἔλεγον εἶναι τούτων, ὡς ἱστορεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν. λαβὼν οὖν τὸ ἐν τούτοις κατ’ αὐτοὺς ἐκείνους μηδὲν εἶναι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται μήτε γὰρ ἐν ἀριθμοῖς μήτε ἐν σχήμασι), προστίθησιν αὐτὸς τὸ εἰ μὴ ἐπὶ τούτων ἔστι κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται * * * τοῦτο δὲ ἤτοι ὡς πᾶσι τοῖς γένεσιν ὄντος τινὸς προτέρου καὶ ὑστέρου καὶ μέσης τινὸς διαφορᾶς ἔν τε τοῖς αὐτοῖς κατηγορουμένοις καὶ ἐν τοῖς ἄλλοις γένεσιν, ἀλλ’ ὁμοίως τούτων τε καὶ ἐκείνων ὄντων γενῶν. εἰ οὖν ἐν τοῖς μάλιστα δοκοῦσι γένεσιν εἶναι μὴ ἔστι τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται, οὐδὲ ἐν τοῖς ἄλλοις ἄν εἴη, κἂν εἰ μή ἐστιν ἐν αὐτοῖς τὸ πρότερον καὶ ὕστερον. διὰ τοῦτο δὲ μάλιστα δοκοῦσι γένη τε καὶ ἀρχαὶ εἶναι, ὅτι μάλιστα ὄντα ἐδόκουν αὐτοῖς εἶναι οἱ ἀριθμοὶ καὶ τὰ σχήματα, ὧν τὰ γένη μάλιστα ἄν εἴη. ἔτι δοκεῖ ἐναργῶς τὸ μὲν σχῆμα τῶν σχημάτων ὁ δὲ ἀριθμὸς τῶν ἀριθμῶν ὡς γένος κατηγορεῖσθαι. εἰ οὖν τὸ ἐν τούτοις κοινὸν μὴ ἀρχή, οὐδ’ ἄν τὸ ἐν τοῖς ἄλλοις. εἰ γὰρ μηδέν ἐστι τὸ κοινὸν καὶ γένος παρὰ τὰ εἴδη ὧν κατηγο|ρεῖται, οὐδ’ ἄν ἀρχὴ εἴη, [*](165) ἀλλὰ μᾶλλον τὰ εἴδη τὰ κατὰ τῶν ἀτόμων κατηγορούμενα· ἐν γὰρ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ὥστε τὸ κατὰ τούτων κατηγορούμενον εἶδος μηδὲν εἶναι δοκεῖν παρὰ τὰ ἄτομα. εἰ δὲ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν μή ἐστι τὸ σχῆμα καὶ ὁ ἀριθμός, τὰ κοινά, ἀρχαί, ἀλλὰ τὸ τρίγωνον καὶ ἡ δυὰς τῶν καθ’ ἕκαστα δυάδων, οὕτως ἂν καὶ ἐπὶ τῶν ἄλλων ἔχοι, καὶ εἴη ἄν τὰ ἄτομα εἴδη ἀρχαί, οὐ τὰ κοινὰ γένη. τοῖς δὲ προειρημένοις προστίθησι δεικνὺς ὅτι ἐν πᾶσι τοῖς γένεσίν ἐστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον· ἔστι γὰρ εἷς τοῦ προτέρου τρόπος καὶ τὸ βέλτιον, ὡς ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἔδειξεν, [*](4 καὶ τοὺς L: καὶ τὰ Α 5 ἐπὶ LF: περὶ Α 6 τρίγωνον καὶ τετράγωνον A2LF: τριγώνου καὶ τετραγώνου A1 καὶ τὰ λοιπὰ—τετράγωνον (7) LFS: otn. Α 13. 14 ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν] A 4 p. 1096a17 sqq. 16 τούτων LF: τούτοις A 17 quae desuut, suppled possunt e S: Quod si horum genera praeter species ipsas non sunt, multo minus caeteroruin genera 18 μέσης] fort. μὴ οὔσης ἔν τε τοῖς αὐτοῖς κατηγορουμένοις corrupta videntur: turn in supradictis S 19 ἀλλ’] vel recta, ut videtur, S 29 τούτων Α2: τούτων ὂν ’LF 31 καὶ ὁ LF: καὶ om. A 36 ἐν Κατηγορίαις] c. 12 p. 14b4)
210
ἐν πᾶσι δὲ τοῖς γένεσίν ἐστι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον τῶν εἰδῶν· ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον ἔσται τὰ ἄτομα εἴδη ἀρχαί, ὅτι τῶν ὑπ’ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μέν τι πρῶτον τὸ δὲ ὕστερον. συνεχρήσατο δὲ πρὸς τὴν ἀπορίαν τῇ τοῦ πρώτου ὁμωνυμίᾳ· τῇ δὲ τοῦ πρώτου ὁμωνυμίᾳ χρῆται πρὸς τὸ δεικνύναι μηδὲν ὂν τὸ γένος παρὰ τὰ ὧν κατηγορεῖται. ἐπὶ γοῦν τῶν ζῴων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον. ὁ θεὸς βέλτιον· διὰ τοῦτο καὶ πρῶτον. τῶν ἄλλων πάλιν ζῴων ὁ ἄνθρωπος ζῷον βέλτιόν τε καὶ πρῶτον. ἀλλὰ καὶ ἐν χρώμασι τὸ λευκὸν βέλτιον τῶν ἄλλων, καὶ ἐν χυμοῖς ὁ γλυκύς. εἰπὼν δὲ ταῦτα ὑπὲρ τοῦ δεῖξαι τὰ εἴδη μᾶλλον καὶ τὰ ἔσχατα γένη ἀρχὰς τῶν κοινῶν καὶ γενικωτάτων ἐπιφέρει ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν. ἑξῆς δὲ πάλιν ἐπιχειρεῖ πρὸς τὸ μὴ δύνασθαι τὰ ἄτομα εἴδη ἀρχὰς εἶναι. ἡ δὲ ἐπιχείρησις τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τοῦτο οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς ἐκείνου εἶναι οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δύναται εἶναι καθ’ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστον. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ ἑαυτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται. πάνυ δὲ κατὰ τὸ ἔνδοξον καὶ λογικῶς ἐπικεχείρηκε ταῦτα.

[*](p. 999a24)

Ἔστι δ’ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέστηκε νυν.

Χαλεπωτάτην τέ φησιν ἀπορίαν καὶ ἀναγκαιοτάτην εἶναι τὸ διορισθῆναι πρὸς τὴν γνῶσιν τῶν ἀρχῶν καὶ ὅλως πρὸς τὴν προκειμένην πραγματείαν, ἣ ἤρτηται μὲν τῶν εἰρημένων πρὸ ὀλίγου περί τε τῶν γενῶν καὶ τῶν | εἰδῶν, ἐχομένη δέ ἐστι τῆς προειρημένης, ὅτι ἐν ἐκείνῃ μὲν ἐζητοῦμεν [*](166) πότερον μᾶλλον ἀρχὴ τῶν κοινῶν τὸ κοινότερον ἢ τὸ προσεχέστερον, ἔπειτα ὅτι δεῖ τὴν ἀρχὴν χωριστὴν εἶναι καὶ αὐτὴν καθ’ αὑτὴν ὑφίστασθαι λαμβάνοντες, ἀνῃροῦμεν τὸ εἶναί τι ἐκείνων ἀρχήν, ἐνταῦθα δὲ ζητεῖται εἰ ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα καὶ τὰ ἄτομα τὸ κοινὸν τοῦτο, ὃ λέγομεν γένος καὶ εἶδος, εἴτε καὶ μή· καὶ τίνα τε ἄτοπα ἕπεται τεθέντος μὴ εἶναι δείκνυσι, κἄν λέγῃ τις εἶναι, πάλιν τὰ τῇ ὑποθέσει ταύτῃ χαλεπὰ ἑπόμενα ἐρεῖ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· [*](7 πάλιν LF: πάντων Α 10 ἐπιφέρει A2S: ἔλαβε δι’ ὧν ἐπιφέρει A1LF 15 οὐδενὶ Α1 16 ὃ μή A1LF Ascl.: εἰ μὴ ὃ μὴ Α2 17 λέγοι S Ascl.: λέγει A: λγ΄ L 17. 18 καθ’ ἕκαστα κατηγορεῖται A-S Ascl.: καθ’ ἕκαστα εἰ γὰρ ὁ κατηγορεῖται A1LF 18 ἄλλο ’LFS Ascl.: ἄλλα Α2 αὐτοῦ A1 29 πότερον c. S Bonitz: ποῖον libii 31 λαμβάνοντες ἀνῃροῦμεν τὸ scripsi: λ. ἀναιροῦμεν τὸ F: λ. ἀναιρουμένην τὸ A1L: ἀνείλομέν τε τὸ Α2 Brandis: ἀνείλομεν τὸ Bonitz)

211
τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων ἀδύνατον γνῶσιν καὶ ἐπιστήμην καὶ περίληψιν γενέσθαι· ἡ γὰρ γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ’ ἕκαστα γίγνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτόν ἐν πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὅπερ εἰ μὴ εἴη, οὐδ’ ἂν γνῶσις αὐτῶν δύναται γίγνεσθαι. εἰ δὲ ἔστιν ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναί τι κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσεται, τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἢ τὸ πρῶιον, ὃ γένος ἐστίν. καὶ ὅτι μηδὲν τούτων ἐστίν, ἄρτι, φησί, διηπορήσαμεν, ἀναπέμπων ἡμᾶς ἐφ’ ἃ εἴρηκε ζητῶν εἰ τὸ εἶδος ἀρχή· εἶπε γὰρ “τὴν μὲν ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὰ καθ’ ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι.” ἀλλὰ καὶ πρὸ ὀλίγου δοκεῖ δεδεῖχθαι ὅτι τὸ κοινῶς κατηγορούμενόν τινων οὐδέν ἐστι παρὰ τὰ ὧν κατηγορεῖται· δείξας γὰρ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν τοῦτο ὁμολογούμενον, ὅτι ἐν αὐτοῖς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον, ἐπήνεγκεν ὅτι εἰ μὴ ἐπὶ τούτων, οὐδὲ ἐπὶ τῶν ἄλλων ἔσται τι τὸ κοινὸν παρὰ τὰ καθ’ ἕκαστα· εἰ γὰρ ἦν, μάλιστα ἐπὶ τούτων ἦν.

[*](p. 999a32)

Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τῆς ὕλης.

Τὸ μὲν σύνολον λέγει τὸ κάθ’ ἕκαστον καὶ αἰσθητὸν καὶ συναμφότερον ἐξ ὕλης καὶ εἴδους· τοῦτο γὰρ μᾶλλον ἔθος αὐτῷ λέγειν τὸ καθ’ ἕκαστα καὶ συγκεχυμένον. τὸ δὲ ὅταν κατηγορηθῇ τι τῆς ὕλης ἤτοι δηλωτικόν ἐστι τοῦ ὅλου καὶ συνόλου τότε γὰρ ὅλον τί ἐστιν, ὅταν κατηγορηθῇ τι τῷ ὕλης, τουτέστιν ὅταν ἐν τῇ ὕλῃ ἐπιγένηται· τοῦτο δέ ἐστι τὸ εἶδος· εἶδος γὰρ ἡ ὕλη λαβοῦσα γίγνεται τὸ σῶμα), ἢ τῆς ὕλης τοῦ ὑποκειμένου νῦν λέγει, ὃ σύνολον εἶπεν, ὅταν κατηγορηθῇ μέν] τι τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα καὶ ὡς ὗλαι ὑποκείμεναι τῷ κατηγορουμένῳ ἔστι τι] τοῦτο, ὃ κατηγορηθῇ αὐτῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ καὶ δοθείη εἶναι τὸ [*](167) καθόλου, τουτέστι τὰ γένη καὶ εἴδη ταῦτα γὰρ τὰ κατηγορούμενα τῆς ὡς ὕλης οὐσίας, ἥτις ἐστὶν ἡ ἄτομος), παρὰ τὰ ὧν ἐστι γένη καὶ εἴδη ἀτόμων, πότερον παρὰ πάντα τὰ ἄτομά ἐστι ταῦτα τὰ καθόλου καὶ ἐπὶ πᾶσιν ἀτόμοις, εἴτε φυσικὰ εἴη εἴτε τεχνικά, εἶναί τι τὸ κοινὸν παρ’ ἐκεῖνα, ἢ παρὰ μὲν ἔνια ἄτομα ἔστι τι τὸ κοινόν, παρὰ δὲ ἔνια οὐδέν ἐστι κοινόν. εἰπὼν δὲ ταῦτα, ἃ εἵπετο τῇ ὑποθέσει, ἑξῆς ἐπήνεγκε τὸ ἢ παρ’ οὐθέν [*](5 δύναιτο coni. Bonitz δὲ ἔστιν Α2: δὲ ἡ A1LF 12 διὰ τί ex Arist. p. 999a20 add. Bonitz IT μάλιστ’ ἄν coni. Bonitz 22 ἤτοι—ὕλης (24) LF: om. Α 26 ὃ σύνολον—λέγει (28) F et piaeter ὃ—αὐτῶν (27.28) L: om. A: pro his verbis τὸ δὲ ἐπιχείρημα inserit A2 31 ταῦτα τὰ καθόλου A2S: τὰ om. A1LF καὶ ἐπὶ] ὥστ᾿ ἐπὶ e S coni. Bonitz 32 εἶναι A1LF: ἔστι A2)

212
ἐστιν, ἀναιρετικὸν ὂν τῆς ὑποθέσεως. εἰ γὰρ παρὰ μηδὲν εὑρίσκοιτο τῶν καθ’ ἕκαστα δυνάμενον κοινὸν εἶναι * * χωριστόν. προσθεὶς δὲ ταῦτα, ἄρχεται ἀπὸ τοῦ τελευταίου τοῦ εἰ παρὰ μηδέν, καὶ δείκνυσι τίνα ἕπεται ἄτοπα, εἰ μηδ’ ὅλως εἴη παρὰ μηδὲν τῶν καθ’ ἕκαστα τὸ κοινόν· οὐδὲν γὰρ ἔσται τὸ νοητόν, ἀλλὰ πάντα τὰ ὄντα αἰσθητά· τοιοῦτον γὰρ τὰ ὅλα καὶ συναμφότερα, παρ’ ἃ κεῖται μηδὲν ἄλλο εἶναι. εἰ δὲ μή ἐστι νοητόν τι, οὐδὲ ἐπιστήμη οὐδενὸς ἔσται· κατὰ γὰρ τὰ κοινά, ἅ ἐστι νοητά, αἱ ἐπιστῆμαι, εἰ μὴ βούλοιτό τις λέγειν τὴν αἴσθησιν ἐπιστήμην· ἐπιστητὰ γὰρ πάντα ἔσται καὶ οὕτω γνωστὰ οὐ κατὰ τὴν κυρίως ἐπιστήμην λεγομένην. προστίθησι δὲ τούτοις ὅτι οὐδὲ ἀίδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν, τουτέστιν ἐν ῥύσει· κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν, καὶ καθ’ οὓς ἐδόκει πάντα τὰ αἰσθητὰ γεννητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γὰρ εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι. ἄλλως δὲ καὶ εἵπετο φθαρτὸν αὐτὸν εἶναι, γεννητόν γε ὄντα, ἐπεὶ αὐτῷ γε κινεῖσθαι μὲν πάντα δοκεῖ τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα πᾶν ἀγένητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, ὡς ἔφην, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ· οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλα εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μή τι εἴη παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλουθον τὸ ἀλλὰ μὴν εἴγε ἀίδιον οὐδέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται, καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γίγνεσθαι ἀδύνατον, δεικνὺς ὅτι εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητά, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά· ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι. | ὅτι δὲ εἰ μή ἐστί τι [*](168) ἀίδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίγνεταί τι, ἀνάγκη εἶναί τι τό τε γιγνόμενον, τουτέστιν ὃ γίγνεται τὸ γιγνόμενον, καὶ ἄλλο τούτου τὸ ἐξ οὗ γίγνεται· οἷον εἰ ἄνθρωπος γίγνεται, δεῖ εἶναι καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίγνεται ἄνθρωπος ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδ’ ἄν γένοιτο ἄνθρωπος), δεῖ οὖν εἶναί τι τὸν ἄνθρωπον ὃ λέγεται γίγνεσθαι, καὶ ἔτι τὸ ἐξ οὗ γίγνεται οὗτος· πᾶν γὰρ τὸ γιγνόμενον ἐξ οὐ τοιούτου· εἰ γὰρ ἦν τοῦτο, οὐκ ἄν ἐγίνετο· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον καὶ ὕλη. τούτων ὑποκειμένων ἐξ ὧν γίγνεται τὰ γιγνόμενα πλείω [*](1 γὰρ A1LF: δὲ Α2 εἰ γὰρ—χωριστόν (2)] si enim nihil commune reperiatur, quod a singulis seiunctum esse possit, ne fuerit quidem aliquid praeter singularia S: inde οὐδ’ ἄν δύναιτό τι παρὰ τὰ καθ’ ἕκαστα εἶναι χωριστόν supplendum coni. Bonitz 5 τοιαῦτα coni. Bonitz 6 εἶναι LFS: om. Α 9. 10 λεγομένην LFS: λεγόμενα A 14 φθαρήσεσθαι LFS Ascl.: φθείρεσθαι Α 15 γε A2LFS: τε Α1 26 εἰ δὲ μὴ τὰ γενητά LF Ascl.: om. AS 28 εἶναί τι Ascl.: τι om. libri 29 τουτέστιν—γιγνόμενον LFS Ascl.: om. Α 31 ἀνυπάρκτου—ἄνθρωπος (32) LF Ascl.: om. AS 32 ὃ] καὶ ὃ LF: ὃς coni. Bonitz 35 post τούτων addendum τῶν πλείω S Ascl.: ἐν ἀιδίω ALF)
213
γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλο γὰρ ἄλλῳ τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον) τούτων δὴ τῶν ὑποκειμένων, φησίν, ἀνάγκη τὸ ἔσχατον ὑποκείμενον ἀίδιον εἶναι. ἔσχατον δὲ ὑποκείμενόν ἐστιν ἡ πρώτη ὕλη· ἀναλύοντες γὰρ τὰς προσεχεῖς ὕλας τῶν γιγνομένων ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα. ἣν ἐσχάτην ὅτι ἀναγκαῖόν ἐστιν ἀίδιον εἶναι, δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀίδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι· ἀμφότερα δὲ ἀδύνατα. εἰ γὰρ πᾶν τὸ ληφθὲν ὑποκείμενον γέγονε, δεήσει αὐτὸ ἢ ἐξ ἄλλου ὑποκειμένου γεγονέναι ἢ ἐκ τοῦ μὴ ὄντος, εἰ γέγονε μέν, οὒκ ἐξ ὑποκειμένου δέ. ἀλλὰ μὴν ἀμφοτέρως ἀδύνατον. οὔτε γὰρ ἐκ μὴ ὄντος οἷόν τε γίγνεσθαι· κοινὴ γὰρ αὕτη δόξα τῶν περὶ φύσεως εἰπόντων τι, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, καὶ φανερῶς ἄτοπον καὶ ἀδύνατον τὸ οὕτω τι λέγειν γίγνεσθαι. ἀλλὰ μὴν οὐδὲ ἐπ’ ἄπειρον οἷόν τε ἄλλο ἄλλου αἴτιον εἶναι καὶ ἄλλο ἄλλῳ ὑποκεῖσθαι κατ’ εὐθυωρίαν, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι τῶν Α ὄντι πρὸ τούτου. εἰ τοίνυν μηδέτερον, ἢ οὐκ ἔσται γένεσις, ἢ τὸ πρῶτον ὑποκείμενον ἀίδιον καὶ ἀγένητον ἔσται. ἕπεται ἄρα τῷ μηδὲν ἀίδιον εἶναι τὸ μηδὲ γένεσιν εἶναι. δύναται δὲ τὸ καὶ τούτων εἰρῆσθαι μὴ μόνον ἐπὶ τῆς ὕλης, ἥτις ἐστὶ τὸ ἐξ οὗ γίγνεται, ἀλλὰ καὶ ἐπὶ τοῦ γινομένου· δοκεῖ γὰρ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γίγνεσθαι· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὥστε εἰ γίγνεται ἄνθρωπός τις, δεῖ ἄνθρωπον εἶναι· τὸν γὰρ ποιοῦντα καὶ γεννῶντα. ἀναγκαῖον δὲ καὶ ἐπὶ τούτων εἶναι ποιητικὸν ἀίδιον, καὶ αὐτὸς μετὰ τὸ περὶ τῆς ὕλης εἰπεῖν ἐπιχειρεῖ δεικνύναι ὅτι καὶ τὸ γινόμενον ἀίδιον εἶναι δεῖ.

[*](p. 999b8)

Ἔτι δὲ καὶ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι.

Ἡ ἐπιχείρησις καὶ αὕτη γίγνεται εἰς τὸ εἶναί τινα ἀρχὴν γενέσεως, ὅ ἐστι πρῶτον ὑποκείμενον ἀγέννητον, καὶ μὴ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο | ἐξ ἄλλου. ἔστι δὲ δυνάμει τοιαύτη. εἰ πάσης κινήσεως καὶ πάσης γενέσεώς [*](169) ἐστι πέρας, ἔστιν αὐτῶν ἀρχή· οὗ γάρ ἐστι πέρας, τούτου ἀνάγκη καὶ ἀρχὴν εἶναι· μὴ οὔσης γὰρ ἀρχῆς ἀλλ’ ἐπ’ ἄπειρον ἀνιούσης τῆς γενέσεως ἢ τῆς κινήσεως, οὐδ’ ἄν εἴη τέλος τι αὐτῶν. ἀλλὰ μὴν πάσης γενέσεως καὶ κινήσεως τέλος ἐστίν, ὃ ἔλαβε διὰ τοῦ οὔτε γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις, ὃ ἐν ἄλλοις δέδεικται, διὰ τὸ πᾶσαν κίνησιν εἶναι πόθεν ποῖ· τό τε γὰρ αὐξανόμενον πέρας ἔχει τῆς αὐξήσεως τι, ὁμοίως δὲ καὶ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ τὸ φθειρόμενον. ὥσπερ δὲ πάσης κινήσεως ἐστι πέρας, οὕτω καὶ γενέσεως· οὐδὲν γὰρ ἀδύνατον γενέσθαι [*](1 τὸ LF Ascl.: τῶν Α 5 δείκνυσιν A2S Ascl.: καὶ δείκνυσιν A1LF 6 ἀίδιον Ascl.: om. libri 13 γίγνεσθαι LF: om. Α 14. 15 ἐν τῷ ἐλάττονι τῶν A] α 2 15 post μηδέτερον add. ἢ παρὰ τὰ καθ’ ἕκαστα Α2 19 γινομένου LFS: γενομένου A 22 ἀίδιον—γινόμενον (23) LF: om. A: τοῦτο δὲ Α2 35 δὲ secundum om. Α2 36 οὐτῶ δὴ καὶ LF)

214
γίγνεται· καὶ γὰρ καὶ τοῦτο δέδεικται. ὃ γὰρ οὐχ οἶόν τε γενέσθαι οὐδὲ γίγνεται· οὐ γὰρ γίγνεται σύμμετρος ἡ διάμετρος, ὅτι οὐ δύναται γενέσθαι τε καὶ ἐπιτελεσθῆναι. ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέσεως ἀλλὰ γιγνόμενον ἐπ’ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίγνεται. πᾶν ἄρα τὸ γιγνόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἄν γένοιτο. ἀλλὰ μὴν τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν· τὸ γὰρ γεγονὸς ὅτε ἔστι πέπαυται γιγνόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Z τῆς Φυσικῆς ἀκροάσεως. εἰ δὲ ἔστιν ὅτε πρῶτον γέγονεν, ἔστι πέρας παντὸς τοῦ γιγνομένου· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐχρήσατο τῷ τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν. ἔστιν ἄρα καὶ ἀρχὴ παντὸς γιγνομένου τε καὶ κινουμένου. εἰ δὲ τοῦτο. οὐκ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνεται. εἰ δὲ μὴ τοῦτο, ἔστι τι ἀίδιον ἔσχατον ὑποκείμενον. ἀσαφὴς δὲ ἡ ἐπιχείρησις δοκεῖ τῷ παραλιπεῖν αὐτὸν τὸ ἀκολουθοῦν τῷ εἶναι πάσης κινήσεως καὶ γενέσεως πέρας. ἦν δὲ τὸ ὧν ἐστι πέρας, καὶ ἀρχὴν τούτων εἶναι. τοῦτο γὰρ ὡς γνωρίμως ἑπόμενον παραλιπών, μόνον ἔδειξεν ὅτι πάσης κινήσεως καὶ γενέσεως ἔστι πέρας. καὶ ἡ κυκλοφορητικὴ δὲ κίνησις πέρας ἔχει· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γίνεται, καὶ ἡ ἀπειρία ταύτης τῷ πάλιν τὴν αὐτὴν γίγνεσθαι κίνησιν, οὐ τῷ ἄλλοτε ἄλλην.

[*](p. 999b12)

Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν.

Δείξας ὅτι ἔστι τι ἔσχατον ἀίδιον ὑποκείμενον τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι· ἀδύνατον γάρ, εἰ μὴ εἴη τι τοιοῦτον, γένεσιν εἶναι· καὶ γὰρ εἰ ἐπ’ ἄπειρον ἡ ὕλη προίοι, οὐδὲν ἂν ἐκ τῆς ὕλης γίνοιτο τῷ μηδέποτε ἄλλην ἐξ ἄλλης γινομένην ὕλην παύεσθαι † ἐκλυούσης τῆς ὕλης τὰ ἐκ τῆς ἄλλης ἀλλ’ οὐκ ἐγγινομένης) δείξας οὖν ὅτι τὸ πρῶτον ὑποκείμενον δεῖ ἀγένητον εἶναι [*](170) καὶ οὐκ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου, νῦν δείκνυσιν ὅτι καὶ τὸ εἶδος, ὃ γίγνεται ἐν τῇ ὕλῃ, εἶναι δεῖ ἀίδιον, δεικνὺς διὰ τούτων καὶ κατασκευάζων ὅτι ἔσται τις οὐσία μοναδικὴ ἀίδιος. εἰ γὰρ ἔστι φύσις τῆς ὕλης, εὐλογώτερον τὴν οὐσίαν εἶναι ταύτην, ἣν ἡ ὕλη δέχεται· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅ ποτε ἐκείνη γίγνεται. οὐσίαν δὲ τὸ εἶδος λέγει· καθ’ ὃ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο οὐσία· ἡ γὰρ ὕλη δεξαμένη [*](3 τε om. Α2 6 γεγονὸς (post γὰρ) e S Bonitz: ὃν AscL: om. AL 6. 7 τὸ γὰρ—ἔστι] ὅτε γὰρ πρῶτον ἔστι Α2 7. 8 ἐν τῷ Z τῆς Φυσικῆς ἀκροάσεως] c. 5 11 ἄλλο] ἄλλου Α1 12 εἰ δὲ μὴ L: δὲ om. Α 14 γενέσεως L: γνώσεως Α ἦν—ἐστι πέρας LS: om. Α 17. 18 ταύτης] αὐτῆς LF 18 οὐ τῷ LS: οὐ τὸ Α 19. 20 πολὺ ἔτι μᾶλλον Metaph. 19 Ἔτι—ἐγγινομένης (26) induxit Α2 25 ἐκλυούσης—ἐγγινομένης (26)] verba corrupta: excludente materia quae ex alia nondum genita generari debeant S 26 ἐγγινομένης) δείξας οὖν ὅτι S Braudis Bonitz: ἐγγινομένης. ἔτι εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι. δείξας ὅτι ALM 29 εἰ γὰρ ἔστι e S Bonitz: ἔστι γὰρ A1LF: εἰ ἔστι γὰρ Α2 φύσις] φησὶ LF 30 εὐλογώτερον καὶ τὴν A2 31 ὁπότε libri 32 ὕλη LS: om. AF)

215
εἶδος παρέχεται τὸ γιγνόμενον ἐξ αὐτῆς γεγονός, τουτέστιν ὃ δέχεταί τε καὶ γίνεται. ὅτι οὖν εὔλογον καὶ τὸ εἶδος προϋπάρχειν ἀίδιον ἀίδιον ὄν, ὃ ἡ ὕλη δέχεται, οὕτω δείκνυσιν. ὥσπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον ἦν γενέσθαι τι, οὕτω καὶ μὴ ὄντος τοῦ ὃ δέχεται τὸ ὑποκείμενον ἀδύνατον γένεσιν εἶναι· ὃ εἶπε διὰ τοῦ εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκεῖνο, οὐδὲν ἔσται τὸ παράπαν, ὃ ἴσον ἐστὶ τῷ εἰ γὰρ μὴ ἀμφότερα εἴη ἥ τε ὕλη καὶ τὸ εἶδος ἀίδια, οὐδὲν ἂν τὸ παράπαν γένοιτο. ὅτι γὰρ τοῦτο λέγει, ἐδήλωσεν εἰπὼν ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον τὴν μορφὴν καὶ τὸ εἶδος, τὸ μὲν σύνολον λέγων τὸ γεγονός, τὸ συναμφότερον καὶ αἰσθητόν. δεῖν δὲ ἑκάτερον εἶναι λέγων, ἐξ ὧν εἶναι τὸ σύνολον, τήν τε ὕλην καὶ τὴν μορφὴν καὶ τὸ εἶδος, ὡς εἴπομεν λέγει γάρ, εἰ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, λέγων τὸ εἶδος καὶ τὴν ὕλην, οὐθὲν ἔσται τὸ παράπαν), ἐπήνεγκεν εἰ δὲ τοῦτο ἀδύνατον, λέγων ἀδύνατον τὸ μηδὲν ἔσεσθαι, ἀνάγκη εἶναι παρὰ τὸ σύνολον, τουτέστι τὸ συναμφότερον, ὅ ἐστιν εἶδος ἐν ὕλῃ, τὴν μορφὴν καὶ τὸ εἶδος, ὑγιὲς μὲν λαμβάνων τὸ δεῖν, ὡς ἡ ὕλη, οὕτως εἶναί τι καὶ εἶδος ἀίδιον, οὐ μὴν τὸ ἐν τῇ ὕλη γινόμενον εἶναι δεῖ τοῦτο, ἀλλὰ τὸ ποιητικόν, ὃ εἰ εἴη ἰῷ ποιουμένῳ ὅμοιον, εἵη ἄν προυπάρχον πως. λαβὼν δὲ ἐκ τῆς ἐπιχειρήσεως τὸ δεῖν καὶ τὸ εἶδος προϋπάρχειν ὥσπερ καὶ τὴν ὕλην, ἵνα ἐξ αὐτῶν προϋπαρχόντων τὸ σύνολον καὶ συναμφότερον γένηται, ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ ἀρχόμενος τῆσδε τῆς ἀπορίας ἀπορήσειν προέθετο, εἰπὼν πότερον εἰ ἔστι παρὰ πάντα εἶναι δεῖ. εἰ γὰρ καὶ τὸ είδός τις θήσεται προϋπάρχειν καὶ ἀίδιον εἶναι τὸ γιγνόμενον ἐν τῇ ὕλῃ, ἐπὶ τίνων τῶν ὄντων τε καὶ γιγνομένων ἐρεῖ προϋπάρχειν τὸ εἶδος ἀίδιον ὄν, καὶ ἐπὶ τίνων οὔ; οὐ γὰρ ἐπὶ πάντων τῶν γιγνομένων οἷόν τε τοῦτο λέγειν. καὶ παρατίθεται τὰ κατὰ τέχνην γιγνόμενα, ἐφ’ ὧν ἄτοπον λέγειν τὸ ὑπὸ τοὐ τεχνίτου εἶδος ἐγγινόμενον τῇ ὕλῃ προϋπάρχειν τε καὶ ἀίδιον εἷναι. ταῦτα δὲ δύναται μὲν καὶ περὶ τῶν ἰδεῶν λέγεσθαι καὶ ἀπορεῖσθαι, δύναται δὲ [*](171) καὶ ἁπλῶς περὶ τοῦ ἐνύλου εἴδους κατ’ ἀκολουθίαν τῆς ἀπορίας λέγεσθαι.

[*](p. 999b20)

Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται, οἷον τῶν ἀνθρώπων· οὐ γὰρ ἓν ἅπαντα ὠνὴ οὐσία μία.

Καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἀπορεῖ, εἰ ἔστι καὶ τὰ εἴδη προϋπάρχοντα ὥσπερ ἡ ὕλη, πότερον ἓν εἶδος κατ’ ἀριθμόν ἐστι καὶ μία οὐσία κατὰ τὸν ἀριθμὸν πάντων τῶν ἀνθρώπων, ἢ πολλὰ καὶ τοσαῦτα ὅσοι οἱ ἄνθρωποι οἱ καθ’ ἕκαστα. εἰ μὲν γὰρ ἕν τις θήσεται κατὰ τὸν ἀριθμόν, εἷς ἄνθρωπος γενήσεται ἐκ τῆς ὕλης ἐκεῖνο δεξαμένης τὸ εἶδος· εἰ δὲ [*](6 ἐκεῖνο] ἐκείνη 1. 12 et Metaph. vulg. ὃ—παράπαν (7) LFS: om. Α 7 γένοιτο induxit Α2 11 ὡς εἴπομεν F, cf. 1. 7: ὡς om. AL: εἴπομεν induxit Α2: εἰπὼν S Bonitz 14 τὸ σύνολον LF: τό om. Α 18 ποιουμένω A2: ποιοῦντι A1LFS 20 ἐπὶ A2LF: ἐπὶ δὲ A1 26 τὰ—γιγνόμενα LFS: τὸ—γιγνόμενον Α 31 οὐ γὰρ ἓν] sic etiam Metaph. codices plerique: ἓν γὰρ duo libri Bekk. 35 μὲν LFA2: μὴ A1)

216
τοσαῦτα ὅσοι καὶ ἄνθρωποι καθ’ ἕκαστα, ἄλογον· τίνι γὰρ ἐκεῖνα τὰ χωρὶς ὕλης εἴδη τοῦ ἀνθρώπου λαμβανόμενα ἀλλήλων διοίσει; ὑλικαὶ γὰρ αἱ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφοραί. ἐπὶ τούτοις ἀπορεῖ καὶ πως ἡ ὕλη δέχεται ταύτα τὰ προυπάρχοντα † εἴδη ἢ ὁπωσοῦν τὰ εἴδη, καὶ πῶς γίνεται καὶ ἔστιν ἕκαστον τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα ἐξ ἀμφοτέρων τούτων, πότερον συντεθέντων ἢ κραθέντων ἢ μιχθέντων; ἡ τίς ὁ τρόπος καθ’ ὃν ἡ ὕλη δεξαμένη τὰ εἴδη γίνεται ἃ γίνεται; ταῦτα δὲ καὶ ἐν ἄλλοις ἠπόρηκε, ζητῶν τί τὸ ἑνοῦν καὶ συνέχον τὸ εἶδος ἐν ὕλῃ, ἐν οἷς τὸ δυνάμει τῆς ὕλης φησὶν αἴτιον γίγνεσθαι τοῦ λαμβάνειν αὐτὸ καὶ μένειν ἐν αὑτῇ εἰς τοῦτο μεταβάλλουσαν, ὃ τέως ἐδύνατο, δηλονότι ποιητικοῦ τινος προυπάρχοντος αἰτίου.

[*](p. 999b24)

Ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τοῦτο ἀπορήσειεν ἄν εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν.

Ἠ ἀπορία ἀκόλουθος μέν ἐστι τῷ ἠπορημένῳ τῷ εἰ ἓν κατ’ ἀριθμὸν τὸ εἶδος ἢ πλείω, δύναται δὲ καὶ ἐπὶ τὰς ἰδέας τὴν ἀναφορὰν ἔχειν διὰ τὸ παρατίθεσθαι αὐτὸν τὸ αὐτοὲν καὶ αὐτοόν. ἢ δύναται κοινῶς ἀπορεῖσθαι περὶ τῶν ἀρχῶν· κυρίως γὰρ ὄντα αἱ ἀρχαί· διὸ καὶ τὸ αὐτό προστίθησιν αὐταῖς. κοινῶς οὖν ἀπορουμένη δύναται ἐφαρμόζειν καὶ τοῖς ὑποκειμένοις λεγομένοις. ἔστι δὲ ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατὰ ἀριθμόν, οἷον εἰ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ εἰ τὸ εἶδος ἕν, ἀριθμῷ ἢ εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γιγνομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἄν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, δῆλον | ὡς τὰ [*](172) ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἕν. ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν κατ’ ἀριθμὸν ἓν ἔσεσθαι, ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο οἱ τὰς ἰδέας εἶναι λέγοντες ἀρχάς. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ ἀριθμόν, τούτου δὲ μετουσία πάντα ἐστὶν ἕν, οὐδ’ ἂν τῶν ἄλλων τι ἓν κατ’ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῳ εἴδει ὁμοιούμενα ὁμοίως ἄν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι· οὐδὲν ἄρα ἔσται ἓν κατ’ ἀριθμόν, εἰ μήτε τῶν γινομένων πρός τι ἓν κατ’ ἀριθμὸν ἔσται, μήτε τὸ αὐτοὲν ἡ ἀρχή, ἀλλὰ μηδ’ ἄλλη τις τῶν ἀρχῶν. καὶ προστίθησι τούτῳ ὅτι οὐδ’ ἐπιστήμη [*](1 καὶ οἱ ἄνθρωποι οἱ καθ’ Α2 4 post τὰ εἴδη add. ὅλως οὖν τὰ εἴδη A1LMF: del. A2: verba corrupta; res tale quid postulat ἴδη καὶ ὁπωσοῦν ὄντα εἴδη 6 τίς ὁ M Brandis Eonitz: ὁ om. ALF 10 αὑτῇ scripsi: αὐτῇ libri 12 τοῦτο] τόδε Metaph. vulg. 14 μὲν L: ἢ Α1: om. Α2 19 λεγομένοις A1 L: om. Α2 22 post ἀριθμῷ addendum ἓν censet Bonitz 28 τῷ εἴδει ex Ascl. add. Bonitz coll. 33 35 πρὸς del. A2)

217
ἔστι, εἰ μὴ εἴη ἕν τι κατὰ τὸν ἀριθμόν· αἱ γὰρ ἐπιστῆμαι γίνονται τῷ ἕν τι ἐπὶ πολλῶν λαμβάνεσθαι, ὡς εἴρηκε καὶ πρὸ βραχέος· κατὰ γὰρ τὸ κοινὸν αἰ ἐπιστῆμαι, ὃ κοινὸν ἓν κατ’ ἀριθμὸν ὂν δείκνυται· οὐ γὰρ δὴ ὥσπερ τὰ ὑπὸ τὸ κοινόν ἐστιν ἀλλήλοις ἓν τῷ εἴδει ἢ τῷ γένει, οὕτω δὲ καὶ τὸ κοινὸν τὸ εἶδος τὸ ἐπ’ ἐκείνοις ἡ τὸ γένος ἓν τῳ ειοει ἡ τῳ γένει ἔσται. οὕτω γὰρ ἐπ’ ἄπειρον προελεύσεται· εἰ γὰρ τὸ ζῷον ἔσται ἓν κατὰ τὸ εἶδος κοινὸν τὸ εἶναι ἓν ἔχον, ὁμοίως πάλιν καὶ τὰ καθ’ ἃ τὰ ζῷα ἓν εἰ κατὰ τὸ εἶδός ἐστιν ἕν, κἀκεῖνα πολλὰ κατ’ ἀριθμὸν ἔσται, καὶ οὕτως εἰς ἄπειρον προελεύσεται. ἀλλ’ ἐστὶ τῶν κοινῶν ἕκαστον ἓν κατ’ ἀριθμόν. εἰ δὲ τούτων μὲν αἱ ἐπιστῆμαι, ἅ ἐστιν ἓν κατ’ ἀριθμόν, μηδὲν δέ ἐστιν ἓν κατὰ τὸν ἀριθμόν, εἰ αἱ ἀρχαὶ τῷ εἴδει ἔχοιεν τὸ ἕν, ἀναιροῖτο ἂν ἐπιστήμη. εἰ γάρ τις λέγοι ἓν· κατ’ ἀριθμὸν εἶναι τὸ ἐπὶ ταῖς ἀρχαῖς, ἐπεὶ ἓν κατὰ τὸ εἶδος ὑπέκειτο εἶναι, λέγοι ἂν οὗτος οὐκέτι τῷ εἴδει τὸ ἓν ἔχειν τὰς ἀρχάς· τὸ γὰρ εἶδος ἐκεῖνο τὸ ἓν τῷ ἀριθμῷ ἀρχὴ μᾶλλον τῶν ὑπ’ αὐτό, καὶ οὐκέτι ἓν τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ. ἔτι οὐδὲ τῳ ἐρύει ὲν τι δύναται εἶναι, ὧν μὴ εστι τι ὲν κὰτ ἀριθμὸν κοινὸν ειοος· πολλὰ γὰρ ὄντα κατ’ ἀριθμὸν † ἔχοντα ἄν κοινωνίαν ἀλλήλοις, ἃ μή ἐστι τὰ κατ’ ἀριθμὸν ἕν, οὐδ’ ἄν ταῦτα ἔτι εἴη τὰ αὐτὰ τῷ εἴδει. δύναταί τις ἀκούειν τοῦ καὶ τὸ ἐπίστασθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν ἐπὶ πάντων; ὡς εἰρημένου πρὸς τοὺς τὰς ἰδέας τιθεμένους· ἔλεγον γὰρ ἐκεῖνοι μὴ ἄλλως ἐπιστήμην ἔσεσθαι, εἰ μὴ αἱ ἰδέαι εἶεν· τὰ μὲν γὰρ αἰσθητὰ ἄπειρά τε καὶ ἐν ῥύσει συνεχεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐπιστητά, παρὰ δὲ τὰ αἰσθητά | γε καὶ καθ’ ἕκαστα ἡ ἰδέα μία τῷ ἀριθμῷ ἐπὶ πολλῶν [*](173) λαμβανομένη ἀκίνητός τε καὶ ἀίδιος αἰτία ἐπιστήμης γίνεται· ἀναιρεῖται δὲ τοῦτο, εἰ μηδὲ ἐκεῖναι τὸ κατ’ ἀριθμὸν ἔχοιεν ἕν.

[*](p. 999b27)

Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν.

Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ’ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἄγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν ὡς ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κὰτ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ὡς γὰρ κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν ἄπειροι, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατ’ εἶδος ὄντα ταὐτά, γίγνονται, οὕτως, εἰ μὴ εἴη κατ’ ἀριθμὸν τὰ στοιχεῖα πολλά, ἀλλ’ ἓν εἴη κατ’ ἀριθμὸν ἁ καὶ ἓν β, ἀνάγκη καὶ συλλαβὴν [*](7 ἔχον Α2: ἔχοντα A1L πάλαι Α1 7. 8 fort, τὸ καθ’ ὃ—κἀκεῖνο: κἀκεῖνο habet L 10 εἰ δὲ—κατ’ ἀριθμόν LS: om. Α μηδὲν—κατὰ τὸν ἀριθμόν (11) om. L 11 εἰ L: εἰ δὲ Α: εἴ γε e S Bonitz 12 γὰρ LS: om. A 17 ἔχοντα—ἕν (18) corrupta sunt: res tale quid postulat εἰ ἔχει κατά τι κοινωνίαν ἀλλήλοις, ὃ μή ἐστι κατ’ ἀριθμὸν έν 27 τί LF Ascl.: τι Α εἴδει ἑκάστη μία coni. Bonitz 35 γίγνονται A1LF Ascl.: del. A2)

218
ἐξ αὐτῶν τούτων συντιθεμένων γενέσθαι μίαν, οὐδὲ ἔσται λαβεῖν πλείους συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστι τῷ ἀριθμῷ τὸ β, πλὴν τῆς βα· ὅλως γὰρ οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρχει, εἰ ἓν ὄν ἐστιν, ἢ ἐν τῇ βα συλλαβῇ. ὡς οὖν· ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ’ ἀριθμὸν τὰ στοιχεῖα οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτω καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τί τὸ ἀριθμῷ ἕν ἐστιν, ὅτι τὸ καθ’ ἕκαστον, καὶ τί τὸ καθόλου ἐστίν, ὅτι τὸ ἐπὶ τοῖς καθ’ ἕκαστον κοινὸν λαμβανόμενον, τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τά γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταπέδωκε τὸ οὕτω δὲ καὶ ἐπὶ τῶν ὄντων κ·αὶ τοῦ ἀριθμοῦ τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔσται, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ’ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν. εἰ γάρ ἐστι μία τῷ ἀριθμῷ 77] καὶ ἕκαστον τῶν τεσσάρων, ταύτα δὲ εἴη ὲν τῷδέ τινι τῷ σώματι, ἀδύνατον ἐξ αὐτῶν δηλονότι ἄλλο τι σῶμα εἶναι. σφόδρα δὲ λογικῶς καὶ διαλεκτικῶς ἡ ἐπιχείρησις ἔχει.

[*](p. 1000a5)

Οὐθενὸς δ’ ἐλάττων ἀπορία παραλέλειπται καὶ νῦν καὶ τοῖς πρότερον.

Ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐτοῦ παραλελεῖφθαι, εἴρηται μὲν καὶ αὕτη ὥσπερ καὶ αἱ πρὸ ταύτης κατ’ ἀρχὰς τοῦ βιβλίου ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν, ἔστι δὲ αὕτη. ζητεῖ. πότερον αἱ αὐταὶ τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων ἀρχαί. εἰ μὲν γὰρ αἱ αὐταί, I τί τὸ αἴτιον τοῦ ἐκ τῶν αὐτῶν ἀρχῶν πάντων ὄντων τὰ μὲν [*](174) αὐτῶν φθαρτὰ εἶναι τὰ δὲ ἄφθαρτα; ἔνθα Ἡσιόδου τε καὶ τῶν ἀρχαίων μνημονεύει θεολόγων, οἳ ἐκ τῶν αὐτῶν ἀρχῶν ὑποτιθέμενοι πάντα ἀιδίων οὐσῶν καὶ ἀφθάρτων τὸ αὑτοῖς δόξαν πιθανὸν εἶναι τοῦ τὰ μὲν ἄφθαρτα τὰ δὲ φθαρτὰ εἶναι ἔφασαν μόνον, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι τε καὶ πεῖσαι ὠλιγώρησαν· ὑποθέμενοι γὰρ τὰς ἀρχὰς ἀιδίους τε καὶ θείας εἶναι καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, τὰ μὲν γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρός φασι θεοὺς γενέσθαι, ὅσα δὲ μὴ ἐγεύσατο, ταῦτα φθαρτά, πρῶτον μὲν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ νάματα αὑτοῖς ἴσως γνώριμα λέγοντες· οὐ γὰρ δὴ ἡμῖν ἢ τῶν ἄλλων τινίδεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προσφορὰς τούτων ἀπλῶς εἶπον καὶ οὐδαπλὴν [*](2 τῆς βα] αἱ οὐ τῶ βη LF ὅλως AscL: ἄλλως ALF 5 οὐ] οὐ γὰρ coni. Bonitz 7 τὸ ἀριθμῷ LF Ascl.: τῷ ἀριθμῷ A 11 τὰ γραφόμενα Ascl.: τὰ om. libri 14 παρέλιπεν—ἐπενεγκεῖν S Ascl.: παραλιπὼν αὐτὴν ἐπήνεγκεν ALF 15. 16 εἴη ἐν S Ascl.: ἦν ἐν Α: εἶπε LF 26 οἲ] ἢ Α1 ἀιδίων A2S: om. A1LF 27 τοῦ] τὸ coni. Brandis αὐτοῖς hic et 33 libri 28 ἔφασαν A2S: ἔφθασαν A1LF 29 τὰς ἀρχὰς LF Ascl.: τὰς A1: αὐτὰς Α2 32.33 νάματα] ὀνόματα Ascl. 33 ἢ A2S: τουτέστιν Ascl.: τουτέστιν ἢ A1LF)

219
μῶς γνωρίμως· τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἃ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν αὐτοῖς εἰς τὸ εἶναι συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία, ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων αὐτοῖς γεῦσις συντελεῖ, δῆλον ὡς τροφή ἐστιν αὐτοῖς, τὰ δὲ τρεφόμενα καὶ μὴ ἂν ὄντα εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀίδια εἶναι; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων ἐπιμνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξετάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνιστάντων παραιτεῖται τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρουομένων τἀληθές), ἐπὶ δὲ τοὺς μετ’ ἀποδείξεως δοκοῦντας λέγειν περὶ τούτων μέτεισι, καί φησι δεῖν παρὰ τούτων ἐξετάζειν τὴν αἰτίαν τοῦ πάντων ἐκ τῶν αὐτῶν ἀρχῶν καὶ στοιχείων γεγονότων, τὰ μέν τινα τῶν ἐξ ἐκείνων ἀίδιά τε εἶναι καὶ ἄφθαρτα τὰ δὲ φθαρτά. εἰ γάρ, φησί, μήτε αἰτίαν τινὰ λέγουσι τούτου, μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, δῆλον ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί. φησὶ δὲ μηδὲ Ἐμπεδοκλέα, ὃ δοκεῖ μάλιστα τῶν ἄλλων φυσιολόγων ὁμολογούμενα λέγειν· ἄλλο μὲν γὰρ στοιχεῖον γενέσεως τε καὶ τοῦ εἶναι αἴτιον εἰσάγει, τοιοῦτον γὰρ ἡ φιλία αὐτῷ, ἄλλο δὲ φθορᾶς, τὸ γὰρ νεῖκος τοιοῦτον· οὐ μὴν ἀλλὰ φαίνεται καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν καὶ φιλία φθορᾶς. καὶ δείκνυσί γε πῶς μὲν δοκεῖ λέγειν ὁμολογούμενα, πῶς δὲ οὐκ ἐκφεύγει τὴν ἀπορίαν. τίθησι μὲν γὰρ ἐν ταῖς ἀρχαῖς Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος, ὅ ἐστιν αἴτιον αὐτῷ τῆς φθορᾶς· διὸ πάντα κατ’ αὐτὸν τὰ γινόμενα φθείρεται, καὶ οὐ τὰ μὲν τὰ δ’ οὔ. τοῦτο γὰρ ὁμολογούμενον δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ τὸ πάντα τὰ γινό|μενα ἐκ τῶν αὐτῶν ἀρχῶν ὄντα ὁμοίως καὶ [*](175) φθείρεσθαι πάντα, ἀλλ’ οὐ τὰ μὲν φθείρεσθαι τὰ δὲ μένειν ἀίδια. μόνα δὲ ἄφθαρτα τὰ στοιχεῖα ὑποτίθεται, ταῦτα δέ ἐστι τὰ δ σώματα καὶ τὸ νεῖκος καὶ ἡ φιλία. καὶ ταύτῃ μὲν δοκεῖ τοῦ φθείρεσθαι τὰ φθειρόμενα αἰτίαν τινὰ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν αὑτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν. ᾗ δὲ λέγει καὶ τὸ νεῖκος αὐτὸ τοῦτο γεννᾶν, τουτέστι γενέσεως αἴτιον οὐ φθοράς γίγνεσθαι μόνον, ὥσπερ οὖν καὶ τὴν φιλίαν φθορᾶς, οὐ γὰρ γενέσεως ἐκ γὰρ τοῦ ἑνός, ὃν θεὸν ἐκεῖνος καὶ σφαῖρον λέγει, τοῦ ὑπὸ τῆς φιλίας γενομένου, πάντα τὰ ὄντα ὑπὸ τοῦ νείκους κατ’ αὐτὸν γίνεται πλὴν τοῦ θεοῦ, λέγων τοῦ σφαίρου, ὃν καὶ ἓν λέγει, ὡς δι’ ὧν παρέθετο ἐπῶν δηλοῦται), ταύτῃ δ’ οὐκέθ’ ὁμολογούμενα λέγοι ἂν αὑτῷ· οὐ γὰρ ἄν ἔτι τηροῖ τὸ ἄλλο μὲν εἶναι τῆς φθορᾶς, γενέσεως δὲ ἄλλο αἴτιον εἶναι, δι’ ὃ ἐδόκει ἡ δόξα αὐτοῦ τὸ εὔλογον ἕξειν.

[*](5 μὴ μένοντα Ascl. 11 παρὰ ex Metaph. vulg. Bonitz, idemque fort, habet Α: περὶ LF 16. 17 φυσιολόγων· ὁμολογοῦμεν γὰρ ἄλλο μὲν στοιχεῖον L 22 αὐτῷ LF: αὐτὸ Α 28 αἰτίαν τινὰ A2S: αἴτια τινὰ LF: αἴτια τινὸς A1: αἴτια νυνὶ Ascl. 29 αἰτίαν LFS Ascl.: αἰτίας Α αὐτὸ A1LF: αὐτῷ Α2 31 οὐ γὰρ] non tantum S 34 οὐκέθ’ A1LF: οὐχ Α2 οὐκ ἐδόκει L)
220
[*](p. 1000a27)

Δόξειε δ’ ἂν οὐδὲν ἧττον καὶ τοῦτο γεννᾶν.

Τουτέστι γεννητικὸν εἶναι καὶ ποιητικόν. τῷ δὲ ’ἐκ γὰρ τοῦ ἑνὸς ἅπαντα καὶ ἐκ τούτου τὰ ἄλλα ἐστὶ πλὴν θεός’ δεῖ προστιθέναι τὰ γιγνόμενα ὑπὸ τοῦ νείκους. παραθέμενος δὲ τὰ ἔπη δι’ ὧν τὸ νεῖκος γενέσεως κατ’ αὐτὸν πάντων αἴτιον, “ὅσα τ’ ἦν ὅσα τ’ ἔστιν,” ὃ ὡς φθορᾶς ποιητικὸν ἐν ταῖς ἀρχαῖς ὑπέθετο καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν ὅτι κατ’ αὐτὸν τὸ νεῖκός ἐστι γεννητικόν· εἰ γὰρ μὴ ἐν τοῖς οὖσι τὸ νεῖκος ἦν, ἓν ἄν, φησί, πάντα ἦν, καὶ οὐκ ἂν διεκρίνετο οὐδ’ ἐγίνετο· τοῦ γὰρ μὴ μένειν τὸ ἓν τοῖς οὖσι, τὸ τῆς φιλίας ἔργον, τὸ νεῖκος μιγνύμενον αἴτιον. ὅταν γὰρ συνίῃ πάντα καὶ ἓν γίγνηται, τότε τελευταῖον χωρίζεσθαί φησιν αὐτῶν τὸ νεῖκος ὡς αἴτιον τῆς τῶν διαφερόντων οὐσίας, ἐν τῷ τούτου χωρισμῷ ἑνοῦσθαι δυναμένων αὐτῶν. διὰ δὲ τοῦτο, φησί, καὶ ἐν μὲν τοῖς ἄλλοις πᾶσίν ἐστι τὸ νεῖκος κατ’ αὐτόν, ὥσπερ οὖν καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· οὕτω μὲν γὰρ εἶεν διακεκριμένα καὶ ἐπὶ τῆς οἰκείας φύσεως· μόνον δὲ οὐκ ἔστιν ἐν τῷ ἑνὶ τῷ θεῷ, ὥστε μόνῳ τούτω οὐκ ἔστι τὸ νεῖκος αἴτιον τοῦ εἶναι, τοῖς δὲ ἄλλοις πᾶσιν. εἰπὼν δὲ πῶς οὐχ ὁμολογούμενα ἀλλήλοις τὰ ὑπὸ Ἐμπεδοκλέους εἰρημένα, καὶ μνημονεύσας ὅτι κατ’ αὐτὸν μόνον οὐκ ἔστι τὸ νεῖκος ἐν τῷ θεῷ, διὸ οὐδὲ ποιητικὸν τούτου ἐστίν, αἰτιᾶται αὐτὸν ὡς κατὰ τοῦτο τῶν ἄλλων ἀφρονέστερον ποιοῦντα τὸν θεόν· τὰ μὲν γὰρ ἄλλα πάντα κατ’ Ἐμπεδοκλέα νοήσει τῷ πάσας μὲν τὰς ἀρχὰς ἔχειν ἐν αὑτοῖς, γίγνεσθαι δὲ τὴν νόησιν τῷ ὁμοίῳ τοῦ ὁμοίου, ὁ δὲ θεὸς τὰ μὲν ἄλλα νοήσει τῷ ἔχειν καὶ | αὐτὸς τὰ τῶν ἄλλων ἐν αὑτῷ στοιχεῖα, μόνον δὲ τὸ νεῖκος οὐκ ἔσται νοῶν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔστιν ἐν αὐτῷ. ἀπορήσαι δ’ ἄν τις πῶς ἀφρονέστερον λέγει γίγνεσθαι τὸν θεὸν κατ’ Ἐμπεδοκλέα, ἐπεὶ μὴ πάντα νοεῖ· οὕτω γὰρ καὶ κατ’ Ἀριστοτέλην αὐτὸν ἄφρων ἄν εἴη. ἀλλὰ καὶ λέγει που αὐτὸς ὅτι ἔνια ἄμεινον μὴ νοεῖν, ὥσπερ τὰ κακά. ἢ κατὰ τοῦτο κατ’ Ἐμπεδοκλέα ἀφρονέστερος, ὅτι μὴ πλεονεκτῶν τῶν ἄλλων· ἐκ γὰρ τῶν στοιχείων καὶ αὐτὸς παρὰ τὸ νεῖκος γινόμενος καὶ μηδὲν ἄλλο τιμιώτερον νοῶν ἢ ταῦτα ἐξ ὧν ἐστιν αὐτός τε καὶ τὰ ἄλλα, τῶν στοιχείων οὐ νοεῖ· ἀλλὰ τὰ μὲν πάντα τὰ στοιχεῖα νοεῖ, ὁ δὲ θεὸς μόνος ἐξ αὐτῶν οὐχ οἷός τέ ἐστι νοεῖν. ἔτι τὰ μὲν ὑλικὰ στοιχεῖα ἔσται πάντα νοῶν, οὐκέτι δὲ καὶ τὰ ποιητικὰ πάντα, ἃ τιμιώτερα τῶν ὑλικῶν. λέγει δὲ ἐν ἄλλοις ὅτι καὶ μόνον ἄφθαρτον τὸ νεῖκος κατ’ αὐτόν. ἔξωθεν δὲ τοῦτο ἀπορήσας πρὸς Ἐμπεδοκλέα, ἐπάνεισιν ἐπὶ τὸ τὴν ἀνομολογίαν αὐτοῦ δεικνύναι μὴ φυλάττοντος μήτε τὴν φιλίαν γενέσεως αἴτιον μήτε τὸ νεῖκος φθορὰς, [*](2 τῷ LF: τὸ A 2. 3 ἐκ—τούτου] ἔξω τοῦ ἑνός· ἅπαντα γὰρ ἐκ τούτου Metaph. 5 ὅσα τ’ ἦν ὅσα τ’ ἔστιν] Empedocl. fragm. v. 128 ed. Mullach 9 μὴ LFS: om. A 21 αὑτοῖς LF: αὐτοῖς Α 23 τὰ τῶν ἄλλων] τἄλλα LF αὐτῷ LFS: αὐτῷ Α 25 ἐπεὶ—λέγει (27) LF: om. Α 27 μὴ νοεῖν ἢ νοεῖν Α2 28 πλεονεκτῶν LF: πλέον ἐκ τῶν Α 29 νεῖκος καὶ γινόμενος καὶ φθειρόμενος καὶ μηδὲν L 30 "post στοιχείων fort, addendum πλέον Bonitz 31 ἐξ αὐτῶν] ἓν αὐτῶν coni. Bonitz)

221
ἀλλὰ μηθὲν μᾶλλον θάτερον θατέρου αἴτιον ποιοῦντος, τὸ μὲν νεῖκος γενέσεως τὴν δὲ φιλίαν φθορᾶς. ὅτι δὲ ἡ φιλία φθείρει καὶ ὡς, παρέθετο· συνάγουσα γὰρ πάντα εἰς τὸ ἓν δῆλον ὅτι φθείρει ταῦτα ἃ πρὸ τῆς συνόδου ταύτης ἦν. εἰ δὲ μηδὲν μᾶλλον τὸ νεῖκος τῆς φιλίας φθορᾶς αἴτιον, καὶ κατὰ τοῦτο ἂν εὔλογον εἴη ἀφρονέστερον εἶναι τῶν ἄλλων τὸν θεὸν κατ’ Ἐμπεδοκλέα· οὐδὲ γὰρ κακία τις ἐξαίρετος κατ’ αὐτόν ἐστιν ἐν τῷ νείκει, ὥστ’ εὐλόγως αὐτὸ τὸν θεὸν μὴ νοεῖν μόνον· οὐ γὰρ διὰ τοῦτο αὐτὸ σύνθεσίς τις ἐστέρηται αὐτοῦ, ὡς εἰ καὶ τὴν φιλίαν ἢ καὶ ἄλλο τι ὑπέθετο μὴ εἶναι ἐν αὐτῷ· οὐχ ὡς εὔλογον γὰρ μὴ νοεῖν αὐτὸν τὸ νεῖκος οὐ νοήσει, ἀλλ’ ὡς μὴ δυνάμενος τῷ μὴ εἶναι ἐξ αὐτοῦ. αἰτιᾶται δὲ αὐτὸν καὶ ὡς τὸ αἴτιον μὴ λέγοντος τοῦ ποτὲ μὲν τὴν φιλίαν ἐπικρατεῖν τὸν θεόν, ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων· οὐ γὰρ ἱκανὸν τὸ εἰπεῖν, οὕτως πέφυκε καὶ ὅτι οὕτως ἀνάγκη· δύναται γάρ τις τοῦτο ἐπὶ πάντων τῶν γινομένων καὶ ὄντων λέγειν, ἀλλ’ οὐκ ἔστιν αἰτίας ἀπόδοσις τὸ πεφυκέναι οὕτως εἰπεῖν. εἰπὼν δὲ ταῦτα πρὸς αὐτόν, | φησὶ μόνον αὐτὸν μέχρι γε τοσούτου ὁμολογούμενον εἰρηκέναι, τὸ τὰ ἐκ τῶν αὐτῶν ἀρχῶν φθαρτὰ εἶναι πάντα ὁμοίως, ἀλλὰ μὴ τὰ μὲν τὰ δ’ οὔ· ὃ δοκεῖ τὴν ἀνομολογίαν ἔχειν, πῶς ἐκ τῶν αὐτῶν τὰ μέν ἐστιν ἄφθαρτα τὰ δὲ φθαρτά, καθ’ οὓς πάντα ἐστὶν ἐκ τῶν αὐτῶν.

Ἀπορήσας δὲ πρὸς τοὺς πάντων τῶν ὄντων τὰς αὐτὰς ἀρχὰς ὑποθεμένους ἐφεξῆς ἀπορεῖ πρὸς τοὺς ἄλλας μὲν ἀρχὰς τῶν ἀφθάρτων ἄλλας δὲ τῶν φθαρτῶν ὑποτιθεμένους. πρῶτον μὲν οὖν ἀπορίαν ταύτην ἀπορεῖ, πότερον τῶν φθαρτῶν καὶ αἱ ἀρχαὶ φθαρταὶ ἢ ἄφθαρτοι. εἰ μὲν οὖν φθαρταί, δῆλον ὡς ἔσονται ἐξ ἐκείνων εἰς ἃ φθείρονται. οὐ γὰρ δὴ εἰς τὸ μὴ ὂν φθείρονται· εἰς ἃ γὰρ φθείρεταί τι ἕκαστον, ἐκ τούτων καὶ συνέστηκεν· ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί. ἀλλ’ εἰ τοῦτο, οὐκ αὐταὶ ἀρχαὶ ἀλλ’ ἐκεῖναι ἐξ ὧν αὗται. ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς εἶναι· οὐ γὰρ γίγνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵστανται ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵστανται, ἐκεῖναί τε ἂν εἶεν ἀρχαὶ τῶν ὑποτεθεισῶν ἀρχῶν, ἐν αἷς ἵσταται ἡ φθορά, καὶ εντι ἀίδιοι ἂν εἶεν, ὡς δέδεικται, ἢ ἐκ τοῦ μὴ ὄντος ἄν ἡ γένεσις εἴη, εἰ εἰς τὸ μὴ ὂν ἵσταται ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προίοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. πρὸς δὲ τούτῳ οὐδὲ τὴν ἀρχὴν ἀρχή τις ἔσται· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἢ τὸ ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας εἶναι προτέρας ἀκολουθεῖ τῷ καὶ εἰ ἵσταται καὶ [*](2 φιλία—παρέθετο LF: φθείρει om. A1: φιλία τοιοῦτον φανερόν Α2 4 τῆς φθορᾶς L 5 εὔλογον A2FS: εὐλόγως A1L 7 νείκει ὥστ’ e S Bonitz: νείκει LF: οἰκείῳ Α μόνον· οὐ γὰρ LF: μόνον γὰρ Α 8 αὐτὸ σύνθεσίς τις corrupta sunt: exspectes ἀλλὰ σύνθεσίς τις ὧν 11. 12 τὸν θεόν om. A2S 15 post φησὶ add. τοῦτο Α2 16. 17 ὁμολογούμενον ὃ εἰρηκέναι τὰ ἐκ τῶν αὐτῶν ἀρχῶν φθαρτὰ ὁμοίως A1LF 17 μὴ om. A1 18 τὰ δὲ φθαρτά A2: om. A1LF καθ’ οὓς LF: om. A 19 πάντα—αὐτῶν del. 25 φθείρονται LF: φθείρεται Α 28. 29 ἵσταιντο utrobique Ascl. 31 ἵσταται LFS: ἵστατο A 32 ἐκείνη c. S Bonitz: ἐκείνης ALF Ascl. 34 τὸ LF: τὼ A 35. p. 222,1 τῷ καὶ—βαδίζει LF: τῷ καὶ ἵσταται εἰ καὶ βαδίζει Α1: τῷ εἴτε καὶ ἵσταται εἴτε καὶ βαδίζει A2)

222
εἰ βαδίζει εἰς ἄπειρον· ἑκατέρῳ γὰρ αὐτῶν ἕπεται τὸ τῶν ἀρχῶν αρχὰς εἶναι. μεθ’ ὃ λέγοι ἄν τὸ τοῦτο δὲ ἀδύνατον, ὃ ἐν μέσῳ τεθὲν ἀσαφεστέραν πεποίηκε τὴν λέξιν.

[*](p. 1000b28)

Ἔτι δὲ πῶς ἔσται τὰ φθαρτά, εἰ αἱ ἀναιρεθήσονται.

Τὸ λεγόμενόν ἐστιν, εἰ τὰ φθαρτὰ ἐκ φθαρτῶν ἀρχῶν γίνεται, πῶς ἄν ἔτι γίνοιτο ταῦτα τῶν ἀρχῶν φθαρεισῶν; φθαρεισῶν γὰρ τῶν ἀρχῶν οὐκέτι ἄν δυνατὸν εἴη γίνεσθαι τὰ ἐκ τῶν ἀρχῶν. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· πῶς γὰρ ἔσται τὰ φθαρτὰ φθειρόμενα καὶ γιγνόμενα, εἰ μὴ εἶεν αὐτῶν ἀρχαί; ὃ ἐδείχθη ἀκολουθῆσαι, εἰ φθαρταὶ εἶεν αἱ ἀρχαί.] τὰ γὰρ γιγνόμενα καὶ φθειρόμενα καὶ γίγνεται καὶ φθείρεται τῷ ἔχειν ἀρχὰς ἐξ ὧν καὶ ὑφ’ ὧν γίγνεται καὶ εἰς ἃς φ·θείρεται· τὸ γὰρ εἰς ἐκεῖνα ἀναλύεσθαι ἡ φθορά· πῶς οὖν φθείροιντο μὴ ὄντων τῶν εἰς ἃ φθει|ρόμενα διαλυθήσεται; εἰ δέ τις λέγοι τῶν ἀφθάρτων τε καὶ φθαρτῶν [*](178) ἀφθάρτους τὰς ἀρχὰς εἶναι, πάλιν ἀπορεῖ πῶς καὶ διὰ τί ἐκ μὲν τῶνδε τῶν ἀρχῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν ἄφθαρτα, ἐκ δὲ τῶνδε καὶ αὐτῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν φθαρτά; τοῦτο γάρ, φησίν, οὐκ εὔλογον, ἀλλ’ ἢ ἀδύνατον παντελῶς ἢ πολλοῦ δεῖται λόγου εἰς τὸ δεῖξαι τοῦτο εὔλογον· σχεδὸν γὰρ ἡ αὐτὴ τῇ πρόσθεν ἀπορία μένει. πρὸς τούτοις δέ φησι μηδὲ τὴν ἀρχὴν εἰρηκέναι τινὰ ἄλλας ἀρχὰς τῶν φθαρτῶν καὶ ἄλλας τῶν ἀφθάρτων εἶναι· τὰς γὰρ αὐτὰς πάντες ὑποτίθενται εἶναι τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων. ὑποθέμενοι δὲ τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίγνεται, παραπέμπονται καὶ ἀποροῦσι· τοῦτο γὰρ σημαίνει τὸ ἀποτρώγουσιν, ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκε τοῦ ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες· ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέμενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι, οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται, ὡς εἶπε περὶ Ἡσιόδου καὶ τῶν ἀρχαίων θεολόγων, ἔτι δὲ περὶ Ἐμπεδοκλέους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν [*](4 εἰ—τοιοῦτον (9) LFM: om. Α 6 ἀρχῶν M: ἀρχὴ LF 9 γινόμενα καὶ φθειρόμενα LF 10 μή εἰσιν LF 10. 11 ὅ—ἀρχαί Bonitz: ᾧ—ἀρχαί M Brandis: om. ALFS 11. 12 φθείρεται καὶ γίγνεται ἐν τῷ ἔχειν LF 12 καὶ ὑφ’ ὧν om. LF εἰς ἃς LF: om. A τὸ γὰρ e S Bonitz: τῷ γὰρ A τὸ γὰρ—φθορά] φθορὰ γάρ ἐστι ἡ εἰς τὰς ἀρχὰς ἀπόλυσις ἐξ ὧν γέγονε τὸ φθειρόμενον LF; hinc post ἐκεῖνα (13) addenda ἐξ ὧν γέγονε τὸ φθειρόμενον, quae etiain S legit 13. 14 εἰς ἃ διαλυθήσεται τὰ φθειρόμενα LF 14 ἀφθάρτων τε καὶ φθαρτῶν LF: ἀφθάρτων A: φθαρτῶν S Bonitz 16 τὰ ἐξ αὐτῶν LF: ἐκεῖνα Α ἐκ δὲ—εὔλογον (19) LF: om. Α 19 πρόσθεν LFS: προσθέσει Α 22 εἶναι—ἀφθάρτων LF Ascl.: om. Α 23 ἀπορηθὲν ὅπερ ἐστὶ πῶς LF αὐτῶν LFS Ascl.: om. A 24 παραπέμπονται φησὶ τοῦτο καὶ LF καὶ ἀποροῦσι cornipta sunt: καὶ ἀφαιροῦ Ascl. 26 γὰρ LS Ascl.: om. AF)

223
πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποθέμενοι. κατὰ μέντοι αὑτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πάσαι αἱ ἀρχαὶ ἀίδιοι τὸ τὰρ εἶδος οὐκ ἀίδιον), ἥ τε ὕλη ἀίδιος μὲν ἀλλ’ οὐκ ἀπαθὴς ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή.

[*](p. 1001a4)

Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς γνῶναι τἀληθὲς ἀναγκαιότατον.

Hv ἀπορίαν χαλεπωτάτην φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, ἐστὶν αὕτη, πότερον τὸ ὂν καὶ ἓν οὐσίαι τῶν ὄντων εἰσί, τουτέστιν ἀρχαὶ αὐτὸ τοῦτο τὸ ὂν καὶ τὸ ἓν οὖσαι, οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι [καὶ] ἐν ἐκείνοις ὧν κατηγοροῦνται, ἢ ἔστι τις ἄλλη φύσις ὑποκειμένη τούτοις, ἥ ἐσιιν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἡ ἀὴρ ἡ ἄλλο τι ἢ καὶ πλείω, τὸ δὲ ἓν καὶ τὸ ὂν ἐκείνοις ὑποκειμένοις ὑπάρχει. ὅτι δὲ ἀναγκαία ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ τοὺς μὲν ἐκείνως τοὺς δὲ οὕτως ἀποφήνασθαι περὶ αὐτῶν, καὶ ἐξ ὧν δὲ ἀπορήσει προϊών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τούτου ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι. ἀναγκαιοτάτη γοῦν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτου ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· | ἡ γὰρ τῶν [*](179) νοητῶν καὶ τῶν ·πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξηγήσατο δὲ αὐτὸς τὸ πότερον τὸ ἓν καὶ τὸ ὂν οὐσίαι τῶν ὄντων εἰσί, διὰ τοῦ καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ἓν τὸ δὲ ὄν ἐστιν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί, πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. εἰπὼν δὲ τοὺς μὲν οὕτω περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διανοηθῆναι ὡς οὐσῶν φύσεων τινων καθ’· αὑτάς, τοὺς δὲ ὡς ἄλλαις τισὶ φύσεσι συμβεβηκότων, ὥσπερ ἀμέλει καὶ περὶ ἀπείρου ἔδειξε διαφερομένους τοὺς εἰρηκότας περὶ αὐτοῦ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως οἰ μὲν γὰρ φύσιν τινὰ αὐτοῦ τοῦ ἀπείρου ἐποίουν, ὥσπερ καὶ οἱ Πυθαγόρειοι· τοιοῦτος γὰρ αὐτοῖς ὁ ἄρτιος ἀριθμός· οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον), εἰπὼν δὲ ταῦτα παρατίθεται καὶ ἱστορεῖ τίνες μὲν οὕτως τίνες δὲ ἐκείνως περὶ αὐτῶν ὑπέλαβον. τὸ δὲ ἢ δεῖ ζητεῖν τί ποτ’ ἔστι τὸ ἓν καὶ τὸ ὂν ὡς ὑποκειμένης ἄλλης φύσεως ἴσον ἐστὶ τῷ ἢ δεῖ ζητεῖν τί ἐστιν ὑποκείμνον τῷ τε ἑνὶ καὶ τῷ ὄντι, ὡς τούτων συμβεβηκότων ὄντων αὐτοῖς, ἀλλ’ οὐ τὴν οὐσίαν τὴν αὐτῶν δηλούντων. Πλατῶν μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ [*](1 τὸ μὲν τὸ αἴτιον L ἐφίησι LF ὡς LF Ascl.: καὶ Α 2 δύσλυτον LF Ascl.: δυσκώλυτον A ὑποθέμενος LF 4 ἥ τε] ἀλλὰ καὶ ἡ LF 9 ἐστὶν αὕτη LF: ἔστι δὲ Α 11 καὶ del. Bonitz c. S ante ὧν add. ὑφιστάμενοι Α2 13 τίς Ascl.: τί libri 15. 16 ἀποτείνεσθαι L 19 λέγεσθαι Ascl.: ἔσεσθαι ALF τὴν τῆς S Ascl.: τὴν περὶ τῆς ALF 22 οὐσίαι L: οὐσία A Ascl. 23 καὶ ἑκάτερον LFS: καὶ om. A 28. 29 ἐν τῷ Α τῆς Φ.ἀκρ. ALFS Ascl, sed respicitur Γ 4 33 et 34 ἢ A2S: εἰ A1LF)

224
ἑτέρῳ τινὶ ὑποκειμένῳ ταῦτα ὑπάρχειν ἔλεγον, ἀλλ’ εἶναι τὴν φύσιν αὐτῶν ὑποκείμενον καὶ τὴν οὐσίαν αὐτὸ τοῦτο τὸ ἓν καὶ τὸ ὄν· τὸ δὲ ὡς οὔσης τῆς οὐσίας αὐτὸ τὸ ἓν εἶναι καὶ ὄν τι ἴσον ἐστὶ τῷ ὡς τῆς αὐτῆς οὐσίας οὔσης τοῦ ἑνός τε καὶ τοῦ ὄντος, καὶ ταὐτοῦ ὄντος ἑνὶ εἶναι καὶ ὄντι. ὅτι δὲ Πλάτων οὐσίαν τινὰ τό τε ἓν καὶ τὸ ὂν ἔλεγε δῆλον ἐκ τοῦ καὶ ἰδέας αὐτὸν λέγειν αὐτοὸν καὶ αὐτοέν. οἱ δὲ φυσικοί, ὧν καὶ Ἐμπεδοκλῆς, ἄλλο τι ὑπετίθεσαν τῷ ὄντι καὶ τῷ ἑνὶ κἀκείνοις ἔλεγον ὑπάρχειν ταῦτα. Ἐμπεδοκλῆς μὲν γὰρ ὡς εἰς γνωριμώτερόν τι ἀνάγων τὸ ἕν, τὴν φιλίαν ὑποτιθείς, ταύτης κατηγόρει τὸ ἕν, ἐπεὶ αἴτιον κατ’ αὐτὸν αὕτη πᾶσι τοῦ ἕκαστον αὐτῶν ἓν εἶναι, συνάγουσα καὶ συγκρίνουσα αὐτά. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλον τῷ ἑνὶ καὶ τῷ ὄντι, ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα, ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ὃν καὶ τὸ ἓν κατηγόρει. ἀλλὰ καὶ καθ’ οὓς πλείω τὰ στοιχεῖα τῶν ὄντων ἦν, καὶ κατὰ τούτους τούτων ἕκαστον ἕν τι ἦν καὶ ὄν. ἱστορήσας δὲ καὶ ἐκθέμενος τὰς κατὰ τὰς δόξας τῶν ἀρχῶν διαφωνίας, ἑξῆς τῆς ἀπορίας ἄρχεται, καὶ πρῶτον μὲν ἀπορεῖ εἰ μὴ λέγοι τις τὸ ἓν καὶ τὸ ὂν οὐσίας εἶναι· τοῦτο γὰρ ἡ λέξις δηλοῖ ἡ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν. τὸ αὐτὸ δὲ σημαίνει, κἄν ᾖ γεγραμμένον τινὸς οὐσίαν λέγει. μάλιστα γὰρ πάντων κατηγορεῖται τὸ ὅν· ἄνθρωπος μὲν γὰρ | κατ’ ἀνθρώπων μόνον, [*](180) ὁμοίως καὶ ζῷον κατ’ ἀφωρισμένων τινῶν, τὸ δὲ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. ὥστε εἰ τὰ μάλιστα καθόλου μὴ οὐσία μηδὲ ὄντα, οὐδὲ ἄν τῶν ἄλλων τι τῶν καθόλου εἴη. εἰ δὲ μή ἐστί τι αὐτοὲν μηδ’ αὐτοὸν εἶπεν ἀντὶ τοῦ εἰ γὰρ μὴ ἔστι λαμβάνειν ὡς γένη τό τε ἓν καὶ τὸ ὂν τῶν ὄντων καὶ οὕτως αὐτῶν κατηγορούμενα, ἀλλ’ οὐχ ὡς ὁμώνυμα, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξεν. εἷπε δὲ τινὸς οὐσίαν ἀντὶ τοῦ οὐσίαν τινὸς εἶναι καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ὧν τι κατηγορεῖται. μόνα δὴ τὰ καθ’ ἕκαστα ἔσται, οὐ τὰ καθόλου. τοῦτο δὲ ὅτι ἄτοπον ἔδειξεν· οὔτε γὰρ αἱ ἐπιστῆμαι ἔσονται οὔτε τι νοητόν, ἀλλὰ πάντα αἰσθητά. ἀλλ’ οὐδὲ ἀίδιον. προστίθησι δὲ νῦν τούτοις καὶ τὸ μὴ ἔσεσθαι οὐσίαν τὸν ἀριθμὸν ὡς κεχωρισμένον καὶ καθ’ αὑτὸν ὄντα, ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις· καὶ λέγει τὴν αἰτίαν. ὁ γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδ’ ὁ ἀριθμός· ὥστε συμβεβηκὸς ὁ ἀριθμὸς ἔσται ἀλλ’ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ὅπερ ἓν ἴσον ἐστὶ τῷ κυρίως ἕν, ἢ ὑπὸ τὸ ἓν ὡς γένος· κατηγορεῖται γὰρ τὸ ἓν αὐτῆς. τοῦτο [*](3 αὐτὸ τὸ] ταὐτὸ Metaph. codices plerique: ὡς οὔσης τῆς οὐσίας ταὐτοῦ ἑνὶ εἶναι x003E; ὄντι Ascl. p. 203,24: eadem fere Alexandrum legisse ex iis quae sequuntur apparet 5 post ὄντι add. τῷ δὲ ὄντι ἐν τῷ ὄντι Α1 8 γνωριμωτέρων Α1 9 κατηγορεῖ LF 10 καὶ συγκρίνουσα LF Ascl.: cm. Α 22 οὐσία] οὐσίαι e S coni. Bonitz 23 οὑδὲ ἂν Brandis Bonitz: ἄν cm. A: οὐδὲν LF 24 εἶπεν LF: καὶ εἶπεν Α 28 δὴ LF: δὲ Α 29. 30 πάντα αἰσθητά L: post πάντα add. ἄν Α 30 ἀίδιον LF: ἀεὶ ὄν A 37 ὡς γένος LS: καὶ γένος Α)
225
δὲ εἶπεν ὡς ἄτοπον ἄν δόξαν τοῖς τὸν ἀριθμὸν οὐσίαν τινὰ λέγουσι κεχωρισμένην· οὐ γὰρ δὴ αὐτῷ. ἦν γάρ, ὡς εἶπον, οἷς τοῦτο ἐδόκει· ὁ γὰρ τὰ μαθηματικὰ οὐσίας τινὰς μεταξὺ λέγων ἐν ταύταις ἐτίθει καὶ τὸν ἀριθμόν. Ἐξῆς δὲ ἐπιχειρεῖ μὲν εἰς τὸ μὴ εἶναι τὸ ἓν καὶ τὸ ὂν οὐσίας καθ’ αὑτάς, πρῶτον δὲ τίθησι καὶ δείκνυσιν ὅτι ἀκολουθεῖ τοῖς αὐτοὲν καὶ αὐτοὸν λέγουσι, τουτέστι μὴ συμβεβηκότα λέγουσιν ἄλλοις τὸ ἓν εἶναι καὶ τὸ ὂν ἀλλὰ κυρίως ὄντα, καὶ οὐσίας αὐτὰ λέγειν καὶ τὸ εἶναι αὐτοῖς εἶναι ἐν τῷ ἑνὶ εἶναι καὶ ὄντι. τὸ γὰρ οὐσίας αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὂν δηλωτικόν ἐστι τοῦ τοῦ ἑνὸς καὶ τοῦ ὄντος οὐσίας ταῦτα εἶναι, ἀλλὰ μὴ ἐν ἄλλῳ τινὶ εἶναι ἢ τῷ ἑνὶ εἶναι ἢ τῷ ὄντι εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται, ὃ ἴσον ἐστὶ τῷ οὐ γὰρ ἕτερά τινα ὄντα τὸ ἓν καὶ τὸ ὂν τῶν ὑποκειμένων αὐτοῖς καθ’ ὧν κατηγορεῖται αὐτῶν καθόλου, ἀλλ’ αὐτὰ ταῦτα ὄντα ἕν τε καὶ ὃν κατηγορεῖται αὐτῶν. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι τῆς οὐσίας κατηγορηθήσεται, ἀλλὰ ταῦτα τὸ ὄν τε καὶ τὸ ἕν, ὡς πᾶν ὃ ἄν ᾖ οὐσία ἕν τε καὶ ὂν εἶναι, οὐκ ἄλλο τι ὄν, ἀλλ’ αὐτὸ τοῦτο. ὡς γὰρ τῶν ἀνθρώπων ἐπεὶ τὸ κατηγορούμενον ἦν ἄνθρωπος, ἄνθρωποι τὰ ὧν κατη|γορεῖται, οὐκ ἄλλο τι, οὕτως [*](181) καὶ ὧν τὸ ὂν καὶ τὸ ἓν κατηγορεῖται ἐν τῇ οὐσίᾳ, ὂν καὶ ἓν ἔσται ἡ τούτων οὐσία, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τινές εἰσιν· οὐ γὰρ τὸ ὕδωρ ἢ πῦρ τῶν ὄντων κατηγορεῖται, ἵνα αὐτῶν τὴν οὐσίαν τοῦτο εἴπωμεν, ἀλλὰ τὸ ὄν τε καὶ τὸ ἕν. εἰ δὲ ταῦτα οὐσίαι ὄντα κατηγορεῖται τῶν ὄντων καθόλου, εἴη ἂν καὶ ἡ οὐσία τούτων ὧν κατηγορεῖται αὐτό τε τὸ ἓν καὶ τὸ ὄν. δύναται δὲ τὸ εἰ δ’ ἐστί τι αὐτοὲν καὶ ὄν, ἀναγκαῖον αὐτῶν οὐσίας εἶναι τὸ ἓν καὶ τὸ ὂν εἰρῆσθαι πρὸς τοὺς ἰδέας αὐτὰ λέγοντας· καθ’ οὗς γάρ ἐστιν ἰδέα αὐτοὲν καὶ αὐτοόν, κατὰ τούτους ἀναγκαῖον οὐσίαν τούτων εἶναι τὸ ἕν τε καὶ τὸ ὄν· τὸ γὰρ αὐτοόν τε καὶ ἓν οὐχ ἕτερά τινα ὄντα καθόλου τῶν ὄντων κατηγορεῖται οὐ γὰρ ἂν ἔτι ἦν αὐτοὸν καὶ αὐτοέν), ἀλλ’ ἔστι ταῦτα καθὸ ἓν καὶ ὂν κατηγορούμενα τῶν ἄλλων καθόλου. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλ’ αὐτὰ ταῦτα, τουτέστιν οὐ γὰρ ἕτερόν τι τοῦ αὐτοενὸς καὶ αὐτοόντος καθόλου κατηγορεῖται, ὡς εἶναι ἐκείνης αὐτὰ τῆς φύσεως, ἧς σημαίνει κατηγορούμενον αὐτῶν καθόλου, ἀλλ’ ἐστὶν αὐτὰ ταῦτα τὸ ἓν καὶ τὸ ὂν κατηγοορούμενα αὐτῶν.

[*](p. 1001a29)

Ἀλλὰ μὴν εἴ γ᾿ ἔσται τι αὐτὸ ἓν καὶ αὐτὸ ὄν, πολλὴ ἀπορία πῶς ἔσται τι παρὰ ταῦτα ἕτερον.

Δείξας ὅτι ὧν κατηγορεῖται τό τε ὂν καὶ τὸ ἕν, τούτων ἡ οὐσία ἔσται [*](8 οὐσίαν Metaph. αὐτῶν LFS: αὐτὸ Α 10 τῷ ἑνὶ εἶναι Bouitz: εἶναι om. ALF δεικτικὸν LF: δεῖξιν A 12 ἑτέρω LF 13 post καθ’ ὧν κατηγορεῖται addendum κατηγορεῖται censet Bonitz 15 τὸ ὄν τε e S Bonitz: τὰ ὄντα ALF 17 ἄνθρωποι LFS: ἄνθρωπος A 22 τὸ ἓν scripsi: τὸ om. libri 26 ἕν τε LF: τε om. Α αὐτοόν τε F: τε om. AL 27 αὐτοὸν καὶ LF: om. Α 27. 28 οὐ γὰρ—αὐτοέν ind. A2 28 ἀλλ’ ἔστι—οὕτως (29) LFS: om. A 29 καθόλου LFS: om. Α 31 ἧς] ἣν LF 35 ὧν LF: εἰ AS: Postquam docuit, si ens et unum de his ut substanfia praedicentur. fore ut ens et unum substantiae quaedam sint (i.e. εἰ κατηγορεῖται—ἓν τούτων ὡς οὐσί, ἔσται κτλ.) S)

226
<τὸ> ὄν τε καὶ τὸ ἕν, οὐσίαι τινές, οὐ συμβεβηκότα οὐσίαις, ἄπορόν φησι γίγνεσθαι τὸ δεῖξαί τι παρὰ τὸ ἕν τε καὶ τὸ ὂν ἄλλο τι ὄν. τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε· τοῦτο δὲ ἦν τὸ ἕν, ὥστε ὅ τι ἄν παρὰ τὸ ἓν ᾖ, τοῦτο οὐκ ἔσται· τὸ γὰρ αὐτὸ γίγνεται παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἔν· τοῦτο δὲ ὡς τοῦ ὄντος καὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὸ δὲ παρὰ τὸ ἓν † οὐκ ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἦν. τοῦτο γὰρ συμβαίνει εἰ τὸ ὂν καὶ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο τὸ ἓν ἔσται μόνον ὄν.

[*](p. 1001b1)

Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν ἄν τε ᾖ τὸ αύτοέν, ἀδύνατον τὸν ἀριθμὸν οὐσίαν εἶναι.

Πρότερον δείξας ὅτι εἰ μὴ εἴη τὸ ἓν οὐσία, οὐδὲ ἀριθμὸς οὐσία τις ἔσται κεχωρισμένη, τῷ εἶναι μὲν τὸν ἀριθμὸν μονάδων σύνθεσιν, μὴ εἶναι δὲ τὰς μονάδας οὐσίας, νῦν λέγει ὅτι οὐδ’ ἂν ᾖ τὸ ἓν οὐσία, οὐδ’ οὕτως ὁ ἀριθμὸς οὐσία εἶναι δύναται· οὐδὲ γὰρ τὴν ἀρχὴν εἶναι· οὐδὲν γὰρ ἄλλο ἔσται παρ’ αὐτὸ τὸ ἕν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν. | λαβὼν δὲ ὅτι εἰ ἔστι τι παρὰ τὸ ἕν, οὐχ ἓν ἔσται ἀλλὰ [*](182) πολλά, ὅτι μὴ οἷόν τε ἔσται πολλὰ εἶναι ἔδειξε διὰ τοῦ λαβεῖν τὰ πολλὰ συγκεῖσθαι ἐκ πολλῶν μονάδων, ἃς ἀδύνατον εἶναι· ἔσται γάρ, εἰ τοῦτο, παρὰ τὸ ἕν· εἰ δὲ μὴ εἶεν πλείους μονάδες, οὐδ’ ἂν ἀριθμὸς εἴη. ἀνάγκη μὲν γὰρ πᾶσαν πολλὴν μονάδα παρὰ τὸ αὐτοὲν εἶναι καὶ τὸ ὡς οὐσίαν ἕν, οὐσία δὲ παρὰ τὸ ἓν οὐκ ἄν εἴη ἕν. εἰ δὲ μὴ πλείους μονάδες, οὐδ’ ἄν ἀριθμὸς εἴη· πάντα γὰρ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, ἀδύνατον δέ ἐστι τὰ πολλά, τῷ εἶναι τὰ πολλὰ ἐκ πολλῶν μονάδων, μὴ δύν.ασθαι δὲ παρὰ τὸ αὐτοέν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ παρὰ τὸ ὂν οὐκ ὄν. εἰ δὲ μὴ οἷόν τε εἶναι τὰ πολλά, οὐδ’ ἀριθμὸς εἴη· πλῆθος γὰρ μονάδων τὰ πολλά. τὸ δὲ ἡ αὐτὴ ἀπορία καὶ περὶ τοῦ ὄντος δηλοῖ ὅτι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὃ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτω καὶ τὸ παρὰ τὸ ἓν οὐχ ἕν. οὗ δηλωτικὸν τὸ ἐκ τίνος γὰρ παρὰ τὸ ἓν ἔσται αὐ τὸ ἄλλο ἕν; ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο, ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία ἐγίνετο τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι, οὕτως εἰ καὶ τὸ ἓν οὐσία ἐστί, [*](1 τὸ addidi ante ἄπορον add. ὅτι A1: ἔτι Α2 2 γίγνεσθαι LF: γενέσθαι Α 4 παρὰ τὸ ὃν εἴπερ ex Ascl. add. Bonitz 6 ἔσται πολλά LF Ascl.: έσται τἄ πολλά Α 6. 7 legendum cum Ascl. τὰ δὲ παρὰ x003E; ἓν παρὰ τὸ ὃν ἣν, τὰ δὲ παρὰ τὸ ὃν οὐκ ἔστι 7 τὰ δὲ LF: καὶ τὰ δὲ Α γὰρ Ascl. LF: δὲ AS 13 κεχωρισμένη LF: κεχωρισμένος Α 16 αὐτὸ τὸ ἕν LF: τὸ om. Α 18 μὴ A1LF: μηδὲ Α2 ἔσται del. Α2 21. 22 ἐν, οὐσία Braudis Bonitz: ἐν οὐσίᾳ ALF 28 ἐπὶ τοῦ ἑνός, ὃ καὶ Ascl.: ὃ ἐπὶ τοῦ ἑνὸς καὶ ALFS τὸ παρὰ LF: τὸ om. Α 29 τὸ παρὰ Ascl.: τὸ om. libri 30 ἔσται—ἄλλο ἕν LF Ascl.: ἄλλο Α ἀνάγκη—ἓν ἄλλο LFS Ascl.: om. Α 32 ἐγίνετο τῷ τὸ Ascl.: ἐστὶν ἔτι τῷ A1LF: ἔστι τῷ τὸ Α2 τὸ ἓν οὐσία Α2: om. LF: εἰ καὶ ἐστὶν ἓν τὸ ὄν Ascl.)

227
τὸ παρ’ ἐκείνων πᾶν οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμός· ἃ εἰ μὴ εἶεν, οὗτ’ ἄν πολλὰ οὔτ’ ἄν ἀριθμὸς εἴη. ἢ οὕτως· εἰ ἔστιν αὐτοέν δεῖ, εἰ μέλλοιεν ἀριθμοὶ ἔσεσθαι, καὶ ἄλλο ἓν προσγενέσθαι· τοῦτο δὲ τὸ γιγνόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὖν ἔσται. τί οὖν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίγνεται ὅν, οὐδὲν ἄν εἴη, ἐξ οὗ τὸ ἓν γίγνεται.

[*](p. 1001b7)

Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ ἀξίωμα οὐδὲν ἂν εἴη.

Πρὸς τοῖς εἰρημένοις ἀπορεῖ περὶ τοῦ ἑνός, εἰ ἀδιαίρετον πάντῃ καὶ ἀμέγεθές ἐστι, πῶς δύναται εἶναι μεγέθους ἀρχή; ἔσται γὰρ κατὰ μὲν Ζήνωνα οὐδέν. ἠξίου γὰρ Ζήνων Ζήνωνα δὲ λέγει τὸν Ἐλεάτην τὸν Παρμενίδου γνώριμον), ὃ μήτε προστιθέμενόν τινι μεῖζον αὐτὸ οἷόν τέ ἐστι ποιῆσαι μήτε ἀφαιρούμενον ἔλαττον, τοῦτο τὴν ἀρχὴν μηδὲ εἶναί τι· τοιοῦτον δὲ καὶ τὸ αὐτοέν. | ἐκεῖνος μὲν οὖν τοῦτο ἠξίου ὡς παντὸς τοῦ [*](183) ὄντος μεγέθους τε ὄντος καὶ σώματος· οὐδὲν γὰρ ἄλλο μέγεθος ἐν ὑποστάσει ὡς ἢ αὔξεσθαι ἢ αὔξειν κατ’ αὐτὸν χωρὶς σώματος. τοῦτο γὰρ πάντῃ ὄν· διὸ καὶ πάντῃ προστιθέμενον τὸ τοιοῦτον μέγεθος αὔξει· τὰ δὲ ἄλλα μεγέθη οὐχ ἁπλῶς συντιθέμενα αὔξει τὸ ὅλον, πῶς δέ, ὡς οὐ κυρίως ὄντα μεγέθη οὐδὲ ὁλοκλήρως. μόνον γὰρ αὔξει ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον κατὰ τὰ πέρατα ἀλλήλοις συντιθέμενα· ἡ γὰρ ἐπιφάνεια κατὰ μὲν γραμμὴν συντιθεμένη, ἥτις αὐτή ἐστι πέρας τῆς ἐπιφανείας, αὔξει αὐτήν, κατὰ δὲ ἐπιφάνειαν καὶ κατὰ πλάτος οὐκ αὔξει· ἐφαρμόζει γὰρ διὰ τὸ μὴ δύνασθαι βάθος ἐξ ἐπιφανειῶν συντιθεμένων γενέσθαι. ὁμοίως καὶ ἡ γραμμὴ μέγεθος οὖσα κατὰ μὲν σημεῖον γραμμῇ συντιθεμένη, ὅ ἐστιν αὐτῆς πέρας, μείζω τὴν ὅλην ποιεῖ, κατὰ δὲ γραμμὴν ἐφαρμόζει καὶ οὐκ αὔξει, διὰ τὸ μὴ συμπληροῦσθαι πλάτος ὑπὸ γραμμῆς. τούτων δὲ ἑκατέρα, εἰ καὶ μὴ κυρίως ὄν, ἀλλὰ ὄν πως καθ’ ὅσον καὶ αὔξει τὰ ὄντα· ἡ δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδ’ ὅλως ἔτι ὄντα κατ’ αὐτόν, ἐπεὶ πάντῃ ἀμεγέθη· οὐ γάρ εἰσιν αὐξητικά. μνημονεύσας δὲ τῆς Ζήνωνος δόξης ὡς παντάπασιν ἀναιρούσης τὸ ἕν, ἐπὶ τούτοις φησὶν ὅτι ἀλλ’ εἰ καὶ ὁ τοῦ [*](1 τὸ παρ’—ὗν οὔτε ex Asc!. ackl. Bonitz ἐκείνων] Jegenduio ἐκεῖνο vel ἐκείνην, nt coni. Bonitz 6 τί οὖν ἔσται ex Ascl. add. Bonitz μὴ ἓν LF Ascl.: μὴ ὄν Α 7 ἄν εἴη A2 Ascl.: ἄν om. A1LF 11 ἑνὸς τοῦ αὐτοενός, εἰ L 16 ἐκεῖνος—σώματος (17)] verba cornipta esse iudicat Bonitz τοῦτο—ὡς (18) LF: om. A, et pro ἐκεῖνος μὲν οὖν superscr. ἀδύνατον γὰρ A2 21 μόνον LF: μόνα A 24 καὶ κατὰ LF: κατὰ om. Α 25 ἐξ—συντιθεμ;νων] ἐξ ἐπιφανείας συντιθέμενον L: ahitudo ex superficie composita S 28. 29 ἑκατέρα S Bonitz: ἑκάτερα A: ἑκάτερον L 32 ὁ LFA2: ἡ A1)

228
Ζήνωνος λόγος φορτικός, μηδὲν ἄλλο εἶναι λέγων ἢ μόνον τὸ μέγεθος ἐνδέχεται γὰρ εἶναί τι καὶ ἀδιαίρετον· οὐ γὰρ πάντῃ τὸ ἀδιαίρετον ἐστέρηται τοῦ αὔξειν, ἀλλ᾿ ἔστι πρὸς αὐτὸν λέγειν μεῖζον μὲν γὰρ οὐ ποιεῖ, πλεῖον δέ, καὶ κατὰ τοῦτο αὔξει καὶ τὸ ἓν καὶ τὸ ἀδιαίρετον, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἐκπίπτει τοῦ εἶναί τι τὸ αὐτοὲν συναῦξόν γε αὐτό), ἐκεῖνο δέ, φησίν; ἄξιον ἀπορήσει, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίγνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· γίγνονται γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὴν ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, τουτέστιν ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δ’ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν· ἐξ ὧν ἔλεγε πρῶ|τον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος ὑπὸ τοὺ ἑνὸς καὶ γιγνομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων τὸ μὲν ἀριθμὸς γίνεται τὸ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ τὰ μεγέθη ἐξ ἐκείνων κατ’ αὐτόν. εἰ γὰρ ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι, πῶς ἐξ ἑνὸς καὶ ταύτης συντεθειμένων οἷόν τε μέγεθός τι γενέσθαι; ἀριθμοῦ γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίγνεσθαι, εἶθ’ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἢ ἐξ ἀριθμῶν ἢ ἐξ ἀριθμοῦ καὶ ἰῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι, ἄξιον ἀπαιτεῖν· ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν ἦν κατ’ αὐτὸν ἡ ἀνισότης καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἀρχὴ κατ’ αὐτόν· πῶς γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ ἀριθμοὺς καὶ μεγέθη εννᾶσθα;

[*](p. 1001b26)

Τούτων δ’ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὕ.

Δείξας δι’ ὧν ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἔσονται, ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγ- [*](2 post καὶ ἀδιαίρετον add. καὶ ὅμως αὔξειν Α2, sed cf. Arist. 1001b 14 3. 4 πλεῖον δέ A2LF: om. Α1 9 γὰρ καὶ S Ascl.: καὶ om. ALF 11 τε—τὸ (12) LFS Ascl.: oin. Α 13 ἢν ἡ LFS Ascl.: ἡ om. Α 13. 14 ἐξ ὧν ἔλεγε ex Ascl. add. Boiiilz 14 γεννᾶσθαι] γενέσθαι L ὁριζομένης Ascl.: ὁριζόμενος ἐκ AL 15 ὑπὸ τοῦ ἑνὸς LS Ascl.: om. Α καὶ γιγνομένης δυάδος L Ascl.: om. AS 16. 17 τὸ μὲν—τὸ δὲ] ποτὲ μὲν—ποτὲ δὲ Ascl. 18 φύσις Ascl.: φύσει libri 19 συντιθεμένων L 20 ἀριθμῶν L 24 ἀνισότητος L 25 αὐτὴ Ascl.: om. ALS 26 ἀρχὴ Ascl.: ἡ αὐτὴ ALFS 30 post σώματα add. καὶ τὰ ἐπίπεδα Metaph. vulg. 32 τοῖς προηπορημένοις LF Ascl.: προειρημένοις Α)

229
μαί, δηλονότι καὶ ἐπιφάνειαι καὶ γραμμαί, οὐσίαι εἰσὶν ἢ οὔ· εἰ γὰρ μὴ ταῦτα οὐσίαι, οὐδ’ ἂν ὅλως εἴη τις οὐσία· τίνες γὰρ ἔσονται οὐσίαι; ἔστι δὲ οὐκ οὐσία οἷον αἵ τε ποιότητς ταύτας γὰρ εἶπε παθητικὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις, ἃ καὶ αὐτὰ ποιτητες. καὶ οἱ λόγοι δέ, οὗς ἀριθμοὺς λέγει, εἰ καὶ οὐσιῶν εἰσιν, ἀλλ᾿ οὐκ αὐτοί γε οὐσίαι. τὸ δὲ οὐδενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὅκ εἰσιν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς δέκα κατηγορίας οὔκ εἰσιν οὐσίαι· ἅπαντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδέ ἐστιν αὐτῶν τι ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτό. ὂν δὲ τὴν οὐσίαν νῦν λέγει. εἰπὼν δὲ ταῦτα μετὰ ταῦτα τίθησι μὲν ὡς ἐναργὲς τὸ τὰ ἁπλᾶ σώματα οὐσίας εἶναι μάλιστα, χωρίσας δὲ τούτων τὰς ποιότητας καὶ τἆλλα πάθη ὡς συμβεβηκότα ἰοῖς σώμασι, λαμβάνει τὸ ὑποκείμενον τούτοις σῶμα, λέγω δὲ τοῖς πάθεσιν, εἶναι ἰὴν οὐσίαν, ὅ ἐστι τὸ τριχῇ διεστώς. τοῦτο δὲ λαβὼν μετὰ ταῦτα δείκνυσιν ὅτι τὸ σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ οὐσία [*](185) ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, καὶ ταύτης στιγμή. εἶτα ἐπὶ τούτοις τῷ ταῦτα οὐσίας μὴ εἶναι συναναιρήσει καὶ τὸ τὸ σῶμα οὐσίαν εἷναι, τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ ἃ μᾶλλον οὐσίαι, ταῦτα μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἄν εἶεν. ὅτι δὲ ἧττον οὐσία τὸ σῶμα τούτων, δείκνυσι πρῶτον μὲν τοιαύτῃ ἐπιχειρήσει. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπ’ αὐτῶν μᾶλλον οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσίαι τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ αὐτὸς τὸ εἶδος μᾶλλον τῆς ὕλης εἶναί φησιν. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρα μᾶλλον οὐσίαι τοῦ σώματος. δεύτερον δὲ τοιαύτῃ. ὧν τὸ μὲν καθ’ αὑτὸ δύναται εἶναι χωρὶς θατέρου τὸ δ’ οὐ δύναται, τὸ καθ’ αὑτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία· τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν τέρατα χωρὶς εἶναι ουναται του σωνατις, τὸ οε σῶμα χωρὶς τῶν περάτων οὔ· τὰ ἄρα πέραια τοῦ σώματος μᾶλλον οὐσίαι τοῦ σώματος. τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προσέθηκε· τῇ μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι ὥτπερ οὐδὲ [*](1. 2 μὴ ταῦτα A2LF Ascl.: μὴ μετὰ ταῦτα A1 2. 3 ἔστι δὲ οὐκ οὐσία] τὰ γὰρ ἄλλα πάθη οὐσίας ἐστὶ καὶ οὐκ οὐσία Ascl. 5 ἀριθμοὺς] ὁρισμοὺς Ascl. 7 δέκα] ἐννέα Ascl. 8 οὐσίαι c. S Bonitz: οὐσία Ascl.: om. ALF 10 δεῖξιν LF Ascl.: ἀπόδειξιν A 12 ἀπλᾶ LF: ἁπλῶς A 16 περάτων S Ascl.: παρὰ τῶν Α1. περὶ τῶν L: pro κατά τι—περάτων habet τῶν ποιοτήτων καὶ τῶν ἄλλων παθῶν καὶ διαθέσεων A2 γὰρ A2S Ascl.: om. A1LF 17 εἶτα—συναναιρήσει (18)] ὁ οὖν ἀναιρῶν ταύτας οὐσίας εἶναι συναναίρησει Ascl. post εἶτα add. μέλλων A2LF 18 τῷ τῷ A2S: τὸ A1 μὴ LFS: om. Α συναναιρήσει A1LF: συναναιρήσειν A2 18. 19 οὐσίαν μὴ εἶναι LF 19 χρησάμενος A1LF Ascl.: χρῆται Α2 20 οὐδὲ αἱ Ascl.: αἰ om. L: δὲ αἱ A1: οὐδὲ ἂν αἱ A2 24. 25 δία τοῦτο γοῦν καὶ εἶδος μᾶλλον τῆς ὕλης οὐσία Ascl. 25 εἶναί φησιν A2S: om. A1LF 26 ἄρα A2S Ascl.: om. A1LF 27 τὸ δ’ οὐ δύναται A2LF Ascl.: om. Α1 30 τὰ ἄρα Bonitz: ἄρα τὰ ALF)
230
τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδ’ αὖ ἐπιφάνειαν ἄνευ γραμμῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γὰρ τοῖς ὁρισμοῖς αὐτῶν συμπαραλαμβάνεται κἀκεῖνα· σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος ἔχει, γραμμὴ δὲ μῆκος ἀπλατές, ἧς πέρατα σημεῖα· σημεῖον δὲ νοεῖται καὶ χωρὶς γραμμῆς, καὶ αὕτη χωρὶς ἐπιπέδου, καὶ ἐπίπεδον ἄνευ σώματος. προστίθησι δὲ τούτοις εἰς πίστωσιν τοῦ ταῦτα μᾶλλον οὐσίας εἶναι τοῦ σώματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὧν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετ’ ἐπιστασίας περὶ τῶν ὄντων λέγοντες τὰς οὐσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετίθεντο, οἱ δὲ μετ’ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι ἀριθμοὺς τὰς ἀρχὰς ἔφησαν, ὡς οἱ Πυθαγόρειοι καὶ Πλατῶν, ὡς τούτων μᾶλλον οὐσιῶν ὄντων τῶν σωμάτων. τὸ δὲ ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχὰς ὡς ἴσον εἶπε τῷ ὥστε καὶ τὰς ἀρχὰς τῶν σωμάτων κυρίως ὄντα εἶναι ἔλεγον, διότι ὄντων καὶ [*](186) σωμάτων ἦσαν ἀρχαί. τοῦτο λαβὼν μετὰ ταῦτά φησιν ὅτι εἰ μηδὲν τούτων οὐσία, οὐδ’ ἄν ἄλλο τι οὐσία εἴη· οὔτε γὰρ τὰ σώματα ἧττον γὰρ ταῦτα οὐσίαι) οὔτε ἔτι μᾶλλον τὰ τῷ σώματι συμβεβηκότα. ὅτι δ’ αὖ μή ἐστι ταῦτα ὄντα, τουτέστιν οὐσίαι, δείκνυσιν οὕτως. εἰ ἔστι σημεῖον καὶ γραμμὴ καὶ ἐπίπεδον ὄντα τε καὶ οὐσίαι, δῆλον ὅτι καὶ ἐν σώμασιν αὐτῶν ἡ ὑπόστασις, καὶ εἰ ἐν σώμασιν, ἐν τούτοις. ἀλλὰ μὴν οὐδὲν τούτων ἐστὶν ἐν τοῖς αἰσθητοῖς· οὔτε γὰρ οἷον ὁριζόμεθα τὸ σημεῖον ἔστιν εὑρεῖν τὸ τοιοῦτον ἐν τοῖς αἰσθητοῖς, οὕτε ὁποίαν τὴν γραμμήν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὐδ’ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν ἦσαν καὶ οὐσίαι, ἦν ἄν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς· ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μή ἐστι, μηδ’ οὐσίαι εἶεν ἄν. δείκνυσι δὲ μὴ ὄντα ταῦτα ἐν ὑποστάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων * * * γίγνεσθαι· αἱ δὲ διαιρέσεις αἱ τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ ἐπ’ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μέντοι τὸ πλάτος ὑπὸ γραμμῆς τέμνεται τὸ σῶμα, κατὰ δὲ τὸ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ τὸ μῆκος ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μή ἐστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτω δείκνυσιν. ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι· οὐ γὰρ δὴ τῇ ὑποστάσει καὶ [*](2 αὖ Ascl.: ἄν ALF 3 αὐτῶν] αὐτῆς L 3. 4 συμπαραλαμβάνεται LF Ascl.: συλλαμβάνεται Α 4 λέγει Α1 τὸ μῆκος—ἐπιφάνεια δὲ (5) S Ascl.: om. A 5 καὶ βάθος—πλάτος om. LF 9 ἐπιτάσεως Ascl. 12 τοὺς ἀριθμοὺς ἀρχὰς Ascl. 16 εἰ οὖν μηδὲν LF 18 τῷ LF: ἐν τῷ A αὖ A2: οὖν A1LF 21 ἐν τούτοις A1LFS: ἐν τοῖς αἰσθητοῖς Α2 25 οὐδ’ A2LF: οὐ Α1 ἦσαν καὶ A2S: om. A1LF 26 ὑποστάσεσι LF 26. 27 μόνα, δῆλον ὡς εἰ μὴ A2 27 ταῦτα] αὐτὰ LF Ascl. 28 σωμάτων] lacunam indicavi: quae desunt, ex Ascl. addenda τουτέστι κατὰ ταῦτα τὰς τῶν σωμάτων διαιρέσεις: εἶναι post ταῦτα transponit A2 30 γὰρ—πάθη LFS Ascl.: om. Α 33 ταῦτα LF Ascl: om. A 33.34 δείκνυσιν· ἐπεὶ τῇ ἐπινοίᾳ ταῦτα et p. 231,1 δύνασθαι, τούτῳ Ascl., fort, recte)
231
ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄνια λαβεῖν. τῇ γὰρ ἐπινοίᾳ ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλλωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἔστι, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸν εἰς δύο ἐν τῷ βάθει ληφθῆναι δυναμένη, ὁμοίως καὶ ἡτισοῦν. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι τῇ γὰρ ἐπινοίᾳ), μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα αὐ]τῷ δύνασθαι γενέσθαι ἐν αὐτῶ ἐπινοίᾳ λαμβανόμενα, οὐδ’ ἄν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ σχῆμα ἐν τῷ λίθῳ, οὐδὲ ὃ δοκεῖ ἔχειν, καὶ εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαι- ροῦσα δίχα ἐπιφάνεια, οὐδ’ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοῦ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν πάντα εἶναι τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε [*](187) δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοία καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ, ὡς καὶ τὰ δυνάμει· τοῦτο δὲ ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῆς γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένω σώματι λέγειν ὁποιανοῦν εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ (τὸ γὰρ δυνάμει ὃν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ), μηδὲ τὰ ἐνεργεία δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστιν ἐν αὐτῶ δεικνύναι. δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσία ἡ ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ ἡ μονάς, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὅπα, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα. τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινὲς ἴσον ἐστὶ τῷ μήτε ἐστὶν ὄντα ταῦτα μήτε οὐσίαι τινές.

[*](p. 1002a28)

Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν συμβαίνει ἄλογα.

Καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσίαι τὰ πέρατα τοῦ σώματος, ἃ μᾶλλον οὐσίαν ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ οὐσίαι, πρότερον μὴ οὖσαι, διὰ γενέσεως εἰς τὸ εἶναι προίασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι εἰς τὸ μὴ εἶναι διὰ φθορᾶς· ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται, ταῦτα δὲ ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ ἅμα [*](2 ὁποιανοῦν ἐπιφάνειαν LF Ascl.: ὁποιασοῦν ἐπιφανείας Α 3 τὸ—τὸ LF Ascl.: τῷ—τῷ Α 4 λαβεῖν σχῆμα A1LF Ascl.: λαβεῖν ὁτιοῦν σχῆμα A2 5 αὐτὸν Biandis Bonitz: αὐτῷ A1: αὐτὸ A2LF Ascl. 6 ἡτισοῦν A2LFS: ὁστισοῦν A1 8 ἐν αὐτῷ—γενέσθαι ex Ascl. add. Bonitz 8. 9 ἐν αὐτῷ ἐπινοία Ascl. S: ἐν αὐτῇ ἐπινοία A1LF: ἐν αὐτῇ ὑπόστασιν A2 12 τῷ ὁμοίως coni. Brandis 13 τούτου LFS Ascl.: τοῦτο A 17 γὰρ καὶ ἐπὶ Ascl. 18 δεικνύντας A2 Ascl.: δεικνύναι A1LFS 21 δὲ A2LF Ascl.: om. A! 25 ἴσον A2F: εἰσὶν A1L 29. 30 γὰρ οὐσίαι μὴ οὐσίαι πρότερον οὖσαι LF 30 μὴ om. A1)

232
ὁτὲ μὲν μία ἁπτομένων, ὁτὲ δὲ δύο διαιρουμένων γίγνεται τοῦ διαιρουμένων δὲ πάλιν καὶ κεχωρισμένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μὲν εἰσὶν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς γενέσεως καὶ φθοράς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν, ὅταν δὲ αὖ χωρισθῇ, δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μὲν ἔστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅταν μὴ ἅπτηται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, καὶ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλ’ ἡ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομένης τῆς ἁφῆς οὕτε τὴν | ἐπιφάνειαν [*](188) κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίγνεσθαι, οὐκ ἔστιν· ὥστε εἰ πᾶν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα· εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ ἔστι τὰ προειρημένα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας τὸ δὲ γραμμῆς τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσιν αὐτοῖς τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, τῆς αὐτῆς γε οὖσι φύσεως, τὸ δὲ νῦν ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά, ὥστε καὶ τὸ νῦν εἰ ἐγένετο, ἐν χρόνῳ πρῶτον ἐγένετο, γινόμενον οε ἐν χρόνῳ ἦν ἂν καὶ μεριστὸν καὶ ἐν διαστήματί τινι· τοῦ γὰρ ἐν χρόνῳ γιγνομένου τὸ μέν τι γέγονε τὸ δέ τι γίγνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια καὶ τοῦ γινομένου τὰ μόρια γίνεται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται)· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι.

[*](1 γίγνεται A2FS: ἐγίνετο Α1: ἐγίνοντο L: γίγνονται Metaph. vulg. 3 πάλιν καὶ F: καὶ om. AL: πάλιν ἢ καὶ Ascl. 8 πάλιν LF: πάλαι Α 11 αὑτῆς A2FS: αὐτῇ A1L Ascl. διῃρέθη A2LFS: διαιρεθῇ Α1 Ascl. 15 ἀπολυομένας L 16 post ὅτι add. εἰ Α2 17 ταῦτα δὲ — τινὸς γίνεται (19) LF Ascl.: om. Α 19. 20 εἰ δὲ LF Ascl.: εἰ γὰρ AS 20 ante τὰ addendum οὐσία c. S et Ascl. 20. 21 τὰ προειρημένα] διὰ τὰ προκείμενα Ascl. 23 ἡ Ascl.: om. libri 24 ἢ S: ἡ ALF Ascl. 25 αὐτοῖς] τούτοις Ascl. 26 τῆς om. 28 φθορά A2LF Ascl.: διαφθορά A1 28 et 29 ἐγίνετο Ascl. 29 πρῶτον] ἂν Ascl. 30 τὸ δέ τι Ascl.: τι om. libri 32 ἔτι Ascl. S: ἐπεὶ ALF 34 οὕτως A2LF Ascl.: ὥστε A1)
233
[*](p. 1002b12)

Ὅλως δὲ ἀπορήσειεν ἄν τις, διὰ τί καὶ δεῖ ζητεῖν ἄλλ᾿ ἄττα τοιαῦτα παρὰ τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον ἃ τίθεμεν εἴδη.

Ἡ μὲν ἀπορία πῶς εὔλογον παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ μεταξύ ταῦτα δέ ἐστι τὰ μαθηματικά) ἄνας τινὰς αἰτίας ζητεῖν τε καὶ τίθεσθαι, ὥσπερ οἱ τὰς ἰδέας εἶναι λέγοντες· εἶτα δι’ ἃ εὔλογον παριστάμενος τῇ δόξῃ τίθησιν. εἰ γὰρ διὰ τοῦτο ὅτι τὰ μαθηματικὰ εἰ καὶ κατὰ τὰ ἄλλα διαφέρει τῶν αἰσθητῶν τῷ γὰρ ἀίδια εἶναι καὶ τῷ ἀκίνητα, ὥσπερ πρότερον εἶπεν), ἀλλὰ κτά γε τὸ πολλὰ ὁμοειδῆ ἐν αὐτοῖς εἶναι οὐ διαφέρει τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατ’ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ὡς εἶπε καὶ ἐν τοῖς ἐπάνω, ἀλλ’ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἐν, ἀριθμῷ δὲ πολλά· εἰ δὲ πάντα τὰ τοιαῦτα καθ’ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη· ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι, οὐδέ τις ἔσται ἀριθμῷ οὐσία μία ἐν ταῖς [*](189) ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τὰς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδεμία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ τῷ εἴδει μία, ἄλλη δὲ μή ἐστι παρὰ ταῦτα οὐσία. ἔτι οὐδὲ οὐσίαι ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κατὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. εἰπὼν δὲ οὐκ ἔσται μία ἀριθμῷ ὡς ἀρχὴ οὐσία, προσέθηκε τὸ καὶ τῷ εἴδει, ἤτοι λέγων τῇ φύσει καὶ τῇ ὑποστάσει, ἢ ὅτι οὐκ ἔσται ἀρχὴ ἡ μὲν τῷ ἀριθμῷ μία ἡ δὲ τῷ εἴδει· μόνη γὰρ ἔσται ἡ τῷ εἴδει, ἥτις οὐδὲ ἀρχὴ κυρίως, ἐν τούτοις ἔχουσα τὸ εἶναι καὶ ἀπὸ τούτων νοουμένη ὧν αἱ ἀρχαὶ εἶναι λέγονται. ἄμεινον δὲ γεγράφθαι οὐκ ἔσται μία ἀριθμῷ ἀλλ᾿ εἴδει· τοῦτο γὰρ συνάγει τά τε προειρημένα καὶ τὸ ἐπιφερόμενον τὸ οὐδ’ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλ’ εἴδει. εἰ δὴ μὴ οὔσης οὐσίας τινὸς παρὰ τὰς μαθηματικάς τε καὶ αἰσθητὰς οὐκ ἔσονταί τινες ὡρισμέναι οὐσίαι, οὕτω δὲ † οὐδὲ ἀρχῶν οὐσῶν οὐσίαι κυρίως ταῖς καὶ ὡρισμέναις, ἀναγκαῖον ἔδοξεν ἄλλας τινὰς οὐσίας θέσθαι ὧν ἑκάστη κυρίως οὐσία ἔσται, οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κατὰ συμβεβηκὸς τὸ εἷναί τε καὶ ἓν ἐχούσας· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ τῷ εἴδει ἕν, ἀλλ’ οὐ κυρίως. ἀλλ’ εἰ διὰ τοῦτό τις θήσεται εἶναί τινας τοιαύτας οὐσίας, [*](4 μὲν LF: om. Α καὶ τὰς μεταξὺ L λέγονται A1 7 κατὰ LF: 0111. A 11 ταῖς A1 12 πολλά· εἰ δὲ ex Ascl. add. Bonitz 13 στοιχεῖον LF Ascl.: στοιχεῖα A 18 ἀρχῶν] ἀριθμῶν LF μία ἀριθμῷ οὐσία LF Ascl.: μία om. Α 22 ὡς ἀρχὴ non legitur apiid Aristotelem 26 δὲ A2: om. A1LF: quamquam S 27 αἱ LF: om. Α 28 εἰ δὴ LF: om. A1: τὸ οὐσίας δηλονότι Α2 30. 31 οὕτω δὲ—ὡρισμέναις Α1: ind. et in marg. scripsit ἐπεὶ δέ εἰσιν οὐσίαι ὡρισμέναι Α2: οὐτῶ δὲ οὐδὲ ἁ. οὐσῶν οὐσίαι κυρίως τινὲς καὶ ὡρισμέναι coni. Bonitz τοῖς ὡρισμένοις LF 31 ἔδοξεν A2S: ἔδοξέ τε Α1LF 34 ἀλλ’ εἰ — ὑπομιμνήσκοι (p. 235, 6) om. LF διὰ τοῦτο Bonitz coll. 1. 7: τοῦτο A)

234
ὑπομιμνήσκει ἡμάς ἃ ἔδειξεν ἑπόμενα δυσχερῆ τῇ τῶν ἰδεῶν ὑποθέσει. ὁ δὲ τῶν λεγομένων νοῦς τοιοῦτος. παρέθετο τὰ στοιχεῖα τῶν συλλαβῶν, δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινος οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλ’ εἴδει· τῶν γὰρ κα·θ’ ἕκαστα ἁ τὸ κοινὸν ἁ ἀρχή, εἴδει ἕν, οὐχ ἓν ἀριθμῷ· ὁμοίως καὶ τῶν ἄλλων στοιχείων· ὡς δὲ ἐπὶ τῶν στοιχείων, οὕτω καὶ ἐπὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ εἰσιν ὡρισμέναι, εἴδει δέ, ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως οἷον τῆσδε τῆς [37. συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ ἁ ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν, | παρέθετο καὶ τοῦτο, καὶ [*](190) ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων ἄλλων τῶν συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν· ἀλλ’ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὰ γὰρ ἐν τῇδε τῇ συλλαβῇ ἁ καὶ ἐν τῇδε τὸ κοινῶς κατηγορούμενον ἁ ἀρχὴν ἔχουσι. δείξας δὲ ἐπὶ τῶν στοιχείων τὸ κοινὸν καὶ ἓν κατ’ εἶδος ἀρχὴν γενόμενον, ὁμοίως, φησίν, ἔχει καὶ ἐπὶ τῶν μεταξύ, λέγων τῶν μαθηματικῶν· καὶ γὰρ ἐν ἐκείνοις, ὥσπερ καὶ ἐν τοῖς στοιχείοις, πολλὰ καὶ ἐπ’ ἄπειρα τὰ καθ’ ἕκαστα λαμβανόμενα καὶ ὁμοειδῆ ἀλλήλοις. εἰ δὲ τὰ παρὰ τὰ καθ’ ἕκαστα ταῦτα ὁμοειδῆ ἐστιν ἀλλήλοις λέγει δὲ ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν μαθηματικῶν· ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοτέρων λόγος), εἰ μὴ ἔσται τις ἄλλη οὐσία ἀριθμῷ μία ἢ ὁποίαν βούλονται τίθεσθαι οἱ τὰς ἰδέας δοξάζοντες, οὑκ ἔσται μία ἀριθμῷ καὶ εἴδει οὐσία, τουτέστιν οὐκ ἔσται τις εἰδικὴ οὐσία κατὰ τὸν ἀριθμὸν μία, οὐδὲ αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ὡρισμέναι κατὰ τὸν ἀριθμὸν καὶ ποσαὶ ἀλλὰ τῷ εἴδει. εἰ δέ ἐστιν ἀναγκαῖον τοῦτο, ἀριθμῷ ὡρίσθαι τὰς τῶν ὄντων ἀρχάς οὕτω γὰρ οὐσίαι ἔσονται· τὸ γὰρ κοινὸν οὐ κυρίως οὐσία, διὸ οὐδὲ ἀρχή τε καὶ στοιχεῖον), ἀναγκαίως δόξουσι κινηθέντες οἱ τὰς ἰδέας ὑποθέμενοι ἐπὶ τοῦτο ἐλθεῖν. καὶ γὰρ εἰ μὴ ἄντικρυς τοῦτο λέγουσι τῷ μὴ διαρθροῦν πάνυ τι τὴν αὑτῶν δόξαν, ἀλλὰ τοῦτό γε φαίνεται εἶναι τὸ ἀγαγὸν αὐτοὺς ἐπὶ τὸ τἀς ἰδέας τῶν ὄντων ἀρχὰς ὑποτίθεσθαι, τὸ δεῖν τὰς ἀρχὰς οὐσίας τε εἶναι καὶ ὡρισμένας· οὕτω γὰρ οὐσίαι αὐτοῖς αἱ ἀρχαὶ γίνονται, καὶ καθ’ αὑτὰς οὐσίαι, καὶ διαφέρουσαι τῶν ἄλλων, οἷς τὸ ἓν κατὰ τὸ εἶδος, καὶ οὐ κατὰ συμβεβηκός, ὡς δοκεῖ τὰ κοινά· οὐ γὰρ καθ’ αὑτὴν ἡ τῶν κοινῶν ὑπόστασις, ἀλλὰ κατὰ συμβεβηκός. εἰπὼν δὲ ταῦτα καὶ προσαγαγὼν τὸ ὅτι εὔλογον εἶναι τοι- [*](2 “lege παρέθετο δὲ τὰ’’ Bonitz 3 ἀρχαὶ καὶ Α2 Ascl.: ἀρχαὶ τῶν καὶ Α1 7 εἰπὼν Α2: εἶπε A1M 8 ἐπεὶ ex Ascl. addidi 9 ὅμως οἷον Α2: εἶναι A1M 10 post ἀρχαὶ add. φησί, et post ἀφωρισμένα add. εἰσὶ Α2 11 ἐπὶ μὲν A1S Ascl.: εἰ καὶ ἐπὶ A2 12 ἄλλων Ascl.: ἀρχῶν AS ἀφωρισμένας Ascl.: ἐφ’ ὧν ὡρισμένας Α 14 ante δείξας add. πάλαι Α1 16 ἐν ἐκείνοις e S Bonitz: ἐκείναις Α 17. 18 λαμβανόμενα Α2: λαμβάνομεν ἃ ’S 18 τὰ (ante παρὰ) om. Α1 20 εἰ μὴ ἔσται τις Bonitz coll. p. 233, 13 — 19: μὴ ἔσται τις A1: μή ἐστι δὲ ταῦτά τις Α2 23 ὡρισμέναι S Bonitz: ὡρισμένων Α 24 ποσαὶ ἀλλὰ τῷ εἴδει Bonitz: ποσὰ ἄλλα ὄντα τῷ εἴδει A: tot numero erunt sed specie S 26 οὐσία e S Bonitz: οὐσίαι Α στοιχεῖον S Brandis: στοιχεῖα A)
235
τὴν δόξαν ἠπορημένων καὶ ὅλως πρὸς τὸ μίαν ἀριθμῷ τῶν ἀρχῶν ἑκάστην εἶναι. ἐρρέθη γὰρ ὅτι οὐδὲν ἄλλο παρὰ τὰς ἀρχὰς ἔσται· ὧν γὰρ αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, ταῦτα ἰσάριθμα ταῖς ἀρχαῖς ἐδείχθη ὄντα, ὥστε οὐκ ἔσται ἄλλα | παρὰ τὰς ἀρχάς. ἀλλὰ καὶ ὅσα πρὸς τὰς ἰδέας [*](191) ἠπορήθη ἐν τῷ πρώτῳ, καὶ μᾶλλον ἐκείνων ἂν ἡμᾶς ὑπομιμνήσκοι.

[*](p. 1002b32)

Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι, πότερον δυνάμει ἐστὶ τὰ στοιχεῖα, ἤ τινα ἕτερον τρόπον.

Ἡ ἀπορία πάνυ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα καὶ αἱ τῶν ὄντων ἀρχαὶ δυνάμει εἰσὶν ἢ ἐνεργείᾳ· τοῦτο γὰρ σημαίνεται διὰ τοῦ ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ πάλιν γὰρ τοῦτο εἶπε διὰ τοῦ εἰ μὲν γὰρ ἄλλως πως), ἔσονται τῶν ἀρχῶν ἀρχαί, ὥς φησι, καὶ πρότερόν τι ἔσται τῶν ἀρχῶν· τοῦτο δὲ ἄτοπον. τί δὲ ἔσται πρότερον; ἢ τὸ δυνάμει· δοκεῖ γὰρ ἐπὶ τοῦ αὐτοῦ πρῶτον εἶναι τὸ δυνάμει τῆς ἐνεργείας, ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις πρότερον ἔσται τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργείᾳ εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται ἡ δύναμις, καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἡρμήνευσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, ἥτις ἦν ἡ κατ’ ἐνέργειαν, λαβὼν διὰ τοῦ πρότερον μὲν γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ εἴ τι ἐνεργείᾳ ἐστὶ πρότερον τὸ δυνάμει ἐσχηκέναι. εἰ δέ τις θήσεται τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως εἶναι· δύναται γὰρ εἶναι τὸ μήπω ὄν, ὥστε αἱ ἀρχαὶ εἰ δυνάμει εἰσί, δύνανται καὶ μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἷεν, οὐδὲ τά ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὂν οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι τοῦτο γὰρ εἶπε διὰ τοῦ γίγνεται μὲν γὰρ τὸ μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων. τοῦτο γὰρ ἴσον τῷ τὸ δυνάμει καὶ τὸ δυνατὸν τὸ γινόμενον εἶναι. ἐπὶ τούτοις πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας· ἔστι δὲ αὕτη, [*](10 τοῦ Brandis Bonitz: τούτων libri 11 ἐνεργεία iterant A1LF 11. 12 πάλιν—διὰ τοῦ] τοῦτο γὰρ σημαίνει τὸ Α2 11. 12 διὰ τοῦ C: διὰ τοῦτο ALF 14 ἢ τὸ LF: ἡ τῇ Α 17 ἀλλὰ—ἐνεργείᾳ LF Ascl.: ἀλλὰ καὶ τοῦ μὴ ἐνεργείᾳ Α 18 ἐνυπάρχει— παντὶ ex Ascl. add. Bonitz δὲ τῷ Ascl.: γε τῷ ALF 19 ἤδη A1LF Ascl.: ἕπεται Α2 20 τὸ τὸ δὲ c S Bonitz: τὸ δὲ ALF Ascl. 21 ἀδύνατον Α1 ἐκείνως] ἔχειν ὡς Α1 23 διὰ τοῦ F: διὰ τὸ L: δὲ τὸ Α 24 ante εἰ δὲ add. ἐπάγει A2 27 αἱ ἀρχαὶ S Ascl.: καὶ ἀρχὶ ALF 28 οὕτως LF Ascl.: om. AS 30 τὸ δὲ δυνατὸν γίνεται S Ascl.: om. ALF δὲ delevi post ἔστιν add. εἰ γὰρ τὸ γινόμενον οὐκ ἔστι, τὸ δυνατὸν οὐκ έστιν Α2 31 τοῦ Ascl.: τὸ libri)

236
πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα ἢ καθ’ ἕκαστα· καὶ προστίθησιν ἄλ|λην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν τότε. [*](192) εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι. ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἶπεν ἐν Κατηγορίαις. ὅτι δὲ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγει τὸ κοινὸν τόδε τι εἶναι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα κατ’ ἀριθμόν καὶ γὰρ αὐτὸς ὁ Σωκράτης καὶ ζῷον καὶ ἄνθρωπος), εἴ γε καὶ ἄνθρωπος καὶ ζῷον τόδε τι καὶ καθ’ αὑτὸ καὶ ὑπὸ δεῖξιν καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης ἄνθρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ τὸ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο καὶ εἶναι καὶ καθ’ αὑτὸ ὑφεστάναι· καθόλου γὰρ καὶ τοῦτο. ἀλλὰ τοῦτο ἄτοπον. εἰ δὲ μὴ καθόλου. ἐπικεχείρηκε γὰρ πρὸς τοῦτο, ὡς εἴρηται τὸ πολλὰ ἔσται ζῷα ὁ Σωκράτης. ἢ τοῦτό ἐστι τὸ εἰρημένον, ἀλλ’ εἴ τις τὸ καθόλου ἀξιώσαι τοιοῦτον εἶναι ὡς μὴ τοιόνδε σημαίνειν ἀλλὰ τόδε τι καὶ οὐσίαν καὶ εἶναι τοιοῦτον ὡς τὰ τῇ ἐκθέσει δηλούμενα. εἶπεν οὖν καὶ ἐκθέσθαι τὸ κοινῇ κατηγορούμενον, τοιοῦτον δὲ τὸ καθόλου· διὸ εἰκότως νῦν ἐπὶ τὸ ἕτερον μόριον τῆς ἀπορίας μεταβαίνων οὕτως εἶπεν εἰ δὲ μὴ καθόλου. ἔστι δὲ τὸ λεγόμενον, εἰ δέ τις μὴ λέγοι τὰς ἀρχὰς καθόλου εἶναι ἀλλὰ καθ’ ἕκαστα καὶ ἀτόμους, πάλιν φησὶ μὴ ἔσεσθαι αὐτῶν ἐπιστήμην· ἡ γὰρ ἐπιστήμη τῶν καθόλου· ὥστε ἡ τῶν ἀρχῶν ἄλλαι τινὲς ἀρχαὶ πάλιν ἔσονται καθόλου, εἰ ἔσται αὐτῶν ἐπιστήμη, καὶ οὕτως πάλιν τὰ καθόλου ἀρχαί, ἢ οὐκ ἔσονται ἀρχαὶ ἐπιστηταί. |

Ταῦτα τὰ ἐν τῷ Β ἠπορημένα, ἐξ ἐνδόξων τὰς ἐπιχειρήσεις ἔχοντα [*](193) καὶ κατὰ τὸ πιθανόν· καὶ γὰρ οὐδὲ οἷόν τε εἰς τὰ ἀντικείμενα ἐπιχειροῦντας μὴ λογικαῖς ἐπιχειρήσεσι χρήσασθαι· οὐδὲ γὰρ ἂν λύεσθαι δύναιντο, εἰ μὴ εἶχεν οὕτως.

[*](3 εἰ μὲν—οὐσίαι ex Ascl. add. Bonitz 4 τόδε A2S Ascl.; τὸ Α1 οὐδὲν—τόδε τι (5) ex Ascl. add. Bonitz .0 ἀλλὰ τοιόνδε Ascl.: ἀλλ’ οὐ τοιόνδε ALFS οὐδὲ Ascl.: οὐ ALFS 6. 7 ἐν Κατηγορίαις] c. 6 p. 3 b 20 7 μὴ τόδε τι δηλοῖ Ascl. Bonitz: μὴ ἔστι Α: μηδὲ LF 8 ὁ Σωκράτης Ascl.: ὡς ὁ Σ. libii 9 ἡ Ascl.: orn. A1LF: καὶ ἡ A2S post ζῷα add. ἅμα Ascl. 9. 10 ὁ Σωκράτης A2: ὁ om. A1LF 10 καὶ ζῶον τόδε τι A2S: ζῷον καὶ τόδε τι A1LF: ζῶόν τε καὶ τόδε τι Ascl. 11 δεῖξιν LF Ascl.: ἀπόδειξιν Α 11. 12 Σωκράτης καὶ ἄνθρωπος LF 12 τὸ— τὸ e S Bonitz: τῷ—τῷ ALF 13 καὶ ζῷον Ascl. S: καὶ ζῴῳ ALF καὶ εἶναι δὲ εἷναι Α1LF 14 ἄτοπον Brandis Bonitz: ἄτομον ALFS 15 ὡς A2: om. A1LF τὸ Brandis Bonitz: om. libri 16 ἢ οὐ τοῦτό LF 17 ἀλλὰ τόδε S: ἀλλὰ καὶ τόδε ALF 17. 18 καὶ οὐσίαν LFS: καὶ οὐκ οὐσίαν A 18 τοιοῦτον S: τοσοῦτον ALF 23 ὥστε LFS Ascl.: ὥσπερ A ἡ scripsi: ἡ AL: εἰ F 24 ἔσονται Brandis Bonitz: ἔσεσθαι ALF)
237

πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ θεολογικὴν ἔθος αὐτῷ καλεῖν, περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων ἐστὶ τεχνῶν ἢ ἐπιστημῶν μήτε τῶν περὶ τὰ χρήσιμα, ἀλλ’ ἔστιν αὐτῆς χάριν τῆς γνώσεως τε καὶ ἐπιστήμης μετιοῦσα † αὐτὰ ἐπ᾿ αὐτὰ μέτεισι, δείξας δὲ αὐτὴν θεωρητικὴν οὖσαν τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων ταῦτα γὰρ μάλιστα ὄντα), πρὸ τοῦ ζητεῖν τίνες αἱ πρῶται ἀρχαί, κινήσας καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ τὰς δόξας τῶν πρὸ αὐτοῦ τὰς περὶ τῶν ἀρχῶν ἐκθέμενός τε καὶ ἱστορήσας καὶ ἀντειπὼν πρὸς αὐτάς, δείξας δὲ ὅτι εἰσί τινες ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν ἄνοδος, καὶ ἐπὶ τούτοις ὡς χρήσιμον καὶ ἀναγκαῖον πρὸς τὴν εὕρεσιν τῶν τῇ σοφίᾳ προκειμένων ἀπορήσας τινὰς ἀπορίας περί τε τοῦ ὄντος καὶ τῶν ἀρχῶν καὶ [*](1 Tit. τοῦ αὐτοῦ εἰς τὸ γ τῶν μετὰ τὰ φυσικὰ ἀριστοτέλους ὑπόμνημα τῶν εἰς δύο τὸ β A1: τῶν εἰς—β ind. Α2 8 μετιοῦσα—ἀρχῶν (9) Ascl. MS: om. Α αὐτὰ ἐπ’ αὐτὰ M: ἀ. εἰς αὐτὰ Ascl: αὐτὰ Bonitz. qui tamen αὐτὰ ἁ vel ἃ legenduin esse censet 12 δὲ καὶ ὅτι Ascl. 15 περί τε τοῦ ὄντος Ascl.: τοῦ ὄντος τε ALF) [*](ALT. REC. GR. DISCR. 3 Ἐν τοῖς προλαβοῦσι βιβλίοις τῆσδε τῆς πραγματείας ἐν μὲν τῴ μείζονι ᾱ δείξας μὴ εἶναι τάων τὴν πραγματείαν μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων τεχνῶν (6) LF 8 ἐπιστήμης τῶν ὄντων ᾗ ὄπα καὶ τὰς τούτων ἀρχάς ταῦτα γὰρ μάλιστα ὄντα) δείξας οὖν ταύτην θεωρητικὴν τούτων οὖσαν καὶ καθόλου τὸν περὶ τῶν αἰτιῶν λόγον κινήσας, καὶ τὰς δόξας τῶν πρό αὐτοῦ (11) LF 12 αὐτάς, ἐν δὲ τῷ ἐλάττονι α τὸν περὶ τῶν ἀρχῶν αὖθις κινήσας λόγον καὶ δείξας ὅτι εἰσὶν ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν πρόοδος οὔτε κατ’ εὐθυωρίαν οὔτε κατ’ εἶδος, καὶ ἐπὶ τούτοις ἐν τῷ β ταύτης τῆς πραγματείας ὡς χρήσιμον καὶ ἀναγκαῖον πρὸς τὴν εὕρεσιν τῶν τῆς σοφίας προκειμένων (14. 1.5) LF)

238
τῶν τούτοις παρακειμένων, μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ προκειμένου τοῦ Γ βιβλίου, λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δοκοῦντα καὶ λύων τὰ ἠπορημένα. δείκνυσι δὲ ἐν τῷδε τῷ βιβλίῳ περὶ τίνα ἐστὶν ἡ σοφία, ἣν καὶ φιλοσοφίαν ὀνομάζει καὶ πρώτην φιλοσοφίαν. καὶ πρῶτον μὲν συνίστησιν ὅτι περὶ τὸ ὂν καθόλου, καὶ ἐπεὶ τῷ ὄντι τὸ ἓν κατὰ τὸ ὑποκείμενον τὸ αὐτό, ὅτι καὶ περὶ τοῦτο. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἕν, ὧν ἐστι τὸ ταὐτὸν τὸ ἴσον τὸ ὅμοιον. ἀλλὰ καὶ περὶ τῶν ἀντικειμένων τῷ ἑνί, ταῦτα δέ ἐστι τὰ πολλά· τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων. καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐναντίων· πάντα γὰρ τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἡ δὲ ἑτερότης ὑπὸ τὰ πολλά, τὰ δὲ πολλὰ καὶ ἓν ἀντικείμενα. εἰ δὲ περὶ πάντων τῶν ἐναντίων τε καὶ ἀντικειμένων, δῆλον καὶ ἐκ τούτου ὅτι καὶ περὶ παντὸς τοῦ ὄν|τος· πάντα γὰρ τὰ ὄντα ἐν τούτοις· ἢ γὰρ ἐναντία [*](194) ἢ ἐξ ἐναντίων. ἀλλ’ εἰ περὶ πάντα τὰ ὄντα, καὶ περὶ πάντα τὰ καθ’ αὑτά τε καὶ κοινῶς ἰῷ ὄντι ᾗ ὂν ὑπάρχοντα· τοιαῦτα δὲ καὶ τὰ ἀξιώματα. ἐφ’ οἷς δείκνυσιν ὅτι κοινότατον καὶ γνωριμώτατον τῶν ἀξιωμάτων ἐστὶ τὸ μὴ δύνασθαι συνυπάρχειν τὴν ἀντίφασιν. πρῶτον δὲ ἐν αὐτῷ δείκνυσι, λαβὼν ὅτι ἡ σοφία περὶ τὸ ὄν, ὅτι τὸ ὂν οὕτω λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν· ὡς δὲ λέγεται τὸ ὂν ἕν, οὕτω μία ἐπιστήμη δοκεῖ τοῦ ὄντος ᾗ ὄν· διὸ καὶ περὶ τὴν τούτου θεωρίαν ἐστὶν ἡ προκειμένη ἐπιστήμη, πρώτη τε οὖσα ἀπασῶν ἐπιστημῶν καὶ κυριωτάτη. ἐρεῖ δὲ καὶ ὅτι περὶ ταὐτὰ τῷ σοφῷ ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής περὶ γὰρ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων καὶ οὗτοι τοὺς λόγους ποιοῦνται· οὐ γὰρ περί τι ἓν γένος ἡ πραγματεία αὐτοῖς ὡς ἑκάστῃ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν), ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευδῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων· ἡ δὲ σοφία ἐπιστημονικῶς τούτων ἐστὶ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρητική. δεικνὺς δὲ τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν εἶναι ἀληθῆ ἢ ψευδῆ, ἀλλὰ [*](1 post ἄρχεται add. λοιπὸν A1LF Brandis Bonitz: ind. Α2 1. 2 προκειμένου Brandis Bonitz: προοιμίου AS: om. Ascl. 2 βιβλίου LFS Ascl.: om. Α λοιπὸν Α, cf. LF: del. Brandis Bonitz 3 δείκνυσιν οὖν LF 9 καὶ περὶ A1LFS Ascl: καὶ οὐ περὶ Brandis Bonitz ἄρα A A1LFS Ascl.: μόνον ἄρα Α2: μόνον Brandis Bonitz 11 καὶ τὸ ἓν coni. Bonitz 12 ὅτι LF Ascl.: om. Α 22 δὲ καὶ ὅτι LF: δὲ ὅτι καὶ Α: δὲ καὶ ὅτι καὶ Ascl. ὁ σοφιστής LF Ascl.: ὁ om. Α 24 περί τι LF Ascl.: περί τε Α 25 τε LF Ascl.: om. Α) [*](ALT. REC. GR. DISCR. 1 παρακειμένων δι’ ὅλου τούτου τοῦ γράμματος μετὰ τὰς ἀπορίας ταύτας ἄρχεται λοιπὸν τοὐ παρόντος παρόντος om. L) βιβλίου τοῦ γάμμα μὲν ἐπιγραφομένου τετάρτου δὲ τῆς ὅλης συντάξεως ὄντος, λέγων τε καὶ κατασκευάζων ἐν τούτῳ λοιπὸν τὰ αὐτῷ δοκοῦντα (2. 3) LF 4 φιλοσοφίαν καὶ πρώτην φιλοσοφίαν ὀνομάζει LF 5 τῷ ὄντι ταὐτόν ἐστι τὸ ἓν κτὰ τὸ ὑποκείμενον, δείκνυσιν ὅτι καὶ περὶ τὸ ἕν. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἓν ὄντων, ὧν ἐστι (7) LF 8 αὐτῆς ἐπιστήμης ἡ γνῶσις τῶν ἀντικειμένων. καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἑτέρου ἀνίσου καὶ ἀνομοίου. ἀλλὰ καὶ περὶ πάντων (10) LF 11 ἕν, ὡς εἴρηται, ἀντικείμενα LF)
239
κατὰ παντὸς δεῖν θάτερον μέρος τῆς ἀντιφάσεως ἀληθὲς τὸ δὲ ψεῦδος εἶναι, ἀντερεῖ καὶ πρὸς Ἡράκλειτον καὶ Πρωταγόραν, οἳ ᾤοντο εἶναί τι τῆς ἀντιφάσεως μεταξύ. ἤδη δὲ αὐτῶν τῶν προκειμένων ἀρχόμεθα.

[*](p. 1003a21)

Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὃν καὶ τὰ αὐτῷ ὑπάρχοντα καθ᾿ αὑτά.

Λαμβάνει πρῶτον μὲν τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, τουτέστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων. πᾶσα γὰρ ἡ οὑτινοσοῦν ἐπιστήμη τῶν ἐκείνῳ καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική. καὶ τὸ μὲν εἶναί τινα περὶ τὸ ὂν ἐπιστήμην ᾗ ὄν, προϊὼν δείξει, νῦν δὲ προστίθησι τῷ εἰρημένῳ τὸ καὶ ἄλλην εἶναι ταύτην τὴν ἐπιστήμην τῶν ἄλλων ἁπασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἡ ἐπιστήμη σοφία, περὶ ἧς ἦν ὁ ἐνεστὼς λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεως τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως· τοῦ γὰρ ὄντος ἡ ὂν αἱ τοιαῦται ἀρχαί. ὅτι μὲν οὖν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμη ἄλλη τῶν λοιπῶν ἐπιστημῶν, δῆλον ἐκ τοῦ ἑκάστην περὶ τὶ ὂν καὶ μέρος τοῦ ὄντος πραγματεύεσθαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινες τὶ ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστη περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ | ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ τὰ γὰρ συμβεβηκότα τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς περὶ ἕκαστον ἐπιστήμης ἴδιον. ἡ δὲ μὴ περὶ ὄν τι καταγινομένη μηδὲ περὶ μέρος τοῦ ὄντος, ἀλλ’ ἁπλῶς περὶ τὸ ὂν καθὸ ὄν ἐστι. δι’ ὃ καὶ τά τινα ὄντα ὄντα, καὶ τοῦτο ὑποκείμενον ἔχουσα, ἄλλη ἂν ἐκείνων εἴη. λαβὼν δὲ τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, καὶ δείξας αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἐπιστήμας διαφοράν, μετὰ ταῦτα δείκνυσιν ὅτι αἱ ἀρχαὶ αἱ πρῶται καὶ τὰ αἴτια τὰ ἀκρότατα, περὶ ὧν τὴν ζήτησιν ἡ σοφία ποιεῖται καὶ ἡμεῖς νῦν ζητοῦμεν διὰ τὸ περὶ τῆς σοφίας ἡμῖν εἶναι τὸν ἐνεστῶτα λόγον, οὐκ ἄλλου τινός εἰσιν ἀρχαὶ καθ’ αὑτό, ἀλλὰ τοῦ ὄντος ᾗ ὄν. εἰ δὲ τοῦτο, εἴη ἂν ἣν περὶ τοῦ ὄντος εἰρήκαμεν ᾑ ὂν ἐπιστήμην εἶναι, αὕτη οὖσα ἡ σοφία· ἧς γὰρ τὸ θεωρεῖν τὰς καθ’ αὑτὸ ἀρχάς τε καὶ αἰτίας φύσεως τινος, εἴη ἄν ταύτης τὸ καὶ τῆς φύσεως ταύτης, ἧς αἱ· ἀρχαί, θεωρητικὴν εἶναι. τοῦτο δὲ δείκνυσιν οὕτως. λαμβάνει τὸ δεῖν τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας, ἃς νῦν φησιν εἶναι τὰς ζητουμένας ὑπ’ αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ σοφοῦ τε καὶ πρώτου φιλοσόφου, φύσεως τινος ἀρχὰς εἶναι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶν αἴτιόν τινός ἐστι, καὶ αὕτη γε [*](3 ἀρχόμεθα AL: ἀρχώμεθα S Bonitz 4. 5 τὰ τούτῳ ὑπάρχοντα καθ’ αὐτό Metaph. vulg. 10 εἰλημμένω LF 16 ᾗ ὃν LFS Ascl.: om. Α 19 ἃ Ascl.: om. ALF 21 καθαυτά θεωρεῖ γὰρ τἄ συμβεβηκότα τούτῳ· τοῦτο γὰρ τῆς (22) LF 22 νῦν ex Ascl. add. Bonitz τῆς LF Ascl.: τὸ A 25 ἂν Ascl.: om. ALF 37 αὕτη LF Ascl.: αὐτὸ Α)

240
κυρίως ἀρχὴ καὶ αἰτία ἡ καθ’ αὑτὸ οὖσά τινος καὶ μὴ κατὰ συμβεβηκός· ὥστε καὶ αἱ πρῶται ἀρχαί, μάλιστα οὖσαι ἀρχαί, φύσεως τινος ἄν εἶεν ἀρχαὶ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τῶν μὲν οὖν καθ’ ἕκαστα ἐπιστητῶν οὐδενὸς αἱ τοιαῦται ἀρχαί· οὐδενὸς γὰρ τούτων αἱ ἀρχαὶ πρῶταί εἰσιν ἀρχαί· ἄλλαι γὰρ ἑκάστου τούτων ἀρχαί. σημεῖον δὲ τὸ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν. ἄλλου τινὸς ἄρα ἀρχαὶ αἱ πρῶται ἀρχαὶ καὶ ἀκρόταται. τίνα δὲ τὰ κατὰ συμβεβηκὸς αἴτια καὶ τίνα τὰ καθ’ αὑτά, ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· τά τε γὰρ μὴ καθ’ αὑτά τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ’ ἄλλο ἀναφοράν. οὕτως τοῦ ἰσοσκελοῦς τριγώνου οὔ φαμεν καθ’ αὑτὸ αἴτιον εἶναι τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τἀς τρεῖς γωνίας, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἄλλου τοῦτο καθ’ αὑτὸ αἴτιον προαναβεβηκότος καὶ πρώτου· του· τοῦ γὰρ τριγώνου. ἀλλὰ καὶ τὰ τοῖς καθ’ αὑτὰ οὖσί τινων αἰτίοις συμβεβηκότα ὡς ὁ Πολύκλειτος τοῦ ἀνδριάντος, κἀκεῖνα | λέγεται κατὰ [*](196) συμβεβηκὸς αἴτια· ὧν τὰ μὲν τελευταῖα οὐδὲ ὅλως ἐστὶν αἴτια, τὰ δὲ πρῶτα εἰρημένα ἔστι μέν τινων αἴτια ἀλλ’ οὐ τούτων. τὰ δὴ πρῶτα αἴτια οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν οὐ γὰρ οἷόν τε πρῶτα αὐτὰ αἴτια ὄντα μὴ αἴτια εἶναι) οὔτε κατὰ τὸν πρῶτον τρόπον· εἰ γὰρ κατὰ συμβεβηκὸς τοῦ ὄντος ᾗ ὄν, ἄλλου τινὸς ἐπαναβεβηκότος ἔσται καθ’ αὑτό· ἀλλ’ οὐδὲν ὑπὲρ τὸ ὄν. τὰ πρῶτα ἄρα αἴτια καθ’ αὑτὰ αἴτιά τέ ἐστι καὶ τοῦ ὄντος ᾗ ὄν. αὐτὸς δὲ πρῶτον μὲν λαμβάνει ὅτι τινῶν ἐστιν αἴτια καθ’ αὑτά· εἰ γὰρ αἴτια, καὶ τινῶν, καὶ εἰ ὡς ἀληθῶς αἴτια, καθ’ αὑτά· καὶ τοῦτο λαβὼν μετὰ ταῦτα προσάγει ὅτι ἡ φύσις αὕτη, ἧς αἱ ἀκρόταταί τε καὶ πρῶται ἀρχαί εἰσιν, ἣν ζητοῦμεν, τὸ ὂν ᾗ ὄν ἐστιν. ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ. ὥσπερ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τὰς τοιαύτας ἀρχὰς ἐζήτουν καὶ τὰ τοιαῦτα αὐτῶν στοιχεῖα ἃ καθ’ αὑτὰ ἦν αὐτῶν στοιχεῖα ἀλλ’ οὐ κατὰ συμβεβηκός, οὕτω καὶ ἡμῖν ζητοῦσι τὰς τοῦ ὄντος πρώτας ἀρχὰς καὶ τὰ αἴτια δεῖ τοιαῦτα ζητεῖν ἃ κυρίως καὶ καθ’ αὑτά εἰσιν αὐτοῦ ἀρχαί. ἡ δὲ λέξις ἀσαφῶς ἔχει διὰ τὴν συντομίαν.

[*](p. 1003a33)

Τὸ δὲ ὂν λέγεται πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν.

εἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς τε καὶ αἰτίας, καὶ αὐτὴν οὖσαν τὴν σοφίαν συστήσας, ἐφεξῆς δείκνυσι πῶς [*](1 τινος Ascl.: om. ALF 4. 5 τούτων ἀρχαὶ αἱ πρῶται Ascl. 5 ἄλλη et ἀρχή Ascl. ἑκάστου A1LF: ἑκάστης Α2: ἑκάστη Ascl. τὸ] τῷ γὰρ Ascl. 6 τὰς αὐτὰς Ascl.: ταύτας libii 7 ἔχειν, ἄλλου τινὸς ἄν εἶεν ἀρχαὶ Ascl. 8. 9 ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 3 16 ἀλλ’ οὐ LFS Ascl.: om. A τὰ δὲ Ascl. 20 τὸ ὄν. τὰ πρῶτα c. S Bonitz: τά ὄντα. πρῶτα Ascl. LF: τὰ ὄντα τὰ πρῶτα Α 21 καὶ ex Ascl. add. Bonitz 22 εἰ γὰρ—καθ᾿ αὑτά (23) LFS Ascl.: om. Α 24 ἣν] ἅς Ascl. 28 οὕτω καὶ LF Ascl.: οὕτω δὲ Α1: οὕτω δὲ καὶ Α2 29 τοιαύτας ζητεῖν, αἳ Ascl. 34 ταύτην Ascl.)

241
οἷόν τε εἶναι περὶ τὸ ὂν ἐπιστήμην μίαν, ἐπεὶ δοκεῖ ὁμώνυμον εἶναι τὸ ὄν, τῶν δὲ ὁμωνύμων οὔτε μία φύσις οὔτε μία τέχνη οὔτε ἐπιστήμη οὔτε αἱ ἀρχαὶ αἱ αὐταί. διαίρεσιν δὲ ποιεῖται τῶν ὑπό τι κοινὸν τεταγμένων, ὡς ἔχει τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ ἀφ’ ἑνός τινος ἢ πρὸς ἓν λεγόμενα. ᾗ διαιρέσει προσχρησάμενος δείξει τὸ ὂν μήτε γένος ὂν τῶν καθ’ ὧν κατηγορεῖται (ἔχει γάρ τινας ἀπορίας τὸ οὕτω λέγειν, ὡς ἐν πολλοῖς), μήτε ὁμώνυμον (καὶ γὰρ τὸ τοῦτο λέγειν ἀπορίας ἔχει), μεταξὺ δὲ εἶναι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων· εἶναι γὰρ μεταξὺ αὐτῶν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ὧν ἐστι καὶ τὸ ὄν. διαφέρει δὲ τὰ οὕτω λεγόμενα ἐκείνων ἑκατέρου, ὅτι τὰ μὲν συνώνυμα καὶ ὑπό τι κοινὸν γένος καὶ ἰσοτίμως καὶ ὁμοίως πάντα τῆς ὑπὸ τοῦ κατηγορουμένου γένους αὐτῶν δηλουμένης οὐσίας κοινωνεῖ τε καὶ μετέχει, τὰ δέ γε ὁμώνυμα οὐδενὸς κοινωνεῖ ἀλλήλοις ἄλλου κατὰ τὸ | κοινῶς κατηγορούμενον [*](197) αὐτῶν ὄνομα ἡ τοῦ ὀνόματος μόνου, εἴ γε ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· τὰ δὲ ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγόμενα οὔτε τὴν τῶν συνωνύμων ἰσοτιμίαν πρὸς τὸ κατηγορούμενον σώζει πρὸς ἄλληλα, οὔτε πάλιν ἔχει τὴν τῶν ὁμωνύμων ἄκρατόν τε καὶ ἄμικτον ἑτερότητα, ἀλλ’ ἔστι τις αὐτοῖς κοινωνία κατὰ τὸ εἶναι ταῦτα ἃ λέγεται τῷ εἶναί τινα φύσιν ἐκείνου τοῦ πράγματος, καὶ ταύτην ἐν τούτοις πως ἐνορᾶσθαι πᾶσιν ἀφ’ οὗ ὄντα ἢ πρὸς ὃ λόγον ἔχοντά τινα διὰ τοῦτο καὶ τοῦ ὀνόματος κεκοινώνηκεν αὐτοῦ. τὴν δὲ τοιαύτην φύσιν ἐν ἄλλοις μὲν ὑπὸ τὰ ὁμώνυμα κοινότερον ἐτίθει· ἐνταῦθα δὲ ἐπιμελεστέραν ποιούμενος τὴν διαίρεσιν διαφέρειν τε αὐτήν φησι τῶν ὁμωνύμων, καὶ τίνι διαφέρει λέγει. οὐ γὰρ μόνον ὀνόματος κεκοινώνηκε τὰ τοιαῦτα καὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὰ κυρίως ὁμώνυμα λεγόμενα, ἅ ἐστι τὰ ἀπὸ τύχης, ἀλλὰ καὶ αἰτίαν τινὰ ἔχει τοῦ ὁμοίως ἀλλήλοις ὠνομάσθαι. κατὰ κοινὴν γάρ τινα φύσιν τοιαῦτά φησιν εἶναι τά τε ὑγιεινὰ καὶ τὰ ἰατρικά. τὰ μὲν γὰρ ὑγιεινὰ τῷ πρὸς ὑγίειαν ἔχειν πως οὕτως ὠνόμασται· τὸ μὲν γάρ τι ὑγιεινὸν λέγεται τῷ φυλάσσειν ὑγίειαν, ὡς δίαιται τοιαῦται, γυμνάσια, περίπατοι, τὸ δέ τι τῷ ποιεῖν, ὡς τὰ φάρμακα καὶ πάντα τὰ βοηθήματα, τὸ δὲ τῷ σ·ημεῖον εἶναι τῆς ὑγιείας, ὡς ἡ εὔχροια ἢ εὔπνοια, τὸ δὲ τῷ δεκτικὸν ὑγιείας εἷναι, ὡς τὸ σῶμα τὸ ἐπιτήδειον πρὸς τὸ ὑγιαίνειν. ὥστε τό γε μηδὲν εἰς ὑγίειαν συντελοῦν, εἰ ὑγιεινὸν λέγοιτο, ὁμωνύμως ἂν εἴη τοῦτο τοῖς ἄλλοις ὑγιεινοῖς λεγόμενον. ὁμοίως καὶ τὸ ἰατρικὸν τὸ μὲν λέγεται οὕτως τῷ ἔχειν ἰατρικήν, ὡς ὁ ἰατρικός, ὃ καὶ κυρίως καὶ μάλιστα ἰατρικόν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς τὸ ἀναλαβεῖν ἰατρικήν, τὸ δὲ ὡς ἔργον καὶ ἀποτέλεσμα ἰατρικῆς, ὡς λέ- [*](2 οὔτε δὲ μία ἐπιστήμη Ascl. οὔτε ἐπιστήμη—ὡς (4) LF: om. Α: τίθεται οὖν τὸ ὃν διαιρεῖσθαι εἰς τά τε inserit Α2 7 τὸ τοῦτο scripsi: τὸ ora. Α1: καὶ τὸ τοῦτο A2: τοῦτο τὸ LF 23 τε LF: τὴν Α1: om. Α2 27 κοινὴν LF Ascl.: om. AS 33 ὑγιαῖνον LF 34 ὑγιεινὸν λεγόμενον LF 35. 36 ὡς ὁ ἰατρός Ascl.: ὡς ἰατρός LF)
242
γομεν ἰατρικῶς τετμῆσθαί τι, τὸ δὲ ὡς ὄργανον πρὸς ἰατρικὴν συντελοῦν ἢ φάρμακον. λέγεται δὲ καὶ βιβλίον ἰατρικὸν τὸ περὶ ἰατρικῆς συντεταυμένον. τὸ δὲ ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα ἤτοι εἴρηκεν ἐπὶ τῶν τοῦ ἰατρικοῦ παραδειγμάτων, ἢ ὅτι καὶ ἄλλα ἔστιν ὁμοίως τούτοις πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα λαβεῖν· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ἀριθμός. ὁμοίως δὲ τούτοις φησὶν ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς καὶ τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως· οὐ γὰρ μόνα τὰ ὁμώνυμα τῶν πολλαχῶς λεγομένων ἐστίν, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὡς ἔχει τά τε προειρημένα καὶ τὸ ὄν. ὂν γὰρ λέγεται κυρίως μὲν ἡ οὐσία, λέγεται δέ γε ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβη|κότα, ἅ ἐστι [*](198) τὰ ἐννέα γένη. οὐ μὴν αὐτὸς οὕτως χρῆται νῦν τοῖς παραδείγμασιν, ἑκάστου γένους ἓν τιθείς, ἀλλὰ δι’ αὐτῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ αὑτῶν λεγομένων ποιεῖται, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν. καὶ εἴη ἄν τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον χρώμενος, καθ’ ἣν διαιρεῖ τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκότα. λέγει δὲ τὰ συμβεβηκότα τῇ οὐσίᾳ ὄντα λέγεσθαι τὰ μὲν ὅτι οὐσίας πάθη, ὡς θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες· τὰ δὲ ὡς ὁδοὶ εἰς οὐσίαν· οὕτω καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολάς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ μείωσις καὶ τὸ γῆρας. ὁμοίως καὶ αἰ στερήσεις· ἡ γὰρ τυφλότης ὄν τι ὅτι οὐσίας τι· στέρησις γάρ. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα· καὶ τὰ πάθη δέ, ὧν πρώτων ἐμνημόνευσε, τῶν ποιοτήτων. ποιητικά δὲ καὶ γεννητικὰ οὐσίας ἤτοι ὡς ἓν εἴρηκε, καὶ εἶεν ἂν τοιαῦται αἱ ἐνέργειαι δι᾿ ὧν ἡ γένεσις τῶν οὐσιῶν (τὸ γὰρ σπέρμα καθ’ αὑτὸ οὐσία), ἢ τὸ ποιητικὸν ὡς ἄλλο τοῦ γεννητικοῦ, καὶ εἴη ἄν τοιαῦτα ὅσα αἴτια τοῦ μεταβάλλειν τινὰ εἰς οὐσίαν, ὡς τὸ θερμαίνεσθαι γε· νέσεώς τινων ζώων αἴτιον. εἰπὼν δὲ ποιητικὰ καὶ γεννητικὰ οὐσίας, ἐπήνεγκεν ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων, τουτέστιν τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἃ λέγεται ὄντα τῷ πρὸς οὐσίαν πως ἔχειν. ἔστι γάρ τινα καὶ τούτων ποιητικά, οἷον χρωμάτων παθῶν ἐπιστημῶν· αἱ γὰρ μαθήσεις ποιητικαὶ καὶ γεννητικαὶ τῶν ἐπιστημῶν, ὡς εὐεξίας γυμνάσια καὶ πόνοι, ὡς ὑγιείας δίαιται. ἔτι τὰ πρὸς τὴν οὐσίαν ὄντα τε καὶ λεγόμενα οἷα τὰ πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. τοῖς δὲ παραδείγμασιν οὐχ οὕτως νῦν κεχρήμεθα ὡς ἐξ ἑκάστου γένους ἓν παραθέσθαι, ἀλλὰ δι’ αὐ- [*](1 ἰατρικῶς τέτμηται, τὸ δὲ ὡς θεώρημα τὸ δὲ ὡς ὄργανον πρὸς ἴασιν Ascl. πρὸς LF Ascl.: εἰς Α 5 τινὰ L Ascl.: om. AS 6 καὶ ὁ ὁρισμός Ascl. 10 ἕν, καὶ ὡς ἔχει τά γε προειρημένα, οὕτως ἔχει καὶ τὸ ὄν Α2 12 χρῆται νῦν LF: νῦν post παραδείγμασιν ponit Α: νῦν κέχρηται Ascl. 14 ct p. 243,2 αὐ.τῶν LF: δι’ αὐτῶν Α 16 ἐν Κατηγορίαις] c. 2 24 καὶ LF: οὐ AS δέ LF: om. AS 34 οἷα Bonitz: ποιά ALF 35 τοῖς δὲ — συμβεβηκότα (p. 243,5) ut falso repetia e superioribus (cf. 12 — 17) del. Bonitz)
243
τῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσία καὶ δι’ αὐτὴν ὄντων καὶ αὐτῶν λεγομένων πεποιήμεθα, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν. ὥστε τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον εἴημεν κεχρημένοι, καθ’ ἣν διῃρεῖτο τὰ ὄντα εἰς οὐσίαν καί συμβεβηκότα.] καὶ μὴν αὐτῶν δύναται ὡς κατ’ ἰδίαν εἰρημένου τις ἀκοῦσαι. ἢ τῶν πρὸς τὴν οὐσίαν τὰ πρός τι λέγει· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. εἰπὼν δὲ ταῦτα ἐπήνεγκεν ἢ τούτων τινὸς ἀποφάσεις ἢ οὐσίας· διὸ καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, λέγων τούτων [*](199) μέν τινος τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, ἢ οὐσίας δὲ αὐτῆς τῆς οὐσίας. ἐνδείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τε καὶ τὸ ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως, ἐπεὶ σχέσιν ἔχουσί τινα πρὸς οὐσίαν, λέγονται ὄντα. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἄν ὂν ἦν· οὕτω δὲ οὐδ’ ἂν αποφασις· ὄντος γάρ τινος ἡ ἀπόφασις· διὰ τοῦτο καὶ αὐταὶ ὄντα. οὕτω καὶ τὸ μὴ ὃν εἶναι μὴ ὄν φαμεν, τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγορουντες, ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι. δείξας δὲ ὅτι τὸ ὂν οὕτω λέγεται ὡς τὸ ὑγιεινὸν καὶ ἰατρικόν πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς καὶ ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν). κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν τῶνδε θεωρεῖν), οὕτω καὶ τῶν ἄλλων ἁπάντων τῶν ὁμοίως ἐκείνοις λεγομένων· τοιαῦτα δὲ τά τε ἰατρικὰ καὶ τὰ ὄντα. τῶν μὲν γὰρ ὁμωνύμων οὐδὲν κοινὸν ἐχόντων ἢ τοὔνομα οὐχ οἷόν τε ἐπιστήμην εἶναι μίαν, τῷ μηδὲν ὑπὸ κοινοῦ ὀνόματος ἴδιον δηλοῦσθαι, εἶναι δὲ ἑκάστην ἐπιστήμην περὶ ἓν γένος καὶ μίαν τινὰ φύσιν· οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία.

[*](p. 1003b12)

Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς.

Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τεταγμένα γένος. οὐ μόνον δέ, φησί, τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον δέ τινα καὶ [*](6. 7 ἡ τῶν — σχέσει delenda videntur coll. p. 242, 34. 35 7 οὐσιῶν σχέσει LF Ascl.: οὐσίᾳ σχέσις AS 13 λέγονται ὄπα A2FS: om. A1L: ὄπ εἰσίν Ascl. 14 οὐδὲ αἱ ἀποφάσεις Ascl. ὄντος γάρ τινος Ascl.: ὄντος δέ τινος A1LF: ὄντος ἦν ἄν, οὐδὲ δέ τινος Α2 ἡ ἀπόφασις Ascl.: ἡ om. AL 15 αὐταὶ LF Ascl.: αὐτὰ Α post οὕτω add. οὖν Α2 18 πρός ἓν F Ascl.: πρὸς τὸ ἓν AL 22 οὕτω FS Ascl.: ὥστε AL 23. 24 τά τε ἰατρικὰ Ascl.: τε om. ALF 31. 32 κοινὸν τελοῦντα γένος Ascl. 32 δέ] γὰρ Ascl.)

244
ταῦτα πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅσον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὕτη, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως καλεῖται, εἰ καὶ μὴ ὁμοίως καὶ ἐπίσης αὐτῆς πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγιείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ δεκτικῷ ὑγίειά ἐστιν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστήμης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος [*](200) δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως.

[*](p. 1003b16)

Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη.

Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἑξῆς δείκνυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσιν, ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ἔχει ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φύσιν καταγινομένη ἐπιστήμη, πρὸς ἣν καὶ τὰ ἄλλα συντελεῖ. ἡ γοῦν ἰατρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα τῆς ὑγιείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστι περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς ἐστι φύσεως τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα ἐπὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ καὶ τὰ ἄλλα ὄντα. τὴν δὲ οὐσίαν τοιοῦτον λέγουσιν· ἐκ ταύτης γὰρ ἤρτηται τὸ εἶναι τῶν ἄλλων, ·καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν ἄρα τὰς ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ, ᾧ ἡ πραγματεία περὶ τὸ ὂν ᾗ ὄν· αἱ γὰρ ταύτης ἀρχαὶ καὶ τοῦ ὄντος ἂν παντὸς εἶεν, εἴ γε τοῖς ἄλλοις ἡ οὐσία ἀρχή τε καὶ αἰτία τοῦ εἶναι. δείξας δὲ πρῶτον ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος θεωρία καὶ πῶς παραστήσας, νῦν προσέθηκε καὶ τίς ἐστιν αὕτη· ὅτι γάρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ δια- φέρουσα τῶν ἄλλων, ᾗ ἐκείνων τῶν ἐπιστημῶν περὶ τὶ ὂν ἑκάστη, ἡ δὲ φιλοσοφία ἡ καθόλου περὶ τὸ ὂν ᾗ ὄν ἐστιν, οὐ τὸ τὶ ὄν.

[*](p. 1003b19)

Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστημη.

Τὸ μὲν κατάλληλον τῆς λέξεως ἐστιν· ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη. εἰπὼν δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ τῶν οὐσιῶν εἰδέναι τὰς ἀρχὰς καὶ τὰς αἰτίας, ὅτι μὴ μόνον περὶ τῆς οὐσίας αὐτῷ ἡ πραγματεία ἀλλὰ καὶ καθόλου περὶ παντὸς τοῦ ὄντος ᾗ ὅν, ὡς [*](1 ταῦτα] τὰ Ascl. 2 φύσις αὐτή Ascl. 6. 7 τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ A1LFS Ascl.: ὡς γὰρ ἰατρικῆς, οὕτω καὶ περὶ τοῦ ὄντος Α1 14 πρὸς ἣν — ἐπιστήμη (15) LS Ascl.: om. A1: οἷον ἡ περὶ ὑγιεινῶν Α2 15 καὶ LS Ascl.: om. A 17. 18 καὶ περὶ Ascl.: καὶ ἡ περὶ AL 26 αὐτὴ Ascl.)

245
ἔφθη εἰρηκέναι, δείκνυσι καὶ διὰ τούτων. παντὸς γάρ φησι γένους ἑνὸς καὶ ἐν τοῖς αἰσθητοῖς αἴσθησιν μίαν εἶναι καὶ ἐν τοῖς ἐπιστητοῖς ἐπιστήμην μίαν, γένους μὲν κοινότερον λαμβάνων ἀντὶ τοῦ φύσεως μιᾶς· γένη γὰρ κοινότερον πάντα ὅσα κατά τινα μίαν φύσιν κεκοινώνηκεν ἀλλήλοις· τοιαῦτα δὲ καὶ τὰ ἀφ’ ἑνός τινος τὸ εἶναι ἔχοντα. καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς πάντων τῶν τῆς αὐτῆς φύσεως τῷδέ τινι, οὗ ἐστιν ἥδε ἡ αἴσθησις ἀντιληπτική, κεκοινωνηκότων ἡ αὐτὴ αἴσθησις ἀντιλαμβάνεται· οἷον τῶν τῷ λευκῷ ὁμογενῶν πάντων (ταῦτα δέ ἐστι τὰ χρώματα) ὄψις ἐστὶν ὁμοίως καὶ ψόφων μία καὶ χυμῶν μία καὶ καθ’ ἕκαστον γένος τῶν αἰσθητῶν. ὁμοίως πάλιν ἡ γραμματικὴ οὐ τῆσδε τῆς | φωνῆς, φέρε εἰπεῖν τῆς ὀξείας, ἐστὶ θεωρητικὴ μόνης, ἀλλὰ καὶ πάσης φωνῆς καθὸ φωνή. ἐπεὶ τοίνυν καὶ τὸ ὂν μιᾶς φύσεως κεκοινώνηκε καθὸ ὄν τοιοῦτον γὰρ ἐδείχθη), οὗ τὸ θεωρεῖν περὶ ἰῆς οὐσίας, τούτου καὶ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν έσται τὸ θεωρεῖν. ὥστε εἰ ἡ σοφία περὶ τὴν οὐσίαν τε καὶ τὰς τῆς οὐσίας ἀρχάς, καὶ περὶ πανία τὰ ὄντα καὶ τὰς πάντων ἀρχὰς ἂν εἴη. ἧς δὲ περὶ πᾶν τὸ ὂν ἡ πραγματεία, ταύτης καὶ τὸ εἰδέναι πόσα εἴδη του ὄντος, τουτέστι πόσα γένη· του γὰρ εἰδότος τινά τὸ καὶ τὴν διαφορὰν αὐτῶν εἰδέναι τὴν πρὸς ἄλληλα· ὁ γὰρ τὰ μὴ ταὐτὰ τὰ αὐτὰ ἀλλήλοις ἡγούμενος οὐδ’ ἄν τὴν ἀρχὴν εἰδείη τι αὐτῶν.

[*](p. 1003b21)

Διὸ καὶ τοῦ ὄντος ὅσα εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν.

Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν θεωρία, ἥτις ἐστὶ σοφία τε καὶ φιλοσοφία εἴρηται δὲ ὅτι μιᾶς ἐστι τῷ γένει, τουτέστι μιᾶς κατὰ τὸ γένος ἐπιστήμης, ὅσα εἴδη καὶ ὅσαι διαφοραὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι), ἐπήνεγκε τὸ τὰ δὲ εἴδη τῶν εἰδῶν· ὡς γὰρ ἔχει τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτω καὶ τὸ γένος τῆς τούτου ἐπιστήμης πρὸς τὰ εἴδη τὰ αὐτῆς· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὸ γένος τῆς οἰκείας ἐπιστήμης, οὕτω καὶ τὰ εἴδη τοῦ ἐπιστητοῦ πρὸς τὰ εἴδη τῆς ἐπιστήμης. ἔστι δὲ τὸ γένος καὶ ἡ τοῦ ὄντος κοινὴ φύσις ἐπιστητὴ τῇ κοινῇ τε καὶ γενικῇ φιλοσοφίᾳ, καὶ τὰ μέρη ἄρα τοῦ ὄντος ἐπιστητὰ τοῖς τῆς φιλοσοφίας μέρεσιν· ὥστε ἑκάστου τῶν τοῦ ὄντος εἰδῶν ἐπιστήμη ἄν εἴη ἑκάστη τούτων, ὅσαι ὑπὸ φιλοσοφίαν ὡς γενικήν τινα ἐπιστήμην τεταγμέναι εἰσὶν ἐπιστῆμαι. διὰ δὲ τῶν νῦν εἰρημένων δέδεικται ὅτι τῆς πρώτης φιλοσοφίας ἡ εἰς τὰ γένη τοῦ ὄντος διαίρεσις, ὃ πεποίηκεν αὐτὸς ἐν ταῖς Κατηγορίαις. ἅμα δὲ καὶ ἐνεδείξατο ἡμῖν διὰ τούτων καὶ πῶς ἐστι μία ἐπιστήμη ἡ φιλοσοφία· τῷ γὰρ καθόλου. εἴδη δὲ αὐτῆς ὅσα τὰ τοῦ ὄντος· εἴδη γὰρ αὐτῆς ἥ τε πρώτη [*](2 καὶ ἐν τοῖς ἐπιστητοῖς L Ascl.: καὶ ἐπὶ τοῖς ἑ. Α 11 θεωρητική, ἀλλ’ ἁπλῶς πάσης Ascl. 12 ἐπεὶ—καθὸ ὄν LS Ascl.: om. Α 13 οὗ] ὂν Α2 περὶ τῆς—θεωρεῖν (14) LFS: om. Α 20 Διὸ—ὄντος (p. 246,24) om. F 21 τά τε εἴδη Metaph. vulg. 23 ὅτι καὶ μιᾶς L 32. 33 φιλοσοφίας A1)

246
φιλοσοφία, ἥτις καὶ κυρίως σοφία καλεῖται, οὖσα ἐπιστήμη τῶν ἀιδίων τε καὶ ἀκινήτων καὶ θείων. ἡ μὲν γὰρ σοφία ἐστὶν ἡ κἀθόλου τε καὶ πρώτη, εἴ γε αὐτή ἐστιν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἀλλ’ οὐ τὶ ὄν· ἔστι δὲ ὑπὸ ταύτην ἡ μέν τις πρώτη φιλοσοφία ἡ περὶ τὰς πρώτας οὐσίας, ἡ δὲ φυσικὴ οὖσα περὶ τὰ φυσικά, ἐν οἷς ἤδη κίνησις καὶ μεταβολή, ἡ δέ τίς ἐστι τῶν πρακτῶν θεωρητική· τοιαῦτα γὰρ καὶ τῶν ὄντων τινά. ὅτι δὲ μία τῷ γένει ἡ περὶ τὸ ὂν ᾗ ὂν πραγματευομένη φιλοσοφία, ἐδήλωσε καὶ ἐξ | ὧν [*](202) εὐθὺς ἀρχόμενος τοῦ βιβλίου εἶπεν “αὕτη δέ ἐστιν οὐδεμιᾷ τῶν ἐν μέρει λεγομένων ἡ αὐτή,” ἡ περὶ τὰς ἀρχὰς καὶ τὰ πρῶτα αἴτια καὶ τὴν οὐσίαν πραγματευο(??)ένη. ἅμα τέ ἐστι πρώτη καὶ καθόλου· ἐν γὰρ τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις τὸ πρῶτον καὶ καθόλου, τῷ καὶ τοῖς ἄλλοις αὐτὸ εἶναι αἴτιον τοῦ εἶναι, ὡς καὶ αὐτὸς ἐν τῷ E τῆσδε τῆς πραγματείας ἐρεῖ. δι’ ὧν δὲ εἴρηκέ τε καὶ κατεσκεύασε, λέλυκεν ἀπορίας τῶν ἐν τῷ Β βιβλίῳ ῥηθεισῶν, τήν τε εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περὶ τῶν οὐσιῶν πασῶν τὴν θεωρίαν ποιεῖσθαι ἢ ἄλλη ἄλλης οὐσίας ἐστὶν ἐπιστήμη, ἔτι καὶ τὴν εἰ τῆς αὐτῆς ἐστι περί τε τῆς οὐσίας θεωρεῖν καὶ τῶν συμ- βεβηκότων αὐτῇ. ἀλλ’ εἰ δέδεικται ὅτι τῆς αὐτῆς τῷ γένει περί τε πασῶν τῶν οὐσιῶν καὶ ἔτι περὶ τῶν ὑπαρχόντων αὐταῖς, οὐ διὰ τοῦτο ἔσται Λαὶ τοῦ τί ἐστιν ἀπόδειξις· οὐδὲν γὰρ κωλύει ὑπὸ τὴν αὐτὴν τῷ γένει ἐπιστήμην εἶναι καὶ τὴν ὁριστικήν, ἥτις τοῦ τί ἐστι θεωρητική, καὶ τὴν ἀποδεικτικήν, ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ γένει ἐστὶν ἀποδεικτική. καὶ τὸ ἐφεξῆς δὲ τούτῳ ἀπορηθὲν ἑξῆς λύει, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ ἐναντιότητος· δείκνυσι γὰρ ὅτι καὶ ἡ περὶ τούτων θεωρία οἰκεία τῇ περὶ τοῦ ὄντος.

[*](p. 1003b22)

Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις, ἀκολουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλ᾿ οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα.

Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἥ τε περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία καὶ ἡ περὶ τοῦ πόσα καὶ τίνα τοῦ ὄντος εἴδη, ἑξῆς δείκνυσιν ὅσα καὶ τίνα εἴδη τοῦ ὄντος, πρῶτον δείξας ὅτι τὸ ἓν καὶ τὸ ὂν ταὐτὰ ἀλλήλοις ἐστὶ κατὰ τὸ ὑποκείμενον· τούτου γὰρ δειχθέντος, ὅσα ἄν τοῦ ἑνὸς εἴδη ᾖ, τοσαῦτα ἂν εἴη καὶ τοῦ ὄντος, ἐπειδὴ ταὐτὸν κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εἰ καὶ μὴ ὁ λόγος αὐτῶν ὁ αὐτός, ὡς ἔδειξε. διὸ ὅσα ἄν εὑρεθῇ εἴδη τοῦ ἑνός, τοσαῦτα καὶ τοῦ ὄντος ἔσται· πρὸς γὰρ τὴν εὕρεσιν τῶν εἰδῶν, ὡς ἔφην, τοῦ ὄντος τὸ ἓν παραλαμβάνει. λήψεται δὲ καὶ ὅτι ἐπεὶ ἐναντίον τῷ ἑνὶ τὸ πλῆθος, τῶν δὲ ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, τῆς [*](2 γὰρ Α2 Brandis Bonitz: om. A1L 5 ἐν οἶς λόγων κίνησις Ascl. ἡ δέ A2L Ascl.: εἰ δέ A1S 8 βιβλίου δι’ ὧν εἶπεν L 10 ἀλλ᾿ ἅμα Α2 11 τῷ L: τὸ Α1S: ind. A2 12 αὐτὸ εἶναι A1L: om. A2S 18 ἔτι LA2: ὅτι Α1 οὐ S Bonitz: καὶ οὐ Α1L: ind. Α2 18. 19 ἔσται καὶ τοῦ τί ἐστιν L: ἔσται om. A1: τῆς αὐτῆς καὶ ἡ τοῦ τί ἐστιν A2 28 ᾖ ὂν—ὄντος (30) LFS: om. A1)

247
αὐτῆς εἶναι καὶ τὴν περὶ πλήθους θεωρίαν καὶ ὅσα ὑπὸ τὸ πλῆθος ὡς γένος τέτακται· ὥστε ὁ φιλόσοφος ᾗ φιλόσοφος καὶ περὶ ἑνὸς καὶ πλήθους διαλήψεται καὶ τῶν ὑπὸ ταῦτα, καὶ περὶ μὲν τοῦ ἑνὸς (??) (??) ὑπὸ τοῦτο, ἅ ἐστι τὸ ταὐτόν, τὸ ἴσον, τὸ ὅμοιον καὶ ὅσα τοιαῦτα, ὅτι τὸ ἓν τῷ ὄντι ὁμοίως τε καὶ κατὰ τῶν αὐτῶν λέγεται, περὶ δὲ τοῦ ὄντος τούτου τὸ θεωρεῖν· περὶ δὲ τοῦ πλήθους καὶ τῶν ὑπὸ τοῦτο, ὅτι τῆς αὐτῆς ἐπιστήμης ἡ τῶν ἐναντίων γνῶ|σις, ἐναντίον δὲ τὸ μὲν πλῆθος τῷ ἑνί, τὰ δὲ ὑπὸ τὸ [*](203) πλῆθος εἴδη τοῖς τοῦ ἑνὸς εἴδεσι. λέγει δὲ τὸ ἓν τῷ ὄντι οὕτω ταὐτὸν εἶναι ὡς ἔστι ταὐτὰ ἀρχή τε καὶ αἴτιον. ὡς γὰρ ταῦτα ἀμφότερα μὲν ἀκολουθεῖ τε ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖται (ὅ γὰρ τοῦτο καὶ αἴτιον, καὶ ὃ αἴτιον, τοῦτο καὶ ἀρχή), ἄλλος μέντοι λόγος αὐτοῦ καὶ ἄλλη ἐπιβολὴ τῆς διανοίας καθὸ ἀρχὴ λέγεται καὶ ἄλλος καθὸ αἴτιον ἡ μὲν γὰρ ἀρχὴ καθὸ πρῶτόν ἐστι τοῦ οὗ ἐστιν ἀρχή, καὶ καθὸ ἐξ αὐτοῦ τὰ ὧν ἐστιν ἀρχή, τὸ δὲ αἴτιον καθό ἐστι δι’ αὐτὸ τὸ οὗ αἴτιον· ἄλλο δὲ τὸ ἐξ οὗ ἐστι καὶ ἄλλο τὸ δι’ ὅ), οὕτω δή φησιν ἔχειν πρὸς ἄλληλα τό τε ὂν καὶ τὸ ἕν. καθ’ ὧν μὲν γὰρ θάτερον, πάντως καὶ θάτερον· διὸ καὶ ἀμφότερα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν, ὡς εἴρηκε; πρὸς ἓν καὶ πρὸς μίαν φύσιν λεγομένων· κατὰ διάφορον δὲ ἐπίνοιαν τό τε ὂν καὶ τὸ ἓν κατηγοροῦμεν, διὰ μὲν τοῦ ὂν εἰπεῖν τι τὴν ὕπαρξιν σημαίνοντες αὐτοῦ, διὰ δὲ τοῦ ἓν τὸν ἀπὸ ὅν ἄλλων χωρισμὸν καὶ τὸν ἀπὸ τοῦ πλήθους· ἅμα δὲ ὅν τί ἐστι καὶ διαφέρον τῶν ἄλλων καὶ ἔστιν ἓν καὶ οὐ πλῆθος. οὕτως ἔχει πρὸς ἄλληλα καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ σπέρμα καὶ καρπός, καὶ ἀνάβασις καὶ κατάβασις, καὶ πάνθ’ ὅσα κυρίως ἑτερώνυμα καλεῖται. εἰπὼν δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτὰ εἶναι καὶ μίαν τινὰ Φύσιν, οὐ μέντοι ὡς ἑνὶ λόγῳ δηλούμενα, ἐπήνεγκεν ὅτι διαφέρει δὲ οὐδὲν οὐδ ἂν. καὶ κατὰ τὸν λόγον αὐτὰ ταὐτὰ ὑπολάβωμεν εἶναι, μὴ μόνον κατὰ τὴν ὑποκειμένην φύσιν, ὡς εἶναι τῶν πολυωνύμων τὸ ὑποκείμενον αὐτοῖς, ὧν πλείω μὲν ὀνόματα, καθ’ ἕκαστον δὲ τῶν ὀνομάτων ὁ αὐτὸς λόγος, ὡς φασγάνου καὶ μαχαίρας, καὶ λωπίου καὶ ἱματίου. τὸ γὰρ λαβεῖν αὐτὰ καὶ κατὰ τὸν λόγον εἶναι ταὐτὰ πρὸ ἔργου μᾶλλον ἡμῖν πρὸς τὸ προκείμενον· ἔτι γὰρ μᾶλλον τῆς αὐτῆς ἐπιστήμης ἔσται ὁ περὶ ἑκατέρου αὐτῶν λόγος, εἰ μόνον· κατὰ τὸ ὄνομα διαφέροιεν. ὅτι δὲ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν, ὡς προείρηκε, δεικνὺς ἐπήνεγκε ταὐτὸν γὰρ εἷς ἄνθρωπος καὶ ἄνθρωπος, καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν τῷ ἄνθρωπος εἴη ἄν, ὥστε καὶ Μήλοις ταὐτά. ὅ τε γὰρ ἄνθρωπον σημαίνων ἕνα ἄνθρωπον σημαίνει καὶ ὄντα ἄνθρωπον· ἀλλὰ κἄν τὸ εἷς προστεθῇ, ἅμα καὶ ὅτι ὤν ἐστι σημαίνει, κἂν τὸ ὤν, ὅτι εἷς. εἰπὼν δὲ ὅτι τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν ἑκάτερον αὐτῶν ἐστι τῷ ἄνθρωπος, καὶ διὰ τοῦτο καὶ ἀλλήλοις, ὅτι τὸ ὢν καὶ τὸ εἷς ἐπὶ τοὐ ἀνθρώπου τὸ ὡς οὐσίαν ἓν σημαίνει δείκνυσι διὰ τοῦ λαβεῖν ὅτι τὸ ἔστιν ἄνθρωπος ἄνθρωπος οὐχ | [*](3 ταῦτα] τούτοις L 6 τοῦ πλήθους L: τοῦ om. A 15 δι᾿ οὗ L δή L: δέ A 19 αὐτοῦ L: αὐτῶν A 39 ὅτι LF: καὶ ὅτι A 40 τὸ ἔστιν ἄνθρωπος ἄνθρωπος A1LS Bonitz: τὸ ἔστιν ἄνθρωπος ὢν καὶ εἷς Α2: τὸ εἷς ἐστιν ἄνθρωπος Brandis)
248
ἕτερόν τι σημαίνει τοῦ ἔστιν ἄνθρωπος ἁπλοῦ. τὸ δὲ ἔστιν ἄνθρωπος τὸ [*](204) ὡς οὐσίαν ὂν εἶναι τὸν ἄνθρωπον δηλοῖ, καὶ τὸ ἔστιν ἄρα ἄνθρωπος ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν σημαίνει, ὥστε καὶ τὰ τούτῳ ἴσον δυνάμενα τό τε ὢν ἄνθρωπος καὶ εἷς ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν καὶ ὡς οὐσίαν ἓν σημαίνει. ἢ ὃ λέγει ἐστίν· ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν ταὐτά, καὶ ὁ τὸ ἔστι δέ τινος κατηγορῶν τὸ ὂν αὐτοῦ κατηγορεῖ, ὁ λέγων ‘ὤν ἐστιν ἄνθρωπος᾿ ἢ πάλιν ‘ἕν ἐστιν ἄνθρωπος᾿ ἐπαναδίπλωσίν τινα ποιεῖται τοὐ ἔστι, διὸ ἑκάτερον τούτων ἴσον ἐστὶ τῷ ἔστιν ἄνθρωπος· οὐ γὰρ θάτερόν τι κατὰ τὴν λέξιν δηλοῖ τὸ ἐπαναδιπλούμενον τῷ ἁπλῶς λεγομένῳ, ὡς ἔδειξε διὰ τοῦ παραδείγματος, ἐπαναδίπλωσιν ποιησάμενος τοῦ ἄνθρωπος. ἐπεὶ γὰρ ·τὸ ἓν τῷ ὄντι ταὐτόν, ὁ λέγων ‘εἷς ἐστιν ἄνθρωπος᾿ ἐπαναδιπλοῖ καὶ δὶς λέγει τὸ ἔστι καὶ τὸ ἕν, ὡς καὶ ὁ λέγων ‘ἔστιν ἄνθρωπος ἄνθρωπος᾿ ἐπαναδιπλοῖ τὸν ἄνθρωπον. δείξας δὲ ἐπὶ τοῦ ἀνθρώπου ταὐτὸν δυνάμενα τό τε ἓν καὶ τὸ ὂν καὶ μὴ χωριζόμενα ἀλλήλων ὑπὸ γὰρ τοῦ αὐτοῦ ἥ τε οὐσία καὶ τὸ ἓν σημαίνεται τὸ ἐν αὐτῇ), φησὶν ὅτι οὐ χωρίζεται ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε ἐπὶ φθορᾶς τὸ ὂν καὶ τὸ ἕν· ὡς γὰρ ἕκαστον τούτων ὄν ἐστιν, οὕτω καὶ ἕν ἅμα γὰρ τό τε ὂν καὶ τὸ ἓν ἑκάστου κατηγορεῖται· καὶ γὰρ τούτων ἕκαστον ὡς ὃν οὕτω καὶ ἕν. τῷ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνὸς προσθετέον τὸ ἔχει· ὡς γὰρ ἐπὶ τοῦ ὄντος ἔχει ἡ κατηγορία, οὕτω καὶ ἐπὶ τοῦ ἑνός. ἢ δείξας ὅτι μηδὲν διαφέρει τὸ ἔστιν ἄνθρωπος τοῦ εἷς ἐστιν ἄνθρωπος, προσέθηκεν ὅτι μηδὲ εἰ τὸ γίνεσθαι ἄνθρωπον λέγοιμεν ἢ φθείρεσθαι, ἡ ἐπαναδίπλωσις τοὐ ἀνθρώπου ἄλλο τι ποιήσει τὸ λεγόμενον· ὥστε ὡς τοῦ ἔστιν ἡ τοῦ γίνεσθαι ἢ τοῦ φθείρεσθαι προτασσομένου οὐ γίνεται τὰ σημαινόμενα διαφέροντα ἐπαναδιπλουμένου τοῦ ἀνθρώπου, οὕτως οὐδ’ ἂν τὸ ἓν τοῦ ἀνθρώπου προταχθῇ, ἄλλο τι ἔσται σημαίνουσα ἡ ἐπαναδίπλωσις τοῦ κατηγορουμένου καὶ ἄλλο εἰ ἅπαξ ῥηθείη. ὡς δὲ τὸ κατηγορούμενον ὁ ἄνθρωπος δὶς λαμβανόμενον οὐ ποιεῖ διαφοράν, οὕτως οὐδὲ τὸ ὑποκειμένου χώραν ἔχον· τοῦτο δέ ἐστι τὸ ἕν ἐστιν, ἃ τῷ ἐπὶ τοῦ αὐτοῦ λέγεσθαι, εἰ ἀμφότερα λαμβάνοιτο, ἔσται ἐπαναδιπλούμενον ἢ τὸ ἔστιν ἢ τὸ ἕν· διὸ οὐδὲ αὐτὸ ἐπαναδιπλωθὲν διαφοράν τινα ποιήσει τῶν σημαινομένων. διὰ δὲ τοῦ ἐπενεγκεῖν τὸ ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τού|τοις ταὐτὸ δηλοῖ, καὶ [*](205) οὐδὲν ἕτερον τὸ ὂν παρὰ τὸ ἕν, ἔδειξεν ὅτι ὑπὲρ τοῦ δεῖξα.ι τὴν τούτων σύνοδον καὶ ἐπαναδίπλωσιν μὴ σημαίνουσαν ἄλλο τι παρὰ τὴν ἑκατέρου αὐτῶν κατ’ ἰδίαν λῆψιν ἐποιήσατο περὶ τῆς τοῦ ἀνθρώπου ἐπαναδιπλώσεως τὸν λόγον.

[*](1 ἁπλοῦ LFA2 ἁπλοῦν A1 2. 3 ἄνθρωπος ἄνθρωπος Bonitz: alterum ἄνθρωπος om. A1LFS: εἶς ἄνθρωπος Α2 3 ὃν LFS: om. Α καὶ τὰ—δυνάμενα LF: κατὰ τοῦτο ἴσον δυνάμενον Α 3. 4 τῷ τε Α2 4 καὶ εἷς ἄνθρωπος om. LF τὸ ὡς A1LFS: τὸ γὰρ ὡς Α2 5 δέ A1LF: del. Α2 6 ὤν] ὄν LF 9 ἁπλῶς F: ἁπλῷ AL 17 ἅμα—ἕν (18) et 21 τοῦ εἴς ἐστιν ἄνθρωπος LFS: om. Α 24 προτασσομένου LS: προστασσομένου A 25. 26 προσταχθῇ L 28 οὐδὲ τὸ LF: οὐδὲ τοῦ A1: οὐδὲ τὸ τοῦ Α2 33 legendura τὸ ἓν παρὰ τὸ ὄν c. S et Arist. p. 1003 b 31. 32)
249
[*](p. 1003b32)

Ἔτι δὲ ἡ ἑκάστου οὐσία ἕν ἐστι, καὶ οὐ κατὰ συμβεβηκός.

Οτι ταὐτὸν τό τε ὂν καὶ τὸ ἓν καὶ οὕτω δείκνυσιν. εἰ τὸ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ ἐστὶν ἕν, τοῦτό ἐστι καὶ κυρίως καὶ οὐ κατὰ συμβεβηκός· οὐ γὰρ συμβεβηκός ἐστι τῇ ἑκάστου οὐσίᾳ τὸ ἕν, ἀλλὰ κυρίως καὶ καθ’ αὑτὸ ἓν ἡ ἑκάστου οὐσία. διὸ καὶ ἐν τῷ τί ἐστι τὸ ἓν τῆς ἑκάστου οὐσίας κατηγορεῖται. ὁμοίως δὲ καὶ τὸ ὂν τῇ ἑκάστου οὐσίᾳ οὐ κατὰ συμβεβηκός· ὅπερ γὰρ ὄν τι καὶ ὅπερ ἓν ὁμοίως ἡ ἑκάστου οὐσία. καὶ οὕτως ἂν δεικνύοιτο ταὐτὸν τό τε ἓν καὶ τὸ ὄν. ἢ οὕτως. εἰ ἡ ἑκάστου οὐσία ὁμοίως ἕν τέ ἐστι καὶ ὄν ἑκάτερον γὰρ αὐτῶν καθ’ αὑτὸ ἑκάστου κατηγορεῖται, καὶ ὁμοίως ἕν τε καὶ ὂν ἕκαστόν ἐστι), ταὐτόν ἐστι τό τε ὂν καὶ τὸ ἐν· ὡς γὰρ ὄν, καὶ ἕν, καὶ ἅμα τὸ ἕτερον καὶ τὸ ἕτερον. δύναται τὸ εἰρημένον καὶ τοιοῦτον εἶναι. ὥσπερ ἡ οὐσία ὅπερ ὄν ἐστι καὶ κυρίως ὄν, οὕτω καὶ ὅπερ ἓν καὶ κυρίως ἕν, ἀλλ’ οὐ κατὰ συμβεβηκός· ὥστε εἴη ἂν καὶ τὸ ἓν ὁμοίως τῷ ὄντι. τὸ μὲν κυρίως τὸ δὲ οὐ κυρίως, καὶ τὸ μὲν πρώτως τὸ δὲ δευτέρως· κυρίως μὲν γὰρ ὂν καὶ ἓν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ ὂν καὶ ἓν ἕκαστον τῶν κατὰ τὴν οὐσίαν ὄντων. δείξας δὲ διὰ τούτων ὅτι ταὐτὸν τὸ ἓν καὶ τὸ ὄν, οὗ χάριν ἔδειξε τοῦτο, ἐπιφέρει λέγων ὥστε ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος. εἰπὼν τῆς αὐτῆς ἐπιστήμης εἶναι τῷ γένει τὰ τοῦ ὄντος εἴδη θεωρῆσαι αἱ γὰρ τὰ τοῦ ὄντος εἴδη τίνα τέ ἐστι καὶ πόσα θεωροῦσαι αἱ αὐταὶ ἀλλήλαις τῷ γένει), δείξας ὅτι ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εὐλόγως ἐπήνεγκε τὸ ὅσα τοῦ ἑνὸς εἴδη τοσαῦτα καὶ τοὐ ὄντος εἶναι, περὶ ὧν εἰδῶν τὸ τί ἐστιν ἕκαστον αὐτῶν κατὰ τὸ γένος τῆς αὐτῆς ἐπιστήμης θεωρῆσαι· γένει γὰρ αἱ αὐταὶ ἀλλήλαις αἱ τὸ τί ἐστιν ἕκαστον τούτων θεωροῦσαι. ἡ γὰρ φιλοσοφία μία τῷ γένει ἐπιστήμη ἔκειτο εἶναι, ἥτις ὥσπερ περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτου εἴδη, ὡς εἶπεν, οὕτως δὲ καὶ περὶ τὸ ἓν ᾗ ἓν καὶ τὰ εἴδη αὐτοῦ πραγματεύεται, ἐπεὶ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν. κοινότερον δὲ εἴδη λέγει τοῦ ὄντος καὶ τοῦ ἑνός· οὔτε γὰρ τὸ ὂν καὶ ἓν κυρίως γένος οὔτε τὰ ὑπ’ αὐτὰ εἴδη. ἐν γὰρ τοῖς πολλαχῶς λεγομένοις τὸ κοινὸν κατ’ αὐτῶν οὐ γένος, τοιαῦτα δὲ τὸ ὂν καὶ τὸ ἕν· | οἷον γάρ πως γένος ἐστὶ [*](206) τὸ κατηγορούμενον τῶν ἐν οἷς ἐστι τὸ πρῶιον καὶ τὸ ὕστερον, σῶζον μέν τινα πρὸς γένος ὁμοιότητα, οὐ μὴν ὃν κυρίως γένος. τίνα δὲ εἴδη τοῦ ἑνός ἐστι, τίθεται ἐφεξῆς, ἃ δῆλον ὅτι καὶ τοῦ ὄντος ᾗ ὂν λέγει. λέγω δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων. [*](1 ἔτι LS: ὅτι Α ἕν ἐστιν οὐ Metaph. 3 Ὅτι LS: ἐστὶ Α 4 ἐστὶν ἕν, οὐ κυρίως οὑδὲ κατὰ L 5 ἐστι τῇ Α2: ἐστιν ἡ Α1S τῇ ἑκάστου] ἑκάστῃ L 10 καὶ (ante ὁμοίως) e S add. Bonitz 13. 14 οὕτω καὶ τὸ ἐν ὅπερ A2 15. 16 καὶ τὸ μὲν δευτέρως τὸ δὲ οὐδετέρως L 25 ἕκαστον e S Bonitz: ἑκάστῳ ALF 27 καὶ τὰ] κατὰ A1 τὸ ἓν Bonitz: τοῦ ἑνὸς AL 28 ταὐτὸν S Bonitz: ταὐτὰ Α: ταῦτα L 29 καὶ (ante ἓν) LF: om. A: ἡ τὸ lirandis Bonitz 30 εἴδη] γένη LF 35 ταὐτοῦ LFS: τὴν τοῦ A)

250
ἓν γὰρ καὶ τὸ ταὐτὸν καθὸ ταὐτόν ἑνότης γὰρ κατ’ οὐσίαν τὸ ταὐτόν), καὶ τὸ ὅμοιον καθὸ ὅμοιον· ἑνότης γὰρ ἐν ποιότητι· ὁμοίως καὶ τὸ ἴσον· ἑνότης γὰρ καὶ τοῦτο ἐν ποσῷ. διὰ δὲ τούτων δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἴδιόν ἐστι τοῦ τῆς οὐσίας θεωρητικοῦ τὸ καὶ τί ἐστιν ἕκαστον τούτων θεωρῆσαι, ὃ καὶ αὐτῷ ἐζητεῖτό τε καὶ ἠπορεῖτο ἐν τῷ πρὸ τούτου. δείξας δὲ ὅτι τοῦ φιλοσόφου τὸ περὶ τῶν τοῦ ὄντος εἰδῶν θεωρῆσαι. ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν εἰδῶν τῶν τούτου, ἔτι τε τῶν προειρημένων τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ ὅσα τοιαῦτα ὡς ὑπὸ γένος τι τὸ ἕν ἐστι, λέγει καὶ ὅτι καὶ περὶ τῶν τούτοις ἀντικειμένων ὁμοίως τὸ διαλαβεῖν τοῦ φιλοσόφου. ἀντίκειται δὲ τῷ μὲν ταὐτῷ τὸ ἕτερον, τῷ δὲ ὁμοίῳ τὸ ἀνόμοιον, τῷ δὲ ἴσῳ τὸ ἄνισον. ὅτι μὲν οὖν ἀνωτέρω τὸ ἓν τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ τῶν τοιούτων, δηλοῖ δι’ ὧν λέγει σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἀρχὴν ταύην. λέγει δὲ ἀρχὴν τὴν ἐναντίωσιν τό τε ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον, τοῦτο δέ ἐστι τὰ πολλά· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθός τε καὶ ἐν πλήθει. ὁμοίως δὲ καὶ τὸ μὲν ὅμοιον καὶ τὸ ἴσον ὑπὸ τὸ ἕν, τὸ δὲ ἀνόμοιον καὶ τὸ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀναπέμπει δὲ ἡμᾶς περὶ τοῦ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος εἰς τὴν ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ.

[*](p. 1004a2)

Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι.

Επεὶ τοῦ ὄντος τὸ μὲν ἦν κυρίως καὶ καθ’ αὑτὸ ὄν, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τά τε τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν, πανταχοῦ δέ, ὡς ἔφαμεν, οἷς ἡ τάξις αὕτη, ἡ περὶ αὐτὰ ἐπιστήμη κυρίως τοῦ πρώτου, ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ καὶ τὰ ἄλλα ὄντα λέγεται, ἡ δὲ φιλοσοφία *** ἐπιστήμη περὶ οὐσίαν· αὕτη γὰρ κυρίως ὄν· καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, ἔσται καὶ τῆς ἐπιστήμης τῆς περὶ τὴν οὐσίαν αὕτη δὲ ἦν ἡ φιλοσοφία), μιᾶς οὔσης τῷ γένει, τοσαῦτα μέρη τε καὶ εἴδη ὅσαι καὶ οὐσίαι. καὶ ὡς τῶν οὐσιῶν αἱ μὲν πρῶται αἱ δὲ δεύτεραι, οὕτως ἡ φιλοσοφία ἡ μέν τις ἔσται πρώτη ἡ δέ τις δευτέρα καὶ μετ᾿ | ἐκείνην, [*](207) ὡς ἡ τάξις ἡ ἐν αὐταῖς. καὶ εἴη ἂν ἀκόλουθος ἡ λέξις αὕτη τῇ πρὸ ὀλί- γου εἰρημένῃ, τῇ “εἰ οὖν τοῦτ’ ἐστὶν ἡ οὐσία, τῶν οὐσιῶν ἄν δέοι τὰς [*](3 ἐν ποσῷ Ascl. Brandis Bonitz: ἐν τῷ ποσῷ libri 5 αὐτῷ A: quod ipse in libra superiore investigabal S: αὐτὸ Brandis Bonitz αὐτὸς ἐζήτει τό τε LF 6 θεωρῆσαι A2S: om. A1LF 8 καὶ ὅσα—ἴσου καὶ (12) iterat L 9 τῶν LF: om. Α 11 ἀνωτέρω LF: ἀνώτερον Α 14 καὶ τὸ τῷ LF: τὸ om. Α 15 τὰ πολλά] τὸ πλῆθος Ascl. 19 πραγματευσάμενος S Ascl. Bonitz: πραγματευόμενος ALF 20 ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ] cf. fragm. 26 p. 1478 b 36 21 ὅσα περ libri, sed cf. 1. 29 et 251,2. 6 22 καὶ καθ’ αὑτὸ LF: καὶ om. Α τὸ δὲ—ὂν (23) LFS Ascl. om. Α 27 quae desunt addenda sunt ex Ascl.: ἡ δὲ φιλοσοφία περὶ τὸ ὄν, εἴη ἂν κυρίως ἡ φιλοσοφία ἐπιστήμη περὶ οὐσίαν οὐσίαν LF Ascl.: οὐσίας Α αὕτη Ascl.: αὐτὴ ALF 29 ὅσαι LFS: ὅσα Α)

251
ἀρχὰς καὶ τὰς αἰτίας ἔχειν τὸν φιλόσοφον·” ταύτῃ γὰρ ἀκολουθεῖ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ὅσαι περ αἱ οὐσίαι. διὸ καὶ ἦν ἄν σα- φέστερα τὰ λεγόμενα, εἰ ἦν ἡ λέξις αὕτη κειμένη πρὸ τῆς “εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν”, συνάπτουσα τῇ “διὸ καὶ τοῦ ὄντος τὰ εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν·” ἀκόλουθον γὰρ τούτῳ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι. ἦν δὲ ἐν τοῖς ἠπορημένοις καὶ τοῦτο, ὡς προεῖπον ἤδη, πότερον μία περὶ πάσας οὐσίας εἴη ἢ πλείονές εἰσι, κἀν εἰ πλείονες, πότερον συγγενεῖς. δέδειχε γὰρ ὅτι πλείονες, ἀλλ’ ὡς ὑπὸ μίαν πᾶσαι τῷ γένει τὴν φιλοσοφίαν. τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὃν καὶ τὸ ἓν ἴσον ἐστὶ τῷ ἔστι γὰρ καὶ τοῦ ἑνὸς καὶ τοὐ ὄντος γένη τινά, τουτέστι κατὰ γενῶν τινων τό τε ἓν καὶ τὸ ὂν κατηγορεῖται. ὂν δὲ τὸ κυρίως ὂν λαμβάνει, ὁμοίως καὶ ἕν· τοῦτο δέ ἐστιν ἡ οὐσία. εἶναι οὖν φησι ταῖς οὐσίαις γένη τινὰ καὶ διαφοράς, αἷς οὐσίαις, γένεσιν οὔσαις καὶ ἄλλου γένους τινὸς εἴδεσιν, ἑκάστῃ ὑπάρχει καθ’ αὑτὸ καὶ τὸ ὂν καὶ τὸ ἕν· τοῖς μὲν γὰρ συμβεβηκόσιν οὐ καθ’ αὑτὸ οὔτε τὸ ὂν οὔτε τὸ ἓν ὑπάρχει, ταῖς δὲ οὐσίαις. ὥστε εἰ ὁ μὲν φιλόσοφος περὶ τὸ κυρίως ὂν καὶ κυρίως ἓν πραγματεύεται, πλείω δέ ἐστι τὰ οἷς τὸ κυρίως ἕν τε καὶ ὂν ὑπάρχει, διαφέροντα τῷ γένει, πλείω οὖν καὶ μέρη ἔσται φιλοσοφίας· κατὰ γὰρ τὰς τῶν οὐσιῶν διαφορὰς διάφορός τις ἔσται καὶ φιλοσοφία τῷ ἑκάστην αὐτῶν περί τι ἓν γένος ἀφωρισμένον πραγματεύεσθαι. γράφεται καὶ γένη ἔχον· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἓν γένος λέγων τὴν οὐσίαν, ἀλλὰ καὶ αὐτὴν ἔχειν τὸ πρότερον καὶ ὕστερον. ἢ γένη λέγει ἀντὶ τοῦ φύσεις διαφερούσας ἀλλήλων· εἰσὶ γὰρ τῶν οὐσιῶν διαφοραί. εἰπὼν δὲ ἔσεσθαι τὴν μὲν πρώτην φιλοσοφίαν τὴν δὲ δευτέραν κατὰ τὴν τῶν οὐσιῶν τάξιν πρὸς ἀλλήλας περὶ ἃς καταγίνονται. οὕτως φησὶν εἶναι τὸν φιλόσοφον ὡς τὸν μαθηματικόν. ὡς γὰρ μιᾶς οὔσης τῷ γένει τῆς μαθηματικῆς, κατὰ τὰς διαφορὰς καὶ τάξεις τῶν περὶ ἅ ἐστιν ἡ μαθηματική, τάξις τίς ἐστι καὶ διαφορὰ καὶ τῶν τῆς μαθημα- τικῆς μερῶν τῷ γὰρ εἶναι τὰ μέν τινα πρῶτα ἐν τοῖς μαθήμασι τὰ δὲ δεύτερα καὶ τῆς μαθηματικῆς ἡ μέν τίς ἐστι πρώτη ἡ δὲ δευτέρα ἡ δὲ τρίτη, πρώτη μέν, ἂν οὕτω τύχῃ, ἡ περὶ τὰ ἐπίπεδα καταγινομένη, καὶ μετὰ ταῦτα ἡ περὶ τὰ στερεά, εἶτα ἥ τε ἀστρολογική, οὖσα ἡ εἰς στερεὰ κινούμενα, καὶ μετὰ ταῦτα ἡ μηχανική, ἤδη περὶ γιγνόμενά τε καὶ φθειρόμενα πραγματευομένη), οὕτω καὶ περὶ τῶν οὐσιῶν πρῶται μὲν αἱ ἀγένητοί τε | καὶ ἄφθαρτοι, ἀσώματοί τε καὶ ἀκίνητοι, περὶ ἃς ἂν εἴη ἡ [*](208) πρώτη φιλοσοφία· ἡ δὲ περὶ τὰς ἀιδίους μὲν ἐν κινήσει δὲ δευτέρα, τρίτη δὲ ἡ περὶ τὰς οὐσίας τὰς ἐν γενέσει καὶ φθορᾷ, ἐπειδὴ καὶ αὗται τῶν οὐσιῶν τελευταῖαι.

[*](4 τῇ A2LF: εἰ Α1 6 ἐστὶ καὶ ὅσαι περ L αἱ LF: om. Α 12 ὂν δὲ LFS: δὲ om. Α λαμβάνει LFS: λαμβάνων Α It καὶ ἄλλου—τινὸς e. S Bonitz: ἄλλου γένους τινὸς καὶ ALF 19 οὖν om. LF 20 παρὰ Α1 22 ἓν A2LFS: om. A1 29 τὰ μέν τινα LF: τινὰ μὲν Α 30 δεύτερον καὶ L τίς LFS: om. A 34. 35 ἀγένητοι LF: ἀνέννητοι Α)
252
[*](p. 1004a9)

Ἐπεὶ δὲ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι, τῷ δ’ ἑνὶ ἀντίκειται τὸ πλῆθος.

εἴη ἂν αὕτη ἡ λέξις πᾶσα συνάπτουσα τῇ “τεθεωρήσθω δὲ τοῦτο ἡμῖν ἐν τῇ ἐκλογῇ τῶν ἐναντίων.” δείξας γὰρ τῆς περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμης ὂν καὶ τὸ περὶ τῶν ὑπὸ τὸ ἓν διαλαμβάνειν, νῦν δείκνυσιν ὅτι καὶ περὶ τῶν ὑπὸ τὰ πολλά. εἰπὼν γὰρ ἀνάγεσθαι πάσας τὰς ἐναντιώσεις ὡς ἐπὶ ἀρχὴν τὸ ἓν καὶ τὸ τούτῳ ἀντικείμενον, ὑφ’ ὃ ἡ ἑτέρα τῶν ἐναντίων ὑπάγεται συστοιχία, λέγει καὶ δείκνυσιν ὅτι ἅμα τοῦ λέγοντος περὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ τούτου ἐστὶ τὸ λέγειν καὶ περὶ τοῦ τῷ ἑνὶ ἀντικειμένου· μιᾶς γὰρ ἐπιστήμης ἡ περὶ τῶν ἀντικειμένων θεωρία. εἰ δὲ περὶ τούτων μιᾶς, πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα, περὶ πάντων τῶν ἐναντίων μιᾶς εἶναι τὸ θεωρεῖν, ἐπειδὴ ἧς περὶ ἰοῦ καθόλου, ταύτης καὶ περὶ τῶν ὑπ’ αὐτό· αὕτη δέ ἐστιν ἡ περὶ τοῦ ὄντος ᾗ ὄν. ἧς γὰρ περὶ τοῦ ὄντος, ταύτης περὶ τοῦ ἑνός· ἧς δὲ περὶ τοῦ ἑνός, ταύτης καὶ περὶ τοῦ τούτῳ ἀντικειμένου· ἧς δὲ τὸ περὶ τούτων, ταύτης καὶ περὶ τῶν ὑπὸ ταῦτα. πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα.

[*](p. 1004a10)

Ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστι θεωρῆσαι.

Εἰπὼν ἀντικεῖσθαι τῷ ἑνὶ τὸ πλῆθος, μιᾶς δὲ τὰ ἀντικείμενα, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς λέγεται καὶ γὰρ ὡς ἕξις καὶ στέρησις καὶ ὡς κατάφασις καὶ ἀπόφασις καὶ ὡς τὰ ἐναντία καὶ τὰ πρός τι), ἐπεὶ τὰ πολλὰ στέρησις ἑνὸς εἶναι δοκεῖ, ἔστι δὲ καὶ ἀποφάσει πως ἡ στέρησις ἐοικυῖα, διαφορὰν ἔχουσα ἣν ἐρεῖ, δείκνυσι κατὰ τί τῆς αὐτῆς ἐστι περί τε τοῦ ἑνὸς καὶ τῶν πολλῶν θεωρεῖν· τῆς γὰρ αὐτῆς ἐστι τό τε στέρησίν τινος εἰδέναι καὶ τὸ οὗ στέρησις, καὶ τὴν ἀπόφασίν τε καὶ τὸ οὗ ἀπόφασις· διὰ γὰρ τούτων ἀμφοτέρων, καὶ διὰ τῆς ἀποφάσεως καὶ διὰ τῆς στερήσεως, ἐκείνου γίγνεσθαι τὴν θεωρίαν οὗ ἐστιν ἡ ἀπόφασις ἢ ἡ στέρησις. διὰ τοῦτο τῆς αὐτῆς φύσεως ἐστιν ἡ ἀμφοτέρων γνῶσις· οὔτε γὰρ τὴν στέρησίν τινος οἷόν τε εἰδέναι ἀγνοοῦντα τὸ οὗ ἡ στέρησις, οὔτε τὴν ἀπόφασιν· ἄρνησις γάρ τις καὶ ἀναίρεσις καὶ ἀπουσία ἀμφότερα ἐκείνου· ἧς γὰρ τὸ τόδε τι θεωρῆσαι, ταύτης καὶ τὴν ἀπουσίαν τὴν ἐκείνου. εἰπὼν δὲ κοινῶς ἀπόφασιν καὶ στέρησιν μιᾶς εἶναι θεωρῆσαι, καὶ δι’ ἃ προσθείς, τῷ ἑνὶ καὶ τοῖς πολλοῖς προσάγει τὸν λόγον περὶ ὧν αὐτῷ πρόκειται λέγειν· ἀμφοτέρως γάρ φησι τοῦ τὸ ἓν θεωροῦντος, τοῦ αὐτοῦ καὶ τὰ πολλὰ θεωρῆσαι, ἄντε τὰ πολλὰ ὡς ἀπόφασίν τις λέγοι τῷ ἑνὶ ἀντικεῖσθαι σημαινόμενα ὑπὸ τοῦ οὐχὶ ἕν, ἄντε ὡς στέρησιν· καὶ γὰρ ὲν τῷ οὐχ ἑνὶ περιέχεται τὸ ὅν, οὗ ἡ ἀπόφασις, καὶ ἡ | τινὸς δὲ στέρησις ἔχει ἐν αὑτῇ περιεχόμενον καὶ τὸ 201) [*](1 Ἐπεὶ—ταῦτα (16) om. F 2 ἀντίκειται πλῆθος Metaph. 3 πᾶσα] πάλιν L τεθεωρήσθω A1L: τεθεώρηται A2S 5 καὶ τὸ LF: τὸ καὶ Α 21 ἑνὸς LF: om. A 26 ἢ LFS: καὶ A 27 φύσεως A1LFS: ἐπιστήμης A2)

253
γὰρ ἁπλῶς, φησί, λέγομεν ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἤ τινι γένει. καὶ τί τούτων ἑκάτερον σημαίνει δεικνὺς ἐπιφέρει· ἡ μὲν γὰρ ἁπλῶς λέγουσα ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἀπόφασίς ἐστιν· ἡ γὰρ ἁπλῶς τῷ ἑνὶ τὴν διαφορὰν ἔχουσα προσκειμένην τὴν ἀναιρετικὴν ἀπόφασίς ἐστιν αὐτοῦ κατὰ πάντων ἁπλῶς λεγομένη τε καὶ ἀληθευομένη ἄνευ τοῦ ᾧ πρόσκειται τὸ ἀποφατικόν· τὸ γὰρ οὐχ ἓν κατὰ πάντων ἀληθὲς χωρὶς τοῦ ἑνὸς τοῦ ἐν τῇ ἀποφάσει, ᾧ πρόσκειται τὸ ἀποφατικόν· ὁμοίως καὶ τὸ οὐκ ἄνθρωπος χωρὶς τοῦ ἀνθρώπου, ᾧ πρόσκειται ἡ ἀπόφασις, κατὰ πάντων τῶν ἄλλων ἀληθεύεται. βραχέως δὲ καὶ ἐλλιπῶς εἶπε· διὸ καὶ ἀσαφῶς τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει. ἐπεὶ γὰρ παρὰ τὸ ἐν τῇ ἀποφάσει ἀληθεύεται κατὰ πάντων παρὰ μόνον γὰρ ἐκεῖνο ᾧ ἡ διαφορὰ ἡ ἀποφατικὴ ἐν τῇ ἀποφάσει πρόσκειται), κατὰ πάντων τῶν ἄλλων ἀληθεύεται ἡ ἀπόφασις· καὶ τὴν αἰτίαν τοὐ κατά πάντων αὐτὴν τῶν ἄλλων ἀληθεύεσθαι παρὰ τὸ οὗ ἐστιν ἀπόφασις προσέθηκεν εἰπὼν ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστίν. ἢ τὸ ἔνθα μὲν οὗν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει ἴσον ἐστὶ τῷ ἔνθα μὲν ἡ διαφορά, τουτέστιν ἡ ἀπόφασις, τῷ ἑνί, ὅπερ ἐστὶ τὸ ἀποφασκόμενον, πρόσκειται, τὰ ἄλλα πάντα δηλοῦται παρὰ τὸ ἀποφασκόμενον εἶπεν], ἐπεὶ διαφορὰν δηλοῖ τοῦ ἀποφασκομένου πρὸς τὰ ἄλλα πάντα τούτῳ προσκείμενον τῷ ἀποφασκομένῳ. ἐπὶ δὲ τῆς στερήσεως οὐκέτι ἀποφάσεως οὔσης οὐδὲ ἀποφατικῶς λεγομένης οὐχ ἁπλῶς ἀληθὲς τὸ ἀναιρετικὸν καὶ στερητικὸν μετὰ τοῦ ᾧ πρόσκειται κατὰ πάντων χωρὶς τοῦ ᾧ πρόσκειται, ἀλλὰ καὶ ὑποκείμενόν τι γένος ἐστί, καθ’ οὗ ἀληθεύεται μόνου· τοῦτο δέ ἐστι τὸ δεκτικὸν τοῦ ἀποφασκομένου τε καὶ ἀναιρουμένου. ἡ γὰρ στέρησις οὐχ ἁπλῶς ἀπουσία τινός ἐστιν, ὡς ἡ ἀπόφασις, ἀλλ’ ἀπουσία τοῦ πεφυκότος ὑπάρχειν ὅτε πέφυκε. δείξας δὲ τίνι ἀπόφασις καὶ στέρησις διαφέρουσιν, ἐπάνεισιν ἐπὶ τοῦτο οὗ χάριν πάντων τούτων ἐμνημόνευσε, καί φησι τῷ δ’ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις, ὧν ἕκαστον ἦν ὑπὸ τὸ ἕν ἔστι δὲ ταῦτα τό τε ἕτερον καὶ τὸ ἀνόμοιον καὶ τὸ ἄνισον δηλονότι καὶ τὰ ἄλλα τὰ ἀντικείμενα πάντα τοῖς ὑπὸ τὸ ἓν τεταγμένοις, περὶ ὧν προείρηκε), τοῦ αὐτοῦ γιγνώσκειν ἐστίν, οὐ μόνον ἐκεῖνα, ἃ ἦν τὸ ταὐτὸν· καὶ τὸ ὅμοιον καὶ τὸ ἴσον· ταῦτα γὰρ ἦν ὑπὸ τὸ ἕν. ὃ δ’ ἑξῆς εἴρηκε τὸ καὶ ὅσα ἄλλα | λέγεται ἢ κατὰ [*](210) ταῦτα ἢ κατὰ τὸ πλῆθός τε καὶ τὸ ἕν, τῆς εἰρημένης γνωρίζειν ἐπίστη μὴς, τοιοῦτόν ἐστιν. καὶ ὅσα ἄλλα ἀντίκειται καὶ ὑποτέτακται καὶ ἀνάγεται ἤτοι ὑπὸ τὸ ταὐτὸν δηλονότι καὶ τὸ ἀντικείμενον αὐτῶ θάτε- [*](1. 2 ἡ ἀπλῶς λεγομένη ὅτι οὐχ ὑπάρχει ἐκείνω Metaph. vulg. 2 ἐκεῖνο A1LFS: ἐκείνῳ A2 3 σημαίνει A2LFS: σημεῖον A1 4 ἐκεῖνο A1LFS: ἐκείνῳ A2 19. 20 δηλοῦται — ἀποφασκομένου LF A 20 εἶπεν delevi 20.21 πρὸς τὰ— προσκείμενον LF: τοῦτο προσκείμενον A 23 μετὰ τοῦ ᾧ A2S: μεθ᾿ οὗ ὡς A1LF 28 πάντων] πάλιν L 30 ἦν ὑπὸ τὸ έν Α2: ἓν ἦν LFS: ἦν A1 31 τὸ ἀνόμοιον Brandis Bonitz: om. ALF 33 τὸ LFS: τὸ ἄνισον Α 35 κατὰ πλῆθος Metaph. vulg. τε καὶ] καὶ p. 254,8 et Metaph.)
254
ρον ὡς γενικώτερα ἀντικείμενα, ἢ ὑπὸ τὸ ἴσον τε καὶ ἄνισον ἢ ὑπὸ τὸ ὅμοιόν τε καὶ ἀνόμοιον, ἢ ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, ἅ ἐστι γενικώτατα, τοῦ φιλοσόφου γνωρίζειν. τοῦτο δὲ εἴρηκεν ὑπὲρ τοὐ δεῖξαι ὅτι περὶ πάντων τῶν ἀντικειμένων ὁ φιλόσοφος διαλαμβάνει, οὐ περὶ ἐνίων. ἐπεὶ γὰρ ἔνια τῶν ἀντικειμένων αὐτόθεν ἀνάγειν καὶ ὑπάγειν τῷ τε ἑνὶ καὶ τῷ πλήθει οὐχ οἷόν τε, τῷ μέντοι ταὐτῷ καὶ ἑτέρῳ ἡ τῷ ὁμοίῳ καὶ ἀνομοίῳ ἢ τῷ ἴσῳ καὶ ἀνίσῳ ὑπάγεται, διὰ τοῦτο εἶπε καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ τὸ πλῆθος καὶ τὸ ἕν. λευκὸν γὰρ καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν ὑπὸ μὲν τὸ ἓν καὶ πλῆθος πῶς ἄν αὐτόθεν ὑπάγοιτο; ὑπὸ μέντοι <τὸ>ταὐτὸν καὶ θάτερον ὑπαχθήσεται· τὰ μὲν συγκριτικὰ αὐτῶν, ἁ ἐστι τό τε λευκὸν καὶ τὸ γλυκύ, ὑπὸ τὸ ταὐτόν, τὰ δὲ ἀντικείμενα τούτοις ὄντα διακριτικὰ τῆς θατέρου φύσεως. δείκνυσι δὲ ὅτι τὸ ταὐτόν τε καὶ θάτερον πάλιν ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά, ὥστε κἀκεῖνα διὰ τῆς ἐπὶ τὸ ταὐτόν τε καὶ θάτερον ἀναγωγῆς ἀνάγεται ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά.

[*](p. 1004a20)

Ὧν ἐστι καὶ ἡ ἐναντιότης.

Τῶν ἀναγομένων ὑπὸ τὴν ἑτερότητα καὶ τὸ πλῆθος καὶ τὴν ἐναντιότητά φησιν εἶναι, καὶ πῶς, ἔδειξεν εἰπὼν διαφορὰ γάρ τις ἡ ἐναντιότης, ἡ δὲ διαφορὰ ἑτερότης. ἑτερότης δὲ οὖσα τῷ πλήθει ἂν ὑπάγοιτο, ὥστε καὶ ἡ ἐναντιότης κατὰ τὴν ἐπὶ τὴν ἑτερότητα ἀναφορὰν ὑπάγοιτο ἂν τῷ πλήθει, ἀλλ’ οὐκ αὐτόθεν. ὥστε καὶ κατὰ τοῦτο, οὗ τὸ περὶ ταὐτοῦ θεωρεῖν, τούτου καὶ περὶ τῶν ἐναντίων, εἴ γε τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα· οὗ γὰρ περὶ τῆς ἐναντιώσεως, τούτου καὶ περὶ τῶν ἐναντίων. προσέθηκε δὲ τὴν ἐναντιότητα βουλόμενος προηγουμένως δεῖξαι ὅτι καὶ τὸ περὶ ἐναντιότητος καὶ ἐναντίων εἰπεῖν τοῦ σοφοῦ· ἦν γὰρ δεδειγμένον ὅτι περὶ στερήσεως καὶ ἀποφάσεως τοῦ αὐτοῦ, ἐπεὶ οὕτως ἐδόκει τὰ πολλὰ τῷ ἑνὶ ἀντικεῖσθαι. τὴν δὲ ἐναντιότητα εἶπεν ὑπὸ τὴν ἑτερότητα τετάχθαι, οὐ τὰ ἐναντία, ἐπεὶ οὕτως ἂν ἦν καὶ τὸ ταὐτὸν ὑπὸ τὴν ἑτερότητα τασσόμενον, εἴ γε τὰ μὲν ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἐναντίον δὲ τὸ ταὐτὸν τῷ ἑτέρῳ. ὁμοίως καὶ τὸ ἄνισον τῷ ἴσῳ ἐναντίον· ὥστε καὶ τὸ ἴσον ἂν ἦν ἑτερότης. ἀλλ’ οὐ τὰ ἐναντία τῇ ἑτερότητι ὑπάγεται. εἰ δὲ μὴ ταῦτα ἐναντία, ἀλλ’ ἐπὶ τῶν ὁμολογουμένως ἐναντίων ἦν ἄν ἀμφότερα ὡς ἑκάτερον ἰδίᾳ λαμβανόμενον ὑπὸ τὴν ἑτερότητα. οὐ δὴ τὰ ἐναντία ἀλλ’ ἡ ἐναντιότης. ἡ δὲ ἐναντιότης ἐν ἀμφοτέροις ἅμα λαμβανομένοις τοῖς ἐναντίοις | ἔσται, ἀλλ’ οὐκ ἐν ἑκατέρῳ, αὐτῶν· ὥστε τὸ [*](211) μὲν ταὐτὸν καὶ θάτερον ἢ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὴν ἑτερότητα [*](1 γενικώτερα ἀντικείμενα L: γενικώτερον ἀντικείμενον Α 2 ἅ ἐστι γενικώτατα LFS: ὅ ἐστι γενικώτατον Α 7 εἶπε καὶ S Bonitz: εἶπεν ἢ AL ἡ ταῦτα A2: ταὐτὰ A1LS 10 τὸ addidi 11 τὸ ταὐτόν Brandis Bonitz: τὸ om. libii 13 τὸ ταὐτόν LF: τὸ om. A 16 Ὧν—λευκόν (p. 255,2) 0111. F 31 ἑτερότης L: ἡ ἑτερότης Α 32 ἀλλ’ ἐπὶ—ἐναντία (34) L: om. AS 33 ὡς] οὐχ ὡς Bonitz 36 καὶ τὸ L: ἡ τὸ A)

255
ἄμφω λαμβανόμενα ὡς ἐναντία, οὐκέτι μέντοι τὸ ταὐτὸν καθ᾿ αὑτὸ ἢ τὸ λευκόν.

[*](p. 1004a22)

Ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, καὶ ταῦτα πολλαχῶς μὲν λεχθήσεται.

Τὰ εἴδη, φησί, τοῦ ἑνός, τουτέστι τὰ ὑπὸ τὸ ἕν ἦν δὲ ταῦτα τὸ ταὐτὸν καὶ τὸ ὅμοιον, τὸ ἴσον καὶ ὅσα τοιαῦτα), πολλαχῶς ῥηθήσεται, ὥσπερ καὶ τὸ ἓν ᾧ ὑποτέτακται. ἓν γὰρ καὶ τούτων ἕκαστον (καὶ ἕν τι γένος ἕξει), τὸ δὲ ἓν τοσαυταχῶς ὁσαχῶς καὶ τὸ ὄν· καὶ τούτων δὴ ἕκαστόν φησι πολλαχῶς λέγεσθαι, ὡς καὶ τὸ ἕν. οὐ μὴν ἐπεὶ πολλαχῶς λέγεται, καὶ τὸ μὲν κυρίως ταὐτὸν ἐν οὐσίᾳ καὶ τὸ κυρίως ὅμοιον καὶ τὸ κυρίως ἴσον, ἔστι δὲ ἕκαστον αὐτῶν καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, ἤδη καὶ ἑτέρας ἔσται ἐπιστήμης τὸ καθ’ ἕκαστον αὐτῶν γένος τοῦ ὄντος θεωρεῖν, ἀλλὰ μιᾶς· οὐ γὰρ πάντα τὰ πολλαχῶς λεγόμενα ὑπὸ ἑτέρας καὶ διαφόρους ἐπιστήμας τέτακται, ἀλλὰ ταῦτα μόνα τῶν πολλαχῶς λεγομένων, ὅσων μήτε ἀφ’ ἑνός τινος ἠρτημένοι εἰσὶν οἱ λόγοι μήτε ἐπί τι ἓν ἀναφέρονται, ἀφ’ ἑνὸς μέν, ὡς ἐπὶ τῶν ἰατρικῶν ἐδείχθη ἀπὸ γὰρ τῆς τοῦ ἰατρικοῦ χρήσεως τὰ ἰατρικά), πρὸς ἓν δὲ τὰ ὑγιεινά· ἐπὶ γὰρ τὸν τῆς ὑγιείας λόγον πάντων τῶν ὑγιεινῶν ἡ ἀναφορά, διὸ καὶ ἔστι μιᾶς ἐπιστήμης ἡ γνῶσις αὐτῶν. δύναταί τις ἀκούειν τοῦ ἀλλ’ εἰ μήτε καθ’ ἓν ὡς εἰρημένου, ἀλλ’ εἰ μήτε ὑφ’ ἓν γένος καὶ μίαν φύσιν μήτε πρὸς ἕν, ἀλλ’ ὡς τὰ ὁμώνυμα, καὶ τὰ γένη κοινότερον λέγων πολλαχῶς λέγεσθαι, ὡς καὶ ἐν Κατηγορίαις περὶ ποιότητος λέγων εἶπεν “ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων”. ὡς δὲ ἐπὶ τούτων μιᾶς ἐπιστήμης, οὕτω καὶ ἐπὶ τῶν προκειμένων, περὶ ὧν ὁ λόγος, ταὐτοῦ ὁμοίου ἴσου, μιᾶς ἐπιστήμης θεωρεῖν· πάντα γὰρ ταῦτα πὼς ἕν τι τὴν ἀναφορὰν ἔχει, τὸ γὰρ πρῶτον καὶ κυρίως τοιοῦτον τῶν καθ’ ὧν κατηγορεῖται, οἷον πάντα καθ’ ὧν τὸ ὂν πρὸς τὸ πρῶτον τῶν ὄντων, τοῦτο δέ ἐστιν ἡ οὐσία· καὶ πάντα καθ’ ὧν τὸ ἓν πρὸς τὸ πρῶτον ἓν καὶ κυρίως ἕν, ὅ ἐστιν ἡ οὐσία. ὁμοίως καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου· καὶ γὰρ καθ’ ὧν ταῦτα, καὶ τούτοις ἡ ἀναφορὰ ἐπὶ τὴν οὐσίαν· ἐν ἐκείνῃ γὰρ κυρίως τὸ ταὐτὸν καὶ τὸ ἕτερον. εἰπὼν δὲ περὶ ταὐτοῦ καὶ ἑτέρου προσέθηκε τὸ καὶ τῶν ἐναντίων, ἴσον λέγων τῷ καὶ τῶν ἄλλων ἐναντίων, παραιτούμενος ἐξαρίθμησιν πάντων τῶν ἐναντίων ποιεῖσθαι τῶν ὑπὸ τὸ ἕν· ταῦτα δὲ ἦν ὅμοιον ἀνόμοιον, ἴσον ἄνισον, τἆλλα ὅσα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. ὥστε ἐπεὶ καὶ ταῦτα τῷ ὄντι ὁμοίως τῶν πλεοναχῶς λεγομένων, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ὅν, χρὴ διαιρουμένους καὶ λαμβάνοντας καθ’ ἕκαστον αὐτῶν τὸ κυρίως τοιοῦτον τἆλλα δεικνύναι κατὰ τί ἀπ’ ἐκείνου | καὶ ταῦτα [*](212) [*](5 post ταῦτα add. τὸ ἓν τὸ πλῆθος LF 6 καὶ ὅσα FS: τὰ ὅσα AL 7 καὶ γὰρ] οὐ γὰρ LF 17 ἰατροῦ LF δὲ ὡς τὰ e 8 coni. Bonitz 18 ἐστι] ἐπὶ LF 19 δύναται δέ τις Α2 22 ἐν Κατηγορίαις] 8 p. 8 b 26 25 τὸ θεωρεῖν coni. Bonitz 32 τῷ M: τὸ AL 33 πάντων] πάλιν L 36 λαμβάνοντας ἐκάστην αὐτῶν κυρίως L δεικνύντας L)

256
οὕτω λέγεται, οἷον καθ’ ὅσων τὸ ταὐτὸν κατηγορεῖται λαβόντας πρὸς τὸ κυρίως ταὐτόν, τουτέστι τὸ ἐν οὐσίᾳ, τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι, δεικνύντας τῷ τί ἐκείνου εἶναι καὶ τούτων ἕκαστον ταὐτὸν λέγεται· πάλιν τὸ ἕτερον, εἶτα τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὰ ἄλλα οὕτως. τὸ δὲ ουτως ἀποδοτέον πρὸς τί) πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται εἶπεν ἀντὶ τοῦ πῶς ἕκαστον τῶν καθ’ ἑκάστην κατηγορίαν οὕτως λεγομένων προσκατηγορούμενον πρὸς τὸ πρῶτον καὶ κυρίως τοιοῦτον λεγόμενον ἔχει, ὅ ἐστι τὸ ἐν τῇ οὐσίᾳ, καὶ πῶς ἀπ’ ἐκείνου λέγεται, τὸ ἓν πρὸς τὸ πρῶτον καὶ κυρίως ἕν, τὸ ταὐτὸν πρὸς τὸ πρῶτον καὶ κυρίως ταὐτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον καθ’ ὧν ἡ ταὐτοῦ κατηγορία καὶ καθ’ ὧν τὸ ταὐτὸν κατηγορεῖται, διελομένους καὶ λαβόντας τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις, πῶς τὰ ἄλλα πρὸς τὸ π·ρῶτον τῶν ὑπὸ ταὐτό, τουτέστι τὸ ἐν τῇ οὐσίᾳ, ἀναφέρεται, καὶ δι’ ἐκεῖνο καὶ αὐτὰ τῆς αὐτῆς τυγχάνει κατηγορίας. ὁμοίως καὶ ἐπὶ ὁμοίου, ἴσου, τῶν ἄλλων. ὡς γὰρ περὶ τοῦ ὄντος λέγοντες, λαβόντες τὸ κυρίως εἶναι τὴν οὐσίαν, ἓν ἕκαστον τῶν ἄλλων ὧν τὸ ὂν κατηγορεῖται δείκνυμεν ὂν ἢ τῷ πάθος εἶναι τῆς οὐσίας ἢ τῷ γένεσιν ἢ τῷ ἐνέργειαν ἢ τῷ ἄλλο τι, οὕτω φησὶ δεῖν καὶ ἐπὶ τούτων ποιεῖν.

[*](p. 1004a30)

Τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνα, τὰ δὲ τῷ ποιεῖν, τὰ δὲ κατ’ ἄλλους λέγεται τοιούτους τρόπους.

εὑρόντας φησὶ τὸ κυρίως καθ’ ἕκαστον τούτων λεγόμενον † μεταλαβεῖν ἐν πόσοις ἐστὶ καὶ ἄλλοις τοῦτο πρὸς τὸ κυρίως λεγόμενον, οὕτως φησὶ χρῆναι δεῖν τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι τῶν καθ’ ὧν καὶ αὐτῶν λέγεται. καὶ προσυπογράφει γε ἡμῖν καὶ τὸν τρόπον τῆς εὑρέσεως τῆς κατὰ τὴν διαίρεσιν αὐτῶν· τῶν γὰρ ἄλλων ἕκαστον τὸ μὲν τῷ ἔχειν τὸ κυρίως λεγόμενον ἢ ὂν ἢ ἓν ἢ ταὐτὸν ἢ τῶν ἄλλων τι καὶ αὐτὸ οὕτως λέγεται. δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι· τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος τε καὶ ἑνός, τουτέστι τῆς οὐσίας, καὶ εἶναι ἐν αὐτῇ λέγεται ὄντα τε καὶ ἓν ἕκαστον τῶν συμβεβηκότων αὐτῇ, ὡς τὸ ποσόν τε καὶ ποιὸν καὶ ὅσα ὁμοίως τούτοις ἐν τῇ οὐσίᾳ. ἐστίν. οὕτω δὲ καὶ τὸ ταὐτὸν καὶ θάτερον καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἕξει, ἐπειδὰν αὐτῶν κατηγορῆται, τό τε ἴσον καὶ τὸ ἄνισον καὶ τὰ ἄλλα· ταὐτὸν μὲν γὰρ | κυρίως ἐπὶ τῶν οὐσιῶν, ὡσαύτως δὲ καὶ ὅμοιον τὸ κατὰ τὸ ἐν οὐσίᾳ [*](1 λαμβάνοντας L 3 δεικνύντας LFS: om. Α 7 προσκατηγορούμενον] “corruptum videtur" Bonitz 8 ἔχει A2LF: ὃ ἔχει Α1 11 τὸ ταὐτὸν LF Ascl: τὸ om. A 13 τουτέστι τῶν ἐν L 13. 14 καὶ αὐτὰ S Ascl.: κατ’ αὐτὰ A: καὶ αὐτὸ L 15 ὡς — ἄλλων (16) LS Ascl.: om. Α 16 ἐδείκνυμεν Ascl. 20 λεχθήσεται Metaph. 21 μεταλαβεῖν—δεῖν (23) verba corrupta: cum, inquit, invenerimus quod proprie in singulis dicitur, hoc etiam in aliis accipere licebit ad id quod proprie dicitur relatum et ad hunc modum oportere ait S μεταλαβεῖν] μετὰ τοι λαβεῖν εἰ.. Bonitz 28 καὶ εἶναι LS Ascl.: καὶ om. Α 29 αὐτῇ (post ἐν) LS Ascl.: αὐτῷ Α 30 ποιὸν καὶ LS Ascl.: καὶ om. Α δὲ L: om. Α: γὰρ Ascl.)

257
εἶδος, ῥηθήσεται δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ὅσα ἔχει τὴν πρὸς ἐκεῖνο ὁμοιότητα. τὰ μὲν οὖν τῷ ἔχεσθαι ὑπ’ ἐκείνου οὕτως ῥηθήσεται, τὰ δὲ τῷ ἐνέργειαί τινες εἶναι αὐτοῦ· τῶν γὰρ τῆς οὐσίας ἐνεργειῶν ἑκάστη ὄν τε καὶ ἕν, ὅτι ἔστιν αὐτὰς ἡ οὐσία ποιοῦσα. ὁμοίως πάλιν ἄλλα ὄντα λέγεται τῷ πάθη τῆς οὐσίας εἶναι, καὶ ἄλλα τῷ σχέσεις. ὡς δὲ τὸ ὂν ἀναδέχεται ἕκαστον αὐτῶν, οὕτως καὶ τὸ ἓν καὶ τῶν ὑπὸ τὸ ἓν ἕκαστον. δείξας δὲ πῶς ἀφ’ ἑνός ἐστι καὶ πρὸς ἓν ταῦτα λεγόμενα, ἐπιφέρει τὸ τῆς αὐτῆς εἶναι περί τε τούτων ἃ ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει καὶ περὶ τῆς οὐσίας ἔχειν ἐπιστήμην. ἦν δὲ περὶ τῆς οὐσίας ἡ πραγματεία τῷ φιλοσόφῳ, καὶ περὶ τούτων ἄρα τοὐ φιλοσόφου διαλαμβάνειν. εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τοῦ φιλοσόφου τὸ περὶ πάντων τῶν ὄντων γνῶσιν ἔχειν, ἐπισημαίνεται ὅτι διὰ τῶν δεδειγμένων λύεται τῶν ἀποριῶν μία τῶν ἀπορηθεισῶν ἐν τῷ δευτέρῳ, περὶ ἧς ἠπόρει, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν τὸ θεωρῆσαι περί τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, καὶ τῶν οἷς εἶπε χρῆσθαι τὴν διαλεκτικὴν κατὰ τὸ ἔνδοξον, ἃ ἦν ἐναντία, ταὐτὸν ἕτερον καὶ τὰ ἄλλα ἃ φθάνομεν εἰρηκότες.

[*](p. 1004b1)

Εἰ γὰρ μὴ τοῦ φιλοσόφου, τίς ἐστιν ὁ ἐπισκεψόμενος εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος.

Ὅτι τοῦ φιλοσόφου ἥ τε περὶ τῆς οὐσίας θεωρία καὶ περὶ τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ὁμοίως δὲ καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὅσα καθόλου περὶ ἐναντίων ζητεῖται, δείκνυσι καὶ ἐκ τοῦ μηδεμιᾶς ἄλλης ἐπιστήμης οἰκεῖον εἶναι τὸν περὶ τούτων λόγον· οὐδὲ γὰρ. γεωμέτρου οὔτε μουσικοῦ οὔτ’ ἄλλου τινὸς ἐπιστήμην ἔχοντός τινα ἄλλην παρὰ τὴν τοῦ ὄντος ᾗ ὅν, τὸ διαλαβεῖν καὶ ἰδεῖν πότερον ταὐτόν ἐστιν ἡ οὐσία ἁπλῶς λαμβανομένη καὶ μετά τινος συμβεβηκότος ἢ ἕτερον, οἷον ὁ Σωκράτης αὐτός τε καθ’ αὑτὸν ληφθεὶς καὶ μετά τινος τῶν συμβεβηκότων, οἷον τοῦ καθῆσθαι· οὐ γὰρ ἁπλῶς ταὐτόν, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, κατὰ δὲ τὸν λόγον οὐ ταὐτόν. ἀλλ’ οὐδὲ τὸ εἰδέναι ὅτι ἓν ἑνί ἐστιν ἐναντίον ἄλλης ἐπιστήμης ἐστὶν ἴδιον. ἀλλ’ οὐδὲ τί ποτέ ἐστι τὸ ἐναντίον, καὶ πότερον ἐν ποιότητι μόνῃ ἢ καὶ ἐν οὐσίᾳ ἐστὶν ἡ ἐναντιότης καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν· ἀλλ’ οὐδὲ τίνες τοῦ ἐναντίου διαφοραί, ὅτι φέρε εἰπεῖν τὰ μὲν ἄμεσα αὐτῶν τὰ δὲ ἔμμεσα, καὶ ὅτι τὸ μεταξὺ μίξει τῶν ἄκρων, καὶ ὅτι τῶν μεταξὺ τὰ μὲν ὠνόμασται τὰ δὲ τῇ τῶν ἄκρων ἀποφάσει δηλοῦται, καὶ τίνι διαφέρει τῶν ἄλλων | ἀντικειμένων τὰ ἐναντία. ὁμοίως δὲ οὐδὲ τὰ ἀντικείμενα [*](214) ποσαχῶς λέγεται τὸ διελέσθαι ἄλλου τινός ἐστι παρὰ τὸν φιλόσοφον. δείξας [*](2 τὰ μὲν LS Ascl.: τὸ μὲν Α 8 περί τε A2LS Ascl.: παρά τε A1 ἀπὸ L Ascl.: ὑπὸ A ἔχει LA2 Ascl.: ἔχειν Ἄι 9 τῆς οὐσίας (ante ἡ) Bonitz: τῆς om. Α: τὴν οὐσίαν L Ascl. 11 τῶν L Ascl.: om. Α 12 ἐπισημαίνεται L Ascl.: ἐπεὶ σημαίνεται A 16 ἃ] ὡς L 17 τίς ἔσται Metaph. vulg. 21 καὶ LF: om. Α 22 τούτων LF: τούτου Α 24 ὄν, ἔστι λαβεῖν Α2 31 αὐτῶν LF: om Α 34 οὐδὲ τὰ F: οὐδὲ τὸ τὰ AL 35 τὸ del. A2)

258
δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ περὶ τούτων τε καὶ τῶν τοιούτων θεωρεῖν, ἑξῆς ἐπήνεγκε λέγων ἐπεὶ οὖν τοῦ ἑνὸς ἡ ἓν καὶ τοῦ ὄντος ᾗ ὂν ταῦτα καθ’ αὑτά ἐστι πάθη, ἀλλ’ οὐχ ἡ ἀριθμὸς ἢ γραμμαὶ πῦρ, δῆλον ὡς ἐκείνης τῆς ἐπιστήμης καὶ τί ἐστι γνωρίσαι καὶ τὰ συμβεβηκότα αὐτοῖς, δεικνὺς διὰ τούτων ὅτι οὐκ ἄλλης μὲν ἡ περὶ τοῦ ἑνός τε καὶ ὄντος καὶ τῶν ὑπ’ αὐτὰ θεωρία, τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἄλλης δὲ περὶ τῶν τούτοις καθ’ αὑτὰ ὑπαρχόντων ἀποδεικνύναι περὶ ὧν προειρήκαμεν· τῆς γὰρ αὐτῆς ὥσπερ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν τό τε ὑποκείμενον γνωρίζειν καὶ τίνα ἐστὶν αὐτῷ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνύναι. οὕτω καὶ ἐπὶ τῆς τοῦ ὄντος. κεῖται γὰρ ὅτι τοῦ φιλοσόφου ἐστὶν ἡ περὶ τοῦ ὄντος ᾗ ὂν γνῶσις καὶ τῶν τούτῳ ὑπαρχόντων καθ’ αὑτό, ἐδείχθη δὲ καὶ τὸ ἓν ταὐτὸν ὂν τῷ ὄντι· καὶ ἡ περὶ τοῦ ἑνὸς οὖν θεωρία καὶ τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων ὁμοίως τοῦ φιλοσόφου ὡς καὶ ἡ περὶ τοῦ ὄντος. τὰ δὲ προειρημένα ὅτι καθ᾿ αὑτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη, ἔδειξε διὰ τοῦ εἰπεῖν ἀλλ’ οὐχ ᾗ ἀριθμὸς ἡ γραμμαὶ ἢ πῦρ· εἰ γάρ τινι τούτων καθ’ αὑτὸ ὑπῆρχέ τι τούτων, κατὰ συμβεβηκός τε ἂν ἦν τῷ ὄντι ὑπάρχον, καὶ οὑκ ἄν ἄλλῳ τινὶ ὑπῆρχεν οὐδὲ κοινῶς· διὸ οὐκέτ’ ἂν τοῦ φιλοσόφου οἰκεία ἡ περὶ αὐτῶν ἦν θεωρία, ἀλλ’ εἰ μὲν τοῖς ἀριθμοῖς ὑπῆρχε, τῆς ἀριθμητικῆς, εἰ δὲ γραμμαῖς, γεωμετρίας, εἰ δὲ πυρί, τῆς φυσικῆς. ἐπεὶ δὲ μηδενὶ ἀφωρισμένως τῶν ὄντων, τῷ ὄντι ἂν ᾗ ὂν ὑπάρχοι καθ’ αὑτό, ὥστε τῆς περὶ τὸ ὂν πραγματευομένης ἐπιστήμης καὶ ἡ τούτων γνῶσις οἰκεία καὶ τῶν τούτοις συμβεβηκότων, ὡς τοῖς ἐναντίοις τὸ ἔμμεσον τὸ ἄμεσον. ἔστι δὲ αὕτη ἡ καθόλου τε καὶ κοινὴ φιλοσοφία.

[*](p. 1004b8)

Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐ|τῶν σκοπούμενοι. Λέγει δὲ περὶ τῶν σοφιστῶν, οἳ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα περὶ τῆς οὐσίας, περὶ ἧς οἰκειότατος καὶ προηγούμενος ὁ λόγος τῷ φιλοσόφῳ, οὐδένα ποιοῦνται λόγον, περὶ δὲ ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν πλεοναχῶς λεγομένων καὶ τῶν συμβεβηκότων καὶ τῶν τοιούτων ἡ πᾶσα αὐτοῖς πραγματεία, οἷς πρὸς τὰ σοφίσματα καὶ τοὺς ἀγῶνας χρῶνται παρακρουόμενοι τοὺς προσδιαλεγομένους. αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὃν φιλοσόφῳ οἰκεῖον οἰκεῖος γὰρ καὶ ὁ περὶ τούτων λόγος τοῖς φιλοσόφοις, οὓς ὑποδύονται), ἀλλ’ ὅτι περὶ μόνων τούτων καὶ προηγουμένως ὁ λόγος αὐτοῖς γίγνεται, περὶ δὲ τῆς οὐσίας, ἥτις ἐστὶ πρώτη, παρ’ ἧς κἀκείνοις τὸ εἶναι, δι’ ἣν ὁ φιλόσο.φος καὶ περὶ ἐκείνων λέγει τῷ ταύτης τι αὐτὰ εἶναι, οὐδένα λόγον ποιοῦνται | οὐδὲ ἴσασί τι περὶ αὐτῆς. διὸ οὐδὲ φιλόσοφοι ἔτι, σοφισταὶ δέ· καὶ γὰρ οὐδὲ οἷόν τε μηδὲν ἐπαΐοντας περὶ τῆς οὐσίας περὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων ἐπιστημονικῶς τε καὶ πρὸς ἀλήθειαν λέγειν· διὸ οὕτως λέγουσιν.

[*](3 ἀριθμοὶ Metaph. vulg. 5 αὐτῆς Α1 16 ὑπῆρχε ὑπάρχει Α1 18 ἦν LF: om. A 26 φιλοσοφίας LF 31 δὲ Α Ascl.: δὴ L: δι᾿ F 36 αὐτῆς LFS: αὐτῶν Α)
259
[*](p. 1004b10)

Ἑπεὶ ὥσπερ ἐστὶ καὶ ἀριθμοῦ ᾗ ἀριθμὸς ἴδια πάθη.

Ἔτι τὸ αὐτὸ ἐπεξεργάζεται, δεικνὺς ὅτι τῷ φιλοσόφῳ τὸ περὶ τῶν προειρημένων λέγειν οἰκεῖον· οἰκεῖα γὰρ πάθη καὶ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ταῦτα ᾗ ὄν, ἑκάστῃ δὲ ἐπιστήμῃ ἴδιον τὸ τὰ οἰκεῖα καὶ καθ’ αὑτὰ ὑπάρχοντα τό ὑποκειμένῳ γένει, περὶ ὃ ἡ ἐπιστήμη, σκοπεῖν. οὕτως γὰρ ἐπὶ ἀριθμητικῆς μὲν τὸ τὰ ἴδια τῶν ἀριθμῶν πάθη καὶ οἰκεῖα αὐτῶν περὶ ὃ καταγίνεται θεωρεῖν· ταῦτα δέ ἐστι τὸ περιττὸν τὸ ἄρτιον, συμμετρία ἡ ἐν ἀριθμοῖς καὶ ἰσότης, ὑπεροχὴ καὶ ἔλλειψις, ὧν τὰ μὲν καθ’ αὑτοὺς ὑπάρχει τοῖς ἀριθμοῖς, ὡς τὸ περιττὸν καὶ ἄρτιον, τὰ δὲ πρὸς ἀλλήλους, ὡς TO ἕτερον τούτων διαφέρουσι γὰρ οἱ ἄρτιοι ἀριθμοὶ τῶν περιττῶν), ἔτι καὶ τὸ σύμμετρον καὶ τὸ ἴσον, ὑπεροχή τε καὶ ἔλλειψις. ὁμοίως καὶ γεωμετρίας τὸ τὰ ταῖς γραμμαῖς ὑπάρχοντα εἰδέναι καὶ τὰ τοῖς ἐπιπέδοις τε καὶ σχήμασιν· ἔστι γάρ τινα καὶ τούτων οἰκεῖα, καὶ πάλιν ἄλλα τοῖς στερεοῖς, καὶ τούτων ἄλλα μὲν τοῖς ἀκινήτοις, περὶ ἃ ἡ στερεομετρία, ἄλλα δὲ τοῖς κινουμένοις, περὶ ἃ ἡ ἀστρολογικὴ καὶ ἡ φυσική. ἀλλὰ καὶ τῶν κινουμένων ἄλλα μὲν τοῖς βάρος ἔχουσιν, ὡς γῇ ὕδατι, ἄλλα δὲ ·καὶ τοῖς βάρος οὐκ ἔχουσιν, ὥσπερ τοῖς κούφοις, πυρί τε καὶ ἀέρι, ἄλλα δὲ τῷ κυκλοφορικῷ τῷ πέμπτῳ σώματι, ὃ κινεῖται μὲν οὔτε δὲ βάρος οὔτε κουφότητα ἔχει. ὡς οὖν τούτων ἑκάστῳ ἔστι τινὰ οἰκείως ὑπάρχοντα, οὕτως ἔστι τινὰ οἰκεῖα καὶ τοῦ ὄντος ᾗ ὄν, οὐκ ἀφωρισμένου τινὸς γένους τῶν ὑπὸ τὸ ὄν, ἀλλ’ ἐν πᾶσιν ὡρισμένα ὄντα τοῖς οὖσι. περὶ ὧν ὁ θεωρητικὸς φιλόσοφος.

[*](p. 1004b17)

Σημεῖον δέ· οἱ γὰρ διαλεκτικοὶ καὶ οἱ σοφισταί.

Καὶ διὰ τούτου δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἡ περὶ τῶν προειρημένων θεωρία, τοῦ ἴσου ὁμοίου ἀνίσου ἀνομοίου ἑτέρου ἐναντίου τῶν ἄλλων οἷα προείρηται· οἱ γὰρ σοφισταὶ καὶ οἱ διαλεκτικοὶ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα, καὶ περὶ ὧν οἱ φιλόσοφοι πραγματεύονται πειρώμενοι λέγειν, περὶ τούτων τὸν λόγον ποιοῦνται, δῆλον ὡς οἰκείων ὄντων τῷ φιλοσόφῳ. εἰπὼν δὲ τοὺς σοφιστὰς καὶ τοὺς διαλεκτικοὺς περὶ τούτων λέγειν ἃ οἰκεῖά ἐστι τοῖς φιλοσόφοις, τῷ ὑποδύεσθαι τὸ φιλοσοφίας ὄνομα, ἑξῆς πῶς τε ὑποδύονται καὶ κατὰ τί καὶ τίνι διαφέρουσι τοῦ τε φιλοσόφου καὶ ἀλλήλων λέγει. περὶ μὲν γὰρ τὸ αὐτὸ γένος στρέφεται καὶ ἡ σοφιστικὴ ἇι ἡ διαλεκτικὴ τῇ φιλοσοφίᾳ· οὐ γὰρ ἴδιόν τι ἀφωρισμένον ἔχουσιν, ὡς ἡ γεωμετρία ἢ ἡ μουσική, ἀλλὰ περὶ τὸ ὂν πᾶσιν αὐτοῖς ἡ πραγματεία· ἀλλὰ διαφέρει τῆς μὲν τῷ τρόπῳ τῆς δυνάμεως, τῆς δὲ [*](6 ἐπὶ A1LF: om. A2 μὲν A1LF: om. A2 τὸ τὰ Α2: καὶ τὰ Α1: τὰ LF 7 περὶ οὗ L 9 τοῖς ἀριθμοῖς Brandis Bonitz, cf. Metaph. 1004 b 13: τοὺς ἀριθμοὺς libri 18 ἄλλα καὶ τῷ κυκλοφορητικῷ LF 23 καὶ σοφισταί Metaph. vulg. 2.3 ἀνίσου S Brandis Bonitz: om. AL 26. 27 τὸ φιλοσοφίας ὄνομα LF 32 στρέφεται ἡ Metaph. ἄη,. 34 ἡ γεωμετρία LF: ἡ om. A 35 τῆς (ante μὲν) om. A1)

260
τοῦ | βίου τῇ προαιρέσει. τὴν φιλοσοφίαν λέγει τῆς διαλεκτικῆς [*](216) διαφέρειν τῷ τρόπῳ τῆς δυνάμεως. ἀμφότεραι μὲν γὰρ περὶ τὸ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα, καὶ ἀμφότεραι συλλογιστικαί, ἀλλ’ ἡ μὲν τὴν δύναμιν ταύτην τὴν συλλογιστικὴν ἀποδεικτικὴν ἔχει τῶν ἀληθῶν, ἡ δὲ διαλεκτικὴ πειραστικὴ περὶ τῶν ἀληθῶν καὶ τοῦ ἐνδόξου συλλογιστική· διὸ καὶ εἰς ἑκάτερον ὁ διαλεκτικὸς ἐπιχειρεῖ, καὶ ἔστι περὶ ὧν ὁ φιλόσοφος ἀποδεικτικός τε καὶ ἐπιστήμων, περὶ τούτων ὁ διαλεκτικὸς πειραστικός, τουτέστι πεῖραν λαμβάνων τῶν προσποιουμένων αὐτὰ εἰδέναι, οὐκ εἰδότων δέ, ἥτις πεῖρα διὰ τῶν ἑπομένων τοῖς κατὰ τὰς ἐπιστήμας γινομένη, ἃ ἐνδέχεται εἰδέναι καὶ τοὺς οὐκ ἔχοντας αὐτῶν τὴν ἐπιστήμην, οὐκ ἤδη δείκνυσιν ἐπιστήμονα τὸν χρώμενον αὐτῇ. τῇ δὲ προαιρέσει οὐκ ἂν διαφέροι ὁ διαλεκτικὸς τοῦ φιλοσόφου, ἐφ’ ὅσον καὶ οὗτος ἐπ’ ὠφελείᾳ τῶν συνόντων τοὺς λόγους δοκεῖ ποιεῖσθαι, γυμνασίας χάριν πεῖραν αὐτῶν λαμβάνων, εἴτε ἐπιστήμην ἔχουσιν ὧν λέγουσιν εἴτε καὶ μή. τῆς δέ γε σοφιστικῆς τὴν φιλοσοφίαν διαφέρειν φησὶ ἰοῦ βίου τῇ προαιρέσει· τῷ μὲν γὰρ φιλοσόφῳ τὸ εἶναι ἐπιστήμονι τούτων ἃ οἰκεῖά ἐστιν αὐτῷ πρόκειται, τῷ δὲ σοφιστῇ τὸ φαίνεσθαι· φαινομένη γάρ τις σοφία ἡ σοφιστικὴ ἀλλ’ οὐκ οὖσα. ἕπεται δὲ αὐτῇ διαφερούσῃ τῇ τοῦ βίου προαιρέσει τὸ καὶ τῷ τρόπῳ τῆς δυνάμεως διαφέρειν αὐτῆς τε καὶ τῆς διαλεκτικῆς. οὐδὲ γὰρ συλλογιστικὸς οὗτος, ἀλλὰ καὶ ἐν τούτοις τὸ φαίνεσθαι μᾶλλον τοῦ ἀληθοῦς μέτεισιν.

[*](p. 1004b25)

Ἔστι δὲ ἡ διαλεκτικὴ πειραστική.

Περὶ ὧν, φησίν, ἡ φιλοσοφία ἐπιστήμην τε ἔχει καὶ γνῶσιν, περὶ τούτων τὴν διαλεκτικὴν πειραστικὴν καὶ δι᾿ ἐνδόξων ἐπιχειρητικὴν εἶναι· διὰ τοιούτων γὰρ ἡ πεῖρα· καὶ γὰρ πρὸς τὸ διελέγξαι πολλάκις τἀληθῆ χρῶνται τῇ πειραστικῇ, ὃ οὐ γίνεται δι’ ἀληθῶν τε καὶ ἀποδεικτικῶν, ἀλλὰ διὰ πιθανῶν τε καὶ ἐνδόξων. τὴν δὲ σοφιστικὴν φαινομένην φησίν, οὖσαν δὲ οὔ, ἤτοι διαλεκτικὴν φαινομένην, ὅτι ἐκ φαινομένων ἐνδόξων, ἢ φαινομένην σοφίαν, οὖσαν δ’ οὔ, εἴ γε ἐστὶν ἀπὸ φαινομένης σοφίας χρηματιστικη.

[*](p. 1004b27)

Ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις, καὶ ἅπαντα ἀνάγεται εἰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ εἰς τὸ ἓν καὶ πλῆθος.

Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖός ἐστι τῷ φιλοσόφῳ· εἰ γὰρ πάντων τῶν ἐναντίων στέρησις ἡ ἑτέρα συστοχία, ἡ δὲ ἑτέρα εἶδος ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἰς τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ εἰς τὸ ἕν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις), οὗ περὶ τοῦ μὴ ὄντος, ὅ ἐστι στέρησις τοῦ ὄντος, καὶ περὶ τοῦ [*](4 ἀποδεικτικὴν LFS: om. Α 5 πειραστικὴ LFS: om. A 14 καὶ LF: om. Α 18. 19 τῆς δυνάμεως A2LF: τῆς ora. Α1 21 ἔστι — θεωρεῖν (p. 261,16) om. F 31 καὶ ἓν καὶ πλῆθος Metaph. vulg.)

261
οὐχ ἑνὸς καὶ πλήθους, ὅ ἐστι στέρησις τοῦ ἑνός, θεωρεῖν, τούτου καὶ περὶ τῶν ἄλλων ἐναντίων. τοῦ μὲν οὖν τοῦ αὐτοῦ εἶναι τὸ πε ὶ τῶν ἐναντίων λέγειν δεικτικὸν τὸ στέρησιν εἶναι τὸ ἕτερον τῶν ἐναντίων, οὗ δὲ τὴν ἕξιν, καὶ τὴν στέρησιν, τοῦ δὲ περὶ πάντων τῶν ἐναντίων καθόὶου τὸν φό- σοφὸν ἐρεῖν δεικτικὸν πάλιν τὸ πάντα τὰ ἐναντία ἀνάγεσθαι εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· ὃ καὶ αὐτὸ ἅμα δεικτικόν ἐστι τοῦ τὸ ἕτερον [*](217) τῶν ἐναντίων εἶναι στέρησιν. ὡς γὰρ ἀμφοτέρων τούτων δεικτικῷ ἐχρήσατο, τοῦ περὶ πάντων τῶν ἐναντίων ἐρεῖν τὸν φιλόσοφον καὶ τοῦ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι. δύνανται δὲ καὶ δύο ἐπιχειρήσεις τὸ εἰρημένον εἶναι τῶν αὐτῶν δεικτικαί, πρώτη μὲν ἡ ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις· εἰ γὰρ τοῦ αὐτοῦ αὐτά τε εἰδέναι καὶ τἀς στερήσεις αὐτῶν, οὗ περὶ τοῦ ἑτέρου μέρους τῶν ἐναντίων θεωρῆσαι τοῦ ὑπὸ τὸ ἕν, τούτου ἔσται καὶ τὸ περὶ τοῦ ἑτέρου, εἴ γε στέρησις ταῦτα ἐκείνων. δευτέρα δ’ ἄν ἐπιχείρησις εἴη καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν 1.’) καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· εἰ γὰρ πάντα τὰ ἐναντία ὑπὸ ταῦτα, οὗ περὶ τούτων, τούτου καὶ περὶ πάντων τῶν ἐναντίων θεωρεῖν.

[*](p. 1004b29)

Τάδε ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι.

Διὰ ταύτης τῆς ὀ͂γͅιχο͂ιργ́ͅσεὠ ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐπιστήμης ἐστὶ τὸ περὶ τοῦ ὄντος ἡ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἄν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐνἀντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων· πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰδέναι· μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου θεωρία. καὶ τοῦτο μὲν τὸ τῆς ἐπιχειρήσεως κεφάλαιον. τὰ δὲ πρὸς τὴν λέξιν, τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσι σχεδὸν ἅπαντες ἐξ ἐναντίων συγκεῖσθαι, δεικτικὸν καὶ τοῦτό ἐστι τοῦ τῷ φιλοσόφῳ ἀνακεῖσθαι τὴν περὶ τῶν ἐναντίων θεωρίαν· οὐ μὴν ταὐτόν ἐστι τοῖς εἰρημένοις πρὸ αὐτοῦ πάντῃ, ἀλλ’ εἴη ἂν τὸ λεγόμενον νῦν ἤτοι ὅτι ἐπεὶ τοῦ φιλοσόφου ἡ περὶ τῆς οὐσίας θεωρία, ἥτις περιέχει καὶ τὸν περὶ τῶν ἀρχῶν λόγον, ἀρχαὶ δὲ τῆς οὐσίας καὶ στοιχεῖα ὑπὸ πάντων ὁμολογεῖται τὰ ἐναντία, εἴη ἄν καὶ διὰ τοῦτο ἀναγκαῖος ὁ περὶ τῶν ἐναντίων λόγος τῷ φιλοσόφῳ· εἰ γὰρ τὰ ὄντα ἐξ ἐναντίων σύγκειται, τὰ δὲ ἐναντία ἀνάγεται εἴς τε τὸ ἓν καὶ τὸ πλῆθος, τοῦ περὶ ἑνὸς καὶ πλήθους λέγοντος εἴη ἄν τὸ καὶ περὶ τῶν ἐναντίων λέγειν· λέγων γὰρ περὶ ἐναντίων λέγοι ἂν περὶ τῶν τοῦ ὄντος ἀρχῶν, εἰ δὲ περὶ τούτων, καὶ τοῦ ὄντος. ἢ δεικτικὸν τὸ λεγόμενον τοῦ τὸν περὶ τοῦ [*](3 οὗ δἑ — ἐναπίων (4) L: om. Λ 13 τούτου A’L: τοῦ αὐτοῦ A-S τοῦ ἑτέρου L: τοῦ om. Λ 22 ἐπιφέρει LF Ascl.: ἐπιφέρων Α 27 πρὸς A’LF: π·ς· ρὶ A-)

262
ὄντος θεωροῦντα καὶ περὶ τῶν ἐναντίων θεωρεῖν, εἴ γε δεῖ μὲν τὸν περὶ τοῦ ὄντ·ος διαλαμβάνοντα περὶ τῶν στοιχείων τοῦ ὄντος διαλαμβάνειν, ἔστι δὲ αὐτοῦ στοιχεῖα τὰ ἐναντία. κατασκευάζων δὲ τοῦτο παρατίθεται τὰς τούτων δόξας οἳ τὰς ἀρχὰς ἐναντίας ἔθεντο· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρτιον, ὡς οἱ Πυθαγορικοί, οἱ δὲ θερμὸν καὶ ψυχρόν, ὡς οἱ μανώσει καὶ πυκνώσει τἆλλα γεννῶντες, ἢ ὡς Παρμενίδης πῦρ καὶ γῆν στοιχεῖα ποιῶν, οἱ δὲ πέ|ρας καὶ ἄπειρον εἶεν δ’ ἂν οὗτοι οἱ τὸ ἓν καὶ τὴν ἀόριστον [*](218) δυάδα ἐν ταῖς ἀρχαῖς θέμενοι), οἱ δὲ φιλίαν καὶ νεῖκος, ὡς Ἐμπεδοκλῆς. διά τε οὖν τὸ ἀρχὰς τῆς οὐσίας εἶναι τὰ ἐναντία καὶ διὰ τὸ πάπα μὲν τὰ ἐναντία ἀνάγεσθαι ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, φανερώτατα δὲ ταῦτα ἐν ταῖς ἀρχαῖς τίθεσθαι, προσήκοι ἂν τῷ φιλοσόφῳ ὁ περὶ αὐτῶν λόγος· τὸ μὲν γὰρ περιττὸν καὶ τὸ θερμὸν καὶ τὸ πέρας καὶ ἡ φιλία ὑπὸ τὸ ἕν, ὑπὸ δὲ τὸ πλῆθος τὰ τούτοις ἐναντία. δύναται τὸ τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες ὡς ἑπόμενον ὂν τῷ καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος εἰρηκέναι· δεικτικὸν γὰρ τούτου τὸ καὶ πάντας τοὺς τὰ ὄντα καὶ τὴν οὐσίαν ἐξ ἐναντίων συγκεῖσθαι λέγοντας φανερῶς τοιαῦτα λαβεῖν ἐναντία ἃ ὑπὸ τὸ ἕν τε καὶ τὸ πλῆθός ἐστιν. διὰ δὲ τοῦ εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ Β Περὶ τἀγαθοῦ δεδειγμένα.

[*](p. 1005a2)

Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς ἐπιστήμης τὸ ὂν ᾗ ὂν θεωρήσαι.

Εἰπὼν ὅτι πως τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ πλῆθος ἀνάγεται, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ Β Περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσάμενος, λαβὼν δὲ ὅτι καὶ τῶν ὄντων καὶ τῆς οὐσίας στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος ἡ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοί ἢ γὰρ ἀρχαὶ ἢ ἐκ τῶν ἀρχῶν, ὧν αἱ μὲν ἀρχαὶ ἐναντίαι, τὰ δὲ ἄλλα ἐκ τῶν ἀρχῶν), πάντα δὲ τὰ ἐναντία ἀνάγεται ὑπὸ τὸ ἓν καὶ τὰ πολλά, μιᾶς δὲ τὸ περὶ τούτων θεωρεῖν ἡ γὰρ αὐτὴ τῶν ἀντικειμένων), μιᾶς. ἄν εἴη καὶ περὶ πάντων· τῶν ὄντων ἡ θεωρία· κἂν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ᾖ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἔστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἔστι γνώσει εἴη ἂν ἡ γνῶσις τούτων. τῶν δὲ ἐναντίων ἀρχαὶ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε οὗ περὶ τοῦ ἑνὸς καὶ πλήθους θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπ’ αὐτά. ταῦτα δ’ ἐστὶ πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ. ἐν,. ἀντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. μιᾶς δέ φησιν [*](7 οὗτοι FS: αὐτοὶ AL 9 τὰ ἐναντία LFS: τὸ ἐναντίον Α 13 δύναται δὲ 2 16 γὰρ LFS: om. Α 19 ἐν τῷ Β Περὶ τἀγαθοῦ] cf. fragm. 26 p. 1478 b 42 22 πως] τε L Ascl. 24 πιστωσάμενος LFS: πιστωσαμένου Α ὄντων] ἐναντίων LF 29 ὑπὸ τὸ ἓν καὶ τὸ ὃν καὶ τὰ πολλά Ascl. 35 ὑπὸ ταῦτα Ascl.)

263
ἐπιστήμης εἶναι τὴν περὶ ἑνὸς καὶ πλήθους θεωρίαν, ἄντε ᾖ ταῦτα καθ’ ἓν λεγόμενον ἑκάτερον αὐτῶν, τουτέστιν ἕνα λόγον ἔχοντα καὶ μίαν φύσιν καὶ ὡς γένη· τῶν ἄλλων τῶν ὑπ’ αὐτὰ κατηγορούμενα, ἄντε καὶ μὴ οὕτως ἔχῃ ἀλλ᾿ ᾖ τῶν πολλαχῶς λεγομένων, ὥσπερ προείρηταί τε καὶ ἀληθές [*](219) ἐστιν. καὶ γὰρ εἰ πολλαχῶς τὸ ἓν λέγεται καὶ μὴ κατὰ μίαν φύσιν, ὁμοίως δὲ καὶ τὸ πλῆθος, ἀλλ’ οὖν πρὸς τὸ πρῶτον καὶ κυρίως ἓν λεγόμενον τὰ ἄλλα ἀναφέρεται. πρῶτον δὲ ἓν ὥσπερ καὶ πρῶιον ὂν ἡ οὐσίῃ καὶ πλῆθος δὲ πρῶτον ἐν οὐσίᾳ. εἰπὼν δὲ περὶ τοῦ ἑνὸς ὅτι εἰ καὶ πολλαχῶς λέγεται, ὁμοίως φησὶ καὶ τὰ τῷ ἑνὶ πολλαχῶς λεγομένῳ ἐναντία ἕξειν· καὶ γὰρ ἐν τούτοις πρὸς τὸ πρῶτον τἄλλα ῥηθήσεται. διὰ γὰρ τὸ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν αὐτῶν εἶναι καὶ ἀφ’ ἑνὸς λέγεσθαι καὶ πρὸς ἕν τι συντείνειν, ἡ μία ἐστὶν αὐτῶν ἐπιστήμη τοῦ τε ὄντος καὶ τοῦ ἑνός, εἰ καὶ μή ἐστι γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε, οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς ἰδέας εἰσάγουσιν. οὐ γὰρ μόνων τῶν τοιούτων τῶν καθ’ ἓν οὕτω λεγομένων μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ εἶναι εἶπε χωριστήν τινα φύσιν τό τε ὂν καὶ τὸ ἕν, τὸ ἴσως προσθείς, ἐπεὶ μὴ νῦν αὐτῷ πρόκειται τοῦτο δεικνύναι, μηδέ τι πρὸς τὴν τοῦ προκειμένου κατασκευὴν συντελεῖ αὐτῷ τὸ μετὰ διατάσεως λαμβάνειν ὅτι ἔστι χωριστά. δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τὸ ὄν τε καὶ ἕν, ἀλλ’ ὡς ἐπιφέρει τὰ μὲν πρὸς ἓν τὰ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα. ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοῦ ἑνὸς οὕτω λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδείχθη τὰ ὑγιεινὰ τὰ ἰατρικὰ τὰ ὄνια· τὰ δὲ τῷ ἐφεξῆς κατὰ τοῦτό ἐστι τῶν πολλαχῶς λεγομένων μόνον, ὅτι τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δὲ δεύτερον· οὐ γὰρ τῷ τῇ δυάδι ὑπάρχειν ἢ συντελεῖν τι εἰς δυάδα τὰ τρία καὶ τέσσαρα καὶ οἱ ἐφεξῆς εἰσιν ἀριθμοί· τοὐναντίον γὰρ τὸ οὕτως πρῶτον τοῖς μετ᾿ αὐτὸ συντελεῖ. διὸ ἐπὶ μὲν τῶν οὕτω πολλαχῶς λεγομένων τὰ ὕστερα τελειότερα, ἐπὶ δὲ τῶν πρὸς ἓν τὸ ἓν πρὸς ὃ τὰ ἄλλα ἀναφέρεται. δύναται τὸ τὰ δὲ τῷ ἐφεξῆς δηλωτικὸν εἷναι τοῦ ἀφ’ ἑνός· διεῖλε γὰρ τὰ οὕτω λεγόμενα πολλαχῶς εἴς τε τὰ ἀφ᾿ ἑνὸς καὶ πρὸς ἕν. εἰπὼν δὲ ὅτι τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἐστὶ ταῦτα καὶ τῶν ἐχόντων τὸ πρότερον καὶ ὕστερον ταῦτα γάρ ἐστι τὰ ἐφεξῆς), περὶ ὧν ἡ θεωρία τοῦ [*](1 ταῦτα FS: ταὐτά AL 4 τε LF Ascl.: om. A 5 μὴ LF Ascl.: om. A 7 πρῶτον—ὂν FS Ascl.: πρῶτον δὲ ὥσπερ καὶ ὃν AL 16 ἀλλ’ αὐτὰ Ascl.: ἀλλὰ ταῦτα Α: ἅμα ταῦτα LF 22 διατάσεως LF: διαστάσεως A δύναται δὲ 2 25 τῷ LF ὡς A τὰ ἐφ ξῆς Ascl.: τὰ ἑξῆς ALF 33 πρὸς ἓν τὸ ἓν πρὸς ὃ Ascl. cod. A m. rec: πρὸς τὸ ἓν πρὸς τὸ ἓν AS: πρὸς τὸ ἓν πρὸς LF 34 τῷ ἐφεξῆς L coni. Bonitz: τὸ ἐφεξῆς Α1: δύναται δὲ τὸ τὸ δὲ ἐφεξῆς A2)
264
φιλοσόφου, διὰ τὸ πρὸς τὸ πρῶτον καὶ κυρίως λεγόμενον τἆλλα τὴν ἀναφορὰν ἔχειν, περὶ οὗ τοῦ φιλοσόφου τὸ θεωρεῖν, διὸ καὶ περὶ τούτων ἔστι γὰρ τὸ πρῶτον ἡ οὐσία) οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆ|σαι περὶ [*](220) αὐτῶν οὔτε ἄλλου τινός, ἀλλὰ τοῦ φιλοσόφου· τῶν γὰρ ἄλλων ἐπιστημῶν ἑκάστη περί τι μόριον τοῦ ὄντος πραγματεύεται. πρὸς δὲ τοῖς ἐναντίοις καὶ οἷς ἔφθασεν εἰρηκέναι προστίθησι τὰ νῦν, περὶ ὧν καὶ αὐτῶν τοῦ φιλοσόφου διαλαμβάνειν, φησίν, ἀλλ’ οὐκ ἄλλου τινός, διότι καὶ αὐτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη. εἰπὼν δὲ μὴ εἶναι τοὐ γεωμέτρου τὸ περὶ τούτων θεωρήσαι προσέθηκεν ἀλλ’ ἐξ ὑποθέσεως· τοῦτο δέ ἐστιν ὅτι χρῆται μὲν αὐτοῖς καὶ ὁ γεωμέτρης, οὐ μὴν δείξας τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἀλλ’ ὑποθέμενος καὶ λαβὼν παρὰ τοὐ φιλοσόφου· οἷον ὑποθέμενος ὅμοια εἶναι μεγέθη ὧν αἱ πλευραὶ ἀνάλογον, τούτῳ ὑποτεθέντι ὑπ’ αὐτοῦ, οὐ δειχθέντι, χρῆται, ὁμοίως καὶ ἴσῳ καὶ ταὐτῷ καὶ τοῖς ἄλλοις. ἀλλὰ καὶ ὁ ἀριθμητικὸς ὑποθέμενος τέλειον ἀριθμὸν· εἶναι τὸν πᾶσιν ἴσον τοῖς αὑτοῦ μέρεσι, θεωρεῖ τίνες ἀριθμοὶ πεπόνθασι τοῦτο, ἁπλῶς δὲ περὶ τελείου οὐκ οἶδε· μόνου γὰρ τοὐ φιλοσόφου ἡ τούτων ἐπιστήμη τί ποτέ ἐστιν αὐτῶν ἕκαστον. λείπει δὲ τῇ λέξει τῇ καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων ‘τῇ οὐσίᾳ καὶ τῷ ὄντι᾿. πρὸς δὲ τοῖς φθάνουσιν εἰρῆσθαι λαμβάνει, ὡς εἶπον, καὶ ἄλλα τινά, εἰπὼν ταῦτα περὶ ὧν φησιν εἶναι θεωρεῖν καὶ αὐτῶν τοῦ φιλοσόφου· ἔστι δὲ ταῦτα πρότερον ὕστερον, γένος εἶδος, ὅλον μέρος, καὶ τὰ τούτοις ὅμοια· καὶ γὰρ καὶ ταῦτα τοὺ ὄντος ᾗ ὂν πάθη· ἢ γὰρ ἐν οὐσίᾳ ἕκαστον αὐτῶν ἢ ἐν τινι τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἀλλ’ οὐκ ἀφωρισμένου τινὸς γένους. ἐκ δὲ τούτων δῆλον ὅτι εἰ περὶ πάντων τῶν ὄντων τοῦ φιλοσόφου θεωρεῖν, καὶ ὁ περὶ τῶν αἰτίων πάντων καθόλου λόγος οἰκεῖος τῷ φιλοσόφῳ, καὶ οὐ πλειόνων ἐπιστημῶν ἐστι τὰ αἴτια θεωρῆσαι· καὶ γὰρ ταῦτα ἡ ἐναντία ἢ ἐξ ἐναντίων. ἦν δὲ ἐν τῷ Β πρῶτον τοῦτο τῶν ἀπορηθέντων.

[*](p. 1005a19)

Λεκτέον δὲ πότερον μιᾶς ἐπιστήμης ἢ ἑτέρας περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς οὐσίας. φανερὸν δὴ ὅτι μιᾶς καὶ τῆς αὐτῆς.

Τῶν ἐν τῷ δευτέρῳ κειμένων ἀποριῶν μέμνηται νῦν· ἔστι δὲ αὕτη, πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης τῆς προκειμένης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, ἃ ἀξιώματά εἰσιν· περὶ ὧν ζητεῖ νῦν εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περί τε τῆς οὐσίας θεωρεῖν καὶ περὶ ἐκείνων. ἔστι δὲ τὰ ἀξιώματα ἀρχαὶ κοιναὶ καὶ ἀναπόδεικτοι πρὸς τὰ κατὰ πάσας τὰς ἐπιστήμας δεικνύμενα χρήσιμοι, [*](4 τοῦ A2LF: καὶ Α1 9 ἀλλ’ ἡ ἐξ Metaph. 11 ἢ λαβὼν Ascl. 13 ὁμοίως Ascl. Bonitz: τῷ ὁμοίῳ libri 20 αὐτῶν LFS: αὐτοῦ Α 22 ταῦτα τοῦ e S Bonitz: ταῦτα καὶ τοῦ Α: ταῦτα τὰ τοῦ LF 28 ἢ ἑτέρας LF: om. A 30 δὴ LF: δὲ A μιᾶς τε καὶ τῆς τοῦ φιλοσόφου Metaph. 31 ante τῶν add. τῆς δευτέρας 2 33 μόνον Α2, cf. Metaph. Β p. 995 b 8: om. A1LF 34 περὶ ὧν] περὶ δὲ ταύτης 2 ζητεῖν Α 36 χρήσιμοι S Brandis Bonitz: χρήσιμα ALFM)

265
οἷον τὸ ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα, | καὶ τὰ τούτοις ὅμοια. εἶπε δὲ περί τε τῶν ἐν τοῖς μαθήμασι [*](221) καλουμένων ἀξιωμάτων, ὡς τῶν μαθηματικῶν, οἳ καὶ μάλιστα αὐτοῖς προσχρῶνται τῷ καὶ ἀποδείξει χρῆσθαι μάλιστα, οὕτω καλούντων αὐτά. λέγει δὲ μιᾶς καὶ τῆς αὐτῆς εἶναι ἐπιστήμης τήν τε περὶ οὐσίας τε καὶ τοῦ ὄντος θεωρίαν καὶ τὴν περὶ τῶν ἀξιωμάτων· αὕτη δέ ἐστιν ἡ πρώτη φιλοσοφία· καὶ ὅτι τῆς αὐτῆς ἐστι δείκνυσι διὰ τοῦ πᾶσιν αὐτὰ τοῖς οὖσιν ὑπάρχειν, ἀλλ’ οὐκ ἀφωρισμένῳ τινὶ τοῦ ὄντος γένει. διὰ τοῦτο γὰρ καὶ πᾶσαι αἱ ἐπιστῆμαι αὐτοῖς χρῶνται· ὅτι γὰρ πᾶσιν ἐνυ- πάρχει. τῷ γὰρ τῷ ὄντι αὐτὰ ὑπάρχειν ᾗ ὄν, ἑκάστην δὲ ἐπιστήμην περί τι καταγίνεσθαι γένος, ὅ ἐστιν ὄν, ταύτῃ καὶ τούτοις ὑπάρχει, καὶ χρῶνται αὐτοῖς οἱ καθ’ ἑκάστην ἐπιστήμην, προσοικειοῦντες αὐτὰ καὶ προσάγοντες τῷ ὑποκειμένῳ αὐταῖς γένει· ἕκαστον γὰρ τῶν γενῶν, περὶ ἃ αἱ ἐπιστῆμαι, ὄν, καὶ τοῦτο αὐτοὶ ἀπὸ τοῦ κοινοῦ ἀποτεμόμενοι, εἰς ὅσον αὐτοῖς τοῖς ἐστι καὶ χρήσιμον, χρῶνται αὐτοῖς, ὁ μὲν γεωμέτρης ἐπὶ τά μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώμενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαβὼν ἀξίωμα τὸ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ἐστίν᾿ προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ μεταφέρει πάλιν. τοῦτο γὰρ λέγει διὰ τοῦ ἐπὶ τοσοῦτον δὲ χρῶνται ἐφ᾿ ὅσον αὐτοῖς ἱκανόν, τουτέστιν ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις, πάντες οὖν διὰ τοῦτο αὐτοῖς χρῶνται, ὅτι καθὸ ὄνια ἐστὶ περὶ ἃ πραγματεύονται, κατὰ τοῦτο αὐτοῖς ὑπάρχει· πᾶσι γὰρ αὐτοῖς τὸ ὂν κοινόν. καὶ οὐδεμία τῶν κατὰ μέρος ἐπιστημῶν ἐπιχειρεῖ περὶ αὐτῶν λέγειν ὅτι ἀληθῆ ἢ οὐκ ἀληθῆ· οὔτε γὰρ γεωμέτρης, καίτοι χρώμενος αὐτοῖς, οὔτε ἀριθμητικὸς οὔτε τῶν ἄλλων τις, ἰατρὸς ἢ ἀστρολόγος ἢ μουσικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι. καὶ διὰ τούτου συνίστησι τὸ εἶναι ταῦτα τῷ ὄντι ᾗ ὂν ὑπάρχοντα. τῶν μὲν γὰρ περί τινος μέρους τοῦ ὄντος λεγόντων οὐδεὶς περὶ αὐτῶν ἐγχειρεῖ λέγειν· τῶν δὲ φυσικῶν τινες, οἳ ᾤοντο πάντα τὰ ὄντα ἐν τοῖς φυσικοῖς εἶναι καὶ μηδὲν τούτων ἔξω, καὶ περὶ τούτων ἐνεχείρουν λέγειν ὡς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων. τῶν γὰρ φυσικῶν τινες ἐπεχείρησαν περὶ αὐτῶν λέγειν, ὅτι καὶ περὶ παντὸς τοῦ ὄντος ᾤοντο λεγειν αὐτοί· οὐδὲν γὰρ ἔξω τῶν φυσικῶν ᾤοντο εἶναι. καθ’ ὅσον μὲν οὖν [*](222) οἰκεῖον ὑπελάμβανον εἶναι τὸν περὶ τούτων λόγον τῷ περὶ παντὸς καθόλου τοῦ ὄντος θεωροῦντι, δεόντως ἐποίουν, διημάρτανον· δὲ τῷ μηδὲν ἄλλο ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι περὶ ὧν ἐπραγματεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γὰρ ἀσώματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοῦ ὄντος [*](10. 11 post ἐνυπάρχει add. δῆλον Α2 13 ἑκάστην LF: ἕκαστα Α 14 ἁ LFS: ὃ A 15 ἀποτεμνόμενοι L 16 χρῶνται αὐτῷ LF 20 τούτῳ] τούτων Ascl. 21 πάλιν LF: om. A 27 οὐκ ἀληθῆ] ἀκολουθεῖ A1 32 ἔξω ἐνεῖναι καὶ L 39 τὸ ὄν LF: om. A)
266
ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ’ αὑτὴν τοῖς ἐν οἷς ἐστιν. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα καὶ πρώτου τῶν ὄντων, ὃ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ’ οὐχ ἡ πρώτη. πρώτη δ’ ἂν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν τῷ αὐτῆς τι εἶναι ὄντων καὶ αὐτῶν. ἀμφοτέρως δὲ ἡ αὐτὴ γίνεται πρώτη· ἥ τε γὰρ περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ περὶ τῶν ἄλλων πάντων θεωρεῖ, οἷς ἐκ τούτων ἤρτηται τὸ εἶναι, ἥ τε κοινῶς περὶ τοῦ ὄντος ᾗ ὂν θεωροῦσα, ἐπεὶ τὸ ὂν τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένων, μάλιστα ἄν περὶ ταύτης τῆς φύσεως· θεωροίη, πρὸς ἣν καὶ τὰ ἄλλα περὶ ὧν ποιεῖται τὸν λόγον ἀναφέρεται, καὶ ἀφ’ οὗ τὸ εἶναι ἔχει. ὅτι δὲ ἣν ἐν τῷ πρώτῳ σοφίαν ἔλεγε, ταύτην νῦν φιλοσοφίαν κοινήν τε καὶ πρώτην λέγει, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν ἔστι δὲ σοφία τις καὶ ἡ φυσική, ἀλλ’ οὐ πρώτη. ἦν γὰρ τῆς πρώτης σοφίας ἡ περὶ τούτων θεωρία, λέγει δὲ νῦν ταύτην εἶναι τὴν φιλοσοφίαν, τὴν αὐτήν τε φιλοσοφίαν λέγει πρώτην καὶ σοφίαν τὴν πρώτην τε καὶ κυριωτάτην. λέγει δὲ τὸν πρῶτον φιλόσοφον περὶ τῶν ἀξιωμάτων ἐρεῖν οὐχ ὡς ἀποδείξοντά τι αὐτῶν ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίγνεται καὶ πῶς αὐτοῖς χρηστέον καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς Περὶ ἀποδείξεως πραγματεύεται· ὥσπερ γὰρ ὁ περὶ τῶν ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτω καὶ ὁ περὶ ἀποδείξεως, οὐ περὶ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ πῶς γίνεται. οὐδὲ γὰρ ἡ ἀπόδειξις ἑνί τινι γένει τῶν ὑπὸ τὰς ἐπιστήμας ὑπάρχει, ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἀπόδειξις παρὰ τὰ οἰκεῖα τῆς ἐπι- στήμης, καὶ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀποδεικνύναι χρὴ λαμβάνων. |

[*](p. 1005b2)

Ὅσα δ’ ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀληθείας, ὃν τρόπον δεῖ ἀποδέχεσθαι. δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν τοῦτο δρῶσιν.

Ὅτι περὶ τὰ ἀξιώματα λέγων εἶναι τὸν πρῶτον φιλόσοφον, οὐχ ὡς ἀποδεικνύντα αὐτὸν λέγει ἀλλ’ ὡς δεικνύντα ὅτι ἀρχαὶ ἀποδείξεως, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, δηλοῖ δι’ ὧν ἄρτι λέγει πρὸς τοὺς οἰομένους πάντων ἀπόδειξιν εἶναι, καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ἀληθὲς εἶναι ἄνευ [*](3 post φυσικοῦ add. ἔτι τοῦ φιλοσόφου LF 4 ποιουμένου F 7 θεωροῦσα Brandis Bonitz: om. ALF: διαλεγομένη Ascl. quae — disserit S 14 ταύτην νῦν L: δῆλον ἦν A1: νῦν Α2 17 φιλοσοφίαν A2LS: σοφίαν Α1 18 λέγων πρώτην A2 24 ἢ τοῦδε L: om. Α 24. 25 καὶ—ἀπόδειξις LS: om. Α 26 παρὰ] περὶ L 27 καὶ] ἡ L 32 Ὅτι] ἔτι L τῶν ἀξιωμάτων L 33. 34 αἱ δὲ ἀρχαὶ L: δὲ om. Α 35 ἀπόδειξιν L Ascl.: ἀποδείξεις Α)

267
ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τούτους γάρ φησι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγειν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἄν ὅλως ἀπόδειξις εἴη, εἰ περὶ πάντων ζητοίη τις. πᾶσα γὰρ διδασκαλία, ὡς ἐν ἐκείνοις εἴρηται, καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεταί γνώσεως, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλούμενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους ἤτοι περὶ τῶν ἀξιωμάτων λέγει, ὡς ταῦτα δεῖ προεπίστασθαί τε καὶ γν·ωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν αὐτὰ ζητεῖν περὶ αὐτῶν εἴτε οὕτως ἔχει εἴτε μὴ οὕτως· ἢ ὅτι δεῖ καθόλου προεπίστασθαί τε καὶ γνωρίζειν ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, ἀλλὰ μὴ ἀποδεικνύντας ἅμα καὶ περὶ τούτου ζητεῖν. δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς ·τὸ ὑπὸ Πλάτωνος ἐν τῷ Ἀλκιβιάδῃ λεγόμενον, ὅτι ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὕτε μαθόντες οὔτε ζητήσαντες. δοκεῖ δέ μοι αὕτη ἡ λέξις δι’ ἧς λέγει ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, ἕως τοῦ ἀλλὰ μὴ ἀκούοντας ζητεῖν, τὴν τάξιν ἔχειν μετὰ τὴν ἐφεξῆς κειμένην τὴν “ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοὐ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾗ πέφυκε καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐστιν ἐπισκέψασθαι, δῆλον.” αὕτη τε γὰρ μᾶλλον τοῖς προειρημένοις ἀκολουθεῖ, καὶ ἡ ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, περὶ ἧς προειρήκαμεν νῦν, οἰκείως ἂν προτάσσοιτο τῆς ”προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα.”

[*](p. 1005b5)

Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοὺ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾐ πέφυκεν.

Ἤτοι περὶ πάσης οὐσίας εἶπεν ἀντὶ τοὐ περὶ παντὸς τοῦ ὄντος ᾗ ὅν, ἢ καὶ περὶ πάσης οὐσίας, ὅτι καὶ ἡ περὶ τοῦ ὄντος ἐπιστήμη περὶ οὐσίας ἐστὶ μάλιστα· κυριώτατον γὰρ τοῦτο ἐν τοῖς οὖσιν, ὡς ἐρρέθη, καὶ πρὸς τοῦτο τἆλλα. τὸ δὲ περὶ πάσης οὐσίας ἴσον ἐστὶ τῷ καθόλου περὶ οὐσίας ἀλλ’ οὐ τῆσδε ἢ τῆσδε. τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἂν ἤτοι θεωροῦντος τίς καθόλου φύσις οὐσίας, ἡ τίς ἡ φύσις ἑκάστης οὐσίας· οὐ γὰρ τῆς αὐτῆς πᾶσαι, εἴ γε αἱ μὲν ἀσώματοι αἱ δέ γε σωματικαί, καὶ αἱ μὲν ἀκίνητοι αἱ δὲ ἐν κινήσει, καὶ αἱ μὲν ἀγέννητοι αἱ δὲ ἐν | γενέσει, καὶ [*](224) αἱ μὲν ἔμψυχοι αἱ δὲ ἄψυχοι, καὶ τούτων ἑκατέρων πλείους διαφοραί. διὰ δὲ τῆς λέξεως δέδεικται ὅτι ἰοῦ φιλοσόφου ἐστὶ τὸ καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐπισκέψασθαι. συλλογιστικὰς δὲ ἀρχὰς λέγει τὰς ἀποδεικτικάς· ἀποδείξεων γὰρ καθόλου ἀρχαὶ τὰ ἀξιώματα. αἱ γὰρ καθ’ ἑκάστην [*](1 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Α 3 3 ἐν ἐκείνοις L Ascl.: ἐκεῖ AS δεῖ ὑπάρχειν ἀποδείξεως L 5 ἐν ἐκείνοις] Anal. post. A 1 μάθησις] μέθοδος L 7 προεπιστυμένους Metaph.; cf. 1. 8. 10 7. 8 ἀξιωμάτων· λέγει γὰρ ταῦτα δεῖν L 10. 11 ἀποδεικτά LS Ascl.: ἀποδεικτικά A 11 ἀποδεικνύντα Ascl. 12 ἐν τῷ Ἀλκιβιάδῃ] Alcib. I p. 106 D 15 ἕως] παρὰ L 23. 24 θεωροῦντος — οὐσίας L: om. A 27 τῷ L Ascl.: τὸ Α 33 δέδεικται L Ascl.: δείκνυνται Α, sed γρ. δέδεικται 35 αἱ γὰρ] καὶ γὰρ Ascl.)

268
ἐπιστήμην οἰκεῖαι τοῖς ἀποδεικνυμένοις ἀρχαί τε καὶ προτάσεις τοὐ καθ’ ἑκάστην ἐπιστήμην ἀποδεικτικοῦ, καὶ τούτων τὸ ταύτας εἰδέναι· ὃ ποιήσει ἕκαστος αὐτῶν λαβὼν παρὰ τοὺ ἀποδεικτικοῦ τε καὶ φιλοσόφου τό τε πῶς ἐκ τῶν ὑπαρχόντων τῷ ἀποδεικνυμένῳ χρὴ τὰς ἀποδεικτικὰς λαμβάνειν προτάσεις, καὶ πῶς ταύτας ἀλλήλαις συμπλέκειν, καὶ τὰ ἄλλα ὅσα ἐν τοῖς Περὶ ἀποδείξεως λέγεται. τὰ δὲ ἀξιώματα κοιναὶ πάσης ἀποδείξεως ἀρχαί.

[*](p. 1005b8)

Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα περὶ ἕκαστον γένος ἔχειν λέγειν τὰς βεβαιοτάτας ἀρχὰς τοῦ πράγματος.

Δείκνυσι ζητῶν τίνα τῶν ἀξιωμάτων ἐστὶ γνωριμώτατά τε καὶ κοινότατα· τάτα· ταῦτα γὰρ δεῖ πρῶτα ἔχειν τὸν τῶν ·καθ’ αὑτὰ ὑπαρχόντων τῷ ὄντι ἀποδεικτικόν. καὶ ὅτι ἀναγκαῖον τοῦτο συνίστησι. καθόλου γὰρ τὸν καθ’ ἕκαστον γένος καὶ καθ’ ἑκάστην φύσιν ἐπιστήμονα οὗτος γὰρ ὁ μάλιστα γνωρίζων) δεῖ ἔχειν τὰς βεβαιοτάτας ἀρχὰς τῶν ἐν ἐκείνῃ τῇ φύσει καὶ εἰδέναι. βεβαιόταται δὲ ἀρχαὶ καθ’ ἕκαστον γένος αἱ γνωριμώταται καὶ σαφέστεραι τῶν ἄλλων καὶ ἀναμφισβητητότεραι τοῖς περὶ ἐκείνου τοῦ γένους διαλαμβάνουσι· πρὸς γὰρ τὸ σημεῖον εἶναι οὗ μέρος οὐθέν, καὶ γραμμὴν τὸ μῆκος ἀπλατὲς καὶ ἐπιφάνειαν τὸ πλάτος καὶ μῆκος μόνον ἔχον εἰ καὶ ἄλλος τις ἀντείποι, ἀλλὰ τῶν γε περὶ ταῦτα πραγματευομένων οὐδείς. ὥσπερ οὖν τὸν περὶ ἕκαστον γένος ἐπιστήμονα ἀναγκαῖόν ἐστιν εἰδέναι τὰς ἐκείνου τοῦ ‘γένους βεβαιοτάτας ἀρχάς, τουτέστι τὰς πρώτας καὶ κυριωτάτας, δι’ ἃς καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐν ἐκείνῳ τῷ γένει τὸ εἶναι ἔχει εἰ γὰρ ἀγνοεῖ τὰς ἀρχὰς τὰς κατὰ τὴν οἰκείαν ἐπιστήμην, οὐδ’ ἂν ἐπιστήμην ἔχοι τοὺ πράγματος), οὕτω, φησί, καὶ τὸν τὴν τοῦ ὄντος ᾗ ὂν καθόλου ἐπιστήμην ἔχοντα ἀνάγκη τὰς πάντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. ἔστι δὲ οὗτος ὁ φιλόσοφός τε καὶ ὁ σοφός· τῷ φιλοσόφῳ ἄρα ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας τε καὶ κυριωτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ τῷ γένει βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τῷ μὴ περὶ τὶ ὂν μηδὲ περί τι γένος ἀλλὰ καθόλου περὶ τὸ· ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον ἔχοντι τὴν πραγματείαν ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ εἴη τις αὐτῶν βεβαιοτέρα, ἔσται μὲν καὶ αὐτὴ ὄντος· οὕτω δὲ οὐκέτι ἂν ἐκεῖναι εἶεν αἱ τοῦ ὄντος βεβαιόταται· αἱ ἄρα τοῦ ὄντος ἀρχαὶ βεβαιόταται. ἑξῆς δὲ τίς | ἐστιν ἡ βεβαιοτάτη ἀρχὴ λέγει· [*](225) περὶ ἣν γὰρ ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν ἀρχῶν βεβαιοτάτη. τὸ γὰρ βέβαιον ἀσάλευτον· οὐκ ἀσάλευτον δὲ ὃ δύναται καὶ οὕτω καὶ μὴ οὕτως ἔχειν ὑποληφθῆναι. καὶ δι’ ἃ αὕτη ἐστὶ βεβαιοτάτη καὶ ἀρχὴ τῶν [*](1 καὶ προτάσεις et 2 καὶ τούτων τὸ om. Ascl. 3. 4 πῶς ἐκ τῶν Brandis Bonitz: ἐκ τῶν πῶς AL Ascl. 5 ἄλλα] ὅλα L 11 ἀποδεικτικόν A2LS: ἀποδεικτικά A1 19 τὸν] τῶν Α1 20 τοῦ γένους LF: om. Α 27 τι γένος Ascl.: τινὸς AL 29 περὶ τὸ ὂν ἡ πᾶν ὃν καὶ τὸ κοινότατον Ascl. 33 τίς] τί LF 36 αὕτη M: αὐτή ALF)

269
την, περὶ ἣν ἀδύνατον διαψευσθῆναι, γνώριμόν τε ἐξ αὑτῆς εἶναι καὶ ἀνυπόθετον. ταῦτα δὲ δεῖ τῇ τῶν ὄντων ἀρχῇ ὑπάρχειν ἰῇ βεβαιοτάτῃ· γνώριμον γὰρ αὐτὴν δεῖ εἶναι, διότι ἡ ἀπάτη περὶ τὰ ἀγνοούμενα, ἀνυπόθετον δὲ καὶ ἐξ αὑτῆς ἐπιστητήν, ὅτι ἣν δεῖ ἔχειν τὸν ὁτιοῦν τῶν ὄντων γνωρίζοντα ὡς ἀρχὴν οὖσαν ἁπάντων τῶν γνωστῶν, οὐχ ὑπόθεσις αὕτη. εἰ γὰρ ὑπόθεσίς ἐστιν ὃ ἂν ἀποδεικτὸν ὂν χωρὶς ἀποδείξεως λαμβάνηται, οὐκ ἄν εἴη τοιαύτη ἣν ἀναγκαῖον ἔχειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων. οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δεικτικῶν αὐτοῦ γνώσεως. δείξας δὲ ὅτι μὴ ἐξ ὑποθέσεως ἡ βεβαιοτάτη ἀρχή.. προστίθησιν ὅτι ὃ γνωρίζειν ἀναγκαῖον τῷ ὁτιοῦν γνωρίζοντί τε καὶ γινώσκοντι τῶν ὄντων, τοῦτο οὐ δι’ ἄλλου μαθεῖν οἷόν τε, εἴ γε πᾶσα μάθησις ἐκ προγινωσκομένου τινός, ὥστε εἰ καὶ ταύτης εἴη μάθησις, προγινώσκοιτο ἂν ταύτης ἕτερά τινα. οὕτω δὲ οὐκέτι ἂν εἴη ἀρχὴ τῶν ὄντων, ἣν ἀναγκαῖον γνωρίζειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων. ἥκειν ἄρα ἐξ αὑτοῦ εἰδότα ἀνάγκη τὴν τοιαύτην ἀρχήν· ἣν δὲ ἥκει τις ἐξ αὑτοῦ εἰδὼς οὐ δεόμενος δείξεως περὶ αὐτῆς, οὐχ ὑπόθεσις.

[*](p. 1005b17)

Ὅτι μὲν οὗν ἡ τοιαύτη πασῶν βεβαιοτάτη ἀρχή.

Ἡ τοιαύτη περὶ ἣν οὐκ ἔστι διαψευσθῆναι, τοιαύτη δὲ ἥ τε γνωριμωτάτη καὶ ἀνυπόθετος. εἰπὼν δὲ οἵαν εἶναι δεῖ τῆν βεβαιοτάτην ἀρχήν, ἑξῆς λέγει τίς ἐστιν ἡ τοιαύτη, δηλονότι γνωριμωτάτη τε καὶ ἀνυπόθετος, καί φησιν εἶναι ταύτην τὴν τῆς ἀντιφάσεως· τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ἀδύνατον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα πρὸς τὰς λογικὰς δυσχερείας. ἔστι δὲ ταῦτα ἐξ ὧν ἡ ἀντίφασις εἰδοποιεῖται, ἃ εἶπεν ἐν Σοφιστικοῖς ἐλέγχοις. λέγει δὲ ἐν ἐκείνοις ἀντίφασιν εἶναι τὴν τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, ἢ εἰ καὶ ὀνόματος, μήτε ὁμωνύμου μήτε συνωνύμου, ἀλλὰ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ὃ δὲ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας λέγων περὶ ἀντιφάσεως, “καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις,” τοῦτο νῦν εἴρηκε πρὸς τὰς λογικὰς δυσχερείας. ταύτην δέ φησι βεβαιοτάτην πασῶν εἶναι τῶν ἀρχῶν, καὶ δι’ ὃ λέγει· ἔχει γὰρ, φησί, τὸν εἰρημένον διορισμόν. τίς δὲ ἦν οὗτος; ἔκειτο | εἶναι βεβαιοτάτη ἀρχὴ περὶ ἣν διαψευσθῆναι ἀδύνατον ὁντινοῦν, αὐτὴν [*](226) δὲ τοιαύτην δείκνυσιν· ἀδύνατον γὰρ ὁντινοῦν, τουτέστιν ἀδύνατον γὰρ ὅλως τινά, ταὐτὸν ὑπολαμβάνειν εἶναι καὶ μὴ εἶναι καὶ περὶ τοῦτο διαψευσθῆναι· ὡς γὰρ ἀδύνατον τὸ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν, [*](1 γὰρ LFS: om. Α 2 et 5 αὐτῆς libri 4 αὐτὴν LF: αὐτὸν Α 7 ἀποδεικτὸν LFS: ἀποδεικτικὸν Α 13 τινός LF: om. Α 15 et 16 αὐτοῦ libri 24 ποοσ- διορισαίμεθ᾿ ἄν Metaph. vulg. 26 ἐν Σοφιστικοῖς ἐλέγχοις] c. 5 p. 167 a 23 27 εἰ καὶ μὴ ὀνόματος L 29. 30 ἐν τῷ Περὶ ἑρμηνείας] c. 6 p. 17 a 35)

270
οὕτως ἀδύνατον καὶ διαψευσθῆναι περὶ τοῦτο, ὥστε ταὐτὸν ὑπολαμβάνειν τινὰ εἶναι καὶ μὴ εἶναι· τοῦτο γάρ ἐστι τὸ ὁντινοῦν ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον. ἂν εἴη διαψευσθῆναι περὶ τοῦτο.] ὅτι δὲ ἀδύνατον ὑπολαμβάνειν τινὰ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καθάπερ τινὲς οἴονται λέγειν Ἡράκλειτον, πειρᾶται διὰ τῶν ἑξῆς δεικνύναι. οὐ γάρ ἐστιν ἀναγκαῖον πάντως ἃ λέγει τις, καὶ ὑπολαμβάνειν ταῦτα αὐτόν· ὥστε κἂν τοῦτο ᾖ ὑπὸ Ἡρακλείτου λεγόμενον, ὡς οἴονταί τινες, οὐκ ἀναγκαῖον, εἰ λέγει τοῦτο, ἤδη καὶ ὑπολαμβάνειν αὐτόν. οὐ γὰρ πάντα ἃ λέγομεν, καὶ δοξάζομεν οὕτως ἔχειν· τὴν γοῦν ἀντίφασιν ὑπάρχειν μὲν εἰπεῖν τῷ αὐτῷ ῥᾴδιον καὶ παντός, οὐ μὴν καὶ δοξάσαι δυνατὸν οὕτως ἔχειν, ὥσπερ καὶ ἡμέρας οὔσης ὁρῶντα εἰπεῖν ὅτι ·νύξ ἐστι ῥᾴδιον, οὐ μὴν καὶ δοξάζειν οὕτως οἷόν τε. ὅτι δὲ ἀδύνατον τὸ αὐτὸ ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι ὅ ἐστι κατασκευαστικὸν τοῦ φανερωτάτην ἀρχὴν εἶναι τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν διὰ τὸ μὴ δύνασθαι περὶ αὐτὴν διαψεύσασθαι, οὕτω συλλογίζεται. εἰ δὲ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτῷ. ὁ δέ ἐκ περισσοῦ δοκεῖ προσκεῖσθαι· ἔστι γὰρ εἰ μὴ ἐνδέχεται ἄμα τῷ αὐτῷ ὑπάρχειν τἀναντία. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λαβὼν ὅτι ἀδύνατον τῷ αὐτῷ ἅμα ὑπάρχειν τἀναντία, ὡς ἐναργεῖ τούτῳ χρώμενος δείκνυσιν ὅτι μὴ οἷόν τέ τινα ὑπολαβεῖν ἅμα συναληθεύεσθαι τὴν ἀντίφασιν· αἱ γὰρ δόξαι καὶ αἱ ὑπολήψεις, ἥ τε περὶ τοῦ τόδε ὑπάρχειν καὶ περὶ τοῦ τὸ αὐτὸ τοῦτο μὴ ὑπάρχειν, ἐναντίαι, τὰ ἐναντία δὲ ἀδύνατον ἅμα τῷ αὐτῷ· ὑπάρχειν· ὡς γὰρ ἐναργεῖ καὶ ὁμολογουμένῳ τούτῳ προσχρῆται· ἀδύνατον ἄρα τὰς δόξας τὰς περὶ τοῦ τὸ αὐτὸ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν ἅμα τῷ αὐτῷ συνυπάρχειν. ὅτι δὲ ἐναντίαι αἱ δόξαι τῆς ἀντιφάσεως, δέδεικται διὰ πλειόνων ἐπὶ τέλει τοῦ Περὶ ἑρμηνείας. εἰπὼν δὲ μὴ ἐνδέχεσθαι ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, προσέθηκε τὸ προσδιωρίσθω δὲ ἡμῖν καὶ ταύτῃ τῇ προτάσει τὰ εἰωθότα. ὥσπερ περὶ τῆς ἀντιφάσεως εἰπὼν ἀδύνατον ἅμα τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπάρχειν ἅμα καὶ μὴ ὑπάρχειν, εἶπε δεῖν καὶ τὰ ἄλλα προστιθέναι τῷ κατὰ τὸ αὐτό, ἃ προστίθεμεν φυλασσόμενοι τὰς ἐπιπλοκάς τε καὶ ἐνο- χλήσεις τὰς σοφιστικάς, οἳ ὑποδυόμενοι τοῖς τοιούτοις πειρῶνται τὸ ἀξίωμα διαβάλλειν, | δεικνύντες τὸ αὐτὸ ὑπάρχον καὶ μὴ ὑπάρχον τῷ αὐτῷ ἢ [*](227) κατ’ ἄλλο καὶ ἄλλο μέρος ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ ἢ πρὸς ἄλλο καὶ ἄλλο ἢ ἄλλως καὶ ἄλλως, οὕτω φησὶ καὶ ἐπὶ τοῦ τῶν ἐναντίων διορισμοῦ πάντα δεῖν προστιθέναι· τὰ γὰρ ἐναντία τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως. εἰ δὲ μηδένα οἷόν τε δοξάζειν ἅμα τὸ αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, φανερώτατον ἀξίωμα εἴη τὸ ἀδύνατον συνυπάρχειν τὴν ἀντίφασιν. τὸ δὲ ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας [*](3 ἂν—τοῦτο om. S del. Bonilz 16 ἔστι γὰρ] dictio enim plena est vel si ad hunc modum essel scriptum S 24 ἅμα—συνυπάρχειν L: om. Α1: συναληθεύειν in marg. A2 25 τοῦ Περὶ ἑρμηνείας] c. 14 28 τὸ αὐτὸ (post ἄμα) L: om. AS 33 καὶ ἄλλῳ LF: om. AS 34 καὶ (aute ἐπὶ) LF: om. AS τοῦ—διορισμοῦ LFS: τούτων ἐναντία δι’ ὁρισμοῦ Α 31) δοξάζειν LF: βαδίζειν Α1: νομίζειν A2)
271
ὁ διεψευσμένος περὶ τούτου ἴσον ἐστὶ τῷ ὁ γὰρ ὑπολαμβάνων τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι καὶ. περὶ τοῦτο διεψευσμένος, ὡς τὰ μὴ συνυπάρχοντα συνυπάρχειν ἡγεῖσθαι, ἅμα ἄν ἔχοι τὰ ἐναντία· ἐναντία γὰρ ἀλλήλοις αἱ ἐναντίαι δόξαι· τοῦτο δὲ ἀδύνατον ἔκειτο. συλλογισάμενος δὲ καὶ δείξας τὸ αὐτὸ ἐπιφέρει διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ καὶ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων, λέγων πάντας τοὺς ἀποδεικνύντας ἐπὶ ἐσχάτην ταύτην ἀρχὴν ὡς αὐτόθεν γνώριμον καὶ ἐναργῆ καὶ ἀναμφισβήτητον τὸν λόγον ἀνάγειν· ἡγοῦνται γὰρ οὐκέτι δεῖν αὐτοῖς λόγου οἱ περί τινος συλλογιζόμενοι πρὸς ἀναίρεσιν τοῦ προκειμένου, ἂν δείξωσιν ἑπόμενον τῷ πρὸς αὐτῶν ἀναιρουμένῳ τὸ συναληθεύεσθαι τὴν ἀντίφασιν. τῶν δὲ ἀξιωμάτων πάντων ταύτην εἶπεν ἀρχὴν εἶναι οὐκ ἀποδεικτικήν οὐδὲ γὰρ δεῖται ἀποδείξεως τὰ ἀξιώματα· οὐ γὰρ ἄν ἔτι ἀξιώματα εἶεν οὐδὲ ἀρχαί), ἀλλ’ ὅτι πολλάκις εἰς σύστασιν αὐτῶν καὶ πίστιν τούτῳ προσχρώμεθα. συνιστάντες γὰρ ὅτι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια, λαμβάνομεν, εἰ γὰρ μὴ τοῦτο, οὐχ ὅμοια ἀλλήλοις ἔσται· εἰ δὲ μὴ ἀλλήλοις ὅμοια, οὐδ’ ἂν ἑνί τινι τῷ αὐτῷ ὅμοια εἴη, ἀλλὰ παραλλάσσοι ἄν αὐτοῦ, καθὸ καὶ ἀλλήλων· ἔκειτο δὲ ὅμοια εἶναι. τὰ αὐτὰ ἄρα ἅμα τῷ αὐτῷ ὅμοιά τε καὶ οὐχ ὅμοια· ἐφ’ ὃ ὡς εἰς ἀδύνατον φανερὸν ἀγαγόντες τὸν λόγον ἡγούμεθα βεβοηθηκέναι εἰς σύστασιν τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις εἶναι ὅμοια.

[*](p. 1005b35)

Εἰσὶ δέ τινες οἵ, καθάπερ εἴπομεν, αὐτοί τε ἐνδέχεσθαί φασι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, καὶ ὑπολαμβάνειν οὕτως.

Εἰπὼν βεβαιότατον ἀξίωμα εἶναι τὸ τῆς ἀντιφάσεως, ἐπεὶ ἦσάν τινες οἳ οὐχ οὕτως ἔχειν ἔλεγον λέγοντες μὲν οὕτως, οὐχ ὑπολαμβάνοντες δὲ οὕτως, ὅτι μηδὲ δυνατὸν τοῦτο ὡς δέδεικται), ἐπὶ πλέον διὰ τῶν ἑξῆς τὸν πρὸς αὐτοὺς ποιεῖται λόγον. ἦσαν γάρ τινες οἳ οὐκ ἀδύνατον ἔλε|γον [*](228) εἶναι τὸ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· εἰ δὲ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, δῆλον ὡς καὶ ὑπολαμβάνειν οἷόν τε ἔσται ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· ὃ δοκεῖ δεδεῖχθαι ὃν ἀδύνατον. εἰ γὰρ διὰ τὸ μὴ δύνασθαι τἀναντία ἅμα ὑπάρχειν ἀνῃρεῖτο τὸ καὶ ὑπολαμβάνειν δύνασθαι, εἰ δύναιτο ἅμα ὑπάρχειν τἀναντία, κἀν ὑπολαμβάνειν τις τοῦτο οὕτως ἔχειν δύναιτο ὄν γε ἀληθές. τῆς δὲ δόξης ταύτης φασὶ καὶ Ἡράκλειτόν τινες γεγονέναι, τἀναντία ταὐτὰ ἀλλήλοις εἶναι λέγοντα. λέγοιεν γὰρ ἄν οὕτω λέγοντες καὶ πρὸς τὸ κείμενον τὸ ὅτι τἀναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, δι’ οὗ δοκεῖ δεδεῖχθαι μὴ οἷόν τε ὂν τὸν αὐτὸν τὸ αὐτὸ ὑπο- λαμβάνειν εἶναί τε καὶ μὴ εἶναι. χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ καὶ τῶν περὶ φύσεως, ὥσπερ Ἡράκλειτον οἴονταί τινες. ἕπεται δὲ [*](5 τὸ αὐτὸ] “vel omittendum τὸ vel legendum τοῦτο” Bonitz 7 αὕτη A2S: αὐτὴ A1LF λέγων—φύσεως (38) om. F 8 ὡς L: om. A 12 πάντων L: om. A ἀποδεικτήν L 14 τούτῳ LS: οὕτω A 19 φανερὸν A: φανὲν L 26 μηδὲ LA2: δὲ μὴ Α1 27 ποιεῖται L: ποιεῖ A 30 φανερὸν L)

272
τοῦτο καὶ τοῖς λέγουσιν ἑκάστῳ τὸ φαινόμενον καὶ εἶναι τοιοῦτον, ὧν εἶεν ἂν οἵ τε περὶ Δημόκριτον καὶ Πρωταγόραν. φαίνεται γάρ τισι περὶ τοῦ αὐτοῦ τὰ ἀντικείμενα· εἰ δὲ καὶ ἔστιν ὡς φαίνεται, εἴη ἄν περὶ τὸ αὐτὸ ἅμα τὰ ἐναντία τε καὶ τὰ ἀντικείμενα. ἡμεῖς δὲ νῦν εἰλήφαμεν ὡς ἀδυνάτου ὄντος ἅμα εἶναι καὶ μὴ εἶναι. διὰ τοῦ λαβεῖν ὅτι ἀδύνατον τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ὡς ἐναργὲς συνέστησε βεβαιοτάτην καὶ γνωριμωτάτην ἀρχὴν τὴν τῆς ἀντιφάσεως. εἵπετο γὰρ ἀδύνατον ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν τε καὶ ὑπολαμβάνειν ἅμα τῷ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον εἶναι· ἐναντίαι γὰρ ὑπολήψεις αὗται. ἐπεὶ τοίνυν ἡμεῖς μὲν ἐδείξαμεν διὰ τοῦ τοῦτο λαβεῖν τὸ ἀξίωμα τῆς ἀντιφάσεως ὂν βεβαιότατόν τε καὶ γνωριμώτατον, εἰσὶ δὲ οἷς δοκεῖ δύνασθαι ἅμα εἶναί τε καὶ μὴ εἶναι, ᾧ ἕπεται τὸ καὶ τὴν ἀντίφασιν συναληθεύεσθαι, καὶ ἀξιοῦσι καὶ αὐτὸ τοῦτο ἀποδεικνύναι ἡμᾶς τὸ μὴ δύνασθαι τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καὶ μὴ ὡς γνώριμον ἤδη αὐτόθεν καὶ ἐναργὲς λαμβάνειν, μέλλων λέγειν πρὸς αὐτοὺς πρῶτόν φησι τοὺς καὶ τοῦτο ἀξιοῦντας αὐτὸ δείκνυσθαι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν, ὡς εἴρηκεν ἤδη, τοῦτο ἀξιοῦν. δέδεικται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς τίνα τέ εἰσιν ἀποδεικτὰ καὶ τίνα οὔ, καὶ ὅτι ἀναιρεῖται τὰ ἀναπόδεικτα καὶ αὐτόθεν γνώριμα, ἄν εἰς ἄπειρον προΐοι. εἰ δὲ δώσουσιν ἀπόδειξιν εἶναι καὶ εἶναί τινα ἀναπόδεικτα, τίνα πρὸ τούτου τοῦ ἀξιώματος εἶναι μᾶλλον ἀρχὴν ἐροῦσιν οὐ δεομένην ἀποδείξεως, ἀπαιτητέον αὐτούς· οὐ γὰρ ἕξουσιν εἰπεῖν. τὸ δὲ ὥστε μηδὲ οὕτως εἶναι ἀπόδειξιν εἶπεν ἤτοι ὅτι ἀναιρεῖται μὲν ἀπόδειξις καὶ διὰ τοῦ μὴ συγχωρεῖν εἶναί τινα ἐξ αὑτῶν ἀληθῆ τε καὶ πιστά, ἀναιρεῖται δὲ καὶ διὰ τῆς εἰς ἄπειρον προόδου· οὐ γὰρ μόνον ἀναιρεῖ ἀπόδειξιν ὁ ἀναιρῶν αὐτῆς τὰς ἀρχάς, ἀλλὰ καὶ ὁ λέγων πάντα | ἀποδεικτὰ εἶναι ἀναιρεῖ ὁμοίως [*](229) ἀπόδειξιν. ἢ τὸ ὥστε μηδ’ οὕτως εἶπεν ἀντὶ τοῦ ὥστε οὕτω μὴ εἶναι ἀπόδειξιν

[*](p. 1006a11)

Ἔστι δ’ ἀποδεῖξαι ἐλεγκτικῶς καὶ περὶ τούτου ὅτι ἀδύνατον.

Αἰτιασάμενος τοὺς ἀξιοῦντας ἀποδείκνυσθαι ὅτι μὴ οἷόν τε τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, ὡς καὶ διὰ τοῦ τὰ τοιαῦτα ἀποδείκνυσθαι ἀξιοῦν ἀναιροῦντας ἀπόδειξιν, ὅμως, φησίν, ἔστι καὶ τοῦτο ἐλεγκτικῶς ἀποδεῖξαι, οὐχ ἁπλῶς, ἀλλ’ ἄν λέγῃ τι καὶ ὀνομάζῃ μόνον καὶ χρῆται λόγῳ ὁ ἀμφισβητῶν καὶ σημαίνῃ τι δι’ ὧν λέγει καὶ ἀποκρίνηται πρὸς τὰ ἠρωτημένα· ἂν γὰρ μήτε ἀποκρίνηται μήτε τι λέγῃ, γελοῖον τὸ λόγῳ χρῆσθαι πρὸς τὸν τοιοῦτον καὶ διὰ λόγου πειρᾶσθαι δεικνύναι τι τῷ μὴ ἔχοντι λόγον, καὶ διὰ λόγων πειρᾶσθαι ποιεῖσθαι συνουσίαν πρὸς τὸν ἐστερημένον [*](8 post ὑπάρχειν τε καὶ addendum μὴ ὑπάρχειν censet Bonitz: non posse contraria eidem adesse et simul non adesse putari S 10 τοῦτο om. LF 13 τε καὶ LF: τε om. Α 17 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. post. Α 3 ἀποδεικτὰ LS: ἀποδεικτικὰ Α 18 αὐτόθεν LF: αὐτόθι Α 23 αὐτῶν libri 25 ἀποδεικτὰ A2LFS: ἀποδεικτικὰ Α1 35 τι LFS om. Α)

273
τούτου. τοῦτο γάρ ἐστι τὸ ᾗ μὴ ἔχει λόγον, τὸ καθὸ μὴ ἔχει, κατὰ τοῦτο σημῆναι αὐτῷ. τὸ δὲ ὅμοιος γὰρ φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος ἤδη ἴσον τῷ ἤδη γὰρ ὅμοιος φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος. τί δὲ διαφέρει ἡ ἐλεγκτικὴ ἀπόδειξις τῆς ἁπλῶς ἀποδείξεως, ἑξῆς λέγει. ὁ μὲν γὰρ ἁπλῶς ἀποδεικνὺς λαβὼν πρῶτά τινα καὶ γνωριμώτερα ὄντα τοῦ δεικνυμένου, οὕτω τὸ προκείμενον ἀποδεικνύναι πειρᾶται. οὐχ οἷόν τε δὲ πρῶτόν τι καὶ γνωριμώτερον τούτου λαβεῖν, ὡς προείρηται, ὥστε οὐδὲ ἀποδεῖξαι αὐτὸ οἷόν τε. ἔτι ἀφ’ ἑαυτοῦ λαμβάνων τε καὶ τιθεὶς πᾶν εἶναι τοῦτο ὃ λέγει ἢ μὴ εἶναι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ τὸ ζητούμενον προλαμβάνειν, ἐπεὶ περὶ τούτου ἡ ζήτησις ἦν. ὁ μέντοι ἔλε·ος ἐπεὶ πρὸς ἄλλον γίνεται καὶ ἐξ ὧν ὁ προσδιαλεγόμενος τίθησιν ἔστι γὰρ ἔλεγχος συλλογισμὸς δι’ ἐρωτήσεως εἰς ἀντίφασιν ἄγων), δύναται γίνεσθαι καὶ διὰ τῶν τοιούτων. οὐκέτι γὰρ οὔτε διὰ πρώτων ὁ τοιοῦτος συλλογισμός, οὔτε τὸ ἐν ἀρχῇ λαμβάνειν τις παρ’ αὑτοῦ δόξει, ἄν ὁ προσδιαλεγόμενος συγχωρήσῃ πᾶν ἢ εἶναί τι ὃ λέγεται ἢ μὴ εἶναι. ἐκεῖνος γὰρ αἴτιος τοῦ τοιούτου ὁ ἀξιῶν δείκνυσθαί τε τὰ αὐτόθεν γρώριμα καὶ διδόναι ταῦτα ἀναγκαζόμενός τε καὶ δυσωπούμενος, ἃ εἰ ὁ ἀποδεικνὺς ἐτίθει ἀφ’ ἑαυτοῦ, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· ὡς γὰρ εἶπε Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως, βίαιος καὶ παρὰ φύσιν ἡ τούτου τοῦ ἀξιώματος ἀπόδειξις.

[*](p. 1006a18)

Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα τὸ ἀξιοῦν εἶναί τι λέγειν ἢ εἶναι.

Τοῦ ἐλεγκτικοῦ συλλογισμοῦ καὶ τοῦ πρὸς ἄλλον γινομένου περὶ τῆς τοῦ προκειμένου ἀξιώματος δείξεως ἀρχήν φησιν εἶναι τὸ ἀξιοῦν τὸν προσδιαλεγόμενον ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι, τουτέστιν ἐρωτητέον αὐτὸν εἰ μὴ δοκεῖ αὐτῷ πᾶν ἢ εἶναι τοῦτο ὃ λέγεται ἢ μὴ εἶναι, οἷον ἄνθρωπον ἢ εἶναι ἄνθρωπον ἢ μὴ εἶναι, ὁμοίως ἵππον, κύνα, τὰ ἄλλα. εἰπὼν δὲ ταύτην τὴν ἀρχὴν εἶναι, καὶ ταύτην δεῖν τὴν πρό|τασιν ἐρωτᾶν τὸν προσδιαλεγόμενον [*](230) ὡς παρ’ αὐτοῦ λαμβανομένην, φησὶ δόξειν τὸν τοῦτο ἐξετάζοντα τὸ ἐν ἀρχῇ καὶ τὸ ζητούμενον ἀξιοῦν λαβεῖν. ὁ γὰρ ἀμφισβητῶν πρὸς τὸ μὴ δύνασθαι ταὐτὸν ἅμα εἶναί τε καὶ μὴ εἶναι οὐ συγχωρήσει πᾶν ὃ λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ καὶ εἶναι καὶ μὴ εἶναι. τοῦτο γὰρ ἦν αὐτῷ ὑποκείμενον διὰ τὴν τοιαύτην ἐρώτησιν· καὶ προεῖπεν ὅτι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ τοῦτο λαμβάνων. διὸ ταύτης ἀφέμενος τῆς ἐρωτήσεως ἐπ’ ἄλλην μέτεισι. καταλληλότερον δὲ ἡ λέξις ἔχοι ἄν, εἰ ἀντὶ τοὐ τοῦτο μὲν γὰρ τάχα ἄν τις ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν εἴη γεγραμμένον τὸ τοῦτο μὲν τάχα ἄν τις, ὡς καὶ φέρεται ἔν τισιν. φέρεταί τις καὶ τοιαύτη γραφὴ ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα οὐ [*](8 οἷόν τε. ἔτι LS Bonitz: οἶόν τε, ὅτι Α ἐφ’ ἑαυτοῦ LF 13 διὰ πρώτων LF: διὰ τῶν πρώτων Α 14 αὑτοῦ c. S Bonitz coll. 8 et 17: αὐτοῦ ALF 20 τὸ ἀξιοῦν] οὐ τὸ ἀξιοῦν Metaph.; cf. 37 p. 274,1 22 τῆς LF: om. A 28 λαμβανομένην FS Brandis Bonitz: λαμβανόμενα A: λαμβανομένου L Comment. Arist. I Alex. in Metaph. 18)

274
τὸ ἀξιοῦν λέγειν τι εἶναι ἢ μὴ εἶναι. καὶ ἔστι γνωριμώτερον τὸ λεγόμενον οὕτως. ἀξιοῖ δὴ ἐρωτᾶν τὸν προσδιαλεγόμενον, εἰ λέγων τι σημαίνει μαίνει δι’ ὧν λέγει τε καὶ ὀνομάζει καὶ ἑαυτῷ καὶ ἄλλῳ, καὶ ἔστι τι καθ’ οὗ φέρων τὸ ὄνομα καὶ ὃ σημαίνειν βουλόμενος λέγει τε καὶ προφέρεται αὐτό. ὁ γὰρ λέγων μηδὲν σημαίνειν δι’ ὧν λέγει τε καὶ ἀποκρίνεται, οὗτος οὔτ’ ἂν πρὸς αὑτὸν λέγοι τι οὔτε πρὸς ἄλλον. οὐδὲ γὰρ τὰ νοήματα ἔσται σημαίνοντά τι, οἷς ἀντὶ τῶν ὀνομάτων καὶ τοῦ λόγου χρῆται πρὸς αὑτόν. εἰ γὰρ ἦν τι ταῦτα σημαίνοντα, ἦν ἄν τοῖς σημαινομένοις ὑπ’ αὐτῶν καὶ· ὀνόματα τίθεσθαι, καὶ οὕτως ἂν ἦν καὶ ἡ φωνὴ σημαίνουσα. οὕτω δὲ αὑτὸς ἄν ὁμολογοίη μὴ χρῆσθαι λόγῳ· ὁ γὰρ λόγος φωνὴ σημαντική. ὁμοίως δὲ ἀναιρεῖ λόγον χἂν λέγῃ μηδὲν μᾶλλον σημαίνειν αὐτὸν ἢ μὴ σημαίνειν. εἰ οὖν μὴ σημαίνοι ὅταν λέγοι τι, οὔτ’ ἂν διαλέγεσθαι εἴη· πάλιν γὰρ οὗτος ὅμοιος γίνεται φυτῷ. ἂν δὲ διδῷ καὶ συγχωρῇ σημαίνειν δι’ ὧν λέγει, τοῦτο λαβόντας δυνατὸν ἔσται ἔλεγχον τοῦ προκειμένου ποιήσασθαι· ἀντὶ γὰρ τοῦ ἐλέγχου τῇ ἀποδείξει ἐχρήσατο. ὁ γὰρ τοῦτο δοὺς ἤδη τι ὁρίζει· δίδωσι γὰρ ὡρισμένον τι εἶναι τὸ ὑφ’ ἑκάστου λόγου σημαινόμενον· ἀόριστον γὰρ τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἢ τὸ ἔσται δή τι ὡρισμένον αὐτὸ τοῦτο δεδομένον τὸ σημαίνειν τι· τούτου δὴ δοθέντος ἔσται ἀπόδειξις, τουτέστιν ἔλεγχος, οὗ ἐλέγχου αἴτιος οὐχ ὁ ἐλέγχων ἀλλ’ ὁ ἐλεγχόμενος· ἐκ γὰρ ὧν δίδωσιν ἐλέγχεται. εἰ μὲν γὰρ ἀφ’ αὑτοῦ δεικνὺς τὸ μὴ δύνασθαι ἐπὶ τοῦ αὐτοῦ ἅμα τὸ εἶναί τε καὶ μὴ εἶναι ἀληθεύεσθαι ἐλάμβανε τὸ τὸν λόγον σημαίνειν τι καὶ ὥριζε τοῦτο, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ λαμβάνειν· ἐπεὶ δὲ ὁ τῇ θέσει παριστάμενος ἐκείνῃ αὐτός ἐστιν ὁ ἀναγκασθεὶς συγχωρῆσαι τοῦτο, ἐκεῖνος τοῦ ἐλέγχου αἴτιος, ἀναιρῶν λόγον. ὁ γὰρ λέγων πᾶν οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν τοῦτο γὰρ ἦν τὸ | ἀναιρεῖν τὴν ἀντίφασιν) ἀναιρεῖ λόγον. ἀναιρῶν [*](231) δὲ λόγον χρῆται λόγῳ· τοῦτο γὰρ τὸ ὑπομένει λόγον. ἔδειξε δὲ δι’ ὧν εἶπεν ὅτι ἀνῃρῆσθαι λέγει λόγον ὁ μηδὲν σημαίνειν αὐτὸν λέγων. ἢ εἰ ἔστι λόγος, ἔστι τι καὶ ὡρισμένον τιθέμενον, καὶ οὐκ ἐπὶ παντὸς ἀληθὲς τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἐφυλάξατο δὲ τὸ δοκεῖν κυρίως αὐτοῦ ἀπόδειξιν πεποιῆσθαι, ὅτι ἔκειτο αὐτὸ εἶναι ἀναπόδεικτόν τε καὶ ἀπάντων τῶν ἀξιωμάτων ἀρχή.

[*](p. 1006a26)

Ἔτι ὁ τοῦτο συγχωρήσας συγκεχώρηκέ τι ἀληθὲς εἶναι χωρὶς ἀποδείξεως, ὥστε οὐκ ἂν πᾶν οὕτως καὶ οὐχ οὕτως ἔχοι.

Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἄν τις δῷ σημαίνειν τι τὸν λόγῳ χρώμενον δι’ ὧν λέγει, ἤδη ἔλεγχος ἔσται. δηλώσει γάρ τι καὶ ὁρίσει ὁ [*](5 μηδὲν δὲ σημαίνων δι’ ὦν Α2 8 αὑτόν c. S Bonitz: αὐτόν ALF 12 σημαίνοι οὔτ’ ἄν λέγοι τι LF 24 συγχωρῆσαι LF: συγχωρεῖν Α 27 χρῆται—λέγει λόγον (28) L: om. A ὑπομένει LF: ὑπομένειν Α ἔδειξε—μὴ εἶναι (p. 275, 22) om. F)

275
τοῦτο δούς, καὶ οὔ φησιν οὐ τοῦτο μᾶλλον ἢ τὸ ἀντικείμενον· οὐ γὰρ λέγει ὁ τοῦτο συγχωρῶν ἰού μᾶλλον σημαίνει τι ὁ λόγος ἢ οὐ σημαίνει᾿, ἀλλὰ συγχωρεῖ σημαίνειν, ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοὐ πρῶτον μὲν οὖν δῆλον καὶ τῶν ἑξῆς. ἀναιρεῖν γὰρ ἔστι λόγον, ὥσπερ διὰ τοῦ λέγειν ὅτι μηδὲν μᾶλλον σημαίνει ἢ μὴ σημαίνει, οὕτω καὶ διὰ τοῦ μηδὲν μᾶλλον εἶναι τόδε τι ἢ μὴ εἶναι. ὅτι δ’ ἔστιν ἐλέγχειν τὸν ἅπαξ συγχωρήσαντα τοῦτο, διὰ τῶν ἑξῆς δείκνυσί τε καὶ ἐπέξεισιν. οὗτος δὲ τοῦ ἐλέγχου αἴτιος, οὐχ ὁ ἐρωτῶν εἰ γὰρ αὐτὸς ἀφ’ ἑαυτοῦ ἔλαβε τοῦτο ὁ λαμβάνων τοῦτο, ὡς εἶπεν, ἔδοξεν αὐτὸ τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλ’ ὁ ἀποκρινόμενος, ἀναγκαζόμενος ἢ ἀναιρεῖν λόγον ἡ μαχόμενα ἀποκριθῆναι τῇ θέσει τῇ αὑτοῦ. καὶ προστίθησι τὴν αἰτίαν. ἀναιρῶν γὰρ ὅλως λόγον διὰ τῆς θέσεως ὁ γὰρ λέγων ἐπὶ παντὸς οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ λόγον ἀναιρεῖ· ἐρεῖ γὰρ ὁμοίως τοῖς ἄλλοις καὶ τὸν λόγον μηδὲν μᾶλλον εἶναι ἢ μὴ εἶναι· τοῦτο δὲ ἀναιροῦντος λόγον, ὅτι ὁ μὲν λόγος φωνὴ σημαντική, ὁ δὲ μηδὲν μᾶλλον σημαίνειν ἢ μὴ σημαίνειν λέγων αὐτὸν ἀναιροῖ ἄν καὶ οὗτος λόγον· λέγοι δ’ ἂν τοῦτο ὁ λέγων ἅμα τὴν ἀντίφασιν ἀληθεύειν ἐπὶ παντὸς δύνασθαι) — ἀναιρῶν δὴ λόγον διὰ τῆς θέσεως, δι’ ὧν ἀποκρίνεται συγχωρεῖ.· λέγων γὰρ τὸν λόγον σημαίνειν, τίθησιν εἶναι λόγον, ὃ διὰ τῆς θέσεως ἀνῄρει, τοῦτο διὰ τοῦ ἀποκρίνεσθαι τιθείς.

[*](p. 1006a28)

Πρῶιον μὲν οὖν δῆλον ὡς τοῦτο αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι καὶ μὴ εἶναι.

Τὸ πρῶτον, φησί, δοθέντος τοῦ τὰ λεγόμενα σημαίνειν τι, ἀληθές ἐστι τὸ σημαίνειν τι τὸν εἶναί τι λέγοντα καὶ τὸν μὴ εἶναί τι ὁμοίως, ἀλλ’ οὐχὶ καὶ σημαίνειν καὶ μὴ σημαίνειν. ὀνόματα δὲ εἶπε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. εἰ δ’ ἀληθὲς ἐπ’ αὐτῶν τὸ σημαίνειν, οὐκ ἀληθὲς δὲ τὸ μὴ σημαίνειν, οὐκέτι ἄν ἐπὶ παντὸς καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀληθὴς ἄν εἴη· τοῦ γὰρ σημαίνειν τὸ μηδὲν σημαίνειν ἀπόφασις ὂν οὐκ ἔστιν ἀληθὲς ἐπὶ τῶν | σημαίνειν τι συγχωρηθέντων. εἰ γὰρ καὶ μὴ σημαίνοι, [*](232) οὐκέτ’ ἄν εἴη τὸ σημαίνειν συγχωρούμενον, οὕτω δὲ οὐκέτ’ ἂν οὐδὲ ὁ λόγος εἴη. εἰπὼν δὲ πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτό γε αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι, τοῦτο εἰπὼν προσέθηκε τοδί, ὃ σημαντικόν ἐστι τοῦ ὡρισμένην τινὰ φύσιν σημαίνειν τὸ σημαῖνον. πάντως γὰρ ὁ σημαίνων τι ἡ αὑτῷ ἢ ἄλλῳ καὶ τόδε ἢ τόδε σημαίνει· τῶν γὰρ ὄντων τι σημαίνει καὶ διαφέρον τῶν ἄλλων ἃ μὴ ὑπ’ αὐτοῦ σημαίνεται· οὐ γὰρ πάντα τῶν αὐτῶν σημαντικά, οὐδὲ ὑπὸ ἑνὸς πάντα σημαίνεται.

[*](7 οὗτος] οὕτως coni. Bonitz 8 ἐφ’ ἑαυτοῦ L 11 αὑτοῦ Brandis Bonitz: αὐτοῦ libri 13 ἐρεῖ LS: ἀναιρεῖ Α2: om. Α1 14 ἀναιροῦντός ἐστι λόγον Α2 22 εἶναι ἡ μὴ Metaph. 24 τὸν μὴ LS Bonitz: τὸ μὴ Α 31 εἰπὼν—σημαίνεται (36) om. F 32. 33 τοδί, ὃ e S Bonitz: τὸ δι’ ἁ AL 33 τοῦ LS Bonitz: τὸ Α ὡρισμένην LS: ὡρισμένον Α 34 αὐτῷ libri 35 ἂ LS: μὲν Α 18*)
276
[*](p. 1006a31)

Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο τὸ ζῶον δίπουν.

Λαβὼν ὅτι σημαίνει τὰ ὀνόματα καὶ ἕκαστον αὐτῶν τοδί, καὶ δείξας δι’ αὐτοῦ ὅτι μηκέτι δυνήσεται λέγειν ὁ τοῦτο συγχωρήσας τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ, νὺν τούτῳ προσχρώμενος δείκνυσιν ὅτι ἐπὶ μηδενὸς οἷόν τε τὴν ἀντίφασιν συναληθεύειν. διὰ πλειόνων δὲ λέγει τε καὶ δείκνυσι τὸ προκείμενον. αἴτιον δὲ τούτου ὅτι μεταλαμβάνει τὰ δι’ ὧν δείκνυσιν ὃ βούλεται, καὶ κατασκευάζει αὐτὰ ὡς δεόντως λαμβανόμενα· διὸ καὶ ἀσαφεστέρα ἡ λέξις. ἐκλαβόντι δὲ ὁ νοῦς τῆς ἐπιχειρήσεως τοιοῦτος. εἰ ἕκαστον ὄνομα σημαίνει, καὶ ἕν τι σημαίνει· τὸ γὰρ σημαῖνον τὶ σημαίνει, τὸ δὲ τὶ καὶ ἕν· καὶ γὰρ εἰ κατὰ πλειόνων τὰ ὁμώνυμα, ἀλλ’ οὐχ ἅμα γε πάντα σημαίνει ὁ χρώμενος αὐτοῖς καὶ σημαίνων τι δι’ αὐτῶν. τὰ διαφέροντα δὴ ὀνόματα καὶ μὴ ταὐτὸν σημαίνοντα τῷ κειμένῳ ἓν σημαίνειν δῆλον ὡς οὐ ῥηθήσεται κατ’ ἐκείνου· εἴη γὰρ ἂν οὐκέτι μία φύσις ἐκείνου, εἰ τὰ διαφερόντων πραγμάτων σημαντικὰ ὀνόματα ἀληθεύοιτο κατὰ τοῦ αὐτοῦ. διαφέροντα δὲ ὀνόματα τό τε ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ οὐκ ἔστιν ἑνὸς ὀνόματα πράγματος· οὐ γὰρ ἐπὶ ταὐτοῦ κατηγορηθήσεται, οὐδὲ ἔσται ἀληθευόμενον κατὰ τοῦ σημαινομένου ὑπὸ τοῦ ἀνθρώπου τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἀνθρώπου, εἴ γε διαφέρει τε αὐτὰ τὰ ὀνόματα ἀλλήλων, καὶ τὰ διαφέροντα διαφερόντων ἐστὶ δηλωτικά, καὶ ἑνὸς ἕκαστον καὶ φύσεως μιᾶς· οὐ γὰρ ἄν ἔτι εἴη τὸ ὑπ’ ἀνθρώπου σημαινόμενον ἕν, ὡς ἐρρέθη, εἰ ἀληθεύοιτο ἐπ’ αὐτοῦ καὶ τὸ οὐκ ἄνθρωπος, ἄλλου πράγματος ὂν σημαντικόν. ὁ δὲ αὐτὸς λόγος ὃς ἐπ’ ἀνθρώπου καὶ οὐκ ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων πάντων. εἰ δὲ μὴ τὰ ὑπὸ τῶν ὀνομάτων τούτων δηλούμενα συνυπάρχει, οὐκ ἄν τῇ καταφάσει τῇ λεγούσῃ εἶναι ἄνθρωπον τόδε, ἅμα συναληθεύοιτο ἡ ἀπόφασις ἡ λέγουσα μὴ εἶναι ἄνθρωπον τόδε. ὁ μὲν νοῦς τῆς ἐπιχειρή|σεως τοιοῦτος, [*](233) τὰ δὲ πρὸς τὴν λέξιν οὕτως. εἰ τὸ ἄνθρωπος, φησίν, ὄνομα σημαίνει ἕν τι, εἰλήφθω ὃ σημαίνει, καὶ ἔστω τοῦτο τὸ ζῷον δίπουν. ἑξῆς δὲ ἐξηγεῖται τί ἐστι τὸ ἓν σημαίνειν τὸ ὄνομα, λέγων λέγω δὲ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτ’ ἔστιν ἄνθρωπος, ἄν ᾖ τι ἄνθρωπος, τοῦτο ἔσται τὸ ἀνθρώπῳ εἶναι. τὸ γὰρ ἓν σημαίνειν τοῦτο εἶναί φησι τὸ εἰ τοῦτ’ ἔστι τὸ ἄνθρωπος σημαῖνον τοῦτο γὰρ δεῖ προσυπακούειν τῷ εἰ τοῦτ’ ἔστι), πᾶν ὃ ἂν ᾖ ἄνθρωπος, τοῦτο ἔσται αὐτῷ τὸ ἀνθρώπῳ εἶναι, τὸ εἶναι τοῦτο ὃ ὁ ἄνθρωπος ἐσήμαινεν. οὐ γὰρ δὴ τοῦ ἀνθρώπου σημαίνοντος ἕν, τὸ ζῷον πεζὸν δίπουν, ἔσται τις ἄνθρωπος ὃς οὐκ ἔσται ζῷον πεζὸν δίπουν. τί δέ ἐστι τὸ σημαινόμενον, ὁρίζεται καὶ γνώριμον ποιεῖ ὑπὲρ τοῦ δεῖξαι ὅτι μή, εἴ τι κατά τινος λέγεται, ἤδη τοῦτο [*](4 δι’ αὐτοῦ LF: διὰ τοῦ A: διὰ τούτου Bonitz 7 δὲ LF: δὴ Α 17 ὀνόματα LFS Bonitz: ὀνόματος Α1: ὄνομα Α2 25 συνυπάρχει LFS: συνυπάρχοι Α 26 ἅμα LF: ἄμα ἄν Α 27 ἡ λέγουσα F: ἡ om. AL 34 ἄνθρωπος, ὂν τοῦτο LF Brandis 38 ἤδη τοῦτο LFS: ἤδη καὶ τοῦτο Α)

277
καὶ ἓν σημαίνει, ὡς καὶ προϊὼν ἐρεῖ. οὐ γὰρ εἰ τὸ λευκὸν κατὰ τοῦ Σωκράτους λέγοιτο, ὁ Σωκράτης καὶ τὸ εἶναι Σωκράτει ὑπὸ τοῦ λευκοῦ σημανθήσεται. ὅσα δὴ οὕτω κατηγορεῖται ὡς φύσιν τε καὶ οὐσίαν σημαίνειν, ὡς ἔχει τἂ ἐν τῷ τί ἐστι κατηγορούμενα, ταῦτα ὡς ἓν σημαίνοντα λαμβάνεται, καὶ οὕτως ὑφ’ ἑκάστου τῶν ὀνομάτων ἕν τι σημαίνεται. ἐξηγήσατο δὲ πῶς εἶπε τὸ ἓν σημαίνειν, ἵνα μὴ ἓν κατὰ τὸν ἀριθμόν τις αὐτὸν ἡγῆται λέγειν, μηδὲ ἓν τὸ καθ’ ἑνὸς τῷ ἀριθμῷ λέγεσθαι, ὡς ἐρεῖ, ἀλλὰ μίαν τινὰ φύσιν. εἰ γὰρ ὁ ἄνθρωπος ζῷον δίπουν σημαίνει, καὶ τὸ ἀνθρώπῳ εἶναι ἐν τούτῳ ἔσται ἐν τῷ ζῴῳ δίποδι εἶναι. λαβὼν δέ, εἰ ἓν σημαίνοι ἕκαστον ὄνομα, ἓν ἔσεσθαι καὶ τὸ σημαινόμενον, διαφέρειν φησὶ μηδὲν πρὸς τὸν λόγον κἄν πλείω τις λέγῃ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, μόνον δὲ ὡρισμένα, ἐπεὶ ἔστι τινὰ ὁμώνυμα· ἐνέσται γὰρ ἑκάστῳ τῶν σημαινομένων ἴδιόν τι ὀνόματος σημεῖον θέσθαι, ὡς εἴωθε γίνεσθαι ἐν τῇ τῶν ὁμωνύμων διαιρέσει. εἰ γὰρ ἀόριστα καὶ ἄπειρα λέγει τις σημαίνεσθαι, δείξει τὸ ἑπόμενον ἄτοπον· ὁ γὰρ τοῦτο λαβὼν ἀναιρήσει τὸ σημαίνειν τι τὰ ὀνόματα καὶ ὅλως τὸν λόγον. εἰ γὰρ ἕκαστον τῶν ὀνομάτων μηδὲν μᾶλλον τοῦτο καθ’ ὧν κατηγορεῖται σημαίνειν λέγοιτο ἡ ἄλλο ὁτιοῦν καὶ τὸ τυχόν, οὐδὲν ἄν σημαίνειν λέγοιτο· τί γὰρ μᾶλλον τόδε τι ἢ τὸ τυχόν; καὶ τί μᾶλλον τόδε ὑπὸ τοῦδε ἡ τοῦ τυχόντος σημανθήσεται πάντων ἄπειρα σημαινόντων; εἰ δὴ πλείω μὲν ὡρισμένα δέ τις λέγοι σημαίνειν ἕκαστον ὄνομα, τῶν ὑπὸ ἰοῦ κοινοῦ ὀνόματος δηλουμένων ἴδιος ἑκάστου λόγος ἔσται· οἷον εἰ ὁ ἄνθρωπος λέγοιτο καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τῆς εἰκόνος, εἴη ἄν, ὅταν μὲν τὸ ὡς ζῷον | σημαίνῃ ἄνθρωπος, ὁ [*](234) λόγος τοῦ σημαινομένου ζῷον πεζὸν δίπουν, ὅταν δὲ τὸ ὡς εἰκόνα, μίμημα τῆς τοιαύτης οὐσίας ὁμοίως δὲ κἂν ἄλλο τι σημαίνῃ, ἔσται κἀκείνου λόγος ἴδιος. ὥστε ὄντων ὡρισμένων τῶν πλειόνων τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων ὀνόματος, ὧν διάφοροι οἱ λόγοι, ἔσται ἑκάστου τῶν σημαινομένων ἴδιόν τι σημεῖον καὶ ἴδιόν τι ὄνομα θέσθαι, ὃ σημαντικὸν ἔσται ἑνὸς μόνου τῶν τοὺς διαφόρους λόγους ἐχόντων· πεπερασμένων γὰρ ὄντων οἷόν τε ἔσται περιλαβεῖν τε αὐτὰ τῇ διανοίᾳ, καὶ ἑκάστῳ αὐτῶν ἴδιον ὄνομα καὶ σημεῖον ἓν τάξαι, ὁ μηδὲν ἄλλο ἢ τοῦτο σημαίνει. ἰδίου δὲ ἑκάστῳ ὀνόματος ἐπιτεταγμένου, ἔσται πάλιν τῶν οὕτω διαφόρων ὀνομάτων διά- φορα καὶ τὰ σημαινόμενα, ὥστε καὶ τὸ τόδε εἶναι καὶ τὸ αὐτὸ τοῦτο μὴ εἶναι ὑπ’ ἄλλων σημανθήσεται, εἴ γε μὴ ταὐτά ἐστιν ἀλλήλοις. εἰπὼν δέ, ἄν ὡρισμένα τις συγχωρήσῃ εἶναι τῶν ὑφ’ ἑκάστου ὀνόματος πολλὰ ση- μαίνεσθαι λεγόντων, εἰς ταὐτὸν ἐλεύσεσθαι τὸν λόγον εἰς ὃ καὶ εἰ τὴν ἀρχὴν ὑπέκειτο ἓν ὄνομα ἑνός τινος εἶναι πράγματος δηλωτικόν τῷ γὰρ ἑκάστῳ τῶν πολλῶν οἰκεῖόν τι κεῖσθαι ὄνομα, ἑνὸς μόνου τοῦ καταλειπο- [*](1 οὐ γὰρ εἰ LFS: om. Α1: οὐ γὰρ om. Α2 5 λαμβάνεται L: λαμβάνοντι AF ὑφ’ LFS: ἐφ’ Α 8 τὸ Brandis Bonitz: τῷ AFLM 11 λέγῃ LF: λέγοι A 12 ὁμώνυμα ἕν. ἔσται γὰρ LFS 13 ἴδιον τὸ ὄνομα σημεῖον LF 17 κατηγορεῖται LF: κατηγοροῖτο Α λέγοιτο LF: λέγοιντο A 18 οὐδὲν ἄλλο σημαίνει· τί γὰρ LF 23 σημαίνῃ LF: σημαῖνον Α ἄνθρωπος Brandis Bonitz: ἄνθρωπον AFLM 35 συγχωρήσει Α 36 εἰ M Brandis Bonitz: εἰς ALF)
278
μένου ἔσται σημαντικὸν τὸ ἐξ ἀρχῆς ὄνομα κείμενον, οἷον ὁ ἄνθρωπος), ἑξῆς λέγει πρὸς τοὺς φήσαντας ἂν ἄπειρα ὑφ’ ἑκάστου ὀνόματος εἶναι τὰ σημαινόμενα. εἰ γὰρ μὴ τεθείη φησί, τουτέστιν εἰ μὴ συγχωρηθείη πεπερασμένα εἶναι τὰ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, ἀλλ’ ἄπειρα, ἀναιροῖτο ἄν πάλιν οὕτως ὁ λόγος. ὁ μὲν γὰρ λόγος κεῖται ἡμῖν, ὥσπερ καὶ τὸ ὄνομα, φωνὴ εἶναι σημαντική, οὐκέτι δὲ γίνεται σημαντικὸς κατὰ τοὺς λέγοντας ἄπειρα ὑφ’ ἑκάστου σημαίνεσθαι. ὃ γὰρ μὴ ἕν τε καὶ τὶ σημαίνει ὡρισμένον, οὐδ’ ἄν σημαίνοι τὴν ἀρχήν· πᾶς γὰρ ὁ σημαίνων τὶ σημαίνει. μηδὲν δὲ σημαινόντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ σημαίνειν ταῦτα· οὕτω δὲ ἀναιρεῖται πάλιν ὁ λόγος καὶ τὸ πρὸς ἄλλον διαλέγεσθαι. καθὸ μὲν γὰρ πλείω μὲν ἕκαστον ὄνομα σημαίνει, ὡρισμένα δέ, κατὰ τοῦτο δὴ οὐκ ἀνῃρεῖτο τὸ ἕν τι ὑπὸ τοῦ ὀνόματος σημαίνεσθαι. ἕκαστον γὰρ τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος ἀριθμῷ ἓν ἦν, καὶ ἦσαν τοσαῦται ἑνάδες ὅσα τὰ σημαινόμενα· ὃ ἐπὶ τοῦ ἀπείρου οὐκέθ’ οἷόν τε τῷ μηδὲ ἀριθμὸν τῶν σημαινομένων εἶναι δύνασθαι. εἰπὼν δὲ τοῦτο προσέθηκε κατὰ δὲ τὴν ἀλήθειαν καὶ πρὸς αὑτόν, λέγων ἀνῃρῆσθαι καὶ ἐπ’ αὐτοῦ τὸ νοεῖν τι· οὐδὲ γὰρ νοεῖν ἐνδέχεται μὴ ἓν νοοῦντα. εἰ γὰρ εἴη οἷόν τε ἕν τι νοεῖν, οἷόν τε ἂν εἴη τῷ | ἑνὶ τούτῳ νοήματι καὶ ὄνομά [*](235) τι καὶ σημεῖον οἰκεῖον θέσθαι· οὕτω δ’ ἂν εἴη δυνατὸν τὸ ὑφ’ ἑκάστου ὀνόματος ἕν τι δηλοῦσθαι. δείξας δὲ πρῶτον ἀναιροῦντας λόγον τοὺς τῆσδε τῆς δόξης, ἔδειξεν ὅτι καὶ τὸ νοεῖν, ἐπιτείνων τὸ ἄτοπον. τί δήποτ’ οὖν, ἄν μὲν ᾖ πλεί.ω τὰ σημαινόμενα ὑφ’ ἑκάστου, ὡρισμένα δέ, οὐκ ἀναιρεῖται λόγος, καίτοι μὴ ὄντος ἑνὸς τοῦ σημαινομένου, ἄν δὲ ἄπειρα, ἀναιρεῖται; ἢ πρῶτον μὲν ὅτι πᾶν τὸ ὡρισμένον καὶ περιληπτὸν ἕν πώς ἐστιν, ὥστε ἕν πως σημ.αίνει καὶ τὸ πλείω μὲν πεπερασμένα δὲ σημαῖνον. ἔστι δὲ αὐτὰ περιορίσαι καὶ τῶν μὴ σημαινομένων χωρίσαι καὶ εἰπεῖν ταῦτα εἶναι τὰ σημαινόμενα· ἐπὶ δὲ τῶν ἀπείρων ἀδύνατον τοῦτο. ἢ τὸ πλείω σημαίνειν, ὡρισμένα δέ, τῷ δύνασθαι πάντα τὰ σημαινόμενα ληφθέντα διακριθῆναί τε ἀπ’ ἀλλήλων καὶ ἰδίοις ὀνόμασιν ὁρισθῆναι, τούτῳ ἄν εἴη σημαίνοντά τι. εἰ δὲ ἕκαστον τῶν ὀνομάτων ἄπειρα εἴη σημαῖνον, οὐδὲν ἂν τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἴδιον ὄνομα καὶ ση·μεῖον ἔχειν δύναιτο· οὕτω δὲ οὐδ’ ἂν τὰ τιθέμενα αὐτοῖς ὀνόματα εἴη τινὸς σημαντικά, οὐδὲν μᾶλλον δυνάμενα κατηγορεῖσθαι τούτων οἷς οὐ κεῖται ἢ τῶν οἷς ἐτέθη. ἔτι εἰ ἕκαστον τῶν ὀνομάτων ἄπειρα σημαίνει, ἕκαστον ἄν τῶν ὀνομάτων ταὐτὰ σημαίνοι. ἀλλ’ εἰ πάντα εἴη τῶν αὐτῶν σημαντικά, ἀναιρεῖται τὸ [*](4. 5 ἀλλ’ ἐπ’ ἄπειρον, ἀναιροῖτο LF 5 πάλιν LF: πάλαι Α 8 σημαίνει καὶ ὡρισμένον LF 9 ἀναιρεῖται — δὲ (10) LF: om. AS 14 ὅσα τἄ e S add. Bonitz σημαινόμενα Α: σημαινόμεναι LF τῷ Brandis Bonitz: τοῦτο τῷ AFLM 16 αὐτόν Α2: αὐτόν A1LF ἀναιρεῖσθαι LF 16. 17 “lege ἐφ’ αὐτοῦ” Bonitz 20 ἕν τι A2LF: ἄν τι A1 26 μὴ LFS: om. Α 27 ἡ] εἰ LF τὸ LFS: τῷ Α 27. 28 σημαίνει L 29 τούτῳ—τι (30)] hoc esse videri potest, quod aliquid significare S: τοῦτο A1LF: τούτῳ c. ὣ Bonitz, sed ne sic quidem verba satis sana videntur 33 exspectes οἶς κεῖται ἢ τῶν οἷς οὐκ ἐτέθη 34 ἄπειρα—ὀνομάτων LFS: om. Α)
279
διαλέγεσθαι καὶ τὸ σημαίνειν. οὐδὲν γὰρ σημαίνει ἕν, κειμένου τοῦ πάντα ταὐτὰ ἀλλήλοις σημαίνειν· ἴσον γὰρ τῷ μηδὲν σημαίνειν τὸ πάντα ἕκαστον σημαίνειν λέγειν. ἔνεστι καὶ οὕτως ἐφοδεύσαντα δεῖξαι ὅτι μὴ ἄπειρα τὰ ὑφ’ ἑκάστου ὀνόματος δηλούμενα, διαλεκτικωτέρα δὲ ἡ δεῖξις. εἰ τὸ ἄνθρωπος ἄπειρα σημαίνει, ἤτοι καὶ τὸν οὐκ ἄνθρωπον ὁ ἄνθρωπος σημαίνει ἐν γὰρ τοῖς ἀπείροις καὶ τοῦτο), ὥστε έσται ὁ ἄνθρωπον εἰπὼν καὶ μὴ ἄνθρωπον σεσημακώς· ἢ εἰ τοῦτο ἄτοπον, ἔσται τῶν ἀπείρων τι πλέον. τοῖς γὰρ ἀπείροις, ἃ ἐσήμανεν ὁ ἄνθρωπος, προστεθὲν τὸ οὐκ ἄνθρωπος πλείω αὐτὰ ποιήσει· οὕτω τε ἔσται καὶ τὰ ἄπειρα τινῶν ἐλάττω. εντι τὸ ἄπειρα ὄνομα ἤτοι σημαίνει καὶ τὸ οὐκ ἄπειρα, οὕτω δὲ οὐ μᾶλλον ἄπειρα σημαίνει ἕκαστον ὄνομα ἢ οὐκ ἄπειρα· ἢ εἰ μὴ σημαίνει καὶ τοῦτο, πρῶτον μὲν οὐκ ἔσται, ἐφ’ οὗ ἡ κατάφασις ἀληθής, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, πρὸς δὲ τούτῳ ἔσται τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἄπειρα ἔξω τῶν ἀπείρων· πλείω δὴ τὰ ἄπειρα σὺν τούτω ἢ αὐτὰ εφ᾿ ἑαυτῶν.

[*](p. 1006b11)

Ἔσται δή, ὥσπερ ἐλέχθη κατ’ ἀρχάς, σημαῖνόν τι τὸ ὄνομα καὶ σημαῖνον ἕν.

Οἷς ἔλαβε, τούτοις χρῆται. ἔλαβε δὲ πρῶτον μὲν ὅτι σημαίνει τι τὸ ὄνομα, δεύτερον δὲ ὅτι ἕν, ὃ καὶ ἔδειξε διὰ τοῦ δεῖξαι ὅτι κἂν πλείω σημαίνῃ τὸ αὐτὸ ὄνομα, ὡρισμένα δέ, οἷόν τε καὶ ἴδιον ἑκάστῳ τῶν πλειόνων ὄνομα θέσθαι, ὃ οὐκέτι αὐτῷ πρὸς ἄλλην τινὰ φύσιν κοινὸν ἔσται. τούτοις | δὴ χρῆται, καὶ τίθησι τὸν ἄνθρωπον τὸ ὄνομα σημαίνειν τι καὶ ἓν σημαίνειν. [*](236) εἰ οὖν ὁ ἄνθρωπος ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο τὸ ζῷον πεζὸν δίπουν, οὐκ ἔσται καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι σημαίνων ὁ ἄνθρωπος, εἴ γε τὸ ἀνθρώπῳ εἶναι ἄλλο καὶ ἄλλο τὸ μὴ ἀνθρώπῳ, ἑνὸς δὲ ὁ ἄνθρωπος δηλωτικόν· οὔτε γὰρ ταὐτὸν ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὔτε τοῦ αὐτοῦ δηλωτικόν, οὔτε οἷόν τε τὸ ἓν ἕν τε εἶναι καὶ μὴ εἶναι.

[*](p. 1006b14)

Εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν.

Εἰπὼν οὐ δὴ ἐνδέχεται τὸ ἀνθρώπῳ εἶναι σημαίνειν ὅπερ μὴ εἶναι ἀνθρώπῳ προσέθηκε τὸ εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν· οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν σημαίνειν τὸ καθ’ ἑνός. πῶς τὸ ἓν σημαίνειν ἀκούειν χρή, διδάσκει [*](2 τῷ—τὸ FS Bonitz: τὸ—τῷ A: τὸ—τὸ L 3 ἐφοδεύσαντας LF 4 ὀνόματος LF: ὀνόματα Α 6 ὁ LF: om. Α 10. 11 οὕτως δὲ ἄπειρα μᾶλλον σημαίνει L 13 τούτῳ L: τοῦτο AF ἔξω LF: ἔξωθεν Α 15 ἔστω δή Metaph. vulg. 20 ἄλλα A1 21 δὴ A-S: δὲ A1L 26 δηλωτικά LS 29 τοι τῶ A1)

280
ἡμᾶς· ὁ γὰρ ἄνθρωπος ἓν τῷ φύσιν τινὰ μίαν σημαίνειν, οὐ τῷ καθ’ ἑνὸς λέγεσθαι. μίαν δὲ φύσιν σημαίνων οὐκ ἄν ἅμα καὶ ἄλλην τινὰ σημαίνοι. ὅτι δὲ τὸ καθ’ ἑνὸς λεγόμενον οὐ πᾶν ἕν, δείκνυσι· καθ’ ἑνὸς γὰρ καὶ τὸ ἄνθρωπος καὶ τὸ λευκὸν καὶ τὸ μουσικὸν δύναται κατηγορεῖσθαι ἀληθῶς, ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἓν ταῦτα. ἦλθε δὲ ἐπὶ τὸ δεικνύναι τοῦτο διὰ τὸ δοκεῖν δύνασθαι καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ καθ’ οὗ ὁ ἄνθρωπος, οἷον κατὰ Σωκράτους, κατὰ τούτου καὶ τὸ διαλέγεσθαι· τὸ δὲ διαλέγεσθαι οὐκ ἄνθρωπος. εἴη γὰρ ἄν καθ’ οὗ ὁ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπος κατηγορούμενος κατὰ συμβεβηκός· ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ ταὐτόν ἐστι τό τε ὑπὸ τοῦ ἀνθρώπου καὶ τοῦ οὐκ ἀνθρώπου σημαινόμενον. οὐ γὰρ τούτῳ ὥρισται τὸ ἓν σημαίνειν τῷ καθ’ ἑνὸς κατηγορεῖσθαι. ὅτι γὰρ μὴ τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ἤδη καὶ ἓν σημαίνει, δι’ ὧνπερ παρέθετο ἔδειξε. καθ’ ἑνὸς γὰρ πλείω κατηγορεῖται διαφέροντα ἀλλήλων· τὰ γὰρ συμβεβηκότα τινί, ἕτερα ὄντα καὶ τούτου ᾧ συμβέβηκε καὶ ἀλλήλων, ὁμοίως κατηγορεῖται κατ’ ἐκείνου ἑνὸς ὄντος, ᾧ συμβέβηκεν, οὐ μὴν διὰ τοῦτο πάντα τὸ αὐτὸ καὶ ἓν σημαίνει. οὐ γὰρ ἐπεὶ καθ’ ἑνὸς τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ ὁ ἄνθρωπος κατηγορεῖται, ἤδη καὶ ταὐτόν ἐστι τὸ σημαινόμενον ὑπ’ αὐτῶν. εἰ γὰρ ταὐτὸν εἴη τὸ σημαινόμενον ὡς μὴ διαφέρειν τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι τοῦ ἓν σημαίνειν, ἔσται συνώνυμα, τουτέστι πολυώνυμα, καθ’ ὧν πλείω κατηγορεῖται· τῷ γὰρ συνώνυμα νῦν ἀντὶ τοῦ πολυώνυμα χρῆται. οὕτω γὰρ ἔσται ταὐτὸν σημαίνοντα, ἄν ᾖ μόνον τῇ λέξει διαφέροντα τὰ πλείω ταῦτα ὀνόματα, μίαν δὲ φύσιν σημαίνοντα. ἔσται δὲ τοῦτο, ἂν ᾖ κείμενον ταὐτὸν εἶναι τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι καὶ τὸ ἓν σημαίνειν. εἰ δὲ οὕτως, εἴη ἂν ἓν σημαίνοντα τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ὡς σημαίνει καὶ τὰ πολυώνυμα. καὶ τὸ εἶναι καὶ μὴ εἶναι εἰ τῷ κατὰ τοῦ αὐτοῦ δύ|νασθαι κατηγορεῖσθαι λέγει [*](237) τις αὐτὰ ἓν σημαίνειν, οὕτως ἂν τοῦ αὐτοῦ κατηγοροῖτο ὡς μίαν δηλοῦντα φύσιν, ὡς εἶναι τοῦ αὐτοῦ ἄμφω ὀνόματα ταὐτὸν δηλοῦντα, οὐ τὸ αὐτὸ ἔσται τε καὶ οὐκ ἔσται πρᾶγμα, ἀλλ’ ἔσται ὀνόματα τὸ αὐτὸ πλείω ἔχον· τό τε γὰρ εἶναι καὶ τὸ μὴ εἶναι ὀνόματα αὐτοῦ. οὐδὲν γὰρ κωλύει καὶ τοῦτο γίνεσθαι ὄνομα, ὄντων κατὰ συνθήκην τῶν ὀνομάτων. ὥστε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι ταὐτὸν ἔσται δηλοῦντα, ὡς τὰ πολυώνυμα. πάλιν δὲ τὴν πολυωνυμίαν ὁμωνυμίαν εἶπε, πρότερον αὐτὴν εἰπὼν συνωνυμίαν. ὅτι γὰρ τὸ καθ’ ὁμωνυμίαν τὸ κατὰ πολυωνυμίαν λέγει, νῦν ἐδήλωσε δι’ ὧν ἐπήνεγκεν εἰπὼν ὥσπερ εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. γίνεται γὰρ οὕτως οὐχ ἡ ἀναίρεσις τοῦ ἀνθρώπου καὶ ἀπόφασις ὑπὸ τοῦ μὴ ἀνθρώπου ὀνόματος [*](7 κατὰ—διαλέγεσθαι] de hoc etiam disputare dici posse videtur S: hinc addendum λέγεσθαι coni. Bonitz 13 πλείω LF: τὰ πλείω Α 14 τούτου 14 LFS: τούτῳ A 15 κατ’ ἐκείνου LFS: κἀκείνου Α 17 καὶ ὁ LF: καὶ om. Α 24 ἄν ἓν Bonitz: ἄν Α: ἓν L 26 καὶ τὸ μὴ L 28 ὀνόματα LS: ὀνόματος AF οὐ] ὁ coni. Bonitz: nec S 34 κατὰ πολυωνυμίαν Brandis Bonitz: κατὰ om. AL: fort, πολυώνυμον Α λέγει L: εἶναι λέγει Α 36 οὐχ ἡ LF: οὐχὶ Α)
281
σημαινομένη, ἀλλὰ τοῦτο ὃ καὶ ἄνθρωπος ἐσήμαινεν. οὐκ. ἦν δὲ τοῦτο ἡμῖν τὸ ζητούμενον, πότερον δύναται τῷ αὐτῷ πράγματι καὶ ἄνθρωπος ὄνομα καὶ μὴ ἄνθρωπος τεθῆναι, ὡς εἶναι τὴν διαφορὰν αὐτῶν κατὰ τὴν λέξιν μόνην, μηκέτι δὲ καὶ κατὰ τὸ σημαινόμενον, ἀλλ’ εἰ ὄντων τῶν σημαινομένων ὑφ’ ἑκατέρου διαφερόντων, καὶ τοῦ μὲν ἀνθρώπου τὸ τοιοῦτον σημαίνοντος εἶδος οὗ λόγος ζῷον πεζὸν δίπουν, τοῦ δὲ οὐκ ἀνθρώπου τὴν ἀναίρεσιν τοῦ τοιούτου εἴδους οἷόν τε ἅμα ταῦτα καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖσθαι οὕτως ὡς εἶναι ταὐτὸν τὸ εἶναί τε τὴν τοιαύτην οὐσίαν καὶ μὴ εἶναι· τοὺ τοιούτου γὰρ δηλωτικὴ ἡ ἀντιφατικὴ ἀντίθεσις, οὐκ ἀντιφατικὴ δὲ ἡ ἀντίθεσις ἡ κατὰ συμβεβηκός. ὁ γὰρ καθ’ οὗ ἄνθρωπος δείξας ἀληθευόμενον καὶ τὸ οὐκ ἄνθρωπος, οὐ κατὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ἀνθρώπου ἔδειξε καὶ τὸ οὐκ ἄνθρωπος ἀληθευόμενον κατ’ αὐτοῦ, ἀλλ’ ὅτι καὶ ἄλλο τι τῷ αὐτῷ συμβεβήκει, ἐφ’ οὗ τὸ οὐκ ἄνθρωπος ἀληθεύει. εἰ οὖν ἕτερον σημαίνει τό τε ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, ὡς δέδεικται, καὶ μή ἐστι τοῦ αὐτοῦ πλείω ὄντα ταῦτα τὰ] ὀνόματα, δῆλον ὅτι καὶ οἱ λόγοι ὅ τε λέγων εἶναι ἄνθρωπον καὶ ὁ λέγων μὴ εἶναι ἄνθρωπον ἄλλο τι σημαίνει, καὶ οὐκέτι ταὐτὸν τὸ εἶναι ἀνθρώπῳ καὶ μὴ εἶναι ἀνθρώπῳ. δείξας δὲ ὅτι ἄλλο τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ τῷ ἄλλο τὸν οὐκ ἄνθρωπον δημαίνειν τοὐ ἀνθρώπου, ἐπιφέρει ὤστε ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ ἀνθρώπῳ εἶναι· ἓν γὰρ ἔσται, ὃ ἀσαφῶς μὲν εἴρηται, ἴσον δὲ ἂν εἴη τῷ εἰ γάρ τις λέγοι ἓν σημαίνοντος τοῦ ἀνθρώπου ἀληθὲς ἐπ’ αὐτοῦ τό τε εἶναι ἄνθρωπον καὶ τὸ μὴ εἶναι ἄνθρωπον, ταὐτὰ σημαίνειν αὐτὰ ἐρεῖ καὶ ἑνὸς ἔσται ἀμφότερα δηλωτικά, ὡς τὰ πωλυώνμα, ὡς λώπιον καὶ ἱμάτιον. ἀλλ’ εἰ ἓν ἡ κατάφασις καὶ ἀπόφασις, ἓν ἔσται σημαίνοντα καὶ τὸ ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ τὸ αὐτὸ | ἔσται τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ. ἀλλὰ [*](238) κεῖται καὶ δέδεικται ὅτι ἕτερον σημαίνει ἑκάτερον αὐτῶν τῷ ἕκαστον τῶν σημαινόντων ἴδιόν τι σημαίνειν. δύναται διὰ μέσου εἰπὼν τὸ εἰ δὲ μὴ σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, δῆλον ὅτι καὶ τὸ μὴ ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ, ταῦτα εἰπὼν διὰ μέσου, τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ [τε] εἶναι καὶ τὰ ἐπὶ τούτῳ λέγειν συνάπτων αὐτὰ τοῖς εἰρημένοις τοῖς τὸ δὲ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα· τούτοις γὰρ ἀκολουθεῖν δοκεῖ τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ εἶναι· ἢ καὶ τῷ ἔτι πρὸ τούτου εἰρημένῳ τῷ ὥσπερ ἄν εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. δείξας δὲ ταῦτα ἐπιφέρει τοῖς δεδειγμένοις

[*](1 ἐσήμαινεν LF: ἐσήμανεν Α 8 τὴν τοιαύτην LFS: ταύτην τὴν τοιαύτην Α 9 τοῦ τοιούτου LF: τοῦ oin. Α lo συμβεβήκει LF: συμβεβήκοι Α 15 τὰ del. Bonitz 16 ὁ λέγων LF: om. Α 17 τὸ LF: τῷ Α καὶ μὴ LF: καὶ τοῦ μὴ A 21. 22 σημαίνοντος LFS: σημαίνοντα Α 24 ὡς τὰ LFS: ὤστε A 31 τε del. Bonitz λέγειν e S Bonitz: λέγει AL 34 τὸ ὄνομα L: τὸ om. A)
282
[*](p. 1006b28)

Ἀνάγκη τοίνυν, εἴτιἔστιν ἀληθὲςεἰπεῖν ὅτιἄνθρωπος, ζῷον εἶναι δίπουν· τοῦτο γὰρ ἦν ὃ ἐσήμαινεν ὁἄνθρωπος.

Λαβὼν διὰ τῶν πρὸ τούτων καὶ δείξας ὅτι ἕκαστον ὄνομά ἐστιν ἑνός τινος δηλωτικό·ν, καὶ ὅτι ἄλλου μὲν τὸ ἔστιν ἄνθρωπός ἐστι σημαντικόν, ἄλλου δὲ τὸ οὐκ ἔστιν ἄνθρωπος, διαφέροντα ὄντα, καὶ ὅτι ἄλλο μὲν ἡ κατάφασις ἄλλο δὲ ἡ ἀπόφασις, νῦν συμπεραίνεται διὰ τῶν δεδειγμένων lo τὸ προκείμενον· τοῦτο δὲ ἦν τὸ δεῖξαι ὅτι μὴ οἷόν τέ ἐστιν ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντίφασιν ἀληθεύεσθαι. εἰ γὰρ ὁ ἄνθρωπος τὸ ὄνομα φύσεως μιᾶς ἐστι σημαντικόν, αὕτη δέ ἐστι τὸ ζῷον πεζὸν δίπουν, ἀνάγκη ἀληθοῦς ὄντος τοῦ λόγου τοῦ ἔστιν ἄνθρωπος (τοῦτο γάρ ἐστι τὸ εἰρημένον διὰ τοῦ εἴτι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος) εἶναιτὸ σημαινόμενον ὑπ’ αὐτοῦ τὸ ζῷον πεζὸν δίπουν· ὃ δὲ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι ταὐτὸ τοῦτο· τὸ γὰρ ἀνάγκη εἶναι σημαντικὸν ἐστι τοῦ ἀδύνατον μὴ εἶναι. ἀλλὰ μὴν ὃ ἀδύνατον μὴ εἶναι, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν μὴ εἶναι τότε. καθ’ οὗ ἄρα ἀληθές ἐστιν εἰπεῖν καὶ ὅτε τὸ ἔστιν ἄνθρωπος, κατ’ ἐκείνου τότε ἀδύνατόν ἐστιν ἀληθὲς εἶναι τὸ μὴ εἶναι ἄνθρωπον. ὡς δὲ ἐπὶ τούτου, καὶ ἐπὶ πάντων ὁμοίως ἔχει. εἰ δὲ τοῦτο, ἀδύνατον, ἐφ’ οὗ ἀληθὴς ἡ τινὸς κατάφασις, ἐπὶ τούτου ἀληθῆ εἶναι τότε τὴν αὐτοῦ τούτου ἀπόφασιν. ὁ δὲ πᾶς λόγος τοιοῦτος ἄν εἴη. εἰ τὸ ἄνθρωπος ὄνομα ἄλλου σημαντικόν ἐστι καὶ τὸ οὐκ ἄνθρωπος ἄλλου, καὶ μή ἐστι πολυώνυμα, καὶ ἔστι τὸ μὲν ἄνθρωπος σημαῖνον ζῷον πεζὸν δίπουν, εἴη ἄν καὶ ὁ λόγος ὁ λέγων εἶναι ἄνθρωπον ἄλλο σημαίνων καὶ ἄλλο ὁ λέγων so μὴ εἶναι ἄνθρωπον (οὐδὲν γὰρ νῦν διαφέρει), καὶ ἔσται ὁ μὲν εἶναι ἄν- θρωπον λέγων σημαίνων εἶναι ζῷον πεζὸν δίπουν, ὁ δὲ μὴ εἶναι ἄνθρωπον, | μὴ εἶναι ζῷον πεζὸν δίπουν. εἰ δὲ ταῦτα σημαίνεται ὑπ’ αὐτῶν, καθ’ [*](239) οὗ ἀληθής ἐστιν ὁ λέγων λόγος εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο εἶναι ζῷον πεζὸν δίπουν. μὴ γὰρ ὄντος οὐχ οἷόν τε ἀληθῆ εἶναι τὸν σημαίνοντα αὐτὸ λόγον. ἀλλὰ μὴν ὃ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο ἀδύνατον μὴ εἶναι τότε ζῷον πεζὸν δίπουν. τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη εἶναι. εἰ δὲ ἀδύνατον αὐτὸ μὴ εἶναι ζῷον πεζὸν δίπουν; ἀδύνατον αὐτὸ μὴ ἄνθρωπον εἶναι. ὃ δὲ ἀδύνατον εἶναι μὴ ἄνθρωπον, τοῦτο οὐδὲ ἀληθεύσει τις λέγων εἶναι μὴ ἄνθρωπον. ἀδύνατον ἄρα ἀληθεύοντος τοῦ ἔστιν ἄν- θρωπος, ἀληθὲς εἶναι τὸ ἔστιν οὐκ ἄνθρωπος ἢ τὸ οὐκ ἔστιν ἄνθρωπος· καὶ γὰρ τοῦτο ἀληθὲς ἐπὶ μὴ ὄντος ἀνθρώπου. ὥστε ἀδύνατον ἀληθοῦς οὔσης τῆς καταφάσεως ἀληθῆ τὴν ἀπόφασιν εἶναι τὴν ἀντιφατικῶς ἀντικειμένην αὐτῇ.

[*](3 τούτων LF: τούτου Α ἕ·ιαστον ὄνομα LFS: ἕκαστον oiu. A 12. 13 τοῦτό τε οὐκ LF 14 ἀλλὰ-εἶναι (15) LFS: om. Λ 15 καὶ ὅτε LF: om. A 16 κατ’ ἐκείνου τότε LF: τότε κατ’ ἐκείνου Λ 17 πάντων ἄν ὁμοίως ἔχοι LF 18 τότε L: om. Α 23 post ἄνθρωπον addendum ἡ εἶναι μ()̓́νθρωπον coni. Bonitz, cf. 33 24 ὁ δὲ εἶναι μὴ ἄνθρωπον LF 30. 31 αὐτὸ ἄνθρωπον μὴ εἶναι LF 31 ἀληθεύσει LF: ἀληθεύσοι Α 34 ἐπὶ LF: ἐπεὶ Λ1: induxit A2)
283
[*](p. 1006b34)

Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον.

Δείξας, ἐφ’ οὗ ἀληθές ἐστι τὸ ἔστιν ἄνθρωπος, ἐπὶ τούτου ἀδύνατον ἅμα ἀληθὲς εἶναι καὶ τὸ μὴ εἶναι ἄνθρωπον, τῷ αὐτῷ λόγῳ χρωμένους, φησίν, ἔνεστι δεικνύναι πάλιν, ἐφ’ οὗ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, μὴ δυνάμενον ἀληθὲς εἶναι τὸ εἶναι ἄνθρωπον. ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο μὴ εἶναι ζῷον ζῷον δίπουν. ὃ δὲ ἀνάγκη μὴ εἶναι, τοῦτο ἀδύνατον εἶναι τότε· ὃ δὲ ἀδύνατον εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν εἶναι ζῷον πεζὸν δίπουν. ἐφ’ οὗ ἄρα ἀληθὲς τὸ μὴ εἶναι ἄνθρωπον, ἐπὶ τούτου τότε οὐχ οἷόν τε ἄλη· θὲς εἶναι τὸ εἶναι ἄνθρωπον. καὶ ἔστι τὸ μὲν μὴ εἶναι ἄνθρωπον ἀπόφασις, τὸ δὲ εἶναι ἄνθρωπον κατάφασις· ἀδύνατον ἄρα ἐπὶ τοῦ αὐτοῦ τήν τε κατάφασιν ἀληθῆ καὶ τὴν αὐτοῦ ἀπόφασιν εἶναι. ἔδειξε δὲ ὁ λόγος οὗτος, κειμένου τοῦ ἄλλο σημαίνειν τὸ εἶναι καὶ μὴ εἶναι, ἐφ’ οὗ ἀληθές ἐστι τὸ εἰπεῖν νῦν ὅτι λευκόν, ἀνάγκη τοῦτο νῦν εἶναι λευκόν, καὶ ἀδύνατον νῦν μὴ εἶναι λευκόν, ἐφ’ οὗ ἀληθὲς εἰπεῖν νῦν ὅτ·ι ἔστι λευκόν· δῆλον γὰρ ὅτι καὶ τούτων ἕκαστον, τό τε ἀνάγκη εἶναι καὶ ἀδύνατον μὴ εἶναι, ἕν τι σημαίνει. τὴν δὲ δεῖξίν φησι τὴν ἀρχὴν ἔχειν ἀπὸ τοῦ εἰλῆφθαι ἄλλο σημαίνειν τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι, ὃ ἦν ἀναγκαῖον ὁμολογεῖν τῷ τήν τε ἀντίφασιν συναληθεύειν λέγοντι καὶ σώζειν βουλομένῳ τὸ διαλέγεσθαι. πῶς δὲ ἕτερον, δείκνυσι παραθέμενος τὸ λευκόν. ὡς γὰρ ὁ λέγων λευκὸν εἶναι τοῦ λέγοντος ἄνθρωπον εἶναι διάφορόν τι σημαίνει· ὁ μὲν γὰρ λευκὸν εἶναι λέγων διάφορον μὲν καὶ ἄλλο τι λέγει τοῦ ἄνθρωπον λέγοντος εἶναι, οὐ μὴν καὶ ἀντικείμενον αὐτῷ· ὁ δὲ μὴ εἶναι ἄνθρωπον λέγων πρὸς τῷ μὴ εἶναι ἄνθρωπον λέγειν τι καὶ ἀντικείμενον λέγει τῷ λέγοντι ἄνθρωπον εἶναι· ὥστε εἰ τὸ ἧττον τοῦ ἀνθρώπου διαφέρον μὴ ἀληθεύεται κατ’ αὐτοῦ, οὐδ’ ἂν τὸ μᾶλλον αὐτοῦ διαφέρον ἀληθεύ|οιτο. εἰ δέ τις λέγοι καὶ τὸ λευκὸν εἶναι τῷ ἀνθρώπῳ εἷναι ταὐτὸν σημαίνειν τῷ δύνασθαι κατὰ τοῦ αὐτοῦ ἄμφω κατηγορεῖσθαι, ἐροῦμεν πάλιν τὸ αὐτὸ ὃ καὶ πρότερον, ὅτι οὕτως ἓν πάντα ἔσται πολλὰ ὀνόματα ἔχον, ὀὰ μόνον τὰ ἀντικείμενα, εἰ ἕν ἐστι τὰ ἑνὸς κατηγορούμενα καὶ μὴ τῷ μίν σημαίνειν φύσιν τὸ ἓν ὁρίζονται. εἰ δὲ μὴ ἐνδέχεται πάντα τὰ σημαινόμενα ὑπὸ τῶν καθ’ ἑνός τινος κατηγορουμένων τὰ αὐτὰ εἶναι, οὐδ’ ἄν τὰ σημαίνοντα αὐτὰ τὰ αὐτὰ εἴη, ἀλλ’ ἕκαστον τῶν διαφερόντων ὑπὸ τοῦ διαφέροντος ἄν σημαίνοιτο. εἰ δὲ τοῦτο, τὸ δεδειγμένον ἀνάγκη συμπεραίνεσθαι, τὸ μὴ οἷόν τε ἅμ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, ἂν μόνον ἀποκρίνεσθαι πρὸς τὰ ἠρωτημένα ὁ προσδιαλεγόμενος βούληται.

[*](3 χρωμένοις coni. Bonitz 5 μὴ δυνάμενον —ἄνθρωπον (6) om. LF post ἐστι add. δεικνύναι AS 13 οὕτως κειμένου LF καὶ τὸ μὴ LF 15 ἔστι λευκόν, ἐπὶ τούτου οὐκ ἀληθὲς εἰπεῖν νῦν ὅτι οὐκ ἔστι λευκόν· δῆλον LF 16 τό τε A2: ἥ τε A1FL 18 μὴ εἶναι ἀνθρώπῳ LF 19 λεγόντων Α1 28 σημαίνειν LFS: σημαίνει Α 30. 31 τῷ—φύσιν post ὁρίζονται ponunt LF 31 post μίαν add. τινὰ LF τὸ ἓν LF: om. A 36 βούληται LF: βούλεται Α)
284
[*](p. 100a8)

Ἐὰν δὲ προστιθῇ ἐρωτῶντος ἁπλῶς καὶ τὰς ἀποφάσεις.

Ἐὰν δὲ ἁπλῶς ἐρωτώμενός τις εἰ Σωκράτης ἄνθρωπός ἐστι, μὴ ἀποκρίνηται ἁπλῶς ἢ εἶναι ἢ μὴ εἶναι αὐτὸν ἄνθρωπον, ἀλλὰ προστιθῇ καὶ τὴν ἀπόφασιν λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, εὐλαβούμενος μὴ ἂν δῷ μόνον τὸ ἄνθρωπον εἶναι, περιαχθῇ κατὰ τὸν προειρημένον λόγον εἰς τὸ μὴ δύνασθαι τὸ αὐτὸ τοῦτο λέγειν τότε εἶναι καὶ μὴ εἶναι ἄνθρωπον, τῷ ἕπεσθαι μὲν δοθέντι τῷ εἶναι ἄνθρωπον, εἰ ἀληθὲς εἴη, τὸ ἐξ ἀνάγκης τότε εἶναι ἄνθρωπον καὶ ἀδύνατον εἶναι τὸ μὴ εἶναι ἄνθρωπον, ἀδυνάτου δὲ ὄντος τοῦ μὴ εἶναι τότε ἄνθρωπον, μὴ δύνασθαι ἀληθῆ εἶναι τὴν ἀπόφασιν τὴν λέγουσαν μὴ εἶναι ἄνθρωπον· ἂν δή τις τοῦτο προορώμενος ἅμα τῇ καταφάσει καὶ τὴν ἀπόφασιν λέγῃ ὑπάρχειν, οὐκ ἀποκρινεῖται τὸ ἐρωτώμενον· τό τε γὰρ ζητούμενον προλαμβάνει. ζητεῖται γὰρ τοῦτο τὸ εἰ οἷόν τε, ᾧ ὑπάρχει ἄνθρωπος, τοῦτο καὶ μὴ ἄνθρωπον εἶναι· ὁ δὲ χωρὶς δείξεως αὐτὸ λαμβάνει, οὔτε γνώριμον οὔτε ἐναργὲς ὄν, ἀξιῶν καὶ τὰ φανερὰ καὶ τὰ πᾶσιν ἐναργῆ ἀποδείκνυσθαι, καὶ διὰ τοῦτο μηδὲ τὸ ἐπὶ τῆς ἀντιφάσεως συγχωρῶν. ὅτι δὲ πρὸς τὸ ἐρωτώμενον οὐκ ἀποκρίνεται, δείκνυσιν ἐκ τοῦ, εἰ καὶ ἀληθὲς εἴη, μὴ ὀφείλειν αὐτὸν μὴ ἐξετασθέντα περὶ αὐτοῦ λέγειν· καὶ γὰρ ἄλλα μυρία ὁμολγουμένως τῷ Σωκράτει ὑπάρχει, ἀλλ’ ὅμως ὁ ἐρωτηθεὶς εἰ Σωκράτης ἄνθρωπός ἐστιν, οὐκ ἐξαριθμεῖται πάντα καὶ λέγει ‘καὶ φιλόσοφος καὶ Ἀθηναῖος καὶ σιμὸς καὶ προγάστωρ καὶ λευκὸς καὶ μουσικὸς καὶ Πλάτωνος διδάσκαλος’. ἔτι εἰ ἐν τῷ πάντα τὰ ἐνυπάρχοντα εἰπεῖν τὸ ἀποχρίνεσθαι τὸ ἐρωτώμενόν ἐστιν, εἰ ἀδύνατον πάντα εἰπεῖν, ἀδύνατος καὶ ἡ ἀπόκρισις ἔσται· ἀδύνατον δὲ πάντων ἐξαρίθμησιν ποιήσασθαι τῶν ὑπαρχόντων τινί. εἰ δὲ περὶ ἑνὸς ἐξετασθέντες μὴ πάντα τὰ ὑπάρχοντα λέγοιμεν αὐτῷ, οὐδὲ ἕν τι ἐξ αὐτῶν παρὰ τὸ | ἐν τῇ ἐρωτήσει δεόντως [*](241) ἐροῦμεν· ἢ γὰρ πάντα ἢ οὐδὲν χρὴ παρὰ τὸ ἠρωτημένον· ὥστε εἰ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστιν, οὐ δεῖ καὶ τοῦτο προστιθέναι εἰ μὲν γὰρ ταὐτόν ἐστι, δέδωκε καὶ τοῦτο διὰ τοῦ δοῦναι ἄνθρωπον εἶναι· εἰ δὲ ἕτερον, οὐκ ἦν ἡ ἐρώτησις περὶ τούτου· ἡ γὰρ πάντα χρὴ τὰ προσόντα ἢ μηδὲν παρὰ τὸ ἠρωτημένον λέγειν. ἔτι καὶ αἱ τῶν ἄλλων ἀποφάσεις ἀληθεῖς κατ’ αὐτοῦ, ἀλλ’ οὐ διότι ἀληθεῖς, ἐρωτηθείς τις εἰ ὁ Σωκράτης ἄνθρωπός ἐστιν, ἀποκρίνοιτο ὅτι καὶ οὐχ ἵππος καὶ οὐ κύων· μάταιος γὰρ ἂν εἴη. οὕτως οὖν καὶ ὁ λέγων καὶ μὴ ἄνθρωπον αὐτὸν εἶναι· ἄλλο γὰρ τὸ οὐκ ἔστιν ἄνθρωπος τοῦ ἔστιν ἄνθρωπος ὰποοεοεικται.

[*](1 ἀποφάσεις LF: ἀπὸ ἀντιφάσεως Α 5 τὸ Bonitz: τὸν ALF 11 δή LFS: δ’ ἢν Α προορώμενος LF: προορωμένου Α 12 ἀποκρίνεται LF 17 18 ἀληθὲς εἴη LF: ἀληθεύει Α 25 ἐξετασθέντος LF 35 τοῦ ἔστιν LF: τοῦ εἶναι Α)
285
[*](p. 1007a20)

Ὄλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τί ἦν εἶναι.

Ὅτι μὴ οἷόν τε λέγειν ἐπὶ πάντων τὸ οὐδὲν μᾶλλον ἕκαστον τῶν ὄντων εἶναι ἢ μὴ εἶναι, καὶ διὰ τούτων δείκνυσι. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις αὕτη λέγεσθαι πρὸς τοὺς διὰ τοῦτο λέγοντας ἐπὶ πάντων οὐ μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὅτι ὃ νῦν ἔστι δύναται καὶ μὴ εἶναι, καὶ ὃ μή ἐστιν εἶναι, ἐπεὶ ἅμα γε τὸ ὑπὸ τῆς ἀντιφάσεως σημαινόμενον οὐδὲ ἐπὶ τῶν συμβεβηκότων οἷόν τε συνυπάρχειν, ὡς δέδεικται. ἀλλ’ εἴ τις λέγοι τούτῳ ἀληθεύεσθαι τὴν ἀντίφασιν τῷ καὶ μὴ εἶναι δύνασθαι τοῦτο ὃ κατηγορεῖται, ὅτι οὖν μηδὲ τοῦτο οἷόν τε δεικνύει ἐπὶ τῶν ἐν τῇ οὐσίᾳ καταηγορουμένων εἰπὼν γὰρ ἀναιροῦσιν οὐσίαν, ποίαν οὐσίαν ἐδήλωσε προσθεὶς καὶ τὸ τί ἦν εἶναι. τὸ γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαί τι ἀναιροῦσι· τὰ γὰρ ἐν τῇ κατηγορούμενα οὐχ οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἐκείνῳ· ἐξ ἀνάγκης γάρ, ἐστ’ ἂν ᾗ τὸ πρᾶγμα, ὑπάρχει αὐτῷ καὶ ἔστιν ἀχώριστα αὐτοῦ. εἰ γὰρ καὶ πρὸς τὴν τῶν συμβεβηκότων ὕπαρξίν τις ἐνίσταται ὡς οὐκ ἐξ ἀνάγκης ὑπαρχόντων τότε ὅτε ἀληθὴς ἡ περὶ αὐτῶν κατάφασις, Μ’ ἐπί γε τῶν ἐν τῇ οὐσίᾳ οὐδεὶς αντείποι· ὥστε οἱ διὰ τοῦτο τὴν ἀντίφασιν ἅμα ἐπὶ τοὐ αὐτοῦ λέγοντες εἶναι ἀληθῆ, ὅτι οἷόν τε ταὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τοῖς αὐτοῖς, ἀναιροῦσι τὸ εἶναί τι ἐν τῇ οὐσίᾳ τινὸς κὼ τὸ ὑπάρχειν οὕτω τί τινι. οἱ γὰρ ταὐτὸν εἶναι καὶ μὴ εἶναι λέγοντες, καὶ ·μηδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἑκάστου κατηγορεῖσθαι διὰ τὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν κατηγορούμενον αὐτοῦ δύνασθαι, ἀναιροῦσι τὸ εἶναί τι ἑκάστου τῶν ὄντων εἶδος καὶ οὐσίαν, καθ’ ἥν ἐστιν ἑκάστῳ τὸ εἶναι καὶ τὸ κατηγορεῖσθαι ὅλως τί τινος καθ’ αὑτό τε καὶ ἐν τῇ οὐσίᾳ· οὐδὲν γὰρ ἔσται τῶν κατηγορουμένων τινὸς ὡς γένος καὶ ἐν τῷ ὅπερ, τουτέστιν ἐν τῇ οὐσίᾳ, κατηγορούμενον, οὐδὲ ὅλως ὡς οὐσία καὶ εἶδος καὶ ὡς ὁρισμὸς καὶ τί ἦν εἶναι, εἰ πάντα τὰ κατηγορούμενα αὐτοῦ καὶ μὴ ὑπάρχειν οἷά τε· ἀλλ’ ἔσται συμβεβη|κότα πάντα, καὶ οὔτε ὅπερ ἀνθρώπῳ εἶναι ἔσται [*](242) τινὶ οὔτε ὅπερ ζῴῳ, τουτέστιν οὐδενὸς ἐν τῇ οὐσίᾳ ἢ ὡς εἶδος ἢ γένος οὔτε ὁ ἄνθρωπος οὔτε τὸ ζῷον κατηγορηθήσεται, ἀλλ’ ὡς συμβεβηκότα. εἰπὼν δὲ καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ οὐκέτι προσέθηκε τὸ ἀναιροῦσιν· ἦν γὰρ προειρημένον καὶ κείμενον· προεῖπε γὰρ ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες. τὸ δὲ τί ἦν εἶναι μὴ εἶναι ἐνδεέστερον ἔχειν δόξει· λείπει γὰρ αὐτῷ ὁ ‘καί’ σύνδεσμος, ἵνα ᾖ ‘καὶ τὸ τί ἦν εἶναι μὴ τουτέστι τουτέστι καὶ τὸν ὁρισμὸν μὴ εἶναι. ἀναιρουμένου γάρ [*](5 παντὸς LF 6 τὴν ἀπόφασιν LF: τὴν om. Α 9 λέγοι LFS: λέγει Α 10 ὅτι οὖν Bonitz: ὁτιοῦν L: οὑτινοσοῦν F: ἔτι οὖν Α 16 ἐνίστασθαι τῶν ὡς LF 17 ἡ A2LF: καὶ A1 18 ἀντείποι A2LF: ἀντείποις A1: ἂν ἀντείποι vel ἂν τοῦτο εἴποι coni. Bonitz 20. 21 τί τινι LF: om. AS εἰπὼν—αὐτὸ (p. 286,24) om. F 34 τί ἦν εἶναι] v. n. ad. p. 286,3)

286
τοῦ ἐν τῇ οὐσίᾳ εἶναί τινα κατηγορούμενα, ἀναιρεῖται καθόλου καὶ τὸ εἶναί τινος ὁρισμόν· ὁ γὰρ ὁρισμὸς ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. δύναται καὶ τὸ ὅπερ ἀνθρώπῳ ἢ ζῴῳ εἶναι τίην εἶναι μὴ εἶναι εἰρῆσθαι ἀντὶ τοῦ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι τί ἦν εἶναί τινος, τουτέστι μὴ ἐν τῇ οὐσίᾳ μηδὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ὡς εἰρῆσθαι τὸ τί ἦν εἶναι ἀντὶ τοῦ τί ἐστιν.

[*](p. 1007a23)

Εἰ γὰρ ἔσται τι ὅπερ ἀνθρώπῳ εἶναι.

Δείκνυσι διὰ τούτων ὅτι ἀναιρεῖται τὸ ὅπερ ἀνθρώπῳ εἶναι, καὶ ὅλως τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὡς γένος ἢ εἶδος κατηγορεῖσθαι, εἰ ἐπὶ παντὸς ἡ ἀντίφασις συναληθεύοιτο. τεθέντος γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαι, ἀδύνατον ἐπ’ ἐκείνου τὴν ἀπόφασιν ἔτι λέγειν ἀληθῆ. εἰ γὰρ εἴη τι τῶν ὄντων ὅπερ ἄνθρωπος, ὡς ἐν τῷ τί ἐστιν αὐτοῦ τὸν ἄνθρωπον κατηγορεῖσθαι, οὐχ οἷόν τε τοῦτο μὴ ἄνθρωπον εἶναι. ὁμοίως δὲ οὐδὲ ἄλλο τι οἷόν τε μὴ εἶναι τοῦτο ὃ ἐν τῷ ὁρισμῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ κατηγορεῖται. εἰ γὰρ ἔσται τι γένος τοῦ ἀνθρώπου, ἢ ὅλως τί ἦν εἶναι εἴη τινός, οὐχ οἷόν τε τοῦτο μὴ ὑπάρχειν αὐτῷ· ὃ γάρ ἐστιν ὅπερ ἄνθρωπος, τοῦτο οὐχ οἷόν τε ἅμα καὶ μὴ ἄνθρωπον εἶναι ἢ μὴ εἷναι ἄνθρωπον. εἰ δὲ μὴ τὸ πρᾶγμα, οὐδὲ αἱ ἀποφάσεις αἱ σημαίνουσαι τοῦτο τὸ μὴ εἶναι ἄνθρωπον αὐτόν· τούτων γάρ τις ἀπόφασις τῆς τόδε τι ὅπερ ἄνθρωπον εἶναι λεγούσης. προσέθηκε δὲ τὸ ἓν γὰρ ἦν ὃ ἐσήμανε, καὶ ἦν τοῦτο τινὸς οὐσία ὑπομιμνήσκων ἡμάς τῶν δεδειγμένων, ὅτι ὁ σημαίνων ἕν τι σημαίνει καὶ ὡρισμένον, ὥστε καὶ ὁ λέγων τόδε ὅπερ ἄνθρωπον εἶναι ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο οὐσία αὐτοῦ, τουτέστιν ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ. καὶ οὐχ οἷόν τε αὐτὸ μὴ ὑπάρχειν αὐτῷ· ἐν γὰρ τούτῳ ἔστιν αὐτό.

[*](p. 1007a27)

Εἰ δ’ ἔσται αὐτῷ τὸ ὅπεπ ἀνθρώπῳ εἶναι.

Τουτέστιν εἰ δὲ εἴη τὸ ὑποκείμενον ὅπερ ἄνθρωπος, τουτέστιν εἰ ἐν τῷ ὅπερ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ εἴη ὁ ἄνθρωπος κατηγορούμενος, οὐκ ἄν αὐτῷ ἐφαρμόζοι ἔτι ἢ τὸ μὴ εἶναι ὅπερ ἀνθρώπῳ ἢ τὸ εἶναι ὅπερ μὴ ἀνθρώπῳ. ἄλλο γὰρ ἔσται, εἰ ταῦτα | ἀληθεύοιτο κατ’ αὐτοῦ, καὶ οὐ [*](243) τοῦτο οὗ ἐν τῷ ὅπερ ὁ ἄνθρωπος κατηγορεῖται. οὕτω δὲ οὐκέτ’ ἄν ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ μένοντος. διὸ οὐχ οἷόν τε ἔσται τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων δύνασθαί ποτε καὶ τὰς ἀποφάσεις ἀληθῶς καταηγορεῖσθαι· εἰ γὰρ μὴ ὑπάρχει αὐτῷ τὸ ἐν τῇ οὐσίᾳ ὂν αὐτοῦ, οὐδ’ ἄν εἴη καὶ αὐτὸ ἔτι. οὐ γὰρ οἷόν τε τῆς οὐσίας τινὸς ἀναιρουμένης αὐτὸ σώζεσθαι καὶ ὑπομένειν. ἐπὶ γὰρ τῶν συμβεβηκότων οἷόν τε τοῦτο μόνον τὸ ὑπομένειν τὸ ὑποκείμενον καὶ ὑπάρχειν αὐτῷ τιθεμένων τῶν συμβεβηκόεἶναι [*](3 (post ζῴῳ)—ζῴῳ (4) om. L τί—μὴ εἶναι] μὴ εἶναι τί ἦν εἶναι τινός Metaph. A b: μὴ εἶναι vulg. 9 παντὸς LF: πάντα A 17 ἢ μὴ εἶναι scripsi coll Arist. p. 24: ἡ εἶναι μὴ libii 18 τὸ (post τοῦτο) Brandis Bonitz: om. AL 20 ἐσήμηνε Metaph. 24 ἔστιν αὐτῶ L 26 εἰ ἐν LS: εἰ oni. Α 29 οὐ LFS: om. A 30 κατηγοροῖτο L)

287
τῶν καὶ μὴ ὑπάρχειν, τῳ μὴ εἶναι ὲν τούτοις αὐτῷ τὸ εἶναι. δύναται καὶ τοιοῦτον εἶναι τὸ εἰ δὲ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἅμα καὶ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ εἶναι ἀνθρώπῳ οὐδὲν γὰρ διαφέρει ὁπότερον ἄν ληφθῇ), ἄλλο τι ἔσται, τουτέστιν οὐχ ἕν ἔτι ἔσται, ἀλλὰ πλείω καὶ διαφέροντα εἴδη· εἰ γάρ τις πάντα οὕτω τισὶν ὑπάρχοντα λέγοι εἶναι ὡς τὰ αὐτὰ καὶ μὴ ὑπάρχειν δύνασθαι, οὗτος οὐδὲν εἶδος ἐρεῖ τοῦ πράγματος εἶναι οὐδὲ οὐσιώδη λόγον καὶ ὁρισμόν, ἀλλὰ πάντα κατηγορούμενά τινος κατὰ συμβεβηκὸς κατηγορηθήσεται καὶ ὡς συμβεβηκότα. τὸ μὲν γὰρ συμβεβηκός τινι ἄλλο ἐν ἄλλῳ ὑπάρχει, ὡς τὸ λευκὸν τῷ ἀνθρώπῳ. διὸ δύναται καὶ μὴ ὑπάρχειν αὐτῷ σωζομένῳ· τὸ δὲ εἶδος καὶ ἡ οὐσία ἡ ἑκάστου οὕτως αὐτοῦ κατηγορεῖται, οὐχ ὡς ἄλλῳ τινὶ ὄντι αὐτῷ ὑπάρχουσα, ἀλλ’ ὡς τούτῳ ὄντι αὐτῷ καὶ ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχοντι. τὸ δὲ εἶναι ὅπερ μὴ ἄνθρωπον ἢ μὴ εἶναι ὅπερ ἄνθρωπον κοινότερον ἔλαβεν ὡς ἀπόφασιν τοῦ εἶναι ὅπερ ἄνθρωπον, τῷ τὸ αὐτὸ ἄτοπον ἕπεσθαι ὁπότερον ἄν τις λέγοι ἀπόφασιν αὐτοῦ εἶναι· καθ’ ἑκάτερον γὰρ αὐτῶν ἀναιρεῖται τὸ ὅπερ εἶναι καὶ ἡ οὐσία. φανερώτερον δὲ τὸ ἄτοπον ἐπὶ τοῦ εἶναι ὅπερ μὴ ἄνθρωπον, ὃ δοκεῖ κατάφασις ἡ ἐκ μεταθέσεως εἶναι, εἴ γε ὁ τοῦτο λέγων, φυλάσσων τὸ ὑποκείμενον, οὔ φησιν αὐτὸ ὅπερ τοῦτο εἶναι ὅ ἐστιν· ὃ καὶ ἀξιοῖεν ἄν οἱ τὴν ἀντίφασιν κατὰ τοῦ αὐτοῦ ἅμα ἀληθῆ λέγοντες. καίτοι οὐδὲ τὴν ἀρχὴν ἔτι εἶναι δύναται, εἰ μὴ εἴη τὸ ἐν ᾧ αὐτῷ τὸ εἶναι.

[*](p. 1007a33)

Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐθὲν ἔσται πρῶτον τὸ καθόλου.

Δείξας ὅτι ἀναιροῦσιν ἐκ τῶν ὄντων τὸ εἶδος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὅλως καθ’ αὑτό τι κατηγορεῖσθαί τινος οἱ καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύεσθαι φάσκοντες πάντα γὰρ ποιοῦσιν οὕτω κατηγορούμενα τῶν ὑποκειμένων ὡς συμβεβηκότα), δείκνυσιν ἑπόμενον καὶ ἄλλο τι ἄτοπον, εἰ πάντα τις λέγοι τὰ ὄνια συμβεβηκότα· φησὶ γὰρ μηδὲν ἔσεσθαι πρῶτον τὸ καθόλου. τοῦτο δὲ ἤτοι εἴρηκε σημαίνων ὅτι μὴ ἔσται | τὸ πρῶτον γένος, τουτέστιν οὐκ ἔσται [*](244) τῶν γενῶν τὸ πρῶτον ἡ οὐσία· πάντα μὲν γὰρ τὰ γένη καθόλου, πρῶτον δὲ αὐτῶν ἡ οὐσί, ἀναιρεθήσεται δὲ τὸ γένος τοῦτο, ὅτι οὐδενὶ ὄντι συμβέβηκεν, οὐδέ τινος ὡς συμβεβηκὸς ἡ οὐσία κατηγορεῖται, ἀλλ’ οὗ ἂν κατηγορῆταί τις οὐσία, συνωνύμως τε καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται. εἰ γὰρ οὔσης τῆς οὐσίας ἀναγκαῖον εἶναι καὶ τὴν τοιαύτην κατηγορίαν, μὴ οὔσης τῆς τοιαύτης κατηγορίας οὐδ’ ἄν ἡ οὐσία εἴη· ἧς κατηγορίας ἀναιρουμένης ἀναιροῖτο ἄν καὶ τὸ τῆς οὐσίας γένος ἐκ τῶν ὄντων. ἀλλὰ μὴ οὔσης τῆς ὡς γένος οὐσίας οὐδ’ ἂν ἡ ἄτομος εἴη· ἀναιρουμένου γὰρ καθόλου τοῦ [*](3 ἅμα καὶ] ἢ Metaph. μὴ ἀνθρώπῳ—ὅπερ om. LF 6 λέγοι S Brandis Bonitz: λέγει AM: λγ LF 7 ὁρισμόν LFS: ὡρισμένον Α 10 σωζομένου LF 16 φανερώτερον LF: φανερώτατον Α 17 ἡ LF: om. A 18 εἶναι LF: om. Α 27 ὡς συμβεβηκότα L: καὶ συμβεβηκότων A1: καὶ συμβεβηκότα A2 32 ὄντι LF : om. Α)

288
γένους αὐτῆς οὐδ’ ἄν αὐτὴ εἴη· οὕτως δὲ οὐδ’ ἄν κατηγοροῖτό τι κατ’ οὐσίας, ἀλλ’ ἐν πάσῃ κατηγορίᾳ καὶ τὸ ὑποκείμενον ἄν συμβεβηκὸς εἴη. μὴ οὔσης δὲ οὐσίας τοῦ ὑποκειμένου ἀλλὰ συμβεβηκότος, ἐπ’ ἄπειρον ἄν ἄλλῳ ἄλλο ὑποκείμενον λαμβάνοιτο τῷ τὸ συμβεβηκὸς ἀεὶ καθ’ ὑποκειμένου τινὸς σημαίνειν τὴν κατηγορίαν, τουτέστιν ἐν ἄλλῳ εἶναι, καὶ ὑποκείμενόν τι ἔχειν, καὶ μὴ δύνασθαι ἢ αὐτὸ ὑποκείμενον εἶναι ἢ εἶναι χωρὶς ὑποκειμένου. εἰ γὰρ εἴη ἐν τῇ Σωκράτης λευκός ἐστι προτάσει καὶ τὸ Σωκράτης συμβεβηκὸς ἄλλου ὑποκειμένου, δεήσεται κἀκεῖνο πάλιν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον. τοῦτο δ’ ἀδύνατον δείκνυσι. δύναται γεγράφθαι οὐδὲν ἔσται πρῶτον τὸ καθ’ οὗ, τουτέστι τὸ πρῶτον καὶ ὑποκείμενον, καθ’ οὗ τὰ συμβεβηκότα, ἀναιρεῖται· ἀναιροῦντες γὰρ τὴν τοιαύτην κατηγορίαν ἀναιροῦσι καὶ τοῦτο ᾧ ἐν τῷ οὕτω κατηγορεῖσθαι μόνως τὸ εἶναι· τοιοῦτον γὰρ ἡ οὐσία. ἀναιρουμένης δὲ τῆς οὐσίας οὐδὲν ἄν εἴη τὸ ἔσχατον ὑποκείμενον, πάντων τῶν ὄντων συμβεβηκότων ὄντων· οὕτω δ’ ἄν ἐπ’ ἄπειρον αἱ κατηγορίαι γίγνοιντο. τὴν δὲ αἰτίαν τοῦ μηδὲν ἔσεσθαι πρῶιον ὑποκείμενον καὶ οὐσίαν, εἰ πάντα εἴη συμβεβηκότα, ἀπέδωκεν οὕτως· εἰ ἀεί, φησί, τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου σημαίνει τὴν κατηγορίαν. εἰ γὰρ πᾶν συμβεβηκὸς ὑποκείμενόν τι ἔχει ἐν ᾧ ἔστι καὶ καθ’ οὗ κατηγορεῖται, καὶ μηδέν ἐστι συμβεβηκὸς ὑποκείμενον, οὕτως ἐρεῖ εἶναι οὐδὲ οὐσίαν. εἰ δὲ εἴη πάντα συμβεβηκότα καὶ μηδὲν ἔσχατον ὑποκείμενον καθ’ οὗ τὰ ἄλλα, αὐτὸ δὲ κατ’ οὐδενός, πρῶτον μὲν οὐδ’ ἂν συμβεβηκὸς τι εἴη ἔτι· μὴ γὰρ οὔσης οὐσίας οὔτε συμβεβηκός τι οἷόν τε εἶναι· ἀλλ’ οὐ κατὰ τοῦτο νῦν εὐθύνει τὴν δόξαν, ἀλλά φησιν ὅτι εἰς ἄπειρον αἱ κατηγορίαι προοδεύσονται, ἀεὶ τοῦ ληφθέντος ὡς ὑποκειμένου τινὶ κατ’ ἄλλου πάλιν λεγομένου, τῷ καὶ αὐτὸ ὁμοίως τῷ πρὸ αὐτοῦ συμβεβηκὸς εἶναι καὶ μὴ οὐσίαν τινά. ἀδύνατον δέ, ὅτι τὴν ἀρχὴν οὐδὲ οἷόν τε συμβεβηκός τι συμβεβηκότι συμβεβηκέναι. εἰ δὲ μὴ τοῦτο, πῶς ἂν οἷόν τε εἴη ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας τοῦ συμβε|βηκότος; οὐδὲν γὰρ γίνεται ὅλως ἐκ πλειόνων συμβεβηκότων ἕν [*](245) τι συντιθεμένων. μόνον γὰρ ἐν ταῖς κατὰ συμβεβηκὸς προτάσεσι λεγομέναις δύο συμπλέκεται συμβεβηκότα, οὐχ ὡς τοῦ ἑτέρου αὐτῶν τῷ ἑτέρῳ συμβεβηκότος, ἀλλ’ ὅτι ἄμφω τῷ αὐτῷ συμβέβηκε· τοῦτο γὰρ σημαίνει ἡ πρότασις ἡ λέγουσα τὸ λευκὸν μουσικὸν ἢ τὸ μουσικὸν λευκόν· οὐ γὰρ διαφέρει ὅπως ἂν ῥηθῇ. ἀντέστρεψε δὲ αὐτά, ἵνα δείξῃ ὅτι οὐδέτερον αὐτῶν ὑπόκειται τῷ ἑτέρῳ, ἀλλ’ ἔστι τὸ σημαινόμενον τὸ ἄμφω τῷ αὐτῷ τινι συμβῆναι. καὶ ἡ μὲν ἑτέρα τῶν κατὰ συμβεβηκὸς προτάσεων ἡ ἔχουσα συμβεβηκὸς συμβεβηκότι ἐπιφερόμενον, ἣ καὶ κυρίως ἐστὶ [*](1 αὐτὴ—οὐδ’ ἄν LFS: om. Α 9 ἄπειρον ὅτι ἀδύνατον. δείκνυσι L fort. δ· ὅτι ἀδύνατον, cf. L 16 οὐσίαν Bonitz: οὐδὲν libri 18 post ὑποκειμένου (17. 18) add. τινὸς Metapli. ὑποκείμενόν τι—ὑποκείμενον (20) LF : ὑποκείμενον, οὐδὲ ὅλως ὑποκείμενόν τι Α 20 οὕτως Βonitz: οὗτος ALF: om. S 23 ἀλλὰ καὶ οὐ LF 27 συμβεβηκότι LFS: συμβεβηκότα Α 28 εἴη LFS: ἡ Α 29 ἐκ τῶν πλειόνων LF 37 συμβεβηκότι ἐπιφερόμενον A2LF: συμβεβηκότα ἐπιφερόμενα A1 κυρίως ἐστὶ LF: ἐστὶ om. Α)
289
κατὰ συμβεβηκός, ἐστὶ τοιαύτη ὡς μέχρι φωνῆς ὑποτιθέναι τὸ ἕτερον τῷ μηδὲ γίνεσθαι τὴν τοιαύτην πρότασιν μίν κυρίως. ἡ δὲ ἑτέρα, ἐν ᾗ συμβεβηκὸς οὐσίας κατηγορεῖται, οὐκ ἔστι τοιαύτη. τὸ γὰρ Σωκράτης μουσικός ἐστιν οὐ τοιοῦτόν ἐστιν οἷον τὸ μουσικὸν λευκόν ἐστιν. ὁ γὰρ λέγων ‘Σωκράτης μουσικός ἐστιν’, οὐ τοῦτο λέγει ὡς ἀμφότερα, καὶ ὁ Σωκράτης καὶ ὁ μουσικός, ἄμφω τῷ αὐτῷ συμβέβηκεν, οἷον τῷ ἀνθρώπῳ· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐν αὐτῇ δύο ἐστὶ συμβεβηκότα. λαβὼν δὲ ἀμφοτέρους τοὺς τρόπους τῆς κατὰ συμβεβηκὸς κατηγορίας, ἑξῆς ὅτι μηδὲ καθ’ ἕτερον τῶν τρόπων ἐπ’ ἄπειρον οἷόν τε γίνεσθαι τὴν κατηγορίαν ὑπομιμνήσκει, καὶ πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν οὐσίαν τῷ συμβεβηκότι ὑποκειμένην. οὐ γὰρ μόνον οὐχ οἷόν τε ἐπ’ ἄπειρον συντιθέναι τὰ συμβεβηκότα οἷον Σωκράτους κατηγοροῦντας αὐτά, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ δύο οἷόν τέ ἐστι λαβεῖν· ἄν γὰρ τῇ ‘Σωκράτης μουσικός ἐστι’ προστεθῇ τὸ λευκὸν ἤ τι ἄλλο συμβεβηκός, οὐκέτι γίνεται ἓν τὸ λεγόμενον, οὐδὲ ἡ πρότασις μία. ἀλλ’ οὐδὲ ἂν ᾖ συμβεβηκὸς ὑποτιθέμενον συμβεβηκότι, οὐδ’ ἐκεῖ ἐπ’ ἄπειρον ἔστι τὴν σύνθεσιν τῶν συμβεβηκότων λαμβάνειν, ὅτι μηδὲ τὴν ἀρχὴν κυρίως τοῦ συμβεβηκότος τὸ συμβεβηκὸς κατηγορεῖται· τι· οὐδὲν γὰρ μᾶλλον τοῦτο ἐκείνου ἢ ἐκεῖνο τούτου ἐστί, καὶ δέδεικται ὅτι πλείω συμβεβηκότα ἢ δύο ἐν τῇ τοιαύτῃ προτάσει οὐ συντίθεται. εἰ δὴ διττὸς μὲν ὁ τρόπος τῶν κατὰ συμβεβηκὸς καταηγορουμένων, κατ’ σὐδέτερον δὲ αὐτῶν οἷόν τε τὰς κατηγορίας ἐπ’ ἄπειρον ποιεῖσθαι τῶν συμβεβηκότων, οὐδὲ οἷόν τε συμπλέξαι, οὐκ ἂν εἴη ἐπ’ ἄπειρον τοῖς συμβεβηκόσιν ἡ κατηγορία. εἰ δὲ τοῦτο, οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται. εἰ γὰρ δεῖ μέν, εἰ μόναι εἶεν αἱ κατὰ συμβεβηκὸς κατηγορίαι, ἐπ’ ἄπειρον γίνεσθαί τε καὶ λαμβάνεσθαι ἄλλο ἄλλου κατηγορούμενον, μόναι δὲ ἔσονται, εἰ μὴ εἴη ἐν τῇ οὐσίᾳ κατηγορούμενά τινα (ἀναιρεῖται γὰρ οὕτως ἡ οὐσία), οὐχ οἷόν | τε δὲ τοῦτο, δῆλον ὅτι μὴ μόνα τὰ ὡς συμβεβηκότα [*](246) κατηγορούμενα. τὸ δὲ οἷον τῷ Σωκράτει τῷ λευκῷ ὁμοίως ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι τοῦ ὑποκειμένου μετὰ τοῦ συμβεβηκότος ὑποτιθεμένου πάλιν συμβεβηκός τι κατηγορεῖν· οὗ αἰτίαν ἀπέδωκεν ὅτι μὴ γίνεταί τι ἓν ἐξ ἀπάντων, τοὐ τε Σωκράτους καὶ τῶν δύο συμβεβηκότων. τὸ δὲ οὐδὲ δὴ τῷ λευκῷ ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ ὅτι μηδὲ τῷ ἄλλο ἄλλου συμβεβηκὸς συμβεβηκότος κατηγορεῖν οἷόν τε αὔξεσθαι τὰς τῶν συμβεβηκότων κατηγορίας ἐπ’ ἄπειρον, οὗ τὰς αἰτίας οὗτός τε σαφῶς παρέθετο καὶ ἡμεῖς προειρήκαμεν. μήποτε δὲ ἄμεινον οὕτως ἀκούειν τῆς λέξεως τῆς εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ πᾶν, φησί, κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐδὲν ἔσται πρῶτον καθόλου, ὃ ἴσον [*](7 συμβέβηκεν LF: συμβεβηκός Α 11 πρῶτον LF: πρῶτα Α 20 ἡ δύο S Brandis Bonitz: ἢ om. ALF 21 κατηγορουμένων] κατηγοριῶν LF 24 δειχθήσεται LF 28. 29 δῆλον ὅτι οὐ πάντα ὡς συμβεβηκότα κατηγορεῖται Α2 29 ὁμοίως in Metaph. non legitur 32 ἓν F: om. AL οὐδὲ δὴ LF: οὐ δὴ A Comment. Arist. I Alex. in Metaph. 19)
290
ἄν εἴη τῷ οὐδεμία ἔσται κατηγορία πρώτη τε καὶ καθόλου, τουτέστιν οὐδεμία ἔσται πρότασις ἄμεσος. τῶν γὰρ προτάσεων τῶν ἐχουσῶν τι τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὑποκειμένου ὄντων κατηγορούμενον αὐτοῦ πρώτη ἡ ἄμεσος. τὰ γὰρ καθ’ αὑτὰ καὶ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενα καθόλου εἶπε. τῷ μὲν οὖν μηδὲν εἶναι ἐν τῇ οὐδίᾳ κατηγορούμενον ἕπεται τὸ πᾶσαν κατηγορίαν γίνεσθαι κατὰ συμβεβηκός, τῷ δὲ μηδὲν εἶναι ἄμεσον πρότασιν τὸ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας, ἄλλου πρὸ ἄλλου λαμβάνεδθαι δυναμένου. δέδεικται γὰρ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ὅτι εἰ μὴ εἴη ἄμεσος πρότασις, ἐπ’ ἄπειρον αἱ κατηγορίαι προελεύσονται. ἀλλὰ μὴν ἀδύνατον ἐν τοῖς κατὰ συμβεβηκὸς κατηγορουμένοις τοῦτο γίνεσθαι, ὅτι μηδὲ τὴν ἀρχὴν οἷόν τε συμβεβηκός τι συμβεβηκέναι σξυμβεβηκότι. καὶ δοκεῖ μοι μᾶλλον αὕτη ἡ ἐξήγησις τοῖς λεγομένοις ἐφαρμόζειν. εἴη δ’ ἂν συνελόντι ὁ λόγος οὕτως ἅπας ἔχων. εἰ ἐπὶ τοῦ αὐτοῦ ἡ ἀντίφασις ἅμα ἀληθής, οὐδὲν ὡς ἐν τῇ οὐσίᾳ ὂν τοῦ ὑποκειμένου κατηγορηθήσεται, ἀλλὰ πάντα κατὰ συμβεβηκός, οὐδὲ ἀμέσως, ἀλλ’ ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων, τῷ μηδὲ τὴν ἀρχὴν συμβεβηκέναι τι συμβεβηκότι· οὐδὲ γὰρ συλλογίσασθαί τι οἷόν τε συμβεβηκὸς δι’ ὅρου μέσου συμβεβηκότος, εἰ μὴ τὸ δεικνύμενον ἐν τῷ συμπεράσματι συμβεβηκὸς τῶν καθ’ αὑτὰ ὑπαρχόντων εἴη τῷ συμβεβηκότι εἰλημμένῳ ὅρῳ μέσῳ· τοιοῦτον γὰρ τὸ Σωκράτης περιπατεῖ, πᾶν τὸ περιπατοῦν κινεῖται· τὸ γὰρ κινεῖσθαι ἐν τῇ οὐσίᾳ τοῦ περιπατεῖν. οὐδ’ ἄρα ἡ ἀντίφασ·ς ἐπὶ τοῦ αὐτοῦ. |

[*](p. 1007b18)

Ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ [*](247) πᾶσαι.

Πιθανῇ ἐπιχειρήσει χρῆται· λέγει γὰρ ἕπεσθαι τῷ λέγοντι ἅμα ἀληθεῖς εἶναι τὰς ἀντιφάσεις τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι· εἰ γὰρ ἀληθεῖς ἐπὶ τοῦ αὐτοῦ πᾶσαι αἱ ἀντιφάσεις, πάντα ἔσται τὰ αὐτὰ ἀλλήλοις καὶ πάντα ἕν. ὅτι μὲν οὖν πᾶσαι ἐπὶ τοῦ αὐτοῦ αἱ ἀντιφάσεις, ὕστερον δείξει· πρῶτον δὲ δείκνυσι πῶς πάντα ἓν εἶναι ἕπεται ἐκείνῳ τῷ κειμένῳ. εἰ γὰρ ἀληθὲς ἐπὶ τοῦ ἀνθρώπου τὸ μὴ εἶναι ἵππον αὐτὸν μηδὲ τοῖχον μηδὲ λίθον μηδὲ τριήρη καὶ πάντα ὅσα οὐκ ἔστιν, συναληθεύουσι δὲ αἱ ἀντιφάσεις, ἔσται ἅμα ὁ ἄνθρωπος καὶ ἵππος καὶ λίθος καὶ τοῖχος καὶ τριήρης καὶ πάντα ὅσα οὐκ ἔστιν, δοθέντος μόνον τοῦ δύνασθαι, καθ’ οὗ τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, καὶ τὸ ἕτερον κατηγορεῖσθαι. τὸ δὲ καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λόγον λέγουσιν εἴρηκεν, ὅτι ἀνάγκη κατὰ τὴν ἐκείνου δόξαν, λέγοντος πᾶν τὸ φαινόμενον ᾧ φαίπρὸ [*](7 ἄλλου LFS: πρὸς ἄλλο Α 8 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] A 3 15 “vel scribendum est ἀμέσως. ἀλλ’ οὐκ ἐπ’ ἄπειρον κτλ., vel post συμβεβηκότων (16) addendum tale quid ἀδύνατον δὲ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας τῶν συμβεβηκότων” Bouitz 16 μηδὲ LF: μὴ Α συμβεβηκέναι τι LFS: τι om. Α 17 οὐδὲ γὰρ LFS: γὰρ om. Α 19 εἰλημμένῳ LFS: om. Α 24 πιθανωτάτῃ L 21 πᾶσαι L: οὐ πᾶσαι Α post πᾶσαι add. ἀληθεῖς A2S 28 ἓν A2S: om. A1L τῷ M: om. AL)

291
νεται ἀληθὲς εἶναι, τὴν ἀντίφασιν ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι· περὶ γὰρ τῶν αὐτῶν ἀντικείμεναι φαντασίαι γίνονταί τισιν, αἳ εἰ ἀληθεῖς εἰσι κατ’ αὐτῶν, εἴη ἄν κατ’ ἐκεῖνον ἅμα ἡ ἀντίφασις ἀληθὴς ἐπὶ τοῦ αὐτοῦ, ὡς καὶ αὐτὸς δείξει ὀλίγον προελθών. τὸ δὲ εἰ γάρ τῳ δοκεῖ μὴ εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὡς οὐκ ἔστι τριήρης δεικτικὸν μέν ἐστι τοῦ πᾶσαν ἀντίφασιν ἀληθῆ ἐπὶ παντὸς γίνεσθαι· ἤτοι δὲ ἔτι Πρωταγόρου μνημονεύων τὸ δοκεῖ εἷπεν, ἐπεὶ ἐκεῖνος πάσαν δόξαν καὶ πᾶσαν φαντασίαν ἔλεγεν ἀληθῆ, ἢ οὐκέτι τοῦτο ὡς περὶ τῆς Πρωταγόρου δόξης λέγει· οὐδὲ γὰρ ἕπεται ὃ λέγει Πρωταγόρᾳ. ἢ οὐ πρὸς ἄλλο τι ἐχρήσατο τῷ δοκεῖ ἢ πρὸς τὸ δεῖξαι ἀληθῆ γινομένην τὴν ἀπόφασιν· ὃ δείξας λοιπὸν ὡς ἐκείνοις ἑπόμενον προστίθησι καὶ λαμβάνει ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις, ἀκολουθήσει ἐπὶ τούτου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ εἶναι, καθ’ οὗ ἅμα ἡ ἀντίφασις ἀληθής· ὃ γὰρ μή ἐστι τριήρης, καὶ τριήρης ἔσται, εἴ γε ἡ ἀντίφασις. οὕτω δὲ ἕκαστον ἂν τῶν ὄντων γίγνοιτο πάντα. ἔσεσθαι γάρ φησιν οὕτως τὸ τοῦ Ἀναξαγόρου ἀληθὲς τὸ “ὁμοῦ πάντα χρήματα”· ἀλλὰ κατ’ ἐκεῖνον μὲν ὡς εἰλικρινῶς μηδὲν ἓν εἶναι καὶ τόδε τι, ὃ λέγεται, τῶν πραγμάτων τῷ πάντα λέγεσθαι ἐν πᾶσιν· κατὰ δὲ τοὺς οὕτω λέγοντας τῷ ἕπεσθαι αὐτοῖς τὸ πάντα τὰ αὐτὰ ἀλλήλοις εἶναι λέγειν.

[*](p. 1007b26)

Τὸ ἀόριστον οὖν ἐοίκασι λέγειν, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσιν.

Εἰπὼν ὅτι ἕπεται τοῖς τὴν ἀντίφασιν συναληθεύεσθαι λέγουσι τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι καὶ τὸ τοῦ Ἀναξαγόρου, τὸ ὁμοῦ πάντα εἶναι χρήματα, φησὶ τοὺς τοῦτο λέγοντας ἐοικέναι περὶ τῆς ὕλης τὸν λόγον ποιεῖσθαι. αὕτη γὰρ ἀόριστος τῷ δυνάμει πάντα εἶναι, ἐνεργείᾳ δὲ μηδέν· [*](248) ὐδὲ γὰρ οἷόν τε ἐνεργείᾳ πάντα εἶναι· ὥστε περὶ τοῦ ὄντος λέγειν βουλόμενοι περὶ τοῦ μὴ ὄντος τὸν λόγον ποιοῦνται. μὴ ὂν γὰρ ὃ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ μή· οὔτε γὰρ ἄνθρωπος ἤδη ὁ δυνάμει τις ἄνθρωπος, οὔτε ἵππος, οὔτε τῶν ἄλλων τι. τοιοῦτον δὲ ἡ ὕλη· δυνάμει γὰρ ἕκαστόν ἐστι τῶν ἐξ αὐτῆς γιγνομένων· οὐ γὰρ δὴ δύναταί τι ἐνεργεία εἶναι πάντα. εἶπε δὲ καὶ περὶ τῆς Ἀναξαγόρου δόξης ἐν τοῖς πρώτοις λέγων, ὡς δι’ ὧν ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι τὴν ὕλην ὀνειροπολοῦντος, ἐνεργείᾳ πάντα τὰ ὄντα εἶναι.

[*](3 αὐτῶν] αὐτόν L ἄν καὶ κατ’ L 5 ἔστι L Metaph. vulg.: ἔσται Α 9 Πρωταγόρᾳ LF : Πρωταγόρας Α 10 ἀντίφασιν LF 13 καθ’ οὓς coni Bonitz 14 post εἴ γε add. ἅμα ἀληθὴς A2S 16 μηδὲν ἓν e S coni. Bonitz μηδὲ ἐν L: μηδὲ Α 17 τῷ Bonitz: τῷ τὰ L: τὸ τὰ Α λέγεσθαι e S Brandis λέγεται A: om. L 18 τῷ ἕπεσθαι L: ἕπεται Α 23 καὶ τὸ—πάντα εἶναι LF om. A 24 τὸν λόγον LF : τὸν om. Α 29 τῶν ἄλλων τι LF: τῶν om. 1 ἄλλο τι Α2 31 ἐν τοῖς πρώτοις] Α 8 33 ante ἐνεργείᾳ addendum οὐ γὰρ οἷόν τε coni. Bonitz 19*)
292
[*](p. 1007b29)

Ἀλλὰ μὴν λεκτέον γ’ αὐτοῖς κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν.

Δείξας ἑπόμενον τῷ τὴν ἀντίφασιν συναληθεύειν λέγοντι τὸ οὗ ἡ ἀπόφασις ἐπί τινος ἀληθής, ἐπ’ ἐκείνου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ γίγνεσθαι, νῦν δείκνυσιν ὅτι ἀνάγκη αὐτοῖς λέγειν ἐπὶ παντὸς πᾶσαν ἀντίφασιν κατηγορεῖσθαι. τοῦτο δὲ δείκνυσιν, ἐπεὶ ἐνῆν λέγειν αὐτοῖς, ἐφ’ οὗ μὲν τὸ ἕτερον ἀληθὲς μόριον τῆς ἀντιφάσεως, καὶ θάτερον, δύνασθαι δὲ ἐπί τινων μηδέτερον ἀληθὲς εἶναι. ὅτι οὖν ἐξ ἀνάγκης πάσης θάτερον λεκτέον αὐτοῖς ἀληθὲς οὕτως ἀναγκάζει, λαβὼν ἄτοπον καὶ ἄλογον εἶναι τὴν μὲν αὐτοῦ τοῦ πράγματος ἀπόφασιν, τὴν ἀναιροῦσαν αὐτὸ ὅ ἐστιν, ἀληθῆ λέγειν εἶναι κατ’ αὐτοῦ, ἐπεὶ καὶ ἡ κατάφασις, τὰς δὲ τῶν ἄλλων πραγμάτων ἀποφάσεις, ἃ μή ἐστιν αὐτό, μηκέτι λέγειν ἀληθεῖς εἶναι. μᾶλλον γὰρ ἡ ἄλλου ἀπόφασις ἀληθὴς κατά τινος ἢ ἡ αὐτοῦ· εἰ γὰρ ἀληθὲς κατὰ τοῦ ἀνθρώπου τὸ ὅτι οὐκ ἔστιν ἄνθρωπος, πολὺ εὐλογώτερον ἐπ’ αὐτοῦ ἄληθέ λέγειν τό τε οὐκ ἔστιν ἵππος καὶ τὸ οὐκ ἔστι τοῖχος καὶ τὸ οὐκ ἔστι τριήρης, καὶ τὰ ἄλλα ὅσα μή ἐστιν. ἀλλ’ εἰ αἱ ἀπο- φάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ, δῆλον ὡς καὶ αἱ καταφάσεις. πάντα οὖν ἔσται τὸ αὐτό. εἴτε γὰρ τὰς καταφάσεις αὐτῶν θήσει τις ἀληθεῖς εἶναι, ἀκολουθήσει αὐτῷ τὸ καὶ τἀς ἀποφάσεις, εἴτε μὴ ἐκείνας, ἀλλὰ τάς γε ἀποφάσςις ἀναγκαῖον διὰ τὰ προειρημένα· εἰ δὲ τὰς ἀποφάσεις, δῆλον ὡς καὶ τὰς καταφάσεις, ἢ τὰς ἀντιφάσεις ἐπὶ τῶν αὐτῶν.

[*](p. 1008a2)

ταῦτά τε οὖν συμβαίνει τοῖς λέγουσι τὸν λόγον τοῦτον, καὶ ὅτι οὐκ ἀνάγκη φάναι ἢ ἀποφάναι.

Δείξας διὰ τῆς προειρημένης ἐπιχειρήσεως τὸ πάντα τὰ ὄντα ἓν ἔσεσθαι, τοῖς προειρημένοις καὶ τοῦτο προστίθησιν ὡς ἑπόμενον τοῖς ἅμα τοῦ αὐτοῦ καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι κατηγοροῦσι καὶ διὰ τοῦτο φάσκουσι σνναληθεύεσθαι τὴν ἀντίφασιν, τὸ συμβαίνειν μήτε τὴν ἀπόφασιν μήτε τὴν | κατάφασιν ἀληθῆ γίνεσθαι, καθ’ ὧν ἄμφω τὰ ἀντικείμενα. εἰ γὰρ [*](249) πάσα ἀντίφασις ἐφ’ ἑκάστου ἅμα συναληθεύεται, ὥς φασι, καὶ ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθὲς καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· διὰ τοῦτο γὰρ καὶ ἡ ἀπόφασις ἀληθὴς καθ’ οὗ ἡ κατάφασις, διὰ τὸ εἶναι ἐπ’ αὐτοῦ ἀληθῆ καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν. ἐπὶ γὰρ τοῦ ὄντος οὐκ ἀνθρώπου ἀληθὴς ἡ ἀπόφασις ἡ λέγουσα οὐκ ἔστιν ἄνθρωπος, ἐπεὶ καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· ἐπὶ γὰρ τῶν μὴ ὄντων ὁμοίως ἀληθὴς ἑκατέρα. [*](3 τῷ A2LF: αὐτῷ Α1 8 δὲ LFS: om. Α 9 ἀναγκάζει A2LF: ἀναγκάζειν Α1 12 αὐτό LFS: αὐτῷ Α 18 αὐτῶν θήσει LF: ἀντιθέσει Α 20 post προειρημένα add. καὶ τὰς καταφάσεις Α2 21 ἢ] εἰ vel ᾗ coni. Bonitz 23 φάναι] ἢ φάναι Metaph. vulg. 28 καθ’ ὦν LF: καθ’ ἢν Α 34 μὴ ὄντων LF: μὴ om. Α 34 ἀληθὴς ἑκατέρα LF: ἀληθῆ ἑκάτερα Α)

293
ἅμ δὲ καὶ τὸ λεγόμενον ὑπ’ αὐτῶν ἦν οὐ μᾶλλον ἄνθρωπος ἢ οὐκ ἄνθρωπος, καὶ ὁμοίως ἐπὶ πάντων τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου ἀποφατικὸν ἐλάμβανον. δοκεῖ δὲ ἡ ἐπιχείρησις αὕτη δεικνύναι ὅτι τὰ λεγόμενα ὑπ’ αὐτῶν ἅμα ἐφ’ ἑκάστου εἶναι ἀληθῆ ὡς ἀντιφάσεις οὐκ ἀντιφάσεις εἰσίν, ἀλλ’ ἀμφότεραι καταφάσεις. ὧν καταφάσεων εἰ αἱ ἀποφάσεις ληφθεῖεν ἀληθεῖς εἶναι, ὡς ἀξιοῦσιν, ἀναιροῖτ’ ἄν τὸ ἐκεῖνα ἔτι ἀληθῆ εἶναι, ὡς ἀξιοῦσιν, ἃ ὡς ἀντικείμενα ἀλλήλοις ἔλεγον ἀληθῆ ἐπὶ τοῦ αὐτοῦ γίνεσθαι. εἰ γὰρ καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος, οὐ τὸ τὴν ἀντίφασιν συναληθεύεσθαι ἀκολουθήσει αὐτοῖς, ἀλλὰ τὸ μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ εἶναι, ἀλλ’ ἀναιρεῖσθαι τὴν ἑκατέρου αὐτῶν φύσιν. εἰ γὰρ ταῦτα ἀληθῆ, ἐφ’ ὧν δὲ αἱ καταφάσεις καὶ αἱ ἀντιφάσεις, εἶεν ἂν καὶ αἱ ἀποφάσεις τούτων ἀληθεῖς πάλιν ἅμα, αἵ εἰσιν ἀναιρετικαὶ τούτων, τῆς μὲν ἔστιν ἄνθρωπος ἡ οὐκ ἔστιν ἄνθρωπος, τῆς δὲ ἔστιν οὐκ ἄνθρωπος, οὔσης καὶ αὐτῆς καταφάσεως πως ἐκ μεταθέσεως γάρ) ἣν ὡς ἴσην λαμβάνουσι τῇ οὐκ ἔστιν ἄνθρωπος ἀποφάσει, ἡ οὐκ ἔστιν οὐκ ἄνθρωπος. εἰ οὖν τὰ ἀντικείμενα ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, ὡς ἐκεῖνα τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἦν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, οὕτως καὶ τὰ ἑκατέρῳ ἐκείνων ἀντικείμενα καὶ ἀναιροῦντα αὐτά, τό τε οὐκ ἔστιν ἄνθρωπος καὶ οὐκ ἔστιν οὐκ ἄνθρωπος, ἅμα ἔσται ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ. εἰ μὲν οὖν ὡς δύο ἐκεῖνα ἐλέγετο, καὶ ταῦτα ὡς δύο κατηγορούμενα ἑκατέρου ἐκείνων ὄντα ἀποφάσεις· εἰ δὲ ὡς ἕν τι ἐξ ἀμφοῖν ἐκείνων ἐγένετο, ὡς ἐβούλοντο, καὶ ταῦτα ὡς ἕν. ἀλλὰ μὴν εἰ ταῦτα ἀληθῆ, ἀναιρετικὰ δέ ἐστι ταῦτα τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως λαμβανομένης, ἀληθὲς ἂν γένοιτο τὸ μηδέτερον τῆς ἀντιφάσεως μέρος ἀληθὲς εἶναι, ἀλλ’ οὐ τὰ ἀμφότερα. δύναται τὸ οὐκ ἄνθρωπος οὐ τῆς ἐκ μεταθέσεως καταφάσεως εἶναι δηλωτικόν, ἀλλὰ τῆς οὐκ ἔστιν ἄνθρωπος ἀποφάσεως, ἧς εἴη ἂν ἀπόφασις ἡ οὐχὶ οὐκ ἔστιν ἄνθρωπος· ὡς εἶναι τὸ λεγόμενον, εἰ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἀληθῆ, κα- τὰ τούτων ἑκατέρῳ ἀντικείμενα ἔσται | καὶ αὐτὰ ἅμα ἀληθῆ κατὰ [*](250) τοῦ αὐτοῦ. ἀλλὰ μὴν ἑκάτερον τῶν ἐκείνοις ἀντικειμένων ἀναιρετικὸν ἦν ἐκείνου ᾧ ἀντέκειτο. ἀληθὲς ἄρα ἔσται τὸ μηδέτερον, μήτε τὴν ἀντίφασιν μήτε μέρος τῆς ἀντιφάσεως, ἀληθὲς ἐπὶ τοῦ αὐτοῦ εἶναι.

[*](p. 1008a7)

Ἔτι ἤτοι περὶ πάντα οὕτως ἔχει, καὶ ἔσται καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν.

Ἐκ διαιρέσεως πρόεισιν ὁ λόγος αὐτῷ, δείκνυσι δὲ πάσας τὰς ἐνδεχομένας λαμβάνων διαιρέσεις, αἷς τὸ ἀκολουθοῦν τὸ εἶναί τινα ὡρισμένα καὶ [*](1 ὑπ’ αὐτῶν S Brandis Bonitz: ἐπ’ αὐτῶν LF: ἐπ’ αὐτοῦ AM 4 ὡς ἀντιφάσεις A1S: ὥστε αἱ ἀντιφάσεις A2: ὥστε L 8 post οὐκ ἄνθρωπος add. θηῶ Α2 12 ἀντιφάσεις] fort. ἀποφάσεις 15 ἣν —ἀποφάσει scripsi: ἦν ὡς λαμβάνυσι τῆς οὐκ ἔστιν ἄνθρωπος ἀποφα L: ἦν omissis quae sequuntur A 25 τὸ ἀμφότερα coni. bonitz post δύναται add. ἀποφάσεις A2 27 ὡς — οὐκ ἔστιν ἄνθρωπος (28) LFS: om. A 31 ᾧ L: μὲν A)

294
καταληπτὰ δηλονότι, καὶ οὐχ ὡς βούλονται λέγειν ἐπὶ πάντων οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν. δείξει δὲ φανερῶς ἄτοπά τινα ἑπόμενα. φησὶ γὰρ ἤτοι περὶ πάντων λέγειν αὐτοὺς τὸ οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ περὶ ἐνίων. τοῦτο δὲ. εὐλόγως δόξειεν ἄν λέγεσθαι ὑπ’ αὐτῶν, ἐπεὶ ἐπὶ τῆς οὐσίας καὶ τοὐ οἰκείου εἴδους καὶ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἔδειξε φανερῶς ἄτοπον ὂν τὸ μὴ εἶναι τοῦτο λέγειν, ἐν ᾧ ἦν αὐτῷ τὸ εἶναι καὶ καθ’ ὃ ἔστιν ἕκαστον τῶν ὄντων ὅ ἐστιν· διὰ τοῦτο γὰρ εἵπετο αὐτοῖς καὶ τὸ πάντα τὰ κατηγορούμενα συμβεβηκότα λέγειν. ἔτι δὲ καὶ ὡς τῇ διαιρέσει ἑπόμενον τίθεται ἐπὶ πάντων ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐκέτι δὲ ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ὁμοίως, ὅθεν ἄν ἄρξηταί τις, ἀκολουθεῖν καὶ ἡ ἀντίφασις. ἀλλ’ εἰ μὴ ἐπὶ πάντων ἡ ἀντίφασις, ἀλλ’ ἔστιν ἐφ’ ὧν μόνη ἡ κατάφασις, ἔσται τινὰ ὡρισμένα τε καὶ καταληπτά, καὶ οὐκ ἔστιν ἐπὶ πάντων οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως· οὐ γὰρ καὶ ἐπὶ τούτων. εἰ δὲ ἐπὶ πάντων μὲν ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐ μὴν ἐφ’ ὧν ἡ ἀπόφασις καὶ ἡ κατάφασις ἔτι ὁμοίως μηδ’ ἀντιστρέφει, εἴη ἄν τι τῶν μὴ ὄντων καταληπτὸν ὅτι μή ἐστι καὶ βεβαίως οὐκ ὂν καὶ οὐχὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὄν, εἴ γε ἡ μὲν ἀπόφασις ἀληθὴς ἐπ’ αὐτοῦ, ἡ δὲ κατάφασις οὐκέτι. ὡς γὰρ τῆς καταφάσεως μόνης οὔσης ἀληθοῦς ἐγίνετό τινα ὁμολογούμενα καὶ καταληπτά, οὕτω καὶ εἰ ἡ ἀπόφασις πάλιν ἐπί τινων μόνη ἀληθὴς εἴη.

[*](p. 1008a16)

Καὶ εἷτό μὴ εἶναι βέβαιόν τι καὶ γνώριμον.

Ὄ λέγει ἐστίν· εἰ τὸ μὴ εἶναι καὶ ἡ ἀπόφασις βέβαιόν τι καὶ γνώριμον καὶ καταληπτόν, γνωριμωτέρα ἂν εἴη ἡ ἀντικειμένη φάσις τῇ ἀποφάσει, τουτέστιν ἡ κατάφασις. οὐ τῇ καταληπτῇ δὲ καὶ ὁμολγουμένῃ εἶναι ἀποφάσει λέγοι ἂν τὴν ἀντικειμένην κατάφασιν γνωριμωτέραν, ἀλλ’ ὅτι καθόλου ἐν ἀντιφάσει κατάληψις μᾶλλον ἄν ἐν καταφάσει εἴη· γνωριμώτερον γὰρ καθόλου τὸ εἶναι τοῦ μὴ εἶναι. γνωριμωτέρα δὲ ἡ κατάφασις τῆς ἀποφά|σεως εἴη ἄν, διότι καὶ πρώτη· πρώτη γὰρ ἡ κατάφασις [*](251) τῆς ἀποφάσεως, ὡς εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας. ἔτι τὸ ὂν τοῦ μὴ ὄντος γνωριμώτερον, ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις ἀληθής, διὰ τὸ γνώριμον αὐτὸ εἶναι ἄλλο τι ὂν καὶ μὴ τοῦτο, ταύτῃ ἀληθής διὰ τοῦτο γὰρ οὐχὶ καὶ ἡ κατάφασις ἡ αὐτῆς ταύτης τῆς ἀποφάσεως), ὥστε καὶ κατάφασις ἂν εἴη τις ἐπ’ αὐτοῦ γνώριμος καὶ ἀληθής. εἰ δὲ ὁμοίως ἐπὶ πάντων ἡ [*](1 δηλονότι] δῆλα LF 2. ὒ δείξει—ἑπόμενα LFS: om. A 5 ἐπεὶ καὶ ἐπὶ LF 6 τῷ A2LF: om. A1 7 ἕκαστον LFS: ἐκ Α 9 ante λέγειν add. ταὐτὰ LF 10 οὐκέτι—κατάφασις (11) LF: om. A 11 ἀκολουθεῖν Α: ἀκολουθεῖ LF 14 καὶ ἐπὶ LF: καὶ om. Α 16 ἀντιστρέφει LF: ἀντιστρέψει A 18 ἡ μὲν LF: εἰ μὲν Α 25 οὐ τὴν τῇ L 30 ἐν τῷ Περὶ ἑρμηνείας] 5 p. 17a8 ἔτι LFS: ἐπὶ Α1 ἐπεὶ 2 32 αὐτὸ LFS: αὐτὴν Α οὐχὶ LFS: om. Α 34 εἰ —ἀληθής (p. 295, 1) A2S eademque LF praeterquam quod ἀληθεύσει habent: διὰ τὸ γνώριμον αὐτὸ εἶναι A1)

295
ἀντιστρέφειν, ἤτοι διῃρημέναι ἀπ’ ἀλλήλων αἱ ἀποφάσεις καὶ ἰδίᾳ κατηγορημέναι ἀληθεῖς ὁμοίως εἰσὶν ἀλλήλαις, ἢ ὡς ἰδίᾳ μὲν κατηγορούμεναι καὶ κεχωρισμέναι ἀπ’ ἀλλήλων οὐκ ἀληθεῖς, συντιθέμεναι δὲ ἅμα ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις ἀληθεῖς. τοῦτο γὰρ καὶ τότε ἠξίου ἐρωτῶντός τινος εἰ ἄνθρωπος ὁ Σωκράτης ἐστί, πρὸς ὃ ἀποκρινόμενος ‘ἔστι καὶ οὐκ ἄνθρωπος’ ὡς τοῦ μὲν ὅλου ἀληθοῦς ὄντος, ἰδίᾳ δὲ ἑκατέρου οὐκ ἀληθοῦς. ἀλλ’ εἰ μὲν μήτε ἡ κατάφασις μήτε ἡ ἀπόφασις ἀληθὴς ἰδίᾳ λεγομένη, οὐκ ἀληθεύσει ὁ ταῦτα λέγων. τοῦτο γὰρ σημαίνει τὸ οὐ λέγει τε ταῦτα. εἰ γὰρ οὐκ ἀληθεύσει ὁ λέγων ταῦτα, οὐδὲ ἔστιν· τῷ γὰρ μὴ εἶναι αὐτὰ οὐκ ἀληθεύσει. οὕτως δὲ οὐδὲν ἔσται, εἰ ἐπὶ παντὸς μήτε ἡ κατάφασίς τινος ἀληθὴς μήτε ἡ ἀπόφασις ἀληθής. μηδενὸς δὲ ὄντος οὐδ’ ἄν ἄνθρωπος εἴη, μὴ ὄντος δὲ ἀνθρώπου οὐδ’ ἂν φθέγγοιτό τις οὐδὲ λέγοι. μὴ γὰρ ὄντων τῶν ἐνεργούντων οὐδ’ ἄν αἱ ἐνέργειαι εἶεν· οὐκ ἔσται δὲ τὰ ἐνεργοῦντα, ὅτι μή εἰσιν ἀληθεῖς αἱ καταφάσεις αἱ εἶναι αὐτὰ λέγουσαι. ἔτι ὡς αἱ τῶν ἐνεργούντων καταφάσεις οὐκ ἀληθεῖς, οὐδὲ αἱ τῶν ἐνεργειῶν, οἷον τοῦ βαδίζειν, τοῦ φθέγγεσθαι. ὥστε καὶ κατὰ τοῦτο οὐδὲ ταῦτα ἔσται. ἀλλὰ μὴν οὐδὲ αὐτὸ ἔτι οἷόν τε ἀληθὲς εἶναι τὸ ἐπὶ πάντων ἀληθῆ τὴν ἀντίφασιν εἶναι· κατάφασις γὰρ καὶ τοῦτο, καὶ ἔστιν αὐτοῦ ἀπόφασις. καὶ πάντα ἄν εἴη ἓν τοῖς λέγουσιν ἅμα πᾶσαν ἀντίφασιν ἀληθῆ ἐφ’ ἑκάστου συγκειμένην· ᾧ ἀκολουθοίη ἂν καὶ τὸ πάντα τὰ ὄντα ἓν εἶναι. εἰ γὰρ ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἅμα λεγομένη ἀληθής, πάντα ταὐτά ἐστιν ἀλλήλοις, ὡς ἤδη προεῖπεν· ὡς γὰρ πάντα ταὐτὰ ὑπάρχει τούτοις, καθ’ ὧν ἀπάντων ἡ ἀντίφασις ὁμοίως ἀληθής. πῶς δὲ οὐκ ἄτοπον ταὐτὰν λέγειν ἄνθρωπον, θεόν, τριήρη, λίθον, καὶ μὴ ἄνθρωπον, μὴ θεόν, μὴ τριήρη, μὴ λίθον; ἕπεται δὲ ταύτῃ τῇ δόξῃ [*](252) τὸ διωρικέναι τι· τὸ γὰρ ἰδίᾳ μὲν μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ λέγειν, ἅμα δὲ ἄμφω ἀληθῆ ὁρίζοντός τινα ἦν.

[*](p. 1008a25)

Εἰ δὲ ὁμοίως καθ’ ἑκάστου.

’0 δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται. ἔστι γὰρ τὸ ἀκόλουθον· εἰ γὰρ ὁμοίως καθ’ ἑκάστου πᾶσα ἀντίφασις ἀληθής, οὐδὲν ἄλλο ἄλλου διοίσει, ουοεν ἔχον ἴοιον. κατ’ ιοιοτητα γὰρ τινα τοῖς πράγμασιν ἡ πρὸς Μήλα διαφορά, ἣν ἔχει, καὶ <ᾧ> διαφέρει ἄλλο ἄλλου, τοῦτο ἐφ’ αὐτῶν ἀληθὲς καὶ ἴδιον ἔσται, καὶ οὐκέτι ἡ ἀπόφασις αὐτοῦ. κἂν διαιρούντων καὶ ἰδίᾳ κατηγορούντων τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀμφό. [*](1 ἡ καὶ ὅσα LF 2 ἀντιστρέφει LF ἀποφάσεις] καταφάσεις LF: legendum c. S αἱ ἀποφάσεις καὶ αἱ καταφάσεις 2. 3 κατηγορούμεναι LF 3 ἡ LFS: om. A 5 ἀληθής LF 6 πρὸς ὃ] ὁ omisso πρός e S coni. Bonitz 18 ἔσται LF: om. Α 19 ἐπὶ παντὸς LF ἀληθῆ FS: ἀληθὲς Α: ἀληθῶς L 23 προεῖπεν e S Bonitz: προεῖπον ALF 25 καὶ μὴ—λίθον (26) L: om. AF 29 FA δὲ] sic etiam Metaph. codices plerique 33 ἔχει L: ἔχοι Α ᾦ addendum censet Bonitz διαφέρει F: διαφέ L: διαφέροι Α)

296
τερα ὁμοίως ἀληθεύεσθαι λέγωσιν ἐπὶ πάντων, καὶ οὕτως ἀκολουθήσει τὸ πάντα ταὐτὰ ἀλλήλοις τὰ ὄντα εἶντα καὶ ἀδιάφορα.

[*](p. 1008a28)

Πρὸς δὲ τούτοις ὅτι πάντες ἄν ἀληθεύσαιεν.

Ἐξαριθμεῖται καὶ τὰ ἄλλα τὰ ἑπόμενα τῇ δόξῃ ταύτῃ τῇ διῃρημένως τὰς προτάσεις καθ’ ἑκάστου τῶν ὄντων ἀληθεύεσθαι λεγούσῃ· τό τε γὰρ πάντας ἀληθεύειν ἕπεται, εἴ γε πάντες καὶ οἱ καταφάσκοντές τι τοῦ αὐτοῦ καὶ οἱ ἀποφάσκοντες ἀληθεύουσιν. ἀλλὰ καὶ πάντες ἄν ψεύδοιντο, εἴ γε αἱ μὲν καταφάσεις τῶν ἀποφάσεων εἰσιν ἀναιρετικαί, αἱ δὲ ἀποφάσεις τῶν καταφάσεων. τῷ μὲν οὖν ἀληθεύειν τοὺς καταφάσκοντας ψεύδεσθαι τοὺς ἀποφάσκοντας ἀνάγκη, τῷ δὲ πάλιν τοὺς ἀποφάσκοντας ἀληθεύειν ψεύδοιντο ἂν οἱ καταφάσκοντες· ὥστε καὶ οἱ καταφάσκοντες καὶ οἱ ἀποφάσκοντες ψεύσονται, καὶ πάντες ἀληθεύουσιν. ἔτι εἰ οἱ ψεύδεσθαί τινας λέγοντες ἀληθεύσουσι τῷ καὶ ἰδίᾳ ἑκάτερον μόριον τῆς ἀντιφάσεως λεγόμενον ἀληθὲς εἶναι, ἔσται καὶ ἡ πάντας ψεύδεσθαι λέγουσα κατάφασις ἀληθής· ψεύδονται ἄρα πάντες. καὶ αὐτὸς δὲ αὑτὸν ὁμολογεῖ ψεύδεσθαι· εἰ γὰρ ἐφ’ οὗ κατάφασις, ἐπ’ ἐκείνου καὶ ἡ ἀπόφασις, ὁμολογοῖ ἄν ἀληθῆ εἶναι καὶ τὴν ἀπόφασιν τῆς καταφάσεως τῆς λεγούσης ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι, ἥτις ἐστὶν οὐχ ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι. ἀλλ’ ἐν τῷ αὐτὴν ὁμολογεῖν ἀληθῆ εἶναι τὴν ἀναιρετικὴν οὖσαν ἧς αὐτὸς ἐτίθετο καταφάσεως τῆς λεγούσης τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ αὑτὸν ὁμολογεῖ ψεύδεσθαι. |

[*](p. 1008a30)

Ἅμα δὲ φανερὸν ὅτι μηδενὸς πρὸς τοῦτον ἡ σκέψις.

[*](253)

Τουτέστιν κοινολογία τε καὶ ζήτησις· οὐδὲν γὰρ λέγει· πρὸς δὲ τὸν μηδὲν λέγοντα οὔτε κοινολογία τις οὔτε ζήτησις περί τινος δύναται γίνεσθαι. ὅτι δὲ μηδὲν ὁ τοῦτο λέγων λέγει, δῆλον. πᾶς γὰρ ὁ λέγων τι καὶ σημαίνων ὡρισμένον τι σημαίνει, ὥσπερ εἴρηται, ὥστε ὁ μὴ ὡρισμένον τι σημαίνων οὐδ’ ἂν λέγοι τι. ὁ δὲ τὴν ἀντίφασιν ἐπὶ παντὸς λέγων ἅμα ἀληθῆ εἶναι οὐδὲν ὡρισμένον σημαίνει· ὁ ἄρα τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ λέγων εἶναι οὐδὲν λέγει. ὅτι γὰρ οὐδὲν λέγει δεικνύς φησιν οὔτε γὰρ οὔτως ἔχειν λέγει τὰ πράγματα οὔτε οὐχ οὕτως, δεῖ δὲ οὔτως ἔχειν ἢ μὴ οὕτως ἔχειν. εἰπὼν δὲ λέγειν τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ λέγοντας ἕκαστον τῶν ὄντων οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἐπήνεγκε καὶ πάλιν γε ταῦτα ἀπόφησιν ἄμφω, ἔτι μᾶλλον δεικνὺς ὅτι οὐδὲν λέγει ὁ τοῦτο λέγων· ἀκόλουθον γὰρ τούτοις λέγει καὶ τὸ μήτε οὕτως μήτε μὴ οὕτως· εἰ γὰρ μὴ τοῦτο λέγοιεν, ὁρίζοιεν ἄν τι ἤδη, καὶ οὐκέτι ἄν λέἀδιάφορα [*](2 LFS: διάφορα Α 3 τούτῳ Metaph. 4. 5 διῃρημένας L 11 ὤστε—ἀποφάσκοντες (12) L: om. A 13 τινας] πάντας e S coni. Bonitz τῷ LS: αὐτὸ et lac. Ill litterarum Α 15 αὐτὸν A 16 οὗ ἡ κατάφασις coni. Bonitz 16. 17 ὁμολογοῖ ἄν LF: ὁμολογοῖεν Α 22 μηδενὸς] περὶ οὐθενὸς Metaph. 26 ὡς προείρηται LF ’53 ἀπόφασιν Α 34 ἀκόλουθον—λέγει LF: ἀκόλουθα γὰρ τοῖς λέγουσι Α)

297
γοιεν ἐπὶ πάντων τὴν ἀντίφασιν, καὶ οὐδὲν μᾶλλον ἢ] τοῦτο ἢ τὸ ἀντιείμενον· ἀντίκειται γὰρ τῷ οὕτω τε καὶ οὐχ οὕτως τὸ μήτε οὕτω μήτε οὐχ οὕτως. ὥστε εἰ μὴ τοῦτο λέγοιεν, συγχωροῖεν ἂν ταύτῃ τῇ καταφάσει καθ’ αὑτὴν ἀληθῆ εἶναι, τῇ οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ἕκαστον τῶν ὄντων λεγούσῃ, καὶ ψευδῆ λέγοιεν ἂν εἶναι τὴν ἀπόφασιν αὐτῆς. εἰ δὲ τοῦτο, ὡρισμένως λέγοιεν ἂν ἤδη τι καὶ κατάληψιν δώσουσιν.

[*](p. 1008a34)

ἔτι εἰ ὅταν ἡ φάσις ἀληθής, ἡ ἀπόφασις ψευδής.

’H ἐπιχείρησις ᾗ χρῆται φυσικὴ μέν ἐστι καὶ ἀληθής, ἀλλ’ ὡς πρὸς τοὺς τὴν θέσιν ἐκείνην τιθεμένους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι δόξει· ὃ γὰρ τίθησιν, ὡς ὁμολογούμενον τοῦτο λαμβάνει, πρὸς ὃ ἡ παρ’ ἐκείνων ἀμφισβήτησις. δυνάμει δὲ αὐτῇ κέχρηται ἤδη δι’ ὧν εἶπε πάντας ψεύδεσθαι. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ τῆς καταφάσεως οὔσης ἀληθοῦς ἡ ἀπόφασις ψευδής ἐστιν ἀλλήλων γάρ εἰσιν ἀναιρετικαὶ αἱ καταφάσεις καὶ ἀποφάσεις), οὐκ ἂν ἐνδέχοιτο ἐπὶ τοῦ αὐτοῦ ἅμα λέγειν τήν τε κατάφασιν ἀληθῶς καὶ τὴν ἀπόφασιν περὶ ταὐτοῦ. ἐχρήσατο δὲ τούτῳ ὡς ἐξ αὑτοῦ γνωρίμῳ καὶ ἐναργεῖ καὶ ἐν τῷ Περὶ ἑρμηνείας, ὅτε ἐζήτει περὶ τῆς εἰς τὸ μέλλον ἀντιφάσεως, δι’ ὧν εἶπεν “πρῶτον μὲν γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής, καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι.” ὡς γὰρ ὄντος ἐναργῶς ἀτόπου τοῦ ταῦτα λέγειν ἐχρήσατο αὐτοῖς. εἰπὼν δὲ ταῦτα ἐπεσημήνατο αὐτὸς ὅτι δόξει ὁ τοῦτο λαμβάνων, τὸ ἀναιρετικὰς ἀλλήλων εἶναι τήν τε [*](254) κατάφασιν καὶ τὴν ἀπόφασιν, τὸ ἐν ἀρχῇ λαμβάνειν. ἔθηκεν οὖν τὴν ἐπιχείρησιν καὶ ἐφύλαξεν, ὅτι ἔστι φυσικωτάτη τε καὶ φανερωτάτη· ἐπεσημήνατο δὲ ὅτι τὸ ἐν ἀρχῇ δοκεῖ αἰτεῖσθαι, δεικνὺς δι’ ἐκείνων καὶ διὰ τούτων τὴν ἀτοπίαν τῆς θέσεως καὶ τὴν πρὸς τὰ ἐναργῆ μάχην.

[*](p. 1008b2)

ἔτι ἄρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν διέψευσται, ὁ δὲ ἄμφω ἀληθεύσει;

Ὅ λέγει τοιοῦτόν ἐστιν. πότερον δοκεῖ αὐτοῖς ὁ μὲν εἶναι καὶ ἔχειν οὕτως τὸ πρᾶγμα ὑπολαμβάνων ὡς ἡ κατάφασις λέγει, καὶ ὁ μὴ εἶναι καὶ μὴ ἔχειν οὕτως ὡς ἡ ἀπόφασις καὶ αὐτὸς διεψεῦσθαι, ὡς ἑκατέραν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἰδίᾳ λεγομένας ψευδεῖς εἶναι, ὁ δὲ ἅμ καὶ ἔχειν αὐτὸ οὕτως καὶ μὴ ἔχειν οὕτως ὑπολαμβάνων ἀληθεύειν, ἢ καὶ ὁ τοῦτο ὑπολαμβάνων διεψεῦσθαι; εἰ μὲν γὰρ οὕτως, δῆλον ὡς ὁρίζοιεν ἄν τι. εἰ δὲ καὶ τὸν ἰδίᾳ ἑκάτερον ὑπολαμβάνοντα καὶ τὸν ἄμφω [*](1 ἐπὶ παντὸς LF ἡ c. S del. Bonitz 7 ἀληθὴς ᾖ, ἡ Metaph. 14 ἐνδέχοιτο LF: ἐνδέχοιντο Α 14. 15 ἀληθῆ καὶ τὴν περὶ τοῦ αὐτοῦ ἀπόφασιν LF 16 ἐν τῷ Περὶ ἑρμηνείας] 9 p. 18b 18 19 ὄντος LF: ὄντως Α ἐναργοῦς L 21 ἀναιρετικὰς LF: ἀναιρετικὸν Α 24 δοκεῖ LFS: δοκῶ Α 30 διεψεῦσθαι S Brandis Bonitz: διέψευσται AFLM 32 ἀληθεύειν et 33 διεψεῦσθαι S Bonitz: ἀληθεύει—διέψευσται AFLM)

298
αὐτῶν; ἢ ὅτι τοιαύτη ἡ τῶν ὄντων φύσις, ὁποία τίς ἐστιν, ἐξηγούμενοι περὶ αὐτῆς λέγουσιν, ὡς εἰώθασιν οἱ Ἡρακλείτειοι λέγειν; εἰ γὰρ μηδὲν τούτων ἀληθές, οὐχ ἕξουσιν εἰπεῖν τίς ἡ τῶν ὄντων φύσις, καὶ ὁ ποίαν περὶ αὐτῶν ὑπόληψιν ἔχων ἀληθεύει· οὐδὲν γὰρ ὃν ἔσται· καθ’ οὗ γὰρ μηδὲν οἷόν τε κατηγορήσαντας ἀληθεῦσαι, τοῦτο οὐδ’ ἄν εἴη. εἰ δὲ ὁ μὲν τὸ συναμφότερον λέγων ἀληθεύει, ὁ δὲ ἑκάτερον ἰδίᾳ ψεύδεται, ὡρισμένον ἄν τι εἴη καθ’ ἑκάστου· τὸ γὰρ τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος ὁρίζοντός ἐστι καὶ καταληπτὰ εἶναί τινα λέγοντος. ἀλλ’ εἰ καὶ λέγοιεν φυλασσόμενοι τοῦτο, μηδέτερον μὲν ἀληθεύειν, μήτε τὸν ἑκάτερον ἰδίᾳ ὑπολαμβάνοντα τῶν ἀντικειμένων μήτε τὸν ἅμα ἄμφω περὶ τοῦ αὐτοῦ, μᾶλλον μέντοι ἀληθεύειν τὸν ἅμα ἄμφω ὑπολαμβάνονται τοῦ ἐκείνως ὑπολαμβάνοντος, ἤδη ἄν τι πάλιν καταλαμβάνοιτο καὶ ὁρίζοιτο· τὸ γὰρ μᾶλλον τοῦτο τούτου ἀληθὲς εἶναι ὁρίζοντός ἐστι καὶ ὁμολογοῦντος ἤδη τινὰ διαφορὰν ἐν τοῖς οὖσιν εἶναι, καὶ οὕτω πως αὐτὰ ἔχειν· τοῦτο γὰρ δίδωσιν ὁ λέγων ἄλλο ἄλλου ἀληθέστερον εἶναι. οὐ γὰρ δὴ καὶ ἡ ἀπόφασις αὐτοῦ ἅμα ἀληθὴς ἡ λέγουσα οὐ μᾶλλον αὐτὸ ἀληθὲς εἶναι· πάλιν γὰρ ἐπὶ τὸ πρῶτον εἰρημένον ἐπάνεισιν ὁ λόγος. τοῦτο γὰρ λέγει διὰ τοῦ εἰ δὲ ὁμοίως πάντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσι· τοῦτο γὰρ ἕπεται τῷ ἐπὶ παντὸς τὴν ἀντίφασιν, διά τε τὸ λέγειν αὐτοὺς οὐδὲν μᾶλλον ἀληθεύειν τὸν ὁτιοῦν λέγοντα [*](255) ἢ οὐκ ἀληθεύειν, καὶ ψεύδεσθαι ἢ οὐ ψεύδεσθαι, καὶ ὅτι διὰ τὸ εἶναι μὲν τὰ ἀντικείμενα ἀλλήλων ἀναιρετικά, λέγειν δὲ αὐτοὺς ἀμφότερα ἀληθῆ εἶναι. τὸ δέει δὲ μηδὲν ὑπολαμβάνοι ἀλλ’ ὁμοίως ἐηήνεγκεν ὡς ἴσον τῷ ἀλλὰ μὴν εἰ μηδὲν ὑπολαμβάνοι, ἀλλ’ ὁμοίως οἴεται καὶ οὐκ οἴεται· εἰ γὰρ μὴ οἱ μὲν ἀληθεύουσιν οἱ δὲ ψεύδονται, ἢ οἱ μὲν μᾶλλον ἀληθεύουσιν οἱ δὲ ἧττον, ἀλλ’ ὁμοίως πάντες καὶ οὐκ ἀληθεύουσι καὶ ἀληθεύουσι, ἀντίφασις γὰρ καὶ τοῦτο, † ὅτε εἶπεν ὅτι τῷ τοῦτο λέγοντι οὐδὲ σημῆναί τι ἐνέσται. ἃ γὰρ λέγει ἅμα καὶ οὐ λέγει κατὰ τὴν αὐτὴν θέσιν· εἰ δὲ ὡς λέγοι, οὕτως καὶ ὑπολαμβάνοι, καὶ μηδὲν τῶν ὄντων ἔχειν πως ὑπολαμβάνει, ἀλλ’ ὁμοίως οἴεταί τε καὶ οὐκ οἴεται καὶ ὑπολαμβάνει καὶ οὐχ ὑπολαμβάνει περὶ ἑκάστου, ὁ τοιοῦτος οὐδὲν ἄν διαφέροι φυτοῦ, ἅπερ οὐδὲ ὅλως ἔχει τὴν ὑποληπτικὴν δύναμιν τῆς ψυχῆς. μετήνεγκε δὲ ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας ἀπὸ τῶν ἀντιφάσεων τὸν λόγον· φανερώτερος γὰρ ἐπὶ τούτων ὁ ἔλεγχος καὶ τὸ ἄτοπον ἐναργέστερον· πολλὰ γὰρ λέγειν μὲν οἷόν τε, οὐ μὴν καὶ ὑπολαμβάνειν, ὡς εἶπεν ἀρχόμενος τῆς [*](1 λέγοιεν διεψεῦσθαι LS: λέγειν διέψευσται Α: λέγειν διεψεῦσθαι F 3 οἱ Ἡρ. LF: οἱ om. A 7 ἰδία ψεύδεται LFS: διαψεύδεται 10 μήτε τὸν coni. Bonitz: μήθ’ ALF 11 τῶν—ὑπολαμβάνοντα (12) LFS: om. Α 11 μήτε τὸν S Bonitz: μήτε τῶν LF μέντοι coni. Bonitz: μὲν libri 13 καταλαμβάνοιτο καὶ ὁρίζοιτο F: καταλαμβάνοι τε καὶ ὁρίζοι AL 20 αὐτοὺς LFS: αὐτὰ Α 21 “ὅτι vel omitteudum, vel mutandum in ἔτι’’ Bonitz 23 ὑπολαμβάνει Metaph. 24 μὴν LFS: μὴ Α 27 ὅτε] ὅ τε S: "fort, scribendum ἤδη, ut inde apodosis ordiatur” Bonitz οὐδὲ Bonitz: οὔτε ALF 29 εἰ δὲ LF: si ergo εἰ δὴ) S: οὐδὲ Α καὶ μηδὲν LFS: εἰ γοῦν μηδὲν Α 34 τούτων LF: τούτου Α 35 ὡς εἶπεν] Metaph. p. 1005b25)
299
πρὸς τοὺς τῆς θέσεως ταύτης προϊσταμένους ἀντιλογίας. δείξας δὲ ὅτι οὐχ οἷόν τε ἄνθρωπον ὄνια περὶ τὰς ὑπολήψεις οὕτως ἔχειν φυτοῦ γὰρ τοῦτο, οὐκ ἀνθρώπου ἢ ζῴου λογικοῦ) ἐπιφέρει τὸ δῆλον εἶνα.ι ὅτι μηδεὶς οὕτω διάκειται ἄνθρωπος ὤν, μηδὲ τῶν λεγόντων ταῦτα, ἀλλὰ μέχρι λόγου αὐτοῖς ἡ πρόοδος. εἵπετο γὰρ τοῖς οὕτω διακειμένοις καὶ καύτην τὴν ὑπόληψιν περὶ τῶν πραγμάτων ἔχουσι τὸ μηδὲ πράσσειν τι, ἀλλ’ ὡς φυτοῖς ζῆν. τί γὰρ μᾶλλον περιπατητέον τῷ οἰομένῳ δεῖν περιπατεῖν τοῦ μὴ περιπατητέον, εἰ ἴσαι εἰσὶν αἱ περὶ ἑκάστου ὑπολήψεις, καὶ ἴσον τὸ οἴεσθαι ὸεῖν ἢ μὴ οἴεσθαι δεῖν ἢ οἴεσθαι μὴ δεῖν; διὰ τί δὲ ἐκκλίνει τινὰ καὶ οὐκ ἄπει ἢ εἰς τὸ φρέαρ ἢ εἰς τὸ βάραθρον, εἰ μὴ ὑπόληψιν ἔχει τὸ μὲν φρέαρ εἶναι. τὸ δὲ βάραθρον, ἀλλ’ οὐχὶ οὐδὲν μᾶλλον καὶ φρέαρ καὶ μὴ φρέαρ ἡγούμενος ἐμπίπτει, καὶ βάραθρον καὶ μὴ βάραθρον, καὶ πάλιν τὸ μὲν μὴ ἐμπεσεῖν ἀγαθὸν εἶναι, τὸ δὲ ἐμπεσεῖν κακόν, καὶ οὐχ ὅμοια οἴεται εἶναι, ἀλλὰ τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ χεῖρον· ἥ τις ὑπόληψις ἀναιρεῖ τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν τὸ πρᾶγμα. εἰ δὲ ὅλως ἐπὶ τῶν αἱρετῶν τε καὶ φευκτῶν ἐλέγχονται, δι’ ὧν πράσσουσιν, ὡρι|σμένας ἔχοντες ὑπολήψεις, ἀνάγκη καὶ ἐπὶ τῶν ἄλλων οὕτως [*](256) ὁμολογεῖν αὐτοὺς ἔχειν, καὶ τόδε μέν τι ὑπολαμβάνειν ἄνθρωπον εἶναι, τόδε δ’ ἄλλο τι καὶ οὐκ ἄνθρωπον, καὶ τόδε μὲν γλυκὺ τόδε δὲ οὐ γλυκύ. οὐδὲ γὰρ ἐπὶ τούτων φαίνονται ἐξ ἴσου ἔχοντες· οὐδὲ γὰρ ὑπολαμβάνοντες χρήσιμον αὐτοῖς εἶναι ἐντυχεῖν ἀνθρώπῳ τινὶ ἢ πιεῖν ὕδωρ, ὡς οὐ μᾶλλον τοῦ ἀνθρώπου ὄντος ἀνθρώπου ἢ οὐκ ἀνθρώπου ἢ τοῦ ὕδατος ὕδατος ἢ οὐχ ὕδατος, ἐπί τι ἄλλο, οἷον ἐπὶ λίθον, ἵενται, ἀλλ’ ἐπὶ μὲν τὸ ὕδωρ διψῶντες καὶ πιεῖν δεόμενοι, ἐπὶ δὲ τὸν ἄνθρωπον, ὅταν ἀνθρώπου δέωνται, καὶ οὐκ ἐξ ἴσου ἀνθρώπου ἢ ὕδατος δεόμενοι ἐν πᾶσι τοῖς οὖσιν ταῦτα ζητοῦσιν, ἀλλ’ ἐστὶν ἀληθές τε καὶ πρόδηλον ὅτι ἕκαστος τὰ μέν τίνα εὐλαβεῖται τὰ δὲ οὔ· κρημνὸν μὲν γὰρ εὐλαβεῖται καὶ φρέαρ καὶ ὅσα λυμαντικά, οὐκ εὐλαβεῖται δὲ τὰ μὴ τοιαῦτα. ὥστε, ὡς ἔοικε, πάντες ὑπολαμβάνουσιν ἔχειν ἁπλῶς, εἰ μὴ περὶ ἅπαντα, ἀλλὰ περὶ τὸ ἄμεινον καὶ χεῖρον. πάντας φησὶ καὶ τοὺς λέγοντας ἐπὶ παντὸς τὸ οὐδὲν μᾶλλον καὶ συναληθεύειν τιθεμένους τὴν ἀντίφασιν ἐν ταῖς ὑπολήψεσιν ἔχειν ἁπλῶς, εἰ καὶ μὴ περὶ πάντα, ἀλλὰ περὶ τὰ βελτίω καὶ χείρω καὶ συμφέροντα καὶ ἀσύμφορα καὶ ὅλως τὰ πρακτά. τὸ δὲ ἁπλῶς ἐστιν ὅτι μὴ ἄμφω τὰ ἀντικείμενα ἡγοῦνται συμφέρειν ἀλλ’ ἁπλῶς θάτερον καὶ ὡρισμένως, οὐδὲ ὁμοίως συμφέρειν τε καὶ οὐ συμφέρειν τὸ αὐτό, ἀλλὰ θάτερον αὐτῶν ἁπλῶς· ἢ γὰρ συμφέρειν, ὃ αἱροῦνται, ἢ μὴ συμφέρειν, ὃ. φεύγουσιν. ἀγαγὼν δὲ τὸν λόγον ἐπὶ τὰ πράγματα καὶ τὴν περὶ ταῦτα ὑπόληψιν, διὰ τῶν ἐναργῶν ἔδειξε τοὺς ἐκεῖνα τιθεμένους, ὅτι εἰ καὶ μὴ [*](2. 3 γὰρ τοῦτο LFS: γὰρ καὶ τοῦτο A 6 περὶ LF: om. A 7. 8 τῷ—περιπατητέον LFS: om. A 8 ἑκατέρου L 11 ῎εχει τούτου· τὸ μὲν LF 17 οὕτως LFS: om. A 20 ἐξ ἴσου] ἕξειν οὐκ LF 24 δεόμενοι, ἐπὶ δὲ δεόμενοι ἐν πᾶσιν, ἐπεὶ δὲ Α 30 πάντας LS: πάντα A 34 συμφέρειν LF: ἀσύμφορα ἀσύμφορα A1S: συμφέρον Α2 35 τε καὶ οὐ συμφέρειν LF: om. A)
300
περὶ παντός ἐστι κατάληψις, ἀλλ’ ἐν τοῖς αἱρετοῖς καὶ φευκτοῖς ὁμολογεῖν αὐτοῖς ἀνάγκη· ἀπραξία γὰρ ἂν ἦν αὐτοῖς περὶ αὐτά, εἰ μὴ ὡρίζοντό τι περὶ αὐτὰ καὶ συγκατερίθεντο τῷ ἑτέρῳ μέρει.

[*](p. 1008b27)

Εἰ δὲ μὴ ἐπιστάμενοι ἀλλὰ δοξάζοντες.

Εἰ δὲ λέγοιεν ἔχειν μέν τινα συγκατάθεσιν καὶ ὑπόληψιν περὶ ταῦτα, ὡς οἱ λέγοντες τῷ φαινομένῳ, δι’ ἃ φαίνεται τοιοῦτον, συγκατατίθεσθαι, ὡς οὐκ ἀληθεῖ ὄντι ἀσθενῆ γὰρ τὴν ὑπόληψιν εἶναι καὶ οὐ βεβαίαν οὐδὲ ἐπιστημονἲκήν), οὐ τὴν τῶν πραγμάτων φύσιν αἰτιατέον αὐτοῖς, ἀλλ’ ἐπιμελητέον αὑτῶν καὶ τοῦ γνῶναι τἀληθὲς καὶ ἐπιστήμην ἔχειν προνοητέον· ἔνθα γὰρ ἡ ἀσθενὴς κατάληψις, ἐνταῦθα γίνεται καὶ ἡ ἰσχυρά τε καὶ μετ’ ἐπιστήμης. ὁ δὲ ἅπαξ ἄλλα ἄλλων ἡγούμενος εἶναι μᾶλλον αἱρετέα τε καὶ πρακτέα τὸ μὲν εἶναι διαφορὰν ἐν τοῖς οὖσι καὶ ταύτην καταληπτήν τε καὶ γνωστὴν συγκεχώρηκε. τοῦ δὲ μηκέτι βεβαίαν τὴν κατάληψιν ἔχειν αὐτὸν αἴτιον τὸ μὴ επι|μελεῖσθαι αὑτοῦ, ὅπως ἔχῃ ἐπιστημονικὴν κρίσιν, [*](257) ᾗ μέτρῳ καὶ κανόνι χρώμενος εἴσεται τὴν τῶν πραγμάτων φύσιν καὶ πρώτην ἐν αὐτοῖς διαφοράν. ὡς γὰρ τῷ νοσοῦντι οὐ τὰ πράγματα αἰτιατέον ὡς οὐδὲν ὑγιεινὸν ἔχοντα, ἀλλ’ ὑγιείας ἐπιμελητέον, ὅπως τοιαῦτα ᾖ αὐτῷ, οὕτως καὶ τοῖς ὑγιαίνουσιν· ὁ γὰρ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς πρὸς τὴν γνῶσιν τῆς ἀληθείας διάκειται. ὅτι δὲ οἱ λέγοντες τῇ φαντασίᾳ ἀκολουθοῦντες ποιεῖν ἃ ποιοῦσι ψεύδονται, δῆλον ἐκ τοῦ μετὰ τὴν φαντασίαν ζητεῖν τε καὶ βουλεύεσθαι αὐτούς, εἴτε χρὴ ἕπεσθαι τῷ φανταστῷ εἴτε καὶ μή.

[*](p. 1008b31)

Ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως.

Εἰ καὶ συγχωρήσειέ τις, φησίν, αὐτοῖς πάντα καὶ οὕτως καὶ οὐχ οὕτως ἔχειν, ἀνάγκη γε διδόναι αὐτοῖς τὸ μὴ ὁμοίως ἕκαστον αὐτῶν καὶ ἐπ’ ἴσης οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἀλλ’ εἶναι ἐν τῇ φύσει τῶν ὄντων τὸ μᾶλλόν τε καὶ ἧττον ὡς εἶναι θάτερον. δῆλον μὲν οὖν καὶ ἐξ ὧν πράσσουσιν· οὐ μὴν ἀλλὰ καὶ παρίστησιν αὐτὸ διά τινων ἐναργῶν. καὶ γὰρ εἰ εἴη συγκεχωρημένον τὸ εἶναι τὰ δύο ἄρτιά τε καὶ οὐκ ἄρτια, τουτέστι καὶ περιττά, ἀλλ’ οὐχ ὁμοίως γε οὐδὲ ἐπ’ ἴσης τὸ ἄρτιον αὐτοῖς ὑπάρχει καὶ τὸ περιττόν, οὐδ’ ὁμοίως ἐστὶ τὰ δύο ἄρτια καὶ τὰ τρία, ἀλλὰ μᾶλλον μὲν τὰ τρία τῶν δύο περιττά, μᾶλλον δὲ τὰ δύο τῶν τριῶν [*](7 ἀληθεῖ ὄντι LF: ἀληθῆ ὄντα Α 9 αὐτῶν libri τἀληθὲς LF: τἀληθῆ A 11 αἱρετέα L: αἱρετά Α 12 εἶναι LS: οὖν A 13 συγκεχώρηκε LS: συγκεχωρηκώς Α 14 αὐτοῦ libri ἔτῃ L: ἔχοι Α 18 οὕτως—ὑγιαίνουσιν] sic vaientilms, qui debilem cognitionem hahent, danda opera est ut cum scienlia rerum notitiam nancis antur S: sed res potius tale quid postulat οὕτω καὶ τοῖς τὴν διάνοιαν μὴ ὑγιαίνουσιν 21 αὐτούς LFS: αὐτόν Α 27 ὡς εἶναι θάτερον om. S: οὕτως ἔχειν θάτερον coni. Bonitz)

301
ἄρτια· εἰ γὰρ μὴ ὁμοίως ψεύδεται ὁ τὰ τέσσαρα πέντε ὑπολαμβάνων καὶ ὁ χῖα, ἀλλὰ μᾶλλον μὲν ὁ χίλια, ἧττον δὲ ὁ πέντε. διὰ τούτων συνέστησεν ὅτι ἔστι ψευδὴς δόξα μᾶλλον ἄλλη ἄλλης. εἰ δὲ ἡ ἑτέρα μᾶλλον ψευδής, ἡ ἧττον ψευδὴς ἐγγυτέρω τἀληθοῦς ἂν εἴη. εἰ δὲ τὸ μᾶλλον ἀληθές ἐστιν ἐγγυτέρω τἀληθοῦς, εἴη ἄν κἀκεῖνο, λέγω δὲ τὸ ἀληθές, τουτέστι τὸ αὐτοαληθέσς, οὗ ἐστιν ἐγγὺς τὸ μᾶλλον ἀληθές· τὸ γὰρ ἐγγύς τινος ὂν δῆλον ὡς ὂν τοιοῦτον ἐγγύς· εἰ καὶ μὴ εἴη γνωστόν, ἀλλὰ τό γε εἰδέναι ὅτι μᾶλλόν τί ἐστιν ἀληθὲς καὶ ἧττον ἄλλο ἄλλου καταλαμβάνοντος καὶ ὁρίζοντός τι τῇ διανοίᾳ, καὶ οὐχὶ οὐ μᾶλλον τοῦτο ἢ τοῦτο λέγοντος ἐπὶ πάντων ἀκράτως καὶ ἀδιαφόρως φερομένου. καὶ γὰρ εἰ μὴ εἴη τι ἀληθὲς μηδὲ συγχωροῖεν τοῦτο, ἀλλ’ ἐκεῖνό γε ἀληθὲς καὶ ὁμολογούμενον τὸ εἶναι ἐν τοῖς οὖσιν ἀληθινώτερόν τι· τὸ γὰρ μᾶλλόν τι εἶναι ἄλλο ἄλλου καὶ ἧττον ἄλλο ἄλλου κεῖται, ὥστ’ οὐκέτ’ ἀληθὲς εἴη τὸ οὐδὲν μᾶλλον ἐπὶ πάντων. ἄκρατον δὲ τὸν τοιοῦτον λόγον εἶπε κατὰ τὸ μὴ | ἔχειν μεμιγμένον αὐτῷ τὸ μᾶλλον, ἀλλ’ ἐπ’ ἴσης πρὸς πάντα σώζειν [*](258) βούλεσθαι τὴν ὁμοιότητα. ὃ καὶ αὐτὸς ἐδήλωσε προσθεὶς τὸ καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι. τὸ δὲ μὴ ἡγεῖσθαι μᾶλλον ἄλλο ἄλλου διαψεύδεσθαι, ὃ δοκεῖ τοῖς ἀπὸ τῆς Στοᾶς, ψεῦδός τε καὶ παρὰ τὰ φαινόμενα· καὶ γὰρ αἱ μοχθηραὶ καὶ διεψευσμέναι κρίσεις οὐκ ἴσαι, ἀλλ’ οὐδὲ ἀπὸ ἕξεως ὁμοίας· ὡς γὰρ ὁ τὰ μεγάλα καὶ σφόδρα ὁρατὰ μὴ ὁρῶν τῷ τὰ μικρότατα καὶ ἧττον ὁρατὰ μὴ διορῶντι τὸ μὲν μὴ ὑγιαίνειν τὴν ὁρατικὴν δύναμιν κοινὸν ἔχει, μᾶλλον μέντοι ἀσθενής ἐστιν ἡ δύναμις, ἀφ’ ἧς οὐδὲ τὰ μεγάλα τις ὁρᾶν δύναται, τῆς ταῦτα μὲν ὁρώσης ἐν δὲ τοῖς μικροῖς σφαλλομένης, οὕτως ἔχει καὶ ἐπὶ τῆς δόξης τε καὶ ὑπολήψεως. οὐ γὰρ ὅμοιαι καὶ ἴσαι αἱ τῆς ψυχῆς ἕξεις ἀφ’ ὧν τὰ μείζω ταῖς ἀφ’ ὧν τὰ ἐλάττω ἁμαρτάνεται.

[*](p. 1009a6)

ἔστι δ’ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος, καὶ ὁμοίως ἀνάγκη αὐτοὺς εἶναι ἢ μὴ εἶναι.

Τῷ λόγῳ τῷ λέγοντι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι καὶ διὰ τοῦτο ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν τιθεμένῳ τὸν αὐτόν φησιν εἶναι καὶ τὸν Πρωταγόρου λόγον, ὅς ἐστιν ὅτι ἑκάστῳ τὸ φαινόμενον οὕτω καὶ ἔστι καὶ ἔχει· πᾶσα γὰρ φαντασία ἀληθής· διὸ καὶ ἀνάγκη ἀμφοτέρους τοὺς λόγους ἢ ἅμ ἀληθεῖς ἢ ἅμα ψευδεῖς εἶναι. ὅτι δὲ οἱ αὐτοί εἰσι καὶ ἕπεται τῷ ἑτέρῳ ὁ ἕτερος, δείκνυσιν. εἴτε γὰρ τὰ δοκοῦντα πάσῃ δόξῃ καὶ πάσῃ φαντασίᾳ ἀληθῆ, ὡς ἐδόκει Πρωταγόρᾳ, ἀνάγκη εἶναι πάντα ἅμα ἀληθῆ καὶ ψευδῆ, τουτέστιν ἀνάγκη καὶ τὴν ἀντίφασιν εἶναι [*](1 εἰ γὰρ μὴ] οὐ γάρ, φησίν, e S coni. Bonitz, οὐ γὰρ δὴ Horkel διαψεύδεται L 2 άλλὰ—χίλια LS: om. Α 3 δόξα μᾶλλον LF: ἡ ἧττον ψευδὴς Α 4 ἡ LFS: ἡ Α 7 εἰ — γνωστόν] quod etsi congnosci nequeat S 9 οὐχὶ e S add. Bonitz 11 τούτω L 17. 18 ἄλλον ἄλλου δὶς ψεύδεσθαι L 24 μικροτέροις L 28 καὶ ἀνάγκη ὁμοίως ἄμφω αὐτοὺς Metaph. 35 Πρωταγόρᾳ LFS: Πρωταγόρας Α 36 ἄμ LF: om. Α καὶ ψευδῆ)

302
ἅμα ἀληθῆ. τούτῳ γὰρ ἴσον τὸ ἅμα πάντα εἶναι ἀληθῆ· περὶ γὰρ τῶν αὐτῶν ἀλλήλοις τὰ ἀντικείμενα δοξάζουσιν, ἃ εἰ ἀληθῆ, εἴη ἄν ἅμα ἡ ἀντίφασις ἀληθής. ὅτι δὲ πάσης φαντασίας οὔσης ἀληθοῦς πάντα ἀληθῆ γίγνεται, δῆλον ἐκ τοῦ καὶ τοὺς ὑπολαμβάνοντας τὸ εἶναί τι καὶ τοὺς τὸ αὐτὸ τοῦτο ὑπολαμβάνοντας μὴ εἶναι ἀληθεύειν. εἰ δὲ οἱ τὰς ἀντικειμένας ὑπολήψεις περὶ τῶν αὐτῶν ἔχοντες ἅμα ἀληθεύουσι, πάντα ἂν εἴη ἅμα ἀληθῆ· τῶν γὰρ δοξαζόντων οἱ μὲν οὕτως ἔχειν, οἱ δὲ τὸ αὐτὸ τοῦτο οὐχ οὕτως ἔχειν δοξάζουσιν. οὕτω δὲ καὶ ἡ ἀντίφασις ἅμα ἀληθής. εἰπὼν δὲ πάνθ’ ἅμα ἀνάγκη εἶναι ἀληθῆ, καὶ προσθεὶς καὶ ψευδῆ, τὸ πῶς καὶ ψευδῆ ἔδειξε διὰ τοῦ πολλοὶ γὰρ τἀναντία ὁπολαμβάνουσιν ἀλλήλοις, καὶ τοὺς μὴ ταὐτὰ δοξάζοντας ἑαυτοῖς ψευδεῖς νομίζουσιν. εἰ γὰρ οἱ περὶ τῶν τὰ ἀντικείμενα ὑπολαμβανόντων τῶν δοξάζοντες ὡς περὶ ψευδομένων ἀληθεύουσι, ψεύδοιντο ἄν ἐκεῖνοι. οὕτω δὲ πάντες ἄν ψεύδοιντο, εἰ ἑκάστῳ τῶν δοξαζόντων περί τινος ἔστι τις ὁ τἀναντία δοξάζων, ὃς τὸν μὴ | τοιαύτην ἔχοντα τὴν δόξαν ψεύδεσθαι [*](259) δοξάζει. ὥστε ἀνάγκη τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ, εἰ οἱ τὰ ἐναντία ἀλλήλοις δοξάζοντες ἀληθεύουσιν. ἀλλὰ καὶ εἰ τοῦτο οὕτως ἔχει, τὸ ἕκαστον τῶν ὄντων εἶναί τε καὶ μὴ εἶναι, τουτέστιν εἰ ἡ ἀντίφασις ἐφ’ ἑκάστου ἀληθής, ἀκολουθεῖ πάλιν τὸ πάντα τὰ δοκοῦντα εἶναι ἀληθῆ καὶ πᾶσαν φαντασίαν ἀληθεύειν, ὡς Πρωταγόρᾳ ἐδόκει. καὶ ὅτι γε ἀκολουθεῖ τῷ τὴν ἀντίφασιν ἐφ’ ἑκάστου ἀληθῆ εἶναι τὸ πᾶσαν φαντασίαν εἶναι, δείκνυσι πάλιν οὕτως. τὸ ψεύδεσθαι καὶ ἀληθεύειν ἐστὶν ἐν τοῖς τὰ ἀντικείμενα ἀλλήλοις δοξάζουσί τε καὶ λέγουσι· τὸ γὰρ τῆς καταφάσεως οὔσης περί τινος ἀληθοῦς τὴν ἀπόφασιν τὴν περὶ αὐτοῦ τούτου οὗ ἐστιν ἡ κατάφασις δοξάζειν τινά, τοῦτο τὸ ψεύδεσθαι, καὶ τὸ τῆς ἀποφάσεως ἀληθοῦς οὕσης δοξάζειν τινὰ περὶ αὐτοῦ τὴν κατάφασιν. ἐν γὰρ τῷ τὰ ἀντικείμενα δοξάζειν τινὰς περὶ τῶν αὐτῶν τὸ τοὺς μὲν ἀληθεύειν τοὺς δὲ ψεύδεσθαι ἔστιν, (0) ἀναιρεῖται, εἰ εἴη περὶ παντὸς ἡ ἀντίφασις ἅμα ἀληθής. οὕσης γὰρ πάσης ἀντιφάσεως ἅμα ἀληθοῦς οὐδεμία ἂν εἴη δόξα ψευδής· εἰ γὰρ πάσα ἀντίφασις ἅμα ἀληθής, καὶ αἱ ἀντικείμεναι περὶ τοῦ αὐτοῦ δόξαι ἅμα ἄν εἶεν ἀληθεῖς· εἰ δὲ αἱ ἀντικείμεναι ἀλλήλαις δόξαι ἅμα ἀληθεῖς, πᾶσα δόξα ἀληθής· πᾶσα γὰρ δόξα περὶ τοῦ οὕτως ἔχειν ἢ περὶ τοῦ μὴ οὕτως ἔχειν. δείξας δὲ ὅτι ταὐτὰ λέγουσι καὶ ἀντακολουθεῖ ἀλλήλοις τὰ ὑπ’ αὐτῶν λεγόμενα, καὶ τῆς αὐτῆς εἰσι διανοίας ἠρτημένοι οἵ τε πᾶσαν φαντασίαν ἀληθῆ τιθέμενοι καὶ οἱ τὴν ἀντίφασιν συνυπάρχειν λέγοντες, μέλλων πάλιν λέγειν πρὸς τὴν [*](5 οἱ LF: om. A 6 τῶν αὐτῶν LFS: τῶν om. A 10 πῶς καὶ LF: καὶ om. A 12 ψευδεῖς] διεψεῦσθαι Metaph. 16 εἰ LFS: καὶ Α 18 τουτέστιν εἰ LFS: εἰ om. Α 24 τῆς καταφάσεως—καὶ τὸ (25) LF, praeterquam quod 25 τούτω τὸ et καὶ τῶ habent: eadem fere S: om. Α 26 ἀποφάσεως LF: ἀντιφάσεως Α 27 ἐν LF: εἰ Α 28 ἔστιν c. S del. Brandis Bonitz ὃ addidi εἰ εἴη scripsi: εἴη L: εἰ ἡ A: ἁ esset S, unde εἰ ἦν coni. Bonitz 29 ἀληθής LFS: ἀλήθεια Α γὰρ LS: om. Α 32 ἀλλήλαις LF: περὶ τοῦ αὐτοῦ Α 32. 33 πᾶσα δόξα ἄλη πᾶσα γὰρ δόξα F: π. δ. ἁ. πᾶσαν γὰρ δόξαν L: καὶ πᾶσα ἄρα δόξα)
303
προκειμένην δόξαν καὶ τοὺς οὕτω λέγοντας, φησὶ μὴ δεῖν τῶν αὐτῶν λόγων πρὸς πάντας τοὺς ταῦτα λέγοντας· εἶναι γὰρ αὐτῶν διαφοράν· τοὺς μὲν γὰρ καὶ ὑπολαμβάνειν οὕτως καὶ πεπεῖσθαι ἐκ τοῦ ἀπορῆσαι περὶ τῶν ὄντων εἰς τὸ δοξάζειν οὕτως περὶ πάντων προελθόντας, ὡς καὶ τοῦ μεταπεισθῆναι δεῖσθαι καὶ διδασκαλίας, ὥς φησιν· εὐίατος γὰρ αὐτῶν ἡ ἄγνοια, ἀλλ’ οὐ βίας τῆς ἐν τοῖς λόγοις καὶ ἀγῶνος καὶ ἐλέγχου δεομένη. καὶ δι’ ἣν αἰτίαν, λέγει· οὐ γὰρ πρὸς τὸν λόγον ἡ ἀπάντησις πρὸς τούτους, ὠὰ πρὸς τὴν διάνοιαν, καθ’ ἣν ἀπατηθέντες καὶ παρακρουσθέντες τἀληθοῦς λέγουσι ταῦτα. διὸ καὶ δυνατὸν μεταπεισθῆναι αὐτούς· ὃ γένοιτ’ ἄν γνωρίμου τοῦ ἀληθοῦς αὐτοῖς γενομένου. τοὺς δὲ λόγου χάριν λέγειν οὐ πεπεισμένους μὲν οὕτως ἔχειν τὰ πρά|γματα, παρίστασθαι δὲ τῇ θέσει ταύτῃ φιλονείκως προαιρουμένους, πρὸς οὓς ἐλέγχου φησὶ τοῦ κατὰ τὸν λόγον δεῖν καὶ τοῦ ἐν τῇ φωνῇ καὶ τοῖς ὀνόμασιν, ἐπεὶ μὴ καὶ οὗτοι πεπεισμένοι εἰσίν, ὡς λέγουσιν. ὁ οὖν ἐν τῇ φωνῇ ἔλεγχος ἴασις μόνον τούτων, τουτέστι τοῦ ἐν τῇ φωνῇ ἐλέγχου οὗτοι δέονται μόνου· μέχρι γὰρ φωνῆς πρόεισιν αὐτοῖς τὰ λεγόμενα καὶ ὀνόματος καὶ λόγου. ἑξῆς δὲ λέγει πόθεν αὕτη ἡ ὑπόληψις καὶ δόξα ἐλήλυθε τοῖς οὕτως ἡγουμένοις ἔχειν τὰ ὄντα, καὶ οὐ φιλονείκως λέγουσιν ἀλλὰ διὰ τὸ πιστεύειν οὕτως ἔχειν. εἶπε δὲ αὐτοὺς διαποροῦντας, ὅτι ἐκίνησεν αὐτοὺς πρὸς τήνδε τὴν δόξαν καὶ τὴν ἀπορίαν εὔλογόν τι φαινόμενον. οὓς καὶ ἰατοὺς εἶπεν εἶναι· ἀπὸ γὰρ αἰσθητῶν φησιν ὁρμωμένους παρακρουσθῆναι τῶν τε τὴν ἀντίφασιν ἅμα ἀληθῆ λεγόντων καὶ τῶν πᾶσαν δόξαν ἀληθῆ τιθεμένων τοὺς διὰ τὸ πεπεῖσθαι ταῦτα οὕτως ἔχειν καὶ λέγοντας. καὶ πρῶτα ἆν λέγει ὑπὸ τίνος παρεκρούσθησαν οἱ ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν λέγοντες· ὁρῶντες γὰρ ἐκ τοῦ αὐτοῦ γινόμενα τὰ ἐναντία, προειληφότες δὲ καὶ ὅτι ἀδύνατον γίνεσθαί τι ὅλως ἐκ τοῦ μὴ ὄντος κοινὴ γὰρ αὕτη ἡ δόξα τῶν περὶ φύσεως ἐστί τι ἀποφηναμένων), ὑπέλαβον ἀμφότερα τὰ ἐναντία τὸ πρᾶγμα εἶναι. οὐ γὰρ ἂν ἄλλως ἐξ αὐτοῦ δύνασθαι αὐτὰ γίνεσθαι, εἰ μὴ πρτοϋπάρχοντα ἐν αὐτῷ εἴη. καὶ διὰ τοῦτο Ἀναξαγόρας μὲν πάντα ἐν πᾶσι μεμῖχθαι λέγει, ἐπεὶ πάντα ἐκ πάντων ἐθεώρει γιγνόμενα, καὶ Δημόκριτος τὸ κενὸν καὶ τὸ πλῆρες μόνα εἶναι λέγων· ἐτίθει γάρ, φησίν, ἄτομα καὶ κενὸν καὶ καθ’ ὁτιοῦν μέρος ἑκάστου τῶν αἰσθητῶν ὁμοίως ἄμφω ἐνυπάρχειν φησίν, ὥστε καὶ τὴν γένεσιν αὐτῶν ἐκκρίσει ἐκ προϋπάρχοντος γίνεσθαι. προσιστορεῖ δὲ ὅτι καὶ ὂν μὰν ἔλεγε Δημόκριτος τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ἴσως καὶ ἀτοπίαν τινὰ αὐτοῦ δεικνὺς τῆς δόξης δι’ ὧν ἔλεγεν, εἴ γε τιθέμενος μὴ ὂν εἶναι τὸ κενόν, ἡγούμενος δὲ καὶ μηδὲν γίνεσθαι ἐκ τοῦ μὴ ὄντος, ἐκ τοῦ κενοῦ ἔλεγεν πάντα τὰ γιγνόμενα οὐδὲν ἔλαττον ἢ ἐκ τοῦ πλήρους εἶναί τε καὶ γίγνεσθαι, λέγων [*](1 προκειμένην LF: ὑποκειμένην A 6 τῆς ἐν LF: τῆς om. A καὶ εἰέγχου LFS: καὶ om. A 10 λέγειν LFS: λέγει A 11 προΐασθαι LF 17 λέγει LFS: λέξει A 20 οὓς LF: οὕτως Α ἰατοὺς LFS: ἰατροὺς Α 26 ἀδύνατον τὸ μὴ ὄν γενέσθαι τι ὅλως LF 26. 27 αὔτη πάντων δόξα LF 30 θεωρεῖ LF 33 ἐκ A2S: καὶ A1: καὶ ἐκ L 30 μὴ ὂν c. S Bonitz: μηδὲν ALF)
304
τὸ κενὸν μὴ ὄν· συνεχώρει γὰρ τὴν γένεσιν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ὃ φυλασσόμενος μίξει τὴν γένεσιν ὑπελάμβανε γίγνεσθαι. λέγοι δ’ ἄν καὶ πῶς αὐτῷ ὂν μὲν λέγοντι τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ταῦτα δὲ ἐν πᾶσιν ὁμοίως εἶναι ἐξ ὧν γένεσις, εἵπετο ἐφ’ ἑκάστου λέγειν ἀληθῆ τὴν ἀντίφασιν τὸ εἶναί τε καὶ μὴ εἶναι· καίτοι οὐκ ἀντίφασις τοῦτο, εἴ γε [*](261) ἄλλο δὲ μὴ ὄν· κατὰ γὰρ τὸ κενόν. ἢ τοῦ ταῦτα ἐν πᾶσιν ὁμοίως μεμιγμένα μιγμένα ὄντα ἀντικείμενά τε εἶναι καὶ ἐναντία μηνυτικὰ τὰ ὀνόματα ὄντα, τό τε ὂν καὶ τὸ μὴ ὄν, παρέθετο. πρὸς μὲν οὖν τοὺς διὰ ταῦτα ὑπολαμβάνοντάς τε καὶ ἡγουμένους τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα εἶναι ἀληθῆ, μεταπείθοντες αὐτούς, ἀλλ’ οὐ φιλονεικοῦντες οὐδὲ ἐλέγχοντες ἐροῦμεν, φησίν, ὅτι τρόπον μέν τινα ἀληθῆ λέγουσι καὶ ὀρθῶς δοξάζουσι, τρόπον δέ τινα ἀγνοοῦσι. τὸ γὰρ ὂν λέγεται διχῶς, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν· τοῦ γὰρ ὄντος τὸ μὲν δυνάμει ἐστί, τὸ δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τοῦ μὴ ὄντος τὸ μὲν οὐδαμῇ οὐδαμῶς ἐστιν, τὸ δὲ τῷ μήπω ἐνεργείᾳ εἶναι μὴ ὂν λέγεται. ἔστι δὲ τοιοῦτον τὸ δυνάμει ὄν· τοῦ γὰρ δυνάμει ὄντος ἐν μεθορίῳ ὄντος τοῦ τε κατ’ ἐνέργειαν ὄντος καὶ τοῦ παντάπασι μὴ ὄντος, καὶ ὄν πως ἐστὶ καὶ μὴ ὄν· καὶ ἐκ τοῦ οὕτως μὴ ὄντος ἡ γένεσις, οὐκ ἐκ τοῦ κυρίως καὶ ἀπλῶς μὴ ὄντος. οὐδέν τε κωλύει τὸ αὐτὸ καὶ εἶναί τε καὶ μὴ εἶναι, ὅπερ ἐκεῖνοι λέγουσιν, ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ οἷόν τε αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· κατ’ ἄλλο μὲν γὰρ εἶναι, κατ’ ἄλλο δὲ μὴ εἷναι. τὸ γὰρ δυνάμει ὂν ἔστι μὲν ἀλλὰ δυνάμει, οὐκ ἔστι δέ, ὅτι μὴ ἐνεργείᾳ. ὥστε οὐχ ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ· δυνάμει μὲν γὰρ λέγειν τὸ αὐτὸ τἀναντία εἶναι οὐδὲν ἄτοπον, ἐνεργείᾳ δὲ ἀδύνατον. καὶ τὸ μὴ εἶναι δὲ τῷ εἶναι τὸ αὐτό τι ἐναντίον· ὥστε οὐδὲ ταῦτα οἷόν τε ἅμα ἐνεργείᾳ εἶναι. ἡ γὰρ αὐτὴ ὕλη δυνάμει μὲν τἀναντία ἐστίν, ἅμα δὲ ἐνεργείᾳ. γενέσθαι ταῦτα οὐ δύναται, παρὰ μέρος μέντοι, σώζουσα ἑκάτερον καὶ ὅταν θάτερον ἐνεργείᾳ ᾖ, τῷ δυνάμει εἶναι τἀναντία· οὐδὲ γὰρ ὅτε ἐνεργείᾳ ἔστιν ἤδη τὴν δύναμιν ἀποβέβληκε. πρὸς δὲ τούτοις ἀξιώσομεν, φησίν, αὐτοὺς μὴ μόνα ἡγεῖσθαι ὄντα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἀλλ’ εἶναί τινα καὶ ἀγέννητα καὶ ἄφθαρτα καὶ ἀκίνητα ἐν τοῖς οὖσιν, οἷς οὐκέτ’ ἄν ὑπάρχοι τἀναντία, εἴ γε μηδὲ τὴν ἀρχὴν μεταβάλλει μηδὲ γίνεταί τι ἐξ αὐτῶν· τοιαῦτα δ’ ἄν εἴη τὰ θεῖα.

[*](p. 1009a38)

Ὁμοίως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθει ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν.

Λέγει ὅτι ὥσπερ τῶν λεγόντων ταὐτὸν εἶναι καὶ μὴ εἶναι, τουτέστιν ἅμα τὴν ἀντίφασιν ἀληθῆ τιθεμένων, τοῖς εὐγνωμονεστέροις, οἳ διὰ τὸ [*](3 αὐτῷ LF coni. Bonitz: αὑτὸ Α: Democrito S 5 τό τε εἶναί τε LF 12 ἀληθῆ τε δοξάζουσι καὶ ὀρθῶς λέγουσι LF 15 τῷ LFS: τό Α 16. 17 τὸ γὰρ δυνάμει ὃν ἐν μ. ὃν coni. Bonitz 17 τοῦ τε — παντάπασι μὴ ὄντος LF eademque fere e S coni. Bonitz: cm. A 18 ἐκ τοῦ οὕτως μὴ LFS: οὕτως ἐκ μὴ Α 29 ἔστιν LF: ᾖ Α)

305
ζητήσαντες ἀπορῆσαι τοῦτο ἔθεντο, αἴτια τῆς ἀπάτης τὰ αἰσθητά τε καὶ ἐν γενέσει καὶ φθορᾷ ὅτι γὰρ ἑώρων τἀναντία ἐκ τοῦ αὐτοῦ γιγνόμενα), οὕτω, φησί, καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια, τουτέστι τὸ πᾶσαν φαντασίαν ἀληθῆ λέγειν, τοῖς καὶ αὐτοῖς διὰ τὸ ζητῆσαί· τε καὶ ἀπορῆσαι τοῦτο θεμένοις ἀπὸ τῶν αἰσθητῶν ἔσχε τὴν αἰτίαν· τὸ μὲν γὰρ ἀληθὲς κρίνεσθαι δεῖν ᾤοντο | οὐ πλήθει καὶ ὀλιγότητι τῶν οὕτως δοξαζόντων, [*](262) ὡς εἶναι τὸ μὲν ὑπὸ τῶν πλειόνων δοξαζόμενον καὶ τὸ τοῖς πλείοσι φαινόμενον ἀληθές, ψεῦδος δὲ τὸ ὑπὸ τῶν ἐλαττόνων καὶ τοῖς ἐλάττοσι φαινόμενον τοιοῦτον· οὐδὲ γὰρ οὐδὲ εἰ πλείους μὲν οἱ νοσοῦντες ὀλίγοι δὲ οἱ ὑγιαίνοντες, καὶ ταὐτὸ τοῖς μὲν νοσοῦσι πικρὸν ἐδόκει εἶναι οὖσι πολλοῖς, τοῖς δὲ ὑγιαίνουσι γλυκὺ οὖσιν ὀλίγοις, τὸ τοῖς νοσοῦσι φαινόμενον, ἐπεὶ πλείους ἦσαν, ἐλέγομεν ἂν ἀληθὲς εἶναι, καὶ νοσεῖν μὲν τοὺς ὀλίγους, ὑγιαίνειν δὲ τοὺς πολλούς.

[*](p. 1009b4)

Ὥστε εἰ πάντες ἔκαμνον ἢ πάντες παρεφρόνουν.

Ἐπεὶ οἱ ἀξιοῦντες πλήθει καὶ ὀλιγότητι τὸ ἀληθὲς ἐπικρίνεσθαι καὶ τὸ τοῖς πολλοῖς δοκοῦν τοῦτο ἀληθὲς εἶναι οὗτοι γὰρ οἱ ὑγιαίνοντες καὶ κατὰ φύσιν ἔχοντες), πιθανῶς περιέτρεψε τὸ εἰ γὰρ οἱ πολλοὶ ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσιν, εἰ συμβαίη τοὺς πλείστους νοσεῖν ὀλίγους δὲ ὑγιαίνειν, εἶεν ἂν οἱ μὲν νοσοῦντες ὑγιαίνοντες, οἱ δὲ ὑγιαίνοντες νοσοῦντες. εἰ δὲ τοῦτο ἄτοπον, οὐ πλήθει καὶ ὀλιγότητι τῶν δοξαζόντων χρὴ κρίνεσθαι λέγειν τἀληθές. ἐπεὶ τοίνυν οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τὴν τὰς φαντασίας ἀλήθειαν κρίνειν, φαίνεται δὲ ταὐτὰ τοῖς μὲν γλυκέα τοῖς δὲ πικρά, ὁποῖα ἑκάστῳ φαίνεται, τοιαῦτα ἑκάστῳ καὶ εἶναι.

[*](p. 1009b7)

Ἔτι δὲ πολλοῖς τῶν ζῴων ὑγιαίνουσι τἀναντία περὶ τῶν αὐτῶν φαίνεσθαι.

Τοῖς μὲν γὰρ γλυκέα τινὰ δοκεῖ καὶ ἐδώδιμα, τοῖς δὲ πικρὰ καὶ ἄβρωτα, ὧν καὶ ὁ τῆς ἐλαίας ἐστὶ θαλλός, γλυκὺς μὲν τοῖς νεμομένοις ζῴοις αὐτόν, ἡμῖν δὲ τοῖς ἀνθρώποις πικρός. ἀλλ’ οὐδὲ ἡμῖν αὐτοῖς κτὰ τὴν αἴσθησιν ἀεὶ ταὐτὰ φαίνεσθαι, ἀλλὰ ἄλλοτε ἀλλοῖα, ὧν ἄδηλον ποῖα δεῖ λέγειν ἀληθῆ· οὐδὲν γὰρ μᾶλλον ταῦτα ἢ ταῦτα, ἀλλ’ ὁμοίως. δι’ ἣν αἰτίαν φησὶ καὶ Δημόκριτον εἰς τὰς διαφωνίας βλέποντα ταύτας λέγειν ἢ μηδὲν ἀληθὲς εἶναι, ἢ εἰ καὶ ἔστι τι, ἡμῖν ἄδηλον αὐτὸ εἶναι, τῷ ὁμοίως περὶ τὰ ἀντικείμενα ἔχειν τοὺς φανταζομένους αὐτὰ καὶ δοξάζοντας.

[*](1 ζητήσαντες LF: ζητήσαντας A αἴτια LF: αἴτιον Α 9 εἰ LFS: οἱ Α οἱ (post δὲ) F Bonitz: om. AL 12 ἄν LF : οὖν A 16 post εἶναι e S addendum λέγουσιν coni. Bonitz 17 τὸ] fort. τοῦτο 21 τὴν LF: τὴν τῆς Α 22 ταὐτὰ M: ταῦτα ALF 24 ζῴων ὑγιαίνουσι] sic etiam Metaph. cod. A b: ἄλλων ζῴων Metapb. vulg. 27 ἐστὶ LF: ἔστι Α 30 οὐδέν LF: οὑδὲ Α Comment. Arist. I Alex, in Metaph. 20)
306
[*](p. 1009b12)

Ὄλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν.

Καίτοι, φησίν, τῶν αὐτῶν οὐχ ὁμοίως οὔτε πᾶσιν οὔτε τοῖς αὐτοῖς καὶ ἀεὶ δοκούντων. ἀλλὰ ἄλλων ἄλλοις καὶ ἄλλοτε ἀλλοίων τοῖς αὐτοῖς, ἡγοῦντο τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς εἶναι ἐκείνῳ, διὰ τὸ ὑπολαμβάνειν τὴν μὲν φρόνησιν, ἥτις ἐστὶ τῆς ἀληθείας κριτική, τῇ αἰσθήσει τὴν αὐτὴν εἶναι, τὴν δ’ αἴσθησιν ἀλλοίωσιν εἷναι· τὴν γὰρ διὰ ταύτης ἀντίληψιν γίγνεσθαι ἀλλοιουμένης ὑπὸ τῶν αἰσθητῶν. ὅπως γὰρ ἄν ἡ αἴσθησις πάσχῃ, οὕτως ἔχειν καὶ τὰ αἰσθητὰ τὰ διατιθέντα φασὶν αὐτήν. διὰ τοῦτο ὢ) τὸ φαινόμενον ἑκάστῳ κατὰ τὴν αἴσθησιν ἀληθὲς ἐξ ἀνάγκης εἶναι ἔθεντό τε καὶ ἀπεφήναντο· ἀληθὲς μὲν γὰρ εἶναι τὸ τῇ φρονήσει δοκοῦν, τὴν δὲ φρόνησιν τῇ αἰσθήσει ταὐτὸν εἶναι· διὸ ἀληθὲς εἶναι τὸ τῇ αἰσθήσει φαινόμενον. καὶ ὅτι | γε τὴν αἴσθησιν φρόνησιν ἐνόμιζόν τε καὶ ἔλεγον [*](263) εἶναι, δείκνυσιν ἑξῆς. διὰ γὰρ ταύτην τὴν ὑπόληψιν καὶ Ἐμπεδοκλέα καὶ Δημόκριτον, καὶ ὅσοι ἄλλοι τούτοις ταὐτὰ λέγουσιν, ἐπὶ τοῦτό φησιν ἐλθεῖν, ὅτι ᾤοντο τὸ φρονεῖν τῷ αἰσθάνεσθαι ταὐτὸν εἶναι, τὴν δὲ φρόνησιν τἀληθοῦς εἶναι γνωστικήν. ὃ δείκνυσιν οὕτως αὐτοὺς ὑπολαμβάνοντας, Ἐμπεδοκλέα μὲν δι’ ὧν ἔλεγε “πρὸς παρεὸν γὰρ μῆτις ἐναύξεται ἀνθρώποισι,” τουτέστι πρὸς τὸ παρὸν γὰρ καὶ τὸ φαινόμενον ἡ φρόνησις γίνεται καὶ ἡ τοῦ ἀληθοῦς κατάληψις τοῖς ἀνθρώποις μῆτις γὰρ ἡ φρόνησις)· τοῦτο γὰρ ἴδιον αἰσθήσεως. ἐξηγήσατο δὲ αὐτὸς τὰ εἰρημένα διὰ τῶν ἐπῶν προειπὼν καὶ γὰρ Ἐμπεδοκλῆς μεταβάλλοντας τὴν ἕξιν μεταβάλλειν φησὶ τὴν φρόνησιν. τὸ δὲ αὐτὸ τοῦτο σημαίνει καὶ ὃ ἑξῆς παρατίθεται, τὸ “ὅσον ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται.” ὃ γὰρ λέγει ἐστὶν ἤτοι ὅτι ὡς Ε; ἀλλοιωθῶσιν, ὃ γίνεται ὑπὸ τῶν αἰσθητῶν, οὕτως καὶ φρονοῦσί τε καὶ δοξάζουσιν, ἢ ὅτι ὡς ἂν ἕξεως ἔχωσι, καθ’ ἣν ἕξιν καὶ τὸ αἰσθάνεσθαι αὐτοῖς οὕτως ἢ οὕτως ἕπεται, οὕτως καὶ φρονοῦσι περὶ τοῦ πράγματος. καὶ Παρμενίδην δὲ ταῦτα δείκνυσι δοξάζοντα δι’ ὧν φησιν “ὡς γὰρ ἕκαστος ἔχει κρᾶσιν μελέων πολυκάμπτων, ὣς νοῦς ἀνθρώποισι παρίσταται.” καὶ γὰρ οὗτος διὰ τούτων λέγει ὅτι ὡς ἄν ἔχῃ κράσεως τὸ σῶμα καὶ ἕξεως ἑκάστῳ, οὕτω καὶ τὸ φρονεῖν ἀκολουθεῖ, ὡς ἀκολουθούσης τῆς φρονήσεως τῇ τοῦ σώματος κράσει τε καὶ ἀλλοιώσει, ἥτις ὑπὸ τῶν αἰσθητῶν γίνεται. ᾧ ταὐτό φησιν εἶναι τὸ εἰρημένον καὶ αὐτὸ ὑπὸ Παρμενίδου· τῷ γὰρ προειρημένῳ τῷ ‘ὡς γὰρ ἕκαστος ἔχει κράσεως μελέων πολυκάμπτων,’ ὃ αὐτὸς εἶπε, τὸ αὐτὸ εἶναι καὶ ὃ πάλιν λέγει διὰ τοῦ ‘ὅπερ φρονέει [*](8 ἀλλοιουμένης LF: ἀλλοιουμένοις AS 9 πάσχῃ LF: πάσχοι Α 11 γὰρ LF: om. Α 12 τῇ αἰσθήσει—ἀληθὲς εἶναι LF: om. AS 13 ἐνόμιζόν τε LF: ἐνομίζοντό τε Α 15 τούτοις ταὐτὰ LF : τοῦτο αὐτὸ A 18 πρὸς παρεὸν κτλ.] Empedocl. fragm. v. 375 Mullach ἀέξεται Emped. 24 ὅσον ἀλλοῖοι κτλ.] Empedocl. fragra. V. 376 sq. 25 ἂν Brandis Bonitz: om. ALFM 29 ὡς γὰρ κτλ.] Parmen. fragm. V. 146 sq. Mullach 34 ᾦ ταὐτό φησιν] interpres Parmenidis verba τὸ γὰρ αὐτὸ ἔστιν) Aristoteli tribuit 36 ὅπερ φρονέει κτλ.] Parmen. fragm. v. 148 sq.)

307
μελέων φύσις καὶ πᾶσι καὶ παντί· τὸ γὰρ πλέον λέγεται νόημα᾿• ὡς γὰρ τοῦ φρονεῖν ἠρτημένου τῆς σωματικῆς κράσεως καὶ ἀεὶ κατὰ τὸ πλεονάζον καὶ ἐπικρατοῦν ἐν τῇ σωματικῇ διαθέσει αὐτοῦ γενομένου. ὅτι δὲ καὶ Ἀναξαγόρας ἦν ἐπὶ ταύτης τῆς δόξης, δηλοῖ δι’ ὧν παρατίθεται ὡς ἀποφθέγματος αὐτοῦ τινος σωζομένου, ὃ πρὸς τοὺς ἑταίρους ἔλεγε· τὸ γὰρ λέγειν ἑκάστῳ τοιαῦτ’ ἔσεσθαι ὁποῖα ἄν ὑπολάβοι, τιθέντος ἦν τὸ πᾶσαν δόξαν ἀληθῆ εἶναι, καὶ ὁποῖα φαίνεται εἶναι, τοιαῦτα καὶ εἶναι. προσάγει δὲ καὶ τὸν Ὅμηρον ταύτῃ τῇ δόξη τῇ ταὐτὰ ἡγουμένῃ τό τε φρονεῖν καὶ τὸ αἰσθάνεσθαι καὶ πᾶσαν δόξαν ἀληθῆ εἶναι. ὁ γὰρ τὸν Ἕχτορα λέγων ἀλλοφρονεῖν ὑπὸ τῆς πληγῆς ἐξεστῶτα φρονεῖν μὲν λέγει, | ἀλλοῖα δέ, [*](264) ὡς οὐδὲν ἧττον φρονήσεως οὔσης καὶ τῆς τοῦ ἐξεστῶτος. εἰ δὲ φρονοῦσι καὶ οἱ παραφρονοῦντες, τὸ δὲ φρονεῖν τὸ τὰ ἀληθῆ γινώσκειν ἐστί, εἶεν ἄν καὶ οἱ παραφρονοῦντες ἀληθῆ γινώσκοντες, ἀλλ’ ἕτερα τῶν μὴ παρα- φρονούντων. ὥστε τὰ ὄντα ἄν ἅμα οὕτως τε καὶ οὐχ οὕτως ἔχοι. ἀπορήσας δὲ ταῦτα καὶ ἐκθέμενος τῶν ἀρχαίων τὰς δόξας. ἃς εἶχον περὶ τῆς τῶν ὄντων κρίσεως καὶ τῆς τἀληθοῦς καταλήψεως, ἐπιφέρει ὅτι ἐκ ταύτης τῆς τῶν ἀνδρῶν διαφωνίας χαλεπώτατόν τι καὶ ἀτοπώτατον συμβαίνει. ·εἰ γὰρ οὓς μάλιστα ἐνδέχεται τἀληθὲς ἑωρακέναι οὗτοι δέ εἰσιν οἱ περὶ τὴν εὕρεσιν τούτου μάλιστα καταγινόμενοι καὶ τοῦτον τοῦ βίου τοῦ αὐτῶν σκοπὸν καὶ τέλος πεποιημένοι), οὗτοι ταύτας περὶ αὐτοῦ τὰς δόξας ἔχουσι καὶ ταῦτα ἀποφαίνονταί τε καὶ δοξάζουσι περὶ τῆς ἀληθείας καὶ τῆς γνώσεως τἀληθοῦς, πῶς οὐκ ἄξιον ἀθυμεῖν τοὺς προσιόντας φιλοσοφίᾳ; ἐοί- κασι δὲ προσιέναι πράγματι τοσούτῳ ὁποῖόν ἐστι τὸ τὰ πετόμενα διώκειν βούλεσθαι. ὡς γὰρ ἐκεῖνοι οὐκ ἄν ἕλοιεν ἐκ ποδῶν διώκοντες τὰ πετόμενα, διὸ καὶ ἀδυνάτοις ἐπιχειροῦσιν, οὕτω καὶ οἱ φιλοσοφίᾳ προσιόντες ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ δοκοῦσι προσιέναι πράγματι, εἴ γε φιλοσοφία μὲν ἐπαγγέλλεται τὴν τῶν ὄντων γνῶσιν καὶ τὴν τῆς ἐν αὐτοῖς ἀληθείας κατάληψιν, ἡ δὲ τῶν ὄντων γνῶσίς τε καὶ κατάληψις οὕτως ἄπορος, ὡς δηλοῦσιν οἱ μάλιστα πραγματευσάμενοι περὶ αὐτῶν. εἰπὼν δὲ ταῦτα αὐτὰ καὶ ἐπιστήσας ἡμᾶς ὡς οὐ τῷ τυχόντι προσιόντας πράγματι, ἑξῆς πειρᾶται τὴν αἰτίαν λέγειν τῆς πλάνης τῶν ταὐτὸ μὲν τὸ φρονεῖν καὶ τὸ αἰσθά- νεσθαι δοξαζόντων, ἡγουμένων δὲ πᾶσαν δόξαν καὶ φαντασίαν ἀληθῆ, ἧς δόξης ἦν Πρωταγόρας· ἔδειξε δὲ καὶ Ἐμπεδοκλέα καὶ Παρμενίδην καὶ Δημόκριτον καὶ Ἀναξαγόραν ἐλθόντας ἐπὶ τοῦτο. ἦν μὲν γὰρ πρόθεσις αὐτοῖς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν θεωρῆσαι, ὑπέλαβον δὲ εἶναι μόνα τὰ [*](1 post φύσις habet ἀνθρώποισι Parmen. λέγεται] ἐστὶ Parmen. 8 δόξῃ τῇ A2F: δόξη καί φησι τῇ A1: δόξῃ φησὶ τῇ L 9. 10 ὁ γὰρ τὸν Ἕκτορα κτλ.] in Iliade haec non leguntur: V. Trendelenb. de An. Α 2 p. 404a29 11 post ἧττον add. οὔσης Α2 post φρονήσεως add. καὶ τῆς A: om. LF 12 τὸ τὰ—γινώσκοντες (13) LPS: τοῦ τἀληθῆ γινώσκοντος Α 13 ἀλλ’ ἕτερα scripsi: ἀλλ’ ἔστι LF: ἄλλος ἐστὶ Α 17 ἀτοπώτατον LF: ἄτοπον Α 20 αὐτοῦ LF: αὐτῶν A 22 et 25 φιλοσοφίᾳ LFS: φιλοσόφους (22) et φιλόσοφοι (25) Α 23 τοιούτῳ coni. Bonitz 26 δόξουσι LF γε LF: γὰρ Α 27 αὐτοῖς LF: τοῖς οὖσιν A 28 ἡ δὲ τῶν LFA2: δὲ om. A1 29 post αὐτῶν in marg. add. πῶς ἄν τις ἐπιτύχοι ποτὲ τῆς τῶν ὄντων ἀληθείας A2 30 οὐ τῷ LF: οὕτω Α 20*)
308
αἰσθητά, ἐν οἷς ἡ τοῦ ἀορίστου φύσις πολλή, τουτέστιν ἡ τῆς ὕλης ἀόριστον γὰρ τὴν ὕλην λέγει) καὶ ἡ τοῦ οὕτως ὄντος ὡς προείπομεν, τουτέστι δυνάμει, ὃ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστι, τῷ ἐν μεθορίῳ τοῦ τε κυρίως ὄντος εἶναι τοῦτο δέ ἐστι τὸ ἐνεργεία ὄν) καὶ τοῦ μηδ’ ὅλως ὄντος. διὸ εἰκότα μὲν λέγουσι· τοὺς γὰρ περὶ τῶν οὕτως ὄντων λέγοντας | εἰκός ἐστι τοιαῦτα λέγειν ὡς μηδὲν αὐτῶν ὡρισμένως [*](265) τόδε τι εἶναι λέγειν· οὐ μὴν ἀληθῆ περὶ τῶν ὄντων λέγουσιν· οὐ γὰρ πάντα τὰ ὄντα τοιαῦτα, οὔτε τὰ αἰσθητὰ κατὰ πάντα ἀεὶ ῥεῖ καὶ μεταπίπτει συνεχῶς, ἀλλὰ καὶ ἐν τούτοις τὸ εἶδος μένει τε καὶ ἠρεμεῖ τῆς ὑποκειμένης ὕλης ῥεούσης. οὕτως γάρ, φησίν, ἁρμόζει μᾶλλον περὶ αὐτῶν λέγειν, ὅτι εἰκότα μὲν λέγουσιν, οὐκ ἀληθῆ δέ, ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφάνην, ὡς Ἐπιχάρμου τοῦ τῆς κωμῳδίας ποιητοῦ εἰς Ξενοφάνην βλασφημότερά τινα καὶ ἐπηρεαστικὰ εἰρηκότος, δι’ ὧν εἰς ἀμαθίαν τινὰ καὶ ἀγνωσίαν τῶν ὄντων σκώπτων διέβαλεν αὐτόν. ταύτην δὲ τήνδε] τὴν φύσιν τὴν αἰσθητήν τε καὶ ἔνυλον αἰτίαν φησὶ γίνεσθαι τοῦ φῆσαί τινας ἀκατάληπτον τἀληθὲς εἶναι, καὶ παρατίθεται διὰ μέσου τήν τε δόξαν αὐτῶν, καὶ ἀντιλέγει πρὸς αὐτήν· ἐπεὶ γὰρ ἑώρων κινουμένην τε καὶ μεταβάλλουσαν τὴν τοιαύτην φύσιν κατὰ τὴν ὕλην συνεχῶς, κατὰ δὲ τοῦ μεταβάλλοντος καὶ μεταπίπτοντος οὐδὲν δυνάμενον ἀληθεύεσθαι ὅτε μεταβάλλει, τῷ μεταπῖπτον αὐτὸ μὴ μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, ὑπέλαβον, εἴ γε τοιοῦτον εἴη οἷον ἀεὶ μεταβάλλειν καὶ μηδέποτε μένειν, μηδέποτε δύνασθαι περὶ αὐτοῦ τινα ἀληθῆ εἰπεῖν ὡρισμένως. τοιαῦτα δὲ εἶναι τὰ αἰσθητά τε καὶ ἔνυλα ῥεῖν γὰρ συνεχῶς καὶ μηδέποτε ταὐτὰ ὑπομένειν), ἃ καὶ μόνα εἶναι ἡγοῦντο. ἀπὸ γὰρ τῆς περὶ τῶν ὄντων τοιαύτης ὑπολήψεως προῆλθέ τε καὶ ἐξήνθησεν ἡ Ἡρακλείτου δόξα καὶ ἡ Κρατύλου, ὃς ἑταῖρος μὲν ἐγένετο Ἡρακλείτου, προσεπέτεινε δὲ τῇ ἐκείνου δόξῃ, ἀίδιον καὶ ἀδιάλειπτον τὴν ἐν τοῖς οὖσι ῥύσιν τε καὶ μεταβολὴν ἡγούμενος εἶναι, ὡς καὶ τῷ διδασκάλῳ Ηρακλείτῳ εἰπόντι ἐπιτιμᾶν μὴ οἷόν τε δὶς τῷ αὐτῷ ποταμῷ ἐμβῆναι διὰ τὴν ῥύσιν, εἰκάζοντι πάντα ῥέοντι ποταμῷ· οὐ γὰρ μόνον αὐτὸς ἔλεγεν οὐ δίς, ἀλλ’ οὐδ’ ἅπαξ οἷόν τε εἶναι τῷ αὐτῷ ποταμῷ ἐμβῆναι. οὗτος οὐδὲ λέγειν τι ᾤετο δεῖν ὡς μηδὲν ὑπομένον τὴν τοῦ λέγοντος κατηγορίαν· φθάνειν γὰρ τὴν ὑποκειμένην φύσιν, περὶ ἧς ὁ λόγος, διὰ τὴν συνεχῆ ῥύσιν τὸν περὶ αὐτῆς λεγόμενον λόγον ἀλλοιουμένην καὶ ἄλλην γιγνομένην, ὡς μὴ εἶναι συμφωνοῦν ποτε αὐτῇ τὸ λεγόμενον περὶ αὐτῆς. ἠξίου δὲ καὶ τῷ δακτύλῳ δεικνύναι τὸ ὑποκείμενον μόνον, μὴ λέγοντά τι λίθον ἢ ξύλον ἢ χρυσὸν ἡ ἄλλο· ταῦτα μὲν γὰρ οὐχ ὑπομένειν διὰ τὴν ἀλλοίωσιν καὶ τὴν κατ’ οὐσίαν μεταβολήν, τὸ μέντοι δεικνύμενον τῷ δακτύλῳ εἶναι τοῦτο ὅ τι ποτὲ καὶ τύχοι ὂν ὅτε δείκνυται. [*](2 post ὄντος iterant οὕτως A1LF: del. Α2 4 ὄν LF: om. Α 6 ὡρισμένως LFS: ὡρισμένον Α 8 αἰσθητὰ ἇι κτὰ LF 9 ἀλλὰ καὶ LF: καὶ om. Α 17 ἀντιλέγει ’LFS: ἀντιλέγουσιν Α1 20 μεταπῖπτον αὐτὸ LF: μεταπίπτειν αὑτὸ καὶ Α 24 περὶ LF: om. Α 26 ἐγένετο LF: γέγονεν Α 35 καὶ LF: om. Α)
309
ἐροῦμεν δὴ καὶ πρὸς τούτους, φησί, τοὺς διὰ τούτων τὴν ἀκαταληψίαν εἰσάγοντας, ὅτι τὸ μὲν μεταβάλλον ὅτε μεταβάλλει εὔλο|γόν πως καὶ ἀληθές [*](266) ἐστιν ὑπολαμβάνειν αὐτοὺς μὴ εἶναι καθὸ μεταβάλλει, ἐπεὶ μήτ’ ἔτι τοῦτό ἐστιν ὃ ἦν, μήτε πω τοῦτο εἰς ὃ μεταβάλλει ἤδη. καίτοι καὶ αὐτὸ [εἰς ὃ μεταβάλλει] ἀμφισβήτησιν ἔχει τινά· καὶ γὰρ τὸ ἀποβάλλον τι ἔχει τοῦ ἀποβαλλομένου τι ἔτι· ἀποβεβλήκει γὰρ ἄν αὐτὸ καὶ οὐκ ἀποβάλλον ἔτι ἦν, ὥστε εἴη ἄν. ὁμοίως καὶ τοῦ γιγνομένου δὴ ἀνάγκη τι εἶναι· οὐδέπω γὰρ ἄν ἦν γινόμενον τοῦτο ὃ γίνεσθαι λέγεται. καὶ γὰρ εἰ μηδέπω τοῦτό ἐστιν ὅ ἐστι γινόμενον, ἀλλ’ ἔστι τι ἤδη αὐτό, δι’ ὃ γενέσθαι τοῦτο λέγεται καὶ οὐκ ἄλλο τι· ὥστε καὶ τὸ γινόμενον εἴη ἄν τι. καθόλου τε εἴτε φθείρεταί τι, ἀνάγκη τι ὂν εἶναι· εἴτε γὰρ ἡ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν ἐστι μεταβολή, τὸ φθειρόμενον καὶ μήπω ἐφθαρμένον ἀνάγκη τι εἶναι· εἰ γὰρ μηκέτι ἦν, οὐκ ἂν ἐφθείρετο· ἀλλὰ καὶ εἰ γίγνεταί τι, ἐπεὶ πᾶν τὸ γιγνόμενον ἔκ τινος ὑποκειμένου γίγνεται (οὐ γὰρ δὴ ἐκ τοῦ μηδενός), ἀλλὰ καὶ ὑπό τινος οὐ γὰρ δὴ ἀναιτίως), δεῖ ταῦτα δηλονότι εἶναι· οὐ γὰρ ἄν ἄλλως γένοιτό τι. καὶ τοῦτο μὴ εἶναι ἐπ’ ἄπειρον, μήτε πάλιν καὶ τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον καὶ ὑφ’ οὗ, ταῦτα γίγνεσθαι, καὶ διὰ τοῦτο λέγειν μηδὲ ταῦτα εἶναι· οὐδὲ γὰρ ἂν γίγνοιτό τι κατὰ τὴν ἀρχήν, εἰ ἐπ’ ἄπειρον εἴη ἡ γένεσις ἄναρχος οὖσα, ὡς καὶ ἐν τῷ Α τῷ ἐλάττονι ἐδείχθη. ὃ γὰρ οὐκ ἔχει ὑποκείμενον, οὐκ ἄν γένοιτο· οὐκ ἔχει δὲ ὑποκείμενον ὅτε ἔτι γίγνεται τὸ ὑποκείμενον· γίγνεται δὲ ἔτι πᾶν, ὅταν ἐπινοηθῇ ἐπ’ ἄπειρον ἡ γένεσις τοῦ ὑποκειμένου. εἰ γὰρ δεῖ μὲν ὑποκειμένου τινός, ἐξ οὗ τὸ γιγνόμενον ἔσται, τοῦτο δὲ μὴ ἔστιν ἀλλ’ ἔτι γίγνεται, οὐκ ἄν τοῦτο γίγνοιτο ὃ πρὸς τὸ γενέσθαι ὑποκειμένου ἐκείνου δεῖται· τὸ γὰρ ὑποκείμενον ὄν τι. ἀλλ’ οὐδὲ ἐκεῖνο γίνοιτο ἄν, εἰ δεῖ μὲν καὶ ἐκείνῳ ὑποκειμένου τινός, μήπω δὲ ἐκεῖνο ἔστι διὰ τὸ γίνεσθαι ἔτι. οὕτως δὲ οὐδὲν ἔσται γινόμενον, εἰ μὴ εἴη· μεταβάλλοντος γὰρ καὶ ἡ ῥύσις καὶ ἡ μεταβολή. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ γεννῶντός τε καὶ ποιοῦντος. εἰ γὰρ δεῖ μὲν τὸ γεννώμενον ὑπό τινος γεννᾶσθαι, ἐκεῖνο δὲ μὴ εἴη ἀλλ’ ἄρτι γεννῷτο, οὐκ ἂν ἤδη τοῦτο γεννῷτο † ᾧ τὸ ὑποκείμενον δεῖ γεννηθῆναι ὄντος ἤδη· εἰ γὰρ γεννᾶται, οὐδέπω ἔστιν. οὕτως δὲ εἰς ἄπειρον προιόντων οὐδὲν ἄν ὅλως εἴη γεννώμενον. δείξας δὲ ὅτι εἴτε φθείροιτό τι εἴτε γίγνοιτο, ἀνάγκη καὶ ὅν τι ἤδη εἶναι, ὃ μήτε φθείρεται ἅμ ἐκείνῳ μήτε γίγνεται, ὥστε καὶ τοῖς τὴν συνεχῆ μεταβολὴν καὶ [*](267) ῥύσιν τε καὶ φθορὰν αἰτιωμένοις ἀναγκαῖον, εἰ ταῦτα ἔμελλον αὐτοῖς ἔσεσθαι ἀληθῆ, καταλιπεῖν τινα καὶ ὄντα, φησὶν ἀλλὰ ταῦτα παρέντες [*](3. 4 μήτ᾿ ἔτι—ἐστιν ὃ LF: μήτε ἔστι τοῦθ’ ὃ Α πω A2: ἤδη A1 LF 4. 5 εἰς ὃ μεταβάλλει om. S: del. Bonitz 9 ἀλλ’ ἔστι—γινόμενον (10) LFS: om. 11 εἴτε (post εἶναι) LF: ἡ τε Α 16 ἂν LF: om. Α 18 μηδὲ LF: μήτε Α οὐδὲ LF: οὐ Α 19 εἰ LFS: om. A ἡ add. Horkel 19. ἐν τῷ Α τῷ ἐλάττονι] c. 2 22 ὅταν] ὃ ἐὰν LF εἰ A2LFS: οὐ A1 27 μεταβάλλοντος LFS: μεταβάλλοντα Α 30. 31 ᾧ—ἤδη] verba corrupta: quod aliquid iam existens desiderat, quo generelur S: fort. ὃ ὐπ’ ἐκείνου δεῖ legendum est 33 ὄν τι LF: ὄν om. A 36 ὄντα, φησὶν L: ὄντος φύσιν A: ὄντος φύσιν, οὕτω φησὶν c. S Bonitz)
310
ἐκεῖνα λέγωμεν. τοῦτο δὲ ποιεῖ, ἐπεὶ εἶπεν ὅτι τὸ μεταβάλλον, ὅτε μεταβάλλει, ἔχει τινὰ αὐτοῖς ἀληθῆ λόγον μὴ οἴεσθαι εἶναι, πρόκειται δὲ αὐτῷ τοὺς διὰ τὰς προειρημένας αἰτίας τε καὶ ἀπορίας ἐπὶ τὴν δόξαν ταύτην ἐλθόντας οὐ βιάζεσθαι ἀλλὰ πείθειν· διὰ γὰρ τοῦτο τοὺς μὲν ἀγωνιστικωτέους τῶν λόγων καὶ προτροπὴν ἔχοντας παραιτεῖται ἐπὶ τούτων (ἔφθακε δὲ πρότερον ἐκείνους κεκινηκέναι), ἐπὶ δὲ τοὺς πιθανωτέρους καὶ πείθειν τε καὶ διδάσκειν δυναμένους μέτεισι. ῥητέον οὖν, φησί, πρὸς αὐτοὺς ἀφεμένους ἐκείνων, ὅτι οὐ ταὐτόν ἐστι τὸ μεταβάλλειν κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. λέγει δὲ νῦν τὴν κατὰ τὸ ποιὸν μεταβολὴν τὴν κατὰ τὸ εἶδος, καθ’ ἣν καὶ γένεσις καὶ φθορά. ὥστε οὐδὲ αἱ κατὰ ταῦτα μεταβολαὶ αἱ αὐταί, κἄν ὅτι μάλιστα δοθῇ τὸ κατὰ τὸ ποσὸν εἶναι τοῖς οὖσι συνεχῆ μεταβολήν, ἐπεὶ αὐξανόμενα καὶ φθίνοντα ὁρᾶται καὶ προσκρίσεις καὶ ἀποκρίσεις λαμβάνοντα, ἀλλ’ ἕκαστον, ὃ ἔστιν, οὐκ ἀπὸ τοῦ ποσοῦ ἀλλ’ ἀπὸ τοῦ εἴδους γνωρίζεται, ὃ μένει ἑκάστῳ ἔστ’ ἄν ᾖ σωζόμενον τὸ πρᾶγμα τὸ ὑποκείμενον καὶ μὴ ἐφθαρμένον. ὅτι δὲ μὴ συνεχὴς ἡ κατὰ τὸ εἶδος μεταβολή, ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱκανῶς δέδειχεν, ἐν οἷς ἔλεγε περὶ τροφῆς· τοῦτο γὰρ ἔδειξεν ὂν τὸ ὑποκείμενόν τε καὶ τρεφόμενον. τὸ γὰρ εἶδος τοῦ Σωκράτους μένει ἔστ’ ἂν μὴ ᾖ Σωκράτης ἐφθαρμένος, διὸ μένων καὶ ὁ νέος καὶ ὁ αὐξανόμενος καὶ ὁ μειούμενος καὶ ὁ γεγηρακὼς κατὰ τὴν ὕλην καὶ] Σωκράτης ὁμοίως ἐστίν. ὁμοίως καὶ λίθος καὶ χρυσὸς καὶ τὸ ξύλον καὶ τῶν ἄλλων ἕκαστον. ὥστε εἰ διὰ τὴν συνεχῆ ῥύσιν οὔ φασιν οὔτε εἶναί τι οὔτε γνωστόν, καθὸ μὴ συνεχής ἐστι ῥύσις, κατὰ τοῦτο καὶ εἴη ἂν ὄντα καὶ γινώσκοιτο. ἔτι δέ, φησίν, ἄξιον ἐπιτιμῆσαι τοῖς ὑπολαμβάνουσιν ἐν συνεχεῖ ῥύσει καὶ μεταβολῇ τὰ ὄνια εἶναι, ὅτι ἐν ὀλίγοις τῶν αἰσθητῶν τοιοῦτον ὁρῶντες γιγνόμενον (ἐν γὰρ τοῖς περὶ ἡμᾶς καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἡ τοιαύτη ῥύσις, ἅ ἐστιν ὀλίγον τοῦ παντὸς μέρος) ἀπὸ τῶν ὀλίγων περὶ πάντων οὕτως ἀπεφήναντο τῶν ὄντων καὶ περὶ τοῦ οὐρανοῦ καὶ περὶ παντὸς τοῦ θείου τε καὶ ἀιδίου σώματος. εὐλογώτερον γὰρ ἄν ἦν τὸ ἀπὸ τῶν πλειόνων καὶ μειζόνων ἐπὶ τὰ ἐλάττω μεταφέρειν τὴν δόξαν ἢ | ἀπὸ τῶν τοσούτῳ [*](268) ἐλαττόνων ὁρμωμένους καὶ περὶ τῶν τοσούτῳ μειζόνων τε καὶ κυριωτέρων ἀποφαίνεσθαι· ὥστ’ οὐδ’ εἰ μόνα τὰ αἰσθητὰ ὄντα ὑπελάμβανον, οὐδὲ οὕτως εὔλογος ἦν ἡ δόξα ἡ τὴν συνεχῆ ῥύσιν αἰτιωμένη τοῦ μηδὲν εἶναι.

[*](p. 1010a32)

Ἔτι δὲ δῆλον ὅτι καὶ πρὸς τούτους ταὐτὰ τοὶς πάλαι λεχθεῖσιν ἐροῦμεν.

Λέγων πρὸς τοὺς πάντα ἐν πᾶσιν οἰομένους εἶναι διὰ τὸ πάντα ἐκ πάντων γινόμενα ὁρᾶν, προσέθηκε καὶ τοῦτο, ὅτι ἀξιοῦμεν αὐτοὺς ὑπολαμπροτροπὴν [*](5 LF: πρὸς τρόπον Α 8 ἀφεμένους LF: ἀφειμένους Α 14 ἀπὸ LF: ὑπὸ Α 16 Περὶ γενέσεως καὶ φθορᾶς] Α 5 19 διὸ μένων LF: διαμένων Α 20 καὶ delevi c. S 23 γινώσκοιτο LF: γινώσκοιντο Α 26. 27 ῥύσις καὶ ὀλίγον LF 30 et 31 τοσούτω S Brandis Bonitz: τοσούτων ALF)

311
τῶν ὄντων ἀληθῆ γίνεσθαι. τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς τούτους ῥητέον, φησί, καὶ δεικτέον αὐτοῖς καὶ πειστέον αὐτοὺς τῷ λόγῳ ὅτι ἔστι τις ἐν τοῖς οὖσι καὶ ἀκίνητος παντάπασιν καὶ ἀμετάβλητος φύσις· οὐδὲ γὰρ τῶν ἐν κινήσει καὶ μεταβολῇ ὄντων τὴν ἀρχήν τι ἦν, εἰ μή τις ἦν ἀκίνητος καὶ ἀσώματος φύσις, αἰτία τῆς τῶν ἄλλων κινήσεως. εἰπὼν δὲ ταῦτα δείκνυσιν ἑξῆς, ἐξ ὧν αὐτοὶ λέγουσιν οἱ πάντα εἶναί τε καὶ μὴ εἶναι λέγοντες οὗτοι δέ εἰσιν οἱ τὴν ἀντίφασιν ἐπὶ παντὸς ὁμοίως ἀληθῆ λέγοντες), ὅτι μᾶλλον ἂν κατ’ αὐτοὺς πάντα εἴη ἠρεμοῦντα ἢ μεταβάλλοντά τε καὶ κινούμενα. εἰ γὰρ τὰ μεταβάλλοντα εἰς ἃ μή ἐστι μεταβάλλει, καθ’ οὓς ἕκαστον τῶν ὄντων πάντα ἐστίν, ὡς μηδὲν αὐτοῦ ἐκτὸς εἶναι, κατὰ τούτους πάντα ἂν ἠρεμοίη. πάντα δὲ ἐν ἑκάστῳ τῶν ὄντων ἐστί, καθ’ οὓς ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἀληθής. εἰ γὰρ ἕκαστον τῶν ὄντων ὁμοίως ἔστι τε καὶ οὐκ ἔστι, καὶ πάντα ἐν πᾶσιν ἔστι καὶ οὐ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐδὲ ποτὲ μὲν μᾶλλον ἔστι ποτὲ δὲ ἧττον ἔστιν ἢ οὐκ ἔστι, ἠρεμοίη ἄν τὸ πᾶν εἰς οὐδὲν μεταβάλλον τῷ τὴν αὐτὴν ὁμοιότητα μένειν τοῦ εἶναί τε καὶ μὴ εἶναι καὶ τῷ πάντα ἔχον ἕκαστον ἐν ἑαυτῷ μὴ ἔχειν ἐκτός τι αὐτοῦ, εἰς ὃ μεταβάλλει. εἰπὼν δὲ ταῦτα πρὸς τοὺς πάντα κινεῖσθαι ἀεὶ συνεχῶς λέγοντας καὶ διὰ τοῦτο μηδὲ καταληπτὸν εἶναί τι ἡγουμένους, δείξας δὲ ἐκ περιουσίας ἑπόμενον τοῖς τὴν ἀντίφασιν ἐπὶ παντὸς ἀληθῆ λέγουσι τὸ ἕπεσθαι αὐτοῖς τὸ πάντα ἠρεμεῖν λέγειν, ἑξῆς λέγει πρὸς τοὺς πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους.

[*](p. 1010b1)

Περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν ὅτι οὐδὲ ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου ἐστίν.

Διαλέγεται πρὸς τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς λέγοντας (τοῦτο γὰρ σημαίνει τὸ περὶ δὲ τῆς ἀληθείας ῥητόν), δεικνὺς ὅτι μὴ πᾶν ἐστιν ἀληθές, πρῶτον μὲν ὅτι οὐκ εἰ ἡ αἴσθησις ἐν τοῖς ἰδίοις αἰσθητοῖς μὴ διαψεύδεται, ἤδη οὐδὲ ἡ φαντασία. λέγοι δ’ ἄν καὶ ·ὡς αὐτῷ δοκοῦν, [*](269) λέγοι δ’ ἂν καὶ ὡς ἐκείνοις, διὰ τούτου καὶ τὸ τὴν φαντασίαν ἀληθῆ εἶναι κατασκευάζοντας. ὃ δὲ λέγει ἐστὶν ὅτι μηδὲ ἡ αἴσθησις ὲν πᾶσιν ἀληθής, ἀλλ’ ἐν τοῖς ἰδίοις μόνοις· τοῦ γὰρ ἰδίου οὐκ ἔστι ψευδής· ὥστε εἰ καὶ ταὐτὸν ἦν αἴσθησίς τε καὶ φαντασία, οὐ πάσα φαντασία γίνεται ἀληθής, ὠὰ ἡ τῶν ἰδίων καὶ οἰκείων ἑκάστῃ αἰσθήσει. ἔπειτα ὅτι οὐδὲ ἡ φαντασία ταὐτὸν τῇ αἰσθήσει· ὥστε οὐκ ἄν εἰ ἡ αἴσθησις ἀληθής, ἤδη καὶ ἡ φαντασία· οὐ γὰρ ὁμοίως τῇ αἰσθήσει ἀληθεύει. οὐ γάρ ἐστι ταὐτὸν [*](5 οὐδὲ γὰρ ἄν τῶν coni. Bonitz 9. 10 οὗτοι—λέγοντες LFS: om. A 14 LF: πάντα A 17 τῷ τοιαύτην ὁμοιότητα LF 18 ἔχον Bonitz: ἔχοντα AFLS 27 δὲ LF: om. A 28 οὐκ εἰ ἡ LFS: οὐδὲ ἡ Α μὴ LFS: μηδὲ Α 29 δοκοῦν LF: δοκοίη Α 30 τούτου LF: τοῦτο Α 31 fort. κατασκευάζουσιν 34 ὅτι LF: om. A εἰ ἡ LF: εἴη Α1: εἴη ἡ A2)

312
αἴσθησίς τε καὶ φαντασία· ἡ μὲν γὰρ αἴσθησις ἀντίληψίς ἐστι τῶν σἰσθητῶν παρόντων καὶ ἐκτὸς ὄντων τῶν αἰσθητηρίων, ἡ δὲ φαντασία κίνησις τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἣν κίνησιν τὴν ἀπὸ τῶν αἰσθητῶν τύπων ἐγγινομένων ἄλλοτε ἄλλως γίνεσθαι συμβαίνει, ὡς ἔν τε τοῖς Περὶ ψυχῆς δέδεικται καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου. ὅτι γὰρ μὴ ταὐτά, δῆλον ἐκ τοῦ φαντασιοῦσθαι μὲν καὶ ἐφ’ ἡμῖν εἶναι, αἰσθάνεσθαι δὲ μὴ ἐφ’ ἡμῖν, καὶ φαντασιοῦσθαι μὲν καὶ ὅτε μὴ αἰσθανόμεθα (καὶ γὰρ κοιμώμενοι φαντασιούμεθα), αἰσθάνεσθαι δὲ μὴ αἰσθανομένους ἀδύνατον. καὶ ἡ μὲν αἴσθησις παρόντων, ὡς εἶπον, ἡ δὲ φαντασία καὶ μὴ παρόντων τῶν πραγμάτων.

[*](p. 1010b3)

Εἶτ’ ἄξιον θαυμάσαι εἰ τοῦτο ἀποροῦσι πότερον τηλικαπυτά ἐστι μεγέθη καὶ τὰ χρώματα τοιαῦτα.

Διὰ τούτων καὶ τῶν ἑξῆς ἐπὶ τὰ ἐναργῆ ἄγων δείκνυσι τὴν δόξαν τὴν προκειμένην, † ἣν ἀρχὴν μὲν ἦν ἐφιστὰς αὐτοὺς διὰ τῶν ἐναργῶν, ὅτι μὴ ἀληθὴς ἡ δόξα αὐτῶν. οὔτε γὰρ περὶ μεγεθῶν ἀπορήσαι ἄν τις, πηλίκα ἐστὶ τὰ μεγέθη, πότερον ἡλίκα τοῖς πόρρωθεν ὁρῶσι φαίνεται ἢ ἡλίκα τοῖς ἐγγύθεν, οὔτε περὶ χρωμάτων, ἵνα ἀπορήσας καὶ λαβὼν διὰ τὴν ἀπορίαν τὸ ὅτι οὐδὲν μᾶλλον τὰ τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τὰ τοῖς πόρρω εὔλογον εἶναι ἀληθῆ, οὕτως τιθείη ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι· ἀλλ’ οὐδὲ περὶ τοῦ πότερον τοῖς ὑγιαίνουσιν ἡ τοῖς κάμνουσι τὰ φαινόμενα ἀληθέστερα, οἷον τὰ τοῖς ἰκτέρῳ ἐχομένοις ἢ φρενίτιδι. ἀλλ’ οὐδὲ περὶ βαρυτέρων, εἰ τὰ τοῖς κάμνουσι βαρύτερά ἐστιν ἢ τὰ τοῖς ἰσχύουσιν. ἀλλ’ οὐδὲ πότερον ἀληθῆ ἐστι τὰ τοῖς ἐγρηγορόσι φαινόμενα ἢ τὰ τοῖς κοιμωμένοις· καὶ πᾶσι γὰρ πρόδηλον τοῦτο, | ὅτι τὰ τοῖς ἐγγύθεν ὁρῶσι [*](270) φαινόμενα μᾶλλόν ἐστι τοιαῦτα καὶ τὰ τοῖς ὑγιαίνουσι καὶ τὰ τοῖς ἰσχύουσι καὶ τὰ τοῖς ἐγρηγορόσιν. εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής. οὐδὲ γὰρ οἱ ἀπὸ τούτων κρίνοντες τῷ πλήθει κρίνουσιν, ὡς πρὸ ὀλίγου ἐμέμνητο ὡς λεγόντων αὐτῶν πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένων, ἀλλὰ τῷ κατὰ φύσιν ἔχοντι λαμβανομένων. τοιοῦτος γὰρ ὁ ἐγγύθεν καὶ ἀπὸ· τοῦ συμμέτρου ὁρῶν, ἀφ’ οὗ πέφυκεν ὁρᾶσθαι τὰ ὁρώμενα, τοιοῦτος ὁ ὑγιαίνων, τοιοῦτος ὁ ἰσχύων, τοιοῦτος ὁ ἐγρηγορὼς πρὸς ἀντίληψιν· οὐδὲ γάρ αὐτοὶ οἱ ταῦτα τιθέμενοι περὶ τούτων ζητοῦσι παρ’ αὑτοῖς, ὡς οἷόν τε καὶ ἄλλως ἔχειν. καὶ σημεῖον τούτου τὸ τὰς πράξεις αὐτοὺς κατὰ [*](3 τὴν Α: τῶν LF 4 Περὶ ψυχῆς] Γ 3 5 Περὶ μνήμης καὶ ὕπνου] de mem. et remin. 1 p. 450a25 sqq., de ilisomniis 1 p. 459 a 14 sqq. 7 καὶ γὰρ—φαντασιούμεθα (8) LS: om. Α 9 εἶπον c. S Bonitz: εἶπεν ALF 13 δείκνυσι—αὐτῶν (15)] verba corrupta: refellit prorositam illonim opinionem, quos perperam sentire viunifestarum rerum aryumends convincit S 19 τιθείη e S Bonitz: τιθεὶς Α: τεθὲν L 28 αὐτῶν τῶν πᾶσαν coni. Bonitz 29 fort. λαμβανομένῳ A γὰρ LF: καὶ A 30 ὁρώμενα LF: φαινόμενα Α 32 αὑτοῖς c. S Bonitz: αὐτοῖς ALF 33 αὐτοὺς LFS: αὐτοῦ Α)

313
θάτερα αὐτῶν ποιεῖσθαι· οὐδεὶς γὰρ τῶν ταῦτα λεγόντων ἐν Λιβύῃ ὤν, ὄναρ αὐτὸν εἰ δηλώσει ἐν Ἀθήναις εἶναι, ἐπὶ τὸ Ἀθήνησιν ᾠδεῖον ἐπείγεται, ἀλλ’ εἰσὶ πεπεισμένοι ὅτι ὃ μὲν εἶδεν ὄναρ ψευδὲς ἦν, τὸ δὲ ἐγρηγορόσι φαινόμενον αὐτοῖς ἀληθὲς τίθενται. ἐλέγχει δὲ αὐτοὺς μὴ ὑγιῶς λέγοντας τὸ ἅπασαν φαντασίαν ἀληθῆ εἶναι καὶ ἐκ τῶν περὶ τοῦ μέλλοντος δοξαζομένων τε καὶ φαινομένων, καθὰ καὶ Πλατῶν ἤλεγξε τὴν δόξαν ἐν τῷ Πρωταγόρᾳ. εἰ γὰρ ἦν πᾶσα δόξα ἀληθής, ἔδει καὶ περὶ τῶν εἰς τὸ μέλλον γιγνομένων δοξῶν περὶ ὑγείας ὑπὸ ἰατροῦ καὶ ἰδιώτου μηδὲν μᾶλλον τὴν ἑτέραν τῆς ἑτέρας ἀληθῆ εἶναι. νῦν δὲ κυριωτέρα ἡ τοῦ ἰατροῦ· προειπόντος γὰρ καὶ προδοξάσαντος τοῦ μὲν ὑγιαίνειν τὸν νοσοῦντα τοὐ δὲ τεθνήξεσθαι, ἐνστάντος τοῦ καιροῦ τῆς ἐκβάσεως οὐδὲ τῷ ἰδιώτῃ προδοξάσαντι τὸ τεθνήξεσθαι τὸν κάμνοντα τεθνάναι δοκεῖ. ἀλλ‘ ὑγιαίνειν αὐτὸν δοξάσει, ὃ ἦν ὑπὸ ἰατροῦ προδεδοξασμένον. ἀλλὰ κἄν ὁ μὲν ἰατρὸς νοσεῖν τινα προδοξάσῃ ὁ δὲ ἰδιώτης μή, ἢ ἀνάπαλιν, ἡ ὑπὸ τοῦ ἰατροῦ δόξα πρὸς ἀλήθειαν κυριωτέρα. ὥστε καὶ αὐτοὶ ὁμολογοῦσιν οἱ ἰδιῶται μὴ εἶναι τὰς ἰδίας δόξας τὰς περὶ τῶν μελλόντων ἀληθεῖς· εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής.

[*](p. 1010b14)

Ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς.

Ὃ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τοῖς ἰδίοις ἐστὶν ἀληθὴς μόνοις ἀλλ’ οὐκ ἐν πᾶσι, τοῦτο νῦν δείκνυσιν. πρῶτον μὲν γὰρ ἔλαβεν ὅτι εἰ καὶ ἡ αἴσθη|σις, οὐ πάντως ἤδη καὶ αἱ φαντασίαι· οὐ γὰρ ταὐτὸν αἴσθησίς τε [*](271) καὶ φαντασία. νῦν δὲ ὅτι μηδὲ αἱ αἰσθήσεις ὁμοίως περὶ πάντων ἀλη- ευουσιν, ὡς πρόειπε, παρίστησιν· οὐ γὰρ ὁμοίως ἔχουσι πέρι τὰ ιοια καὶ ἀλλότρια, ἀλλ’ ἡ μὲν γεῦσις περὶ τὰ γευστά, τουτέστι περὶ τοὺς χυμούς, ὧν οὐκ ἔστιν ὄψις, ἡ δὲ ὄψις περὶ τὰ χρώματα, ὧν οὐκ ἔστι γεῦσις. διὸ ὅταν τῇ ὄψει ὠχρόν τι θεωροῦσι φανῇ εἶναι τοῦτο γλυκύ, οὐκ ἀξιόπιστον αὐτὴν ἡγούμεθα, οὐδὲ ἀληθῆ τὴν τοιαύτην φαντασίαν εἶναί φαμεν, ἀλλὰ τὴν γεῦσιν εἰς κρίσιν αὐτοῦ, εἴτε γλυκὺ εἴτε μὴ γλυκύ, παραλαμβάνομεν. λέγοιτο δ’ ἄν ἀλλότριά πως ἑκάστῃ τῶν αἰσθήσεων καὶ τὰ κοινά· οὐ γὰρ ὁμοίως ἀληθεύουσιν αἱ αἰσθήσεις περί τε τὰ ἴδια καὶ περὶ τὰ κοινά, ἀλλὰ πλεῖστα σφάλλονται περὶ τὰ κοινά. ἀλλ’ οὐδὲ περὶ τὰ ἴδια αἱ αἰσθήσεις ὁμοίως ἔχουσιν ἐγγύς τε ὄντα καὶ πόρρωθεν, ὡς προεῖπεν ἤδη· περὶ γὰρ χρῶμα ἡ ὄψις οὖσα ἀληθεύει περὶ αὐτό, ἂν ᾖ ἀπὸ συμμέτρου δοαστήματος καὶ μὴ πόρρω· ὁμοίως καὶ ἀκοὴ περὶ ψόφον καὶ ὄσφρησις περὶ ὀσμήν· οὐδὲ γὰρ τῶν ἰδίων ὁπωσοῦν. ἐχόντων ἢ ὁπουδήποτε κειμένων αἱ [*](2 post Ἀθήνησιν add. ᾠδεῖον δὲ καλεῖται μέρος τι τοῦ θεάτρου, ὅπερ νῦν θυμέλη καλεῖται L: eadem post ἐπείγεται add. F 7 ἐν τῷ Πρωταγόρᾳ] immo ad Theaetetum p. 178 C sqq. respicit 11 θνήξεσθαι A 14 μή LS: μικρὸν A 27 θεωπούση LF 30 λέγοιτο LFS: λέγοι Α οὐ γὰρ—καὶ περὶ τὰ κοινά (31) LF: om. AS 34 ἡ LFS: καὶ ἡ Α)

314
αἰσθήσεις εἰσὶ κριτικαί. τὸ δὲ ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς ἴσον ἄν εἴη καὶ τοῦ αὐτῆς ἢ τοῦ πλησίον ἢ τοῦ πόρρω· τοῦτο γὰρ δεῖ προσυπακούειν τῇ λέξει. λέξει. ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέ ποτέ φησιν ἅμα οὕτως καὶ οὐχ οὕτως ἔχειν. ταῦτα καὶ τὰ ἑξῆς πάλιν δόξει μὲν λέγειν πρὸς τοὺς περὶ Δημόκριτον καὶ Ἡράκειτον τοὺς ταὐτὸν καὶ εἶναι καὶ μὴ εἶναι λέγοντας ἅμα καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύειν τιθεμένους· διὰ δὲ τῶν αἰσθήσεων τε καὶ αἰσθητῶν ἀμφοτέρους ἐλέγχειν δοκεῖ τούς τε πᾶσαν φαντασίαν ἀληθῆ λέγοντας καὶ τοὺς ἐπὶ παντὸς τὴν ἀντίφασιν ἅμα ἀληθῆ τιθεμένους, οἷς προσχρησάμενοι ταῦτα ἐτίθεντο, διὰ τούτων ἐλέγχων αὐτοὺς ὡς οὐ δεόντως λέγοντας. τοὺς μὲν γὰρ πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους διὰ τὸ τὰς αἰσθήσεις πάσας ἀληθεύειν ὑπολαμβάνειν, ἤλεγξε δείξας ὅτι μὴ πᾶσα αἴσθησις ἀληθής· οὔτε γὰρ αἱ τῶν ἀλλοτρίων οὔτε αἱ τῶν οἰκείων μέν, μὴ ἀπὸ συμμέτρου δὲ διαστήματος ἀληθεῖς, ἀλλ’ οὐδὲ αἱ τῶν νοσούντων. τοὺς δὲ διὰ τὴν συνεχῆ ῥύσιν καὶ διὰ τὸ ἐκ τῶν αὐτῶν τἀναντία γίνεσθαι καὶ διὰ τὸ μὴ ἀληθεύειν μηδὲ καταλαμβάνεσθαι τὰς αἰσθήσεις τῷ ἄλλοτε ἄλλως ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαί τε καὶ πάσχειν ἀναιροῦντας κατάληψιν καὶ τὴν ἀντίφασιν ἀληθῆ λέγοντας, ἐλέγχει δεικνὺς ἀληθευούσας ἕν τισι τὰς αἰσθήσεις, ἐν οἷς οὐχ οἷόν τε ἔτι λέγειν τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ. οὐδε|μία [*](272) γὰρ αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ εἶναί τε τοιοῦτον καὶ μὴ εἶναι μηνύει, οἷον ἅμ λευκὸν καὶ μέλαν τὸ αὐτό, ἢ ἅμα γλυκὺ καὶ πικρὸν τὸ αὐτό· ὥστε εἰ δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐχ ἅμα ἄν εἴη τἀναντία, οὐδὲ ἡ ἀντίφασις ἅμα ἀληθής. καὶ ταῦτα δ’ ἄν ἁρμόζοι τοῖς τὰς φαντασίας εἶναι ἀληθεῖς λέγουσιν, ὅτι καὶ αἱ αἰσθήσεις, εἴ γε δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐδεμία δὲ αἴσθησις ἅμα οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ὃ αἰσθάνεται μηνύει· ὥστε εἰ οὕτως αἱ αἰσθήσεις, οὕτως ἄν καὶ αἱ φαντασίαι ἔχοιεν. οὕτως δὲ οὐκ ἀληθὲς ἔσται ἔτι τὸ τὰς ἀντικειμένας φαντασίας ἅμα ἀληθεῖς εἶναι.

[*](p. 1010b19)

Ἀλλ’ οὐδὲ ἑτέρῳ χρόνῳ περί γε τὸ πάθος,

Δείξας ὅτι ἐν τῷ αὐτῷ χρόνῳ οὐδεμία αἴσθησις τἀναντία περὶ ταὐτὰ εἶναι κρίνει, νῦν ὅτι μηδ’ ἐν ἄλλῳ χρόνῳ ποτὲ περὶ τὸ πάθος τὸ ἐγγινόμενον αὐτῇ μάχεται ἢ αὐτὴ πρὸς αὑτὴν ἢ πρὸς ἄλλην τὴν ὁμοειδῆ.. οὐδὲ γὰρ ἡ γεῦσις τὸ γλυκάζεσθαι νῦν μὲν τοιοῦτον ἡγεῖται νῦν δὲ οὐ τοιοῦτον, ἀλλὰ ἀεί τε καὶ πάσαις ὅμοιον φαίνεται τὸ γλυκάζεσθαι· διακριτικὸν γὰρ αὐταῖς ἀεὶ φαίνεται καὶ προσηνές, ἀλλ’ οὐ ποτὲ μὲν διακριτικὸν ποτὲ δὲ συγκριτικόν, ἀλλὰ πάσαις ὅμοιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν γιγνομένων παθῶν αὐταῖς κατὰ τὴν τῶν αἰσθητῶν ἀντίληψιν αἰεί τε [*](1 καὶ τοῦ αὐτῆς LFS : ἡ τοῦ αὐτῆς Α 4 οὕτω τε καὶ LF 5 ταὐτὸν LF: ταῦτα Α 11 πάσας LFS: om. Α 15 τὸ (ante ἐκ) LF: τῶν Α 18 ἐλέγχει LF: ἐλέγχει αὐτοὺς Α 20 τε LF: τὸ Α 31 νῦν διότι μηδὲ L 31. ἑ ἐγγινόμενον LF : γινόμενον Α 32 αὑτὴν S Brandis Bonitz: αὐτὴν AFL 34 τὸ γλυκάζεσθαι—φαίνεται (35) LF: om. Α 36 ἀλλὰ πᾶν ὅμοιον L)

315
τὸ ὑποκείμενον τὸ αἰσθητόν, ἀφ’ οὗ τὸ πάθος αὐταῖς ἐγγίνεται· ὁ γὰρ αὐτὸς οἶνος γλυκύς τε καὶ οὐ γλυκὺς ἐν μέρει δόξειεν ἂν τῇ αὐτῇ γεύσει, ἢ αὐτὸς μεταβάλλων, ἢ τῆς γλώττης τῆς γευομένης χυμούς τινας τοιούτους παρακειμένους ἐχούσης. ὁμοίως καὶ τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκὸν καὶ εὐῶδες καὶ δυσῶδες τὸ αὐτὸ φανείη ἄν τῇ αὐτῇ αἰσθήσει. οὐ μὴν ἡ εὐωδία αὐτὴ ἡ τὸ γιγνόμενον ἐν αὐτῇ πάθος ἀλλοῖον αὐτῇ φαίνεταί ποτε, ἀλλ’ ὅτι ἂν καὶ ὰφ’ οὗ ἄν ἐγγένηται, καθ’ ὅμοιον τό γε ὅμοιόν ἐστιν αὐτῇ· καθόλου γὰρ ἀνάγκη τὸ μέλλον ἀπὸ γλυκέος ἡ εὐώδους πάθος τοιοῦτον εἶναι, καὶ ἕνα τινὰ λόγον ἔχειν δεῖ τὴν αἴσθησιν. δείξας δὲ περὶ τὰ πάθη ἀεί τε καὶ πάσας τὰς αἰσθήσεις ὁμοδόξους, καὶ ἀναγκαῖον ἕκαστον τῶν ἐγγινομένων ἐν αὐταῖς παθῶν ὅμοιον ἀεὶ καὶ ταὐτὸν εἶναι, ἐπιφέρει καὶ παρίστησιν ὡς τοῦτο ἀναιρετικόν ἐστι τῆς δόξης τῶν πάντα καὶ εἶναι καὶ μὴ εἶναι λεγόντων. ὡς γὰρ λέγουσι μηδενὸς οὐσίαν εἶναι, τουτέστι μηδὲν ἐν τῇ οὐσίᾳ κατηγορεισθαι, ἀλλὰ πάντα συμβεβηκότα βεβηκότα | εἶναι ἰὰ κατηγορούμενα, τῷ μηδὲν μᾶλλον αὐτὸ εἶναι ἢ μὴ [*](273) εἶναι, τοῦτο δὲ ὃ λέγεται ἡ οὐσία μὴ εἶναι μηδενὸς λέγουσι, τῷ ἕκαστον μηδὲν μᾶλλον εἶναι λέγειν τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ· ὡς δὴ τὴν ούσίαν τὴν τῶν ὄντων ἀναιροῦσιν, οὕτω καὶ τὸ ἐξ ἀνάγκης τι εἶναι ἐκ τῆς τῶν ὄντων φύσεως ἀναιροῦσι. διὰ τοῦτο γὰρ καὶ τὸ οὐσίαν τινὸς εἶναι καὶ τὸ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαί τινος ἀναιροῦσιν, ὅτι κἀκεῖνο ἐξ ἀνάγκης ὑπάρχει τῷ οὗ κατηγορεῖται· τὸ γὰρ ἐξ ἀνάγκης ὂν οὐκ ἐνδέχεται καὶ οὕτως καὶ μὴ οὕτως ἔχειν, ὃ τίθενται. εἰ δὴ ὁμοδοξοῦσιν ἐν τοῖς πάθεσιν αἱ αἰσθήσεις καὶ ἐξ ἀνάγκης τὸ γλυκάζεσθαι πάθος τοιοῦτόν τί ἐστιν καὶ οὕτω διατίθησιν, οὐκ ἄν ἐνδέχοιτο καὶ μὴ οὕτω διατιθέναι. εἰ δὲ τοῦτο, οὐκ ἀληθὲς τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν.

[*](p. 1010b30)

Ὅλως δὲ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐδὲν ἂν εἴη μὴ ὄντων τῶν ἐμψύχων.

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸ φαινόμενον τῇ αἰσθήσει ἀληθές ἐστι, πάντως καὶ γίνεται τοῦτο τότε· οὐ γὰρ προυπαρχόντων τινῶν αἱ αἰσθήσεις κατ’ αὐτούς, ἀλλ’ ἔστι κατ’ αὐτοὺς τοῖς αἰσθητοῖς τὸ εἶναι ἐν τῇ τῶν αἰσθήσεων ἐνεργείᾳ. εἰ οὖν μηδὲν ἄλλο κατ’ αὐτοὺς ἔστιν ἢ μόνα τὰ αἰσθητά, εἰ ἀναιρεθείη ἡ αἴσθησις, οὐδὲν ἂν εἴη. ἀναιρεθείη δ’ ἄν, εἰ ἀναιρεθείη καὶ τὰ ζῷα· ἐν γὰρ τούτοις ἡ αἴσθησις· τὰ γὰρ ζῷα ἔμψυχα εἶπεν. εἰπὼν δὲ τοῦτο ἕπεσθαι αὐτοῖς, ἑξῆς προστίθησιν ὅτι τὰ μὲν πάθη τῶν αἰσθήσεων, τουτέστι τὰ αἰσθήματα καὶ τὰς ἐνεργείς αὐπᾶσαι [*](1 LF: πάσαις Α 4 γευομένης LF: λεγομένης Α 6. 7 οὐχ ὅτι ἡ εὐωδία ἀὐτῆ τὸ L ἐν αὐτῇ LF: ἐν αὐτῷ A ἀλλοῖον LF: ἀλλ’ οἶον Α ἀλλ’ ὄτι ἂν LF: ἄλλο τι ὄν Α 16 αὐτὸ εἶναι LS: αὐτὸ ἡ εἶναι Α 19 ἀναιροῦσιν LFS: ἀναίρεσιν Α 22 οὐκ ἦν ἐνδεχόμενον LF 29 τῇ ἀληθείᾳ ἀληθές 1 32 et 36 τῶν αἰσθήσεων LF: τῶν αἰσθητῶν Α)

316
τῶν, μὴ ἔσεσθαι ἀναιρεθεισῶν, ἀληθές, τὸ δὲ μὴ τὰ ὑποκείμενα, περὶ ἃ αἱ τῶν αἰσθήσεων ἐνέργειαι, οὐκέτι ἀληθές· ψεῦδος γὰρ τὸ μηδὲ τὰ ὑποκείμενα εἶναι λέγειν, ἀφ’ ὧν ταῖς αἰσθήσεσι τὰ πάθη ἐγγίνεται, καὶ ἀδύνατον· εἰ γὰρ ἡ αἴσθησις μὴ αὑτῆς ἐστιν αἴσθησίς τε καὶ ἀντίληψις, ἄλλου δέ τινος ἐκτὸς ὄντος, ἀεὶ τὸ ποιῆσον τὴν αἴσθησιν καὶ τὸ ἐν τῇ αἰσθήσει πάθος δεῖ πρῶτον τῆς ἀντιληψομένης αὐτοῦ αἰσθήσεως εἶναι. καὶ γὰρ εἰ πρὸς ἄλληλα λέγεται τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, καὶ συνυπάρχει καθὸ τοιαῦτα, ἀλλὰ τῇ γε φύσει πρότερον τὸ κινοῦν καὶ τὸ ποιοῦν τοῦ κινουμένου τε καὶ πάσχοντος· προυπάρχον δὲ τῆς αἰσθήσεως καὶ εἴη τ’ ἂν καὶ οὐκ αἰσθητὸν εἴη, ὥστε οὐκ ἔστιν αἰσθητόν. τοῖς οὖν οὖσι τὸ εἶναι οὐκ ἐν τῷ αἰσθητοῖς εἶναι. καὶ εἴη ἄν τὸ λεγόμενον πρὸς τὴν Πρωταγόρου δόξαν εἰρημένον, ὃς μόνα ἡγούμενος εἶναι τὰ αἰσθητά, ἔλεγεν ἐν σχέσει τῆς αἰσθήσεως ποιᾷ πρὸς τὰ ἐκτὸς ἀπο|γεννᾶσθαι τὰ αἰσθητά· διὸ καὶ ὁποῖον ἑκάστῳ φαίνεται, τοιοῦτον καὶ [*](274) εἶναι ἐκείνῳ ἔλεγεν. εἰ δὴ τὰ αἰσθητὰ τῆς αὐτῆς φύσεως ἐστι καὶ ταὐτὸν αὐτοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, εἴ γε ἐν τῇ τῆς αἰσθήσεως ἀντιλήψει τὸ εἶναι αὐτοῖς, δῆλον ὡς ἂν μὴ αἴσθησις ᾖ, οὐδὲ τῶν αἰσθητῶν τι ἔσται. οὐκ ἔσται δὲ αἴσθησις μὴ ὄντων ζῴων· ἡ γὰρ αἴσθησις ἐν τούτοις. ὅτι οὖν μὴ ἀληθὲς τοῦτο, ἔδειξεν. ἡ μὲν γὰρ ἐνέργεια ἡ κατὰ τὴν αἴσθησιν οὐκ ἔσται μὴ οὔσης αἰσθήσεως, οὐδὲ κατ’ ἐνέργειάν τι αἰσθητόν· οὐ μὴν διὰ τοῦτο καὶ τὰ ὑποκείμενα καὶ τῇ αἰσθήσει αἰσθητὰ γιγνόμενα ἀναιρεθήσεται ἃ τὴν αἴσθησιν ποιεῖ· οὐ γὰρ δὴ αἱ αἰσθήσεις αὑτῶν γίνονται, ἀλλ’ ὑποκειμένων τινῶν, οἷς τοῦ ὑποκεῖσθαι οὐκ ἔστιν αὕτη αἰτία, ἀλλὰ καθ’ αὑτὰ ὄντα ταῦτα καὶ ὑποκείμενα δεῖ προϋπάρχειν, ἵνα αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεσθαι δύνηται. δῆλον ὅτι ἔσται καὶ τότε ἐπί τινος φύσεως, καίτοι οὐκ οὔσης οὔτε αἰσθήσεως αὐτῶν οὔτε φαντασίας τότε· ὥστε οὐ τὸ φαινόμενον ἀληθές. εἴη δ’ ἄν τὸ ἄλλως εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον ἴσον τῷ ἄλλως τε εἴπερ ἔστι τὸ αἰσθητὸν ὂν ἐν τῇ τῆς αἰσθήσεως αὐτοῦ ἀντιλήψει μόνον.

[*](p. 1011a3)

Εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνον λεγόντων.

Εἶπε τῶν ἐκεῖνα λεγόντων πρὸς ἃ νῦν ποιεῖται τοὺς λόγους τοὺς μὲν διὰ τὸ ἀπορῆσαι περὶ τῶν αἰσθητῶν πεισθέντας οὕτως ἔχειν τὰ ὄντα ἐπὶ τῆς δόξης ταύτης γίγνεσθαι· οὓς καὶ ἰατοὺς ἔφη εἶναι ὑπομνήσεως λογικῆς δεομένους, πρὸς οὓς καὶ πεποίηται τοὺς μέχρι νῦν λόγους, μεταπείθειν καὶ [*](2 ἀληθές Α2LF: ἀλήθεια Α1 9 προυπάρχον LF: προυπάρχει AS 10 εἴη τ’ ἄν καὶ οὐκ A1LF: εἴη γ’ ἂν οὕτως, καὶ οὐκ Α2 αἰσθητὸν εἴη LF: αἰσθητὰ ἔτι Α 11 αἰσθητόν LF: αἰσθητά AS 14 φαίνεται τὸ ἄριστον τοιοῦτον καὶ LF 21 τοῦτο οὐδὲ τὰ LF 22 ἁ LFA-: μὲν Α1 post ποιεῖ add. εἰ μὴ εἴη αἴσθησις A2 23 αὑτῶν Bonitz: αὐτῶν ALF 25 ὅθεν δῆλον vel δῆλον οὖν c. S coni. Bonitz 34 ἰατοὺς A2S: ἰατροὺς A1LF)

317
λύειν αὐτῶν τὰς ἀπορίας, δι’ ἃς ἐπὶ τοῦτο κατηνέχθησαν, πειρώμενος· τοὺς δὲ μὴ πεπεῖσθαι μὲν οὕτως ἔχειν τὰ ὄντα, λέγειν δὲ οὕτως καὶ ταύτῃ τῇ κατὰ τὸν λόγον θέσει παρίστασθαι. τούτων δή τινας τῶν μέχρι λόγου τῇ δόξῃ παρισταμένων, οὐ πεπεισμένων δὲ οὕτως ἔχειν τὰ ὄντα ὡς ἡμεῖς εἰρήκαμεν, ἢ καὶ τῶν πεπεισμένων οὕτως καὶ τῶν οὐ πεπεισμένων μέχρι δὲ λόγου λεγόντων, ταῦτα δή φησιν ἀπορεῖν, τίς ὁ κρίνων τὴν ἐν τούτοις ἀλήθειαν καὶ τίνι χρὴ ἕπεσθαι ὡς εἰδότι τὸν ὑγιαίνοντα ἐν τούτοις καὶ μή, καὶ ὅλως τίνος χρὴ ταῖς φαντασίαις καὶ ταῖς δόξαις ἕπεσθαι καὶ ταῖς κρίσεσι, καὶ τίς ὁ φρόνιμος· ἄπορον γὰρ εἶναι τῷ πάντας πρὸς πάντας ἀντιλέγειν· αὐτοὶ γὰρ ἑαυτοὺς ὑγιαίνειν πάντες ὁμολογοῦσι καὶ κρίνειν ὑγιῶς. οὔτε αὐτῷ τοῦτο ἤδη δῆλον εἶναι τῷ λέγοντι, εἰ δεῖ ταῖς τῶν ὑγιαινόντων φαντασίαις ἕπεσθαι μᾶλλον· οὐ γὰρ διότι ἐλάττους εἰσὶν | οἱ νοσοῦντες, διὰ τοῦτο οὔκ εἰσιν ἀξιόπιστοι· γίνοιντο γὰρ ἂν καὶ πλείους. [*](275) ἄλλως δὲ οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τῶν οἷς φαίνεται τἀληθὲς ὡρίσθαι, ἐπεὶ οὕτως ἄν καὶ οἱ τεχνῖται ἀναξιοπιστότεροι τῶν πολλῶν εἶεν, λέγοντες περὶ τῶν κατὰ τὰς οἰκείας τέχνας φαινομένων αὐτοῖς· ἐλάττους γάρ εἰσι τῶν πολλῶν. φησὶ δὲ τὰ τοιαῦτα ἀπορήματα ὅμοια εἶναι τῷ ἀπορεῖν πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν· οὐδὲ γὰρ ἐπὶ τούτου, ἄν ἀφέμενός νός τις τοῦ ἐναργοῦς ζητῇ τινα λόγον, ῥᾴδιον εἶναι τεκμήριόν τι λαβεῖν ᾧ τοῦτο διακριθήσεται· πάντα γάρ, ἅπερ ὕπαρ ποιοῦμεν, ποιοῦμεν καὶ κατὰ τοὺς ὕπνους, ὅπου γε καὶ ὀνείρους ὄναρ ἐξηγούμεθα. τὰς γὰρ τοιαύτας ἀπορίας πάσας τὸ αὐτό φησι δύνασθαι καὶ ἐκ τοὐ αὐτοῦ ἠρτῆσθαι· ἐκ γὰρ τοῦ πάντων λόγον τινὰ καὶ αἰτίαν κἄ ἀρχὴν ζητεῖν, καὶ μηδεμίαν ἀρχὴν ἀναπόδεικτον τίθεσθαι, μηδέ τι αὐτόθεν καὶ ἐξ αὑτοῦ πιστὸν καὶ ἐναργὲς λέγειν ἤρτηται. ὅτι γὰρ οἱ ταῦτα λέγοντες μὴ περεισμένοι τούτοις λέγουσιν, ἐν ταῖς πράξεσι φανεροὶ γίνονται, ἐν μὲν τοῖς ὑγιεινοῖς τῷ ἰατρῶ πιστεύοντες καὶ τῇ τούτου κρίσει, ἐν δὲ τοῖς τεκτονικοῖς τῷ τέκτονι, καὶ καθ’ ἕκαστον τῷ εἰδότι πρὸ τοῦ μὴ εἰδότος, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς τῇ ὑγιαινούσῃ αἰσθήσει, καὶ ἐν τοῖς οἰκείοις ἑκάστῃ αἰσθητοῖς. ἡ οὖν ἀπορία, ἣν ἀποροῦσιν, οὐκ ἄλλοθεν ἤρτηται, οὐκ ἐκ διαθέσεως τινος καὶ ὑπολήψεως, ἀλλ’ ἐκ τοῦ λόγον καὶ ἀπόδειξιν ζητεῖν ὧν μὴ ἔστι λόγος τε καὶ ἀπόδειξις· ἡ γὰρ τῆς ἀποδείξεως ἀρχὴ οὐκ ἀποδεικτή. ἔστι γὰρ πρὸς ἃ ἐκ φύσεως βέλτιον ἔχομεν ἢ ὥστε δεῖσθαι τῆς περὶ αὐτῶν ἀποδείξεως· ἐστι δὲ ταῦτα αἵ τε αἰσθήσεις καὶ τὰ ἀξιώματα καὶ αἱ φυσικαί τε καὶ κοιναὶ ἔννοιαι. εἰπὼν δὲ πρὸς τοὺς λέγοντας οὕτως διὰ τὸ πεπεῖσθαι, ἐπιφέρει τὸ οὗτοι μὲν οὖν ῥᾳδίως ἂν τοῦτο πεισθεῖεν· οἱ γὰρ διὰ τὸ πιστεύειν οὕτως ἔχειν ταῦτα λέγοντες ῥᾳδίως ἄν πεισθεῖεν εἶναί τινας ἀρχὰς ἀναποδείκτους τε καὶ αὐτόθεν γνωρίμους ἔκ τε τῆς ἰδίας συναισθήσεως καὶ ἐκ τῶν ἄλλων τῶν ἐναργῶν. οἱ γὰρ διὰ τὸ ἀπορεῖν τίς ὁ [*](1 ἀπειρίας L εἰδότι L: εἰδότα A καὶ μή Α2L: ἢ μή Α2 αὐτῷ] αὑτὸ coni. Bonitz 18 οὐδὲ LF: οὐ Α 19 ζητῇ L: ζητεῖ F et fort. Α 24 αὐτοῦ libri 27 τούτου LF: τούτων Α 32 ἀποδεικτή c. S Brandis: ἀποδεικτική AFL 36 ἐπιφέρει τὸ LF: ἐπιφέροιτο Α)
318
κρίνων περὶ τῆς ἀληθείας καὶ τίνι χρὴ ἕπεσθαι ἐπὶ τὸ τὴν θέσιν ἐκείνην τίθεσθαι προελθόντες ῥᾳδίως ἄν μεταπεισθεῖεν, ὅτι μὴ χρὴ πάντων ἐπόδειξιν ζητεῖν ἔστι γάρ τινα ἀναπόδεικτα αὐτόθεν ἐναργῆ) καὶ ὅτι εἰσί τινες ἀποδείξεως ἀρχαί· ὥστε καὶ τὸ δεῖν ἕπεσθαι τοῖς περὶ ἕκαστον ἐπιστήμοσι καὶ ταῖς κρίσεσι ταῖς τούτων.

[*](p. 1011a15)

Οἱ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες ἀδύνατον ζητοῦσιν· ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν, εὐθὺς ἐναντία λέγοντες.

Λέγει ταῦτα περὶ τῶν οὐ πεπεισμένων μὲν οὕτως ἔχειν, οὐδὲ διὰ τὸ ἀπορῆσαι ἐλθόντων ἐπὶ τὸ ταῦτα θέσθαι, ἀλλὰ λόγου χάριν μόνου, καὶ οὐ μεταπεισθῆναι ἀξιούντων οὐδὲ γὰρ τὴν ἀρχήν εἰσι περὶ ὧν λέγουσι πεπει|σμένοι) ἀλλὰ‘ βιασθῆναι καὶ ἐλεγχθῆναι τῷ λόγῳ περιμενόντων. [*](276) φησὶ δὲ τούτους ἀδύνατον ζητεῖν· οἱ μὲν γὰρ ἀξιοῦντες ἐλεγχθῆναι ἀξιοῦσιν εἰς ἀντίφασιν περιαχθῆναι, εἴ γε ὁ ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, οὗτοι δ’ ἐν ἀρχῇ τουτέστιν ὃ τίθενται· τὰ γὰρ ἐναντία συνυπάρχειν καὶ τὴν ἀντίφασιν συναληθεύειν ἐστὶν ἡ θέσις αὐτῶν, εἰς ὃ δεῖ τὸν ἐλέγχοντα περιαγαγεῖν τὸν ἐλεγχόμενον. ἔστι γὰρ τοῦτο τὸ ἀντικείμενα καὶ τὰ ἐναντία λέγειν· τοῦτο δ’ εὐθὺς καὶ ἀπ’ ἀρχῆς αὐτοὶ ἀληθὲς εἶναι τίθενται. ὥστε εἰς ἣν ἀντιλογίαν περιαγαγεῖν τις αὐτοὺς δόξει, αὕτη θέσις αὐτῶν ἐστιν ἐξ ἀρχῆς, καὶ τοῦτό φασιν ἀρέσκειν αὑτοῖς. ὅμως δὲ πειρᾶται λέγειν πρὸς αὐτοὺς καὶ ἐπιχειρήσει χρῆται τοιαύτῃ· λαμβάνει ὡς ἑπόμενον τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα εἶναι τὰ ὄντα πρός τι, καὶ ἀντιστρέφειν τὸ συνημμένον· εἰ γὰρ εἴη ἀληθὲς κατ’ αὐτοὺς τὸ εἰ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα τὰ ὄντα πρός τι, καὶ τὸ λοιπὸν συνημμένον ἀληθές, ᾧ τοῦτο ἀντιστρέφει. τοῦτο δὲ ἔδειξε καὶ πρὸ ὀλίγου δι’ ὧν εἶπε, πάντα τὰ ὄντα ἀναιρεθήσεσθαι κατὰ τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντας, εἰ ἡ αἴσθησις ἀναιρεθήσεται. τὸ γὰρ φαινόμενον τινί ἐστι φαινόμενον καὶ ἔστι πρός τι· ὥστε ὁ λέγων πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι καὶ μόνον τοῦτο ἀληθὲς τιθέμενος καὶ μηδὲν ἄλλο ἡγούμενος εἶναι παρὰ τὸ φαινόμενον, πάντα οὗτος τὰ ὄντα πρός τι ποιεῖ. ἐν γὰρ τῷ φαίνεσθαι γίνεται πᾶσι τοῖς οὖσι τὸ εἶναι· τοῦτο δὲ πρός τι· τινὶ γὰρ τὸ φαινόμενον φαίνεται· καὶ ἔστιν ἴσον τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τῷ μόνον ἀληθές· ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ πάντα ποιεῖ τὰ ὄνια πρός τι. ἐπεὶ γὰρ ὁ λέγων πάντα τὰ φαινόμενα ἀληθῆ τὸ μὴ φαινόμενον οὐκ ἀληθὲς λέγει, τὸ δὲ μὴ ἀληθὲς οὐδὲ ὄν ἐστι, μόνα ἄν εἴη ὄντα τὰ φαινόμενα. εἰ οὖν ἕπεται τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, εἰ μὴ εἴη [*](15 τουτέστιν ὃ] τοῦτο αὐτὸ e S coni. Bonitz 21 τοιαύτῃ—φαινόμενον ἀλλὰ (p. 319,27) LFS: om. Α: post χρῆται inter lineas scripsit λείπει ἐντεῦθεν ὅλον ἐδάφιον A2 36 post φαινόμενα add. πρός τι γίνεται τὰ ὄντα L)

319
πάντα πρός τι, οὐδ’ ἄν πᾶν τὸ φαινόμενον ἀληθὲς εἴη· ἀντιστρέφει γὰρ καὶ ἀκολουθεῖ τῷ ἀντικειμένῳ τοῦ ἑπομένου τὸ ἀντικείμενον τοῦ ἡγουμένου. εἰπὼν δὲ καὶ διὰ κατασκευῆς λαβὼν τὸ συνημμένον τὸ εἰ μὴ πάντα τὰ ὄντα πρός τί ἐστι, μηδὲ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι, <ἐπεὶ> ἕπεσθαι ἔλαβε τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, τοῦτο τε καὶ δείκνυσιν οὕτως ἔχον, ἅμα τὴν τῶν ἐριστικῶν θέσιν προσδιορίζων τε καὶ ἐπανορθῶν καὶ προστιθεὶς ἃ ἀνάγκη λέγειν αὐτοῖς, εἰ μὴ μέλλοιεν ῥᾳδίως παρατρέπεσθαι· ὧν τῇ προσθέσει πείθεσθαι τί] ἔτι φανερώτερον γίνεται τὸ πάντα τὰ ὄντα πρός τι γίνεσθαι κατ’ αὐτούς. δείκνυσι δὴ πῶς χρὴ λέγειν τοῖς οὐ μεταπεισθῆναι θέλουσιν, ἀλλὰ ἐλεγχθῆναι τὸν λόγον αὐτῶν περιμένουσι καὶ τούτου χάριν διαλεγομένοις τε καὶ ὑπέχουσι λόγον. οὐχ ἁπλῶς γάρ, φησί, ῥητέον αὐτοῖς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι· οὐ γὰρ τὸ ᾡτινιοῦν φαινόμενον ᾡτινιοῦν καὶ τῷ τυχόντι ἀληθὲς βούλονται λέγειν † εἰ νοεῖ ἁπλῶς οὕτως λέγοιεν ἐξακούεται· οὕτω γὰρ οὐδὲν μᾶλλον πάντα ἀληθῆ ἂν ἢ καὶ ψευδῆ εἴη, τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ἀλλὰ δεῖ αὐτοὺς προστιθέναι τῷ ὅτι τὸ φαινόμενον πᾶν ἀληθές ἐστι τὸ τούτῳ ᾧ φαίνεται καὶ ὅτε φαίνεται καὶ ᾗ καὶ ὥς. ἄν δὲ χωρὶς τούτων λέγωσιν, εὐέλεγκτος ὁ λόγος αὐτῶν γίνεται· εἰ γὰρ πᾶσα φαντασία ἀπλῶς ἀληθὴς καὶ μὴ ᾧ φαίνεται, εἴη ἄν ταὐτὰ ἀληθῆ καὶ ψευδῆ ἁπλῶς, εἴ γε μηδὲν ἔλαττον τῆς οἰκείας τινὸς δόξης ἡ ἀναιροῦσα αὐτὴν καὶ ψευδῆ εἶναι λέγουσα ἁπλῶς ἐστιν ἀληθής· ψευδοποιοῖτο γὰρ ἄν ἡ ἐναντία δόξα ὑπὸ τῆς ἐναντίας, εἰ κἀκείνη ὁμοίως ταύτῃ εἴη ἀληθής (ἔστι δέ, ὡς εἶπον) τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ὥστε λέγοντες πᾶσαν φαντασίαν ἀληθῆ λέγοιεν ἄν ἅμα καὶ ψευδῆ πᾶσαν φαντασίαν καὶ τὸ τοιοῦτον ὁμοίως. δεῖ δὴ προσκεῖσθαι τὸ ᾧ φαίνεται εἶναι ἀληθὲς τὸ φαινόμενον ἀλλὰ μὴ ἀπλῶς ἀληθὲς λέγειν | τὸ φαινόμενον πᾶν εἶναι. [*](277) ἀλλ’ οὐδὲ τοῦτο μόνον προστιθέμενον αὔταρκες πρὸς τὸ μὴ περιτρέπεσθαι τὸν λόγον αὐτὸν ὑφ’ ἑαυτοῦ. εἰ γὰρ μὴ εἴη προσκείμενον τὸ ὅτε φαίνεται ἀλλ’ ἁπλῶς εἴη κείμενον τὸ ἀληθὲς τὸ φαινόμενον εἶναι ᾧ φαίνεται, εἰ τὸ αὐτὸ τῷ αὐτῷ ἄλλοτε μὲν φαίνεται τοιόνδε ἄλλοτε δὲ ἐναντίον τούτῳ, εἴη ἄν τῷ αὐτῷ ἅμα ἀληθῆ τἀναντία· ἀμφότερα γὰρ τοῦ αὐτοῦ φαντάσματος. δεῖ δὴ καὶ ταύτης τῆς προσθήκης τῆς ὅτε φαίνεται· οὐκέτι γὰρ τὰ πρότερον φανέντα τῷ αὐτῷ ἄν ἀληθῆ εἴη, ὅτε μηκέτι αὐτῷ τοιαῦτα φαίνεται, ὅτι περὶ ὧν πρότερον ἐδόξαζον ὡς ἀληθῶν, ὕστερον δοξάζουσιν ὡς διεψευσμένοι τότε. γίγνεται οὖν πάλιν τὰ αὐτὰ οὐ μᾶλλον ἀληθῆ ἢ ψευδῆ. ἀλλ’ εἰ καὶ τῷ ὅτε φαίνεται μὴ εἴη τὸ κατὰ τὴν αὐτὴν αἴσθησιν προσκείμενον, ἐλέγχοιτο ἄν ὁ λόγος αὐτῶν πάλιν καὶ [*](3 post δὲ add. ταῦτα F 5 ἐπεὶ c. S addidi ἕπεσθαι—δείκνυσι δὴ (10) om. F 8 fort. περιτρέπεσθαι ὧν τῇ—ὑπέχουσι λόγον (12) om. S πείθεσθαι τί delevi 13 ᾡτινιοῦν scripsi: τινὶ οὖν καὶ L: om. F 14 εἰ—ἐξακούεται om. S εἰ νοεῖ] fort. ὅ, εἰ 25. 26 τὸ—ὁμοίως om. S: fort, καὶ τὸ αὐτὸ τοιοῦτον καὶ οὐ τοιοῦτον ὁμοίως; cf. p. 32114 31. 32 ἐν·αντίον LF: ἐναντία Α 33 δὴ LS: δὲ Α 37 ἡ S Hrcindis Bonitz: καὶ ALFM)
320
διάφορός τε ἅμα καὶ ἐναντία φαντασία γίνεσθαι, εἴ τινι ἡ χολὴ κατὰ μὲν τὴν ὄψιν διὰ τὸ χρῶμα γλυκεῖα φαίνεται, κατὰ δὲ τὴν γεῦσιν πικρά· εἴη γὰρ ἂν οὕτως πάλιν τῷ αὐτῷ τὰ αὐτὰ ἅμα ἀληθῆ εἶναι καὶ ψευδῆ, ὅπερ ἄτοπον ἕποιτο ἂν μὴ προσκειμένου τοῦ κατὰ τὴν αὐτὴν αἴσθησιν. καθ’ ἑκατέραν γὰρ τὴν αἴσθησιν ἀληθὴς ἔσται ἡ φαντασία, ὃ ἐδήλωσε τῇ τοῦ ἡ προσθήκῃ, ἀλλ’ οὐχ ἁπλῶς ἀληθής τε καὶ ψευδής. ἀλλ’ ἐπεὶ δύναταί ποτε κατὰ τὴν αὐτὴν αἴσθησιν διαφέρον τι ἅμα τὸ αὐτὸ φαίνεσθαι καὶ ἀνόμοιον, οἷον κατὰ τὴν ὄψιν τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκόν, εἰ τῷ μὲν ἑτέρῳ τῶν ὀφθαλμῶν ὑγιαίνει τῷ δὲ ἑτέρῳ κάμνει, δεήσει πάλιν καὶ τῆς τοῦ ὥς προσθήκης, ὥστε χωρὶς ταύτης τῆς προσθήκης ἅμα ποτὲ τῷ αὐτῷ τὸ αὐτὸ ἀληθές τε καὶ ψεῦδος· ψεῦδος γὰρ τῇ νοσούσῃ αἰσθήσει τὸ φαινόμενον τῇ ὑγιαινούσῃ. διὸ δεῖ προσκεῖσθαι καὶ τὸ ὥς σημαντικὸν ὂν τοῦ κατὰ τὸ αὐτὸ μόριον. | ὡς εἴ γε ταῦτα μὴ προστιθέντες ὑπέχοιεν λόγον, [*](278) καίτοι οἰόμενοι δυσέλεγκτοι κατὰ τὸν λόγον εἶναι, εὐέλεγκτοι ἄν εἶεν, καὶ ῥᾳδίως ἄν εἰς τὸ τἀναντία λέγειν αὑτοῖς περιπίπτοιεν. ἅμα γὰρ ἄν εἴη τὸ αὐτὸ τῷ αὐτῷ ἀληθὲς καὶ ψεῦδος, καὶ ὂν καὶ μὴ ὄν, καὶ ἕν τε καὶ πλῆθος, ὅπερ ἄτοπον, εἰ μὴ ταῦτα εἴη προσκείμενα. οὐκέτι γὰρ ἔσται τῷ αὐτῷ ἅμα ἀληθῆ τὰ διαφέροντα ἀλλὰ τοῖς διαφέρουσι καὶ ἑτέροις, ἢ τῷ αὐτῷ, ἀλλ’ ἐν ἄλλῳ χρόνῳ, ἢ εἰ καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. ὅτι δὲ ἀναγκαία αὐτοῖς ἡ τούτων προσθήκη, εἰ μὴ μέλλοιεν ἐλέγχεσθαι ταχὺ καὶ τἀναντία λέγειν αὑτοῖς, τιθέμενοι μὲν πᾶσαν εἶναι φαντασίαν ἀληθῆ, συγχωροῦντες δὲ μὴ μᾶλλον ἑκάστην ἀληθῆ ἢ ψευδῆ εἶναι, ὃ ἀναιρετικόν ἐστιν οὗ τίθενται, καὶ αὐτὸς δι’ ὧν παρατίθεται δείκνυσιν, ἅ ἐστι τοῦ <ᾗ> καὶ ὥς δεικτικά. δύναται τὸ ᾗ καὶ ὥς ἐπὶ τῶν αὐτῶν καὶ μὴ ὡς ἑκάτερον ἰδίου δηλωτικόν. ἡ δὲ τούτων παράθεσις καὶ ἡ περὶ ταῦτα ἀκριβολογία ἐνδείκνυται τήν τε ἀναισχυντίαν αὐτῶν τῆς θέσεως· ὡς γὰρ οὐκ ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ χρόνῳ πικρόν τε καὶ γλυκὺ εἶναι λέγειν ἀληθῶς, ἐπεὶ ἄλλῃ μὲν οὕτως ἄλλῃ δὲ οὕτως αἰσθήσει φαίνεται, καὶ λευκόν τε καὶ φαιόν, εἰ ὁ μὲν ὑγιαίνει τῶν ὀφθαλμῶν ὁ δὲ νοσοίη· ἀνόμοια γὰρ αὐτοῖς οὕτως ἔσται· ἢ διότι ἅμα γίγνεται πάντα τὰ ὄντα πρὸς τι, δείκνυσιν.

[*](p. 1011a28)

ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάνθ’ ὁμοίως εἶναι ψευδῆ τε καὶ ἀληθῆ.

Λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ [*](10 ὑγιαίνοι et καὶμνοι LF 11 τοῦ ὥς LF: τοῦ om. Α 12 αἰσθήσει LFS: om. Α 16 παραπίπτοιεν L 18 ταῦτα] haec omnia S 19 ἀλλὰ τοῖς scripsi: ἀλλήλοις AFL ἢ] fort, ἢ εἰ 24 ante καὶ add. ὃ LF 2.5 ᾗ addidi δεικτικά LFS: δεικτά Α 29 λέγειν LF: om. Α 30 ὑγιαίνοι coni. Bonitz 31 οὕτ.ως LF: om. A ἐπὶ τὸ LF: τὸ om. A)

321
ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις. ἔσται γὰρ τὸ λεγόμενον ἴσον τῷ ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι ῥᾳδία ἡ ἀπάντησις. ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι ἅπανθ’ ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ. καὶ διὰ τί τοῦτο, ἐπιφέρει· οὔτε γὰρ ἅπασί ταὐτὰ φαίνεται (διὰ γὰρ τοῦτο ἠξίου προστιθέναι τοὺς ἐρίζοντας τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ ὣ φαίνεται), οὔτε ἀεὶ τῷ αὐτῷ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ· διὸ πάλιν ἠξίου προστιθέναι τὸ ὅτε φαίνεται. πολλάκις δὲ καὶ ἐν·αντία κατὰ τὸν αὐτὸν χρόνον· διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ᾗ τε καὶ ὥς. πῶς δὲ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον φαίνεταί τινα, δεικνὺς παρέθετο ἡ μὲν γὰρ ἁφὴ δύο λέγει. τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι τῶν φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ, ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φαντάσματα ἀληθῆ τε καὶ ψευδῆ, τῶν αὐτῶν καὶ τοιούτων καὶ οὐ τοι|ούτων φαινομένων. εἰπὼν δὲ [*](279) καὶ δείξας πῶς ἀκολουθεῖ αὐτοῖς πάντα ὁμοίως λέγειν ψευδῆ τε καὶ ἀληθῆ ἀπλῶς λέγουσι πᾶν τὸ φαινόμενον ἀληθές, οὔτε γάρ, φησί, ταὐτὰ πᾶσι φαίνεται, ἀλλὰ τὰ τοῖσδε φαινόμενα ἀληθῆ τοῖσδε ψευδῆ φαίνονται, οὔτε τῷ αὐτῷ ἀεὶ τὰ αὐτὰ ἀλλὰ καὶ τἀναντία πολλάκις, καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οὗ σημεῖον παρέθετο τὸ ἐπὶ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως. ὃ γὰρ ἡ ὄψις ἓν φαντάζεται, τοῦτο τῇ ἀφῇ πλείω φαίνεται κατὰ τῶν δακτύλων τῶν διαφερόντων ἐπιβολὴν ἐπ’ αὐτό· ὅσοι γὰρ οἱ ἁπτόμεναι δάκτυλοι καὶ· ὁσάκις ἅπτονται, τοσαῦτα φαίνεται εἶναι κἀκεῖνο οὗ ἅπτονται, ἓν φαινόμενον τῇ ὄψει. δύναται καὶ ἑνός τινος συνεχοῦς ὄντος τῇ ἁφῇ τοῦτο δοκεῖν πολλὰ ἐν τῇ παρὰ μέρος ἐπιβολῇ τῶν δακτύλων, κἄν τὸ μὲν αὐτοῦ μαλακὸν ᾖ τὸ δὲ σκληρόν τε καὶ πυκνόν, καὶ τὸ μὲν τραχὺ τὸ δὲ λεῖον, ἅπτηται δέ τις μὴ ὁρῶν, ἄλλοτε ἄλλῃ μεταφέρων τοὺς δακτύλους. δύναται τὴν δακτύλων ἐπαλλαγὴν λέγειν εἶναι] τὴν πρὸς ἀλλήλους συμπλοκήν. οἱ γὰρ περιπεπλεγμένοι ἀλλήλοις δάκτυλοι τῇ μὲν ὄψει εἷς φαίνονται, τῇ δὲ κατὰ τὴν ἁφὴν αὐτῶν τὴν πρὸς ἀλλήλους συναισθήσει πλείους αὐτοὺς λέγοιεν. ἔστι δὲ τὸ αὐτὸ δεῖξαι φανερώτερον καὶ ἐπὶ γεύσεως τε καὶ ὄψεως, εἰ τῇ μὲν ὄψει φαίνοιτό τι μέλι διὰ τὸ χρῶμα, τῇ δὲ γεύσει χολὴ διὰ τὸ τοιοῦτον ἔχειν τὸν χυμόν, ὡς καὶ αὐτὸς παρέθετο. δείξας δὲ ταῦτα ἑπόμενα τοῖς οὕτω λέγουσιν, ἑξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπεν αὐτὸς πρὸ ὀλίγου, λέγων δεῖν τούτους προστιθέναι τῇ λεγούσῃ δόξῃ πᾶν τὸ φαινόμενον ἀληθὲς τοὺς βουλομένους διαφεύγειν τὸν ἐν τοῖς λόγοις [*](1 τὸ ῥᾳδία LF Ascl.: τῇ ῥᾳδία Α 6 ἐρίζοντας Ascl.: ὁρίζοντας ALFS τῷ Bonitz: τὸ ALF Ascl. τὸ ᾦ Ascl.: τὸ om. ALF 8 φαίνεται—τὸ (9) LF om. AS 9 ᾗ τε Ascl.: τε om. LF: καὶ ᾖ A 10 post παρέθετο add. τὴν ἁφήν Ascl. 13 γίνεσθαι] γινώσκεσθαι Ascl. 14. 15 εἰπὼν δὲ καὶ L Ascl.: post δὲ add. αὐτὸς Α 18 τὰ αὐτὰ L Ascl.: τὰ ozn. Α 19 σημεῖον S Ascl.: σημεῖα AL 21 ἐπ’ αὐτό Ascl.: ἐπ’ αὐτοῖς ALF 22 φαίνεται LS Ascl.: φαινόμενα A κἀκεῖνο οὗ S Ascl.: κἀκεῖνα ὧν AL 22. 23 φαινόμενον S Ascl.: φαινόμενα AL 24 κἂν] ἂν coni. Bonitz 25 μαλακὸν] μανὸν LF Ascl. 26 ἅπτηται L: ἅπτεται A 27 εἶναι om. Ascl.: del. Bonitz περιπλοκήν LF Ascl. Comment. Arist. I Alex, in Metaph. 21)
322
ἔλεγχον· οὐκέτι γάρ, εἰ ταῦτα εἴη προσκείμενα τῇ ἀληθεῖ φαντασίᾳ, συμβαίνει τὰ προειρημένα ἄτοπα. τοῦτο γὰρ λέγει διὰ τοῦ ἀλλ’ οὔτε τῇ αὐτῇ αἰσθήσει καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μετὰ τούτων τῶν διορισμῶν ἡ φαντασία ἀληθὴς λέγοιτο, οὐκέτι ἂν ἕποιτο τὸ πᾶσαν φαντασίαν ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ εἶναι• ἡ γὰρ μετὰ τῶν εἰρημένων διορισμῶν ἀληθὴς ἂν εἴη δεικνυμένη. ὃ εἰπὼν ἐπιφέρει ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγκη λέγειν τοῖς μὴ δι’ ἀπορίαν. ἔστι δὲ ὃ λέγει, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, πῶς χρὴ τὰς ἀληθεῖς τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν εἶναι ὁμοίως ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἃ μεταπείσαι ἂν αὐτοὺς τῆσδε τῆς δόξης· τοῖς δὲ μὴ δι’ ἀπορίαν ἀλλὰ λόγου χά|ριν λέγουσι [*](280) ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προειρημένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι. τούτου γὰρ χάριν τῆσδε τῆς δόξης προἵστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες οὕτως· οὐδεὶς γὰρ ἂν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δή, φησίν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσιν τὸ μὴ ἀπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερόν εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο γὰρ ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντι. εἰ δὲ ἡ οὐσία τῶν ὄντων ἁπάντων πρός τι καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὔτε ἔστι τί τινι ὃ μὴ δοξάζει τις εἶναι, οὔτε ἔσται τι, εἰ μὴ προδοξάσαι τις περὶ αὐτοῦ. οἷς γὰρ τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι εἶναι, τούτοις καὶ τὸ γίνεσθαι ἐν τῷ δοξάζεσθαι· εἰ δὲ τὸ γίγνεσθαι, καὶ τὸ γεγονέναι. ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίγνεται· ἀλλ’ οὐδὲ ὅλως γένοιτό τι, ὃ μὴ γίνεσθαι δοξάζεται, καὶ εἴη γ’ ἄν ἕκαστον ἕως ἂν δοξάζηται· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ φαινόμενά τε καὶ δοξαζόμενα μὴ ὑπάρχοντα πρότερον. ἀγαγὼν δὲ ἐπὶ τοῦτο καὶ δείξας ὅτι ἀναγκαῖον αὐτοῖς πάντα πρός τι λέγειν, πειρᾶται τοῦτο κινεῖν καὶ τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου, δεικνὺς ὅτι μὴ πάντα τὰ ὄντα πρός τι, λέγων ὅτι εἰ δέ τι εἴη γεγονὸς ἢ ἐσόμενον ἄνευ τοὐ προδοξασθῆναι, οὐκ ἂν εἴη πάντα πρός τι· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς ἔτι. ἐπὶ τοῦτο δὲ ἀγαγὼν τὸν λόγον, ὡς ῥᾴδιον ὂν δεῖξαι ὅτι μὴ ἐκ τοῦ προδοξάσαι τινὰ ἕκαστον τῶν γινομένων γίνεταί τε καὶ γέγονεν, ἐπαύσατο· ἐναργὲς γὰρ τὸ πολλὰ καὶ ἀπροσδοκήτως καὶ ἀνελπίστως γίνεσθαι· ἄτοπον γὰρ τὸ λέγειν ὅτι οὔτε πόλεμος ἐγένετο ἄν, εἰ μὴ προεδόξασέ τις ὅτι ἔσται, οὐδὲ ὁ κατακλυσμὸς ἡ [*](8 ἀληθείας LF Ascl. 9 λέγειν] κρίνειν coni. Bouitz 12 τοῦτο LFS: τὸ A 15 ἂν Ascl.: om. ALF 18 ὡς καὶ L Ascl.: καὶ Α1: ὡς A2 21 εἶναι λέγοντι] ὄντι, εἴ γε ἐν τῇ σχέσει ἐκείνων τό εἶναι ἔχουσιν Ascl. εἰ τοίνυν ἡ φύσις τῶν ὄντων Ascl. 23 ἔστι LF Ascl.: ἔσται AFS 29 προϋπάρχοντα L 31 ὅτι εἰ μὴ Ascl. 33 εἰ δὲ—πρός τι Ascl. Bonitz: om.)
393
σεισμός. ἔδει γάρ, εἰ τοῦτο, μόνοις τοῖς περὶ τούτων προδοξάσασι γίνεσθαι αὐτά, καὶ τοῖς δοξάζουσι μὴ ἔσεσθαι αὐτὰ μὴ γίνεσθαι. οὐχ οὕτω δὲ δὲ μὴ δοξάσασιν οὐ γίνεται, οὔτε προσπταίει τις δοξάζων ἢ αὐτὸς ἢ ἄλλος τις τούτῳ. εἰ δὲ καὶ χωρὶς τοῦ δοξάζεσθαι γίνεταί τινα, οὐ γίνεται [*](281) τὰ ὄντα πάντα πρός τι· εἵπετο δὲ τῷ μὴ πάντα εἶναι πρός τι τὸ μὴ πᾶν εἶναι τὸ φαινόμενον ἀληθές. ῥᾴδιον δέ, ὅτι μὴ ἔστιν ἐν τῷ φαίνεσθαι τοῖς οὖσι τὸ εἷναι, καταμαθεῖν καὶ ἐκ τοῦ τὰ μὲν πρός τι ἅμαεἰναι εἶναι τῇ φύσει, μὴ συναναιρεῖσθαι δὲ τῷ δοξάζοντι τὴν τῶν δοξαζομένων οὐσίαν τε καὶ ὕπαρξιν.

[*](p. 1011b7)

Ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον· καὶ παὐτὸν καὶ ἥμισυ καὶ ἴσον, ἀλλ’ οὐ πρὸς τὸ διπλάσιόν γε τὸ ἴσον.

Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποιοῦσι πάντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσί τι καὶ τοιοῦτον ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγομεν καὶ ἔπι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχει τὰ ὄντα πάντα, δεδειγμένον ἂν εἴη ὅτι μὴ πρός τί ἐστιν. τῶν δὴ πρός τι ἕκαστον πρὸς ἓν λέγεται, ἢ εἰ καὶ πρὸς πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν· ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται. κα.ὶ γὰρ εἰ πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην γε σχέσιν πρὸς ὡρισμένον τι λέγεται ἢ εἴδει ἢ γένει. εἰ οὖν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται (καὶ γὰρ πρὸς ἴσον καὶ πρὸς ἥμισυ καὶ διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον · οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε διπλάσιον πρός τι ἄλλο ἢ πρὸς ἥμισυ, οὔτε ἥμισυ πρὸς ἄλλο ἢ διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστον ἀεὶ πρὸς ὡρισμένον τι. εἰπὼν δὲ τὸ πρός τι ἢ πρὸς ἕν, ἢ εἰ καὶ πρὸς πλείω ἀλλ’ οὖν πρὸς ὡρισμένον τι καὶ ἓν καθ’ ἑκάστην γε σχέσιν λέγεσθαι, τὸ μὲν ἐκ τοῦ πρὸς ἓν ἕκαστον λέγεσθαι καθ’ ἑκάστην γε σχέσιν ἑπόμενον ἄτοπον καὶ ὁμολογούμενον τῇ δόξῃ ὕστερον ἐπιφέρει, πρῶτον δὲ ἄλλο δείκνυσιν ἑπόμενον ἄτοπον αὐτῇ. ἐπεὶ γὰρ τὸ δοξάζον καὶ δοξαζόμενον πρὸς ἄλληλα λέγεται, εἰ ἔστιν ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἐν τῷ δοξάζεσθαι, ἐπεὶ καὶ ἕτερον τὸ δοξάζειν καὶ τὸ [*](3. 4 τοῖς δὲ—γίνεται Ascl.: om. ALF 4 προσπταίει τις δοξάζων F: προσπταίοι δοξάζει L: προσπταίειν, τίς δοξάζει Α 5 τούτῳ scripsi: τοῦτο libri 6 post prius πρός τι add. ὥστε οὐ πάντα L εἴπετο δὲ τῷ LF: τὸ Α 9 τῇ φύσει LFS Ascl.: τἀς φύσεις A 13 οἱ A2LF Ascl.: εἰ Α1 15 λέγεταί τε καὶ Ascl. 17 ἕκαστον τῶν πρὸς ὃ λέγεται LF 18 εἰ LFS Ascl.: om. Α 20 τις σχέσεις LF Ascl. 21 λέγεται καὶ ταὐτὸν ἡ Ascl. 24 25 ἡ πρὸς—πρός τι ἄλλο om. Α1 26 πρός ὄψιν Ascl.: πρὸς om. ALF 28 ἡ πρὸς LFS: ἡ καὶ πρὸς A 29 λέγεσθαι S Bonitz: λέγεται ALF 31 ἄτοπον LF: om. Α 21*)

324
δοξάζεσθαι πρός τι γὰρ καὶ ἀντικείμενα), εἰ ἄνθρωπός ἐστι τὸ δοξαζόμενον καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος, εἴ γε ἐν τῷ δοξάζεσθαι τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔσται ἄνθρωπος· ἕτερον γάρ ἐστι τοῦ δοξαζομένου. κατὰ μὲν γὰρ τοὺς μὴ λέγοντας εἶναι πάντα τὰ ὄντα πρός τι, ἀλλὰ καταλείποντας οὐσίαν τινὰ | ὑποκειμένην καὶ συμβεβηκὸς αὐτῇ ποιοῦντας τὸ πρός τι, πρόχειρός τε καὶ ῥᾳδία ἡ λύσις τοῦ προηπορημένου. ὅτι γὰρ τὸ δοξάζον καθὸ δοξάζει τοῦ δοξαζομένου καθὸ δοξάζεται ἕτερόν ἐστι, λέγοιεν ἄν· ἕτερον γὰρ τοῦ δοξάζειν τὸ δοξάζεσθαι. ὃ μέντοι ποτὲ ὂν τῶν δοξαζόντων τε ἕκαστον καὶ δοξαζομένων συμβεβηκὸς ἔχει ἢ τὸ δοξάζειν ἢ τὸ δοξάζεσθαι, οὐδὲν κωλύει ταῦτα εἶναι ταὐτά· οὐδὲ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτὸ ᾗ ἄνθρωπος ἔστιν ἔτι πρός τι, ἀλλὰ καθὸ δοξάζων καὶ δοξαζόμενος· καὶ οὕτω γε οὐδὲν κωλύει καὶ ἑαυτὸν δοξάζειν τινά· συμβέβηκε γὰρ τῷ αὐτῷ τῷ ἀνθρώπῳ ὄντι οὐσίᾳ πλείω ἅμα, ὥστε οὐδὲν κωλυθήσεται κατ’ ἄλλο μὲν δοξάζων εἶναι, κατ’ ἄλλο δὲ δοξαζόμενος· κατ’ ἄλλο γὰρ καὶ ἄλλο· κατὰ δὲ τὸ ὑποκείμενον, ὅ ποτε ὂν ἔχει ταῦτα συμβεβηκότα, ὁ αὐτός. τοῖς δὲ πρός τι πάντα ποιοῦσιν οὐχ οἷόν τε λέγειν τοῦτο ἔτι· οὐ γὰρ ἔστι κατ’ αὐτοὺς οὐσία τις, ᾗ συμβέβηκε δοξάζεσθαι, ὅ ἐστι πρός τι, ἀλλ’ ἑκάστῳ τῶν ὄντων τὸ εἶναί ἐστιν ἐν τῷ δοξάζεσθαι. εἰ οὖν ὅταν δοξάζηται ἄνθρωπος, τότε ἔστι, καὶ ταὐτόν ἐστιν αὐτῷ ἀνθρώπῳ τε εἶναι καὶ δοξαζομένῳ (διότι γὰρ δοξάζεται ὁ ἄνθρωπος εἶναι, ἔστι, καὶ ἐν τῷ δοξάζεσθαί ἐστιν αὐτῷ τὸ εἶναι καὶ δοξαζόμενον), ὡς τὸ δοξάζεσθαι τοῦ δοξάζειν τέ ἐστιν ἕτερον καὶ οὐχ οἷόν τε καθὸ δοξάζεται καὶ δοξάζειν ἅμα, οὕτως καὶ τὸ δοξαζόμενον τοῦ δοξάζοντος ἕτερόν ἐστι (ταὐτὸν γὰρ ἦν δοξάζεσθαί τε καὶ εἶναι)· καὶ ὁ ἄνθρωπος ἄρα τοῦ δοξάζοντος ἕτερον ἔσται, ὅταν τὸ δοξαζόμενον ἄνθρωπος ᾖ, καὶ τοῦτο οὐ κατὰ συμβεβηκός, ἐπεὶ μὴ ἕτερον τὸ ἀνθρώπῳ εἶναι τοῦ δοξαζομένῳ εἶναι. καθὸ οὖν ἐστιν αὐτῷ τὸ εἶναί τι τοῦτο, κατὰ τοῦτο αὐτοῦ ἕτερόν ἐστι. τὸ δοξάζον ἄρα ἄνθρωπον δοξάζον οὐκ ἔσται ἄνθρωπος τότε. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ ἴσου ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων καθὸ ἴσα, οὕτω καὶ ἐπὶ τοῦ δοξάζοντος καὶ δοξαζομένου. οὐ γὰρ τῶν οὕτως πρός τι ὄντων τὸ δοξάζον τε καὶ δοξαζόμενον· ἦν γὰρ ἄν πάλιν, εἰ τοῦτο ἦν, πᾶν τὸ δοξάζον ταὐτὸν τῷ δοξαζομένῳ, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον. ἀλλ’ οὐ τῶν κατ’ ἰσότητα πρός τί ἐστι τὸ δοξάζειν τε καὶ τὸ δοξάζεσθαι, ἀλλὰ μᾶλλον τῶν κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον· ὧν καὶ τὰ τελειωτικὰ ἐπιστῆμαί τε καὶ αἰσθήσεις, ἐν οἷς πᾶσιν ἕτερα τὰ κρίνοντα τῶν κρινομένων· ἄλλο γὰρ ἑκάτερον αὐτῶν, καθὸ | τοιοῦτον, καὶ ἄλλοι οἱ λόγοι [*](283) αὐτῶν. διὸ ἐπὶ μὲν τῶν ἴσων τοῦ ἑτέρου ὄντος ἴσου καὶ θάτερον ἴσον [*](1 ἀντικείμενα Ascl.: ἀντικείμενον ALF 2 καὶ ταὐτὸν—ἄνθρωπος Ascl.: καὶ τῷ ἀνθρώπῳ εἶναι ALF 2. 3 εἴ γε έστιν ἐν τῷ δοξάζεσθαι καὶ τούτῳ τὸ εἰνὶ Α2 4 μὴ LFS Ascl.: om. Α 6 τὰ πρός τι Ascl. 7 προηπορημένου Α: ἠπορημένου Ascl.: προσηπορημένου LF 8 γὰρ τὸ δοξάζειν τοῦ δοξάζεσθαι LF 20 εἶναι LFS: om. A 23 οὕτως καὶ A1LF: οὕτω δὲ Α2 24 ἐστι Α1S: έσται A2LF 31 ἦν γὰρ ἂν πάλιν LF: ἦν πὰν Α 32 ἴσῳ ἴσον LFS: om. Α 34. 35 ὧν καὶ τὰ τελειωτικὰ A: ὡς ἔχουσιν LF: cuiusmodi sunt S 36 ἄλλοι ὀλίγοι A1)
325
ἐστὶ καὶ τὸν αὐτὸν ἔχει λό,ον, οὐκέτι δὲ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ, ὥσπερ οὐδὲ ἐπὶ διπλασίου· οὐ γὰρ εἰ θάτερον τῶν πρὸς ἄλληλα λεγομένων διπλάσιον, καὶ θάτερον διπλάσιον· ἥμισυ γὰρ ἐκεῖνό γε, ἀλλ’ οὐ διπλάσιον, ἔτι δὲ διαφέροντες οἱ λόγοι διπλασίου τε καὶ ἡμίσεος. οὕτω δὴ καὶ ἐπὶ τοῦ δοξάζοντος, εἰ θάτερον δοξάζον, θάτερον οὐκέτι δοξάζον ἀλλὰ δοξαζόμενον ἔσται, καὶ ἕτερον ἐκείνου τῷ λόγῳ. ὥστε εἰ τὸ δοξαζόμενον τὸν τοῦ ἀνθρώπου λόγον ἔχει καθὸ δοξάζεται. τὸ δοξάζον, οὐκ ἔχον τὸν τοῦ ἀνθρώπου λόγον, οὐδ’ ἄνθρωπος εἴη. δύναται δὲ καὶ αὕτη ἡ ἐπιχείρησις συνῆφθαι τῷ τὰ πρός τι ἓν πρὸς ἓν καὶ πρὸς ὡρισμένον λέγεσθαι· εἰ γὰρ πρὸς ἓν ἕκαστον τῶν πρός τι λέγεται, καὶ τὸ δοξάζειν πρὸς ἓν τὸ δοξάζεσθαι ἄν λέγοιτο, ὥστε εἰ ταὐτὸν ἑκάστῳ τῶν ὄντων τὸ εἶναί τε καὶ δοξάζεσθαι, τὸ δοξάζον ὥσπερ πρὸς τὸ δοξαζόμενον λέγεται, οὕτω ῥηθήσεται καὶ πρὸς τοῦτο, ὅ ἐστι τὸ δοξαζόμενον, εἴ γε ταὐτὸν αὐτῶ τὸ εἶναι καὶ τὸ δοξαζόμενον. ἀλλ’ ἔστι τὸ δοξαζόμενον τῷ δοξάζεσθαι ταὐτόν, καὶ τὸ δοξάζειν αὖ τῷ δοξάζοντι ταὐτόν· οὕτως γὰρ ἔσται ἓν πρὸς ἕν. εἰ δὲ τοῦτο, ὡς ἄλλο τὸ δοξάζειν τοῦ δοξάζεσθαι, οὕτως ἄλλο ἔσται καὶ τὸ δοξάζον τοῦ δοξαζομένου, καὶ ἀνάπαλιν, ὥστε εἰ ἄνθρωπος τὸ δοξαζόμενον, οὐκ ἔσται τὸ δοξάζον ἄνθρωπος• καὶ οὕτω καθ’ ἕκαστον τῶν δοξαζομένων ἄλλο ἔσται τὸ δοξάζον, ἀνθρώπου μέν, ὅταν ἄνθρωπον, κυνὸς δέ, ὅταν κύνα. εἰ δὲ καθ’ ἕκαστον ἔσται πρὸς τὸ δοξάζον, πρὸς ἄπειρα ἔσται τῷ εἴδει τὸ δοξάζον. ἦν δὲ κείμενον τὸ τὰ πρός τι ἡ πρὸς ἓν λέγεσθαι, ἢ εἰ πρὸς πλείω λέγοιτο πρός τι τὸ αὐτό, ἀλλ’ οὖν πρὸς ὡρισμένα· ὃ ἀναιροῦσιν οἱ πάντα πρός τι λέγοντες· ἔσται γὰρ πρὸς ἄπειρα τὸ δοξάζον ἓν καὶ ταὐτὸν ὄν. εἰ γὰρ μὴ ἔστιν ὑποκειμένη τις φύσις ᾗ συμβέβηκε τὸ δοξάζεσθαι. διάφορος μὲν οὖσα κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶδος (ἄλλο γὰρ εἶδος ἵππου καὶ ἄλλο κυνός, καὶ τῶν ἄλλων ὅμοια, ὅσα ἐστὶ δοξαστά), ἓν δέ τι καὶ ταὐτὸ συμβεβηκὸς ἔχουσα τὸ εἶναι δοξαστὴ καὶ δύνασθαι αὐτῆς δόξαν γενέσθαι, ἀλλ’ ἑκάστῳ τὸ εἶναι ἐν τῷ δοξάζεσθαί ἐστι, καὶ ἐν τούτῳ ἡ γένεσίς τε καὶ ἡ οὐσία αὐτῶν, καὶ οὐκ ἔστιν ἄλλο τῷ ἵππῳ τὸ τί ἦν εἶναι ἢ τὸ δοξάζεσθαι (ἐν τούτῳ γὰρ αὐτῷ τὸ εἶναι), ὁμοίως δὲ καὶ τοῖς ἄλλοις πᾶσι τοῖς οὖσιν | (οὐδὲν γὰρ [*](284) διαφέρει κύνα εἰπεῖν ἡ δοξαστόν), ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄντα, ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθό ἐστι δοξαστά· ὥστε οὖν εἰ τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται, πρὸς ἄπειρα τῷ εἴδει τὸ δοξάζον ῥηθήσεται, εἴ γε ἄπειρα κατ’ εἶδος τὰ δοξαζόμενα ὑπὸ τοῦ αὐτοῦ, οἷς ἐν τῷ δοξάζεσθαι τὸ εἶναι. τοῦτο δὲ ἄτοπον. ἰσχυρὸς δὲ ὁ λόγος πρὸς ἀναίρεσιν τοῦ πάντα πρός τι εἶναι ὅ τε δεικνὺς [*](6 ἐκείνου LS: ἐκείνῳ Α 6. 7 post δοξαζόμενον iterat ἔσται καὶ ἕτερον ἐκείνου Α 8 οὐδ’ ἄν ἄνθρωπος coni. Bonitz 11 ταὐτὸν LF: ταῦτα Α 16 ἓν πρὸς ἓν LS: πω ἕν Α 19 δοξάζον S Bonitz: δοξάζειν AL 20 δὲ καθ’ ἕκαστον et 21 πρὸς ἄπειρα] sic etiam Metaph. A b: δ’ ἕκαστον et ἄπειρα Metaph. vulg. 24 δοξάζον S Bonitz: δοξαστὸν ALF εἰ γὰρ LF: εἴ γε AS 29 ἐν τῷ Ascl.: τὸ ALF 30 ἢ τό Ascl. S: ἀλλ’ ἐν τῷ ALF 31 τό εἶναι) ὁμοίως—ἀληθὲς (p. 328,11) om. LF)
326
ὅτι οὐδενὸς προδξάσαντος οὔτε εἶναι οὔτε ἔσεσθαι, καὶ ὁ ἀντιστρέφων αὐτῷ ὁ λέγων πάντα, ἃ δοξάζει τις, ἢ εἶναι ἢ ἔσεσθαι· πολλά τε γὰρ τῶν γινομένων μὴ προδοξασθέντα γινόμενα καὶ λεγόμενα ἀπροσδόκητα, καὶ πολλά, ἃ πάλιν δοξαζόμενα οὐ γίνεται, ὡς θησαυρῶν εὕρεσις, ἐν πολέμοις καὶ ἐν ἀγῶσι νῖκαι καὶ ἧτται, καὶ μυρία ὅσα ἄλλα. καὶ ἔτι ὁ λέγων, εἰ ἐν τῷ δοξάζεσθαι ἑκάστῳ τῶν ὄντων ἐστὶ τὸ εἶναι, μὴ ὄντος γε τοῦ δοξάσαντος οὐδὲν ἔσται· ὥστε ἀναιρεθέντος ζῴου οὐδὲν ἄλλο εἴη, καὶ συμφθείροιτο ἂν τῷ δοξάζοντι φθειρομένῳ ἡ ὕπαρξις τῶνδε ὧν ἐδόξαζεν, ὡς εἴπομεν ἤδη. ἀλλ’ εἰ καὶ εἴη μέν, μηκέτι δὲ δοξάζοιτο αὐτό, οὐδὲ τότε ἄν εἴη. ἔτι αὐτὸς ὁ δοξάζων ὅτε δοξάζει, εἰ μὴ ὑπό τινος δοξάζοιτο, οὐκ ἔσται ὤν· καὶ οὕτω συμβήσεται αὐτῷ μὴ εἶναί τε ἅμα καὶ δοξάζειν. ἔτι ἐν τῇ τῆς δόξης ἀπαλλαγῇ καὶ τῶν πραγμάτων ἔσται μεταλλαγή, περὶ ὧν † μεταπίπτουσα δόξας τι ὁ δοξάζων, εἰ μή τις αὑτὸν δοξάζοι ὡς δοξάζοντα. ἔτι εἰ ὁ μὲν αὐτὸν δοξάζει εἶναι, ὁ δὲ μή, εἴη ἂν ἅμα καὶ οὐκ εἴη. ἀλλὰ καὶ εἰ πολλά δοξάζοιεν εἶναι, ἔσται πολλὰ ὁ αὐτός. καὶ εἰ ἐν διαφόροις ἅμα τόποις τὸ αὐτό τινες τὸν ἀριθμὸν δοξάζοιεν εἶναι, ἔσται ἅμα τὸ αὐτὸ ἐν διαφόροις τόποις· † καὶ εἴη ἂν καὶ εἰ διάφορον, οἷον οἱ μὲν ἠρεμοῦντα οἱ δὲ κινούμενα, ἅμα τὰ αὐτὰ ἔσται. καὶ μυρία ἄν τις εὕροι τῇδε τῇ δόξῃ ἄτοπα ἑπόμενα.

[*](p. 1011b13)

Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν τὸ μὴ εἶναι ἀληθεῖς ἅμα τὰς ἀντικειμένας φάσεις.

Τοῦτο ἦν τὸ προκείμενον αὐτῷ δεῖξαι, ὅτι γνωριμώτατον καὶ ἐναργέστατον ἀξίωμα τὸ μὴ συναληθεύεσθαι τὰς ἀντιφάσεις· ὃ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπεται τοῖς τοῦτο φάσκουσιν, εἴρηται, καὶ τί τὸ κινῆσαν τοὺς οὕτως ὑπολαμβάνοντάς τε καὶ θεμένους, ὅτι τό τε τἀναντία ἐκ τοῦ αὐτοῦ ὁρᾶν γινόμενα καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν. |

[*](p. 1011b15)

Ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἅμα ἀληθεύεσθαι [*](285) κατὰ τοῦ αὐτοῦ.

Δείξας ἐναργέστατον ὂν ἀξίωμα τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ εἶναι, φησὶν ἕπεσθαι τούτῳ τὸ μηδὲ τἀναντία ἅμα δύνασθαι ὑπάρχειν τῷ αὐτῷ, καὶ πῶς ἕπεται δείκνυσι. τῶν μὲν γὰρ ἐναντίων θάτερον στέρησίς ἐστιν οὐχ ἧττον, τουτέστι τὸ ἕτερον τῶν ἐναντίων οὐχ ἦττον στέρησίς ἐστιν ἢ ἐναντίον. κέχρηται δὲ τῷ ἐπιχειρήματι τούτῳ μάλιατα ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. δύναται τὸ οὐχ ἧττον σημανἀπροσδόκητα [*](3 S Bonitz: προσδοκητά Α 6 γε Brandis Bouitz: τε AM 9 δοξάζοι τὸ αὐτό coni. Bonitz 12. 13 περὶ ὧν—δοξάζων corriipta sunt: om. S: exspectes tale quid μεταπίπτουσαν δόξαν οὐκ εἴσεται ὁ. δ. 17. 18 καὶ εἴη—ἔσται corrupta sunt: denique idem oppositae fuerit, ut si quod quiescere quidam putat, hoc alius moveri opinetur S 23 τὸ M: τῷ Α 31. 32 ὑπάρχει Α1 32 ἐναντία Α1 35 Περὶ γενέσεως καὶ φθορᾶς] Α 3 p. 318b14 sqq.)

327
τικὸν εἶναι τοῦ οὐχ ἧττον τὸ ἕτερον τοῦ ἑτέρου στέρησις. εἴρηκε μὲν γὰρ ἐν ἐκείνοις τὸ χεῖρον ἐν τῇ τῶν ἐναντίων συστοιχίᾳ στέρησιν εἶναι, κυρίως τοῦ ἀμείνονος εἴδους ὄντος· οὕτως τὸ μέλαν στέρησις τοῦ λευκοῦ καὶ τὸ αἰσχρὸν τοῦ καλοῦ καὶ τὸ πικρὸν τοῦ γλυκέος· ἤδη μέντοι ἑκάτερον ἑκατέρου στέρησις, καὶ ταύτῃ τἀναντία τῶν κυρίως στερήσεων διαφέρει, ᾗ ἐκεῖ. μὲν τὸ ἕτερον μόνον τοῦ ἑτέρου στέρησις, ἐπὶ δὲ τῶν ἐναντίων ἑκάτερον ἑκατέρου. λαβὼν δὲ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ ἑτέρου, μετὰ ταῦτα προσέθηκε τὸ οὐσίας δὲ στέρησις, ἴσον λέγων τῷ ἡ δὲ στέρησις οὐσίας, τουτέστιν ὄντος τινὸς καὶ ὡρισμένου. ὃ ἐξηγούμενος προσέθηκεν δὲ στέρησις ἀπόφασίς ἐστιν ἀπό τινος ὡρισμένου γένους. οὕτω γὰρ γίνεται σῶζον τὸ λεγόμενον τὴν πρὸς τὰ εἰρημένα συνέχειαν. τίνι δὲ διαφέρει τῆς ἀπλῶς ἀποφάσεως ἡ στερητικὴ ἀπόφασις, ἐδήλωσε διὰ τοῦ προσθεῖναι ἀπό τινος ὡρισμένου γένους. τούτου δὲ σημαντικὸν ἦν καὶ τὸ οὐσίας δὲ στέρησις. ἢ τὸ οὐσίας δὲ στέρησις ἴσον ἐστὶ τῷ ἡ δὲ στέρησις στέρησις οὐσίας καὶ ὄντος τινός· ὂν γάρ τι τὸ ἐστερημένον ἐστέρηταί τινος· οὐ γὰρ ὥσπερ ἀπόφασις, ἥ τινων ἀληθεύεται καὶ κατὰ τῶν πεφυκότων ἐκεῖνο δέχεσθαι μὴ ἐχόντων δέ, καὶ κατὰ τῶν μηδ’ ὅλως πεφυκότων τὸ γὰρ οὐχ ὁρᾷ καὶ ἐπὶ τοῦ τυφλοῦ ἀληθὲς καὶ ἐπὶ τοῦ τοίχου, ὃς οὐδὲ ὅλως ὄψεως δεκτικός· κατὰ ἀορίστων γὰρ ἡ ἀπόφασις), οὐχ οὕτω καὶ ἡ τυφλότης· ἐπὶ γὰρ τῶν ἀφῃρημένων τὴν ὄψιν μόνον ἀληθεύεται. ὁμοίως καὶ τὸ ἐναντίον, εἴ γε ἡ αὐτὴ φύσις τῶν ἐναντίων δεκτική. τούτῳ γὰρ στέρησις ἀποφάσεως, φησί, διαφέρει, ὅτι ἡ μὲν ἀπόφασις κατά τε ὄντων καὶ μὴ ὄντων κατηγορεῖται, ἡ δὲ στέρησις κατά τινος ὑποκειμένης φύσεως, ἥτις καὶ τοῦ εἴδους καὶ ἰῆς ἕξεως ἐστι δεκτική. ἅμα δὲ καὶ τί ἐστι στέρησις καὶ τί δύναται ἐξέθετο, εἰπὼν ἀπόφασις γάρ ἐστιν τινος ὡρισμένου· τοῦτο δὲ ἐν τοῖς πρώτοις ἤδη περὶ στερήσεως εἶπεν. εἰ δὴ τῶν μὲν ἐναντίων θάτερον στέρησις θατέρου, ἡ δὲ στέρησις ἀπόφασίς τις, οὐδεμία δὲ ἀπόφασις συναληθεύεται τῇ ἀντικειμένῃ φάσει, οὐδ’ ἄν τὰ ἐναντία συνυπάρχοι ἀλλήλοις. ὁ γὰρ λόγος τοιοῦτος· τὸ ἕτερον τῶν ἐναντίων τοῦ ἑτέρου τῶν ἐναντέων στέρησις· ἡ στέρησις ἀπόφασις [*](286) οὗ ἐστι στέρησις· τὸ ἕτερον ἄρα τῶν ἐναντίων ἀπόφασίς ἐστι τοῦ οὗ ἐστιν ἐναντίον. εἰ δὲ ἡ ἀπόφασις μὴ συναληθεύει τῇ καταφάσει, οὐδ’ ἄν τἀναντία. ἀλλ’ εἰ μὴ οἷόν τε ἅμα τἀναντία τοῦ αὐτοῦ κατηγορῆσαι ἀληθῶς προσκείσθωσαν δὲ οἱ διορισμοὶ οἱ ἐν τοῖς ἐναντίοις ὑποτιθέμενοι), οὐδ’ ἄν συνυπάρχειν ἀλλήλοις δύναιτο, ἀλλ’ ἢ πῇ ἄμφω ἢ θάτερον πῇ θάτερον δὲ ἁπλῶς· πῇ μὲν ἄμφω, εἰ κατὰ ἄλλο καὶ ἄλλο μόριον αὐτοῦ ἔχοι τι τἀναντία, θάτερον δὲ πῇ θατέρου ἁπλῶς ὄντος, ὡς εἶπεν ἐν τοῖς Ἠθικῖς, τὴν ἐκβολὴν τῶν φορτίων ἐν θαλάσσῃ ἁπλῶς μὲν καὶ καθ’ αὑτὴν [*](4 ἤδη] ἔστι coni. Bonitz 5 ταύτῃ τ’ ἄν ἀντὶ τῶν Α1 6. 7 ἑκάτερον ἑκατέρου M: ἑκατέρων ἑκατέρα Α 10 ἡ δὲ στέρησις] sic etiam Metaph. A b: om. Metaph. vulg. 22 ἀποφάσεως M: ἀποφάσει A 29 συνυπάρχῃ Α γὰρ A2: om. A1M 32 συναληθεύει scripsi: συναληθεύοι libri 36 κατὰ κατὰ M : καὶ κατ’ ἄλλο Α 37 θατέρου δὲ ἀλλῶς Α2 37. 38 ἐν τοῖς Ἠθικοῖς] Eth. Nicom. Γ 1 p. 1110a8)
328
ἐξεταζομένην ἀκούσιον εἶναι, τότε δὲ ὅτε πράσσεται ἑκούσιον, καὶ τὸν Αἰθίοπα ἁπλῶς μὲν καὶ ὅλον ὁρώμενον μέλανα, πῇ δὲ λευκόν (κατὰ γὰρ τοὺς ὀδόντας), καὶ τὸ ἐγὼ ψεύδομαι, ἀπλῶς ψευδὲς ὄν, πῇ ἀληθές ἐστιν, ὡς ἐν ἄλλοις δέδεικται.

[*](p. 1011b23)

Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι οὐδέν.

Δείξας ὅτι μὴ οἷόν τε ἅμα τἀναντία ὑπάρχειν, ἐφεξῆς δείκνυσι διὰ πλειόνων ὅτι μηδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. προσκατασκευάζοιτο δ’ ἂν διὰ τούτου τὸ μηδὲ ψεύδεσθαι ἅμα τὴν ἀντίφασιν· ᾧ ἕποιτο ἂν τὸ διαιρεῖν ἐπὶ παντὸς αὐτὴν τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. εἰ γὰρ μήτε ἀληθὲς ἅμα, ὡς δέδεικται, μήτε ἅμα ψευδές (δύναιτο γὰρ ἄν τοῦτο δἰρῆσθαι μεταξὺ τῆς ἀντιφάσεως), λείπεται τὸ ἐπὶ παντὸς τὸ ἕτερον αὐτῆς μόριον ἀληθὲς εἶναι, τὸ δὲ ἕτερον ψεῦδος. ὅτι οὖν μηδὲν τῆς ἀντιφάσεως μεταξὺ δείκνυσι. δεῖ δὲ μίαν λαμβάνειν ἀντίφασιν· τοῦτο δὲ εἴη ἄν, εἰ ἓν καθ’ ἑνὸς εἴη καὶ τὸ καταφασκόμενον καὶ τὸ ἀποφασκόμενον· εἰ γὰρ μὴ ἓν καθ’ ἑνὸς εἴη, οὐ μία ἔτι καὶ ἡ αὐτὴ ἀντίφασις, ἀλλὰ πλείους ἔσονται αἵ τε καταφάσεις καὶ ἀποφάσεις. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἔν τε τῷ Περὶ ἑρμηνείας καὶ ἐν τῷ Περὶ καταφάσεως. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ἓν καθ’ ἑνός. πρὸς δὲ τὴν δεῖξιν τοῦ μηδὲν εἶναι τῆς ἀντιφάσεως μεταξὺ πρώτῃ ἐπιχειρήσει χρῆται τοιαύτῃ. ὁρίζεται τί ἐστι τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος, καὶ λαμβάνει ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν λέγειν εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν λέγειν μὴ εἶναι ἢ τὸ μὴ ὂν εἶναι· ὧν τὰ μὲν καταφάσεις εἰσί, τὰ δὲ ἀποφάσεις. ὁ δὴ τὸ μεταξὺ τοῦτο λέγων εἶναι ἢ μὴ εἶναι, εἰ ὅλως ἔστι τι (διὰ γὰρ τοῦ ὥστε | καὶ ὁ λέγων τοῦτο εἶναι ἢ μή περὶ τοῦ μεταξὺ εἴρηκε), δῆλον [*](287) μὲν ὅτι ἀληθεύοι μὲν ἂν ἢ ψεύδοιτο. πᾶς γὰρ ὁ περί τινος ἀποφαινόμενος καὶ ἢ εἶναι αὐτὸ λέγων ἢ μὴ εἶναι ἀληθεύει ἢ ψεύδεται. ἀδύνατον δὲ τοῦτο ἐπὶ τούτου· οἱ γὰρ τὸ ὂν ἢ τὸ μὴ ὂν ἢ εἶναι ἢ μὴ εἶναι λέγοντες ἦσαν οἱ ἀληθεύοντες, τουτέστιν οἱ κατάφασιν ἢ ἀπόφασιν λ.έγοντες, τὸ δὲ μεταξὺ τῆς ἀντιφάσεως οὐδὲ τὸ ἕτερον τούτων. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἀληθεύουσι μὲν καὶ ψεύδονται οἱ τὸ ὂν καὶ μὴ ὂν εἶναι ἢ μὴ εἶναι λέγοντες, ὡς ὡρίσθη, ὁ δὲ τὸ μεταξὺ τῆς ἀντιφάσεως λέγων εἶναι ἢ μὴ εἶναι οὔτε τὸ ὂν εἶναι ἢ μὴ εἶναι λέγει οὔτε τὸ μὴ ὄν, τῷ τὸ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος μήτε ὂν εἶναι μήτε μὴ ὄν· ὥστε οὔτ’ ἄν ἀληθεύοι οὔτε ψεύδοιτο ὁ τὸ εἶναι αὐτοῦ ἢ τὸ μὴ εἶναι κατηγορῶν. ὁμοίως δὲ καὶ εἰ μὴ τὸ εἶναι ἢ μὴ εἶναι αὐτοῦ κατηγορεῖ τις, ἄλλο δέ τι· οὐδὲ [*](1. 2 τὸν Αἰθίοπος Α1 14 δείκνυσι LF: δεικνύς Α: demonstratur S δεικνὺς μίαν λαμβάνει Α2 18 ἐν τῷ Περὶ ἑρμηνείας] c. 7 sqq. 22 τὸ μὴ ὃν M: τὸ τὸ μὴ ὃν ALF 24 τοῦτο LFS: καὶ τοῦτο Α τοῦ LF: ταῦτα A 25 τοῦτο in Metaph. non legitur 35 ἀληθεύοι LFS: ἀληθεύοιτο A 36 ἡ μὴ LF: καὶ μὴ Α 36. p. 329,1 ἄλλο δέ τι· οὐδὲ γὰρ LFS: om. Α)

329
δεσθαι· τὸ δὲ μεταξὺ τοῦ ὄντος καὶ μὴ ὄντος καὶ τῆς ἀντιφάσεως οὔτε ὂν ἐστιν οὔτε μὴ ὂν.

[*](p. 1011b29)

Ἔτι ἥτοι τὸ μεταξύ ἐστιν ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ.

Ἡ ἐπιχείρησις τοιαύτη. ὁ λέγων μεταξύ τι εἶναι τῆς ἀντιφάσεως ἤτοι οὕτως ἐρεῖ τι μεταξὺ ὡς λευκοῦ καὶ μέλανος, ἀντικειμένων τε καὶ ἐναντίων ὄντων, τὸ φαιὸν ἤ τι ἄλλο τῶν μεταξὺ χρω·μάτων, καὶ ὅλως τῶν ἀντικειμένων ἀλλήλοις, ἢ ὡς τῶν τυχόντων τινῶν εἴωθε λέγεσθαι μεταξὺ τὸ μηδέτερον αὐτῶν ὄν, οἷον ἵππου καὶ ἀνθρώπου, εἰ λέγοι τις μεταξὺ τὸ μήτε ἄνθρωπον μήτε ἵππον εἶναι. ἀλλ’ εἰ μὲν οὕτως λέγοι τις εἶναι μεταξὺ τῆς ἀντιφάσεως τι ὡς τῶν τυχόντων μεταξὺ καλεῖν ἔθος τὸ μηδέτερον, οὐκ ἄν εἴη τοῦτο κυρίως μεταξύ· οὐ γὰρ οἷόν τε ἐκ τοῦ οὕτως λεγομένου μεταξὺ μεταβολὴν εἰς τὰ ἄκρα γίνεσθαι· ἐκ δὲ τῶν μεταξὺ ἀεὶ γίνεται εἰς τὰ ὧν ἐστι μεταξὺ μεταβολή. ἀλλ’ οὐδὲ τὰ ὧν τοιοῦτον τὸ μεταξὺ ἢ ἀντικείμενα ἂν εἴη ἀλλήλοις ἢ μεταβάλλοι ἂν εἰς ἄλληλα, εἰ τὰ τυχόντα εἴη· οὐ γὰρ μεταβάλλει τὸ τυχὸν εἰς τὸ τυχόν, ὁρᾶται δὲ ἀεὶ κατὰ τὴν ἀντίφασιν γινομένη ἡ μεταβολή· ἐκ γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθόν, καὶ ἐξ οὐκ ἀγαθοῦ εἰς ἀγαθὸν ἡ μεταβολή, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ δὴ πᾶσα μὲν μεταβολὴ εἰς τὰ ἀντικείμενα ἢ τὰ μεταξύ, τοιούτου δὲ τοῦ μεταξὺ λαμβανομένου οὔτε εἰς τὸ μεταξὺ οὔτε ἐκ τοῦ μεταξὺ ἡ μεταβολή, ἀλλ’ οὐδὲ ὁρίσαι ἄλληλα, ὧν τὸ τοιοῦτον μεταξύ, οὔτε ἂν ἐκεῖνα ἀντικείμενα ἀλλήλοις εἴη, οὐδὲ ἀντίφασιν ποιοῦντα, οὗτε τὸ ληφθὲν | αὐτῶν [*](288) ὡς μεταξὺ μεταξύ. ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐκ τούτου εἰς μὴ ἀγαθόν. νῦν δὲ ἀεὶ φαίνεται. εἰ εἴη, φησί, τὸ τῆς ἀντιφάσεως μεταξὺ τοιοῦτον, καὶ οὕτως αὐτῶν μεταξὺ ὡς τὰ τυχόντων τινῶν μεταξὺ λαμβανόμενα. καθὸ μηδετέρῳ αὐτῶν ἐστι τὰ αυτα, οὐκ ἂν εἰς αὐτὰ γίγνοιτο μεταβολὴ ἢ ἀπὸ τῆς καταφάσεως ἢ ἀπὸ τῆς ἀποφάσεως• τοῦ μὲν γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθὸν ἡ μεταβολή, καὶ τοῦ οὐκ ἀγαθοῦ, ὅταν κατὰ τοῦτο μεταβάλλῃ, εἰς ἀγαθὸν ἡ μεταβολή. ἀλλὰ μὴν ἀεὶ φαίνεται ἐν οἷς τί ἐστι μεταξύ, εἰς τοῦτο γινομένη ἑκατέρου τῶν ἄκρων τε καὶ ἀντικειμένων ἡ μεταβολή. λείπεται ἄρα ὡς ἀντικειμένων εἶναι αὐτῶν μεταξύ τι, εἰ ἔστιν, ὡς τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν, ὃ καὶ κυρίως ἐστὶ μεταξύ. διὸ καὶ οὕτως εἶπεν εἰ δὲ ἔστι μεταξύ, τουτέστιν εἰ δὲ ἐστι κυρίως αὐτῶν μεταξύ, καὶ οὕτως ἔχει ἡ ἀντίφασις ὡς ἀντικεῖσθαί τε καὶ [*](2 μέλλει LF 5 ἔσται τῆς ἀντιφάσεως Metaph. vulg. 12 τὸ μήτε LF: τὸ om. Α 19 ἡ add. Bonitz ἐκ—μεταβολὴ (20) LFS: om. Α 21 εἰ δὴ—μεταξὺ μεταξύ (25) LF 2.3 ἀλλ’—ἄλληλα corrupta sunt: exspectes ἀλλ’ οὐδὲ τῶν ἄκρων εἰς ἄλληλα cf. 1. 16. 17 24 εἴη Bonitz: ἦ Α 26 δὲ ἐκφαίνεται Α1 34 τι, εἰ ἔστιν LS: τίς ἐστιν A1: τι A2 αὐτῶν LFS: αὐτῷ A ὠς LFS: καὶ Α τε καὶ LF: τε om. A )

330
μεταξύ τι ἔχειν αὐτῆς τοῦτο γὰρ σημαίνει τὸ καὶ οὕτως ἡ ἀντίφασις, λείποντος τῇ λέξει τοῦ ἔχει, ἢ καὶ οὕτως ἡ ἀντίφασις, τουτέστι καὶ οὕτως ἐστὶ τὸ εἶναι τῇ ἀντιφάσει), συμβήσεται, φησί, τὴν γένεσιν καὶ τὴν μεταβολὴν τὴν εἰς λευκὸν γίγνεσθαι ἐξ οὐχὶ οὐ λευκοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ οὐ λευκοῦ· τοῦτο δέ, ἐπεὶ διὰ τῶν μεταξὺ γίνεται εἰς τὰ ἄκρα ἡ μεταβολή. τὸ δὴ ἐκ τοῦ μεταξὺ τοῦ τε λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταβάλλον εἰς λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ μεταβάλλοι ἄν εἰς λευκόν, καὶ γίνοιτο ἄν τι λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ. ἡ γὰρ ἑκατέρου τῶν ἄκρων ἀπόφασις ἀληθὴς κατὰ τοῦ μεταξύ· τὸ γὰρ φαιὸν οὔτε λευκὸν οὔτε μέλαν. εἰ δὴ καὶ τοῦ λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταξύ τί ἐστιν, ἔσται ἐπὶ τούτου ἀληθὲς τὸ οὐχὶ οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἡ ἀπόφασις ἦν καὶ τὸ ἀντικείμενον, ὥστε καὶ ἡ εἰς τὸ λευκὸν ἐκ τούτου μεταβολὴ ἐξ οὐχὶ οὐ λευκοῦ γένοιτο ἄν· ἐκ γὰρ τῶν οὕτως μεταξὺ γίνεται εἰς τὰ ἄκρα μεταβολή. ἀλλὰ μὴν τὸ οὐχὶ οὐ λευκὸν λευκόν ἐστιν· οὐδὲν δὲ εἰς ὃ ἔστι μεταβάλλει· γίνεται γὰρ εἰς λευκὸν μεταβολὴ ἐξ οὐ λευκοῦ, ἀλλ’ οὐκ ἐξ οὐχὶ οὐ λευκοῦ. οὐκ ἄρα ἔσται τι τῆς ἀντιφάσεως μεταξύ.

[*](p. 1012a2)

Ἔτι πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια ἢ κατάφησιν ἢ ἀπόφησιν.

Συντιθέντι τὸν πάντα νοῦν ἡ ἐπιχείρησις τοιαύτη. εἰ πᾶν τὸ ὁπωσοῦν ὄν, εἴτε ὡς νοητὸν ὂν εἴτε ὡς διανοητόν, ἡ διάνοια ἀποφαίνεται καὶ ἀληθεύνει ἢ ψεύδεται περὶ αὐτοῦ καταφάσκουσα ἢ ἀποφάσκουσα ἐν γὰρ | τῷ [*](289) καταφάσκειν ἢ ἀποφάσκειν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ὡς δέσεικται ἐκ τοῦ ὁρισμοῦ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους), περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀποφάσκουσαν, τοῦτο οὐδ’ ἄν εἴη τι τὴν ἀρχήν. περὶ δὲ τοῦ λεγομένου μεταξὺ τῆς ἀντιφάσεως εἶναι οὐχ οἷόν τε τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι, ὅτι μηδὲ καταφάσκειν ἢ ἀποφάσκειν· ὥστε οὐδ’ ἄν εἴη τι τῆς ἀντιφάσεως μεταξύ. αὐτὸς μέντοι ἐπιτόμως τὴν ἐπιχείρησιν εἶπεν· οὐ γὰρ εἶπεν οὐδὲ τὸ συνημμένον πᾶν, τὸ εἰ πᾶν τὸ νοητὸν καὶ διανοητὸν ἡ διάνοια ἀποφαινομένη ἢ κατάφησιν ἢ ἀπόφησιν, οὐδὲν τῆς ἀντιφάσεως ἐστι μ·εταξύ, ἀλλὰ μόνον τὸ ἡγούμενον ἔθηκε καὶ κατασκευὴν ὅλου τοῦ συνημμένου, προσχρησάμενος τῷ ὁρισμῷ ὃν ἀπέδωκε πρὸ ὀλίγου τοῦ ἀληθεύειν θεύειν τε καὶ ψεύδεσθαι. εἴη δ’ ἂν λέγων διὰ τοῦ πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια κατάφησι καὶ ἀπόφησιν ὅτι περὶ παντὸς οὗ ἀποφαίνεται ἡ διάνοια, ἢ κατάφησιν ἡ ἀπόφησι περὶ αὐτοῦ· πᾶν μὲν γὰρ ὃ ὡς ἀποφαινομένη λέγει, ἢ ἀληθεύει ἢ ψεύδεται ἢ καταφάσκουσα ἢ ἀποφάσκουσα, ὡς ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι δῆλόν ἐστιν. [*](1 ἡ ἀντίφασις] εἴη ἄν τις Metaph. vulg. 4. 5 ἀλλ’ οὐκ ἐκ LS; ἀλλ’ ἐκ A 7. 8 μεταιβάλλοι—λευκοῦ LFS: om. A 19 πάν LF Ascl.: περὶ AS 21 τῷ] τὸ Α 23 οὖ AscL: ὃ ALF 27 μηδὲ LF Ascl.: μὴ Α τι LF Ascl.: om. Α 29 εἰ πᾶν τὸ LS Ascl.: εἰ περὶ Α 36 ἀποφαινομένου L 36. 37 ἡ ἀποφάσκουσα LFS: om. A)

331
διανοητόν τε καὶ νοητόν ἤτοι ἐκ παραλλήλου εἴρηκεν, ἢ διανοητὸν μὲν λέγει τὸ πρακτόν, ἢ ὃ διεξέρχεται ἡ διάνοια ἐκ πλειόνων συλλογιζομένη ἢ δι’ ἐπαγωγῆς λαμβάνουσα, νοητὸν δὲ τὸ θεωρητὸν ἢ τὸ ἁπλοῦν νόημα· περὶ ἀμφότερα γὰρ ἡ συγκατάθεσις καὶ ἡ κατάφασίς τε καὶ ἡ ἀπόφασις. πάνυ δὲ συντόμως καὶ ἐπιτετμημένως ἡ λέξις ἔχει· μόνον γάρ, ὡς εἶπον, ἐν αὐτῇ τὸ ἡγούμενον ἐν τῷ λόγῳ ἔθηκεν.

[*](p. 1012a5)

Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις, εἰ μὴ ἕνεκα λέγεται.

Ἡ ἐπιχείρησις βραχέως μὲν εἴρηται καὶ αὕτη, ἔστι δὲ ὁ νοῦς αὐτῆς τοιοῦτος. εἴ γε τῆς ἀντιφάσεως ἔστι τι μεταξύ, οὐ τῆσδε μὲν τῆς περὶ τόδε τι ἀντιφάσεως ἔσται μεταξὺ τῆσδε δὲ οὐκ ἔσται, ἀλλὰ πάσης ἔσται τι. μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο λέγεται ἀλλ’ ὡς οὕτως ἔχον. ὥστε ἐπεὶ ἀντίφασις καὶ τὸ ἀληθεύειν καὶ τὸ μὴ ἀληθεύειν, ἔσται τι καὶ ταύτης μεταξύ. ἀλλὰ μὴν ἐπὶ τοῦ μεταξὺ ἡ ἀπόφασις τῶν ἄκρων ἀληθής. ἔσται ἄρα τις μεταξύ πρότασις τῆς τε ἀληθοῦς τῆς λεγούσης ‘Δίων περιπατεῖ᾿, καὶ ψευδοῦς τῆς ῾Δίων οὐ περιπατεῖ’, ἣ οὔτε ἀληθὴς ἔσται οὗτε οὐκ ἀληθής· τοῦτο δὲ ἄτοπον. καὶ παρὰ τὸ ὃν καὶ παρὰ τὸ μὴ ὂν ἔσται. καὶ αὕτη βραχέως μὲν εἴρηται ἡ ἐπιχείρησις, ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ἰῆς ἀντιφάσεως ἔστι τι μεταξύ, ἔσται τι μεταξὺ τοῦ | τε ὄντος [*](290) καὶ τοῦ μὴ ὄντος, ἐφ’ οὗ καὶ πρὸ ὀλίγου εἶπεν ὅτι ἔσται τι τοιοῦτον ὃ ὁ λέγων αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἢ ἀληθεύει ἢ ψεύδεται, εἴτε κατάφησιν ἡ ἀπόφησιν· οὐχ οἶον τε δὲ τοῦτο, τῳ τὸ μεταςυ τοῦτο μήτε ὂν εἶναι μήτε μὴ ὄν, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος ὡρίσθαι ταῖς τούτων καταφάσεσι καὶ ἀποφάσεσι. περὶ δὴ τούτου καὶ νῦν λέγων τοῦ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος φησὶν ὅτι εἰ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ καὶ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὃν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ του ὄντος, ἡ εἰς τὸ μεταξὺ ἐκ τινος τῶν ἄκρων ἡ ἐκ του μεταξὺ εἰς τι ἐκείνων οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή· οὔτε γὰρ εἰς ὂν ἔσται οὗτε εἰς μὴ ὄν, οὗτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος. ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἡ ἡ κατὰ ποιότητα ἢ ἡ κατὰ ποσότητα οὔτε κατ’ οὐσίαν μεταβολὴ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτον ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὐτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τούτων. δεῖ δὲ προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν, ἢ τὸ μεταξὺ οὖσα γενέσεως τε καὶ φθορᾶς.

[*](2 ἐκ] διὰ LF Ascl. 4 κατάφασις S Ascl.: φάσις ALF 7 πᾶσαν A 9 καὶ αὐτή Ascl. 12 ἀλλ’ ὡς Ascl.: ὅλως LF: οὐδ’ oXtu; AS 16 καὶ—περιπατεῖ LS Ascl. om. Α ἣ LS Ascl.: ἢ Α 20 ἔσται LFS: ἔστι Α 25 ἔστι τι L Ascl. ἔστι τι AF 28 ἡ εἰς LS Ascl.: ἡ εἰς A 28. 29 ἔκ τινος τῶν—εἴς τι LF om. Α 36 ἢ τὸ Ascl.: ἡ ALFS)
332
[*](p. 1012a9)

Ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέερει, καὶ ἐν τούτοις.

Ὃ λέγει, τοιοῦτόν ἐστιν. εἰ ἔστι τῆς ἀντιφάσεως τι μεταξύ, καὶ ἐν οἷς γένεσί τε καὶ ὑποκειμένοις ἡ ἀπόφασις οὐδὲν ἄλλο σημαίνει ἢ θέσιν τοῦ ἐναντίου, καὶ ἐν τούτοις ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως. ἡ δὲ ἀπόφασις τὸ ἐναντίον τίθησιν ἐν τοῖς ἀμέσοις ἐναντίοις, ὅταν κατὰ τοῦ πεφυκότος αὐτὸ δέχεσθαι κατηγορῆται· τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, καὶ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων τὸ μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμός τις ὃς οὔτε ἄρτιός ἐστιν οὔτε περιττός, ὃ ἴσον ἐστὶ τῷ οὔτε οὐκ ἄρτιος· καὶ γὰρ ἐπὶ τοῦ μεταξὺ ἀληθεῖς αἱ τῶν ἄκρων ἀποφάσεις. τοῦτο δὲ ἀδύνατον, ὡς δῆλον ἐκ τοὐ ὁρισμοῦ· ὃν γὰρ ἂν λάβωμεν καὶ προχειρισώμεθα ἀριθμόν, οὗτος ἢ ἄρτιός ἐστιν ἢ περιττός. πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, καὶ ἀριθμός ἐστιν ὃς ἢ ἄρτιός ἐστιν ἢ περιττός.

[*](p. 1012a12)

Ἔτι εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται ἀλλὰ πλείω.

Ἡ ἐπιχείρησις αὕτη ἐστίν. εἰ ἔστι μεταξύ τι τῆς ἀντιφάσεως, οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται, ὡς δοκεῖ, τρίτου τινὸς προστιθεμένου τῇ τε καταφάσει καὶ τῇ ἀποφάσει τοῦ μεταξύ, ἀλλὰ καὶ ἐπ’ ἄπειρον ἄν προέλθοι. [*](291) ἡμιόλια μὲν γὰρ ἔσται τῷ παρὰ τὸ ὑπὸ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἐφ’ ἑκάστου σημαινόμενόν τε καὶ δηλούμενον εἶναι τρίτον τὸ μεταξύ, καθ’ οὗ οὔτε ἡ κατάφασις οὔτε ἡ ἀπόφασις. ὥσπερ γὰρ εἰ ἦν τι τοῦ ὑγιαίνειν καὶ τοῦ νοσεῖν μεταξύ, οὐκ ἂν ἦν δύο μόνα τό τε ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἀλλὰ σὺν τούτοις τρίτον τὸ μεταξύ, τὰ δὲ τρία τῶν δύο ἡμιόλια ὅλα τε γὰρ αὐτὰ ἔχει καὶ προσέτι τὸ ἥμισυ αὐτῶν), οὕτως εἰ καὶ τῆς καταφάσεως καὶ ἀποφάσεως εἴη τι μεταξύ, ἡμιόλια ἂν γίνοιτο τὰ σημαινόμενα ὑπὸ τοῦ ἀποφαντικοῦ λόγου· οὐ γὰρ δύο ἀλλὰ τρία. οὐ μόνον δὲ ἡμιόλιά φησι τὰ ὄντα ἔσεσθαι, ὡς φαίνεται, ἀλλὰ γὰρ καὶ εἰς ἄπειρον ἂν ἡ αὔξησις καὶ ἡ προσθήκη τοῖς οὖσι γίγνοιτο διὰ τὴν μεταξὺ ταύτην φύσιν· εἰ γὰρ ἔσται τις φύσις μεταξὺ σημαινομένη ὑπὸ τῆς ἑκατέρου ἀποφάσεως, τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, δῆλον ὡς ἔσται καταφῆσαι, εἴ γε περὶ πάντων οἷόν τε καὶ καταφάσκειν καὶ ἀποφάσκειν, ὡς ἐδείχθη ἐν τῷ Περὶ ἑρμηνείας· εἰ δὲ καταφῆσαι καὶ ἀποφῆσαι, ἔσται τι πάλιν καὶ τούτων [*](7 αὐτὸ LFS: αὐτὰ Α 9 ἔστι LFS AscL: ἔσται Α 9. 10 οὔτε ὑγιαίνει LFS: om. Α 10 οὐ νοσεῖ] οὔτε νοσεῖ coni. Bonitz 13 ἄν LF AscL: om. Α 23 οὕτως ἡ κατάφασις Α1 26 καὶ τῆς A-LF: καὶ τὸ τῆς Α1 27 εἴη τι LF: τι om. A 32 τῆς τε — ἀποφάσεως LF: om. Α 33. 34 ἐν τῷ Περὶ ἑρμηνείας] c. 6)

333
τῆς τε καταφάσεως τῆς τοῦ μεταξὺ τούτου καὶ τῆς ἀποφάσεως αὐτοῦ μεταξύ τι, καθ’ οὗ ἀληθὴς ἡ ἀμφοτέρων ἀπόφασις, ἦς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, εἴ γε πάσης ἀντιφάσεως ἐστι μεταξύ, ὃ δηλονότι καὶ αὐτὸ πάλιν ἔσται τις φύσις, εἴ γε ἐπ’ αὐτοῦ ἀληθὴς ἡ ἑκατέρου ἐκείνων ἀπόφασις. εἰ δὲ ἔστι τι τοιοῦτον, πάλιν καὶ ἐπὶ τούτου κατάφασις ἔσται καὶ ἀπόφασις καὶ ἄλλο τι μεταξύ, καθ’ οὗ ἡ ἑκατέρου τούτων ἀπόφασις· καὶ τοῦτο ἐπ’ ἄπειρον. τὸ δὲ πάλιν γὰρ ἔστι ἀποφῆσαι τοῦτο πρὸς τὴν φάσιν καὶ τὴν ἀπόφασιν ἴσον ἐστὶ τῷ πάλιν γὰρ εὑρεθήσεταί τι οὗ ἔσται ἀποφῆσαι καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν τὰς ἐπὶ τοῦ μεταξὺ τῆς πρώτης ἀντιφάσεως· ὃ ἴσον ἄν εἴη τῷ πάλιν γὰρ ἔσται καὶ τῆς ἐπὶ τοῦ μεταξὺ λεγομένης ἀντιφάσεως μεταξύ τι· δῆλον γὰρ ὡς ἔσται τι πάλιν καὶ ταύτης τῆς ἀντιφάσεως μεταξύ, ἐφ’ οὗ πάλιν ὄντος μεταξὺ καὶ αὐτοῦ ἄλλη ὁμοίως ἀντίφασις ἔσται, ἧς πάλιν ἄλλο τι ἔσται μεταξύ, ἐφ’ οὗ πάλιν καὶ αὐτοῦ ὄντος τινὸς ἔσται κατάφασις καὶ ἀπόφασις, ὧν τὸ μεταξὺ πάλιν ἄλλην εἰσάξει φύσιν· ἄλλο γὰρ τὸ σημαινόμενον ὑπὸ τῆς ἀμφοτέρων ἀποφάσεως τοῦ σημαινομένου ὑπὸ τῆς καταφάσεως ἢ ἰῆς ἀποφάσεως· τοῦτο γὰρ σημαίνει τὸ ἡ γὰρ οὐσία ἐστί τις αὐτοῦ ἄλλη· καὶ τοῦτο ἐπ’ ἄπειρον.

[*](p. 1012a15)

Ἔτι ὅταν ἐρομένου εἰ λευκόν.

Ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος. εἰ πρὸς τὸν ἐρόμενον περί τινος εἰ ἔστιν ἢ μή, ὁ ἀποκρινόμενος ἢ εἶναι ἀποκρίνεται ἢ μὴ εἶναι, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ | εἶναι ἀποφάσκει, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο [*](292) μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατάφασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῶν ἀποκρίσεων σημαίνεται ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως. εἰ γὰρ ἦν, καὶ ἢ παρὰ τὸ οὒ τὸ ἀρνητικὸν ἄλην τινὰ ἀπόκρισιν ἔδει εἶναι τρίτην τῷ μὴ τοῦτο μὲν φάσκοντι εἶναι περὶ οὗ ἡ ἐρώτησις, τὸ δὲ μεταξὺ τιθέντι, ἢ τὸ οὒ τὸ ἀρνητικὸν μὴ μόνον ἀναιρετικὸν εἶναι τοῦ περὶ οὗ ἡ ἐρώτησις, ἀλλὰ καὶ ἄλλο τι δηλοῦν ἕν. εἰ δὲ μήτε ἄλλη τις ἀπόκρισίς ἐστι μήτε τὸ οὒ τὸ ἀποφατικὸν ἄλλο τι ἢ ἀναίρεσιν ἐκείνου δηλοῖ περὶ οὗ ἡ ἐρώτησις, τοῦτο δέ ἐστιν ἡ ἀπόφασις, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γάρ τι ἦν, ἦν ἄν τις καὶ ἀπόκρισις περὶ αὐτοῦ. αὐτὸς μέντοι ἐπιτομώτερον ἐχρήσατο τῇ ἐπιχειρήσει. εἰ γὰρ ὁ ἐρομένου τινὸς περί τινος εἰ λευκὸν ἀρνούμενος αὐτὸ εἶναι καὶ λέγων οὔ οὐδὲν ἄλλο ἀποφάσκει ἢ τὸ εἶναι αὐτὸ λευκὸν, ὃ ἴσον ἐστὶ τῷ μὴ εἶναι αὐτὸ λευκόν, ἀπόφασις δὲ τοῦτο, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως· ἢ γὰρ τὸ ναί ἔδει ἀποκρίνεσθαι ἢ τὸ οὔ, ὧν τὸ μὲν τὸ εἶναι κατάφασις, τὸ [*](3 ἔστι τι μεταξύ coni. Bonitz 6 τούτων LF: τούτου Α 8 ἔσται A2LF: ἐστιν A1S 9 τὰς LFS: τὰ Α 12 αὐτοῦ LF: αὐτὴ Α 37 ναί] εἶναι L 37. p. 334,1 μὲν τὸ—δὲ τὸ LF: τὸ utroque loco om. Α)

334
δὲ τὸ μὴ εἶναι ἀπόφασις· τότε γὰρ ἂν ἣν μεταξύ τι ἰῆς ἀντιφάσεως, εἰ τὸ οὗ ἡ ἀπόκρισις μὴ μόνον τὴν ἀπόφασιν σημαίνειν ἠδύνατο τούτου περὶ οὗ ἡ ἐρώτησις, ἀλλά τι καὶ ἄλλο. ὃ ἦν μεταξύ.

[*](p. 1012a17)

Ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα.

Λέγει τὴν αἰτίαν δι’ ἣν ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης οἱ γενόμενοι, τῆς μεταξύ τι εἶναι τῆς ἀντιφάσεως λεγούσης. τὴν δὲ αὐτὴν εἶναι λέγει αἰτίαν, ἥνπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων ἃ τίθενταί τινες· τοὺς μὲν γὰρ τῷ μὴ δύνασθαι λῦσαί τινα ἐριστικὸν καὶ σοφιστικὸν λόγον ἐρωτώμενον περί του ἐνδόντας αὐτῷ θέσθαι τοῦτο οὕτως ἔχειν, ὥσπερ ἤδη καὶ ἄλλοις τισὶν ἐνδόντες λόγοις τινὲς παραδόξους καὶ ἀτόπους θέσεις ἔθεντο. ἅμα δὲ διὰ τούτων ἐνδείκνυται ἡμῖν καὶ τὸ χρήσιμον πρὸς φιλοσοφίαν τῶν ἐλέγχων τῶν σοφιστικῶν, εἴ γε παρὰ τὴν ἐκείνων ἄγνοιαν ἀτόπους συμβαίνει τισὶ θέσεις παραδέχεσθαι. οἱ γοῦν περὶ τῆς κινήσεως ὑπὸ Ζήνωνος ἡρωτημένοι λόγοι πολλοὺς οὐ δυναμένους τὸ ἐν τοῖς λαμβανομένοις ψεῦδος συνορᾶν ταράσσουσί τε καὶ ἀπορεῖν ποιοῦσι, μήποτε οὐκ ἔστι κίνησις, οὕτως ἐναργές τε καὶ ἐν πᾶσι πρᾶγμα. εἶπε δὲ καὶ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ἐνδόντας τινὰς λόγοις, τῷ τε ἐκ ἰῆς διχοτομίας δεικνύντι ὅτι μηδὲν ἔστιν ἕν, καὶ τῷ ὅτι παρὰ τὸ ὂν οὐδὲν ἔστι, τοὺς μὲν ὑποθέσθαι ἄτομά τινα εἶναι μεγέθη, τοὺς δὲ εἶναι καὶ τὸ μὴ ὅν. τοιοῦτον δή τι καὶ οἱ μεταξὺ τῆς ἀντιφάσεως εἶναί τι θέμενοι ἔπαθον· οὐ γὰρ δυνηθέντες τοὺς περὶ [*](293) τούτων, ὅτι οὕτως ἔχει, ἐπερωτωμένους λόγους ὄντας σοφιστικοὺς λύειν συνεχώρησαν αὐτοῖς. ἔστι δὲ ἡ ἀπορία, δι’ ἣν ἔθεντό τινες εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἥ τε λέγουσα μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἐκ δὲ τοῦ αὐτοῦ ὁρᾶν τἀναντία γιγνόμενα, καὶ διὰ τοῦτο ἐνυπάρχειν αὐτὰ ἐν ἐκείνῳ καὶ μεμῖχθαι ἐνεργείᾳ ὄντα, τὸ δὲ μεμιγμένον ἔκ τινων μηδενὶ τῶν ἐξ ὧν μέμικται ταὐτὸ· εἶναι ἀπλῶς, ἀλλὰ μεταξὺ αὐτῶν, ὡς τὸ κρᾶμα, ὃ οὔτε ὕδωρ εἶναι ἄντικρυς οὕτε οὐχ ὕδωρ· ᾧ καὶ Ἀναξαγόρας ἐπηκολούθησεν. ὅτι δὲ ψευδὴς οὗτος ὁ λόγος καὶ σοφιστικός, δῆλον. πρῶτον μὲν γὰρ ἡ ὑπόθεσις αὐτοῦ ψευδής, τὸ ἐξ οὗ γίγνεταί τινα ἀντικείμενα ἀλλήλοις, τοῦτο ἐκ τῶν ἀντικειμένων μεμῖχθαι. ἔπειτα ὅτι κἀκεῖνο ψεῦδος τὸ ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι, μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν. οὐδέτερον μὲν γὰρ τῶν ἐξ ὧν μέμικται ἀληθές· τὸ γὰρ μελίκρατον οὔτε μέλι οὔτε ὕδωρ· αἰ μέντοι ἀμφοτέρων ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ· οὔτε γὰρ μέλι τὸ μελίκρατον οὔτε ὕδωρ. σοφιστικὸς δὲ ὁ λόγος καὶ ὁ λαμβάνων ὅτι τὸ οὕτε ἔστιν οὔτε οὐκ ἔστιν οὐδετέρῳ ταὐτόν ἐστιν, οὔτε τῳ έστιν οὔτε τῳ οὐκ εστιν, τὸ δὲ οὐδέτερον μεταξὺ ἐκείνων ὧν οὐδέτερόν ἐστιν· ὥστε εἰ τὸ ἔστι τι καὶ οὐκ ἔστι τὸ [*](3 ὃ δύναται εἶναι μεταξύ L 7 ἥπερ Ascl. ἃ Ascl.: om. ALF 16 πράγμασι L Ascl. ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 3 p. 187 a 1 sqq. 26 ὡς L: καὶ AS ὡς τὸν οἶνον τὸν μεμιγμένον ὕδατι, διὸ Ascl. 33. 34 αἱ μέντοι — ὕδωρ Ascl.: om. ALS 36 οὐδετέρω—οὐκ ἔστιν LS: om. Α)

335
αὐτὸ ἀντίφασις, εἴη ἄν τι μεταξὺ τῆς ἀντιφάσεως· πᾶσα γὰρ ἀντίφασις διὰ τοῦ εἶναι καὶ μὴ εἶναι. εἰ μὲν γὰρ ἡ οὔτε ἔστιν οὔτε οὐκ ἔστι φωνὴ ἠδύνατο κατά τινος κατηγορεῖσθαί τε καὶ ἀληθεύεσθαι, ἦν ἄν τι ἴσως οὕτω τῆς ἀντιφάσεως μεταξὺ δεικνύμενον· εἰ δὲ μηδὲν τοιοῦτόν ἐστιν, οὐκ ἄν εἴη ἀληθὲς τὸ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, μηδενὸς ὄντος τοῦ ἐφ’ οὗ ἡ ἑκατέρων ἀπόφασίς ἐστιν. ἀλλ’ οὐδὲ πάντως, εἴ τι ἐστιν οὐὸέτερον, ἐκεῖνο μεταξύ ἐστιν ἐκείνων· καὶ γὰρ ὁ τοῖχος οὔτε ἀπόφασίς ἐστιν οὔτε κατάφασις, ἀλλ’ οὐ διὰ τοῦιο μεταξύ ἐστι καταφάσεως καὶ ἀποφάσεως· τὸ γὰρ μειαξύ τινων τοιοῦτόν ἐστιν ὥστε μὴ μόνον εἰς ἄλληλα γίνεσθαι τοῖς ἄκροις τὴν μεταβολήν, ἀλλὰ καὶ εἰς τὸ μεταξύ, καὶ ἰῷ μεταξὺ πάλιν εἰς ἑκάτερον τῶν ἄκρων. οὔτε οὖν ἐκ τοῦ εἶναι εἰς τὸ μγ́3 εἶναι μήτε μὴ εἶναι μεταβάλλει τι, οὔτε ἐκ τοῦ μὴ εἶναι ὁμοίως εἰς τὸ μήτε εἶναι μήτε μὴ εἶναι. ἀλλ’ οὐδὲ ἐκ τοῦ μήτε εἶναι μήιε μὴ εἶναι, ὅ ἐστι τούτων μεταξύ· τὴν ἀρχὴν γὰρ οὐδὲ ἔστι τι ἐν τῷ μήτε εἶναι μήτε μὴ εἶναι. οἱ μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν οὕτως ἀπεφήναντο, οἱ δὲ διὰ τὸ πάντων ἀποδείξεις ζητεῖν· τῷ γὰρ τούιων μὴ εἶναι ἀπόδειξιν, τῷ ἀρχὰς αὐτὰ εἶναι ὄντα ἐναργῆ, ὑποτίθενταί τε τὰ ἀντικείμενα αὐτοῖς ἅμα ἀληθῆ εἶναι, καὶ προΐστασθαι πειρῶνται | αὐτοῦ, οὐ πεπεισμένοι μὲν οὕτως ἔχειν, ὡς [*](294) ἤλεγξεν αὐτοὺς ἐπὶ τῶν πράξεων μάλιστα, θέσιν δὲ φυλάττειν πειοͅώῳνοι.

[*](p. 1012a21)

Ἀρχὴ δὲ πρὸς ἅπανταςτούτους ἐξ ὁρισμοῦ.

Ἀρχήν φησιν εἶναι τῆς δείξεως πρός τε τοὺς διὰ τὸ ἐνδοῦναι τοῖς σοφίσμασι τοῖς περὶ τοῦ ταῦτα οὕτως ἔχειν ἐρωτωμένοις θεμένους τὸ μεταξὺ εἶναί τι τῆς ἀντιφάσεως, καὶ πρὸς τοὺς πάντων ἀποδείξεις ἀπαιτοῦντας καὶ διὰ τοῦτο ὡς μὴ δυναμένων ἀποδειχθῆναι τοῦ τε μηδὲν εἶναι τῆς ἀντιφάσεως uεταξὺ καὶ τοῦ μὴ συμψεύδεσθαι τὴν ἀντίφασιν λέγοντας ταῦτα, πρὸς δὴ πάντας τούτους ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν, τὸν αὐτὸν λόγον λέγων ὃν εἶπε καὶ κατ’ ἀρχὰς τῆς πρὸς τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ εἶναι λέγοντας ἀντιλογίας. ἂν γὰρ συγχωοͅῶσι τὰ ὀνόματα σημαίνειν τι, ὃ ἀναγκαῖόν ἐστιν αὐτοῖς διδόναι, εἰ ῴλλοιεν ὅλως χρῆσθαι λόγῳ; χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδοὺς τῶν ὀνομάτων, οἷς χρῶνται, λαμβάνειν· οἵτινες λόγοι ὁρισμοὶ ἄν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψεύδους, ὅτε καὶ διὰ τοῦ διδόναι σημαίνειν τι δι’ ὧν AS70031 συγχωροῦσι καὶ τὸ ὁρισμὸν εἶναι. ἂν δὴ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ τὸ ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὂν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν λλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις τὰ δὲ ἀποφάσεις, οὐδὲν ἄν ἀληθὲς ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ [*](6 οὐδὲ] οὐ γὰρ LF 11 μήτε εIνι LS: μὴ εἶναι Α 18 αὐτοῦ] αὐτῆς LF 20 ὁρισμοῦ LS Ascl. Metaph.: ὁρισμῶν A 22 τοῦ LF: om. A 32 ὅτε καὶ] ὥστε Ascl. 35 μηδὲν ἄλλο LF Ascl.: μηδὲν εἶναι ἄλλο A 36. 37 τούτων—ψεῦδος S Ascl.: cadem L. praeterquara quod κατάφασις et ἀπόφασις habet: om. A)

336
ταῦτα. οὐδ’ ἂν μεταξύ τι αὐτῶν εἴη· ἦν γὰρ ἂν κἀκεῖνο πρὸς τούτοις ἀληθὲς ἢ ψεῦδος, εἴ γε καὶ αὐτὸ λόγος ἀποφαντικός. ἢ εἶπεν ἀρχὴν εἶναι πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ του σημαίνειν, διότι συγχωρησαντες σημαίνειν διὰ τῶν ὀνομάτων τι, δηλονότι καὶ λόγον τινὰ εἶναι τὸν ὑπὸ τῶν ὀνομάτων σημαινόμενον συγχωροῦσιν. εἰ δὲ τοῦτο, οὐκέτ’ ἄν ὑπὸ τοῦ αὐτοῦ ὀνόματος καὶ ὁ ἀντικείμενος σημαίνοιτο· οὕτως δὲ οὗτε ἄν πάντα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἴη, οὔτε οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. εἰπὼν δὲ τὴν ἀρχὴν ἔσεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας ἀπὸ τοῦ ὁρισμοῦ, ἐφεξῆς ἱστορεῖ τίς μὲν τῶν ἀρχαίων τὴν ἀντίφασιν ἔλεγεν ἀληθῆ εἶναι, τίς δὲ τὸ μεταξύ τι εἶναι τῆς ἀντιφάσεως. ἔτι δέ γε δείκνυσιν ἅμα καὶ ὅτι καὶ τῷ ἀληθεῖ καὶ τῷ ψευδεῖ τοῖς ὀνόμασιν ἐχρῶντο, ὧν ἡμεῖς νῦν ἀξιοῦμεν τοὺς ὁρισμοὺς λαμβάνεσθαι καὶ ἀπ’ αὐτῶν ἄρχεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας. Ἡράκλειτος μὲν λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθεται | καὶ πάντα εἶναι ἀληθῆ ἀποφαίνεται, [*](295) Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἰ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ·ἀγαθόν, ὁμοίως δὲ καὶ οὔτε κακὸν οὔτε αὖ οὐ κακόν· διὸ μεταξύ τι εἶναι λέγει τῆς ἀντιφάσεως καὶ πάντα ψευδῆ τὰ ἀντικείμενα, τουτέστι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. ὅταν γὰρ ᾖ μεμιγμένα τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ ἐξ αὐτῶν φησι μῖγμα οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν καὶ οὔτε κακὸν οὔτε οὐ κακόν, ἀλλ’ εἶναι τὸ τοιοῦτον μῖγμα. πάντα δὴ ἡγεῖτο ἐν πᾶσι μεμῖχθαι, ὥστε περὶ ἑκάστου τῶν ὄντων πᾶσαι αἱ ἀντιφάσεις ψευδεῖς κατ’ αὐτόν.

[*](p. 1012a29)

Διωρισμένων δὲ τούτων φανερὸν ὅτι καὶ τὰ μοναχῶς λεγόμενα καὶ τὰ κατὰ πάντων.

Δείξας ὅτι κατὰ μὲν Ἡράκλειτον συναληθεύουσιν αἰ ἀντιφάσεις, κατὰ δὲ Ἀναξαγόραν συμψεύδονται, φησὶν ὅτι διωρισμένων τούτων, δηλονότι ὧν ἐφθάκαμεν εἰρηκέναι, φανερὸν γέγονε καὶ ὅτι μήτε ἅμα συμψεύδονται μήτε ἅμα συναληθεύουσιν αἱ ἀντιφάσεις ἐπεὶ μηδὲ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως· φανερὸν γάρ, φησίν, ἐκ τούτων ὅτι ἀδύνατόν ἐστι καὶ τὰ μοναχῶς λεγόμενα, ὃ ἐξηγούμενος προσέθηκε τὸ καὶ τὰ κατὰ πάντων· τὰ γὰρ κατὰ πάντων ὁμοίως λεγόμενα μοναχῶς λέγεται. τίνα δὲ· λέγεται οὕτως, αὐτὸς δι’ ὧν ἐπήνεγκεν ἔδειξεν. εἰπὼν ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν φάσκοντες εἶναι ἀληθές, ὡς Ἀναξαγόρας. τὸ γὰρ μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων μοναχῶς κατὰ πάντων ἐστὶ λέγειν· ὁμοίως καὶ τὸ πάντα ἀληθεύειν, ὡς Ἡράκλειτος, καὶ τοῦτο μοναχῶς λέγειν κατὰ πάντων ἐστίν. τούτων δὲ ὅτι μηδέτερον ἐνδέχεται ἀληθὲς εἶναι, γνώριμον ἐκ τοῦ δεδεῖχθαι ἐπὶ παντὸς πάσης ἀντιφάσεως τὸ μὲν ἕτερον μόριον ἀληθὲς εἶναι τὸ δὲ ἕτερον ψεῦδος. οὐκέτι γὰρ τούτου οὕτως ἔχοντος οἷόν τε ἢ μηδὲν [*](2 εἴ γε LF: ἐλέγετό τε Α ἀποφαντικός LFS: ἀποφατικός A 4. 5 τὸν—σημαινόμενον LF: τῶν—σημαινομένων Α 17 αὖ LF: om. Α 23 τὰ om. 1 24 καὶ τὰ κατὰ Α1LF: τὰ om. A2)

337
ἀληθὲς εἶναι ἢ πάντα ἀληθῆ εἶναι· κατὰ γὰρ τοὺς μηδὲν ἀληθὲς εἶναι λέγοντας οὔτε ἡ κατάφασις οὔτε ἡ ἀντικειμένη αὐτῇ ἀπόφασις ἀληθής ποτε ἐπί τινος, κατὰ δὲ τοὺς πάντα ἀληθῆ ἡ ἀντίφασις ἅμα ἀληθής. λέγων φασὶν οὕτως ἅπαντα εἶναι ὡς τὸ τὴν διάμετρον εἶναι σύμμετρον. τουτέστιν ὁμοίως πάντα ψευδῆ εἶναι τῷ τὴν διάμετρον σύμμετρον εἶναι. εἰπὼν δὲ τὸ ἕτερον, τὸ πάντα ψευδῆ λέγειν, τῶν μοναχῶς λεγομένων λέγει καὶ τὸ ἕτερον τὸ οἱ δὲ πάντα ἀληθῆ· ὃ ἰπὼν προσέθηκε σχεδὸν γὰρ οἱ τοιοῦτοι λόγοι οἱ αὐτοὶ τῷ τοῦ | Ἡρακλείτου, λέγων τὸν ἡρακλείτου [*](296) εἶναι λόγον τὸν λέγοντα πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἶναι. καίτοι πρὸ ὀλίγου ἔδειξεν ἑπόμενον τῇ Ἡρακλείτου δόξῃ, λέγοντος πᾶν εἶναι καὶ μὴ εἶναι, τὸ πάντα ἀληθῆ λέγειν. ἢ τοῦτο ἕπεται αὐτῷ λέγοντι πᾶν εἶναι καὶ μὴ εἶναι καὶ τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ, τὸ πάντα καὶ ἀληθῆ ἅμα καὶ ψευδῆ λέγειν εἶναι. εἰ γὰρ ἅμα τὰ ἀντικείμενα ἕκαστόν ἐστι, καὶ ἔστι τε καὶ οὐκ ἔστιν, ἔσται μὲν καὶ 1 τὸ εἶναι ἡ κατάφασις καὶ τὸ μὴ εἶναι ἡ ἀπόφασις ἀληθῆ κατ’ αὐτόν· οὐ μὴν ἀλλὰ καὶ ἑκάτερον αὐτῶν πάλιν ψεῦδος· καθ’ ὅσον μὲν γὰρ οὐκ ἔστι τὸ εἶναί, ἡ κατάφασις ψευδής, καθ’ ὅσον δὲ πάλιν τὸ μὴ εἷναι, καὶ ἡ ἀπόφασις ψευδής. ὥστε πάντα κατ’ αὐτὸν ἅμα καὶ ἀληθῆ καὶ ψευδῆ· αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις τὰς ἀποφάσεις ψευδεῖς ποιοῦσιν, αἱ δὲ ἀποφάσεις τὰς καταφάσεις. τούτῳ δὴ τῷ λόγῳ τῷ κατὰ πάντων ἄμφω κατηγοροῦντι σχεδόν φησι τοὺς αὐτοὺς ἐκείνους ἀμφοτέρους εἷναι τοὺς μοναχῶς ἑκάτερον κατηγοροῦντας, καὶ δείκνυσι τῶς εἰσιν οἱ αὐτοί· ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ πάλιν τὸ ψευδῆ, διὰ τοῦτο αὗται αἱ δόξαι αἱ μοναχῶς λέγουσαι ἑκάτερον αἱ αὐταί εἰσιν τῇ κατὰ πάντων ἀμφότερα κατηγορούσῃ. ἐὰν δὲ αἱ αὐταί, ἀδύνατος δὲ ἐκείνων ἑκατέρα, ἀδύνατος ἂν εἴη καὶ ἡ ἄμφω κατὰ πάντων κατηγοροῦσα. ὅτι δὲ ἐκείνων ἑκατέρα ψευδής, ἐδείχθη διὰ τοῦ πάσης ἀντιφάσεως ἐπὶ παντὸς θάτερον μὲν ἀληθὲς θάτερον δὲ ψεῦδος εἶναι. δύναται καὶ τὸ ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα εἰρηκέναι ἐπὶ τοῦ ἄμφω λέγοντος, καὶ πάντα ἀληθῆ καὶ πάντα ψευδῆ· ἐδείχθη γὰρ διὰ πλειόνων ὅτι ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι τοῦτο· ὁμὰ γὰρ ταῦτα ἀληθῆ τε καὶ ψευδῆ γίνεται, ἐπεὶ τὸ ὥστ’ εἴπερ ἀδύνατα ἐκεῖνα περὶ τῶν προειρημένων τε καὶ προδεδειγμένων λέγει τῶν πᾶσαν ἀντίφασιν ἀληθῆ ἢ πᾶσαν ἀντίφασιν ψευδῆ τιθέντων ἐδείχθη γὰρ ὅτι μηδέτερον ἀληθές)· ὄντων δὲ ἐκείνων ἀδυνάτων, ὡς δέδεικται, ἀδύνατα ἄν εἴη καὶ τὰ μοναχῶς ἐπὶ πάντων τῶν ὄντων λεγόμενα ὅτι ἀληθῆ ἢ ὅτι ψευδῆ. δύναται δὲ καὶ αὐτὸν Ἡράκλειτον λέγειν πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἰρηκέναι, καθ’ ὅσον ἔλεγε τὰ ἐναντία συνυπάρχειν, ἐναντία δὲ καὶ τὸ πάντα ἀληθῆ καὶ τὸ πάντα [*](5 φασὶν LF: φησὶν AM 6 τῷ LF: τὸ Α 9 οἱ τοιοῦτοι] οὗτοι οἱ Motaph. 11 πᾶν LF: πάντα Α 12 πᾶν scripsi: πάλιν libii 13 καὶ τὴν LF: καὶ om. Α 17 πάλαι Α1 26 post κατηγορούσῃ add. ταῦτα LF 32 ταῦτα] fort. πάπα 35. 36 ἀληθὲς ἢ ἐκείνων ὄντων ἀδ. LF Commeot. Arist. I Alex, in Metapb. 22)
338
ψευδῆ. προστίθησι δὲ τοῖς φθάνουσι δεδεῖχθαι, ὡς ἐναργῶς ἐνίων οὐσῶν ἀντιφάσεων τοιούτων περὶ ὧν οὐδεὶς ἄν ἐνδοιάσειεν, ὡς ἢ ἀμφοτέρων τῶν μορίων ἀληθῶν εἶναι δυναμένων ἢ ἀμφοτέρων ψευδῶν· ὃ δεικτικὸν ἄν εἴη τοῦ μὴ κατὰ πάντων μοναχῶς ἑκάτερον. εἶεν δ’ ἂν τοιαῦται ἀντιφάσεις τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἢ μὴ σύμμετρον, καὶ καθόλου ὧν θάτερον μὲν ἀναγκαῖον θάτερον δὲ ἀδύνατον, ὁποῖά ἐστι τὰ ἐν τῇ οὐσίᾳ τινῶν | καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα. εἰπὼν δὲ προδήλως μήτε ἀληθεῖς ἅμα [*](297) ἐπ’ ἐνίων ἀντιφάσεων δύνασθαι λέγεσθαι τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν μήθ’ ἅμα ψευδεῖς, ἐπήνεγκε τὸ καίτοι δόξειεν ἄν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων τὸ ψευδεῖς ἀμφοτέρας εἶναι· τοῦτο γὰρ λείπει. ἀποτεινόμενος δὲ ταῦτα πρὸς Ἡράκλειτον λέγει καὶ ὅσοι διὰ τὸ συνεχῆ τὴν ῥύσιν εἶναι ἐν τοῖς οὖσιν ἔλεγον ἅμα κατ’ αὐτῶν ἀληθὲς καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. ὅσον γὰρ ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν, μᾶλλον ἄν ὑγιὲς εἴη τὸ ψευδεῖς πάσας εἶναι· εἰ γὰρ συνεχὴς ἡ ῥύσις καὶ μηδὲν ὑπομένει, οὐδὲν ἂν ὑγιῶς καὶ ἀληθῶς εἴη κατηγορῆσαι κατά τινος, ᾧ ἀκόλουθον τὸ πάντα εἶναι ψευδῆ· ἀνάγκη γὰρ τὸν ὁτιοῦν ὁρίζοντα κατὰ τοῦ συνεχῶς ῥέοντος καὶ εἰς μηδὲν ὡρισμένον μεταβάλλοντος ψεύδεσθαι. ὥστε καθ’ Ἡράκλειτον πάντα ἀληθῆ λέγοντα τοὐναντίον ἄν μᾶλλον ἁρμόττοι πάντα λέγειν ψευδῆ εἶναι, εἴ γε συνεχῶς ὑπελάμβανε πάντα ῥεῖν τε καὶ μεταβάλλειν. ἔδειξε δὲ τὸ αὐτὸ τοῦτο καὶ Ἀναξαγόρᾳ ἑπόμενον ἄτοπον διὰ τὸ πάντα μεμῖχθαι, τὸ δὲ μεμιγμένον μήτε εἶναί τι ἁπλῶς τούτων ἐξ ὧν ἐστι, μήτε ἀπλῶς μὴ εἶναι.

[*](p. 1012b5)

Ἀλλὰ πρὸς πάντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι δεῖ, καθάπερ ἐλέχθη.

εἰπὼν τίσι μὲν ἕπεται τὸ συναληθεύειν τὴν ἀντίφασιν, τίσι δὲ τὸ συμψεύδεσθαι. τίσι δὲ ἄμφω, καὶ δείξας αὐτοὺς μὴ δεόντως χρωμένους τῷ ἀληθεύειν καὶ τῷ ψεύδεσθαι ὀνόματι, ἐπάνεισιν ἐπὶ τὸν λόγον οὗ ἤρξατο. ἔφη δὲ δεῖν ἐξ ὁρισμοῦ τὴν πρὸς αὐτοὺς ἔνστασίν τε καὶ ζήτησιν ποιεῖσθαι· τοῦτο δὴ καὶ νῦν λέγει, καὶ διδάσκει πῶς χρὴ ποιεῖν. χρὴ γάρ, φησί, παρ’ αὐτῶν, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἠξιώσαμεν, αἰτεῖσθαι καὶ ἐξετάζειν, οὐχὶ εἰ εἶναί τι καὶ μὴ εἶναι λέγουσι, καὶ εἰ ἐφ’ οὗ τὸ εἶναι, ἐπὶ τούτου οἷόν τε καὶ τὸ μὴ εἶναι λέγειν (ταῦτα μὲν γὰρ ἀξιοῦντες τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλὰ εἰ σημαίνουσι δι’ ὧν λέγουσιν, αἰτητέον παρ’ αὐτῶν· εἰ μὲν γὰρ μὴ σημαίνουσιν, οὐδ’ ἂν διαλέγοιντο· εἰ δὲ σημαίνουσι, τὸν λόγον καὶ τὸν ὁρισμὸν ἑκάστου τῶν ὑπὸ τῶν λεγομένων ὑπ’ αὐτῶν σημαινομένων ληπτέον, καὶ δὴ καὶ τί τὸ ψεῦδος καὶ τἀληθὲς αὐτὸ σημαίνει, οἷς χρῶνται καὶ αὐτοί, καὶ λόγους τοὺς ὑπὸ τῶν ὀνομάτων σημαινομένους, οἵτινες ὁρισμοὶ ἄν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς.

[*](2 ἐνδοιάσειεν LF: ἐνδοιάσει Α 12 κατ’ αὐτῶν LF: κτὰ ταὐτὸν Α 14 συνεχὴς LFS: συνεχῶς Α 29 δὴ LF: δεῖ Α 31 οὐχὶ εἰ LFS: εἰ om. A λέγουσι LFS: λέγοντας A)
339
[*](p. 1012b8)

Εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ἀποφάνει ἐστιν.

Τὸ λεγόμενον ἀσαφῶς μὲν εἴρηται, εἴη δ’ ἄν τοιοῦτον. εἰ μηδὲν ἄλλο τὸ ἀληθές ἐστιν ἢ τὸ οὕτως ἔχον φάναι οὕτως ἔχειν, καὶ πάλιν τὸ οὕτως ἔχον ἀποφάναι ψεῦδος, δῆλον ὡς ἄλλο μὲν ὑπὸ τοῦ ἀληθοῦς σημαίνεται [*](298) ἄλλο δὲ ὑπὸ τοῦ ψεύδους, καὶ ἀδύνατον τῶν μὲν καταφασκόντων περὶ τοῦ αὐτοῦ τῶν δὲ ἀποφασκόντων ἢ πάντας λέγειν ψεύδεσθαι ἢ πάντας ἀληθεύειν. θεύειν. ἂν μὲν γὰρ οἱ καταφάσκοντες ἀληθεύωσιν, ὡς ἔχει τὸ πρᾶγμα λέγοντες αὐτὸ ἔχειν, οἱ αὐτὸ τοῦτο ἀποφάσκοντες αὐτοῦ ψεύσονται· τοῦτο γὰρ ὑπὸ τοῦ ψεύδεσθαι σημαίνεται, τὸ ἀποφάσκειν τινὸς ὃ ὑπάρχει αὐτῷ. εἰ δὲ ἡ ἀπόφασις ἀληθής, δῆλον ὡς ἀνάγκη τὴν κατάφασιν εἶναι ψευδῆ· εἰ γὰρ ἐν μηδενὶ ἄλλῳ τὸ ἀληθές τε καὶ ψεῦδος ἢ ἐν τῇ τοῦ αὐτοῦ καταφάσει καὶ ἀποφάσει, ἀδύνατον πάντα ψευδῆ εἶναι, ὁμοίως δὲ καὶ ἀληθῆ· ἡ γὰρ περὶ τοῦ αὐτοῦ ἀντίφασις ἀμφότερα ἔχει. εἰπὼν δὲ καίτοι δόξειεν ἄν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι, καθ’ Ηράκλειτον κινεῖσθαι πάντα λέγοντα, ἢ πάντα ἀληθῆ, ὡς Ἀναξαγόρας ἔλεγέ τε καὶ ᾤετο, ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι δεδειγμένης τῆς ἀντιφάσεως ὅπως ἔχει, καὶ τἀληθοῦς τε καὶ ψευδοῦς ὡρισμένου, ἐπήνεγκε. φέρεται δὲ καὶ οὕτως ἡ λέξις εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς ἢ φάναι ἢ ἀποφάναι καὶ τὸ ψεῦδός ἐστιν. καὶ εἴη ἄν τὸ λεγόμενον, εἰ μηδὲν ἄλλο τὸ ἀληθὲς σημαίνει ἢ τὸ καταφῆσαί τι ἢ ἀποφῆσαι. καὶ τὸ ψεῦδος ὁμοίως· καὶ γὰρ τοῦτο ἐν τῷ καταφῆσαι ἢ ἀποφῆσαι. βραχέως δὲ τῇ λέξει κέχρηται, ἐπεὶ φθάνει διὰ τῶν πρόσθεν εἰρηκέναι ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν εἶναι λέγειν ἢ τὸ μὴ ὂν μὴ εἶναι ὧν τοι μὲν κατάφασις τὸ δὲ ἀπόφασίς ἐστι, κατάφασις μὲν περὶ τοῦ ὄντος, ἀπόφασις δὲ περὶ τοῦ μὴ ὄντος), ψεῦδος δὲ τὸ τό ὂν μὴ εἶναι λέγειν, ὅ ἐστιν ἀπόφασις τοῦ ὄντος, ἢ τὸ μὴ ὂν εἶναι, ὅ ἐστι κατάφασις ἐπὶ τοῦ μὴ ὄντος. ἅτινα σαφῶς προειρημένα ἐνταῦθα μετενεκτέον· εἰ γὰρ μηδὲν ἄλλο ἀληθές ἐστιν ἢ τὸ τὸ ὂν φάναι εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, καὶ ψεῦδος τὸ τὸ ὂν μὴ εἶναι, ὅ ἐστι τῆς ἀληθοῦς περὶ τοῦ ὄντος καταφάσεως ἡ ἀπόφασις, καὶ πάλιν τὸ μὴ ὂν εἶναι, ὃ καὶ αὐτὸ κατάφασίς ἐστι τῆς ἀληθοῦς περὶ τοῦ μὴ ὄντος ἀποφάσεως, δῆλον ὡς ἀδύνατόν ἐστιν ἢ ἀληθεύειν ἀμφοτέρους τούς τε τὰς καταφάσεις τὰς περὶ τοῦ αὐτοῦ καὶ τοὺς τὰς ἀποφάσεις λέγοντας, ἢ πάλιν ἀμφοτέρους ψεύδεσθαι· οὗ γὰρ ἦν ἡ κατάφασις ἀληθής, τούτου ἦν ἡ ἀπόφασις ψευδής· ὥστε ἀνάγκη θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς θάτερον [*](1 ἄλλο τὸ A1LF: ἄλλο ἡ τὸ Α2 4 ἡ τὸ LF: τὸ om. A οὕτως πως ἔχον LF 5 ἔχειν ἀποφάναι LF 8 ἔχει LF: ἔχειν Α 10 αὐτῷ LS: αὐτὸ AF 12 εἰ γὰρ—τοῦτο (p. 340,6) om. F 14 ἡ L: εἰ A τοῦ αὐτοῦ LS: τούτου A 22 καὶ γὰρ—ἀποφῆσαι LF: om. Α 26 τὸ τὸ ὂν L: τὸ ὃν Α 28 τὸ τὸ ὃν L: τὸ ὃν Α 29 καὶ ψεῦδος—εἶναι LS: om. Α τὸ τὸ scripsi: τό τε libri ὅ LS: οἳ Α 30. 31 τό μὴ ὃν εἶναι S Bonitz: τὸ αὐτὸ εἶναι L: αὐτὸ εἶναι A 22*)

340
δὲ ψεῦδος λέγειν, ἀλλ’ οὐ πάντα ἀληθῆ ἢ πάντα ψευδῆ. δύναται καὶ τοιοῦτον εἶναι τὸ λεγόμενον διὰ τῆς λέξεως· εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθῆ φάναι ἢ ὅτι τὸ ἀποφάναι ψεῦδος. τουτέστιν εἰ δὲ μηδὲν ἄλλο σημαίνεται ὑπὸ τοὐ ἀληθῆ εἶναι τὴν κατάφασιν ἢ ὅτι ἡ ἀπόφασίς ἐστι ψευδής· ὁ γὰρ λέγων ἀληθὲς εἶναι τὸ ἡμέραν εἶναι, τὸ μὴ εἶναι | ἡμέραν διὰ τῆς καταφάσεως [*](299) ψεῦδος εἶναι λέγει· εἰ δὲ τοῦτο, ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ.

[*](p. 1012b11)

Ἔτι εἰ πᾶν ἢ φάναι ἢ ἀποφάναι ἀναγκαῖον.

Ἐδειξε πρὸ ὀλίγου ὅτι μηδέν ἐστιν ἀντιφάσεως μεταξύ, ἀλλὰ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις. εἰ δὲ τοῦτο ὑγιὲς καὶ οὐδὲν ἄλλο παρὰ τὴν ἀντίφασίν ἐστιν, ἀδύνατον ἀμφότερα ψευδῆ εἶναι· ἠδύνατο γὰρ ψευδῆ μόνως οὕτως ἀμφότερα γίνεσθαι, εἰ ἦν τι μεταξὺ αὐτῶν· μηδενὸς δὲ ὄντος μεταξύ, ἀνάγκη θάτερον μὲν αὐτῶν ἐπὶ παντὸς ἀληθὲς εἶναι, θάτερον δὲ ψευδὲς μόνον, ἀλλ’ οὐκ ἄμφω ἀληθῆ ἢ ἄμφω ψευδῆ. πάλιν δὲ τὸ ἀδύνατον ἄμφω ψευδῆ εἶναι εἶπεν, ἐπεὶ προείρηκεν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι. τοῖς τε γὰρ τὴν ῥύσιν αἰτιωμένοις τοῦτο λέγειν μᾶλλον ἕπεται, ἀλλὰ καὶ Ἀναξαγόρᾳ τῷ πάντα ἐν πᾶσι μεμῖχθαι λέγοντι καὶ μηδὲν διὰ τοῦτο τῶν ὄντων εἰλικρινῶς εἶναι ὃ λέγεται εἶναι.

[*](p. 1012b13)

Συμβέβηκε δὲ καὶ τὸ θρυλούμενον.

Θρυλούμενον μὲν εἶπεν, ἐπεὶ καὶ ἄλλοι τούτῳ πρὸς τοὺς ταῦτα λέγοντας ἐχρήσαντο ὡς ὄντι ἐναργεῖ, φανερώτατα δὲ Πλάτων κεκίνηκεν αὐτὸ ἐν τῷ Θεαιτήτῳ· πῶς δὲ αὐτοὶ αὑτοὺς ἀναιροῦσιν, ἔδειξεν. ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων ἀναιρεῖ αὑτὸν τῷ καὶ τὸν τἀναντία ἑαυτῷ λέγοντα, ὅτι μηδὲν ἀληθές ἐστιν ἢ μὴ πάντα, ἀληθεύειν λέγειν, ὅ ἐστιν ἀναιρετικὸν τῆς δόξης τῆς πάντα ἀληθεύειν τιθεμένης· ὥστε κατὰ τὸν τιθέμενον πάντα εἶναι ἀληθῆ, ἀληθὲς καὶ τὸ μὴ πάντα εἶναι ἀληθῆ. ὁ δὲ πάντα ψευδῆ εἶναι λέγων λόγος ἑαυτὸν ἀναιρεῖ, ὅτι εἰ πάντα εἴη ψευδῆ, καὶ αὐτὸς οὗτος ἄν εἴη ψευδὴς ὁ πάντα ψευδῆ λέγων, ·ἀληθὴς ἄρα ὁ ἀναιρετικὸς αὐτοῦ, ὁ μὴ πάντα ψευδῆ λέγων.

[*](p. 1012b18)

Ἐὰν δὲ ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος.

Εἰ φυλασσόμενοι, φησί, τὸ ἑπόμενον αὐτοῖς ἄτοπον, τὸ δι’ ὧν τίθενται ἀναιρεῖν τὰ ὑπ’ αὐτῶν τιθέμενα, ὑπεξαιροῦνται καὶ λέγουσιν ὁ μὲν πάντα [*](18 εἰλικρινῶς L: εἰλικρινὲς A 19 συμβαίνει Metaph. 20 τούτῳ L: τοῦτο Α 21 ἐχρήσαντο LS: ἐχρήσατο A 22 ἐν τῷ Θεαιτήτῳ] p. 171 A sq. αὑτοὺς S Brandis Bonitz: αὐτοὺς AL 23 αὑτὸν LS: αὐτὸν A τἀναντία L: ἐναντία A 25 ἐχρήσαντο L: λεγούσης A 33 ὑπ᾿ αὐτῶν A1L: ὑφ᾿ αὑτῶν A2)

341
ἀληθῆ λέγων χωρὶς τοῦ λέγοντος ὅτι μὴ πάντα ἀληθῆ, ὅς ἐστιν ἀναιρετικὸς τοῦ πάντα ἀληθῆ, ὁ δὲ λέγων πάντα ψευδῆ χωρὶς τοῦ ὑπ’ αὐτοῦ τοῦτον γὰρ εἶναι μόνον ἀληθῆ), ἀκολουθήσει αὐτῶν ἑκατέρῳ ἐν τῷ ἕνα ὑπεξαιρεῖσθαι τὸ ἀπείρους τοιούτους συγχωρεῖν εἷναι· οὐ γὰρ μόνος ἔσται ψευδὴς ὁ λέγων μὴ πάντα εἶναι ἀληθῆ, ὡς βούλεται ὁ πάντα ἀληθῆ λέγων, ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα ἀληθῆ εἶναι, ἄλλος ὢν τοῦ λέγοντος μὴ πάντα εἶναι ἀληθῆ· οὐ γὰρ ὁ αὐτὸς λόγος τῷ οὐ πάντα ἀληθῆ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ. ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ ἀληθῆ εἶναι τὸν λέγοντα λόγον μὴ | πάντα εἶναι ἀληθῆ, [*](300) ἄλλος ὢν ἐκείνων, καὶ αὐτὸς ἔσται ψευδής. ἀλλὰ καὶ ὁ τοῦτον λέγων τὸν λόγον ἀληθῆ, ὁ λέγων, ‘ἀληθές ἐστι τὸ λέγειν τὸν λόγον τὸν λέγοντα ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ ἀληθῆ εἶναι᾿. καὶ οὕτως ἐπ’ ἄπειρόν τις αὐτῶν τῇ τοῦ ἀληθοῦς προσθήκῃ δείξει κατὰ τὸν ἕνα μόνον φάσκοντα ψευδῆ εἶναι λόγον ἀπείρους τοὺς ψευδεῖς λεγομένους. καὶ εἴη ἂν ἡ σύνθεσις ἡ ἐπ’ ἄπειρον τῶν ἀληθῶν τοιαύτη· ψευδές ἐστι τὸ οὐ πᾶς λόγος ἀληθής ἐστι τῷ ἀληθὲς εἶναι τὸ πάντα εἶναι ἀληθῆ· ψεῦσός ἐστι τὸ ἀληθές ἐστιν ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ· ψεδδός ἐστι τὸ ἀληθές ἐστι τὸ λέγειν ἀληθεύειν τὸν λέγοντα ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ. καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁμοίως δὲ καὶ ἀληθεῖς ἄπειροι κατὰ τὸν λέγοντα πάντων ψευδῶν ὄντων μόνον ἀληθῆ εἶναι τὸν λέγοντα πάντας ψευδεῖς· οὐ γὰρ μόνον ἀληθὴς ἔσται κατ’ αὐτοὺς ὁ λέγων πάντα ψευδῆ εἶναι, ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθές ἐστι τὸ πάντας ψευδεῖς εἶναι᾿· εἰ γὰρ μὴ οὗτος, οὐδ’ ὁ πρὸ αὐτοῦ. ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθής ἐστι λόγος ὁ λέγων ἀληθὲς εἶναι τὸ πάντα ψευδῆ εἶναι᾿· καὶ τοῦτο ἐπ’ ἄπειρον. βραχέως δὲ τοῦτο ἐδήλωσεν εἰπὼν ὁ γὰρ λέγων ἰὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής ἐστιν. ὁμοίως δηλονότι καὶ ψευδὴς ὁ λέγων ἀληθῆ τὸν ψευδῆ λόγον, ἄλλως τε καὶ πλασματῶδες τὸ αἰτεῖσθαι ταῦτα καὶ ὑποτίθεσθαι.

[*](p. 1012b22)

Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν οὐδ’ οἱ πάντα κινεῖσθαι.

Αὕτη ἡ λέξις οὐ φέρεται ἔν τισιν ὡς οὖσα οἰκεία τῆς φυσικῆς· οὐ μὴν ἀλλ’ ἐπεὶ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἄν εἴη παντάπασιν ἀλλοτρία τῶν προειρημένων. κειμένου γὰρ τοῦ μήτε ἀληθῆ πάντα εἶναι μήτε ψευδῆ, ἀκολουθοίη ἂν τὸ μήτε τοὺς ἠρεμεῖν πάπα λέγοντας ἀληθεύειν μήτε τοὺς κινεῖσθαι · ἕπεται γὰρ τοῖς μὲν ἠρεμεῖν πάντα λέγουσι τὸ μηδὲν μεταπίπτειν, ἀλλ’ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν, ὁρῶμεν δὲ ὅτι μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ ἡ κατάφασις μὲν [*](1 ἀληθῆ λέγων A2LFS: ἀκολουθεῖ λέγων Α1 2 ὑπ’ αὐτοῦ A1L: ὑφ᾿ αὑτοῦ A2 7 οὐ γὰρ—εἶναι ἀληθῆ (8) L: om. Α 11 ἀληθῆ, ὁ λέγων L: om. Α 16 τῷ Brandis Bonitz: om. ALM ante ψεῦδος fort, excidit ψεῦδός ἐστι τὸ ἀληθές ἐστι τό λέγειν μὴ πάντα εἶναι ἀληθῆ, nisi hoc membrum ab Alexandre ipso omissum putamus 17 λέγειν μὴ om. L 29 οἱ πάντες A 32 τῶν ὑποκειμένων LF)

342
πρότερον ἦν ἡ κατάφασις ἀληθής, ἡ ἀπόφασις πάλιν ἀληθὴς γίνεται, εἴ γε ἀληθές ἐστι τό τε ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι. αὐτὸς γοῦν ὁ λέγων πάντα ἠρεμεῖν πρότερόν τε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται· ὃ ἀδύνατον ἄνευ μεταβολῆς γίνεσθαι. τοῖς δ’ αὖ πάντα συνεχῶς κινεῖσθαι λέγουσι τὸ μηδὲν ἀληθὲς εἶναι· οὐδὲν γὰρ ὑπομένει τὴν τοῦ τόδε τι εἶναι κατηγορίαν, ἀλλὰ μεταπίπτει., ἀληθὲς δὲ ἦν τὸ τὸ ὂν εἶναι λέγειν. πάντα οὖν ψευδῆ κατ’ αὐτοὺς ἔσται· τοῦτο γὰρ καὶ ἐν τοῖς πρὸ ὀλίγου εἰρημένοις εἶπεν ἕπεσθαι τοῖς πάντα συνεχῶς ῥεῖν τε καὶ κινεῖσθαι λέγουσιν. ἀλλὰ δέδεικται ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι. λέγοι δ’ ἂν μηδέτερον τῶν [*](301) εἰρημένων ἀληθὲς εἶναι, μήτε τὸ πάντα ἠρεμεῖν μήτε τὸ πάντα κινεῖσθαι, ὅτι τούτων ἑκάτερον μοναχῶς λέγεται κατὰ πάντων. εἶπε δὲ τοῦτο ἀδύνατον εἶναι· ἕπεται γὰρ καὶ τῷ μὲν πάντα ἠρεμεῖν τὸ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν καὶ μὴ μεταπίπτειν εἰς ἄλληλα, ὃ ὅτι ἀδύνατον, ἔδειξε δι’ οὗ παρέθετο. ὁ γὰρ λέγων αὐτὸς τήνδε τὴν δόξαν καὶ πρότερόν γε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται, ὥστε οὔτε τὰ πάντα ἠρεμεῖ οὔτε ταὐτὰ ἀεὶ μένει ἀληθῆ καὶ ψευδῆ. τὸ γὰρ ὄντος αὐτοῦ, ὅτε ἔστιν, εἶναι αὐτὸν λέγειν ἀληθὲς ὂν οὐκ ἔστιν ἀληθὲς λεγόμενον, ὅτε μὴ ἔστι. πάλιν δὲ τῷ πάντα κινεῖσθαί τε καὶ ῥεῖν ἕπεται τὸ μηδὲν ὡρίσθαι μηδὲ ἀληθὲς εἶναι. τοῦτο δὲ ὅτι μὴ ἀληθές, τὸ μηδὲν εἶναι ἀληθές, δέδεικται πρότερον.

[*](p. 1012b28)

Ἀνάγκη γὰρ τὸ ὂν μεταβάλλειν.

Καὶ τοῦτο δεικτικὸν παρέθετο τοῦ μὴ πάντα κινεῖσθαι. ἔχει δὲ ἡ λέξις ἀκαταλληλότερον· εἰ γὰρ ἔστι κίνησις, ἀνάγκη τι ὂν μεταβάλλειν, εἴ γε ἡ κίνησις ἔκ τινός ἐστιν εἴς τι μεταβολή, ἀδύνατον δὲ ἔκ τινος εἴς τι μεταβάλλειν μὴ ὄντος τινὸς τοὐ μεταβάλλοντος· τοῦτο δὴ τὸ ὂν μεταβαλόν τε καὶ κινούμενον, ὅτε κινεῖται, ἀνάγκη ἐν τῷ εἶναι μένειν τε καὶ κατὰ τοῦτο ἠρεμεῖν. εἰ γὰρ εἴη κατὰ τόπον Σωκράτης κινούμενος, δεῖ τὸν Σωκράτην μένειν, ὅτε κινεῖται Σωκράτης· οὕτω γὰρ ἔσται καὶ κατὰ τόπον κινούμενος Σωκράτης. καὶ καθόλου δὴ ἐπὶ πάσης κινήσεως, εἰ ἡ κίνησις μεταβολή ἐστιν ἔκ τινος εἴς τι, σωζομένου τοῦ κινουμένου κατὰ τὴν οὐσίαν, δεῖ εἶναί τι τὸ μεταβάλλον ἄλλο ὂν παρὰ τὰ καθ’ ἃ ἡ μεταβολή, καὶ κατὰ τοῦτο ἑστάναι. εἰ ἄρα ἔστι μεταβολή, δεῖ τι καὶ ἑστάναι· καὶ γὰρ ἡ κατὰ γένεσιν καὶ φθορὰν μεταβολὴ ὑποκειμένου τινὸς καὶ σωζομένου καὶ μεαβάλλοντος εἰς ταῦτα γίνεται· τοιοῦτον γὰρ ἡ ὕλη.

[*](p. 1012b29)

Ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖταί ποτε, ἀεὶ δὲ οὐθέν.

Ὃ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ μὴν οὔτε πάντα τὰ ὄντα ποτὲ μὲν [*](18 τῷ A2LS: τὸ Α1 21 ἔτι τὸ ὃν ἀνάγκη μ. Metapli. 37 τὰ ὄντα ποτὲ μὲν LFS: om. A)

343
ἠρεμεῖ ποτὲ δὲ κινεῖται, οὐδὲν δὲ ἔστιν ὃ ἀεὶ κινεῖται, ἢ ἄλλο ὃ ἀεὶ ἦρε· μεῖ. τοῦτο γὰρ εἶπε διὰ τοῦ ἀεὶ δ’ οὐθέν. τοῦτο δὲ διὰ πλειόνων ἔδειξεν οὕτως ἔχον ἐν τῷ τελευταίῳ τῆς Φυσικῆς ἀκροάσεως. ὑπομιμνήσκει δὲ καὶ νῦν αὐτοῦ ὅτι ἔστι τι ἐν τοῖς οὖσιν ἀκίνητον ἄλλο αεικίνητον, εἰπὼν ἔστι γάρ τι ὃ ἀεὶ κινεῖ τὰ κινούμενα. τὸ γὰρ ὑπὸ τοῦ ἀεὶ κινοῦντος κινούμενον ἐδείχθη συνεχῶς τε καὶ ἀεὶ προσεχῶς κινοῦν τῇ οἰκείᾳ κινήσει ἀιδίῳ οὔσῃ τὰ κινούμενα· τοῦτο δὲ ἦν ὁ αἰθήρ, ὃ καὶ κυκλοφορικὸν καλεῖ | σῶμα· διὰ γὰρ τούτου καὶ τὰ ἄλλα κινεῖ τὸ ἀεὶ [*](302) κινοῦν. ἀλλὰ καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀκίνητον ἀνάγκη εἶναι καὶ ἠρεμοῦν, δέδεικται καὶ αὐτό.

[*](1 ποτὲ δὲ κινεῖται LF: ἢ κινεῖταί ποτε Α ἄλλο ὃ M: ὃ om. LF: ἄλλο ἡ Α 5 τι LF: om. Α 7 οἰκεία] ἰδία LF 8 κυκλοφορητικὸν LF)
344

Ὁτι μὲν Ἀριστοτέλους ἐστὶ τὸ ἐπιγραφόμενον Δ τῶν Μετὰ τὰ φυσικὰ βιβλίων, ἐν ᾧ διαίρεσίν τινων πολλαχῶς λεγομένων ποιεῖται, καὶ ἀπὸ τῆς λέξεως καὶ ἀπὸ τῶν ἐν αὐτῷ λεγομένων γνώριμον· ὅτι δὲ καὶ ταύτης τῆς πραγματείας, δῆλον ἐξ ὧν προείρηκε. δέδειχε μὲν γὰρ ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τοῦ ὄντος καθόλου πραγματεία καὶ τῶν τούτῳ κοινῶς ὑπαρχόντων, κοινὰ δὲ τοῦ ὄντος εἰσίν, οἷς ἐπιστῆμαι πᾶσαι χρῶνται. περὶ τούτων γὰρ ἡ θεωρία τοῦ πρώτου φιλοσόφου· οὐδεμιᾶς γὰρ ἐκείνων ἴδιος ἡ περὶ αὐτῶν πραγματεία· οὐδενὶ γάρ τινι τῶν ὄντων, ἡ τόδε τί ἐστιν, ὑπάρχει τι αὐτῶν, ἀλλὰ τῷ ὄντι ᾗ ὄν, περὶ ὃ ἡ τοῦ πρώτου φιλοσόφου πραγματεία. τὸ μὲν γὰρ ἀναγκαῖον τῆς περὶ αὐτῶν διαλήψεως ἡ χρῆσις δείκνυσι· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι τούτοις χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· ὅτι δὲ μηδεμιᾶς ἴδιός ἐστι τῶν καθ’ ἕκαστα ἐπιστημῶν, ἡ κοινὴ χρῆσις αὐτῶν παρίστησι. πρὸς δὲ τούτοις κεῖται, περὶ ὧν ὁ διαλεκτικὸς κατὰ τὸ ἔνδοξον ποιεῖται τοὺς λόγους, περὶ τούτων τὴν πρώτην φιλοσοφίαν ἐπιστημονικῶς λέγειν· καὶ γὰρ τῷ διαλεκτικῷ περὶ τὰ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις ἡ πραγματεία, καὶ περὶ τῶν πολλαχῶς δὲ λεγομένων ὁ διαλεκΤικὸς διαλαμβάνει. ἔσται τοίνυν καὶ διαλεκτικὴ ὁμοία τῇ πρώτῃ φιλοσοφίᾳ, περὶ τῶν αὐτῶν διαλαμβάνουσα, λογικῶς μέντοι ἀλλ’ οὐκ ἐπιστημονικῶς. ὅτι δὲ καὶ ἡ τάξις τοῦ βιβλίου αὕτη, δῆλον ἐκ τοῦ ποιεῖσθαι. μὲν αὐτὸν τὴν διαίρεσιν τῶν πολλαχῶς λεγομένων τούτων, οἷς αἱ ἐπιστῆμαι χρῶνται, ἃ κοινῶς τῷ ὄντι παρακολουθεῖ· περὶ ὧν εἶπε καὶ ἐν τῷ δευτέρῳ δεῖν τὸν φιλόσοφον πραγματεύεσθαι διελόμενον ποσαχῶς ἕκαστον αὐτῶν λέγεται· ἀκόλουθον δέ ἐστι μετὰ τὸ δειχθῆναι περὶ τίνων ἐστὶ τῆς πρώτης φιλοσοφίας ἡ θεωρία, ὃ ἐν τῷ τρίτῳ δέδεικται, ἐφεξῆς περὶ τούτων πρώτων θεωρεῖν οἷς ἀναγκαῖον χρῆσθαι πρὸς τὴν τῶν ἄλλων τῶν μελεἰς [*](1 Tit. εἰς τὸ—φυσικά Α: om. LF: ὑπόθεσις τοῦ δέλτα τῶν μετὰ τὰ φυσικά supeiscr. F 3 τινων LFS: τῶν Α 6 περὶ τὸ ὃν κ. LF 12 χρῶνται LF αὐταῖς F: αὐτῷ Α1: αὐτοῖς Α2 13 δεικνύουσιν A2S: δείκνυσιν Α1.. δεικνύουσαι LF 14 ὁ A-LF: ἡ Α1 15 κατὰ A2LF: καὶ A1 18 ὁμοία—ἐπστημονικῶς (20) LFS: om. A 24 ἀκόλουθον LF: ἀκόλουθα Α)

345
λόντων δείκνυσθαι θεωρίαν τε καὶ δεῖξιν. διὸ καὶ πρῶτον περὶ ἀξιώματος εἶπε τοῦ ἐπὶ παντὸς δεῖν τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὄντος πρὸς τὰς δείξεις | χρησίμου· μεθ’ ἃ ἐν τούτῳ τὴν διαίρεσιν ποιεῖται τῶν οὕτως [*](303) πολλαχῶς λεγομένων. ὅτι δὲ μὴ ἀτελὲς τὸ βιβλίον, ὡς οἴονταί τινες τεκμαιρόμενοι τῷ μὴ πάντων αὐτὸν τῶν πολλαχῶς λεγομένων τὴν διαίρεσιν ποιεῖσθαι, δῆλον ἐκ τοῦ μὴ ἁπλῶς ἐν αὐτῷ προκεῖσθαι τοῦτο ποιεῖν, ἀλλὰ τούτων μόνων οἷς ὡς κοινοῖς αἱ ἐπιστῆμαι πᾶσαι χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· οὔτε γὰρ περὶ τῶν ὁμωνύμων λέγειν ἡμῖν πρόκειται, οὔτε περὶ πάντων τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ἀλλὰ περὶ τῶν τὸ πολλαχῶς ἐχόντων, διότι τῷ ὄντι καθὸ ὄν ἐστιν ὑπάρχει καὶ αὐτῷ λεγομένῳ πολλαχῶς. διὸ οὐχὶ μαθηματικὸν ἤ τι τῶν τοιούτων λαμβάνει, ἃ καὶ αὐτὰ πολλαχῶς λέγεται, ὅτι μὴ τούτοις προσχρώμεναι αἱ ἐπιστῆμαι δεικνύουσί τι τῶν ὑφ’ αὑτάς, ἀλλὰ ἀρχῇ καὶ αἰτίᾳ καὶ φύσει καὶ στοιχείῳ καὶ τοῖς τοιούτοις, ὧν πάντων κοινῶν ὄντων πεποίηται τὴν διαίρεσιν ἐν αὐτῷ ὡς ὄντων οἰκείων τῆσδε τῆς πραγματείας. ὅθεν καὶ μᾶλλον δῆλον γίνεται τὸ βιβλίον ὅτι ἐκ ταύτης ἐστὶ τῆς συντάξεως· εἰ γάρ τινα τούτοις παρακείμενα παραλέλειπται, διαιροῖτο ἂν κἀκεῖνα κατὰ τὴν τῶν οἷς ἐστι παραπλήσια διαίρεσιν. ποιούμενος δὲ τὴν διαίρεσιν ἐν τούτῳ τῷ βιβλίῳ τούτων ὅσα κοινῶς τῷ ὄντι ὑπάρχοντά τε καὶ παρακολουθοῦντα δοκεῖ πλεοναχῶς λέγεσθαι, πρῶτον περὶ ἀρχῆς λέγει.

Ὁτι δὲ ἡ ἀρχὴ οὐ μιᾷ τινι φύσει τοῦ ὄντος παρακολουθεῖ, γνώριμον· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι ἀρχαῖς τισι χρῶνται. τὴν ἀρχὴν δὲ ἑπταχῶς ἀποδίδωσι λέγεσθαι. καθ’ ἕνα μὲν τρόπον ἀρχή, ὅθεν ἄν τις τοῦ πράγματος, οὗ ἀρχὴ λέγεται, κινηθείη πρῶτον· ἀρχὴ γὰρ μήκους καὶ ὁδοῦ, ὅθεν ἀρξάμενοι δίιμεν αὐτήν. οὕτως ἀρχὴ καὶ τὰ ἐναντία πέρατα τοῦ αὐτοῦ τοῖς ἢ ἐντεῦθεν ἢ ἐντεῦθεν ἀρχομένοις· διὸ ἡ τοιαύτη ἀρχὴ καὶ πέρας ποτὲ γίνεται. ἀρχὴ λέγεται καὶ ὅθεν ἀρξαμένων κάλλιστα ἂν τὸ προκείμενον γένοιτο, ὡς ἐπὶ τῶν μαθήσεων· ἐν ταύταις γὰρ πολλάκις οὐκ ἀπὸ τῶν πρώτων ἀρχόμεθα, ἀρχόν ἀλλ’ ἀφ’ ὧν ῥᾷστα ἄν ὁ μανθάνων παρακολουθήσαι, ὡς ἀρίστως ἐν ταῖς Κατηγορίαις ἐν τῷ περὶ ποιότητος λόγῳ πεποίηκεν· εἶπε γὰρ τὴν ποιότητα εἶναι καθ’ ἣν ποιοί τινες λεγόμεθα, διὰ τοῦ ποιοῦ, ὑστέρου μὲν ὄντος τῆς ποιότητος γνωριμωτέρου δέ, τὴν διδασκαλίαν τῆς ποιότητος ποιησάμενος. καὶ ἡ φυσικὴ ἀπὸ τῶν αἰσθητῶν, ὅτι | ἡμῖν γνωριμώτερα, [*](304) ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων ἀρχῶν, καὶ οἱ τεχνῖται δὲ ἀρχὴν ποιοῦνται ἐν τοῖς γινομένοις ὑπ’ αὐτῶν, ὅθεν ἀρξαμένοις αὐτοῖς ῥᾷστα ἄν τὸ γιγνόμενον γίγνοιτο. ἀρχὴ λέγεται καὶ ὅθεν ἄρχεταί τι γίγνεσθαι ἐνυπάρχοντος τῷ [*](4 δὲ μηδὲ ἀτελὲς LF 7 χρῶνται LF 8 δεικνύουσαι LF 9 τὸ LF: om. Α 12 ὅτι μὴ — ἐπιστῆμαι] δι’ ὧν αἱ ἐπιστῆμαι L 13. 14 τοῖς τοιούτοις LF: αὐτοῖς τούτοις A 14 πεποίηται LF: περιπεποίηται Α 17. 18 παραπλήσια LF: παραπλήσιον Α 27 ἀρξαμένῳ coni. Bonitz ἀρξαμένων καλῶς, κάλλιστα L 29 παρακολουθήσαι LF: παρακολουθήσῃ Α 29 ἀρίστως A: Ἀριστοτέλης LF: — Aristoteles S: fort, ἄριστα αὐτὸς 30 ἐν ταῖς Κατηγορίαις] C 8 p. 8 b 25 εἰπὼν Α2 33 ποιησάμενος S: ex ποιησαμένου corr. L1: ποιησαμένου A 1 F: πεποίηκε Α2 36 τῷ] ἐν τῷ LF)

346
γιγνομένῳ. οὕτως ἡ καρδία ἀρχή· ἀπὸ ταύτης γὰρ ἡ τοῦ ζῴου σύστασις· καὶ ὁ θεμέλιος τῆς οἰκίας, καὶ ἡ τρόπις δὲ τῆς νεὼς οὕτως ἄν εἴη ἀρχή. τὸ δὲ ἐνυπάρχοντος προσκείμενον χωρίζει τὴν τοιαύτην ἀρχὴν τῆς ποιητικῆς τῆς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, περὶ ἧς ἑξῆς λέγει. διαφέροι δ’ ἂν αὕτη ἡ ἀρχὴ τῆς πρὸ αὐτῆς, ὅτι ἐκείνη μὲν τοῦ ῥᾴδιον γενέσθαι ἦν ἀρχή, αὕτη δὲ τοῦ ὅλως γενέσθαι· διὸ καὶ αὕτη μὲν ὡρισμένη, ἐκείνη δὲ ἄλλῳ ἄλλη καὶ τῷ αὐτῷ ἄλλοτε ἄλλη. εἴη δ’ ἄν καὶ ἡ ὕλη οὕτως ἀρχή. ἀρχὴ λέγεται καὶ ἀφ’ οὗ πρώτου γίνεταί τι μὴ ἐνυπάρχοντος, τουτέστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τοιαύτη δέ ἐστιν ἡ ποιητικὴ ἀρχή, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή. ἢ δύο ἐστὶ τὰ εἰρημένα καὶ οὐχ ἓν διὰ τῶν λέξεων, τῆς τε ἥ τε ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκε καὶ ἡ μεταβολή. καὶ εἴη ἂν διὰ μὲν τῆς πρώτης ἀρχὴν λέγων τὴν τοῦ τέλους καὶ σκοποῦ γνῶσιν τοῦτο γὰρ ἐν τοῖς πρακτοῖς ἀρχὴ πρώτη τοῦ γενέσθαι τὸ πρακτόν· μνημονεύει γὰρ αὐτοῦ ὡς ἀρχῆς καὶ ὀλίγον προελθών), διὰ δὲ τῆς δευτέρας λέγοι ἄν περὶ τοὐ ποιητικοῦ. καὶ εἴη ἂν οὕτως ἡ διαίρεσις αὐτῷ τῆς ἀρχῆς εἰς ὀκτὼ γεγονυῖα. ἀρχὴ λέγεται κἀκεῖνο οὗ κατὰ προαίρεσιν μεταβάλλει καὶ γίγνεται τὰ γινόμενα, ὡς οἱ ἄρχοντες, ὧν κατὰ τὴν προαίρεσιν γίγνεται τὰ ἐν τοῖς ὑπ’ αὐτούς. οὕτως ἀρχὴ λέγεται καὶ ἡ τέχνη, καὶ μάλιστα ἡ ἀρχιτεκτονική, ἐφ’ ἣν ἡ ἀναφορὰ τῶν ὑπ’ αὐτὴν τεχνῶν καὶ τῶν γιγνομένων ἔργων ὑπ’ αὐτῶν. οὐχ ὁμοίως δὲ αὕτη ἀρχὴ τῇ ποιητικῇ, ὅτι αὕτη μὲν ἀρχὴ ὡς ἐπιτακτικὴ καὶ τοὐ εἴδους γνωστική, ἐκείνη δὲ ὅθεν ἤρξατο τὸ πρᾶγμα καὶ ἀπὸ ποίας κινήσεως. ἀρχὴ λέγεται καὶ ὅθεν πρῶτον γνωστόν ἐστι τὸ πρᾶγμα, ὡς τῶν ἀποδείξεων ἀρχαὶ λέγονται αἱ ὑποθέσεις, ὑποθέσεις λέγων τὰς καθ’ ἑκάστην ἐπιστήμην τε καὶ τέχνην ἀρχάς, αἳ διότι μὴ δι’ ἀποδείξεως λαμβάνονται, ἀλλ’ ὡς ἐναργεῖς, ὑποθέσεις αὐτὰς λέγουσιν. αἱ τοιαῦται ἀρχαὶ καὶ τῶν ἀμέσων τῶν καθ’ ἑκάστην ἐπιστήμην εἶεν ἂν ἀρχαί· ἡ γὰρ ‘τὸ ἀγαθὸν ὠφελεῖ καὶ τὸ κακὸν βλάπτει’, καὶ ‘τὸ ἀγαθὸν αἱρετὸν καὶ τὸ κακὸν φευκτὸν᾿ ἄμεσοι μὲν κατὰ τὴν ἠθικὴν πραγματείαν καὶ ἐπιστήμην, ἀρχὴ δὲ καὶ τούτων ἡ περὶ τέλους τε καὶ εὐδαιμονίας γνῶσις. καὶ αἱ προτάσεις δὲ αἱ ἄμεσοι οὕτως ἀρχαί. εἰπὼν δὲ ποσαχῶς ἡ ἀρχή, | ἰσαχῶς φησι καὶ τὰ αἴτια λέγεσθαι. καὶ διὰ τί, προσέθηκεν εἰπὼν πάντα [*](305) γὰρ τὰ αἴτια ἀρχαί. ἐφ’ οἷς προσέθηκε τὸ κοινὸν μὲν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ πρώταις εἶναι τούτων ὧν εἰσιν ἀρχαί, ἢ οὕτως ὡς ὅθεν ἔστιν ἢ γίγνεται ἢ γιγνώσκεται· ὡς μὲν ὅθεν ἔστιν; ὡς ὁ θεμέλιος τῆς οἰκίας καὶ ἡ τρόπις τοῦ πλοίου καὶ ἡ ὕλη ἑκάστου, γίγνεται δὲ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, γιγνώσκεται δὲ ὡς τῶν ἀποδείξεων αἱ ὑποθέσεις. [*](3 προσκείμενον LF: προκείμενον Α 5 ὅτι ἐν ἐκείνη μὲν LF 12 τῆς τε ἡ τε ὅθεν LF: τοῦ ὅθεν Α ἥ τε] legendum ἡ δὲ, cf. p. 347,28 17 αὐτῷ A2LF: αὐτῶν A1 24 post κινήσεως distinguit A2L post λέγεται A1S 28 ἂν LF: om. Α 29 ἡ L: εἰ A1: αἱ A2: ὡς Brandis Bonitz 31 καὶ τούτων LF: καὶ om. A 32 αἱ ἄμεσοι LF: αἱ om. Α 33 καὶ δι’ ἃ προσέθηκεν LF 35 πρώταις LF: πρώτας Α)
347
εἰπὼν δὲ κοινὸν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ προϋπάρχειν τούτων ὧν εἰσιν ἀρχαί, διαφοράν φησιν αὐτῶν εἶναι τῷ τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι. ἡ μὲν οὖν ὕλη καὶ τὸ στοιχεῖον στοιχεῖον δὲ καλεῖται ἡ προσεχὴς ὕλη ἑκάστου, ἥτις ἤδη ἐνεργείᾳ ἐστὶ τόδε τι σῶμα) ἀρχαὶ ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων αὐτοῖς· τὰ δὲ ἐκτός. καὶ προστίθησιν τίνα ἐστὶ ταῦτα. διὸ ἥ τε φύσις ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ ἡ διάνοια καὶ ἡ προαίρεσις. εἰπὼν τῶν ἀρχῶν τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι, διὰ τοῦτο, φησί, τὸ τὰς μὲν οὕτως ἔχειν τὰς δὲ οὐχ οὕτως, ἥ τε φύσις ἐστὶν ἀρχὴ καὶ τὸ στοιχεῖον· ἀρχαὶ γὰρ ταῦτα ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων. φύσιν δὲ νῦν τὴν ὕλην ἂν λέγοι, στοιχεῖον δὲ τὴν προσεχῆ ὕλην, ἥτις ἤδη ἐνεργείᾳ τί ἐστι σῶμα. τὰ δὲ ἑξῆς, ἡ διάνοια καὶ ἡ προαίρεσις καὶ τὰ ὅμοια τῶν ὡς τελῶν καὶ τῶν ποιητικῶν ἀρχῶν παραδείγματα, αἳ οὐκ ἐνυπάρχουσι τοῖς γινομένοις, ἐν οἷς ἦσαν καὶ οἱ ἄρχοντες. προστίθησι δὲ καὶ τὴν οὐσίαν καὶ τὸ οὗ ἕνεκα, οὐσίαν μὲν λέγων τὴν κατὰ τὸ εἶδος ἀρχήν τοῦτο γὰρ ἡ ἑκάστου οὐσία), τὸ δ’ οὗ ἕνεκα τὸ τέλος. ἃ συνέθηκεν, ἐπεὶ ἐν ἰοῖς φύσει γιγνομένοις δοκεῖ τὸ εἶδος καὶ τελειότης καὶ τέλος εἶναι· καὶ εἴη ἂν καὶ ταῦτα ἐν τοῖς προϋπάρχουσι μέν, μὴ ἐνυπάρχουσι δέ. προσέθηκε δὲ καὶ ὑπὸ τίνα τῶν εἰρημένων ταῦτα ὑπάγεται, εἰπὼν πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ καλόν. τῆς γνώσεως μὲν τὸ εἶδος· ἀρχὴ γὰρ κα αἰτία τῆς τοῦ πράγματος γνώσεως ἡ τοῦ εἴδους αὐτοῦ γνῶσις· τῆς δὲ κινήσεως ἀρχὴν τὸ τέλος εἶπεν, ὅπερ ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ καλόν. ἑκάστου γὰρ τὸ οἰκεῖον τέλος ἀγαθόν τε ἐκείνῳ καὶ καλόν, οὐκ ἐνυπάρχον μέν, ὅτε αἰτία αὐτῷ τοῦ γενέσθαι γίγνεται, ἐπιγιγνόμενον δὲ ἐκείνῳ τελειουμένῳ. ὁμοίως δὲ καὶ τὸ εἶδος, ὅτε ἐστὶν ὡς προυπάρχον τε καὶ προεπινοούμενον ἀρχή, οὐκ ἐνυπάρχει. αἱ δὲ οὕτως λεγόμεναι ἀρχαὶ περιέχονται διὰ τῆς λέξεως τῆς ἡ δὲ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος. ἢ διὰ ταύτης μὲν εἴη ἂν τὸ τέλος ἀρχὴ λεγόμενον, τῆς δὲ κατὰ τὸ εἶδος ἀρχῆς δηλωτικαὶ αἱ τέχναι, καὶ τούτων [*](306) μάλιστα αἱ ἀρχιτεκτονικαί· αὗται γὰρ τὸ εἶδός πώς εἰσι τοῦ γιγνομένου. κοινὸν μὲν οὖν πάσης ἀρχῆς φησιν εἶναι τὸ πρῶτον εἶναι οὗ ἐστιν ἀρχή· ὡς μὲν ὄντος τοῦ πράγματος οὗ ἐστιν ἀρχὴ ἡ τῆς ὁδοῦ ἀρχή, ὡς δὲ γιγνομένου ὡς θεμέλιος οἰκίας καὶ καρδία ζῴου ταῦτα γὰρ τούτων πρῶτα ὡς γινομένων), ὡς δὲ γινωσκομένων ἀρχαὶ τὰ ἀξιώματα τῶν ἀποδείξεων, ὅτι ἐντεῦθεν τὸ γινώσκεσθαι αὐταῖς. καὶ γὰρ τῶν ἤδη ὄντων ἔστι τις ἀρχὴ καὶ τῶν ἔτι γιγνομένων, πολλὰ δὲ καὶ τῶν γιγνωσκομένων ἀρχὰς ἔχει τῆς νώσεως. τὸ μὲν οὖν προυπάρχειν κοινὸν ταῖς ἀρχαῖς· τῶν δὲ ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι τούτοις ὧν εἰσιν ἀρχαί, ὡς ἡ φύσις τοῖς φύσει γιγνομένοις καὶ ἡ ὕλη· ἀλλὰ καὶ ὁ θεμέλιος οὕτως ἀρχὴ τῆς οἰκίας καὶ ἡ καρδία τοῦ [*](2 τῷ LF: τὸ Α 5 ἀρχὴ μὲν ὡς ἐνυπάρχοντα δὲ LF 6 αὐτοῖς] αὐτῶν LF 9 οὐχ om. LF 18 καὶ ἡ τελειότης LF καὶ τοῦ τέλους εἶναι LF 26 ἐκείνῳ] ἐν τῷ LF 38 προυπάρχειν LF: προυπάρχον Α)
348
ζῴου, καὶ ὅθεν ἄν τις τοῦ πράγματος ἄρξαιτο. ἡ δὲ διάνοια καὶ ἡ προαίρεσις καὶ αἱ τέχναι ἀρχαὶ μὲν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐχ ὡς ἐνυπάρχουσαι τῷ γιγνομένῳ. εἴη δ’ ἂν καὶ τὸ τέλος ὑπὸ τὸ ἀφ’ οὗ πρώτου γίνεται μὴ ἐνυπάρχοντος, ὡς προείρηται, ὑφ’ ὃ τάσσομεν καὶ τὸ ποιητικὸν αἴτιον· ἐν γὰρ τοῖς πρακτοῖς καὶ τὸ τέλος ἀρχή. ἔστι δέ, ὥσπερ τὸ ἀγαθὸν ἀρχὴ πράξεως, οὕτω πολλάκις καὶ τὸ κακόν· φεύγοντες γὰρ αὐτὸ πράσσομέν τινα. διὸ ἔν τισι γράφεται πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ κακόν. εἰπὼν δὲ τὴν ἀρχὴν ἰσαχῶς καὶ τὰ αἴτια λέγεσθαι ἐφεξῆς τὴν τῶν αἰτίων ποιούμενος διαίρεσιν τέσσαρα σημαινόμενα τοῦ αἰτίου παραδίδωσιν, ἃ καὶ ἐν Φυσικῇ ἀκροάσει ἐξέθετο αὐταῖς λέξεσιν. ὡς ἰσαχῶς μὲν καὶ τοῦ αἰτίου τῇ ἀρχῇ λεγομένου καθόλου, οὐ μὴν ἀλλὰ κυριώτερον οὕτως ἡ τῶν αἰτίων διαίρεσις γίγνεται. ἔστι μὲν οὖν τὰ σημαινόμενα ταῦτα καὶ ἐν τῇ ἀρχῇ, πλὴν οὐ τῇ διαιρέσει ταύτῃ· ἡ μὲν γὰρ ὕλη ἦν ἐν τῷ ὅθεν γίγνεται πρῶτον ἐνυπάρχοντος, καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή, διὰ μὲν τοῦ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος τοῦ τέλους τιθεμένου, διὰ δὲ τοῦ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι τοῦ ποιητικοῦ, τοῦ δὲ εἴδους διὰ τῶν τεχνῶν· ἡ γὰρ τέχνη τὸ εἶδος τοῦ γιγνομένου. καὶ κατὰ τοὺς τρόπους μὲν καθ’ οὓς καὶ ἡ ἀρχὴ λέγεται καὶ τὸ αἴτιον λέγεσθαί τε καὶ διαιρεῖσθαι, οὐ μὴν ἀλλ’ ἤδη διῃρῆσθαι, καὶ κατ’ ἐκεῖνα μὲν τὰ σημαινόμενα τὴν ἀρχήν, κατὰ ταῦτα δὲ τὸ αἴτιον. πάντα δὲ τὰ εἰρημένα περὶ αὐτῶν νῦν αὐταῖς λέξεσι ταὐτά | ἐστι τοῖς ἐν [*](307) τῷ Β τῆς Φυσικῆς ἀκροάσεως εἰρημένοις. διὸ καὶ ἐξ ἐκείνων τὴν ἐξήγησιν μετενεκτέον·

[*](p. 1013a24)

Αἴτιον λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος.

Λέγει μὲν τὴν ὕλην, τὸ δὲ ἐνυπάρχοντος προσέθηκε χωρίζων δι’ αὐτοῦ τήν τε στέρησιν τῆς ὕλης καὶ τὸ ἐναντίον· καὶ γὰρ ἐκ τῆς στερήσεως τὸ γιγνόμενον γίγνεται, ὡς ἔδειξεν ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἐκ τοῦ ἐναντίου, ἃ οὐκ ἐνυπάρχει τῷ γιγνομένῳ. καὶ τοῦ ποιητικοῦ δὲ αἰτίου ἡ ὕλη ὡς ἐνυπάρχουσα χωρίζεται· εἶπε γὰρ πρὸ ὀλίγου περὶ τῆς τοιαύτης ἀρχῆς “ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος.” οὐ μόνον δὲ τὴν προσεχῆ ὕλην ἑκάστου αἰτίαν ὑλικὴν λέγει, ἀλλὰ καὶ τὰ εἴδη αὐτῆς [*](3 ὑπὸ τὸ e S Bonitz: ὑπὸ τοῦ ALF 8 κακόν] sic Metaph. vulg. 10 τοῦ αἰτίου LFS: καὶ τοῦ αἰτίου Α 11 (cf. 23) ἐν Φυσικῇ ἀκροάσει] Β 3 p. 194 b 23 sqq. 12 τῇ LF: τῷ Α λεγομένου LFS: λεγόμενα Α οὕτως — γίγνεται (13) LFS: om. Α 15 post ἐνυπάρχοντος addendum videtur τὸ δὲ τέλος καὶ τὸ ποιητικὸν ἐν τῷ ὅθεν γίγνεται πρῶτον μὴ ἐνυπάρχοντος 16 μὲν] δὲ Α2 19 κατὰ τοὺς LF: τοὺς· om. Α 20 οὐ μὴν —αἴτίον (21)] quae quamquam separalim [ἰδίᾳ?] est divisa, tarnen in huius significata prindpiam liceat dividere et ipsam in signijicata principiiS 29 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 8 31 αἴτιον Α ὕλη τῶ ἐνυπάρχειν χωρίζεται LF 32 ὅθεν—ἐνυπάρχοντος] p. 10 13 7 33 αἰτίαν LFS: αἰτίου Α)

349
καὶ γένη, οἷον ὅδε ὁ χαλκὸς τοῦδε τοῦ ἀνδριάντος, καὶ χαλκὸς ἀνδριάντος, καὶ σῶμα εἰκόνος· τῷ γὰρ ἀνδριάντι ταῦτα ὑλικὰ αἴτια. ἄλλον δὲ τρόπον αἴτιον λέγεται τὸ εἶδος, τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τίην εἶναι καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. λέγει μὲν περὶ τῆς κατὰ τὸ εἶδος αἰτίας, ἐλλείποι δ’ ἄν τῷ τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι τὸ δηλωτικός· ὁ γὰρ δηλωτικὸς τοῦ τί ἦν εἶναι λόγος ἐστὶν ὁρισμός. παράδειγμα δὲ τὸ εἶδος εἶπεν οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες· οὔτε γὰρ δοκεῖ τὴν ἀρχὴν αὐτῷ τῶν φύσει τι γιγνομένων γίγνεσθαι πρός τι ὂν ἔξω παράδειγμα οὐδὲ γὰρ τὰ ποιοῦντα φύσει νοήσαντα πρῶτον ὃ ποιεῖ οὕτω ποιεῖ, ὡς γίνεται τὰ κατὰ τὰς τέχνας, εἰ μή τις εἴπῃ τὸ νόημα παράδειγμα τῶν γινομένων κατ’ αὐτό), ἀλλ’ αὐτὸ τὸ γιγνόμενον ἐν τῇ ὕλῃ εἶδος παράδειγμα λέγει τῷ τὴν φύσιν τούτου ἐφίεσθαι. πᾶν γὰρ τὸ ἕνεκά τινος ποιοῦν ἃ ποιεῖ ἐφέσει τῇ ἐκείνου ποιεῖ· διὸ καὶ παύεται τοῦ ποιεῖν ἔτι ὡς πεποιηκὸς τοῦτο οὗ χάριν ἐποίει. καὶ τὰ φύσει δὲ γινόμενα πάντα ἕνεκά του γίγνεται καὶ ὡρισμένου τινὸς εἴδους καὶ τελειότητος, ἐν ᾗ γενόμενον αὐτῶν ἕκαστον τοῦ γίνεσθαι παύεται. τοῦτο ἄρα ἐστὶν αὐτοῖς τὸ παράδειγμα. καὶ τὰ τούτου γένη. ὥσπερ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου τὴν προσεχῆ λαβὼν ὕλην εἶπε καὶ τὰ γένη τῆς προσεχοῦς ὕλης τῷ αὐτῷ αἰτίῳ ὑπάγεσθαι, οὕτω καὶ ἐπὶ τοῦ εἴδους· τό τε γὰρ εἶδος τὸ ἑκάστου καὶ ὁ λόγος ὁ σημαίνων τὸ τί ἦν εἶναι καὶ τὰ τοῦ εἴδους τούτου γένη ὁμοίως αἴτια· οἷον, ὡς αὐτός φησι. τοῦ διὰ πασῶν προσεχὲς μὲν εἶδος τὰ δύο πρὸς ἕν ἐν διπλασίῳ γὰρ λόγῳ ἡ διὰ πασῶν) γενικὸν δὲ ὁ ἀριθμός· ἐν γὰρ ἀριθμῷ τά τε δύο καὶ τὸ ἕν. ἀλλὰ καὶ τὰ ἐν τῷ λόγῳ μέρη· ἦν δὲ τὸ ὅλον δύο πρὸς ἕν. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ μέρη τοῦ | λόγου τοῦ τὸ τί ἦν εἶναι σημαίνοντος καὶ [*](308) αὐτὰ αἴτιά ἐστιν, εἴ γε ἐκ τούτων τὸ ὅλον. εἴη δ’ ἄν τοῦδε τοῦ εἴδους καὶ τοῦδε τοῦ ὁρισμοῦ, ὅ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰτία, εἶδος μὲν ὁ ὁρισμός, γένος δὲ ὁ λόγος, μέρη δὲ τὰ ἐξ ὧν ὁ ὁρισμὸς ὡς μερῶν σύγκειται. ἔτι αἴτιον λέγεται ὅθεν ἡ ἀρχὴ ἰῆς μεταβολῆς ἡ πρώτη. περὶ τοῦ ποιητικοῦ αἰτίου λέγει. γίνεται δέ τινα οὐ μόνον κινούμενα ἀλλὰ καὶ ἠρεμοῦντα· καὶ γὰρ ἵσταταί τινα ὑπ’ ἄλλων ὥσπερ καὶ κινεῖται· τὸ δὲ ἱστὰν αὐτὰ εἴη ἄν τῆς στάσεως αὐτῶν ποιητικὸν αἴτιον, διὸ καὶ ἠρεμήσεως πρόσκειται. μεταβολῆς δὲ εἶπεν, οὐ κινήσεως, ἵνα καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν περιλάβῃ. τὸ δὲ πρῶτον πρόσκειται, ὅτι τοῦτο μάλιστα ποιητικὸν αἴτιον· τὸ γὰρ ἐνυπάρχον τῷ γιγνομένῳ καὶ οὕτως ποιοῦν τὰ ἐφεξῆς παρὰ τοῦ ποιήσαντος αὐτὸ τὴν αἰτίαν ἔχει· καὶ τὰ ὄργαν δὲ οὐκ ἐξ αὑτῶν τὸ κινεῖν ἔχει· τὸ δὲ πρῶτον καὶ τούτοις αἴτιον καὶ ἐκτὸς τοῦ γινομένου. τὸ δὲ καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μετα- [*](1 καὶ χαλκὸς ἀνδριάντος LFS: om. Α 7 εἶπεν LFS: εἰπὼν Α 9 νοήσαντα LF: νοήσαντες Α 10 εἰ μὴ] fort, ἵνα 11 τῷ LF: τὸ A 13 παύεται AM: οὐ παύεται LF τοῦ LF: οὐ Α: om. M πεποιηκὸς L: πεποιηκὼς AF 16. 17 τούτου] sic etiam Metaph. cod. E: τούτων Metaph. vulg. 18 οὕτως οὖν καὶ LF 23 τὰ LF: om. A 28 αἴτιον L: αἴτια Α 31 ποιητικόν αἴτιον LFS: ποιητικὰ αἴτια A 34 ἐνυπάρχον A2LF: ἐνυπάρχειν A1 35 τοῦ ποιήσαντος A2LF: τῷ ποιήσαντι A1 36 αὐτῶν libri)
350
βλητικὸν τοῦ μεταβαλλομένου τῶν γενικῶν ποιητικῶν ἐστι δηλωτικόν· ὁ μὲν γὰρ πατὴρ καὶ τὸ τέκνον ὑπὸ τὸ ποιοῦν καὶ τὸ ποιούμενον, ταῦτα δὲ πάλιν ὑπὸ τὸ μεταβάλλον τε καὶ μεταβαλλόμενον.

[*](p. 1013a32)

Ἔτι δὲ ὡς τὸ τέλος· τοῦτο δέ ἐστι οὗ ἕνεκα.

Tετάρτην αἰτίαν λέγει τὴν τελικήν, αὕτη δέ ἐστιν οὗ χάριν τὰ ἄλλα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια. διὰ τί γὰρ περιπατεῖ; φαμέν, ἵνα ὑγιαίνῃ. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους. εἰπὼν παράδειγμα τοῦ τελικοῦ αἰτίου τὴν ὑγίειαν τοῦ γὰρ περιπατεῖν αἴτιον ὡς τέλος ἡ ὑγίεια), λέγει καὶ πάντα ὅσα τοῦ τέλους χάριν μεταξὺ γίνεται ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος τοῦ τέλους γίνεσθαι χάριν. ὥστε καὶ τούτων πάντων τελικὸν αἴτιον τὸ. τέλος ἐστίν· οὐ γὰρ μόνον τὸ περιπατεῖν τῆς ὑγιείας χάριν, ἀλλὰ καὶ ἡ ἰσχνασία, εἰ ὑπὸ τοῦ περιπατεῖν αὐτὴ γίγνοιτο. καὶ ἡ κάθαρσις τῆς ὑγιείας χάριν. ἀλλὰ καὶ τὰ καθαίροντα φάρμακα, καὶ δι’ ὧν ὀργάνων ἡ θεραπεία, καὶ ταῦτα τοῦ τέλους χάριν· πρὸς γὰρ τοῦτο αὐτοῖς ὁ ἰατρὸς χρῆται. πάντων δὲ τούτων τοῦ τέλους χάριν ὄντων διαφορά τίς ἐστιν αὐτῶν πρὸς ἄλληλα, καθὸ τὰ μέν ἐστιν αὐτῶν ἔργα τινά, ὡς ἡ ἰσχνασία, ὁ περίπατος, ἡ κάθαρσις, τὰ δὲ ὄργανα δι’ ὧν τὰ ἔργα, ὡς φάρμακα, σμιλίον.

[*](p. 1013b3)

Τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται.

Τὸ σχεδὸν προσέθηκεν, ἐπεὶ ἔστι τινά γε οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός, ὧν καὶ αὐτῶν μνημονεύσει. ὅτι δὲ πολλὰ τοῦ αὐτοῦ αἴτια | καθ’ αὑτό ἐστι καὶ οὐ κατὰ συμβεβηκὸς μόνον, οὐ μὴν κατὰ τὸν αὐτὸν [*](309) λόγον, ἀλλὰ ἄλλως καὶ ἄλλως, σαφῶς εἴρηκε διὰ τοῦ συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι καθ᾿ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκός, καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλ᾿ ᾗ ἀνδριάς, ἀλλὰ τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς ὅθεν ἡ κίνησις. τὸ δὲ οὐ καθ’ ἕτερον ἴσον ἐστὶ πάλιν τῷ οὐ κατὰ συμβεβηκός. ἔστι δὲ καὶ ἀλλήλων τινὰ αἴτια, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τοῦτο μὲν ἐκείνου ὡς ποιητικόν, ἐκεῖνο δὲ τούτου ὡς τέλος γνώριμον· οὕτω γὰρ τὸ πονεῖν ποιητικὸν εὐεξίας, ἡ δὲ εὐεξία τέλος τοῦ πονεῖν. εἶπε δὲ καὶ πῶς τὸ αὐτὸ αἴτιον τῶν ἐναντίων δοκεῖ, οὐχ ὡσαύτως ἔχον, ἀλλὰ τοῦ μὲν τῇ παρουσίᾳ τοῦ δὲ τῇ ἀπουσίᾳ, ἣν στέρησιν εἶπεν. εἶπε δὲ καὶ ὅτι ἀμφότερα ταῦτα αἴτια ὡς ποιοῦντα.

[*](1 μεταβάλλοντος Metaph. δηλωτικόν Bonitz: δηλωτικά ALF 9 χάριν delendum videtur 16 πρὸς ἄλληλα LFS: πρὸς τἄλλα Α 18 σμιλίον scripsi: σμῖλόν A: σμιλία LF 23 ἄλλως καὶ A2: καὶ ἄλλως καὶ Α1 25 καθ’ αὑτὸ καὶ om. Metaph. vulg. 28 τῷ LF: τὸ Α)
351
[*](p. 1013b16)

Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέσσαρας τρόπους πιπτει τους φανερωτατους.

Tαύτῃ τῇ λέξει ἀκόλουθος μέν ἐστιν ἡ λέγουσα τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, ἐν μέσῳ δὲ εἴρηται ἡ λέξις περὶ τῶν ὑποκειμένων διαίρεσιν ἔχουσα τῶν ὑλικῶν αἰτίων, ἧς ἡ ἀρχὴ τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν, ἤτοι πρῶτον ἐξαριθμουμένου καὶ διδάσκοντος ἡμᾶς τὰς κατὰ τὸ ὑποκείμενον διαφοράς ἄλλως γὰρ ἡ κυρίως ὕλη τοῖς ἐξ αὐτῆς ὑπόκειται, καὶ ἄλλως τὰ στοιχεῖα τῇ συλλαβῇ καὶ αἱ προτάσεις τῷ συμπεράσματι. ἡ μὲν γὰρ ὕλη κατὰ τὴν ἀλλοίωσιν δέχεται τὸ εἶδος, σκευαστὰ δὲ εἶπε τὰ μὴ διὰ συνθέσεως τῆς κατὰ τὴν τοῦ εἴδους μεταβολὴν γινόμενα· τὰ δὲ στοιχεῖα κατὰ σύνθεσιν τῶν συλλαβῶν γίνεται, τὰ δὲ ἁπλῶς σώματα κατὰ σύνθεσιν καὶ ἀλλοίωσιν, αἱ δὲ προτάσεις καὶ αὐταὶ κατὰ σύνθεσιν αἴτιαι τοὐ ὅλου συλλογισμοῦ· τοῦ γὰρ συμπεράσματος οὐχ ὡς ὕλη ἐστὶν αἰτία, ἀλλ’ ὡς ποιητικὸν εἶεν ἄν αἴτιον· καὶ ἔστιν ἐν τῷ ὅλῳ συλλογισμῷ ὡς ὕλη μὲν αἱ προτάσεις, ὡς δὲ εἶδος τὸ συμπέρασμα)· ἢ οὖν πρὸ τοῦ τὸν ἀριθμὸν ἐκτίθεσθαι τῶν αἰτίων ἐδίδαξεν ἡμᾶς διὰ τῆς λέξεως, ἢ ἤρξατο μὲν ὡς ἀποδώσων ἑκάστῳ τῶν αἰτίων τὸ οἰκεῖον παράδειγμα, πλείοσι δὲ χρησάμενος ἐπὶ τοῦ ὑλικοῦ παραδείγμασιν, ἐπεὶ καὶ πλείων ἐν τούτοις ἡ διαφορά, ἐπήνεγκεν ἀναλαβὼν τὸ τούτων δέ· καὶ οὕτως πάλιν ἀρξάμενος ἀπ’ ἀρχῆς διὰ συντόμων τὸ οἰκεῖον ἀποδίδωσιν ἑκάστῳ, μνημονεύσας διὰ τῶν τῆς ὕλης παραδειγμάτων ἅμα καὶ τῶν εἰδῶν, οἷς ἡ ὕλη ὑπόκειται, ἃ καὶ αὐτά ἐστιν αἴτια. διὰ γὰρ τοῦ τὰ μὲν στοιχεῖα τῶν συλλαβῶν ἀμφοτέρων ἐμνημόνευσε. τούτων δέ, φησί, τῶν εἰρημένων, τὰ μὲν | ὡς τὸ ὑποκείμενον, αὐτῶν τῶν προειρημένων τὴν διαίρεσιν [*](310) ποιούμενος τῶν γὰρ προειρημένων τὰ μὲν αἴτιά ἐστιν ὡς ὕλη, τὰ δὲ ὡς εἶδος), τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος. ὅλον δὲ οὐ τὸ σὺν τοῖς μέρεσι λέγοι ἄν οὕτως γὰρ εἶδος λέγοιτο τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ τοῖς μέρεσιν ἐπιγιγνόμενον, τὴν ὁλότητά τε καὶ τελειότητα. ὅμοιον τούτῳ καὶ ἡ σύνθεσις· καὶ γὰρ αὕτη ἄλλη οὖσα παρὰ τὰ συντιθέμενα ἐπὶ τοῖς συγκειμένοις ἐστὶ καὶ ἐν ἐκείνοις. εἰπὼν δὲ τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τί ἐφ’ ἑκάστου τῶν εἰρημένων ἐστὶ τὸ τί ἦν εἶναί προσέθηκε, τό τε γὰρ ὅλον, ὃ ἐπὶ τοῖς μέρεσιν ὡς ὕλῃ οὖσιν εἶδός ἐστι, καὶ ἡ σύνθεσις ἡ ἐπὶ τοῖς στοιχείοις· ἡ γὰρ συλλαβὴ τοιοῦτον. τὸ δὲ εἶδος καὶ πᾶσι μὲν ἐφαρμόζει, οἰκείως δ’ ἄν ἐπὶ τῶν τὴν κυρίως λεγομένην ὕλην ὑποκειμένην ἐχόντων λέγοιτο. τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας. διὰ τούτων τὸ ποιητικὸν δείκνυσιν αἴτιον· καὶ ὁ βουλευσάμενος δὲ περί τινος ὡς ὀφείλοντος γενέσθαι συντελεῖ πρὸς τὴν γένεσιν αὐτοῦ. τὰ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων. τὸ ἀκόλουθόν [*](10 τῆς—μεταβολὴν LFS: τῆσδε κτὰ τὸ εἶδος μεταβολῇ Α 14 ἐστὶν] ἦν LF ὡς ποιητικαὶ εἶεν ἄν αἰτίαι LF 14. 15 ἐν τῷ ὅλῳ συλλογισμῷ LF: ἐν τῷ συλλογισμῷ τὸ ὅλον A 15. 16 ἢ οὑν πρὸ τοῦ LFS: τὸ οὖν πρῶτον Α 16 post λέξεως addeiulum videtnr τἀς κατὰ τὸ ὑποκείμενον διαφοράς cf. 6. 7 17 ἡ LFS: ἧς Α)

352
ἐστιν ‘τὰ δὲ ὡς τὸ τέλος τῶν ἄλλων καὶ τἀγαθόν᾿· τῶν ἄλλων δὲ δηλονότι ὧν ἐστι τέλος. προσθεὶς δὲ τῷ τέλει τὸ ἀγαθόν, διὰ τί τοιοῦτον τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, ἔδειξεν ἐπενεγκὼν τὸ γὰρ οὗ ἕνεκα βέλτιστον. διαφερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν. ἑκάστῳ γὰρ τὸ τέλος ἢ ὄντως ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν· καὶ γὰρ εἰ μὴ ἀληθῶς ἀγαθόν, ἀλλ’ ὡς περὶ ἀγαθὸν αὑτὸ ἡ σπουδή· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων.

[*](p. 1013b29)

Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί.

Τρόπους τῶν αἰτίων λέγει τὰς κατὰ τὴν ἀπόδοσιν αὐτῶν διαφοράς, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν λέγεται γὰρ τὰ αἴτια πολλαχῶς. κατὰ μὲν οὖν τὸν ἀριθμὸν πλείους φησὶν εἶναι τοὺς τρόπους, ἀναγομένους μέντοι εἰς τὰ κοινὰ καὶ καθόλου ἐλάττους γίνεσθαι, ὥστε εἰς ἓξ ἀνάγεσθαι γένη αἰτίων πάντας τοὺς τρόπους, ὧν ἕκαστον διχῶς λέγεσθαι, ἡ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, ὡς δείξει. πρῶτον δὲ τίνες οἱ τρόποι τῶν αἰτίων καὶ ὅτι πλείους δείκνυσι. διαφέρει γὰρ ἡ τῶν αἰτίων ἀπόδοσις ἢ τῷ προσεχῶς ἀποδίδοσθαι καὶ πρότερον, ἢ τῷ μὴ προσεχῶς ἀλλ’ ὑστέρως· ὕστερα γὰρ τὰ εἴδη καὶ γένη τῶν προσεχῶς αἰτίων αἴτια ἐκείνων. τὸ γὰρ περιέχον τὸ προσεχὲς καὶ ἐπὶ πλέον αὐτοῦ ὂν ὕστερον ἀεὶ ἐκείνου· καὶ τοῦτο ὁμοίως καθ’ ἕκαστον εἶδος αἰτίων, ἐπὶ τοῦ ὑλικοῦ, ἐπὶ τοῦ κατὰ τὸ εἶδος, ὁμοίως ἐπὶ τῶν ἄλλων. καὶ ἔστι τοῦτο καὶ ἐπὶ τῶν ὁμοειδῶν | αὐτῶν, τὸ προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου λέγεσθαι αἰτίου. ὁμοειδῆ [*](311) γὰρ τά τε ὑλικὰ ἀλλήλοις τοῖς πρότερα τοῖς ὑστέροις, ὁμοίως πάλιν τὰ εἰδικὰ ἀλλήλοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὅμοιός ἐστι τρόπος τοῦ αἰτίου καὶ τὸ κατὰ συμβεβηκός· τὰ γὰρ τοῖς κυρίοις αἰτίοις συμβεβηκότα, ἢ οἷς τὰ κυρίως αἴτια συμβέβηκε, ταῦτα κατὰ συμβεβηκὸς αἴτια λέγεται. καὶ ἔτι τὰ αὐτῶν τούτων γένη· ἔστι μὲν γὰρ τοὐ ἀνδριάντος κυρίως αἴτιος ὁ ἀνδριαντοποιός· ἀλλ’ ἐπειδὴ συμβέβηκε τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἰνὶ, ὁ δὲ Πολύκλειτος ἄνθρωπός ἐστι κατὰ συμβεβηκός, καὶ ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος καὶ ἄνθρωπος καὶ ζῷον. καὶ ἐν τοῖς κατὰ συμβεβηκὸς δὲ αἰτίοις ἄλλα ἄλλων ἐστὶν ἐγγύτερον· ἐγγύτερον γὰρ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος ἢ ὁ ἄνθρωπος. ἔτι δὲ μᾶλλον τῶν ἐγγυτέρω καὶ πορρωτέρω κατὰ συμβεβηκὸς αἰτίων τὴν διαφορὰν αὐτὸς ἔδειξε δι’ ὧν παρέθετο παραδειγμάτων· ὁ γὰρ Πολύκλειτος καίτοι κατὰ συμβεβηκὸς ὢν αἴτιος οὐχ ὁμοίως αἴτιος τοῦ ἀνδριάντος καὶ τὰ Πολυκλείτῳ συμβεβηκότα, οἷον τὸ λευκὸν ἢ μουσικόν· ῥηθήσεται μὲν γὰρ κατὰ συμβεβηκὸς αἴτια καὶ ταῦτα, ἀλλὰ πορρωτέρω τοῦ Πολυκλείτου. ἐκτίθεται δὲ τρόπων διαφορὰν ἐν τοῖς [*](2 τέλει] τέλος LF 3 βέλτιστον—τέλος (5) L: om. A 7 δὲ καὶ LF: δὲ om. A 14 ὧν] ὡς LF 20 αἰτίων LFS: αἴτιον Α 24 ἐστι LF: ἐστιν ὁ Α 25 αἰτίοις LF: αἴτια AS 34 παραδειγμάτων LFS: δειγμάτων Α αἴτιος οὐχ A2LF: αἴτια οὐχ 1 35 αἴτιος τοῦ LF: αἴτια τοῦ Α 36 ἢ τὸ μουσικὸν LF 37 τρόπων LF: τρόπου A)

353
αἰτίοις καθολικὴν καὶ τὴν κατὰ δύναμιν καὶ ἐνέργειαν· ἄλλως γὰρ ὁ δυνάμενος αἴτιος καὶ ἄλλως ὁ ἐνεργῶν ἤδη. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ’ ἕκαστον. λέγει τὸ προσεχὲς αἴτιον· τοῦτο γὰρ οὐ κοινόν, ὥσπερ τὰ περιέχοντα αὐτό.

[*](p. 1014a10)

Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις.

Ὁμοίως, φησί, τοῖς ἐπὶ τῶν αἰτίων εἰρημένοις λεχθήσεται καὶ τὰ ἐφ’ ὧν αἴτια τὰ αἴτια, τουτέστι τὰ αἰτιατά· τούτοις γὰρ αἴτια τὰ αἴτια. ὁμοίως δὲ διὰ τὸ καὶ ἐπὶ τούτων τὰ μέν τινα προσεχῶς τὰ δὲ κοινότερόν τε καὶ πορρωτέρω ῥηθήσεσθαι. αἰτιατὸν γὰρ προσεχέστερον μὲν ὅδε ὁ ἀνδριάς· τούτου γὰρ ἦν αἰτία καὶ ὡς ὕλη τι καὶ ὡς ποιητικόν τι καὶ ὡς τέλος. ὅδε δὴ ὁ ἀνδριὰς προσεχέστερον αἰτιατὸν τοῦ ἁπλῶς καὶ κοινῶς ἀνδριάντος, καὶ πάλιν ἀνδριὰς εἰκόνος· καὶ γὰρ ἡ εἰκὼν τοῦ ἀνδριάντος κοινότερον. τὸ δὲ καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης δύναται μὲν καὶ ἐπὶ τοῦ αἰτίου λέγεσθαι· ὅδε γὰρ ὁ χαλκὸς ὡς ὕλη αἴτιον προσεχέστερον τῷ ἀνδριάντι, χαλκὸς δὲ καὶ ὕλη πορρωτέρω, ὥστε ὁμοίως τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἔχει τὸ προσεχές τε καὶ τὸ πορρωτέρω· δύναται δὲ καὶ νῦν τὸν χαλκὸν μὴ ὡς αἴτιον ἀλλ’ ὡς αἰτιατὸν λαμβάνειν. καὶ εἴη ἂν ἡ μὲν μεταλλικὴ αἰτία ποιητικὴ τοῦ χαλκοῦ, ὁμοίως καὶ τὸ ὑποκείμενον τῷ χαλκῷ ὑλι|κὸν αὐτῷ αἴτιον, αἰτιατὸν δὲ ὁ χαλκός, ὅ ἐστιν ἄλλου ὕλη τε καὶ [*](312) αἰτία, ἄλλου ποίημα. προσεχῶς μὲν οὖν ποίημα καὶ αἰτιατὸν τοῦ μεταλλέως ὅδε ὁ χαλκός, πορρωτέρω δὲ χαλκός, καὶ ἔτι πορρωτέρω ὕλη ὅλως. ὁμοίως δέ φησιν ἕξειν καὶ ἐπὶ τῶν συμβεβηκότων τοῖς αἰτιατοῖς· τὰ γὰρ τοῖς αἰτιατοῖς συμβεβηκότα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἰτιατά τε καὶ γινόμενα· καὶ γὰρ τούτων τὰ μὲν ἐγγυτέρω τὰ δὲ πορρωτέρω ἔσται, ἐγγυτέρω μὲν τὰ τοῖς αἰτιατοῖς τοῖς πρώτοις συμβεβηκότα, οἷον τὰ τῷδε τῷ ἀνδριάντι ἢ τῷδε τῷ χαλκῷ, πορρωτέρω δὲ τὰ εἴδη καὶ τὰ τούτων γένη· τόδε μὲν γὰρ τὸ ἐρυθρὸν ἐγγυτέρω κατὰ συμβεβηκὸς αἰτιατόν, εἰ εἴη τοῦτο ἀνδριάντι, πορρωτέρω δὲ ἁπλῶς τὸ ἐρυθρόν, καὶ ἔτι μᾶλλον τὸ χρῶμα.

[*](p. 1014a13)

Ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται.

Τὸν μὲν τρόπον τῆς συμπλοκῆς αὐτὸς ἐδήλωσε συμπλέξας τὸ κατὰ συμβεβηκὸς αἴτιον τῷ καθ’ αὑτό, τὸν Πολύκλειτον τῷ ἀνδριαντοποιῷ· ἔστι δὲ συμπλέκειν καὶ τὰ προσεχῆ τῶν καθ’ αὑτὰ τοῖς προσεχέσι τῶν κατὰ συμβεβηκὸς καὶ τὰ κοινότερα τοῖς κοινοτέροις καὶ ἐναλλάξ. ἀλλ’ [*](2 αἴτιος A2Lf: αἴτια Α1 2. 3 πρὸς—ἕκαστον] ὁτιοῦν τῶν καθ’ ἕκαστα Metaph. πρὸς τὸ om. LF 7 φησί LFS: φασί A τοῖς A2LF: καὶ τοῖς Α1 10 ὅδε LFS: om. A 11. 12 ὅδε δὴ ὁ LF: ὁ δὲ δὴ A 14 ἢ χαλκοῦ] sic etiam Metaph. E: ᾗ χαλκοῦ Metaph. vulg. 15 ὅδε] ἥδε Α1 17 τε καὶ LF: τε om. Α 20 ὑάλη τε LF: τε ὑάλη Α 21 ἄνου S Bonitz: ἀλλ’ οὐ libri μὲν οὖν LF: μὲν om. A 28 ἀνδριάντι LF: ἀνδριάντες A Comiueut. Arist. I Alex, in Metapb. 23)

354
ὅμως πάντα ταῦτά ἐστι τὸ μὲν πλῆθος ἕξ. τὰς κοινὰς καὶ καθολικὰς τῶν διαφορῶν τῶν κατὰ τοὺς τρόπους τῶν αἰτίων ἕξ φησιν εἶναι ὧν ἓξ ἕκαστον διχῶς λέγεσθαι. εἰσὶ δὲ αἱ μὲν ἓξ διαφοραί, ἃς ἐκτίθεται, δύο μὲν ἐπὶ τῶν κυρίως λεγομένων αἰτίων· ἐφ’ ἑκάστου γὰρ αὐτῶν ἡ ὡς τὸ καθ’ ἕκαστον καὶ προσεχές, ἢ ὡς τὸ γένος αὐτοῦ. δύο δὲ πάλιν ἐπὶ τῶν συμβεβηκότων· καὶ γὰρ ἐπὶ τούτων ἢ τὰ καθ’ ἕκαστα ἢ τὰ γένη τούτων. καὶ ἄλλαι δύο· ἢ γὰρ ὡς συμπλεκόμενα ἀλλήλοις τὰ καθ’ αὑτὰ τοῖς κατὰ συμβεβηκός, ὡς εἶπεν, ἢ ἀπλῶς καὶ ἰδίᾳ καθ’ αὑτὸ ἕκαστον. ἕκαστον δὲ τούτων τῶν ἓξ διχῶς ῥηθήσεται· ἢ γὰρ ὡς ἐνεργοῦν ἢ ὡς δυνάμενον ἐνεργεῖν. προστίθησι δὲ καὶ τὴν διαφορὰν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ’ ἐνέργειαν αἰτίου, λέγων διαφέρει δὲ τοσοῦτον, ὅτι ἰὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ’ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια. λέγει διαφορὰν εἶναι τῶν ἐνεργούντων αἰτίων πρὸς τὰ κατὰ δύναμιν, ὅτι τὰ μὲν ἐνεργοῦντα ἅμα τοῖς αἰτιατοῖς, περὶ ἃ ἡ ἐνέργεια αὐτῶν, καὶ ἔστι καὶ οὐκ ἔστιν, οὐκέτι δὲ ὡσαύτως ἔχει τὰ κατὰ δύναμιν· οὐ γὰρ ἀνάγκη συνυπάρχειν τὰ οὕτω λεγόμενα ἀλλήλοις. εἰπὼν δὲ ἐνεργοῦντα, προσέθηκε καὶ τὰ καθ’ ἕκαστα, ὧν δηλωτικά ἐστι τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· τὰ γὰ·ρ καθ’ ἕκαστά ἐστι καὶ τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· ὅδε γὰρ ὁ οἰκοδόμος οἰκοδομεῖ καὶ ἥδε ἡ οἰκία οἰκοδομεῖται, καὶ εἰ οἰκοδομεῖ ὁ οἰκοδόμος, δεῖ εἶναι καὶ τὴν οἰκοδομουμένην οἰκίαν. οὐκέτι δὲ ἄν ᾖ ὁ δυνάμενος οἰκοδομεῖν, ἤδη ἤδη δεὶ [*](313) εἶναι καὶ οἰκοδομουμένην τινὰ οἰκίαν. ἀλλ’ οὐδὲ φθαρέντος τοῦ οἰκοδόμου τοῦ κατὰ δύναμιν αἰτίου τῇ οἰκίᾳ ἀνάγκη φθείρεσθαι κὰλ τὴν ὑπ’ αὐτοῦ γεγονυῖαν οἰκίαν. ὥστε οὔτε ἔστιν ἅμα ἀλλήλοις ἐξ ἀνάγκης τὰ οὕτως αἴτια οὔτε φθείρεται.

[*](p. 1014a26)

Στοιχεῖον λέγετ·αι ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος.

Ὅτι τὸ στοιχεῖον πολλαχῶς λέγεται, ἔδειξε, τοῦ μὲν κυρίως λεγομένου στοιχείου λόγον ἀποδιδούς, ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον τὸ στοιχεῖον, ἀλλὰ κατὰ τὸ εἶδός ἐστιν. γράφεται δὲ καὶ ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος καὶ ἀδιαιρέτου εἰς τὸ αὐτὸ εἶδος. ὅν μὲν οὖν ᾗ ἡ γραφὴ ἡ πρώτη, γνώριμον τὸ λεγόμενον· ἀδιαίρετον γὰρ τὸ στοιχεῖον εἰς ἕτερα καὶ διαφέροντα εἴδη. οὔτε γὰρ τὸ πῦρ εἰς ἀνομοειδῆ διαιρεῖται οὔτε τι τῶν ἄλλων τῶν ἁπλῶν· ἡ δὲ συλλαβὴ οὐ στοιχεῖον τοῦ λόγου, ἐπεὶ διαιρεῖται εἰς τὰ γράμματα ἀνομοειδῆ ὄντα, τῷ δὲ ἀδιαίρετα εἶναι [*](7 ἄλλαι LFS: ἄλλα A ἀλλήλοις τὰ LFS: ἀλλήλων τοῖς A1: ἀλλήλων τὰ A2 11 καὶ τοῦ LF: τοῦ om. Α αἰτίου A2LF: αὐτοῦ Α1 13 ἔστιν αὐτά τε καὶ ὧν Metaph. vulg. 18 et 19 τὰ ἐνεργούμενα LF: τὰ om. Α 28 μὲν LF: μὴ Α 30 ἀδιαίρετον δεῖ τὸ LF 31 ἐστιν] εἶναι LF 32 διαιρετοῦ Α1 ante εἰς add. τῷ εἴδει LF 35 στοιχεῖον LFS: στοιχεῖα Α 36 τῷ δὲ] τὰ δὲ τῷ coni. Bonitz)

355
οὐδὲ εἰς ἕτερα τῷ εἴδει διαιρεῖται. καὶ χωρὶς δὲ τοῦ προσκεῖσθαι εἰς ἕτερον εἶδος ταὐτὸν ἐσημαίνετο καὶ ὑπὸ τοῦ ἀδιαιρέτου τῷ εἴδει· τὸ γὰρ ἀδιαίρετον κατ’ εἶδος οὐχ οἷόν τε εἰς ἕτερον εἶδος διαιρεθῆναι. ἂν δὲ εἰς τὸ αὐτὸ εἶδος, λέγοι ἂν εἰς στοιχεῖα. δεῖ γὰρ τὸ στοιχεῖον ἀδιαίρετον εἶναι εἰς στοιχεῖα· οὐ γὰρ ἄν ἔτι στοιχεῖον εἴη διαιρούμενον. τὸ δὲ ἀλλὰ κἄν διαιρῆται, τὰ μόρια ὁμοειδῆ παρέλκοι ἄν· δεδήλωται γὰρ τοῦτο διὰ τοῦ εἰρῆσθαι τὸ στοιχεῖον ἀδιαίρετον εἶναι τῷ εἴδει· τὸ γὰρ οὕτως ἀδιαίρετον δῆλον ὅτι, ἂν διαιρῆται, εἰς ὁμοειδῆ καὶ ὁμοιομερῆ διαιρεθήσεται. τὸ δὲ ὁμοίως δὲ καὶ τὰ τῶν σωμάτων στοιχεῖα λέγουσι λέγοι ἂν περὶ τῶν τὰς ἀτόμους στοιχεῖα τῶν συνθέτων σωμάτων ποιούντων, καὶ περὶ Ἐμπεδοκλέους ἐκ τῶν τεσσάρων τἆλλα γεννῶντος, καὶ περὶ τῶν ἕν τι σῶμα στοιχεῖον ποιούντων, ἢ τῶν τεσσάρων ἢ τὸ μεταξύ· κατὰ πάντας γὰρ τούτους τὰ στοιχεῖα ἀδιαίρετα κατ’ εἶδος, κατὰ δὲ τοὺς ταῖς ἀτόμοις στοιχείοις χρωμένους καὶ κατὰ μέγεθος ἀδιαίρετα τὰ στοιχεῖα, οὐ κατ’ εἶδος μόνον. φωνῆς δὲ στοιχεῖα οὐ τὰ μέρη τῶν συλλαβῶν ἔοικε λέγειν· ἐκεῖνα μὲν γὰρ τῶν ὀνομάτων καὶ τοῦ λόγου μέρη, τῆς δὲ φωνῆς ἰδίως οἱ φθόγγοι τε καὶ οἱ ψόφοι μέρη τε καὶ στοιχεῖα οἱ ἁπλοῖ καὶ μηκέτι εἰς διαφέροντας διαιρούμενοι. ὁμοίως δὲ τοῖς προειρημένοις φησὶ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεσθαι καὶ κα|θόλου τὰ τῶν ἀποδείξεων· [*](314) τῷ γὰρ πρῶτα εἶναι καὶ ἁπλᾶ καὶ ἐνυπάρχοντα τοῖς μετ’ αὐτά, τούτῳ καὶ τὰ ἐν γεωμετρίᾳ στοιχεῖα λέγεσθαι, οὐκ ἐκ συνθέσεως ἄλλων ὄντα, οὐδὲ διαιρούμενα εἰς ἕτερα τῷ εἴδει ἐν ταῖς ἀποδείξεσιν· αἱ γὰρ πρῶται καὶ ὡς ἀρχαὶ ἀποδείξεις οὐκέτι εἰς ἀποδείξεις διαιροῦνται. προστίθησι δὲ ὅτι καὶ μεταφέροντες ἀπὸ τοῦ προειρημένου στοιχείου λέγουσι καὶ κατὰ τὴν πρὸς τοῦτο ὁμοιότητα στοιχεῖον, ὃ ἄν ἓν ὂν καὶ μικρὸν ἐπὶ πολλὰ ᾖ χρήσιμον· οὐ γὰρ ἔτι τὸ τοιοῦτόν κυρίως στοιχεῖον, εἴ γε τὸ μὲν στοιχεῖον ἐξ οὗ σύγκειται ἐνυπάρχοντος πρώτου, τὰ δὲ νῦν λεγόμενα οὐ τοιαῦτα. οὕτω τὸ μικρὸν καὶ ἁπλοῦν καὶ ἀδιαίρετον στοιχεῖον λέγεται. καὶ τίνα ἐστὶ τὰ κατὰ μεταφορὰν λεγόμενα, ἑξῆς λέγει, ὅθεν ἐλήλυθε τὰ μάλιστα καθόλου στοιχεῖα εἶναι λέγοι δ’ ἂν τὰ ἀνωτάτω γένη), ἐπεὶ ἕκαστον αὐτῶν ἓν ὂν καὶ ἁπλοῦν ἐν πολλοῖς ἐστιν, οὐκέτ’ ὂν ἀδιαίρετον κατ’ εἶδος, οἷον τὸ κυρίως στοιχεῖον, ἀλλ’ ὅτι ἔστιν ἐν πᾶσι τοῖς ὑπ’ αὐτό· ἁπλοῦν δέ, ὅτι μηδὲ ὁρισμὸς ἔστι τῶν πρώτων γενῶν, ἀλλ᾿ οὐχ ως ἀδιαίρετον. τόδε ἢ πᾶσιν ἢ τοῖς πλείστοις εἶπεν, ἐπεί τινες καὶ τὸ ὂν γένος ἀξιοῦσιν εἶναι· ὃ εἰ οὕτως ἔχοι, ἐν πᾶσιν ἄν εἴη ὁμοίως. καὶ τὸ ἓν καὶ τὴν στιγμὴν ἀρχὰς καὶ στοιχεῖά τισι δοκεῖ εἶναι, ἐπεὶ ἐλάχιστα καὶ ἀδιαίρετα πάντῃ· ἓν γὰρ λέγει τὸ ὡς μονάδα. ἐκ μὲν οὖν τούτων τὴν ἀρχὴν οὐδὲν συντίθεμεν· στοιχεῖον δὲ λέγουσιν αὐτὴν τῶν μεγεθῶν, διότι ἐν παντὶ μεγέθει ἐνυπάρχει. ἐκ δὲ [*](4 εἰς τὸ αὐτὸ LFS: εἰς om. Α1: ἀδιαίρετον εἰς τὸ αὐτὸ A2 5 εἴη] εἶναι A1 20 ἐνυπάρχειν LF 21 τούτῳ LF: τὰ τούτῳ A1: κατὰ τοῦτο Α2 25 στοιχεῖον LFS: στοιχεῖα A ἓν LFS: καὶ A 32 ἐστιν LF: om. Α 34 ἡ ὅτι πλείστοις Metapli. 38 τούτων] τῶν σημείων LF οὐδὲ συντίθεμέν τι LF 23*)
356
τῶν μονάδων εἰ καὶ συντιθεμένων οἱ ἀριθμοί, ἀλλὰ ἄλλον τρόπον· οὐ γὰρ συνεχές τι ἐξ αὐτῶν γίνεται. δύναται τὸ ἓν λέγειν τὸ κοινόν, ὃ κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. διὸ καὶ γένος αὐτὸ τῶν ὄντων γίνεσθαί φασιν, οἵπερ καὶ τὸ ὄν· κατὰ γὰρ τὸ ὑποκείμενον ταὐτὸ τό τε ἓν καὶ τὸ ὄν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται. πῶς δὲ ἰὰ γένη ἁπλᾶ καὶ ἀδιαίρετα, αὐτὸς ἐδήλωσεν εἰπὼν οὐ γὰρ ἔστι λόγος αὐτῶν. διὰ τοῦτο δέ φησί τινας ἡγεῖσθαι μᾶλλον τὰ γένη τῶν διαφορῶν στοιχεῖα ἑκάστου, ὅτι καὶ κοινότερα· ἐν πλείοσι γὰρ καὶ ἁπλούστερα καὶ πρῶτα τοῦ ὁρισμοῦ. πᾶσι δέ φησι τοῖς στοιχείοις κοινὸν εἶναι τὸ πρῶτον ἐνυπάρχειν ἑκάστῳ. ὅτι δὲ μὴ ὁμοίως τὸ πρῶτον ἐνυπάρχον λαμβάνεται ἐν αὐτοῖς φανερόν· τὸ μὲν γὰρ ὡς ὑποκείμενόν τι καὶ μέρος τι πράγματος γιγνόμενον, ὃ δηλοῦται διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ | εἴδει, ὃν αὐτὸς ἀπέδωκεν [*](315) ὡς ὄντα τοῦ κυρίως στοιχείου· τὸ δὲ ὡς κατηγορούμενον καὶ τοῦ μὲν ὁρισμοῦ γινόμενον μέρος, οὐ μὴν καὶ τοῦ ὑποκειμένου ὡς ὑποκειμένου· τοιαῦτα δὲ τὰ γένη. πῶς δέ ἐστι τῶν πολλαχῶς λεγομένων τὸ στοιχεῖον εἰ κοινὸν ἅπασιν αὐτοῖς τὸ πρῶτον ἐνυπάρχειν; ἢ ὅτι τὸ μὲν κυρίως τὸ δὲ κατὰ τὴν πρὸς τὸ κυρίως λεγόμενον ὁμοιότητα. εἰπὼν δέ, ὡς ἐπὶ τῶν ἄλλων ἔχει τὰ στοιχεῖα, οὕτως ἔχειν καὶ ἐν ταῖς ἀποδείξεσι τὰς πρώτας ἀποδείξεις, πῶς τοῦτο εἶπεν ἐδήλωσεν ἐπενεγκὼν εἰσὶ δὲ τοιοῦτοι συλλογισμοὶ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου, λέγων πρώτους τῶν τριῶν τοὺς ἐν τῷ πρώτῳ σχήματι τῶν τριῶν σχημάτων, οἷοι οἱ ἐν τῷ πρώτῳ πρῶτοι· κατά γὰρ τὴν ἐπὶ τοὺς ἐν τούτῳ τῷ σχήματι συλλογισμοὺς ἀναγωγὴν καὶ οἱ ἐν τοῖς ἄλλοις σχήμασι συλλογισμοὶ τὸ εἶναι ἔχουσι. δι’ ἑνὸς δὲ μέσου εἶπεν, ἵνα τοὺς ἀπλοῦς ἐν τῷ πρώτῳ σχήματι μηνύσῃ· δύνανται γὰρ ἐν τῷ πρώτῳ σχήματι καἰ σύνθετοί τινες γίνεσθαι συλλογισμοί, ἀλλ’ οὗτοι οὐκέτι δι’ ἑνὸς μέσου, πλείους τέ εἰσι δυνάμει συλλογισμοί, καὶ οὐ πρῶτοι ἀλλὰ σύνθετοι. ἢ τὸ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου ἴσον ἐστὶ τῷ οἱ πρῶτοι συλλογισμοί, ὧν ἐκ τριῶν γινομένων ὅρων εἷς μέσος γίνεται πρώτη γὰρ ἀπόδειξις ἣ ἐκ τῶν ἀμέσων προτάσεων καὶ ὅρων σύγκειται τριῶν, ἑνὸς ἐξ αὐτῶν μέσου λαμβανομένου), οἵτινες τῷ πρῶτοι εἶναι ἐν ταῖς μετὰ ταῦτα ἀποδείξεσιν ἐνυπάρχουσι· τὰ γὰρ τῶν πρώτων συλλογισμῶν συμπεράσματα εἰς δεῖξιν λαμβάνεται τῶν δεικνυμένων ὕστερον. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις καὶ τοιαύτη γραφή, οἱ πρῶτοι τῶν τριῶν μέσων· καὶ εἴη ἄν δι’ αὐτῆς [*](3 γίνεσθαι A: λέγεσθαι LF 4 φασιν οἵπερ A: φησιν ὥσπερ LF 5 δέδεικται] Γ 2 p. 1003 b 22 8 πρῶτα LFS: πρῶτον Α 11 μέρος τοῦ πράγματος τοῦ γιγνομένου ὃ LF 12 στοιχεῖον LFS: στοιχεῖα Α 13 πρώτου FS et fort. L: πρῶτα fort. Α 16 τὰ LF: om. Α ἐστι] ἔτι LF 16. 17 τὸ στοιχεῖον LFS: τὰ στοιχεῖα Α2: στοιχεῖα Α1 17 ἐνυπάρχειν A2S: ἐνυπάρχον A1LF 19 ἔχει LF: ἔχοι A 21 πρῶτοι ἐκ τῶν Metaph. vulg. 29 ὧν LF: τῶν Α 30 εἷς LF: ὧν εἴς Α 31 τῶν μέσων LF καὶ om. LF 32 τῷ πρῶτοι LF: τὸ πρῶτον A 34 φέρεται Λ2: φέρεσθαι L: φαίνεται A1)
357
λεγόμενον τὸ εἶναι στοιχεῖα τῶν ἀποδείξεών τε καὶ τῶν συλλογισμῶν τοὺς πρώτους τῶν τριῶν σχημάτων, οἳ γίνονται διὰ τριῶν μέσων· καθ’ ἕκαστον γὰρ σχῆμα ἄλλος ὁ μέσος, πρῶτοι δὲ ἐν ἑκάστῳ σχήματι οἱ ἐν ἑκάστῳ ἁπλοῖ· οὗτοι δέ εἰσιν οἱ δι’ ἑνὸς μέσου.

[*](p. 1014b16)

Φύσις λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις.

Τὴν φύσιν πενταχῶς ἀποδίδωσι λέγεσθαι. τῆς γὰρ φύσεως τὴν μὲν ὡς φύσιν τε καὶ βλάστησιν λέγει· λέγομεν γὰρ φύεσθαι τὸ γινόμενον, καὶ τὸ εἰς γένεσιν εἰς φύσιν ἄγεσθαι. τὴν τοιαύτην· φύσιν ὡρίσατο ἐν | τῇ [*](316) Φυσικῇ ἀκροάσει. συνήθως μὲν οὗν ἐπὶ τῶν φυτῶν τὸ φύεσθαι κατηγορεῖται, καὶ ἐπὶ τῶν ζῴων δὲ λέγεται· γένεσις γὰρ πᾶσα ἡ εἰς τὸ τέλειον εἶδος πρόοδος. τὸ δὲ οἷον ἐπεκτείνοντες τὸ ὒ τὸ ἐν τῇ φύσει λέγει τῇ κατὰ τοῦτο τὸ σημαινόμενον. τὴν δὲ ὡς τὸ ὑποκείμενον καὶ τὴν ὕλην· φύσις γὰρ καὶ ἡ ὕλη, ἐξ ἧς πρώτης ἐνυπαρχούσης τῷ γινομένῳ ἡ γένεσις· οὐ γὰρ οὕτως ἐκ τῆς ὕλης τὰ γινόμενα γίνεται ὡς ἐκ τῆς στερήσεως ἢ ἐκ τῶν ἐναντίων γίνεσθαι λέγεται· οὐ γὰρ ἐξ ἐνυπαρχόντων ἐκείνων τὸ δὲ πρῶτον τῷ ἐνυπάρχον προσκείμενον τὴν πρώτην ὕλην δηλοῖ, οὐ τὴν ἑκάστου προσεχῆ. τὴν δὲ ὕλην φύσιν εἶπεν ἀποδειχ θῆναι Ἀντιφῶν, ὡς εἴρηκεν ἐν τῷ Α τῆς Φυσικῆς, διὰ τοῦ τὴν κλίνηνν, εἰ καταχωσθεῖσα δύναμιν λάβοι τοῦ βλαστῆσαι, ξύλον ἐξ αὐτῆς ἀναβλαστῆσαι, ὅπερ ἦν τὸ ὑποκείμενον, ἀλλ’ οὐ τὴν κλίνην, ὃ ἦν τὸ εἶδος φύεται δὲ εἶπεν ἀντὶ τοὺ γίνεται. λέγεται πάλιν φύσις καὶ τὸ φυσικὸν εἶδος· τούτου γὰρ δηλωτικὸν τὸ ὅθεν ἡ κίνησις ἡ πρώτη ἐν ἑκάστῳ τῶν φύσει ὄντων ἐν αὐτῷ ᾐ αὐτὸ ὑπάρχει. εἴη δ’ ἄν τὸ εἰρημένον σαφές, εἰ εἴη εἴη προσκείμενον τὸ ἥτις· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ ἡ τῆς κατὰ φύσιν κινήσεως ἀρχὴ τῶν φύσει συνεστώτων, καὶ αἴτιον τοῦτο τῆς κατὰ φύσιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κινήσεως, εἴ γε κατὰ τὸ εἶδός ἐστιν ἥ τε γῆ γῆ καὶ τὸ πῦρ πῦρ καὶ ὁ ἄνθρωπος ἄνθρωπος, ὁμοίως καὶ τῶν ἄλλων ζώων ἕκαστον, εἶδος δὲ τούτων μὲν ἡ ψυχή, ἐκείνων δὲ ἡ ῥοπή· καθὸ γὰρ ὕδωρ ἐστὶ καὶ καθὸ γῆ τε καὶ πῦρ, ἀρχὴν ἐν αὑτοῖς ἔχει τῆς κατὰ φύσιν κινήσεως. τὸ δὲ ἡ αὐτὸ προσέθηκεν, ἐπεὶ δύναταί τι καὶ κατὰ τέχνην κινούμενον, ἥτις οὐκ ἔστι φύσις, ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχειν, ὡς ὁ αὑτὸν ἰώμενος, ἀλλ’ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτῷ ἔχει, ἀλλὰ [*](1 στοιχεῖα LF: στοιχεῖον Α 7 ἀποδίδωσι LF: ἀποδίδοσθαι Α 8 λέγει] λέγεσθαι coni. Bonitz 9. 10 ἐν τῇ Φυσικῇ ἀκροάσει] B 1 p. 193 b 12 10 τὸ φύεσθαι LF: τὸ om. Α 16 17 τὸ δὲ πρῶτον τῷ LFS: τῷ δὲ πρῶτον τὸ Α 18. 19 ἐν τῷ Α τῆς Φυσικῆς] immo Β 1 p. 193 a 12 20 ἀναβλαστήσειν vel ἄν βλαστῆσαι coni. Bonitz 23 τῶν φύσει A2LF: τῶν φύσεων A1 24 προσκείμενον A2LF: προκείμενον Α1 27 alterum γῆ om. A1 30 αὑτοῖς S Brandis Bonitz: αὐτοῖς ALFM 31 τι — κινούμενον A2: τις — κινούμενος A1LFS 32 αὑτῷ A2S: αὐτῷ A 1 LF αὑτὸν A 2 S: αὐτὸν A 1 LF 33 ἐν A 2 LFS: om. A1)

358
κατὰ συμβεβηκός. ἀλλ’ οὐδὲ ᾗ ἄνθρωπος· οὐ γὰρ ᾗ ἄνθρωπος ἐκεῖνός ἐστιν εἰς ὑγίειαν μεταβάλλει, ἐπεὶ τάς γε κινήσεις ἃς ᾗ ἄνθρωπος κινεῖται, κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὑτῷ κινεῖται φύσιν, ἥτις ἐστὶν ἡ τοιάδε ψυχή. καὶ ἔστιν ἴσον τὸ ἐνταῦθα εἰρημένον τὸ ᾗ αὐτὸ τῷ εἰρημένῳ ἐν Φυσικῇ ἀκροάσει ἐπὶ τῆς φύσεως ‘καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός·” εἰπὼν γὰρ αὐτὴν ἀρχὴν κινήσεως ἐν ᾧ ὑπάρχει | πρώτῳ, προσέθηκε τὸ “καθ᾿ [*](317) αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός,” τοῦτο λέγων διὰ τῆς προσθήκης ταύτης ὃ νῦν εἴρηκε διὰ τοῦ ἡ αὐτό. τὸ δὲ ἡ κίνησις ἡ πρώτη ἤτοι δηλωτικόν ἐστι τῆς κατὰ τόπον κινήσεως πρώτη γὰρ ἡ φορὰ τῶν κινήσεων, ·ὡς δέδεικται, καὶ πάν φυσικὸν σῶμα κατὰ φορὰν κινητόν, οὐκέτι δὲ πᾶν αὐξητόν, οὐδὲ πᾶν ἀλλοιωτόν), ἢ ἡ πρώτη ἡ ὡς φυσικοῖς αὐτοῖς ὑπάρχουσα, τῇ γῇ ὡς γῇ, τῷ ζῴῳ ὡς ζῴῳ· δύναται γάρ τις αὐτοῖς καὶ κατὰ τέχνην κίνησις ἐγγίνεσθαι, ἀλλ’ αὕτη ὑστέρα. οὕτω δὲ εἴη ἂν τὸ ᾗ αὐτὸ ἐξηγητικὸν τοῦ πρώτη. ἑξῆς δὲ τὸ πρῶτον σημαινόμενον τῆς φύσεως ἐξηγεῖται, τί ἐστι καὶ ἐπὶ τίνων λέγεται τὸ φύεσθαι, καὶ λέγει ταύτα φύεσθαι λέγεσθαι, ὅσα δι’ ἑτέρου καὶ παρ’ ἑτέρου τρέφεταί τε καὶ αὔξεται, ἁπτόμενα αὐτοῦ ἢ προσπεφυκότα αὐτῷ ἢ συμπεφυκότα αὐτῷ. ἤτοι δὲ ὡς ταὐτὸν εἶπε τὸ ἅπτεσθαι καὶ συμπεφυκέναι τῷ προσπεφυκέναι, ἢ ὡς ἔχοντά τινα διαφοράν, καὶ ὡς συμπεφυκότα μὲν εἶναι τὰ φυτὰ τῇ γῇ, διὸ οὐδὲ ζῆν χωρισθέντα σθέντα αὐτῆς οἷά τε, προσπεφυκότα δὲ τὰ ἔμβρυα· ταῦτα γὰρ καὶ χωρισθέντα ζῇ. τί δὲ διαφέρει σύμφυσις ἁφῆς, ἔδειξε· ταῦτα γὰρ συμπεφυκότα, ἅ ἐστι συνεχῆ ἐκείνῳ ᾧ συμπέφυκεν, ἔχοντα κοινὸν ὅρον τὸν αὐτὸν ἐν ἀμφοτέροις ὄντα, τὰ δὲ ἁπτόμενα οὐδὲν κοινὸν ἄλλο παρὰ τὴν ἁφὴν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις ἐπὶ τῶν φυτῶν, πῶς ταῦτα ἥνωται τῇ γῇ, ἢ εἰ μὴ ἥνωται, πῶς αὔξεταί τε καὶ τρέφεται δι’ αὐτῆς. ἢ διὰ τοῦτο εἶπεν οὕτως, φύεσθαι δὲ λέγεται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὡς καὶ ἁπτομένων τινῶν καὶ αὐξανομένων δι’ αὑτοῦ. προειπὼν δὲ τοῦτο, ἑξῆς τίνι διαφέρει τὰ ἁπτόμενα καὶ τὰ συμπεφυκότα τε καὶ προσπεφυκότα λέγει. δύναται λέγειν καὶ ἐπὶ τῶν ἁπτομένων τὸ προσπεφυκέναι· τὰ γὰρ οὕτως ἁπτόμενα ὡς προσπεφυκέναι ἐκείνῳ οὗ ἅπτεται, δι’ ἐκείνου αὔξεται. πῶς δὲ ἓν τὰ συμπεφυκότα, ἐδήλωσε· κατὰ γὰρ τὸ ποσόν, οὐ κατὰ τὸ ποιόν· οὐ γὰρ ταὐτὸν κατὰ τὸ ποιὸν τῶν σπλάγχνων ἕκαστον τῷ ἄλλῳ σώματι, ᾧ προσπέφυκεν, οὐδὲ τὸ σῦκον τῇ συκῇ ἢ ὁ βότρυς τῷ ξύλῳ τῆς ἀμπέλου. καὶ δένδρα δὲ πολλάκις διαφέροντα κατὰ τὸ εἶδος, πλησίον δ’ ἀλλήλων ὄντα συμφύεταί τε καὶ ἑνοῦται καὶ σώζει τὸ οἰκεῖον εἶδος. τέταρτον σημαινόμενον φύσεως προστίθησι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἥτις οὖσά τι σῶμα ἐνερ [*](1 οὐ γὰρ ᾗ ἄνθρωπος M: om. Α: ᾖ om. LF 2 κινεῖται LF: κινεῖ Α 8 ἐν αὐτῷ Brandis Bonitz: ἐν αὐτῷ A 2 LF: ἐναντίαν Α1 4. 5 ἐν Φυσικῇ ἀκροάσει] B 1 1 p. 192 b 22 6 πρώτως Phys. l. l. 13 ᾗ αὐτὸ LFS: αὑτὸ om. A 18 προσπεφυκέναι LFS: om. Α 20 προσπεφυκότα LFS: προσπέφυκε Α 21. 22 συμπεφυκότα] συμπέφυκεν L 27 ὡς MS: ὥσπερ LF: om. Α 30 λέγειν A 1 LF: λέγων Α2 32 οὐ κατὰ A 2 LFS: καὶ κατὰ Α1 37 φύσεως LFS: φύσει Α1: τοῦ φύσει A2)
359
γείᾳ, φυλάσσουσα τὸ οἰκεῖον εἶδος καὶ τὴν ἰδίαν φύσιν, δέχεται καὶ τὸ τοῦ εἴδους ᾧ ὑπόκειται. οὕτω τὸ ξύλον τῆς κλίνης ὕλη μένει γὰρ ξύλον καὶ κλίνη γενόμενον) καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. καὶ εἴη ἂν τῶν κατὰ τέχνην γινομένων ἡ ὕλη το·ιαύτη. προσθεὶς δὲ τὸ τῶν φύσει ὄν|των, [*](318) διὰ τί προσέθηκε τοῦτο, ἐξηγήσατο εἰπὼν τοῦτον γὰρ τὸν τρόπον καὶ τῶν φύσει ὄντων τά στοιχεῖά φασιν εἶναι φύσιν. οὕτω καὶ Ἐμπεδοκλῆς πεδοκλῆς τὰ τέσσαρα στοιχεῖα ὕλην τῶν φύσει γινομένων ἐτίθετο, ἀμετάβλητα αὐτὰ θεωρῶν. καὶ οἱ ἓν δέ τι τῶν τεσσάρων στοιχεῖον τῶν ὄντων ποιοῦνΤες ἢ δύο ἢ τρία οὕτως ἐποίουν, καὶ Δημόκριτος τὰς ἀτόμους οὕτως. ἡ δὲ πρώτη ὕλη οὐχ οὕτως· καὶ γὰρ εἰ σώζει τὴν αὐτὴν φύσιν, ἀλλ’ οὐδὲν καθ’ αὑτὴν οὖσα ἐνεργείᾳ ὡς τόδε τι. πέμπτον σημαινόμενον τῆς φύσεως παρέθετο τὴν τοῦ συναμφοτέρου τῶν φύσει γινομένων τελειότητά τε καὶ οὐσίαν, ἣ γίνεται καὶ κατὰ τὴν τῆς ὕλης καὶ τοῦ εἴδους ἕνωσιν· καὶ γὰρ ἡ τούτων ἕνωσις φύσις. οὕτω καὶ οἱ συνθέσει τινῶν τὰ ὄντα γεννῶντες τὸ μὲν ἐκ τῆς συνθέσεως ἑνούμενον φύσιν λέγουσιν· καθ’ οὓς δὲ μὴ γίνεται τῶν συντιθεμένων ἕνωσις, οὗτοι οὐδὲ φύσιν τινὰ λέγουσιν εἶναι τοῦ συγκειμένου. Ἐμπεδοκλῆς οὖν οὐχ ἡγούμενος ἕνωσίν τινα αὐτῶν γίγνεσθαι ἔλεγε φύσιν οὐδενὸς εἶναι, τουτέστιν ἕνωσιν ὡς ἕν τι ἐκ τῆς συνθέσεως γίνεσθαι καὶ εἰδοποιεῖσθαι, ἀλλὰ μόνον μῖξίν τε διάλλαξίν τε μιγέντων, λέγεσθαι μέντοι καὶ τοῦτο φύσιν ὑπὸ τῶν ἀνθρώπων ἡγουμένων αὐτὰ ἐν τῇ μίξει καὶ ἑνοῦσθαι. δεικνὺς δὲ ὅτι φύσις ἡ τοιαύτη οὐσία τε καὶ τελειότης καλεῖται, διὰ τοῦτο, φησί, καὶ τῶν φύσει ὄντων τε καὶ γινομένων, καίτοι πολλάκις ἤδη ὑπαρχόντων ἐξ ὧν ἐπιτελεῖται καὶ γίνεται, οὐδέ πώ φαμεν τὴν φύσιν ἔχειν ταῦτα, ἄν μὴ τὸ οἰκεῖον εἶδος καὶ τὴν τελειότητα προσλάβῃ. εἰπὼν δὲ φύσιν καὶ τὸ συναμφότερον, ἐπήνεγκεν ὅτι φύσει τοῦτο μᾶλλον ἂν λέγοιτο, φύσις δὲ ἡ ὕλη ἥ τε πρώτη, ἧς παράδειγμα τὸ ὕδωρ, εἰ τοῦτο εἴη ἰοῦ χαλκοῦ ὕλη, καὶ ἡ προσεχής, ἧς πάλιν ὁ χαλκὸς παράδειγμα, καἰ τὸ ε.ἶδός τε καὶ ἡ οὐσία, καθ’ ἣν ἑκάστῳ τὸ εἶναι ἔστιν, ὧν πρώτως ἐμνημόνευσεν. καὶ εἴη ἄν ἡ φύσις τριχῶς λεγομένη, ὥσπερ καὶ νῦν προστέθεικε. τέλος δὲ εἶπε τῆς γενέσεως τὸ εἶδος, ἐπεὶ ἐν τοῖς φύσει γιγνομένοις τὸ εἶδος καὶ τὴν κατὰ τὸ τέλος οὐσίαν ἔχει. κατὰ μεταφορὰν δὲ λέγει καὶ πᾶσαν οὐσίαν φύσιν λέγεσθαι ἀπὸ τοῦ εἴδους· ἐπεὶ γὰρ τὸ εἶδος οὐσία ὂν τῶν φύσει συνεστώτων κατὰ γὰρ τοῦτο αὐτοῖς τὸ εἶναι) φύσις ἐστίν, ἤδη καὶ ἐν πᾶσι τὴν οὐσίαν τὴν ἑκάστου, καθ’ ἣν τὸ εἶναι αὐτῷ ὅ ἐστιν, φύσιν λέγουσι. διὸ καὶ τὸ κατὰ τέχνην γινόμενον εἶδος οὐσίαν ὂν τῶν ἔργων τῶν τεχνητῶν οὕτω καλοῦσιν. ἕκαστον γὰρ καὶ τούτων οἰκείαν τινὰ οὐσίαν καὶ ὕπαρξιν ἔχει, ἣ καὶ αὐτὴ φύσις καλεῖται εἶδος ὂν αὐτῶν, διὸ καὶ λέγεται οἰκείαν ἔχειν [*](1. 2 τὸ τοῦ εἴδους] τὸ τούτου εἶδος 6 8 coni. Bonitz 2 ᾧ LS: ὃ Α 3 ἄν LF: om. Α 4 φύσει φύσεων Α 6 φύσει A 2 LFS: φύσεων A1 7 et 12 φύσει LFS: φύσεων Α 7.8 ἀμεταβλήτως LF 10 τὴν αὐτῆς φύσιν LF 18 φύσιν—μιγέντων (20) cf. Empedocl. fragm. vv. 98. 100 Mullaeh 21 καὶ ἑνοῦσθαι LF: καὶ post αὐτὰ ponit A 30 καὶ νῦν F: nunc S: ἢ κενῷ AL 35 αὐτῷ LS: αὐτὸ AF 37 καὶ τούτων LF: καὶ om. Α)
360
οὐσίαν. εἰπὼν δὲ ταῦτα περὶ φύσεως ἐπήνεγκεν ἐκ δὴ τῶν εἰρημένων [*](319) ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία ἡ τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν αὑτοῖς ᾑ αὐτά, διὰ τούτων λέγων, ὥσπερ εἶπε καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, φύσιν κυρίως εἶναι τὸ ἔνυλον εἶδος, ἀφ’ οὗ ἡ ἀρχὴ τῆς κινήσεως τῷ συναμφοτέρῳ, τὴν δὲ ὕλην καὶ τὰ ἄλλα, καθ’ ὧν καὶ αὐτῶν ἡ φύσις λέγεται, ἀπὸ ταύτης λέγεσθαι φύσιν, τὴν μὲν ὕλην ὅτι δεκτικὴ αὐτοῦ ἐστι, τὰς δὲ γενέσεις τε καὶ φύσεις τῷ ἀπὸ ταύτης κινήσεις εἶναι· διὰ γὰρ τὸ εἶδός τε καὶ τὴν δύναμιν τὴν ἐν αὐτοῖς φύεται τὰ φυόμενα. προστίθησι δὲ ὅτι καὶ ἡ ἀρχὴ τῆς κινήσεως τῶν φύσει αὕτη ἐστὶν ἐνυπάρχουσά πως. ἐξηγούμενος δὲ τὸ πῶς, προσέθηκε τὸ δυνάμει ἢ ἐνεργείᾳ, δυνάμει μέν, ὡς ἐν τῷ σπέρματι τῷ καταβληθέντι ἡ ψυχή, ἐνεργείᾳ δέ, ὅταν ἤδη ζῷον ᾖ. γένεσις δὲ ἀρχὴ τῆς κινήσεως πᾶσι τοῖς φυσικοῖς τὸ ἔνυλον εἶδος. εἰκότως οὖν τοῦτο κυρίως φύσις· ἦν γὰρ φύσις ἡ τῆς κινήσεως ἀρχή. σημειωτέον δὲ ὅτι ὧν ἕκαστον διαιρεῖ ὡς λεγόμενον πολλαχῶς, οὐχ ὡς ὁμώνυμον, ἀλλ’ ὡς τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἔχον.

[*](p. 1015a20)

Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου.

Τοῦ δὲ ἀναγκαίου τὴν διαίρεσιν εἰς πέντε σημαινόμενα καὶ αὐτοῦ ποιεῖται, ὧν ἓν λέγει, οὗ ἄνευ ἀδύνατον εἶναι, ὡς ὄντος συναιτίου εἰς τὸ εἶναι. οὕτως ἡ τροφὴ τοῖς ζῴοις ἀναγκαία καὶ τὸ ἀναπνεῖν· ἡ μὲν γὰρ ψυχὴ τὸ αἴτιον τοῦ ζῆν, ταῦτα δὲ συναίτια. δεύτερον σημαινόμενον ἐκτίθεται τοῦ ἀναγκαίου, οὗ χωρὶς ἀδύνατον τὸ ἀγαθὸν καὶ τὸ εὖ περί τι γενέσθαι ἢ τὸ κακὸν ἀποβληθῆναι, ὡς λέγεται ἀναγκαία ἡ πόσις τοῦ φαρμάκου, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν ἀποβολὴν τῆς νόσου καὶ τὴν στέρησιν. οὕτως ἀναγκαῖον τὸ· μανθάνειν πρὸς τὸ ἐπιστήμην ἔχειν, καὶ ἔθεσι χρῆσθαι σπουδαίοις πρὸς τὸ ἀγαθὸν γενέσθαι, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν, ἵνα ἀπολάβῃ τὰ χρήματα, εἰ ἄλλως μὴ δύναται. τρίτον τοῦ ἀναγκαίου τὸ βίαιόν τε καὶ τὸ ἀκούσιον· λέγεται γὰρ τὸ βίαιόν τε καὶ παρὰ τὴν προαίρεσιν ἀναγκαῖον. οὕτως ἐξ ἀνάγκης ἐλθεῖν που λέγεται ὁ βιασθεὶς ἢ ὑπὸ δεσμῶν ἢ ὑπό τινος τοιαύτης περιστάσεως ἢ ὑπὸ πνευμάτων. ὅσα γὰρ βιαζόμενοι ποιοῦμεν, ταῦτα ἀναγκαῖα καὶ δι’ ἀνάγκην ποιοῦμεν. διὸ καὶ λυπηρὰ τὰ οὕτως ἀναγκαῖα· “πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα ἀνιαρὸν ἔφυ,’ ὡς Εὔηνος λέγει· καὶ ἡ βία ἀνάγκη τίς ἐστιν, ὡς λέγει Σοφοκλῆς “ἀλλ᾿ ἡ βία με ταῦτ’ ἀναγκάζει ποιεῖν.” καὶ τοῦ τὸ βίαιον ἀναγκαῖον λέγεσθαι μάρτυσιν | ἐχρήσατο Εὐήνῳ τε καὶ Σοφοκλεῖ. [*](320) [*](2 ἡ οὐσία LF: ἡ om. Α 3 αὐτά Metaph. p. 1015 a 15: αὐτό libri 4 ἐν τῇ Φυσικῇ ἀκροάσει Β1 p. 193 b 3 sqq. 12 ὅταν LF: ὅτε Α ᾗ LF: ἐστι Α 13 πᾶσι LFS: πάρα A τὸ ἔνυλον εἶδος] aa1 materialem formam S 14 οὖν LFS: om. Α 28 δύναιτο LF post δύναται add. τὸ μανθάνειν εἰ μέλλοι ἐπιστήμην ἕξειν Α1 et omisso τὸ LF 34 Εὔηνος] fr. 8 (II4 271) Bergk. 35 Σοφοκλῆς] Electr. 256)

361
ἀρχήν· διὸ καὶ εἶπεν ἐναντίαν αὐτὴν τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ τῇ κατὰ τὸν λογισμόν. τὰ μὲν γὰρ ἐφ’ ἡμῖν, αὕτη δὲ ἀναιρετικὴ τοῦ ἐφ’ ἡμῖν· ἐκτὸς γὰρ καὶ ἐπ’ ἄλλοις. εντι ἀναγκαῖον τὸ ἀίδιον καὶ ἀμετάβλητον καὶ μὴ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν, ἀφ’ οὗ φησι καὶ τὰ ὤα ἀναγκαῖα λέγεσθαι· τὸ γὰρ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν κυρίως ἀναγκαῖον. ἀπλῶς μὲν εἶπεν ἐπὶ τῶν ἀιδίων, ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις ἀναγκαίοις λεγομένοις εἶναι δοκεῖ τι τοιοῦτον· καὶ γὰρ τὸ βίᾳ γινόμενον ἀναγκαῖον τότε ὅτε μὴ ἐνδέχεται κατὰ τὴν αὐτοῦ ὁρμήν τε καί προαίρεσιν κινεῖσθαι διὰ τὸ βιαζόμενον καὶ ἀμετάπειστον, ὅτι τὸ πείθεσθαι καὶ μεταπειστόν, οὐκ ἐνδέχεται δὲ τὸ βιαζόμενον ἄλλως ποιεῖν. καὶ τὸ συναίτιον τοὺ εἶναι καὶ τοῦ ἀγαθοῦ ἀναγκαῖον διὰ τὸ μὴ ἐνδέχεσθαι χωρὶς αὐτοῦ εἶναι ἢ ἀγαθὸν εἶναι· οἵτινες ἦσαν οἱ τρόποι τρεῖς τοῦ ἀναγκαίου οἱ πρῶτοι εἰρημένοι. προστίθησι δὲ τοῖς προειρημένοις τέταρσι τοὺ ἀναγκαίου τρόποις τὸν κατὰ τὰς ἀποδείξεις· αἱ γὰρ ἀποδείξεις ἀναγκαῖαι, ὅτι τὸ ἀποδεδειγμένον οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ κυρίως καὶ ἁπλῶς ἀποδέδεικται. τοῦ δὲ τὸ ἀποδεδειγμένον ἀναγκαῖον εἶναι αἴτιά φησιν εἶναι τὰ πρῶτα, τουτέστι τὰς προτάσεις, εἰ ἀδύνατον ταύτας ἄλλως ἔχειν, δι’ ὧν ὁ συλλογισμός τε καὶ ἡ ἀπόδειξις. δείξας δὲ πάντα τὰ ἀναγκαῖα ὑπαγόμενα τῷ σημαινομένῳ τοῦ ἀναγκαίου τῷ ἀδύνατον· Μῶς ἔχειν, διαιρεῖ αὐτά, καὶ λέγει τῶν ἀναγκαίων τὰ μέν τινα ἕτερον αἴτιον ἔχειν τοῦ εἷναι ἀναγκαῖα, ὡς ἐπὶ τῶν βιαίων ἔχει καὶ τῶν ἀποδείξεων· τῶν δὲ οὐκ ἔστιν ἄλλο αἴτιον τῆς ἀνάγκης, ἀλλ’ αὐτὸ αἴτιον ἄλλοις ἐστὶ τῆς ἀνάγκης, ὡς αἱ πρῶταί τε καὶ ἄμεσοι προτάσεις. ἀλλὰ καὶ τὰ ἀίδια καὶ οὕτως ἀναγκαῖα· οὔτε γὰρ ἔξωθεν ἔχει τὸ αἴτιον καὶ ἄλλοις ἐξ ἀνάγκης τοῦ εἶναί ἐστιν αἴτια· πάντα γὰρ τὰ φύσει συνεστῶτα παρὰ τῶν θεῶν ἀμέσως ἀναγκαῖά εἰσι διὰ τὸ ἀίδιον τὸ τοῦ εἶναι ἔχειν αἴτιον. ἀλλὰ καὶ τὸ μὴ δυνάμενον χωρίς τινος ἢ εἶναι ἢ εὖ εἶναι ἐξ ἀνάγκης παρ’ ἐκείνου τὴν αἰτίαν τὸ μὲν τοὺ εἶναι τὸ δὲ τοῦ εὖ εἶναι ἔχει. τῶν μὲν οὖν ἄλλων φησὶν ἀναγκαίων ἕτερόν τι τῆς ἀνάγκης εἶναι αἴτιον· ἐπί τε γὰρ τῶν μὴ ἐνδεχομένων χωρίς τινος εἶναι ἕτερόν τι τὸ αἴτιον ἡ γὰρ τροφὴ ἕτερόν τι τοῦ τρεφομένου). καὶ ἐπὶ τούτων δὲ ὧν χωρὶς ἀδύνατον τὸ ἀγα|θὸν ἢ εἶναι ἢ γενέσθαι ἕτερον τὸ [*](321) αἴτιον. ἀλλὰ καὶ τῶν βίᾳ γινομένων προδήλως ἕτερον τὸ αἴτιον, καὶ τῆς τοῦ συμπεράσματος ἀνάγκης ἕτερον τὸ αἴτιον. μόνα δὲ τὰ ἀεὶ ὄντα, ἅπερ ἐστὶ τὰ θεῖα, οὐχ ἕτερόν τι τοῦ ἀεὶ εἶναι αἴτιον ἔχει, καὶ δι’ αὐτὰ ἐξ ἀνάγκης ἔστι τε καὶ γίνεται καὶ τὰ φύσει συνεστῶτα. λαβὼν δὲ ὁποῖόν [*](2 ἐναντίαν LF: ἐναντίον Α 4 γὰρ καὶ A 2 LFS: καὶ om. A1 4. 5 post ἀμετάβλητον add. καὶ ὡρισμένως ἔχον LF 9 τὴν αὐτὴν ὁρμὴν LF 10 πείθεσθαι LFS: πείσεσθαι Α 15 ὅτι τὸ A 2 LFS: τὸ om. A 1 17 αἴτιά φησιν LFS: αἴτιόν φασιν Α 19. 20 τῷ σημαινομένῳ LF: τῷ om. Α 20 τῷ LF: τὸ Α 23 ὡς καὶ αἱ πρῶται LF 26. 27 ἀμέσως—αἴτιον LF: οἵ εἰσιν ἀίδιοι, τὴν τοῦ εἶναι ἔχει αἰτίαν Α 27 τὸ LF: om. A 28. 29 τὴν αἰτίαν τοῦ μέσου τὸ εἶναι τόδε τὸ τοῦ συνεῖναι ἔχειν· τῶν μὲν LF 29 οὖν FS: om. AL)
362
τί ἐστι τὸ ἀναγκαῖον ὃ γὰρ μὴ ἐνδέχεται ἄλλως ἔχειν), πρῶτον καὶ κυρίως ἀναγκαῖόν φησιν εἶναι τὸ ἁπλοῦν, οὗ αἴτιον ἀποδέδωκε τὸ τὸ ἁπλοῦν μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν· τὸ γὰρ μὴ ἁπλοῦν πλεοναχῶς ἔχει. τὸ δὲ πλεοναχῶς ἔχον ἐνδέχεται καὶ ἄλλως ἔχειν. τοῦτο δὴ λαβὼν ἐπιφέρει ὅτι εἴ τινα ἔστιν ἐν τοῖς οὖσιν ἀπλᾶ καὶ ἀκίνητα, οὔτε βίαιόν τι ἐκείνοις ἐστὶν οὔτε παρὰ φύσιν ἐνδέχοιτο γὰρ ἂν αὐτὰ καὶ ἄλλως ἔχειν), ἀλλά κυρίως ἐκεῖνα ἐξ ἀνάγκης ὄντα. τοιαῦτα δὲ κατ’ αὐτὸν τὰ πρῶτα αἴτια. παρέθετο δὲ τοῦτο, ἵνα ἐπειδὰν τὸ ἀναγκαῖον κατ’ αὐτῶν κατηγορῶμεν, μὴ ὡς τὸ βίαιον καὶ παρὰ φύσιν καταηγορούντων ἡμῶν ἀκούῃ τις.

[*](p. 1015b16)

Τὸ ἓν λέγεται τὸ μὲν κατὰ συμβεβηκός.

Τοῦ ἑνὸς τὸ μὲν κατὰ συμβεβηκός φησι λέγεσθαι τὸ δὲ καθ’ αὑτό, καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς· ἢ γὰρ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ἓν λέγεται, ὡς Κορίσκος καὶ τὸ μουσικόν, εἰ εἴη Κορίσκῳ συμβεβηκὸς τὸ εἶναι μουσικῷ· ταὐτὸν γὰρ τὸ εἰπεῖν Κορίσκος καὶ μουσικὸν ἕν, καὶ Κορίσκῳ τὸ μουσικὸν συμβέβηκεν, καὶ Κορίσκος μουσικός ἐστιν. ἕν φησι κατὰ συμβεβηκὸς εἶναι καὶ τὸ μουσικὸν καὶ τὸ δίκαιον, ἔτι ἓν κατὰ συμβεβηκὸς μουσικὸς Κορίσκος καὶ δίκαιος Κορίσκος. ἃ εἰπὼν ἑξῆς, κατὰ τί ἕκαστον τούτων ἕν ἐστι κατὰ συμβεβηκός, προσέθηκε. τὸ μὲν γὰρ δίκαιον καὶ τὸ μουσικὸν ἕν, ὅτι μιᾷ οὐσίᾳ συμβεβηκότα· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ μουσικὸν καὶ τὸ δίκαιον τῷ ἑνί τινι ἄμφω συμβεβηκέναι. τὸ δὲ μουσικὸν καὶ Κορίσκος ἓν τῷ θάτερον μόριον τοῦ συναμφοτέρου τῷ ἑτέρῳ μορίῳ συμβεβηκέναι· τὸ γὰρ μουσικὸν τῷ Κορίσκῳ. ὁμοίως δέ φησι τρόπον τινὰ τούτῳ ἓν τὸ ὁ Κορίσκος Κορίσκος μουσικός ἐστι, καὶ μία πρότασις κατὰ συμβεβηκός, ὅτι καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ ἕτερον μέρος τοῦ ὅλου λόγου τῷ ἑτέρῳ ὑπάρχει· τῷ γὰρ Κορίσκῳ ὑπάρχει τὸ μουσικῷ Κορίσκῳ εἶναι. αὐτὸς δὲ εἰπὼν θάτερον μόριον θατέρῳ συμβεβηκέναι [*](322) τῶν ἐν τῷ λόγῳ, τὸ μουσικὸν εἶναι τῳ· Κορίσκῳ συμβεβηκέναι λέγει, ἀφελὼν ἐκ τοῦ κατηγορουμένου τὸ Κορίσκος. τῷ γὰρ τὸ μουσικὸν Κορίσκῳ συμβεβηκέναι, τούτῳ καὶ τὸ ὅλον τὸ Κορίσκος Κορίσκος μουσικός ἐστιν. τρόπον δέ τινα ὁμοίως εἶπεν, ὅτι διαφορά τίς ἐστι κατὰ τὴν λέξιν τε καὶ ἐκφοράν· ἐκεῖ γὰρ ἐλέγετο ἓν ὁ μουσικὸς Κορίσκος, ἐνταῦθα δὲ τὸ μουσικὸς Κορίσκος Κορίσκῳ. τὸ δὲ μουσικὸν Κορίσκον τῷ δικαίῳ Κορισκῳ έν φησιν εἶναι, ὅτι ἐκατέρων ὲν μέρος τῳ αὐτῷ, ὁ ὲν ἀμφοτέροις [*](2 φησιν LFS: φασιν Α 6 τι ἐν ἐκείνοις LF 10 ἀκούῃ LF: ἀκούοι Α 11 Τὸ ἓν] τὸ om. Metaph. vulg. 15 τὸ εἰπεῖν LF: τῷ εἰπεῖν Α 20 συμβεβηκότα] συμβέβηκε LF 22 θάτερον LFS: θατέρω Α 24 ὁ Κορίσκος Κορίσκος μουσικός LS: alterum Κορίσκος om. A: post ἐστι add. καὶ τὸ Κορίσκος Α2 ἐστι ἓν καὶ LF 25 ὅτι LFS: om. Α 28. 29 ἔφη συμβεβηκέναι LF 30 τὸ Κορίσκος LF: τὸ om. Α 32 ἐλέγετο ἓν LF: ἔλεγε τὸ ἓν AS 32. 33 τὸ μουσικὸς Κορίσκος Κορίσκῳ LFS: τὸ μουσικὸν Κορίσκῳ Α 34 ἑκατέρω LF)

363
ταὐτόν ἐστι, συμβέβηκε· τὸ γὰρ μουσικὸν καὶ τὸ δίκαιον, ἑκάτερον αὐτῶν μέρος ὂν ἑκατέρας προτάσεως, τῷ Κορίσκῳ συμβεβηκὸς ταὐτὸν ἦν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν. ὁμοίως δέ φησιν ἓν γίγνεσθαι κατὰ συμβεβηκός, κἂν μὴ ἐπὶ Κορίσκου μηδὲ ἀτόμου τινὸς τὸ συμβεβηκὸς κατηγορῆται, ἀλλ’ ἐπί τινος εἴδους ἢ γένους καὶ ὅλως τῶν καθόλου, οἷον ἂν λέγηται ταὐτὸν εἶναι ἄνθρωπος καὶ μουσικὸς ἄνθρωπος· ἓν γὰρ καὶ ταῦτα, ἢ ὅτι τῷ ἀνθρώπῳ μιᾷ οὐσίᾳ οὔσῃ συμβέβηκεν, ἢ ὅτι καὶ τὸ μουσικὸν καὶ ὁ ἄνθρωπος μιᾷ τινι ἀτόμῳ οὐσίᾳ συμβέβηκεν, οἷον Κορίσκῳ, ὡς ἐλέγετο ἓν καὶ τὸ μουσικὸν δίκαιον. πλὴν οὐχ ὁμοίως τῷ Κορίσκῳ ἀμφότερα ὑπάρχει, ὅ τε ἄνθρωπος καὶ τὸ μουσικόν, ἀλλ’ ὁ μὲν ὡς εἶδος αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὤν (ὁ γὰρ ἄνθρωπος οὕτως), τὸ δὲ ὡς ἕξις τις, ὡς τὸ μουσικόν, ἢ πάθος ἢ ὅλως τι συμβεβηκός, ὡς τὸ λευκὸν ἡ σιμὸν καὶ τὰ τούτοις ὅμοια. διὸ μᾶλλον τοῦτο ὅμοιον τῷ Κορίσκῳ, τὸ Κορίσκος μουσικὸς κατηγοροῦντος. καὶ τὰ μὲν κατὰ συμβεβηκὸς ἓν λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι, τῶν δὲ καθ’ αὑτὰ ἓν λεγομένων τὰ μὲν λέγεσθαί φησι τῷ συνεχῆ εἶναι. συνεχῆ δὲ λέγει κοινότερον καὶ τὰ ὁπωσοῦν ὑπό τινος συνεχόμενα, ὡς τὸν φάκελον, ὅτι ὑπὸ δεσμοῦ συνέχειαι. ὁμοίως καὶ τὰ ὑπὸ κόλλης ἑνούμενα συνεχῆ λέγει, ὡς τὰ βιβλία. τὰ δὲ ὡς κοινότερον ὅρον ἔχοντα, ὡς τὰ κυρίως συνεχῆ· οὕτως ἡ γραμμὴ μία· συνεχὴς γάρ, κἄν μὴ ἐπ’ εὐθείας ᾖ ἀλλ’ ᾖ τι μόριον αὐτῆς κεκαμμένον. οὕτω δὲ συνεχῆ τὰ τοῦ σώματος μόρια, ὡς σκέλος καὶ βραχίων. καὶ αὐτῶν τῶν συνεχῶν ἕν φησιν εἶναι μᾶλλον τὰ φύσει συνεχῆ | ἢ τὰ [*](323) τέχνῃ, οἷον τὸν τοὺ ἀνθρώπου βραχίονα ἢ τὸν τοῦ ἀνδριάντος· μᾶλλον γὰρ ταῦτα ἥνωται καὶ συμπέφυκε καὶ συναίσθησιν ἀλλήλων ἔχει. εἰπὼν δὲ μᾶλλον ἓν εἶναι τῶν συνεχῶν τὰ φύσει τῶν τεχνητῶν λόγον τινὰ ἀποδέδωκε τοῦ συνεχοῦς, ᾧ ἐχρήσατο πρὸς τὴν τοὐ ἑνὸς ἀπόδοσιν· οὗ γὰρ καθ’ αὑτὸ κίνησις μία, καὶ μὴ οἷοντε ἄλλως. τίς δὲ ἡ μία, προσέθηκεν εἰπὼν μία δέ, οὗ ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ τὸν χρόνον, λέγων ταῦτα κυρίως καὶ πρώτως εἶναι συνεχῆ, ὧν ἡ κίνησις μία ἣν καθ’ αὑτὰ κινεῖται, καὶ ἐξ ἀνάγκης μία, τουτέστιν ἣν πάντα κινεῖται καὶ μὴ οἷόν τε αὐτῶν τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν. τοιαῦτα δέ ἐστι τῶν συνεχῶν τὰ μὴ ἔχοντα καμπήν· τῶν γὰρ τοιούτων ἡ κίνησις ἀδιαίρετος κατὰ χρόνον. εἰπὼν δὲ συνεχῆ λέγεσθαι ὧν ἡ κίνησις μία, ἐφεξῆς λέγει τίνα ἐστὶν τὰ ὧν ἡ κίνησις μία, καὶ ἐν τίνι τῷ συνεχεῖ τὸ εἶναι τοιούτῳ. καθόλου φησὶ καὶ καθ’ αὑτὰ καὶ κυρίως συνεχῆ εἶναι τὰ μὴ τῇ ἁφῇ τὸ ἓν ἔχοντα, ὡς τὰ δεσμῷ ἢ κόλλῃ, ἀλλὰ ὑπὸ κοινοῦ ὅρου συναπτόμενα· τὰ [*](2 ante ταὐτὸν addendum ὃ coni. Bonitz 6 εἶναι οἷον ἄνθρωπος LF 9 ἓν τὸ μουσικὸν καὶ δίκαιον e S coni. Bonitz 13. 14 τὸ Κορίσκος LF: τοῦ Κορίσκος Α: Quamobrem hoc similius esset Corisco, cum de ipso Coriscus musicus praedicatur S 16 φησι τῷ L: φασι τῷ AF 17 σφάκελλον A 19 κοινὸν τὸν ὅρον e S coni. Bonitz 24 ἥνωται Brandis Bouitz: ἥνωνται ALFM 26 συνεχοῦς LFS: συνεχῶς Α 33 συνεχῆ LFS: συνεχῶς Α 34 ἐστὶν LF: om. A ὧν LF: ὧν ἐστιν A τὸ LF: τῷ A)
364
γὰρ ἁπτόμενα ἀλλήλων ξύλα οὐ λέγεται οὔτε ξύλον οὔτε σῶμα ἓν κυρίως οὔτε ὅλως ἕν τι. καθόλου μὲν οὖν φησιν ἓν λέγεσθαι κυρίως τὸ συνεχές, κἂν ᾖ μὴ εὐθὺ ἀλλὰ κεκαμμένον. ἔτι δὲ μᾶλλον ἓν τῶν συνεχῶν τὰ εὐθέα καὶ μὴ κάμψιν ἔχοντα· μᾶλλον γὰρ ἓν κνήμη καθ’ αὑτὴν καὶ μηρὸς σκέλους ὅλου· τὸ γὰρ σκέλος οὐκ ἀκαμπές, διὸ ἐνδέχεται καὶ μὴ μίαν αὐτοῦ τὴν κίνησιν εἶναι. οὐκέτι δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ μηροῦ καὶ τῆς κνήμης· οὐ γὰρ οἷόν τε τῶν τοιούτων μέρος μέν τι κινεῖσθαι μέρος δὲ μή· κάμψις γὰρ ἂν γένοιτο. κατὰ ταῦτα δὲ καὶ τὴν εὐθεῖαν γραμμὴν τῆς κεκαμμένης μᾶλλον εἶναι μίαν λέγει, τὴν δὲ κεκαμμένην οὕτως ὡς καὶ γωνίαν ἔχειν καὶ μίαν καὶ οὐ μίαν εἶναι· ἡ γὰρ τοῦ κύκλου μία.· οὐδὲ γὰρ ταύτην οἷόν τε κατὰ μόριον κινεῖσθαι φυλάσσουσαν τὸ σχῆμα τὸ αὐτό. διὰ τί δὲ ἡ γωνίαν ἔχουσα οὐχ ἁπλῶς μία, εἶπεν· ὅτι γὰρ ἐνδέχεται καὶ μὴ ἅμα πᾶσαν αὐτὴν κινεῖσθαι, τῶν δὲ εὐθειῶν ἀδύνατον τὸ μόριον χωρὶς τοῦ ὅλου κινηθῆναι· κάμπτοιτο γὰρ ἄν· οὐδὲν δὲ μόριον μέγεθος ἔχον τῆς εὐθείας δύναται ἢ καθ’ αὑτὸ χωρὶς τῆς ὅλης κινηθῆναι ἢ καθ’ αὑτὸ ἠρεμῆσαι. προσέθηκε δὲ τῷ μορίῳ τὸ ἔχον μέγεθος, ὡς δυναμένου καὶ τοῦ πέρατος τῆς εὐθείας ὑπό τινων μορίου λέγεσθαι, ὃ δύναται μένειν τῆς ὅλης κινουμένης. εἰπὼν δὲ περὶ τοῦ ὡς συνεχοῦς ἑνός, ἄλλον τρόπον φησὶν ἓν λέγεσθαι καὶ τὰ ὧν τὸ ὑποκείμενον [*](324) τῷ εἴδει ἐστὶν ἀδιάφορον· ὃ ἐξηγήσατο εἰπὼν ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν, λέγων ἀδιαίρετον τὸ μὴ εἰς διαφέροντα αἱσθητὰ διαιρούμενον· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον δεῖ τὸ ὑποκείμενον αὐτοῖς εἶναι. διαφέροντα δὲ αἰσθητὰ τὸ γλυκὺ φέρε εἰπεῖν καὶ στρυφνὸν καὶ τὸ λευκὸν καὶ τὸ φαιόν. εἶεν δ’ ἂν οὕτως ἓν τῶν αἰσθητῶν τὰ ὁμοειδῆ ἀλλήλοις. λέγει δὲ μὴ μόνον ὧν τὸ πρῶτον ὑποκείμενον ἀδιαίρετόν ἐστιν, ταῦτα ἓν εἶναι, ἀλλὰ καὶ ὧν τὸ ἔσχατον, πρῶιον μὲν ὑποκείμενον λέγων τὸ προσεχῶς ὑποκείμενον, οἷον εἰ οἶνός ἐστιν ὑποκείμενον γὰρ τὴν αἰσθητὴν οὐσίαν λέγει), εἰ δὴ οἶνος εἴη, κατὰ τοῦτο ἓν ταῦτα· ἓν γὰρ τῷ εἴδει· ὁμοίως κἀν ὕδωρ. ὧν δὲ τὸ ἔσχατον ὑποκείμενον, ταῦτα ἓν οὐ τῷ αὐτὰ μὴ εἶναι διάφορα αἰσθητὰ ἀλλήλων, ἀλλὰ τῷ ἐξ ἑνός τινος ἐσχάτου αἰσθητοῦ καὶ ἀδιαιρέτου κατ’ εἶδος σώματος γεγονέναι αὐτά· ταῦτα γὰρ ἓν οὐχ ὡς ὁμοειδῆ, ἀλλὰ τῷ τὸ θ[πλεό,εμπμ ἔσχατον αὐτοῖς ὁμοειδὲς εἶναι. οὕτως οἱ χυμοὶ πάντες ἓν ἀλλήλοις λέγονται εἶναι, ὅτι ἐξ ἑνός τινος σώματος ἐσχάτου ὑποκειμένου τὸ εἶναι αὐτοῖς, ἢ ὕδατος ἢ ἀέρος. προσέθηκε δὲ τῷ ἢ τὸ τελευταῖον τὸ πρὸς τὸ τέλος, ἤτοι ἴσον λέγων τῷ ἢ τὸ τελευταῖον ἀπὸ τοῦ τέλους, τουτέστιν τὸ τούτου πλεῖστον ἀφεστώς, ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος, τὸ ἔσχατον καὶ τέλος, ὃ μηκέτι ἄλλω ὑπόκειται. ἔστι δὲ τελευταῖον μὲν ὁ οἶνος καὶ τὸ ἔλαιον, πρῶτον δὲ τὸ ἐξ οὗ ἡ τούτων γένεσις ὑποκειμένου αἰσθητοῦ· οὕτως ἓν τὰ ἐκ τῆς αὐτῆς ὕλης καὶ τοὺ αὐτοῦ ὑποκειμένου, ἂν αἰσθητὸν ἐκεῖνο. ἔτι ἕν φησι [*](4 κάμψιν] καμπὴν LF 12 ἡ — ἔχουσα — μία LF: τὴν — ἔχουσαν — μίαν Α 29 ἓν γὰρ—αὐτὰ (30) LFS: om. A1: pro his verbis inserit τῷ Α2 30 διάφορα LFS: ἀδιάφορα Α)
365
λέγεσθαι ἀλλήλοις καὶ ὧν ταὐτὸν καὶ ἓν γένος· τὰ γὰρ διαφέροντα καὶ ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους ταῖς ἀντικειμέ;ναις διαφοραῖς ὅμως διὰ τὸ γένος ὂν ταὐτὸν ἓν κατ’ ἐκεῖνο λέγεται, καὶ ἔστιν οὕτως ἓν τὰ τῷ γένει ἓν λεγόμενα. τρόπον δέ τινά φησιν ὁμοίως ταῦτα ἓν λέγεσθαι τοῖς προειρημένοις, ὧν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ ὕλη οὖσα αἰσθητόν τι σῶμα ἦν ἡ αὐτή· καὶ γὰρ ἐκεῖνα διαφέροντα ἀλλήλων κατὰ τὴν ἐπὶ τὸ ὑποκείμενον αὐτοῖς ἀναφορὰν ἓν ὂν καὶ ἀδιαίρετον ἓν ἐν. δύναται καὶ ἁπλῶς τὰ ἐκ τῆς αὐτῆς ὕλης λέγειν ὁμοίως ἓν λέγεσθαι τοῖς τῷ γένει τὸ ἓν ἔχουσι. τρόπον δέ τινα ὁμοίως εἶπεν · οὐ γὰρ πάντῃ, ἀλλὰ κατὰ τοσοῦτον καθὸ καὶ ἐν τούτοις καὶ ἐν ἐκείνοις τὸ ἓν κατὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν, ἐπεὶ ἐκεῖνα μὲν τὸ ὑποκείμενον αὐτοῖς ταὐτὸν εἶχε, ταῦτα δὲ τὸ κατηγορούμενον· κἀκεῖνο ἀδιαίρετον μὲν ἦν κατ’ εἶδος, κατὰ δὲ τὸ ποσὸν οὐκ ἀδιαίρετον, τὸ δὲ γένος ἔμπαλιν κατὰ μὲν τὸ ποσὸν ἀδιαίρετον. κατ’ εἶδος δὲ διαιρετόν. ὁτὲ μὲν οὖν, φησί, λέγεται ταὐτὰ ἀλλήλοις | τὰ [*](325) ὑπὸ ταὐτὸν προσεχὲς γένος κατὰ γένος, καίτοι ταῖς ἀντικειμέναις ἐν αὐτῷ διαφοραῖς ἀντιδιῃρημένα, ὁτὲ δὲ τά ὑπὸ ἓν γένος ταὐτὰ ἀλλήλοις λέγεσθαι οὐ κτὰ τὸ προσεχὲς γένος, ὡς τὰ προειρημένα, ἀλλὰ κατὰ τὸ ἀνωτέρω. καὶ λέγει ἐφ’ ὧν τοῦτο. ὅταν γὰρ ᾖ γένη τινὰ ὑπάλληλα καὶ ληφθῇ τὰ εἴδη τὰ τοῦ ὑποκειμένου γένους, ἃ οὐκέτι ειδη προσεχῆ τῷ πρώτῳ γένει ἐστίν, ἀλλὰ τῷ ὑπ’ ἐκεῖνο, τελευταῖα ὄντα καὶ ἔσχατα ἀλλήλοις ἓν οὐ κατὰ τὸ προσεχὲς αὐτοῖς λέγεται γένος, ἀλλὰ κατὰ τὸ ἀνωτέρω· τὸ γὰρ ἄνω τούτου δηλωτικόν ἐστιν, οὗ καὶ τὸ ἀνωτέρω τούτων. οἷον ζῶόν ἐστι γένος, καὶ ὄρνεον ὑπὸ τοῦτο, καὶ τούτου εἴδη ἀετὸς καὶ ἱέραξ· ταῦτα δὴ οὐ καθὸ ὄρνεα ταὐτὰ ἀλλήλοις λέγεται καθὸ γάρ ὄρνεα, διαφέρει ἀλλήλων), ἀλλ’ ᾗ ζῷα ταὐτὰ καὶ ἕν, κατὰ τὴν εἰς τὸ ἀνωτέρω γένος μετάληψιν. οὕτως οὐδὲ τὸ σκαληνὸν καὶ ἰσοσκελὲς ἓν ἀλλήλοις ὡς τρίγωνα, ἀλλ’ ὡς σχήματα. τὸ γάρ τοι ἀνωτέρω τούτων δηλωτικὸν ἂν εἴη τοῦ κατὰ τὸ ἀνωτέρω τῶν προσεχῶν γενῶν, καὶ εἴη ἄν τὰ οὕτω τῷ γένει ταὐτά, ὡς κατὰ τὸ ἀνωτέρω γένος, οὐ κατὰ τὸ προσεχές, ἀναλόγως τὸ ἓν ἔχοντα τοῖς ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου τὸ ἓν ἔχουσιν, οὐκ ἀπὸ τῆς προσεχοῦς ἀλλ’ ἀπὸ τῆς ἐσχάτης· ὡς γὰρ ἐκεῖνα κατὰ τὴν ἐσχάτην αὐτοῖς ὑποκειμένην ὕλην, οὐ κατὰ τὴν προσεχῆ, τὸ ἓν εἶχεν, οὕτω καὶ τὰ νῦν εἰρημένα τῷ γένει ταὐτά ἐστιν οὐ τῷ προσεχῶς κατηγορουμένῳ ἀλλὰ τῷ ἀνωτέρω. τοῦ δὲ κατὰ μὲν τὸ ἀνωτέρω γένος τὰ αὐτὰ λέγεσθαι ταῦτα, κατὰ δὲ τὸ πρσεχὲς μηκέτι ἓν ἀλλήλοις τὴν αἰτίαν ἀποδέδωκεν· οὗ γὰρ γένους διαφοραῖς οὐ διαφέρει ἀλλήλων τινὰ ὄντα ὑπ’ αὐτό, κατ’ ἐκεῖνο ταῦτα ἀλλήλοις ταὐτά, οὗ δὲ διαφοραῖς διαφέρει γένους, κατ’ ἐκεῖνο δὲ οὐ ταὐτά. οὐχ οὕτως ἦν τὰ τῷ γένει τὰ αὐτά, ὧν πρώτων ἐμνημόνευσε. τὰ δὴ τρίγωνα, τό τε ἰσόπλευρον καὶ τὸ σκαληνὸν καὶ τὸ [*](5 οὖσα S Brandis Bonitz: οὐσία libri 14 λέγεται] λέγεσθαι coni. Bonitz 16 ἀντιδιῃρημένα LF: ἀντιδιῃρημένον Α ὁτὲ LF: ὅτε Α 18 ὅταν LF: ὅτε Α ὑπάλληλα LF: ὑπ’ ἀλλήλοις Α 21. 22 τὸ γὰρ ἀνωτέρω τούτων δηλωτικόν ἐστι τοῦ κατὰ τοῦ add. F] ἀνωτέρω τούτων LF 27 τοι] τὸ coni. Bonitz)
366
ἰσοσκελές, ἐπεὶ σχήματος μὲν διαφοραῖς οὐ διαφέρει ὑπὸ γὰρ τὴν τῶν εὐθυγράμμων διαφορὰν πάντα τὰ τρίγωνα), ταὐτὰ ἀλλήλοις ἐστὶ σχήματα· τριγώνου δὲ διαφοραῖς διαφέροντα οὐκέτι τρίγωνα ταὐτὰ ὁμοίως. καὶ ὁ ἀετὸς καὶ ὁ κόραξ τοὐ ζῴου μὲν διαφοραῖς οὐ διαφέρει· ὑπὸ γὰρ τὸ πτηνὸν τὴν ζῴου διαφορὰν τὰ ὄρνεα πάντα, διὸ καὶ ζῷα ταὐτά· ὀρνέου δὲ διαφέροντα διαφοραῖς οὐκέτι τὰ αὐτὰ ὄρνεα. διὰ τοῦτο γὰρ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωπος ὁμοίως, ὅτι μὴ ἀνθρώπου διαφοραῖς ἀλλήλων διαφέρουσι. δείξας δὲ τίνα ἕν ἐστι κατὰ γένος, προστίθησί τι σημαινόμενον τοῦ ἑνὸς | τὸ κατὰ τὸν ὁρισμὸν καὶ τὸν λόγον τὸν τί ἦν εἶναι [*](820) λέγοντα· ὧν γὰρ ἑτέρων ὄντων καὶ κεχωρισμένων ἀπ’ ἀλλήλων ὁ λόγος καὶ ὁρισμὸς ὁ αὐτός ἐστι, ταῦτα ἕν ἐστιν ἀλλήλοις. εἰπὼν δὲ ὧν ὁ λόγος ὁ τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον, προσέθηκε τὸ αὐτὸς γὰρ καθ’ αὑτὸν πᾶς λόγος διαιρετός· τοῦτο δέ, ἐπεὶ πᾶς λόγος σύγκειται ἐκ πλειόνων τινῶν, εἰς ἃ καὶ διαιρεῖται. ὅταν δὴ κεχωρισμένων τινῶν ἀπ’ ἀλλήλων καὶ συμβεβηκόσι τισὶ διαφερόντων οἱ λόγοι οἱ τὴν οὐσίαν δηλοῦντες αὐτῶν ὦσιν οἱ αὐτοί, καὶ ταῦτα ἕν. καὶ εἴη ἄν διὰ τούτων εἰρηκὼς τίνα ἐστὶ τὰ τῷ εἴδει ἕν τε καὶ ταὐτά· τὸ δὲ ὥσπερ ἐπὶ τῶν ἐπιπέδων ὁ τοῦ εἴδους δηλωτικόν ἐστι τοῦ οὕτως τὸν τούτων τῶν κεχωρισμένων ἀλλήλων καὶ κατά τινα συμβεβηκότα διαφερόντων ἕνα εἶναι λόγον· τοιαῦτα γὰρ τὰ κατὰ τὸ μέγεθος μόνον ἀλλήλων διαφέροντα, ἐφ’ ὧν εἶπεν ηὐξημένον καὶ φθῖνον. ἢ ὡς καὶ ἐπὶ τῶν ἐπιπέδων ὁ αὑτὸς λόγος ἑκάστου κατὰ τὸ εἶδος μένει, ἄν τε ᾖ μεῖζον ἄν τε ἔλαττον· ὅμοιον γὰρ τρίγωνον καὶ ἓν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἄν ᾖ ὁμοειδῆ.

Τούτοις προστίθησι καὶ λέγει καθόλου καὶ κυρίως ἓν ταῦτα εἶναι, ὧν ἡ νόησις ἀδιαίρετος ἡ νοοῦσα τὸ τί ἦν εἶναι αὐτῶν καὶ τὴν οὐσίαν· ἃ γὰρ κατὰ πάντα ἐστὶν ἀχώριστα καὶ μήτε χρόνῳ μήτε τόπῳ μήτε λόγῳ χωρισμόν τινα ἐπιδέχεται, ταῦτα μάλιστα ἕν, καὶ τῶν τοιούτων μάλιστα ὅσα οὐσίαι εἰσίν. λέγοι δ’ ἄν τὸ ἓν κατ’ ἀριθμὸν καὶ τόδε τι καὶ υποκείμενον κυρίως ἕν. τῶν μὲν γὰρ ὁμογενῶν καὶ ὁμοειδῶν χωρίζεταί τινα ἀλλήλων καὶ τόπῳ καὶ χρόνῳ καὶ τῶν ἑτερωνύμων εἰ καὶ μὴ τόπῳ ἢ χρόνῳ ὁ χωρισμός, ἀλλὰ λόγῳ γε· ἄλλος γὰρ λόγος ἀναβάσεως καὶ ἄλλος καταβάσεως, εἰ καὶ ἓν τὸ ὑποκείμενον καὶ ἀχώριστον. τὸ δὲ κὰτ ἀριθμὸν ἓν πάντῃ ἀχώριστον, καὶ μάλιστα τὸ ἐν τῇ οὐσίᾳ· καὶ γὰρ τῶν ἄλλων τῶν κατ’ ἀριθμὸν τὸ ἓν ἐχόντων ἕκαστον παρὰ τῆς οὐσίας ἔχει τοῦτο. ἢ τὰ μὲν ὑπὸ τὸ γένος διαφέροντα ἀλλήλων τῷ εἴδει καὶ τῖς ἀντικειμέναις διαφοραῖς τῷ γένει τὸ ἓν ἔχει, καὶ τὰ ὑπὸ τὸ εἶδος κεχωρισμένα ἀλλήλων καὶ διαφέροντα, εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ συμταὐτὰ [*](3 LS: ταῦτα Α 5 τὴν L: ἓν τοῦ Α: volatile, quod est animalis una differentia S 8 τι c. S Bonitz: τί AL 9 τοῦ ἑνὸς LF: τοῦ om. Α τὸ κατὰ LF: τὸ om. Α 18 εἴδους] εἴδους εἴς Metaph. vulg. 31 καὶ τῶν LFS: ἀλλὰ καὶ τῶν Α ἑτερωνύμων LFS: ἑτέρων τῷ γένει Α 32 χωρισμός LFS: ὁρισμός A 34 τὸ ἐν] τῶν LF)

367
βεβηκότα γέ τινα, τῷ εἴδει ταὐτά τε καὶ ἕν· τὸ δὲ γένος αὐτὸ τὸ καθόλου λαμβανόμενον, οἷον τὸ ζῷον, ἓν ὂν καὶ ταὐτὸν αὑτῷ καὶ οὐκ ἄλλῳ, εἴη ἄν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ ταὐτόν τε καὶ ἓν ὁμοίως, τουτέστιν ὁ μὴ ἀνθρώπου διαφοραῖς διαιρούμενος· καὶ ἔστι λεγόμενον διὰ τούτων ὑπ’ αὐτοῦ ὃ πρὸ ὀλίγου πρόσθεν εἶπεν. ἐπιφέρει δὲ τούτοις καὶ τὸ καθόλου | ἓν ἕκαστον λέγεσθαι κατὰ τοῦτο, καθὸ μὴ ἔχει διαίρεσιν μήτε διαφορὰν [*](327) πρός τι· τὰ γὰρ μὴ διαφέροντα ἀλλήλων πάντα, καθὸ μὴ διαφέρει, ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ ἄνθρωπος ὁ κατὰ τὸ ἄνθρωπος ἀδιαίρετος εἷς ὁ γὰρ μὴ εἰς ἀνθρώπους διαιρούμενος εἷς), καὶ ἓν ζῷον ὁμοίως ὃ μὴ καθὸ ζῷον διαιρεῖται· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ταῦτα δὲ εἰπὼν διὰ μέσου πάλιν ἐπάνεισι, καὶ δείκνυσιν ὅτι κυρίως ἓν τὸ κατὰ τὴν οὐσίαν ἕν ἐστιν· τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἓν λέγεται κατά τι συμβεβηκός· ἢ γὰρ τῷ ἕτερόν τι· ποιεῖν, ὡς τὰ ὁμοίως διατιθέντα τινὰ ἓν ἀλλήλοις λέγεται, οἷον μέλι μέλιτι ἢ ὅλως γλυκὺ γλυκεῖ καὶ θερμὸν θερμῷ, ἢ τῷ ἔχειν τι ταὐτόν, ὡς ὁ μουσικὸς τῷ μουσικῷ ἢ ὁ λευκὸς τῷ λευκῷ· τῷ γὰρ ταὐτόν τι ἔχειν ταὐτά· τὰ δὲ τῷ πάσχειν ταὐτὸν ὡς τὰ θερμαινόμενα ἢ ψυχόμενα ἢ ὅλως πάσχοντά τι τὸ αὐτὸ πάθος· τὰ δὲ τῷ πρός τι εἶναι, ὡς λέγομεν τοὺς μὲν πρὸς ἕω οἰκοῦντας πάντας δεξιοὺς τοῦ κόσμου καὶ ἐν τοῖς δεξιοῖς εἶναι καὶ κατὰ τοῦτο ἑνός τινος κοινωνεῖν, πάλιν δὲ ἀριστεροὺς τοὺς πρὸς δύσιν, ἢ τοὺς ἑνός τινος δεξιοὺς ἢ διπλασίους ἢ ἑνὸς υἱούς. ταῦτα μὲν οὖν τὸ ἓν ἔχει κατά τι τῶν συμβεβηκότων. κατὰ γὰρ τὸ ἐκείνων τινὸς ὁμοίως ἀλλήλοις κεκοινωνηκέναι τὰ οἷς συμβέβηκεν ἐκεῖνο τὸ ἓν ἔχει. κυρίως δὲ ἕν, ὧν ἡ οὐσία μία. μία δέ, ὥς φησιν, ἡ οὐσία τινῶν συνεχείᾳ ἓν γὰρ τὸ συνεχὲς καθὸ τοιοῦτον· οὕτω γραμμὴ μία καὶ ἐπίπεδον ἓν καὶ σῶμα ἕν) ἢ εἴδει οὕτω τρίγωνον ἓν καὶ ἄνθρωπος εἷς λέγονται εἶναι· ὧν γὰρ ἓν εἶδος, ἓν ταῦτα τῇ οὐσίᾳ, ὡς οἱ ἄνθρωποι· ὁμοειδεῖς γάρ· ὁμοίως καὶ πάντα τὰ ὁμοειδῆ ἀλλήλοις), ἢ λόγῳ φησίν· λόγῳ γὰρ λέγοι ἓν ἄν τὰ πολυώνυμα· καὶ γὰρ ταῦτα κατ’ οὐσίαν ἕν · εἷς γὰρ λόγος αὐτῶν ὁ τὴν οὐσίαν σημαίνων. ἢ ἐκ παραλλήλου εἶπε τὸ ἢ εἴδει ἢ λόγῳ· καὶ τοῦ οὕτως εἰρῆσθαι σημεῖον τὸ καὶ τὰ πλείω τίνα ἐστὶν ἀποδιδόντα τῶν τοῖς συνεχέσιν ἀντικειμένων μεμνημονευκέναι καὶ τῶν τῷ εἴδει· εἶπε γὰρ ὡς πλείω ἢ τὰ μὴ συνεχῆ ἢ ὧν μὴ ἓν τὸ εἶδος. ὅτι δὲ τούτων ἕκαστον ἕν , δείκνυσιν ἐκ τοῦ καὶ τὰ μὴ συνεχῆ ἀλλήλοις ὡς πλείω ἡμᾶς ἀριθμεῖν· πολλοὺς γὰρ ἀνθρώπους λέγομεν, ὅτι διῄρηνται ἀπ’ ἀλλήλων, καίτοι ταὐτὸν ἔχουσιν εἶδος. ἀλλὰ καὶ τὰ μὴ ὁμοειδῆ ἀλλήλοις πολλὰ λέγομεν, ὡς· ἵππον, κύνα, ἄνθρωπον. οὐκέτι δὲ παρέθετο πῶς καὶ ὧν οἱ λόγοι πλείους, καὶ ταῦτα πλείω. προστίθησι δὲ [*](1 γε LF: om. A 3 post ὁμοίως tale quid videtur excidisse καὶ ὁ ἄνθρωπος εἰ ᾗ ἄνθρωπος μὴ ἔχει διαίρεσιν (cf. Metaph. 1016 b 5) 5 ὃ LFS: om. Α 6 διαφορὰν LF: διαφέρον τι Α 13 διατεθέντα S 14 γλυκεῖ Brandis Honitz: om. libri 16 ὡς τὰ θερμαινόμενα LF: διαθερμαινόμενα Α 33 τὰ μὴ συνεχῆ LS: μὴ τὰ συνεχῆ Α 34 ὅτι — λέγομεν (36) LFS: om. A: deesse aliquid signiticat 2 36 δὲ F: om. AL)
368
τοῖς προειρημένοις τοῦ κυρίως ἑνὸς τρόποις καὶ τὸ ὡς ὅλον ἕν· πολλάκις γὰρ κἂν ᾖ τι συνεχές, οὐ λέγομεν αὐτὸ ἕν , ἄν μὴ ὅλον ᾖ καὶ τὸ εἶδος ἀπείληφεν· οὐ γὰρ τὸ ὁπωσοῦν συγκείμενον ἕν, κἂν πάντα ἔχῃ τὰ μέρη ἐν αὑτῷ, ἀλλ’ ἄν οὕτως ἔχη ὡς τὸ οἰκεῖον εἶδος ἔχειν, ὡς ἔδειξεν ἐναργῶς ἐπὶ τοῦ ὑπο|δήματος. λέγει δὲ καὶ τὴν τοῦ κύκλου γραμμὴν διὰ τοῦτο [*](328) μάλιστα ἓν εἶναι, ὅτι πρὸς τῷ συνεχεῖ καὶ τὸ τέλειόν τε καὶ ὅλον ἔχει· οὐ γὰρ δέχεται προσθήκην κατ’ οὐδέν, ὡς τὸ τέλειον ἔχουσα. δοκεῖ δὲ ἡ λέξις αὕτη ἐλλιπῶς εἰρῆσθαι· προθεὶς γὰρ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι, ἀνῇ ποσόν, οὐκέτι οὐδὲν πρὸς τοῦτο ἀπέδωκε· λείπει γὰρ τὸ εἴη ἄν τις καὶ οὗτος ἑνὸς τρόπος, ἤ τι τοιοῦτον. καὶ γὰρ εἰ δύναται τὸ ἐπὶ τοῦ κύκλου εἰρημένον ὡς οὕτως εἰρημένον ἀκούεσθαι ‘διὰ τοῦτο ἡ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν῾, ἀλλ’ οὐχ οὕτως αὐτὸς εἴρηκε τῇ λέξει. εἴη δ’ ἄν σαφὴς ἡ λέξις καὶ τὸ ἀκόλουθον σώζουσα, εἰ εἴη γεγραμμένον ἀντὶ τοῦ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν ‘ἔτι ἔστι μὲν ὡς ὁτιοῦν.᾿ προστίθησι τοῖς εἰρημένοις καὶ ὅτι τὸ ἑνὶ εἶναι τὸ ἀρχὴ ἀριθμοῦ εἶναι ἔστιν· τὸ γὰρ ἐν ἑκάστῳ πρῶτον μέτρον, ὃ καὶ ἕν ἐστιν, ἐν ἑκάστω αρχή· τοιοῦτον δὲ ἐν μὲν τῷ ἀριθμῷ ἡ μονάς, ἐν ἄλλῳ δὲ ἄλλο, ὅ τι ποτὲ καὶ ἔστιν ἐν αὐτῷ τὸ πρῶτον μέτρον· οὐ γὰρ ταὐτὸν ἐν πᾶσι τὸ ἕν. τί δέ ἐστι τὸ ἐν ἑκάστῳ πρῶτον μέτρον, ἐδήλωσεν εἰπὼν ᾧ γὰρ πρώτῳ γνωρίζομέν τι, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους. διὸ καὶ ἔδειξεν ὅτι ἀρχὴ ὡς γνωστοῦ· δι’ ὃ γὰρ πρῶτον γνωρίζεταί τι, τοῦτο ἀρχὴ ἐκείνου, ὥστε γνώσεως καὶ τοῦ γνωστοῦ τὸ ἓν ἀρχή· ἑνί τε γὰρ ἀνθρώπῳ πρώτως οἱ ἄνθρωποι γνωρίζονται καὶ ἑνὶ ἵππῳ οἱ ἵπποι, καὶ καθ’ ἕκαστον γένος οἰκείῳ τινὶ τοῦ γένους ἐκείνου. οὕτως ἐν μέλε ἡ δίεσις· τούτῳ γὰρ ἐλαχίστῳ αἰσθητῷ διαστήματι δοκεῖ πάντα τὰ διαστήματα ἐν τοῖς μέλεσι μετρεῖσθαι. καὶ ἐν φωνῇ δὲ τὸ φωνῆεν ἢ ἄφωνον στοιχεῖον ἕν· τούτοις γὰρ ἐλαχίστοις πᾶσα ἐγγράμματος φωνὴ μετρεῖται. πάλιν ἐν βάρει ἄλλο τι τὸ πρῶτόν τε καὶ ἕν, οὗ τῷ πλήθει τε καὶ τῇ συνθέσει τὸ πᾶν βάρος γνωρίζεται. ὁμοίως καὶ ἐν κινήσει ἔστι τι πρῶτον γνωριζόμενόν τε καὶ λαμβανόμενον, ᾧ ἡ πᾶσα κίνησις γνωρίζεται· καὶ γὰρ εἰ μὴ φύσει τίς ἐστι πρώτη κίνησις, ἀλλ’ ἡμεῖς γε ὁρίζομεν τὴν σταδιαίαν ἡ τινα ἄλλην, ᾗ τὴν ὅλην μετροῦμεν. ἐν πᾶσι δέ, φησί, καὶ πανταχοῦ τὸ ἓν ἢ τῷ ποσῷ ἢ τῷ εἴδει ἀδιαίρετον· τὸ μὲν ὄη κατὰ τὸ ποσὸν ἀδιαίρετον ἂν ᾖ πάντῃ ἀδιαίρετον καὶ ἔτι ἄθετον, μονὰς τοῦτο· ἂν δὲ θέσιν ἔχῃ πάντῃ ὂν ἀδιαίρετον, στιγμή· τὸ δὲ μοναχῇ διαιρετὸν γραμμή κατὰ γὰρ μῆκος), ἐπίπεδον δὲ τὸ διχῇ, τὸ δὲ πάντῃ τε καὶ τριχῇ διαστατόν τὸ γὰρ τριχῇ πάντῃ) σῶμα. | [*](4 αὑτῷ S Brandis Bonitz: αὐτῶ libri 8 προθεὶς Boiiitz: προσθεὶς libri 9 ἓν eS add. Bonitz: om. ALF 15 ἔτι—ὁτοῦν LFS: om. Α1: τὸ ἔτι δὲ—ὁτιοῦν Α2 ἔτι] sic Metaph. cod. T 16 ἀρχὴ] legenduin ἀρχῇ ἐν Bonitz: ἓν libri 17 post ἀρχή add. τὸ γὰρ ἐν ἑκάστω πρῶτον καὶ μέτρον ἐν ἑκάστω ἀρχή· τὸ ἓν ἄρα ἐν ἑκάστω ἀρχή LF τὸ ἓν—ἀρχή legit etiam S 27 ἕν· τούτοις Bonitz: ἐν τούτοις ALF 34 τὸ μὲν δὴ—πάντῃ ἀδιαίρετον LFS: om. Α)
369
κατ᾿ εἶδος δὲ ἀδιαίρετον ὁ εἷς· ἄνθρωπος, ὁ εἷς ἵππος, καθ’ ἕκαστον εἶδος. [*](329) τὸ κατ’ ἀριθμὸν δὲ ἓν ὡς γνώριμον ὂν οὐ προσέθηκεν. ἑξῆς δὲ ἄλλην τινὰ τοῦ ἑνὸς διαίρεσιν ὑπογράφει, ᾗ καὶ συνήθως εἰώθασι χρῆσθαι, ἐν τοῖς προειρημένοις καὶ αὐτῇ περιεχομένῃ· ἓν γὰρ τὰ μὲν κατ’ ἀριθμόν, τὰ δὲ κατ’ εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατ’ ἀναλογίαν. λέγει δὲ τῷ μὲν ἀριθμῷ ἕν, ὧν ἡ ὕλη μία, κοινότερον ὕλην λέγων τὸ ὑποκείμενον· ἃ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἕν, ταῦτα τῷ ἀριθμῷ ἕν, ἐπεὶ καὶ ἐν γραμμῇ καὶ ἐν μονάδι τὸ ἓν τῷ ἀριθμῷ, ἅ ἐστιν ἄυλα. καὶ τὸ ὑποκείμενον δὲ κοινότερον ἂν ἐπ’ αὐτῶν λέγοιτο. εἴδει δὲ ἕν, ὧν ὁ λόγος, φησίν, εἷς. λόγος δὲ εἷς τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἁπάντων· τῶν γὰρ διαφερόντων τοῦ γένους εἰδῶν οὐκ ἔστιν ὁ αὐτὸς λόγος, ἀλλ’ ἔστιν ὁ αὐτὸς λόγος τῶν ὑπὸ τὰ ἄτομα εἴδη. γένει δὲ λέγει ἓν εἶναι, ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, τουτέστιν ὧν ἕν τι τῶν ἀνωτάτω γενῶν καὶ μία κατηγορία κατηγορεῖται· πάντα γὰρ ταῦτα ἓν τῷ γένει. τὸ δὲ κατ’ ἀναλογίαν ἓν ὡρίσατο τὸ ἔχον ᾠς ἄλλο πρὸς ἄλλο· ὅταν γὰρ οὕτως ἔχῃ τι πρός τι ὡς ἄλλο πρὸς ἄλλο, ταῦτα διὰ τὴν τοιαύτ.ην ὁμοιότητα ἀναλογίᾳ ἕν. γνώριμον δὲ καὶ ὃ ἐπὶ τούτοις προσέθηκεν, ὅτι ἀεὶ τὰ κατὰ τὸ ὕστερον τὸ ἓν ἔχοντα καὶ τὰ πρῶτα ἔχει, οὐ μὴν ἀνάπαλιν· τὰ γὰρ κατ’ ἀριθμὸν ἓν καὶ τῷ εἴδει καὶ τῷ γένει τὸ ἓν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις πῶς τὰ κατ’ ἀριθμὸν ἓν καὶ ἀναλογίᾳ τὸ ἓν ἔχει, οὐ μὴν ἀνάπαλιν. ἢ οὕτω λέγεται κατὰ τὸ εἴδει ἓν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ εἶναι· λέγει δὲ καὶ τὰ γένει τὸ ἓν ἔχοντα καὶ ἀναλογίᾳ ἔχειν· ἀνάλογον γὰρ τὸ ἐν τῷ αὐτῷ γένει, οἷον ὡς ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἵππος πρὸς ἵππον, ὡς ἄνθρωπος ζῷον καὶ ἵππος ζῷον. καὶ τὰ ἐν τῷ αὐτῷ δὲ εἴδει ἀνάλογον· οὐ μὴν τὰ ἀναλογίᾳ ἓν καὶ γένει· ἀναλογία μὲν γὰρ ἕν, ὡς πηγὴ πρὸς ποταμόν, οὕτω καρδία πρὸς ἑὸ ζῷον· οὐ μὴν καὶ ὁμογενῆ ταῦτα, πηγὴ καὶ καρδία ἢ ποταμὸς καὶ ζῷον. εἰπὼν δὲ περὶ τοῦ ἑνός, φανερόν φησιν εἶναι ὅτι καὶ τὰ πολλὰ ἀντικειμένως τῷ ἑνὶ λεχθήσεται· καὶ γὰρ τὰ μὴ συνεχῆ ἀλλὰ διῃρημένα πολλά, καὶ τὰ μὴ ἀδιαίρετον ἀλλὰ διῃρημένην καὶ διαφέρουσαν τὴν ὕλην ἔχοντα κατὰ τὸ εἶδος, τὴν πρώιην ἢ τὴν τελευταίαν, πρώτην μὲν ἂν τὸ μὲν εἴη κατὰ τὸ ὑποκείμενον οἶνος τὸ δὲ ἔλαιον ἕτερα γὰρ εἴδη τούτων), ἐσχάτην δὲ ἂν ᾖ τὸ ἔσχατον ὑπο|κείμενον ἑκάστῳ, ἐξ οὗ γέγονεν, ἕτερον τῷ εἴδει, οἷον [*](330) ἄν τὸ μὲν ἐξ ὕδατος ᾖ τοῦ ἐσχάτου ὑποκειμένου, ὡς τὰ τηκτά, τὸ δὲ ἐκ γῆς ἤ τινος ἄλλου, ὡς τὰ θυμιάματα. τὰ δὲ τῷ τοὺς λόγους πλείους ἔχειν, ·ὡς τὰ ἕτερα τῷ εἴδει, ἃ εἴη ἀντικείμενα τοῖς ὧν εἷς λόγος καὶ ὅρος. ἔστι δὲ καὶ ἐπὶ τῶν ἄνων τοῦ ἑνὸς ἀποδόσεων ὁμοίως τοῖς προειρημένοις τὰ ἀντικείμενα πολλὰ λαμβάνειν· τῷ τε γὰρ γένει πολλά, ὧν οὐκ ἔστι [*](2 ἓν LFS: om. Α 5 τῷ μὲν ἀριθμῷ ἕν LF: τὸ μὲν ἓν ἀριθμῷ Α 9 ἐπ’ αὐτῶν ὕλη λέγοιτο c. S Bonitz 12 γένει LFS: γένη A 20. 21 ἣ—εἶναι] locus corruptus: an sic dicitur, quatenus unum numero, idem sibi est specie S 23 ὡς ἄνθρωπος — ἴππος ζῶον Α 1 LFS: οὕτως ἄνθρωπος πρὸς ζῷον καὶ ἵππος πρὸς ζῶον Α2 30 εἴη] ᾐ coni. Bonitz 35 εἴη ἄν coni. Bonitz Coiuiuent. Arist. I Alex, iii Xletapli. 21)
370
κοινὸν γένος· ἀλλὰ καὶ ὧν οὐκ ἔστιν ἀδιαίρετος ἡ νόησις πολλά, καὶ τὰ διαιρούμενα ἀπ᾿ ἀλλήλων, καθὸ διαιρεῖται, πολλά.

[*](p. 1017a7)

Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὑτὸ.

Καὶ τοῦ ὄντος ὥσπερ καὶ τοῦ ἑνὸς πρώιην διαίρεσιν ποιεῖται τὴν εἷς τε τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτὸ καὶ πρῶτον· καὶ ἐπὶ τούτου τρόπους ἐκτίθεται καθ’ οὓς κατὰ συμβεβηκὸς εἶναί τι λέγεται, διὰ παραδειγμάτων, χρώμενος ἀντὶ τοῦ ὄντος τῷ ἔστιν, ἐπεὶ καὶ ἐκ τοῦ ὄντος τὸ ἔστιν ἐσχημάτισται. λέγει δὴ κατὰ συμβεβηκὸς τὸ ὃν καὶ τὸ εἶναι κατηγορεῖν ἡμᾶς ποτὲ μέν, ἂν οὕτω λέγωμεν, ὁ δίκαιος μουσικός ἐστιν, ὥσπερ ἦν καὶ κατὰ συμβεβηκὸς ἕν, ποτὲ δὲ ἂν οὕτως, ὁ ἄνθρωπός μουσικός ἐστιν, ποτὲ δέ, ἂν οὕτως, τὸ μουσικὸν ἄνθρωπός ἐστιν· καθ’ οὓς προεδείχθη καὶ τὸ κατὰ συμβεβηκὸς ἓν λεγόμενον. τίς δὲ ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, καὶ δι’ ἃ. ἐπὶ πάντων τῶν τοιούτων κατὰ συμβεβηκὸς τὸ ὂν καὶ τὸ εἶναι λέγεται, ἑξῆς δείκνυσιν· ὡς γὰρ ὅταν συμβεβηκότα τινὰ κατηγορήσωμέν τινος, κατὰ συμβεβηκὸς λέγομεν ἐκείνην εἶναι μίαν τὴν κατηγορήσωμέν τῷ ἓν εἷναι τὸ ὑποκείμενον τοῖς οὕτω συνυπάρχουσιν, οὕτω καὶ ὂν λέγεται κατὰ συμβεβηκὸς τὰ οὕτως ὑπάρχοντά τινι οὐσίᾳ. ὡς γὰρ ἕν ἐστι κατὰ συμβεβηκός, ὅτι ἑνὶ συμβέβηκεν, οὕτω καὶ ὂν κτὰ συμβεβηκός, ὅτι ὄντι συμβέβηκε τῇ οὐσίᾳ, καὶ ἔστιν αὐτοῦ· ὧν δὲ κυρίως ἐστὶ τὸ ὑποκείμενον, ταῦτα εἴτε ἓν ἢ πλείω, αὐτῷ εἴη συμβεβηκότα, εἰ τοῦτο εἶεν. ὃ γὰρ μὴ κυρίως τί ἐστι, τοῦτο κατὰ συμβεβηκὸς ἐκεῖνό ἐστιν· οὐδεμία γὰρ οὐσία καθ᾿ αὑτήν ἐστί τι τούτων ἃ οὐκ ἐν τῷ εἶναι αὐτῆς ἐστιν, ἀλλὰ συμβέβηκεν αὐτῇ· διὸ αὐτή τε ἡ ὑποκειμένη τούτοις οὐσία κατὰ συμβεβηκὸς αὐτά ἐστιν ἃ οὕτως αὐτῆς κατηγορεῖται, καὶ τὰ συμβεβηκότα αὐτῇ καὶ αὐτὰ κατὰ συμβεβηκός ἐστι τῷ μὴ κυρίως εἶναι μηδὲ καθ’ αὑτά, ἀλλὰ τὸ εἶναι παρὰ τούτου ἔχειν ᾧ συμβέβηκε. παραπλησίως λέγοντες ὥσπερ εἰ τὸν μουσικὸν οἰκοδο|μεῖν εἴποιεν ἀλλ’ [*](331) οὐχὶ οἰκοδόμον εἶναι, ἵνα χωρὶς τοῦ εἶναι λαβὼν τὸ συμβεβηκός, καὶ δείξας πῶς τοῦτο λέγεται, δείξῃ ὁμοίως τούτῳ λεγόμενον καὶ τὸ εἶναι τὸν οἰκοδόμον μουσικόν. ὡς οὖν ὁ οἰκοδόμος μουσικός, καὶ ἀντιστρέψαντι ὁ μουσικὸς οἰκοδόμος. οὐδὲν γὰρ διαφέρει, ὅπως ἄν ῥηθείη· ὅτι γὰρ ᾧ συμβέβηκεν οἰκοδόμῳ εἶναι, τούτῳ καὶ μουσικῷ· ὅταν γάρ τι τάδε λέγηται εἶναι ἀληθῶς, τούτῳ ἀληθές ἐστι τὸ κατηγορούμενον ὑπάρχειν τε καὶ συμβεβηκέναι. βεβηκέναι. ὡς δὴ ἐπὶ τῶν ἄλλων, οὕτως δὲ καὶ ἐπὶ τῶν εἰρημένων ἔχει· ἄν τε γὰρ λέγωμεν τὸν ἄνθρωπον μουσικὸν εἶναι ἢ τὸν μουσικὸν ἄνὧν [*](20 ὧν S Brandis Bonitz: οὐ Α: οὗ L 21 εἴτε ἓν ἡ πλείω L: ἅ ἐστιν εἴτε πλείω Α εἴτε ἓν — συμβεβηκότα repetit Α 21. 22 exspectes εἰ τοῦτο μὴ κυρίως εἶεν Α 22 ὃ] καὶ L 27 τὸ εἶναι παρὰ LFS: τὸ εἷναι ὃον ὑπάρχει παρὰ Α 30 δείξῃ LF: δείξει Α 32 ὁηθῆ coni. Boaitz)

371
θρωπον, ἄν τε τὸν μουσικὸν λευκὸν εἶναι ἢ τὸν λευκὸν μουσικόν, τὸ μὲν ὅτι ἀμφότερα τῷ αὐτῷ συμβέβηκε λέγομεν, καὶ ἔστιν ὁ ἄνθρωπος ἀμρότερα καὶ λευκὸς καὶ μουσικὸς κατὰ συμβεβηκός· τὸ δὲ ὁ ἄνθρωπος μουσικός, ὅτι τῷ ἀνθρώπῳ συμβέβηκε τὸ μουσικόν, καὶ ἔστιν οὕτως ὂν ὡς ὄντι συμβεβηκός, κυρίως ἄν καὶ αὐτὸ ὄν, εἰ ἦν ἐκ τῆς οὐσίας αὐτοῦ. τὸν δὲ μουσικὸν ἄνθρωπον λέγομεν οὐχ ὡς τοῦ ἀνθρώπου ὑπάρχοντος τῷ μουσικῷ, ἀλλ’ ὡς τοῦ μουσικοῦ τῷ ἀνθρώπῳ, παρὰ φύσιν τὴν ἐκφορὰν τῆς κατηγορίας ποιούμενοι, ὅταν οὕτω λέγωμεν τὸν μουσικὸν ἄθρωπον. ἐκθέμενος οὖν τοὺς τρεῖς τοῦ κατὰ συμβεβηκὸς τρόπους, δείκνυσιν αὐτῶν τὴν πρὸς ἀλλήλους διαφοράν· ἢ γὰρ διότι τῷ ὄντι καὶ τῇ οὐσίᾳ ἄμφω ὑπάρχει, ἢ ὅτι τῷ ὑποκειμένῳ οὐσίᾳ ὄντι ὑπάρχει καὶ συμβέβηκε τὸ κατηγορούμενον, ἢ ὅτι αὐτό ἐστιν ᾧ ὑπάρχει τὸ οὗ αὐτὸ κατηγορεῖται, ὡς ἐν ταῖς παρὰ φύσιν προτάσεσιν, ἐν αἷς συμβεβηκότος οὐσία κατηγορεῖται. προσέθηκε δὲ τοῖς προειρημένοις ὡς κατὰ συμβεβηκὸς τοῦ εἶναι λεγομένου ὁμοίως τοῖς προειρημένοις καὶ ἐπὶ τῶν τοιούτων τὸ οὐ λευκὸν ἔστιν· τὸ γὰρ οὐ λευκὸν κατὰ συμβεβηκὸς εἶναι λέγεται. ὅτι ᾧ συμβέβηκε μὴ εἶναι λευκῷ ἐκεῖνο ἔστιν. εἰπὼν δὲ περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἑξῆς περὶ τοῦ καθ’ αὑτὸ λέγει. φησὶ δὲ τοσαυταχῶς τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι ὅσα ἀήματα καὶ γένη κατηγοριῶν. σχήματα δὲ κατηγοριῶν τὰς δέκα κατηγορίας λέγει· δεκαχῶς οὖν φησι τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι. καὶ αἴτιον τούτου ἀποδίδωσιν· ἐπεὶ γὰρ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι συντασσόμενον ταὐτὸν ᾧ συντάσσεται σημαίνει· τὴν γὰρ οἰκείαν ὕπαρξιν ἑκάστου σημαίνει τὸ ὂν ὁμώνυμον· εἰ δὲ δέκα αἱ κατὰ τὰ ἀνωτάτω γένη διαφοραί, δεκαχῶς καὶ τὸ ὄν τε καὶ τὸ εἶναι ῥηθήσεται. τὸ μὲν γὰρ τῇ οὐσίᾳ συντασσόμενον εἶναι τὴν οὐσιώδη ὕπαρξιν σημαίνει, τὸ δὲ τῷ ποσῷ τὴν ὡς ποσοῦ, καὶ τῷ ποιῷ τὴν ὡς ποιοῦ, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὁμοίως. ὥστε καὶ | ὅταν ἐν τῇ ὠσίᾳ τινὸς τούτων τι κατηγορῆται ὡς γένος ἢ [*](332) ὡς διαφορὰ ἢ ὡς ὁρισμός τινος ὂν αὐτῶν, τὸ ἔστι τὸ τοῖς οὕτω κατηγορουμένοις συντασσόμενον εἴη ἄν καθ’ αὑτὸ κατηγορούμενον. δεικτικὸν δὲ τοῦ τὸ ἔστιν, ᾧ ἂν συντάσσηται, ἐκείνην σημαίνειν τὴν φύσιν, παρέθετο τὸ μηδὲν σημαίνειν ἄλλο ·τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἡ τὸ ἄνθρωπος ὑγιαίνει, τουτέστι τὸ ἔστιν, ὃ ἐπὶ τῇ ὑγείᾳ συντέτακται, μηδὲν ἄλλο ἢ τὴν τῆς ὑγείας ὕπαρξιν σημαίνει· ὁμοίως καὶ ἐπὶ τοῦ βαδίζων τὴν τῆς βαδίσεως, καὶ ἐπὶ τοῦ τέμνων τὴν τῆς τομῆς, καὶ ἐπὶ πάντων ὁμοίως. ὡς γὰρ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, αὐτὸ μὲν οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐχ οἷόν τε εἶναι. ἔτι, φησί, σημαίνει τὸ ἔστι καὶ τὸ εἶναι καὶ τὸ ὂν τὸ ἀληθές, τὸ δὲ μὴ εἶναι καὶ τὸ μὴ ὂν ψεῦδος· τὸ μὲν γὰρ ἀληθὲς εἶναί τε καὶ ὄν φαμεν, τὸ δὲ ψεῦδος μὴ εἶναί τε καὶ μὴ [*](1 τὸν μουσικὸν — τὸν λευκὸν LF: τὸ μουσικὸν — τό λευκὸν Α 2 λέγομεν LFS: λέγωμεν Α 17 post λευκῷ add. τὸ οὐ λευκὸν LF 23 δὲ] δὴ e S coni. Bonitz 25 τὸ δὲ τῷ L: τῷ δὲ Α 28 τὸ ἔστι Α: ante τὸ add. καὶ L 31 ὑγιαίνει LFS: ὑγιαίνειν Α 32 τὸ ἔστιν c S add. Bonilz: om. ALF 34. 35 ἐν τῷ Περὶ ἑρμηνείας] 3 p. 16 b 24 36 οὐχ—εἶναι] οὐκ ἔστι νοῆσαι 1. 1. 37 τὸ ψεῦδος coni. Bonitz)
372
ὄν, ὁμοίως ἔν τε καταφάσει καὶ ἀποφάσει, τουτέστιν ἐάν τε καταφατικῶς τινος κατηγορηθῇ ἄν τε ἀποφατικῶς. ὁ μὲν γὰρ λέγων ‘ἔστι Σωκράτης μουσικός’ ἀληθές φησιν εἶναι τὸ λεγόμενον, τῷ ἔστιν ἐπὶ τοῦ ἀληθοῦς χρώμενος. ὁμοίως καὶ ὁ λέγων ‘ἔστι Σωκράτης οὐ λευκός,’ ἀποφατικῶς κατηγορῶν τὸ οὐ λευκός, ἀληθὲς λέγει πάλιν τὸ εἶναι μὴ λευκὸν Σωκράτην. καὶ οὕτω μὲν ἐν τῇ καταφάσει τἀληθές, τὸ δὲ ψεῦδος ἐν τῇ ἀποφάσει, ὡς ὅταν εἴπῃ τις μὴ εἶναι τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον. συν·τάξας γὰρ τὸ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ τῷ μὴ εἶναι. ψεῦδος λέγει τὸ εἶναι τοῦτο. ὁ μὲν γὰρ τὴν κατάφασιν λέγων ἀληθές φησιν εἶναι τὸ εἶναι, ὁ δὲ τὴν ἀπόφασιν ἀναιρεῖ τὸ εἶναι ὡς ψεῦδος ὄν. λέγει δὲ τὸ εἶναί τε καὶ τὸ ὂν σημαίνειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ δυνάμει τε καὶ ἐντελεχείᾳ. ἂν δὲ ᾖ γεγραμμένον ἀντὶ τοῦ δυνάμει τὸ ῥητόν, λέγοι ἄν ῥητὸν τὸ δυνάμει, ὅτι ῥηθῆναι μὲν ἀληθές ἐστιν, οὐ μὴν καὶ ἔστιν ἤδη. τὸ δὲ ἐντελεχείᾳ τῶν εἰρημένων τούτων, τουτέστι τῶν ῥητῶν τε καὶ δυνάμει. ὁρῶν γὰρ εἶναι λέγεται καὶ τὸ ἤδη ὁρῶν καὶ τὸ δυνάμενον, ὡς τὸ κοιμώμενον, τοῦ εἶναι καὶ ἐπ’ ἐκείνου καὶ ἐπὶ τούτου κατηγορου- μένου· ὁμοίως καὶ ἐπίστασθαι καὶ τὸ ἐνεργοῦν κατ’ ἐπιστήμην καὶ τὸ δυνάμενον· ἔστι δὲ ἴσον τὸ ἐπίστασθαι τῷ ἐπιστάμενον εἶναι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἠρεμεῖν. καὶ ἐπὶ τῶν οὐσιῶν δὲ ὁμοίως σημαίνεσθαί φησιν ὑπὸ τοὐ εἶναι καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐσίας εἰπὼν αὐτὰ τὰ πράγματα τὰ ὑποκείμενα πρὸς ἀντιδιαίρεσιν τῶν προειρημένων πραγ- μάτων ἐπὶ ἐνεργειῶν εἰρημένα καὶ ἕξεων καὶ ἠρεμιῶν, ἅπερ ἦν ταῖς οὐσίαις | συμβεβηκότα. ὅταν γάρ, φησίν, ἐν τῷ ἀργῷ λίθῳ Ἑρμῆν τις [*](333) λέγῃ εἶναι, ὅτι δύναται γενέσθαι Ἑρμῆς ἐξ αὐτοῦ λέγει. ἀλλὰ καὶ τὸ ἥμισυ τῆς γραμμῆς δυνάμει ἐστὶν ἐν τῇ μὴ διῃρημένῃ, καὶ τὴν γραμμὴν ἐν ταῖς οὐσίαις θείς, ἐπεί τισιν οὕτως ἐδόκει. ὁμοίως καὶ σῖτός ἐστιν ὁ μηδέπω ἁδρὸς δυνάμει. εἰπὼν δὲ ταῦτα προσέθηκε πότε δὲ δυνατὸν καὶ πότε οὔπω, ἐν ἄλλοις διοριστέον· οὐ γὰρ ἐφ’ ὁτουοῦν τῶν ὄντων τὸ δυναὸν κατηγορητέον, ἀλλ’ ἐπὶ τοῦ ἤδη ὄντος καὶ δυναμένου εἰς ἐκεῖνο προσεχῶς μεταβάλλειν, ὃ λέγεται δύνασθαι ἢ δέξασθαι αὐτό· τὸν μὲν γὰρ ἤδη ὄντα λίθον ἐρεῖ τις Ἑρμῆν εὐλόγως δυνάμει, οὐκέτι μέντοι καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ἐξ ὧν ὁ λίθος, Ἑρμῆν ἐρεῖ τις δυνάμει. καὶ τὸ μὲν παιδίον δυνάμει ἐπιστῆμον, οὐ μὴν καὶ τὸ ἔμμηνον· καὶ τὸ σκυλάκιον δυνάμει ὁρῶν, οὐ μὴν καὶ τὸ ἔτι κατὰ γαστρὸς ὄν. ποιήσεται δὲ τὸν λόγον περὶ μὲν τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ περὶ τοῦ ὡς ἀληθοῦς ἐν τῷ μετὰ τοῦτο, περὶ δὲ τοῦ καθ’ αὑτὸ ὄντος ἐν τῷ Z καὶ Η, περὶ δὲ τοῦ δυνάμει τε καὶ ἐντελεχείᾳ ἐν τῷ Θ.

[*](3 ἀληθοῦς LF: ἀληθῶς A 5 ἀληθὲς Bonitz: ἀληθῶς ALFS 7 et 8 σύμμετρον A 1 L: ἀσύμμετρον utrobique A 2 FS, cf. Metaph. p. 1017 a 35 13 καὶ LF: om. AS 24 ἥμισυ LFS: σημεῖον A 27 ἁδρὸς] ἀέρος A1 35 κατὰ συμβεβηκὸς LF: κατὰ συμβεβηκότος A)
373
[*](p. 1017b10)

Οὐσία λέγεται τά τε ἁπλᾶ σώματα.

Διελὼν τὸ κυρίως ὂν κατὰ τὰς κατηγορίας, καὶ τούτων ἑκάστη ποσαχῶς λέγεται δείκνυσι, καὶ πρῶτον περὶ τῆς οὐσίας διαλαμβάνει καὶ διαιρεῖ αὐτὴν εἴς τε τὰ σώματα· τὰ γὰρ σώματα οὐσίαι καὶ ὅλως ὅσα ἐκ σώματός ἐστιν ἡ σῶμα ἔχει, πάντα οὐσίαι, ὥσπερ τὰ ζῷα. λέγει δὲ καὶ δαιμόνια οὕτως οὐσίας, ἤτοι καθ’ οὓς δαίμονές εἰσι, λέγων κἀκείνους τοιαύτας οὐσίας εἶναι, εἴ γε κἀκεῖνοι ἐκ ψυχῆς τε καὶ σώματος, ἢ δαιμόνια τὰ θεῖα λέγει· τοιαῦτα γὰρ τὰ ἄστρα καὶ τὰ τούτων μέρη. οὐχ ὡς ψυχὴν δὲ καὶ σῶμα λέγοι ἂν νῦν τὰ μέρη ἐπὶ τῶν ζῴων, ἀλλ’ ὡς τὰ σωματικὰ μέρη, οἷόν ἐστι χεὶρ ἢ πούς· περὶ γὰρ τῆς κατὰ τὸ εἶδος οὐσίας ἐπιφέρει. τοῦ δὲ πάντα τὰ τοιαῦτα οὐσίας εἶναι αἰτίαν ἀποδέδωκεν ὅτι μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ὅτι μή ἐστι τοιαῦτα ὡς ἔν τινι ὑποκειμένῳ αὐτοῖς τὸ εἶναι ἔχειν, ἀλλὰ τοὐναντίον αὐτὰ ἄλλοις ὑπόκειται· ἡ γὰρ τῶν συμβεβηκότων φύσις ἐν τούτοις τὸ εἶναι ἔχει. αἱ δὲ ἄτομοι οὐσίαι τοιαῦται· ἐν γὰρ ταύταις τὰ συμβεβηκότα· διὸ αὗται οὔτε καθ’ ὑποκειμένου οὔτε ἐν ὑποκειμένῳ, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα καὶ ἐν τούτοις. ἄλλον δέ φησι τρόπον οὐσίαν λέγεσθαι, ὃ ἂν ᾖ αἴτιον τοῦ εἶναι ἐνυπάρχον ἐν τοῖς τοιούτοις ὅσα μὴ λέγεται καθ᾿ ὑποκειμένου] λέγει δὲ διὰ τούτων ὅσα ταῖς προειρημέναις οὐσίαις ἐνυπάρχει (ταῦτα γὰρ [*](334) μὴ καθ’ ὑποκειμένου νῦν λέγει· τὰ γὰρ συμβεβηκότα καθ’ ὑποκειμένου)· ὅσα δὴ ἐνυπάρχοντα ταῖς οὐσίαις αἴτιά ἐστιν αὐταῖς τοῦ εἶναι αἵ εἰσι, ταῦτα καὶ αὐτὰ οὐσίας λέγεσθαι. εἴη δ’ ἂν λέγων τὰ τῶν φύσει συνεστώτων εἴδη, ταῦτα δέ ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ὁποῖόν ἐστιν ἐν τοῖς ζῴοις ἡ ψυχή· διὰ γὰρ ταύτην ζῷα. καὶ ἐπὶ τῶν φυσικῶν δὲ σωμάτων τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι ὅ ἐστιν. οὐσίας φησὶ λέγεσθαι καὶ ὅσα μόρια ἐνυπάρχοντά τισιν ὁρίζει τε αὐτὰ καὶ τόδε τι εἶναι αὐτὰ σημαίνει, ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον. λέγει δὲ οὕτω τὰ πέρατα τῶν σωμάτων οὐσίας καὶ αὐτὰ λέγεσθαι, μέρη καὶ μόρια κοινότερον εἰπὼν αὐτά, ὡς ὄντα τῶν τοῦ σώματος διαστημάτων μέρη· οὐ γάρ ἐστιν ἡ ἐπιφάνεια μέρος τοῦ σώματος οὕτως ὡς διαιρεῖσθαι εἰς αὐτήν· τοῦ μέντοι λόγου αὐτοῦ μόριόν ἐστι, καὶ ταύτῃ ὁρίζεται τὸ σῶμα. ὁμοίως δὲ καὶ ἡ γραμμὴ πρὸς τὴν ἐπιφάνειαν ἔχει· ὁρίζει γὰρ αὐτὴν πέρας ὂν αὐτῆς, ἢ εἰ μὴ ὡρίζετο τῷ πέρατι, ἄπειρος ἄν ἦν καὶ οὐ τόδε. τὸ γὰρ ἑκάστου σώματος ἢ μεγέθους πέρας, χωρίζον ἀπὸ τῶν ἄλλων ἂὐτό, αἴτιον αὐτῷ [*](3 καὶ περὶ πρώτης τῆς οὐσίας LF 4 εἴς τε τὰ LF: τὰ om. Α 5 ἐστιν LF: εἰσιν Α 10 χεὶρ ἡ πούς Α2: χειρὶ πούς Α1: χεὶρ πούς LF 15 τοιαῦται LFS: οὐ τοιαῦται Α 17 ἄν ᾖ LF: ἦν Α 19 20 λέγει—μὴ καθ’ ὑποκειμένου LF: 0111. Α 20 νῦν λέγει del. Α2 22. 23 φύσει συνεστώτων LFS: φύσεων συνεστῶτα A 25 ἑκάστῳ L: ἑκάστου A post ἐστιν distiuxi: post λέγεσθαι distinguunt cum codd. Brandis Bonitz 26 ὁρίζει LF: ὁρίζεται Α 27 ὅλον (λέγει δὲ οὕτω τ. π. τ. σωμάτων) οὐσίας καὶ αὐτὰ λέγεσθαι Bouitz 20 ὄντα LFS: ὄντων Α 31 δὲ LF: om. Α 33 ὡρίζετο τῷ πέρατι LFS: ὡρίσατο τὸ πέρας Α)

374
τοὺ τόδε εἶναι κατὰ περιγραφὴν οἰκείαν ὅ ἐστιν. Τὸ δὲ ἐν τοῖς τοιούτοις τοῖς σώμασιν ἂν λέγοι, τοῖς σώμασιν· ἂν λέγοι, ἅ δύναται καθ’ αὑτά ἔχειν· καὶ γὰρ ἡ γραμμὴ εἰ καὶ προσεχέστερον τῆς ἐπιφανείας, ἀλλὰ καὶ τοὐ σώματος· οὐδὲ γὰρ ἡ ἐπιφάνεια χωρὶς ἐκείνου. ἢ τοῖς τοιούτοις τοῖς πεφυκόσι πέρατα ἔχειν καὶ ὁρίζεσθαι ὑπ’ αὐτῶν. ἢ τοῖς τοιούτοις ταῖς οὐσίαις· δοκεῖ γάρ τισι καὶ τὰ μαθηματικὰ οὐσίαι εἶναι. τόδε δέ τι σημαίνειν εἶπε τὰ πέρατα, ὅτι κατὰ ταύτα αἱ μορφαὶ τῶν σωμάτων, ἀφ’ ὧν τάδε τινὰ εἶναι λέγεται, οἷον κύβοι, σφαῖραι. ἢ κατὰ ταῦτα οὐ τάδε ἀλλὰ τοιάδε λέγεται· λέγει δὲ τόδε σημαίνειν τὴν ἐπιφάνειαν καὶ τὴν γραμμήν· πρὸς γὰρ τῷ πέρατα εἶναι καὶ φύσιν τινὰ οἰκείαν σημαίνειν δοκεῖ καὶ οὐσίαν. ἢ τόδε τὸ ὡρισμένον, τοῦτο δὲ παρὰ τῶν περάτων αὐτοῖς. προσέθηκε δὲ καὶ τὸ ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον, ἐν ᾧ τούτων ἕκαστόν ἐστιν, ἐπειδὴ ἀναιρουμένων τῶν πρώτων ἀναιρεῖται καὶ τὰ μετὰ ταῦτα. οὔτε γὰρ μὴ ὄντος ἐπιπέδου σῶμα ἄν εἴη οὔτε μὴ οὕσης γραμμῆς ἐπίπεδον, εἴ γε πᾶν σῶμα καὶ πάν ἐπίπεδον πεπερασμένον, πέρατα δὲ αὐτῶν ταῦτα· ἀεὶ γὰρ τὸ πέρας τὸ ἐν τοῖς μεγέθεσι πρῶτον τοῦ οὗ πέρας ἐστίν, ἐλαττούμενον αὐτοῦ διαστάσει μιᾷ. τὸ δὲ ὡς λέγουσί τινες προσέθηκεν ἤτοι ὅτι καθ’ οὓς πεπερασμένα ταῦτα, τό τε | σῶμα καὶ ἡ ἐπιφάνεια, ἀναιρουμένων τῶν περάτων ἀναιρεῖται καὶ [*](335) αὐτά, οὐκέτι μέντοι καὶ καλ’ οὓς ἄπειρόν τί ἐστι σῶμα. ἢ κατ’ ἐκείνους ἀναιρουμένης γραμμῆς τε καὶ ἐπιφανείας ἀναιρεῖται τὸ ἐπίπεδον καὶ τὸ σῶμα, καθ’ οὓς οὐσίαι τε ταῦτα καὶ ἀρχαὶ καὶ στοιχεῖα· καθ’ οὗς γὰρ ἡ τῶν σωμάτων γένεσις ἐκ τῆς τῶν ἐπιπέδων ποιᾶς συνθέσεως, ὡς ἐν τῷ Τιμαίῳ λέγει Πλάτων, κατὰ τούτους ἀναιρουμένων τούτων ἀναιρεῖται καἴ τὸ σῶμα. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ ἐπιφάνεια γραμμῶν ἀναιρουμένων καὶ ἡ γραμμὴ στιγμῶν· ἐν γὰρ τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα ταῦτα πάντα. οὐκέτι μέντοι καθ’ οὓς οὐκ ἐν τῇ οὐσίᾳ τὰ πέρατά ἐστιν ἐκείνων ὧν ἐστι πέρατα, συναναιρεῖται τοῖς πέρασι τὰ πεπερασμένα ὑπ’ αὐτῶν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ σώματος λόγῳ ἢ τῆς ἐπιφανείας τὸ πεπερασμένον. δοκεῖ δέ, φησί, τισὶν ὅλως ὁ ἀριθμὸς εἶναι τοιοῦτος· ὡς ἀναιρουμένου τε αὐτοῦ μηδὲν τῶν ἄλλων εἶναι, καὶ πάντα ὁρίζεσθαι ὑπὸ τοῦ ἀριθμοῦ· τοῦτο δὲ κατὰ τοὺς στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς λέγοντας, ὡς τοῖς Πυθαγορείοις ἐδόκει· καὶ εἴρηται ἡ δόξα αὐτῶν ἐν τῷ Α τῷ μείζονι. εἶεν δ’ ἂν καὶ κατὰ Πλάτωνα τῶν ὄντων πάντων οἱ ἀριθμοί, εἰ καὶ μὴ ὡς στοιχεῖά τε καὶ ἐνυπάρχοντα, ἀλλ’ ὡς εἰδοποιοῦντα ἕκαστον τῶν ἄλλων· αἱ γὰρ ἰδέαι ἀριθμοὶ οὖσαι τοῦ εἶναι τοῖς ἄλλοις αἴτιαι.

Πρὸς τοῖς προειρημένοις οὐσίαν φησὶ λέγεσθαι καὶ τὸ τί ἦν εἶναι, οὗ τί ἦν εἶναι λόγος ἐστὶν ὁ ὁρισμός· τί γάρ ἐστι τὸ τί ἦν εἶναι ἀπαιτούμενοι, λέγομεν ὅτι ὁ ὁρισμός, λόγον κοινότερον εἰπὼν τὸν ὁρισμόν. οὐσίαν [*](9 τόδε et καὶ e S add. Bonitz: om. ALF 10 τῷ LF: τὸ Α πέρατα L: πέρατον Α: πέρατι F 11 ’oeLF: τόδε μὲν Α: τόδε τι e S coDi. Bonitz 16 auxuivL: αὐ- τῆς Α 23. 24 ἐν τῷ Τιμαίῳ] p. 53 C sqq. 26 ἡ LF: om. Α 34 πάντων αἴτιοι οἱ ἀριθμοί e S coni. Bonitz 37 προειρημένοις L.F: εἰρημένοις Α)

375
δή φησι καὶ τὸν ὁρισμὸν τὸν ἑκάστου ἐκείνου εἶναι οὗ ὁρισμός ἐστιν, οὐχ ἁπλῶς· οὕτω γὰρ καὶ ποιοῦ οὐσία ἂν εἴη καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφέροι δ’ ἂν τοῦ ἐνύλου εἴδους, περὶ οὗ πρὸ ὀλίγου εἶπεν ὡς αἰτίου ὄντος ἑκάστῃ τῶν οὐσιῶν τοῦ εἶναι .ιαύτην ἥτις ἐστίν, ὅτι ἐκείνη μὲν ἐν τοῖς φύσει συνεστῶσιν οὖσα καὶ φυσικὸν εἶδος οὖσα καὶ κυρίως ἦν οὐσία, τὸ δὲ νῦν λεγόμενον εἶδος, καθ’ ὃ τὸ τί ἦν εἶναι ἑκάστῳ, καὶ ἐν μὴ οὐσίαις ἐστίν· οὐ γὰρ μόνον τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν. διὸ οὐδὲ ἁπλῶς τὰ τοιαῦτα ίͅὸη οὐσίαι, ἀλλ’ ἐκείνων οὐσίαι ὧν τὸ τί ἦν εἶναι δη- λοῦσι, διὸ καὶ λέγεται ἑκάστου οὐσία τις εἶναι. δύναταί τις καὶ τοῦ ςTοους ὡς πλεοναχῶς λεγομένου ἀκούειν, καὶ ἑνὸς μὲν ὄντος ὡς αἰτίου τοῦ εἶναι τῷ ἐν ᾧ ἐστιν, ὡς ἡ ψυχή, περὶ οὗ εἶπε πρώτου, ι ἄλλου δὲ ὡς [*](336) αὐτοῦ εἶναι, οὗ ἦν αἰτία ἡ ψυχὴ ἡ αἰσθητική, ὃ οὐκ ἔστι ταὐτὸν τῇ ψυχῇ, ἐκείνη μέντοι αἰτία τούτου. καὶ εἴη ἂν τούτου νῦν μνημονεύων, ἀλλ’ οὐχὶ τῆς ἔξωθεν μορφῆς καὶ τοῦ σχήματος, ὃ πέρας πώς ἐστιν ἑκάστου καὶ ὁρίζει αὐτό. οὗ καὶ αὐτοῦ εἴη ἂν ἐuι νημονο͂υκ̓ὼb́ δι’ ὧν ἔλεγεν οὐσίας εἶναι τὰ ἐνυπάρχοντά τε ἑκάστῳ τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, καὶ ὁρίζοντα αὐτά. ἐκθέμενος δὲ πλείω σημαινόμενα τῆς οὐσίας εἰς δύο φησὶ τρόπους ἀνάγεσθαι τὰς εἰρημένας οὐσίας, τό τε ἔσχατον ὑποκείμενον, ὃ μηκέτι κατ’ ἄλλου λέγεται (εἶπε γὰρ ἐν τῷπρώτῳ σημαινομένῳ τῆς οὐσίας τὸ μὴ καθ’ ὑποκειμένου· εἰ δὴ τοιοῦτον ἡ οὐσία, τὸ μάλιστα τοῦτο ἔχον μάλιστα ἂν οὐσία εἴη. τοιοῦτον δὲ τὸ ὑποκείμενον ἔσχατον, ὑφ’ ὃ σημαινόμενον τῆς οὐσίας τάσσοιτο ἄν πᾶσα ἡ ἄτομος οὐσία· τοιαύτη δὲ ἥ τε συναμφοτέρα καὶ ἡ κατὰ τὸ πρῶτον εἶδος καὶ ἡ ὕλη · κατ’ οὐδενὸς γὰρ ἡ ὕλη), καὶ ὃ ἂν τόδε τΙ ὂν καὶ χωριστὸν ᾖ· ὃ τί ποτέ ἐστιν ἐξηγούμενος προσέθηκε τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ εἶδος, ὑφ’ ὃ πάλιν σημαινόμενον ἥ τε ὡς ψυχὴ οὐσία ὑπάγοιτ’ ἄν, ὡς ἐλέγομεν τὰ φυσικὰ εἴδη, καὶ ἡ κατὰ τὰ ἐνυπάρχοντά τε καὶ ὁρίζοντα, ὡς ἡ κατὰ τὰ τῶν σωμάτων πέρατα· κατὰ ταῦτα γὰρ ἡ τῶν σωμάτων μορφή, ἥ τε κατὰ τὰ σχήματα καὶ ἡ κατὰ τὸ τί ἦν εἶναι. τὸ δὲ χω- ριστὸν εἰ εἴη προσκείμενον, δηλωτικὸν ἄν εἴη ἤτοι τοῦ τῇ ἐπινοίᾳ χωριστὸν αὐτὸ εἶναι τοῦ ὑποκειμένου (τὸ γὰρ εἶδος τῆς ὕλης ἕτερον καὶ χωριστόν, εἰ καὶ μὴ ὑποστάσει, ἀλλὰ τῷ γε λόγῳ), ἢ χωριστόν, ὅτι μὴ ἀίδιον μηδὲ ἀεὶ ταὐτὸν μένον ἐν τῇ ὕλῃ, ἀλλὰ χωριζόμενόν τε καὶ φθειρόμενον· τοιοῦτον γὰρ τὸ ἔνυλον εἶδος πᾶν, οὗ μνημονεύει διὰ τοῦ δευτέρου σημαινομένου τῆς οὐσίας. ἢ χωριστὸν τῷ ἄλλο εἶναι τοὐ ὑ-ο·κειαι έὶου αὐτό, καὶ μὴ ἐκ τῆς οὐσίας αὐτοῦ· οὕτω γὰρ πρὸς τὴν ὕλην ἔχει.καὶ τὸ εἶδος. ἐπιζητήσαι τις ἄν πρὸς τοῦτο περὶ τῶν εἰδῶν τῶν ἐν τοῖς θείοις [*](1 δὴ LF et fort. S: δὲ Α ὁρισμός LF: ὁ ὁρισμός Α post ἐστιν piuictu distia- guunt A’LS 2 γὰρ καὶ Α2: om. A’LFS ποσοῦ LF: τοῦ ποσοῦ Α 4 ταύ- τὴν Brandis Bonitz: ταὐτὴ AL 12 αὐτοῦ] αὐτοῦ τοῦ e S coni. Bonitz Ι5 αὐτοῦ L: αὐτὸ A ὢ) εἰ δὴ LFS: ἤδη Α 22 ἡ LF: τε Α • 23 συναμφό- τεροςLF 26 ἥτεὡςLFS:ὡ̔στεἡA 28 xi L: oin. A 28. 2’J αὶτ.σ. μορφαί LF)
376
σώμασιν· ταῦτα γὰρ οὔτε ἔνυλα οὔτε φθαρτὰ καὶ χωριστὰ τῇ ἐπινοίᾳ τοῦ ὑποκειμένου αὐτοῖς σώματος. τὰ μὲν γὰρ κινητικὰ αὐτῶν εἴδη εἴη ἄν ἐν τῇ πρώτῃ μοίρᾳ τῆς οὐσίας· ἄτομοι γὰρ καὶ αὗται οὐσίαι καὶ ἔσχατοι καὶ ἐν μηδενὶ οὖσαι. οὐκ ἔοικε δὲ τὰς δευτέρας οὐσίας ἐ.ν ἄλλοις εἰρημένας αὐτῷ νῦν ἐν τοῖς σημαινομένοις τῆς οὐσίας καταριθμεῖσθαι. δύναται καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν εἰρηκέναι ἐπὶ τῶν εἰδῶν τῶν ἐν τῇ οὐσίᾳ, λέγων ἀντὶ τοῦ ἐν χωριστῷ· μόνον γὰρ τῶν ὄντων χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, ὡς λέγειν αὐτὸν μὴ περὶ | παντὸς σημαινομένου [*](337) τῆς οὐσίας ἀλλὰ τῆς κυρίως, ἥτις εἴη ἄν ἐν τοῖς δυσὶ τοῖς προειρημένοις, τῷ τε ἐσχάτῳ ὑποκειμένῳ, ὅ ἐστιν ἡ ὕλη, καὶ τῷ ἐν ταύτῃ εἴδει· τοιοῦτον γὰρ τὸ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· ὃ γὰρ αἴτιον τοῦ τόδε τι εἶναι τῷ χωριστῷ, τοῦτο ἡ κατὰ τὸ εἶδος οὐσία.

[*](p. 1017b27)

Ταὐτὰ δὲ λέγεται.

Καὶ τὰ ταὐτὰ διαιρεῖ εἴς τε τὸ κατὰ συμβεβηκὸς καὶ εἰς. τὸ καθ’ αὑτό, καὶ τὸ κατὰ συμβεβηκὸς ταὐτὸν δείκνυσι λεγόμενον ἄλλο ἄλλῳ τριχῶς, ὁσαχῶς καὶ τὸ κατὰ συμβεβηκὸς ἕν τε καὶ ὂν διεῖλεν. ἢ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα ταὐτά κατὰ συμβεβηκὸς ἀλλήλοις, ἢ τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ, ἢ ἀνάπαλιν τῷ συμβεβηκότι τὸ ὑποκείμενον, ὡς ἐν ταῖς παρὰ φύσιν κατηγορίαις ἔχει. ὅταν γὰρ εἴπωμεν τὸ μουσικὸν ἄνθρωπον εἶναι, ταὐτὸν λέγομεν τὸ μουσικόν, ὃ ὑποτίθεμεν ἐν τῇ προτάσει, ὂν συμβεβηκός, τῷ ἀνθρώπῳ, ὃν κατηγοροῦμεν αὐτοῦ, ὄντα ὑποκείμενον αὐτοῦ καὶ ἔχοντα ἐκεῖνο οὗ κατηγορήθη συμβεβηκός. εἰπὼν δὲ τὴν κατὰ συμβεβηκὸς παρὰ φύσιν κατηγορίαν, προσέθηκεν ἑκατέρῳ δὲ τοῦτο καὶ τούτῳ ἑκάτερον ἐκείνων, ὃ αὐτὸς ἐξηγήσατο πῶς εἶπεν· ἑκατέρῳ γὰρ τῷ τε ἀνθρώπῳ καὶ τῷ μουσικῷ, ἰδίᾳ λαμβανομένοις, τοῦτο τὸ· συναμφότερον, ὁ μουσικὸς ἄνθρωπος, ταὐτόν. ὁμοίως καὶ τῷ μουσικῷ πάλιν ὁ μουσικὸς ἄνθρωπος ταὐτὸν κατὰ συμβεβηκός. ἀλλὰ καὶ τούτῳ τῷ συναμφοτέρῳ τῷ μουσικὸς ἄνθρωπος ἑκάτερον πάλιν ἰδίᾳ λαμβανόμενον τῶν ἐν τῷ συναμφοτέρῳ ταὐτὸν συμβεβηκός. ἡ διαφορὰ δὲ τῶν εἰρημένων τῷ ποτὲ μὲν τὴν ἀρχὴν ποιεῖσθαι τῆς συγκρίσεως ἀπὸ τοῦ ἑτέρου τῶν ἐν τῷ συναμφοτέρῳ, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου· κατὰ συμβεβηκὸς γὰρ ταὐτὰ ἀλλήλοις λέγεται. διὸ τὰ οὕτω, φησί, λεγόμενα ταὐτά, λέγων τὰ κατὰ συμβεβηκός, οὐ λέγεται ταὐτὰ πάντα καθόλου. τοῦτο γὰρ λέγει διὰ τοῦ διὸ καὶ ταῦτα πάντα καθόλου οὐ λέγεται· ἴσον γὰρ τοῦτο τῷ διὸ τὰ κατὰ συμβεβηκὸς ταὐτὰ λεγόμενα οὐ ταὐτὰ πάντα καθόλου λέγεται· οὐδὲν γὰρ [*](2 κινητικὰ L: κινητὰ A 4 ἐν ἄλλοις] Categ. 5 5 δύναται A 1 L: δύναται δὲ Α2 Braiidis 11 ὃ ἄν Bonitz: ὅταν Α.. ὅ τις ἄν L 16 ὁσαχῶς LFS: om. A1: ὡς A2 21 ὃν κατηγοροῦμεν αὐτοῦ A 1 S: οὗ κατηγοροῦμεν αὐτό Α 2 ὂ κατηγοροῦμεν αὐτοῦ ὃν ὒ. ἁ. κ. ἔχον LF 23. 24 καὶ τούτων ἑκάτερον ἐκείνω· ὃ αὐτὸς LF, cf. Metaph. cod. Ab 26 ante ὁμοίως addendum καὶ γὰρ τῷ ἀνθρώπῳ ὁ μουσικὸς ἄνθρωπος ταὐτὸν κατὰ συμβεβηκός censet Bonitz 32 διὸ LFS: διὰ δὲ Α φησὶ—ταὐτά LFS: φασὶ—ταὐτόν Α 34 τοῦτο τῷ L: τούτῳ τὸ A)

377
μουσικὸν παντὶ λευκῷ ταὐτόν καίτοι τὸ μουσικὸν τῷ λευκῷ ταὐτόν, ὅταν κατὰ συμβε|βηκὸς ἄμφω τῷ αὐτῷ ὑπάρχῃ) ἀλλὰ λέγεταί τινι ταὐτόν τὰ [*](338) γὰρ τῷ αὐτῷ ὑπάρχοντα ταὐτά), οὔτε παντὶ ἀνθρώπῳ τὸ μουσικὸν ταὐτόν καίτοι ἀνθρώπῳ λέγεται τὸ μουσικὸν ταὐτόν, ὅταν ᾖ μουσικός) οὔτε παντὶ μουσικῷ ἄνθρωπος, καίτοι λεγόμενός τινι ὁ αὐτός. τὴν δὲ αἰτίαν τοῦ μὴ καθόλου τὰ κατὰ συμβεβηκὸς λέγεσθαι διὰ συλλογισμοῦ ἔδειξε· τὰ μὲν γὰρ καθόλου καθ’ αὑτὰ ὑπάρχει, τὰ δὲ συμβεβηκότα οὐκ ἔστι καθ’ αὑτά· καθ’ αὑτὰ μὲν οὖν οὐ λέγεται ἐπὶ τῶν καθόλου, ἀλλ’ ἐπὶ τῶν ἐν μέρει, καὶ διὰ τούτου δεῖται διορισμοῦ. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἁπλῶς λέγεσθαί φησι ταὐτὰ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε, τουτέστι χωρὶς διορισμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν δέχεταί τινα διορισμὸν τὰ καθ’ ἕκαστα· ταὐτὸ γὰρ λέγεται Σωκράτης καὶ Σωκράτης μουσικὸς χωρὶς διορισμοῦ. τοῦτο δὲ οὕτως ἔχει τῷ μὴ κατηγορεῖσθαι ἐπὶ πλειόνων τὰ καθ’ ἕκαστα· οὐ γὰρ λέγεται πᾶς Σωκράτης ἢ τὶς ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου· τᾶς γὰρ ἄνθρωπος λέγεται καὶ πάλιν τίς · καθόλου γὰρ ὁ ἄνθρωπος, τὰ δὲ καθόλου τοὺς διορισμοὺς δέχεται. τὰ δὲ καθ’ αὑτὰ ταὐτὰ ἀλλήλοις λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι ὁσαχῶς καὶ τὸ καθ’ αὑτὸ ἕν. ἔλεγε μὲν οὖν πλείω σημαινόμενα τοὐ καθ’ αὑτὸ ἑνός, νῦν δὲ οὐ πάντων μνημονεύει, ἤιοι τούτοις τῶν σημαινομένων τοῦ καθ’ αὑτὸ ἑνὸς τὸ καθ’ αὑτὸ ταὐτὸν ὁμοίως λέγεσθαι λέγων, ἢ ὡς πάντων τῶν σημαινομένων ὑπὸ τοῦ καθ’ αὑτὸ ἑνὸς εἰς τούτους ἀνάγεσθαι δυναμένων τοὺς τρόπους. λέγει δὲ ταῦτα καθ’ αὑτὰ λέγεσθαι τὰ αὐτά, καὶ ὧν τε ἡ ἤλη μία εἴδει ἢ ἀριθμῷ, τουτέστιν ὧν τὸ ὑποκείμενον ἕν, ἀριθμῷ μέν, εἰ ἕν τί ἐστι κατ’ ἀριθμὸν τὸ λαμβανόμενον· οὕτω γὰρ εἷς αὐτὸς αὑτῷ τις ὁ αὐτός. δύναται καὶ τῶν ἑτερωνύμων μία ἡ ὕλη εἶναι· ἓν γὰρ κατ’ ἀριθμὸν τὸ ὑποκείμενον ἀναβάσει τε καὶ καταβάσει, καὶ κατὰ τοῦτο ταὐτά. αὐτὸς μέντοι ἐπὶ τοῦ ἑνὸς κατ’ ἀριθμὸν ὕλην εἶπεν· ὧν μὲν γὰρ μία κατ’ ἀριθμὸν ὕλη, ταὐτὰ ταῦτα αὑτοῖς· αὐτὸ γὰρ αὑτῷ ταὐτόν. ὅτι γὰρ οὕτως εἶπεν, ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅταν χρῆται ὡς πλείοσιν. εἴδει δὲ ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἐφ᾿ ὧν τοῦ αὐτοῦ εἴδους τὸ ὑποκείμενόν τισιν εἴη, εἰ καὶ μὴ ἀριθμῷ, οἷον εἰ χαλκὸς εἴη πλείοσί τισιν ὑποκείμενος ἀνδριᾶσιν ἢ λίθος, εἴδει ταὐτὸν εἶχον ὑποκείμενον, καὶ ὅσα κατ’ εἶδος διαφέροντα ἡ ἔσχατον ὑποκείμενον ἓν ἔχει, ὡς τηκτὰ πάντα ταὐτὰ ἀλλήλοις καὶ ἓν διὰ τὸ ἔχειν ἐξ οὗ πάντα ὢ πρώτου ὑποκειμένου σώματος ἓν τῷ εἴδει. ταὐτὰ λέγεσθαί φησι καὶ ὧν ἡ οὐσία μία, οὐσίαν τὸ εἶδος λέγων. εἴη δ’ ἂν ἐν τούτῳ περιειλημμένα καὶ τὰ ὁμοειδῆ ἀλλήλοις καὶ τὰ ὁμογενῆ καὶ κατὰ ἀναλογίαν· καὶ γὰρ [*](339) [*](1 τῶν αὐτῶν scripsi: ταὐτῶν LF: τῶν αὐτοῦ A 8. 9 οὐκ ἔστι—μὲν οὖν LFS: οὐκέτι. καθ’ αὑτὰ μὲν οὖν Α 9 ἐπὶ τῶν LFS: om. Α 10 δεῖται LFS: τοῦ A διορισμοῦ LFS: ὁρισμοῦ Α ἐπὶ δὲ] ἐπεὶ δὲ A1 17 τὰ δὲ καθ’ αὑτὰ LF: τὰ καθ’ αὑτὰ δὲ A 21 ὑπὸ LF: ἀπὸ Α 28 αὐτοῖς S Bouitz: αὐτοῖς AL 29 αὐτῷ S Brandis Bonitz: αὐτῷ AL εἰπεῖν καὶ ὅταν L 32 εἶχον LF: ἔχων A: ἔχοιεν ἄν coni. Bonitz 34 ἔχει FS: εἶχεν AL)
378
κοινωνία τίς ἐστιν εἴδους τε καὶ λόγου. ὁρίζεται δὲ τὰ ταὐτὰ εἰπὼν τὴν ταὐτότητα πλειόνων ἑνότητα. κατὰ τὸ εἶναί τε καὶ τὴν οὐσίαν κατὰ συμβεβηκὸς ἐδείχθη ὄντα τὰ αὐτά· κατ’ οὐσίαν γὰρ τὰ αὐτὰ καὶ ὧν ἡ ὕλη μία καὶ ὧν ἡ οὐσία τε καὶ τὸ εἶδος. ἐπεὶ δὲ καὶ αὐτό τι αὑτῷ λέγεται ταὐτόν, προσέθηκε τὸ ἢ ὅταν χρῆται ὡς πλείοσιν· καὶ γὰρ ὁ αὐτό τι ταὐτὸν λέγων ὡς δύο οὖσι τῷ ἑνὶ χρῆται.

Καὶ τὰ ἕτερα δέ, φησί, λέγεται ἀντιστρόφως τοῖς ταὐτοῖς· ὧν τε γὰρ εἴδη πλείω, ταῦτα ἕτερα, ὡς ἵππος ἀνθρώπου. λέγοιτο δ’ ἂν καὶ τὰ ἐκ μὲν τῆς αὐτῆς ὅλης μὴ ὁμοειδῆ δὲ ἀλλήλοις, οἷον εἰ ξύλινα ὄντα ἀνομοειδῆ ἀλλήλοις ᾗ, καὶ ὧν ἡ ὕλη ἑτέρα, εἰ μὲν κατ’ ἀριθμόν, ἀριθμῷ ἕτερα, εἰ δὲ εἴδει, εἴδει. ἕτερα ἀλλήλων λέγοιτ᾿ ἂν καὶ τὰ ὁμοειδῆ, ἂν ᾖ ἐκ διαφόρου ὕλης, τὸ χρυσοῦν ἔκπωμα καὶ τὸ ἀργυροῦν καὶ ὁ λίθινος ἀνδριὰς καὶ ὁ χαλκοῦς. ἀλλὰ καὶ ὧν ὁ λόγος ὁ τῆς οὐσίας δηλωτικὸς ἕτερος, ἕτερα καὶ ταῦτα, ὡς τὰ ἑτερώνυμα. καὶ τίσιν ἄν εἴη καὶ τὰ ἑτερώνυμα καὶ οὕτως ἕτερα ἀντικείμενα τῶν ὑπὸ ταὐτόν; εἰ τοῖς ὧν ἡ ὕλη μία κατ’ ἀριθμὸν καὶ οὕτω τοῖς αὐτοῖς λεγομένοις, καὶ τὰ ἑτερώνυμα εἴη ταὐτά· κατὰ γὰρ τὴν ὕλην μίαν οὖσαν κατ’ ἀριθμὸν καὶ ταῦτα ταὐτά. ἢ διὰ μὲν τοῦ εἰπεῖν ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη δύναται λέγειν ἀμφότερα ἐπὶ τῆς ὕλης· ἐπεὶ γὰρ ἦν ταὐτὰ ὧν ἡ ὕλη μία ἢ εἴδει ἢ ἀριθμῷ, εἴη ἂν καὶ ἕτερα ὧν ἢ τῷ εἴδει πλείους αἱ ὗλαι ἢ τῷ ἀριθμῷ, εἴδει μὲν εἰ τῷ μὲν ἄργυρος εἴη τῷ δὲ χρυσὸς ἡ ὕλη, ἀριθμῷ δὲ εἰ εἴη ὁμοειδὴς μὲν διῃρημένη δέ. καὶ εἴη ἄν τὸ ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη περὶ τῆς ὕλης λέγων. εἰ δὲ ταῦτα οὕτω διαιροῖτο, ὁ λόγος τῆς οὐσίας οὕτω ἐπὶ τοῦ εἴδους ἂν λέγοιτο· ὧν γὰρ τὰ εἴδη πλείω τε καὶ διαφέροντα, ταῦτα ἕτερα. καὶ ὅλως φησὶν ἀντικειμένως λέγεσθαι τῷ ταὐτῷ τὸ ἕτερον. καθ’ ἕκαστον οὖν τὸ ἰσόρροπον τοῦ ταὐτοῦ λαμβάνοντα χρὴ κατὰ τὴν ἀντίθεσιν τὴν ἐν τῷ ταὐτῷ τὸ ἕτερον λέγειν, ὡς καὶ αὐτὸς πεποίηκε. | λέγει δὲ καὶ διάφορα λέγεσθαι ἀλλήλων καθ’ [*](340) ἕνα μὲν τρόπον ταῦτα ὅσα μὴ μόνον ἕτερά ἐστιν ἀλλήλων, ἀλλ’ ὅσα κατά τι ἓν ὄντ·α ταὐτὰ τὴν πρὸς ἄλληλα ἑτερότητα ἔχει. τὸ δὲ καὶ μὴ μόνον ἀριθμῷ προσέθηκε τῷ ταὐτό τι ὄντα ὡς ἴσον τῷ μόνον μὴ ἀριθμῷ ὄντα ταὐτά· τὰ γὰρ οὕτω ταὐτὰ οὐκέτι διαφέρειν δύναται. τὸ γὰρ ταὐτὸν τὰ διαφέροντα ἀλλήλων ἔχειν δεῖ μὴ κατ’ ἀριθμόν τὰ γὰρ οὕτω ταὐτὰ οὐ διάφορα), ἀλλ’ ἢ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ δεῖ ταὐτὰ εἶναι· καὶ γὰρ τὰ τῷ εἴδει ταὐτὰ διάφορα κατ’ ἀριθμόν. δύναται δὲ καὶ κατά τινα μορφὴν [*](1 τὰ ταὐτὰ M Bouitz: τὰ om. Α: ταῦτα LF 2. 3 κατὰ τὸ — ὄντα τὰ αὐτά] demonstratum est autem eadem partim secundum esse et siibstantiam eadem esse, partim secundum accidens S: si nihil aliud mutandum est, legendum certe οὐσίαν καὶ κατὰ 6 αὐτῷ LF ὁμοειδῆ δὲ LF: δὲ om. A ἂν ᾗ L: ἂν εἴη Α ἢ τὰ L: ἢ om. A 20 ἡ ἀριθμῷ A 2 LFS: ἢ om. Α1 21 εἴδει μὲν εἰ τῷ LFS: εἰ δὴ τῷ A ἡ ὕλη L: ἡ om. A δὲ εἰ LFS: εἰ δὲ Α καὶ εἴη LF: καὶ om. A τὸ ὧν L: τὸ om. A πλείω—περὶ L: om. A ταὐτοῦ LF: ταὐτῷ Α 29 μόνον M Brandis Bonitz: μόνα ALF 30 ἄλληλα LFS: ἄλλο Α καὶ μὴ] sic etiam Metaph. libri duo: καὶ om. Metaph, vulg. 35 δύναται—μορφὴν om. LFS)

379
καὶ τὰ γένει· δύναται γὰρ καὶ ἀριθμῶ καὶ εἴδει ταῦτα διάφορα εἶναι, εἰ τῷ γένει μόνον εἴη ταὐτά. ὁμοίως καὶ τὰ κατ’ ἀναλογίαν ταὐτὰ καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει δύναται διαφέρειν ἀλλήλων. Ἀσπάσιος δὲ ἤκουσε τοῦ ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ ἀλλ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ, ὡς εἰρημένου ὅτι δεῖ τὰ διάφορα μὴ μόνον ἕτερα εἶναι ἀριθμῷ, ἀλλὰ καὶ κατά τι τὰ αὐτὰ ἀλλήλοις εἶναι, εἰ μέλλοι μὴ μόνον ἕτερα εἷναι ἀλλὰ καὶ διάφορα· τὰ γὰρ ἀριθμῷ ἕτερα οὐ πάντως διάφορα, ἂν μὴ καὶ κτά τι τῶν εἰρημένων τὰ αὐτὰ ᾖ. δεύτερον σημαινόμενον τῶν διαφερόντων ἐκτίθεται, ὧν τὰ γένη ἕτερα· ταῦτα δ ἔστιν ἃ πάντῃ ἀλλήλων ἐστὶν ἕτερα. οὕτω διάφορα ζῷον καὶ χρῶμα. καὶ τρίτον σημαινόμενον τῶν διαφερόντων τὰ ἐναντία· ταῦτα δέ ἐστιν ἃ ἐν τῷ αὐτῷ γένει ἀλλήλοις ὄντα πλεῖστον ἀλλήλων διέστηκεν. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τὰ πρῶτα διάφορα ἐλέγετο ἁπλῶς· τὰ γὰρ ἐν τῷ αὐτῷ γένει μὴ ὁμοειδῆ ἐκεῖ ἐλέγετο, τὰ διαφέροντα δὲ ὡς ἐναντία προσείληφε καὶ τὸ πλεῖστον διεστάναι. λέγει διάφορα εἶναι καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἔχει τὴν ἑτερότητα, ἤτοι ἐπὶ τῶν ἐναντίων καὶ τοῦτο εἰρηκώς, ἢ λέγοι ἂν ἑτερότητα τὴν ἐναντίωσιν· καὶ γὰρ τὰ μὴ ἐναντία ἀλλήλοις, ἔχοντα μέντοι ἐν τῇ οὐσίᾳ τῇ αὐτῶν ἐναντίωσίν τινα πρὸς ἄλληλα, διαφέροντα. οὕτω γῆ καὶ ὕδωρ διαφέρει· ἐν γὰρ τῇ οὐσίᾳ τῆς μὲν γῆς τὸ ξηρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν. δύνται διαφέροντα λέγειν καὶ ὅσα κατὰ τὸ ὑποκείμενον ὄνια ταὐτά, κατὰ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν ἔχει τὴν ἑτερότητα, ὡς ἔχει τὰ ἑτερώνυμα. δύναται ἐν τῇ οὐσίᾳ ἔχειν τὴν ἑτερότητα καὶ ἐναντίωσιν τὸ κίβδηλον καὶ δραχμή, καὶ πάλιν ὁ νεκρὸς καὶ ὁ ἄνθωπος, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν.

Ὅμοιά φησι φησι λέγεσθαι τά τε πάντῃ ταὐτὰ πεπονθότα, πάντῃ ἐοικότα ἀλλήλοις κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν ταῦτα γὰρ λέγει πάθη), ὡς οἱ | Διόσκουροι, ὁ Ζῆθος καὶ Ἀμφίων, καὶ ὡς ἐπὶ τὸ πλεῖστον [*](841) τὰ δίδυμα. καὶ εἴη ἂν μάλιστα ταῦτα ὅμοια. δευτέρως δὲ καὶ ὅσα πλείω ταὐτὰ πέπονθεν ἢ ἕτερα, καὶ ταῦτα ὅμοια· ἀπὸ γὰρ τοῦ πλεονάζοντος ὅμοια λέγεται. πλείω γὰρ οὗτοι ταὐτὰ πάθη ἔχουσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν καθ’ ἃ διαφέρουσιν ἀλλήλων, οἶον Γερμανὸς Γερμανῷ καὶ Ἰνδ]ς Ἰνδῷ. ἀλλὰ καὶ τὰ ἑπόμενα τοῖς γεννήσασιν οὕτως ὅμοια λέγεται. καὶ κατὰ τὸ τρίτον σημαινόμενον ὅμοια λέγεται, ὧν ἡ ποιότης μία, οἷον τὰ θερμὰ κατὰ τὴν ποιότητα ταύτην ὅμοια, κἂν τὰ ἄλλα ἀνόμοια, κατὰ τὸ σημαινόμενον τοῦτο. ἢ τὰ ὁμοίως τῆς αὐτῆς κοινωνοῦντα ποιότητος, ἢ τὰ ἐν τῇ αὐτῇ πάντα ποιότητι, κἂν μὴ ὁμοίως αὐτὴν ἔχῃ, οἷον θερμά, ἀλλὰ τὸ μὲν μᾶλλον τὸ δ’ ἧττον. τέταρτον σημαινόμενον ὁμοίου ἐκτίθεται, ὅταν τινὰ τῶν καθ’ ἃς ἀλλοιοῦσθαι καὶ μεταβάλλειν πέφυκεν ἐναντιώσεων τὰς πλείστας τὰς αὐτὰς ἔχῃ. οἷον οἶνος ἀλλοιοῦσθαι πέφυκε καὶ κατὰ χρῶμα καὶ κατὰ χυμῶν διαφορὰς καὶ κατὰ ὀσμάς· ὅταν οὖν τινες οἶνοι τὰς πλείἀλλ᾿ [*](5 ἣ εἴδει coni. Bonitz 11 τῶν LF: om. A 12 πλεῖστον LFS: πλείστων A 24 ἐν τῷ Περὶ ἑρμηνείας] 11 p. 21 a 23 27 ὡς ἐπὶ LF: ὡς om. Α 30 οὗτοι] talia S 32 τὰ ἐπώνυμα τοῖς LF 36 πάντα] fort, ὄντα, cf. p. 380,8 ἔχῃ LF: ἔχοι Α 39 ἔχῃ LF: ἔχειν Α)

380
στὰς ποιότητας, καθ’ ἃς οἷοί τέ εἰσι μεταβάλλειν τε καὶ ἀλλοιοῦσθαι, τὰς αὐτὰς ἔχωσιν, ἢ τὰς κυριωτέρας κυρώτερον δὲ ἐν οἴνῳ χυμὸς καὶ εὐωδία χρώματος), οὗτοι ὅμοιοι οἶνοι λέγονται. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον ὅμοια ἦν τὰ κατὰ τὸν δεύτερον τρόπον εἰρημένα· ἐνθάδε γὰρ πρόσκειται τὸ καθ’ ὅσα ἀλλοιοῦσθαι ἐνδέχεται· τὰ γὰρ τούτων πλείω οὐ τὰ ἁπλῶς πλείω. λέγεσθαι δέ φησι καὶ τὰ ἀνόμοια ἀντικειμένως τοῖς ὁμοίοις· ἀνόμοια γὰρ τά τε κατ’ εἶδος διαφέροντα καὶ τὰ ἐλάττω ταὐτὰ. πάθη· ἔχοντα, καὶ τὰ ἐπὶ διαφόρων ποιοτήτων ὄντα κατ’ αὐτὰς ἀνόμοια, κ.αὶ τὰ τῶν καθ’ ἃ πέφυκεν ἀλλοιοῦσθαι τὰ πλείω ἢ τὰ κυριώτερα διαφέροντα ἔχοντα.

Λέγει δὲ καὶ περὶ τῶν ἀντικειμένων, ποσαχῶς ἀντίκειται, καὶ προστίθησι τῇ εἰς τέσσαρα διαιρέσει τῶν ἀντικειμένων τῇ καθωμιλημένῃ, ἥτις ἐστὶ τἀναντία, στέρησις καὶ ἕξις, τὰ πρός τι, κατάφασις καὶ ἀπόφασις, καὶ τὰ ἐξ ὧν αἱ γενέσεις καὶ φθοραί. εἴη δ’ ἄν ταῦτα ἤτοι τὸ ὄν τε καὶ μὴ ὄν· ἡ μὲν γὰρ ἐκ μὴ ὄντος εἰς ὂν μεταβολὴ γένεσις, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὂν φθορά. οὔτε δὲ τὸ ὂν κατάφασις οὔτε τὸ μὴ ὂν ἀπόφασις· ὀνόματι γὰρ τὸ μὲν ὡρισμένον τὸ δὲ ἀόριστον· ἀλλ’ οὐδὲ ἐναντία, ἀλλ’ οὐδὲ πρός τι, ἀλλ’ οὐδὲ τὸ μὲν ἕξις τὸ δὲ στέρησις εἶναι δοκεῖ. λέγοι δ’ ἂν μᾶλλον τὰ ἐξ ὧν αἱ γενέσεις καὶ αἱ φθοραὶ τὴν ὕλην καὶ τὸ εἶδός καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἐκ τοῦ δυνάμει γὰρ ἡ γένεσις | καὶ ἐκ τῆς ὕλης εἰς τὸ ἐνεργείᾳ καὶ τὸ εἶδος, καὶ ἡ φθορὰ ἐκ τοῦ ἐνεργείᾳ [*](342) καὶ τοὺ εἴδους εἰς τὸ δυνάμει καὶ τὴν ὕλην· οὐ γὰρ ἡ ὕλη στέρησις, οὐδὲ ἐναντία τῷ εἴδει, εἰ καὶ συμβέβηκεν αὐτῇ ἡ στέρησις. δύναται καὶ αὐτὴν τὴν γένεσιν καὶ τὴν φθορὰν ἀντικείμενα λέγειν. ἢ ταῦτα ὡς ἐναντία ἀντίκειται. ἔτι φησὶν ἀντικεῖσθαι καὶ ταῦτα ἃ μὴ ἐνδέχεται ἅμα παρεῖναι τῷ ἀμφοῖν δεκτικῷ, ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν· ἐπεὶ γὰρ οὐδὲ τὰ μεταξὺ τῶν ἐναντίων ἅμα παρεῖναι τῷ αὐτῷ οἷόν τε, καὶ οὐ λέγεται ἀντικείμενα, διὰ τοῦτο εἶπεν ἢ αὐτά, εἰ ὡς ἐναντία εἴη, ἢ τὰ ἐξ ὧν ἐστιν· τὰ γὰρ μεταξὺ τῷ τὰ ἐξ ὧν ἐστι καὶ αὐτὰ ἀντικείμενα εἶναι, τούτῳ οὐ δύναται ἅμα τῷ αὐτῷ ὑπάρχειν, ᾦ τὸ ἕτερον τῶν ἀμίκτων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν εἰρηκέναι· ἀντὶ τοῦ καὶ αὐτὰ καὶ ἐξ ὧν ἐστιν· καὶ γὰρ τὰ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἀντίκειται ἐκεῖνα ἀλλήλοις, καὶ τὰ μεταξὺ ἐξ ἐκείνων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστι δηλωτικὸν εἶναι τοῦ ἢ αὐτὰ ἀλλήλοις ἀντικεῖσθαι τὰ μὴ δυνάμενα ἅμα παρεῖναι τῷ ἀμφοτέρων δεκτικῷ, ἢ τούτοις ἐξ ὧν ἐστιν. λευκὸν μὲν γὰρ καὶ μέλαν αὐτά ἀλλήλοις ἀντίκειται ἐναντία γάρ), ἀντίκειται δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἑκατέρῳ αὐτῶν, τῷ μὴ δύνασθαι μηδὲ αὐτὰ ἅμα τινὶ ἐκείνων ὑπάρχειν. ἢ ἄμεινον ἀκούειν ὡς τὸ πρῶτον ἐρρέθη· καὶ γὰρ ἡ λέξις ἐκεῖνο δηλοῖ. οὐχ ὡς μὴ πᾶσι δὲ τοῖς ἀντικειμένοις τούτου παρακολουθοῦντος λέγει, ἀλλ’ ὡς καὶ ἄλλοις τισὶ παρὰ τὰ ἰδίως ἀντικεῖσθαι λεγόμενα· καὶ γὰρ τὰ μεταξὺ τοῖς ἐξ ὧν [*](5. 6 οὐ — πλείω LS: om. Α 13 κατάφασις καὶ ἀπόφασις LFS: κατάφασιν καὶ ἀπόφασιν Α 32. 33 τὰ μ. τὰ ἐξ ἐκείνων coni. Bonitz 40 τὰ μεταξὺ LFS: τοῖς μεταξὺ Α)

381
ἐστι κατὰ τὸ σημαινόμενον τοῦτο ἀντίκειται. καὶ εἴη ἂν τὸ καὶ ὅσα μὴ ἐνδέχεται ὡς ἴσον τῷ καὶ καθόλου ὅσα μὴ ἐνδέχεται εἰρημένον. τὸ δὲ διὸ ἐξ ὧν ἐστιν ἀντίκειται ἐλλιπῶς εἰρημένον ἴσον ἄν εἴη τῷ διὸ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἐκείνοις ἀντίκειται.

Ἑξῆς δὲ λέγει περὶ ἐναντίων. λέγει δὲ ἐναντία εἶναι τά τε μὴ δυνάμενα τῷ αὐτῷ παρεῖναι τῶν κατὰ γένος διαφερόντων, τουτέστιν ἃ κατὰ γένος ἀλλήλων διαφέροντα ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι. τοιαῦτα δ’ ἂν εἴη τὰ ἕτερά τε καὶ μὴ ὑπάλληλα γένη, ὡς ζῷον πεζὸν καὶ ζῷον πτηνὸν ἢ τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ ἡ ἀρετὴ δὲ καὶ ἡ κακία οὕτως ἐναντία· γένη γὰρ καὶ αὐτά, εἰ καὶ μὴ ὑπὸ κοινόν ἐστι γένος. καὶ ὅλως τὰ ἐναντία γένη, οἷον τὸ ἀγαθὸν ἢ κακόν· ἐναντία γὰρ γένη τὸ ἀγαθὸν καὶ τὸ κακόν, ὡς αὐτὸς ἐν ταῖς Κατηγορίαις εἴρηκε καὶ ἐν τῷ τετάρτῳ τῶν Τοπικῶν καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν τοπικῶν, ἃ οὐχ οἷά τε τῶν ὑπ’ αὐτὰ ἅμα τινὶ ὑπάρξαι. τοιαῦτα καὶ τὰ ὑπὸ τὴν κίνησιν καὶ [*](343) στάσιν. καὶ ὅσα πλεῖστον διαφέρει τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία, ὡς καὶ τὸν ὁρισμὸν ἀποδιδόναι τῶν ἐναντίων σύνηθες. οὕτω λευκὸν καὶ μέλαν ἐναντία, γλυκὺ καὶ πικρόν. ἄλλως φησὶ λέγεσθαι ἐναντία τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ἐν τῷ αὐτῷ δεκτικῷ. οὕτως πάλιν λευκὸν καὶ μέλαν ἐναντία· πλεῖστον γὰρ διέστηκε τῶν ἐν τῷ σώματι πεφυκότων γίνεσθαι. ἤιοι δὲ ἄλλο σημαινόμενον τοῦτο τῶν ἐν τῷ αὐτῷ γένει πλεῖστον διεστώτων, ὅτι μὴ πάντα τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ πέφυκε γίνεσθαι (οὐ γὰρ περὶ ταὐτὸν οὐδὲ τῷ αὐτῷ δεκτικῷ τὸ λογικόν τε ἄλογον), ἢ διαφέρουσα ἡ ἀπόδοσις δείκνυσι δυναμένους τοὐ αὐτοῦ καὶ λόγους ἑτέρους λέγειν. ἄλλως ἐναντία λέγεσθαί φησι τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, λέγων ἤτοι τὴν πρὸς ἀντικείμενα ὁμοίως ἔχουσαν μέθοδον, ὡς ῥητορικὴν καὶ διαλεκτικήν (ἐναντία γὰρ μὲν τὴν ῥητορικὴν ἐγκώμιον καὶ ψόγος, κατηγορία καὶ ἀπολογία, προτροπὴ καὶ ἀποτροπή, κατὰ δὲ διαλεκτικὴν τὸ ψεῦδός τε καὶ τὰληθές· ἄμφω γὰρ συμπεραίνεται), ἢ δύναμιν λέγοι ἄν τὴν φυσικὴν ἕξιν, ὑφ’ ἣν ἐναντία, περὶ μὲν ἀκοὴν εὐηκοία καὶ δυσηκοία, περὶ δὲ τὴν ὁρατικὴν ὀξυωπία καὶ ἀμβλυωπία. ἢ δύναμιν τὴν φύσιν λέγει, ἥτις ἐστὶν ἀρχὴ τῆς κινήσεως· πλεῖστον δὲ κατὰ δύναμιν ταύτην διαφέρει τὰ ἄνω φύσει κινούμενα τῶν κάτω. ἢ δύναμιν λέγει πᾶσαν ἐπιστήμην τε καὶ τέχνην· αἱ γὰρ ἐπιστῆμαι δυνάμεις τε καὶ ἕξεις, τῶν δὲ ἐναντίων αἱ αὐταὶ ἐπιστῆμαι. οὕτως ὑγίεια καὶ νόσος ἐναντία· ὑπὸ γὰρ τὴν ἰατρικὴν ταύτα ὄντα πλεῖστον ἀλλήλων διέστηκε, καὶ εὐεξία καὶ καχεξία ὄντα ὑπὸ τὴν γυμναστικήν. ἄλλως ἐναντία φησὶ λέγεσθαι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ ἀπλῶς ἢ κατὰ γένος [*](2 τὸ δὲ LF: τὰ δὲ A γένος LFS: γένη A 10 μὴ om. LFS 11 γένη—κακόν] γένη τὸ καὶ αὐτὰ ἂν εἰ τὸ ὑπὸ τὸ ἀγαθὸν ἡ κακόν L 12 ἐν τῖς Κατηγορίαις] c. 11 p. 13 b 36 12. 13 ἐν τῷ τετάρτῳ τῶν τοπικῶν] c. 3 p. 123 b 9 15 et 20 πλείστων Α et 19 πλείστων A1 24 ἀλλήλων LF: om. A 25 δύναμιν iterandum c. S coni. Bonitz πρὸς τὰ ἀντικείμενα LF 28 τἀληθές L: ἀληθές AF)

382
ἢ κατ’ εἱδος. οὗτος δὲ ὁ τρόπος τῶν τε προειρημένων πάντων ἐναντίων ἐστὶ περιεκτικός, προσέτι δὲ καὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων καὶ τῶν καθ’ ἕξιν ἢ στέρησιν· πάντα γὰρ ταῦτα μεγίστην διαφορὰν ἔχει πρὸς ἄλληλα. κατὰ τοῦτο τὸ σημαινόμενον τῶν ἐναντίων πολλάκις καὶ τὴν κατάφασιν τῇ ἀποφάσει ἐναντίαν λέγουσι καὶ τὴν ἕξιν τῇ στερήσει. τὸ δὲ ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος εἴη ἄν τοιοῦτον· ἤτοι ὧν ἡ διαφορὰ ἁπλῶς μεγίστη ἐστίν, ἐναντία, οἷον εἰ λέγει τις τὸ ὃν καὶ τὸ μὴ ὂν ἡ τὸ πλῆρες καὶ κενόν, ἢ κατά τι γένος ἢ εἶδος ἀφωρισμένον, οἷον ἐν ζῴοις τὰ πλεῖστον διαφέροντα ὡς λογικὸν καὶ ἄλογον καὶ ὑπόπουν καὶ ἄπουν, ἢ ἐν χρώματι τὸ λευκὸν καὶ μέλαν. κατὰ μὲν γένος οὕτως, κατ’ εἶδος δὲ ἐν ἀνθρώποις τὰ πλεῖστον διαφέροντα ἐναντία οἷον τὸ ἐπίστασθαι καὶ τὸ μὴ ἐπίστασθαι, γινώσκειν καὶ ἀγνοεῖν, ἢ τὸ ἀρετὴν καὶ κακίαν ἔχειν· εἰ γὰρ ἡ ἕξις εἶδος τῆς ὑπολήψεως ἦν, ἐν εἴδει τῷ αὐτῷ εἴη ἄν ἐναντία [*](344) ἀρετὴ καὶ κακία· ἕξις γὰρ ἀμφότερα· ταῦτα γὰρ ἐν τούτῳ τῷ γένει πλεῖστον διαφέροντα. ἢ ἐν τούτῳ τῷ εἴδει ἐναντία λέγεται καὶ τὰ ἁπλῶς πλεῖστον διαφέροντα. εἰπὼν δὲ τίνα ἐστὶ τὰ ἐναντία καὶ κατὰ πόσους λέγεται τρόπους, κατὰ ταῦτα τὰ ἐναντία ἤδη λέγεσθαί φησι καὶ τὰ ἄλλα τὰ μετέχοντα τούτων· ἢ γὰρ τῷ ἔχειν τινὰ τῶν εἰρημένων, ὡς τὸ πῦρ καὶ ἡ χιών· τῷ γὰρ τὴν μὲν ψυχρότητα ἔχειν τὸ δὲ θερμότητα ἐναντία, καὶ οὐ τῷ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστάναι· τὰ δὲ τῷ δεκτικὰ τῶν ἐναντίων, οἷον· εἰ λέγει τις τὸ λογικὸν καὶ ἄλογον ἐναντία εἶναι τῷ τὸ μὲν ἐπιστήμης τὸ δὲ ἀνεπιστημοσύνης εἶναι δεκτικόν. ἢ ἡ δύναμις ἡ τῆς ἀρετῆς δεκτικὴ τῆς δυνάμεως τῆς κακίας δεκτικῆς, ἡ ἡ δύναμις καθ’ ἣν βαρύτητός ἐστιν ἡ ὕλη δεκτική, τῆς δυνάμεως καθ’ ἣν κουφότητος, ὡς εἶπεν ἐν τῷ Δ Περὶ οὐρανοῦ. τὰ δὲ λέγεται ἐναντία τῷ ποιητικὰ ἐναντίων εἶναι (οὕτω τὸ θερμαντικὸν τῷ ψυκτικῷ ἐναντίον), τὰ δὲ τῷ παθητικὰ τῶν ἐναντίων εἶναι, ὡς τὸ δυνάμενον ψύχεσθαι τῷ θερμαίνεσθαι δυναμένῳ, τὰ δὲ τῷ τὰ μὲν ποιητικὰ εἶναι τὰ δὲ παθητικά, ὡς τὸ θερμαίνειν δυνάμενον τῷ θερμαίνεσθαι, ἢ τὰ θερμαίνοντα τοῖς ψύχουσι καὶ τὰ θερμαινόμενα τοῖς ψυχομένοις. ἀποβολαὶ δὲ ἢ λήψεις τὸ θερμὸν γινόμενον τῷ γινομένῳ ψυχρῷ. τὸ ἀποβάλλον τὴν θερμότητα τῷ τὴν ψυχρότητα. ἕξις δὲ καὶ στέρησις τῶν τοιούτων τὸ ἔχον θερμότητα καὶ τὸ δυνάμενον ἔχειν μὴ ἔχον δέ, ἢ ἡ ὄψις καὶ ἡ τυφλότης. ἐκ τῶν νῦν εἰρημένων δῆλον ὅτι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ κατὰ γένος ἢ κατ’ εἶδος, καθ’ ἃ δεύτερον παρεθέμην παραδείγματα; ταῦτα κατὰ γένος καὶ κατ’ εἶδος λέγει. λέγονται ἐναντία καὶ κατὰ τὰς τῶν ἐναντίων ἀποβολάς, οἷον τὸ ὑγίειαν ἀποβάλλον τῷ νόσον ἀποβάλλοντι, ἀλλὰ καὶ κατὰ τὴν τοῦ αὐτοῦ ἀποβολήν τε καὶ λῆψιν· τὸ γὰρ λαμβάνον τῷ ἀποβάλλοντι ὑγίειαν. καὶ κατὰ τὰς ἕξεις δὲ [*](5 ἐναντίαν c. S Bonitz: ἐναντία A: ἐναντίον L 7 ἐναντία LS: ἐναντίον A λέγοι L 16 εἰπὼν—ἐναντία LS: om. A 17 κατὰ ind. Α2 22 ἢ ἡ LF: ἡ ova. A 25 ἐν τῷ Δ Περὶ οὐρανοῦ] c. 1 26 ἐναντίον LFS: ἐναντία Α 29 ἡ τὰ θερμαίνοντα] exspectes tale quid ἢ ποιοῦντα ἢ πάσχοντα, ὡς τὰ θερμαίνοντα θερμαίνοντα LFS: θερμαινόμενα Α 30 γινόμενον LFS: γενόμενον Α 32 καὶ τὸ c. S Bonitz: ἡ τὸ ALF 33 ἢ ἡ L: ἡ om. A 38 λεῖψιν Α)
383
τῶν ἐναντίων ἐναντία λέγεται, οἷον τὸ ἔχον ὑγίειαν τῷ ἔχοντι νόσον, καὶ κατὰ τὰς στερήσεις ὁμοίως (τὸ γὰρ ἐστερημένον ὑγιείας τῷ ἐστερημένῳ νόσου ἐναντίον καὶ αὐτό), ἡ ἐπὶ τοῦ αὐτοῦ τὸ ἔχον αὐτὸ τῷ ἐστερημένῳ αὐτοῦ, τὸ ἔχον ὑγίειαν τῷ ταύτης ἐστερημένῳ. ἐπεὶ δέ, φησί, τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται (δεκαχῶς γάρ), ἰσαχῶς, φησί, λεχθήσεται καὶ κατ’ αὐτὰ λεγόμενα, τουτέστι καθ’ ἕκαστον αὐτῶν λεγόμενα καὶ ἐν ἑκάστῳ ὄντα. ταῦτα δέ ἐστι τὸ ταὐτόν, τὸ ἕτερον, τὸ ἐναντίον, τὸ ὅμοιον, τὰ ἄλλα ὅσα κοινὰ πάντων τῶν τοῦ ὄντος γενῶν· καὶ γὰρ ἐν οὐσίᾳ ταὐτὸν [*](345) καὶ ὅμοιον καὶ ἕτερον καὶ ἐναντίον, καὶ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν. ὥστε καὶ τούτων ἕκαστον δεκαχῶς ῥηθήσεται· καὶ γὰρ ἐν οὐσίᾳ ἐναντίωσις, τῷ καὶ τὰ ἔχοντα ἐναντία ἡ τὰ πάσχοντα ἢ τὰ ποιοῦντα ἢ ἀποβάλλοντα ἢ λαμβάνοντα ἐναντία καὶ αὐτὰ ἀλλήλοις λέγεσθαι· ὥστε ἔσται κατὰ τὰς κατηγορίας ἡ διαίρεσις τοῦ τε ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἐναντίου. τούτου γὰρ χάριν ἐμνημόνευσε τούτου. ἐξ οὗ καὶ δῆλον πάλιν ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τούτων θεωρία.

Ἑξῆς δὲ ἐκτίθεται ποσαχῶς ἕτερα τῷ εἴδει λέγεται· πρότερον γὰρ εἶπε ποσαχῶς τὰ ἐναντία λέγεται, καὶ ἦν ἐν αὐτοῖς καὶ τὰ τῷ εἴδει διαφέροντα· ποσαχῶς οὖν καὶ τὰ τῷ εἴδει διαφέροντα, λέγει. ἕτερα δή φησι τῷ εἴδει εἶναι τά τε ἐκ τοῦ αὐτοῦ γένους διαφέροντα εἴδη μὴ ὑπάλληλα, τουτέστι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις. δεύτερον σημαινόμενον ἐκτίθεται τῶν ἑτέρων τῷ εἴδει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους ὄντα διαφοράν τινα ἔχει πρὸς ἄλληλα. οὕτως ἂν εἴη ἕτερα ἀλλήλων καὶ τὰ ὑπάλληλα εἴδη· καὶ γὰρ ταῦτα διαφορὰς ἔχει πρὸς ἄλληλα. ἕτερά φησιν εἶναι καὶ ὅσα ἐν τῇ αὐτῶν οὐσίᾳ καὶ τῷ ὁρισμῷ ἐναντίωσιν ἔχει. οὕτω λέγοιτ’ ἄν ὕδωρ πυρὸς ἕτερον. ἐν γὰρ τῇ οὐσίᾳ ἐστὶν αὐτῶν ἐναντίωσις· τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρὸν τὴν οὐσίαν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν, καἰ ἔστι γένος αὐτῶν ἡ τὸ φυσικὸν σῶμα ἢ τὸ στοιχεῖον· δεῖ γὰρ τὰ ἕτερα τῷ εἴδει ὑπὸ ἕν τι γένος εἶναι. λέγει καὶ τὰ ἐναντία ἕτερα τῷ εἴδει, ἢ πάντα, φησίν, ἢ τὰ λεγόμενα πρώτως. πρώτως δέ ἐστιν ἐναντία ἤτοι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέροντα, ἐπειδὴ καὶ ὁ τῶν ἐναντίων ὁρισμὸς ἐν τούτοις, ἢ πρῶτα λέγει τὰ κυρίως ἐναντία, μὴ ἢ τῷ μετέχειν τινῶν ἢ τῷ δεκτικὰ αὐτῶν εἶναι. τὰ δὲ· τῷ ποιητικὰ εἶναι τῶν τοιούτων ἢ παθητικά, ἢ κατά τινα τρόπον τῶν πρὸ ὀλίγου εἰρημένων· ἐναντία γὰρ καὶ αὐτὰ καλεῖται. οὐ γὰρ ἀνάγκη ἕτερα τῷ εἴδει εἶναι τὰ ἐναντίων τινῶν δεκτικά· κατὰ γὰρ τὸ αὐτὰ τῶν ἐναντίων εἶναι δεκτικά. ἕτερα λέγει τῷ εἴδει εἶναι καὶ ὧν ἀτόμων εἰδῶν ἐν τῷ αὐτῷ [*](5 ὗν] ἓν Α1 6 κατ’ αὐτὰ A2S: κατ’ αὐτὸ L: καθ’ αὑτὰ A1 8 τῶν A2: om. A1L 11 τῷ LFS: om. A 12 λαμβάνοντα ὄπα ἐναντία L 14 ταὐτοῦ LF: αὐτοῦ Α 17 ποσαχῶς τὰ εἴδει ἕτερα λέγεται LF 23. 24 οὕτως—ἄλληλα iterat Α 32 ὁρισμός LFS: ἀριθμὸς Α 33 μὴ om. LF 36 τὰ ἐναντίων LFS: τὰ ἐναντία Α κατὰ γὰρ τὸ αὐτὰ τῶν LF: κατὰ γὰρ αὐτὸ τὸ τῶν A: quoniam secundum idem sunt contrariorum excipientia S 37 ὦν—εἰδῶν LF: τῶν ἀτόμων εἰδῶν ὦν A)

384
ἄτομα εἴδη τελευταῖα. ἔτι λέγει ἕτερα τῷ εἴδει καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα, τουτέστιν ὁρισμῷ τῷ αὐτῷ καὶ λόγῳ, ἔχει τινὰ πρὸς ἄλληλα διαφοράν, ὡς τὰ ἄτομα τὰ ἐν τῷ αὐτῷ εἴδει, ὁ Σίμων καὶ Σωκράτης· τὸ γὰρ οἰκεῖον ἑκάστῳ εἶδος ἕτερον. δύναται διὰ τοῦ καὶ ὅσα ἐν | τῇ αὐτῇ οὐσίᾳ [*](346) ὄντα ἔχει διαφορὰν λέγειν περὶ τῶν σωμάτων, ἃ ἐναντίωσιν μὲν οὐκ ἔχει πρὸς ἄλληλα ἐν τῇ οὐσίᾳ, ὡς εἶχε τὸ πῦρ καὶ τὸ ὕδωρ, διαφορὰν δέ τινα. οὕτως ἄν εἴη ἕτερα γῆ καὶ ὕδωρ. οὐ γὰρ ὁμοίως ἡ γῆ ὕδατος ἕτερον καὶ (ἀέρος ἀέρος γὰρ κατὰ ἐναντίωσιν), οὐδ’ ὁμοίως τὸ ὕδωρ ἕτερον ἀέρος τε καὶ πυρός. ἤδη δὲ περὶ τούτων προείρηκε. τῷ δὲ εἴδει φησὶ ταὐτὰ λέγεσθαι τὰ ἀντικειμένως λεγόμενα τούτοις, καὶ οὐ χαλεπὸν ἕκαστον λαμβάνοντα τῶν σημαινομένων ὑπὸ τῶν τῷ εἴδει ἑτέρων λαμβάνειν τὰ τῷ εἴδει ταὐτά. ἔσται δὲ ταῦτα οὕτως ταὐτά τινα ὄντα κατὰ μέν τι ἕτερα τῷ εἴδει, κατὰ δέ τι ταὐτά, ὥσπερ καὶ τὰ ὑπάλληλα γένη καὶ ταὐτὰ τῷ εἴδει καὶ οὐ ταὐτά, ταὐτὰ μὲν ὅτι ἦν ἕτερα τῷ εἴδει τὰ ἐκ τοῦ αὐτοῦ γένους μὴ ὑπάλληλα· ταὐτά δὴ κατὰ τοῦτο ἔσται ᾗ [οὐχ] ὑπάλληλα. ἔσται δὲ ἕτερα πάλιν, ὅτι ἦν τινα ἕτερα τῷ εἴδει καὶ κατὰ τὸ σημαινόμενον τοῦτο· ἦν γὰρ ἕτερα καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφοράν τινα εἶχεν, οἷά ἐστι καὶ τὰ ὑπάλληλα. τὰ μὲν οὖν ἔσται ταὐτὰ τῷ εἴδει, ὅτι ὑπάλληλα, τὰ δὲ ὅτι ἐν τῷ αὐτῷ γένει ὄντα οὐκ ἔχει διαφοράν, ὡς ἄνθρωπος ἀνθρώπῳ, καὶ τὰ μὴ ἔχοντα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν, ὡς πῦρ πρὸς ἀέρα· οὐ γὰρ πάντῃ τὰ εἴδη αὐτῶν ἐναντία· ἐπεὶ γὰρ τὸ πῦρ τοῦ ὕδατος ἕτερον ἦν τῷ ἔχειν ἐναντίωσιν ἐκείνῳ, ταὐτὸν † ἢ οὖν τῷ ἀέρι. ἢ εἰ καὶ τούτῳ λέγοιτο ἔχειν ἐναντίωσιν, ἀλλ’ ὡς πυρὶ ἔσται ταὐτόν· ἐκείνῳ γὰρ οὐδὲν ἐναντίον ἐν τῇ οὐσία ἔχει. εἴη ἂν καὶ τὰ μὴ ἐναντία ἐν τῷ αὐτῷ εἴδει, ὡς ἵππος κυνὶ ἢ τὸ μέλαν τῷ φαιῷ. ἀλλὰ καὶ ὧν ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι μή εἰσιν ἕτεροι· οὕτως ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ ταὐτὰ τῷ εἴδει. καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα μὴ ἔχει μηδεμίαν διαφοράν· οὕτως ἂν ταὐτὸν εἴη τὸ κατ’ ἀριθμὸν ταὐτὸν αὐτὸ αὑτῷ, καὶ τὰ πολυώνυμα ἀλλήλοις. οὐκ ἄλλο δὲ καθ᾿ ἑκάστην ἀπόδοσιν δεῖ ζητεῖν· τὰ γὰρ αὐτὰ κατὰ διαφόρους ἐπιβολὰς τὰ αὐτὰ ἀλλήλοις γίνεται πλεοναχῶς. |

Ἐφεξῆς ἐκτίθεται τὰ σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου. [*](347) ἐποιήσατο δὲ καὶ ἐν ταῖς Κατηγορίαις διαίρεσιν αὐτοῦ, ἀλλ’ ἐκεῖ μὲν ἔλαβε τὸ τῷ χρόνῳ, τὸ τῇ φύσει, τὸ τῇ τάξει, τὸ τῇ δυνάμει, τὸ τῶν ἀντιστρεφόντων πρὸς ἄλληλα αἴτιον τῷ ἑτέρῳ τοῦ εἶναι, ἐνταῦθα δὲ τὰ μέν φησι πρότερα λέγεσθαι τῷ ἀρχῆς τινος ὡρισμένης ἐγγυτέρω εἶναι ἢ [*](2 αὐτῇ LF: αὐτοῦ Α 10. 11 τῷ δὲ—τούτοις A: ταὐτὰ δὲ τῷ εἴδει τὰ ἀντικειμένως λεγόμενα τούτοις L 16 οὐχ om. S: del. Bonitz 18 τοῦτο LS: ταὐτό Α 23 ἐκείνῳ—ἀέρι Α: ἐκείνῳ ταὐτὸν ᾗ οὐσία ἀλλ’ οὐ τῷ ἀέρι L: ἐκείνῳ, ταὐτὸν ἦν ἄν τῷ ἀέρι coni. Bonitz 24 ὡς πυρὶ L: ὥσπερ A: exspectes ὡς θερμῷ 24. 25 ἔσται οὖν ταὐτὸν ἐκείνῳ ὡς οὐσία· οὐδὲν γὰρ ἐναντίον L 28 ὄντα ἢ ἐν τῶ γένει μὴ L 34 ἐν ταῖς Κατηγορίαις] c. 12 35. 36 τὸ ἐπὶ τῶν ἀντιστρεφόντων LF)

385
ἁπλῶς καὶ τῇ φύσει ὡρισμένης καὶ πλειόνων οὔσης ἀρχῆς, ἢ πρός τι ἀρχῆς, ἢ ὑπό τινών γε νομιζομένης. εἰπὼν δὲ ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, ἑξῆς τὰ γένη προχειρίζεται ἐν οἷς τὸ πρότερόν τε καὶ ἡ ἀρχὴ ἡ οὕτω λεγομένη. ἔστι δὲ κατὰ πέντε, κατὰ τόπον, κατὰ χρόνον, κατὰ κίνησιν, κατὰ δύναμιν καὶ κατὰ τάξιν. καὶ πρῶτον περὶ τῶν κατὰ τόπον λέγει· κατὰ γὰρ τόπον πρότερα μὲν τὰ ἐγγυτέρω τούτου τινός, ὕστερα δὲ τὰ πορρωτέρω τοῦ αὐτοῦ τούτου, ἤτοι ὡρισμένου τῇ φύσει, ὡς ἔχει τὸ μέσον τοῦ παντὸς ἢ τὸ . ἔσχατόν τε καὶ πέριξ, ἢ τοῦ τυχόντος, ἀλλ’ οὐ τῇ φύσει ὡρισμένου, ἂν ἀπὸ τοὐ ἐν ᾧ τίς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον τὸ κατὰ τόπον λαμβάνῃ· πρότερον γὰρ τὸ ἐγγυτέρω τοῦ ἐν ᾧ ἐστι τόπου ὄν, ὕστερον δὲ τὸ πορρωτέρω καὶ πλεῖον ἀφεστώς. τὸ δὲ προειρημένον τὸ ἀρχῆς τινος διωρισμένης, ἢ ἀπλῶς καὶ τῇ φύσει, ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, ἐπὶ τοῦ τόπου σημαίνοι ἂν τὸ μὲν τῇ φύσει, ὃ εἶπεν αὐτός, εἰ τὸ μέσον τὸ τοῦ παντὸς ἢ τὸ ἔσχατον λαμβάνοιτο· τὸ δὲ πρός τι. εἰ μὴ φύσει τις ὢν πρῶτος πρὸς ἄλλους τινὰς τόπους ὡς πρῶτος ὢν ἐκείνων λαμβάνοιτο, οἷον πρῶτος τῶν μέχρι Ἐλευσῖνος ὁ πλησίον τοῦ ἄστεος· τῶν γὰρ ἐφεξῆς αὐτὸς πρῶτος· τὸ δὲ ποῦ, εἴ τις ἀπὸ τοῦ ἐν ᾧ ἐστι τὸ πρότερον λαμβάνοι· τὸ δὲ ὑπό τινων, ὡς ἂν ἕκαστος τῶν τὸ πρότερον λαμβανόντων θήσει τὸν τόπον πρὸς ὃν τὸ πρότερον. τὰ δὲ κατὰ χρόνον. εἰπὼν περὶ τοῦ κατὰ τόπον προτέρου, λέγει καὶ περὶ τοῦ κατὰ χρόνον, οὐ πάντῃ ὁμοίως λεγομένου τῷ κατὰ τόπον· ἐπὶ μὲν γὰρ ἐκείνου τὸ ἐγγύτερον τοῦ ὡρισμένου τόπου πρῶτον, ἐπὶ δὲ τοῦ χρόνου οὐχ οὕτως, ἀλλ’ ἐπὶ μὲν τῶν γεγονότων τὸ πορρωτέρω, ἐπὶ δὲ τῶν μελλόντων τὸ ἐγγύτερον· τὰ μὲν γὰρ πορρωτέρω τοῦ νῦν ἀφεστῶτα ἐπὶ τῶν παρεληλυθότων πρότερα, ὕστερα δὲ τὰ ἐγγυτέρω· ἐπὶ δὲ τῶν μελλόντων ἔμπαλιν πρότερα μὲν τὰ ἐγγυτέρω τοῦ νῦν, ὕστερα δὲ τὰ πορρωτέρω. ὡς γὰρ ἀρχῇ χρόνου χρωμένων ἡμῶν τῷ νῦν τὰ μὲν ἐγγυτέρω τῶν ἐσομένων τούτου πρότερον λέγεται ἔσεσθαι, τὰ δὲ πορρωτέρω τῶν γεγονότων πρότερα γεγονέναι. φ | πρότερα γὰρ κατὰ χρόνον ταῦτα ὧν ἐν προτέρῳ νῦν ἡ ὕπαρξις, [*](348) πρότερον δὲ νῦν ἐπὶ μὲν τοῦ παρεληλυθότος τὸ πορρωτέρω τοῦ νῦν, ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐγγυτέρω ὄν. ἔστι μὲν οὖν τὸ νῦν ἀρχὴ χρόνου φύσει· τῷ δὲ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι δόξει καὶ ἐπὶ τοῦ χρόνου εἶναι τὸ μὴ ἀεὶ ὡρίσθαι φύσει τὴν ἀρχήν. πάλιν κατὰ κίνησιν πρότερα τὰ ἐγγυτερα του πρώτου κινησαντος. οὕτως πρότερος πάις ανορος· εγγυτερω γὰρ τῷ γεννήσαντι. ἀρχὴ γὰρ καὶ αὕτη τις, φησίν, ἀπλῶς, τουτέστι κατὰ φύσιν, τὸ πρότερον κινῆσαν ἐπὶ τῆς κατὰ φύσιν κινήσεως. οὕτω πρώτη ἡ τῶν ἀπλανῶν κίνησις καὶ ἡ τοῦ Κρόνου τῶν ἄλλων, ὅτι ἐγγυτέρω ἐκείνου. διὰ δὲ τοῦ προσθεῖναι τὸ ἀρχὴ δὲ καὶ αὕτη τις ἀπλῶς ἔοικε δηλοῦν ὅτι καὶ ἡ ἐπὶ τοῦ χρόνου λαμβανομένη ἁπλῶς καὶ αὐτὴ ἦν ἀρχή· [*](5 κρόνον, κατὰ γένεσιν, κατὰ κίνησιν LF 6 τούτου τινός] τόπου τινός coni. Bonitz 10 λαμβάνῃ LF: λαμβάνει Α τὸ ἐγγύτερον ὃν τοῦ LF 17 ἀπὸ τοῦ ἐν ᾧ LFS: ἀφ’ οὗ ἢ ἐν ᾧ Α 18 ἄν LF: ὂν A 26 ἐγγυτέρω LFS: ἐγγυτάτω Α 27 χρωμάτων A1 31 τὸ νῦν ἀρχὴ LF: τό νῦν· πᾶν μὲν οὖν νῦν ἀρχὴ Α 38 ἐκείνου] ἐκείνης LF Comment. Arist. I Alex, in Metaph. 25)
386
τοιοῦτον γὰρ τὸ νῦν. καὶ κατὰ δύναμιν δὲ λέγεται πρότερα· τὸ γὰρ ἄρχον καὶ δυνατώτερον τῇ δυνάμει πρότερον, ἔστι δὲ δυνατώτερόν τε καὶ ἄρχον οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη τὸ ὕστερον ἀκολουθεῖν τε καὶ κινεῖσθαι ἢ μὴ κινεῖσθαι, ὡς ἄν ἐκείνῳ δοκῇ· ἡ γὰρ ἐκείνου προαίρεσις ἀρχὴ τῆς τῶν ὑπ’ αὐτὸ κινήσεως· καὶ γὰρ καθόλου ἡ προαίρεσις ἀρχή τις ἐν ἀνθρώπῳ. καὶ εἴη ἄν κατὰ δύναμιν πρῶτον μὲν τὸ ἄρχον, ὕστερον δὲ τὸ ὑποτεταγμένον ἐκείνῳ· ἀρχὴ δὲ ἡ τοῦ κινοῦντος προαίρεσις, ἧς ἐγγυτέρω μέν ἐστιν ὁ ἔχων αὐτήν, πορρωτέρω δὲ ὁ ὑπὸ τούτου κινούμενος. λέγεταί τινα καὶ τῇ τάξει πρῶτα. τίνα δέ ἐστι τὰ τῇ τάξει πρότερα καὶ ὕστερα λέγε.· ὅσα γάρ πρός τι ἓν ὡρισμένον ἀφέστηκεν ἔν τινι λόγῳ, τὸ πρῶτον ἔχει ταῦτα τῇ τάξει καὶ τὸ ὕστερον, ὡς ὁ ἐν χορῷ πρωτοστάτης τοῦ τριτοστάτου πρότερος· κατὰ γάρ τὴν πρὸς τὸν κορυφαῖον ἀπόστασιν τῇ ·τάξει τὸ πρότερον τούτοις καὶ τὸ ὕστερον· ἀρχὴ γὰρ ὁ κορυφαῖος τοῦ χοροῦ. ὁμοίως καὶ παρανήτη νήτης προτέρα τῇ τάξει κατὰ τὴν πρὸς τὴν μέσην ἀπόστασιν, ἥτις ἐν τῷ ἡρμοσμένῳ ἀρχὴ λαμβάνεται.

Τὰ μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον, πάντας δὲ τοὺς προειρημένους τοῦ προτέρου τρόπους ὄντας πέντε ὑφ’ ἕν τι κοινὸν ὑπάγει, τὸ ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει κατὰ τὴν πρὸς τοῦτο ἀπόστασίν τε καὶ γειτνίασιν τὸ πρότερον λαμβάνεσθαι· καὶ γὰρ εἰ διάφορα τὰ λαμβανόμενα, ὅπου μὲν τόπος, ὅπου δὲ χρόνος, ὅπου δὲ κίνησις, ὅπου δὲ δύναμις, ὅπου δὲ τάξις, ἀλλὰ ὁ τρόπος τῆς λήψεως ὁ αὐτός. ἄλλον δέ φησι τρόπον πρότερα λέγεσθαι παρὰ τὸν προειρημένον τὰ τῇ γνώσει· δοκεῖ γὰρ ὧν ἡ γνῶσις πρῶτον, ταῦτα καὶ ἁπλῶς τε καὶ | τῇ φύσει πρῶτα [*](349) εἶναι, ὧν δὲ ὕστερον, ὕστερα. ὅτι δὲ μὴ ἀπλῶς τὸ τῇ γνώσει πρῶτον καὶ τῇ φύσει πρῶτόν ἐστιν, ἑξῆς δείκνυσι διὰ τῆς τῶν γνωστῶν διαφορᾶς· εἶναι γάρ φησιν ἄλλα μὲν τὰ κατὰ τὸν λόγον πρῶτα, ἄλλα δὲ τὰ τῇ αἰσθήσει· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρῶτα, ἃ καὶ ἁπλῶς τῇ φύσει πρῶτα (διὰ τούτων γὰρ αἱ κατ’ ἐπιστήμην γνώσεις), κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ’ ἕκαστα, ἃ πρὸς ἡμᾶς δοκεῖ τὸ πρῶτον ἔχειν, ἀλλ’ οὐχ ἀπλῶς. διὸ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ πρώτου ἔσται πρῶτα καὶ τὰ καθόλου καὶ τὰ αἰσθητά. λέγει κατὰ τὸν λόγον πρῶτον εἶναι καὶ τὸ συμβεβηκὸς τοῦ συναμφοτέρου, ὅ ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ συμβεβηκότος· καὶ εἴη ἄν τοῦτο κατὰ τὸν λόγον πρῶτον οὐ τῇ γνώσει τῇ κατὰ τὸν λόγον, ἀλλὰ τῷ μέρος εἶναι τοῦ λόγου· τὸ γὰρ ἁπλούστερον πρῶτον, ἁπλούστερον δὲ τὸ μέρος τοῦ ὅλου. καὶ ἔστιν ὅλον μὲν ὁ μουσικὸς ἄνθρωπος, μέρος δὲ τὸ μουσικόν. καίτοι ἀδύνατον μουσικὸν ὅλως εἶναι μὴ ὄντος ὑποκειμένου τινός, ἀλλ’ ὅμως ὕστερον ὂν τῇ οὐσίᾳ πρῶτόν ἐστι τῷ λόγῳ, τῷ μόριον εἶναι τοῦ λόγου τοῦ μουσικὸς ἄνθρωπος. πρότερά φησι λέγεσθαι καὶ ἐν πάθεσι τὰ τῶν πρώτων πάθη τῶν τῶν ὑστέρων. [*](2 τῇ—δυνατώτερον LF: om. Α 14 προτέρα LF: πρότερον A 14. 15 τὴν μέσην LFS: τὸ μέσον A 16 ταῦτα μὲν οὖν L τὸν] τὸ Α 20 τόπος] τὸ ποσόν LF 27. 28 ἀπλῶς καὶ τῇ φύσει e S coni Bonitz 30 πρῶτα LFS: πρῶτον Α 39 τῶν ὑστέρων LF: ἃ τῶν ὑστέρων ἐστι A)

387
πρῶτον δὲ γραμμὴ ἐπιφανείας. μὴ εἰπὼν δὲ κατὰ τί σημαινόμενον τοῦ πρώτου ἡ γραμμὴ τῆς ἐπιφανείας πρῶτόν ἐστιν, δι’ οὗ τρόπου προστίθησιν, ὃν κατὰ φύσιν τε καὶ οὐσίαν λέγει, δείκνυσι κατὰ τί πρότερον ἡ γραμμὴ τῆς ἐπιφανείας· λέγεσθαι γάρ φησι καὶ φύσει τε καὶ οὐσία πρῶτα, ὡς τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δέ, ᾧ φησι σημαινομένῳ πρώτῳ Πλάτωνα χρήσασθαι· οὕτω πρώτη καὶ ἡ γραμμὴ τῆς ἐπιφανείας ἐστίν. φησὶ δέ, ἐπεὶ τὸ εἶναι πλεοναχῶς (δικαχῶς γάρ), τὸ κατὰ τὸ πρῶτον καὶ κατὰ τὴν ὕπαρξίν φησιν εἶναι τὸ πᾶσιν ὑποκείμενον τοῖς ἄλλοις, τοιοῦτον δὲ τὴν οὐσίαν εἶναι· καθὸ γὰρ συναναιρεῖ μὲν μὴ συναναιρεῖται δέ, πρώτη τῶν ἄλλων. ἀλλὰ καὶ καθὸ ὑπόκειται καὶ καθὸ τἆλλα ἔστι τῷ ἐν ταύτῃ ὑποκειμένῃ εἶναι, μάλιστα καὶ πρῶτον ὄν. κατ’ ἄλλο πάλιν σημαινόμενον τοῦ ὄντος τε καὶ τοῦ εἶναι πρότερον εἶναί φησι τὸ πρῶτον δυνάμει ἢ ἐνεργείᾳ ὄν. οὕτως δείκνυσι τὸ ὅλον τῶν αὐτοῦ μερῶν πρῶτον ὂν καὶ ὕστερον· τὸ μὲν γὰρ μέρος πρῶτον τοῦ ὅλου δυνάμει, τὸ δὲ ὅλω ἐνεργείᾳ πρῶτον τῶν μερῶν, ὡς δείξει.. πῶς δὲ τὸ δυνάμει καὶ ἐντελεχείᾳ λέγεται, διὰ παραδείγματος ἔδειξε. κατὰ δύναμιν γὰρ ἡ ἡμίσεια τῆς ὅλης πρώτη καὶ τὸ μόριον τοῦ ὅλου καὶ ὅλως ἡ ὕλη τοῦ | εἴδους τε καὶ συναμφοτέρου· [*](350) δυνάμει γὰρ τούτων ἕκαστον ἐν τῷ ὅλῳ ὂν πρῶτόν ἐστι τοῦ ὅλου ἐνεργείᾳ. ὄντος, τῷ μέρος αὐτοῦ εἶναι (ἐκ γὰρ τῆς συνθέσεως τούτων ὅλον), καὶ οὐδὲν μέρος, ἔστ’ ἄν μέρος ᾖ, ἐστὶ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ· ὅταν δὲ μηκέτι δυνάμει ᾖ, ὡς ἦν ὄντα ἐν τῷ ὅλῳ, ἀλλ’ ἐντελεχείᾳ λαμβάνηται καὶ καθ’ αὑτὰ καὶ μὴ τοῦ ὅλου μέρη, ὅταν δὴ οὕτως ἔχῃ, εἰσὶν ὕστερα τοῦ ὅλου, ὥστε δυνάμει μὲν ὄνια πρῶτα, ἐντελεχείᾳ δὲ ὕστερα· διαλυομένου γὰρ τοῦ ὅλου ἐντελεχείᾳ τούτων ἕκαστον γίνεται χωριζόμενον τοῦ ὅλου ἐν ᾧ ὂν δυνάμει πρῶτον ἦν. ὥστε εἰ κυρίως ὂν τὸ ἐντελεχείᾳ, ἐντελεχείᾳ δὲ τὸ ὅλον, πρῶτον κυρίως ἂν εἴη τὸ ὅλον τοῦ μέρους. οὐ γὰρ ἐντελεχείᾳ πρῶτον τὸ μέρος τοῦ ὅλου (ἐκ γὰρ τῆς τοῦ ὅλου διαλύσεως τὸ μέρος αὐτοῦ ἐντελεχείᾳ γίνεται ὄν· χωρισθὲν γὰρ τοῦ ὅλου τοιοῦτον)· ἑο ὡς δυνάμι δὲ ὂν λαμβανόμενον, ὅτε καὶ μόριόν ἐστι, πρῶτον τοῦ ὅλου τῷ ἐνυπάρχειν αὐτῷ. διὸ ἐντελεχείᾳ μὲν πρῶτον τὸ ὅλον, δυνάμει δὲ τὸ μόριον καὶ τὸ ἐνυπάρχον. τρόπον δέ τινά φησι πάντα τὰ πρότερα καὶ ὕστερα λεγόμενα κατὰ ταῦτα λέγεσθαι. καὶ δι’ ὅ, προσέθηκε· τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, οἷον τὸ ὅλον τῶν μορίων, τὰ δὲ κατὰ φθοράν, οἷον τὸ μόριον τοῦ ὅλου· ὁμοίως δὲ καὶ τἆλλα. λέγει δὲ διὰ τούτων ὅτι πάντα τρόπον τινὰ τὰ λεγόμενα πρότερα καὶ ὕστερα εἶναι κατὰ τὸν τρόπον τοῦτον λέγεται τοῦ [*](1 "post εὐθύτης adde e S προτέρα ἐστὶ τῆς λειότητος· ἡ γὰρ εὐθύτης” Bonitz λειότης A2LFS: τελειότης A1 2 γραμμὴ LFS: γραμμῆς A 3. 4 ἐστίν, τὸν τρόπον προστίθησιν LF 4 δείκνυσι Α: δεικνὺς LF 7 πρώτῳ] πρώτου coni. Bonitz 9 τὸ LFS: om. A 10 γὰρ M Brandis Bonitz: orn. ALF 25 γίνεται χωριζόμενον LFS: post γίνεται add. καὶ ὕστερον A 28 τὸ μέρος τοῦ ὅλου MS: τοῦ μέρους τὸ ὅλον A: τὸ ὅλον τοῦ μέρους LF 30 δὲ LS: om. Α 36 τἄλλα LF: ἄλλα Α 25*)
388
δυνάμει καὶ ἐνεργείᾳ· τῶν γὰρ οὐσιῶν, ὧν αἱ γενέσεις (καὶ γὰρ ἐπὶ ἡ γένεσις κυρίως), αἱ μὲν δυνάμει πρῶται αἱ δὲ ἐνεργείᾳ· τὰ μὲν γὰρ μέρη δυνάμει ὄντα πρῶτα τῶν ὅλων, τὰ δὲ ὅλα ἐνεργεία πρῶτα τῶν μερῶν, ἃ δὴ καὶ διά τῶν ἐφεξῆς δείκνυσι. τὸ δὲ τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι ἴσον ἐστὶ τῷ τὰ μὲν γὰρ κατὰ γένεσιν καὶ ἐνεργείᾳ ὄντα (ἐπὶ τοῦτο γὰρ ἡ γένεσις ὀδός) τοιαῦτα δὲ τὰ ὅλα. τοῦ δὲ πρῶτα εἶναι δεικτικῷ ἐχρήσατο τῷ ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι. ἃ γὰρ ἔστι μὴ ὄντων ἐκείνων μηδέπω πρὸς ἃ συγκρίνεται κατὰ τὸ πρότερον, δῆλον ὅτι πρότερα. ὄντος δὲ τοὺ ὅλου ἐνεργείᾳ, οὐχ ·οἷόν τε εἶναι αὐτοῦ τά μέρη ἐνεργείᾳ. ὥστε ἐν μὲν τῇ γενέσει τοῦ ὅλου ὑπάρχοντος, πρῶτον τὸ ὅλον τῶν μερῶν, εἴ γε τὸ μὲν ἔστι τὸ δὲ μὴ ἔστιν· ἐν δὲ τῇ φθορᾷ τοῦ ὅλου πάλιν τὸ μὲν μόριον ἔστι, τὸ δὲ ὅλον οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν ὅλον ἐν τῇ γενέσει ἔστι, τὸ δὲ μέρος ἐν τῇ φθορᾷ, κατὰ τὸ ἐνεργείᾳ εἶναι καὶ τὸ δυνάμει συγκρίνοιτο. τὸ δὲ ὁμοίως δὲ καὶ τἄλλα προσέθηκε λέγων καὶ ἐπὶ τῶν ἄλλων τῶν ὄντων, ὧν οὐκ ἔστιν ἡ κυρίως γένεσις (οὐ γὰρ πάντα τὰ ὄνια διὰ γενέσεως τὸ ἔχουσιν, εἴ γε τῶν φθαρτῶν οὐσιῶν ἡ κυρίως γένεσις μόνων), καὶ ἐπ’ [*](351) ἐκείνων οὖν, ὧν οὐκ ἔστι μὲν γένεσις, ὅλα δέ πὼς ἐστι καὶ αὐτὰ καὶ μέρη ἔχει, ὁμοίως ἕξει· δυνάμει γὰρ καὶ ἐπ᾿ ἐκείνων τὰ μόρια τοῦ ὅλου πρῶτα ὄντα ἔσται ἐνεργείᾳ ὕστερα. ὕστερα. οὕτως ἐπὶ γραμμῆς καὶ τῶν συμβεβηκότων ἀπάντων τῇ οὐσίᾳ, ποσοῦ, ποιοῦ, τῶν ἄλλων. τὰ δὲ ἰῶν ἀιδίων καὶ θείων σωμάτων μέρη οὐδὲ δυνάμει ἄν εἴη ὄντα ἐν τῷ ὅλω, εἴ γε δυνάμει ὄντα μέρη ταῦτα ἃ οἷόν τέ ποτε καὶ ἐνεργεία γενέσθαι (??) χωρισθέντα τοῦ ὅλου, τὰ δὲ ἐκείνων μέρη ἀχώριστα τοῦ ὅλου, ὄντος ἐκείνου ἀεὶ ἐνεργείᾳ. τῶν δέ γε συμβεβηκότων τῇ οὐσίᾳ εἰ καὶ μὴ κυρίως ἡ γένεσις κατηγορεῖται, ἀλλ’ ἔστι γέ τις καὶ τούτων γένεσις, ἡ κατὰ προσθήκην λεγομένη, ἀλλ’ οὐχ ἀπλῶς· καὶ ἔστι καθ’ ἕκαστον καὶ τούτων γένεσις, καὶ τὸ μὲν ἐνεργείᾳ πρότερον, τὸ δὲ δυνάμει ὕστερον. ἐνεργείᾳ μὲν γὰρ πρῶτον τὸ εἰς ὃ ἡ μεταβολὴ καθ’ ἕκαστον γένος γίγνεται, δυνάμει δὲ οὗ· καὶ μεταβάλλοντος πάλιν ἐκ τούτου δυνάμει μὲν πάλιν τοῦτο πρῶτον, ἐκεῖνο δὲ εἰς ὃ μεταβάλλει, ὃ κατὰ τὴν πρώτην μεταβολὴν δυνάμει πρῶιον ἦν, [οὐκ] ἐνεργείᾳ. δι’ ἣν μεταβολὴν γίνεται καὶ τὰ μέρη δυνάμει τοῦ ὅλου πρῶτα, καὶ τὸ ὅλον πάλιν καὶ αὐτὸ τῶν μερῶν δυνάμει πρῶτον. τῷ γὰρ δύνασθαι τὸ ὅλον φθαρῆναι εἰς τὰ μέρη, ὅταν ᾖ ἐνεργεία ὅλον, ἔσται δυνάμει τὰ μέρη. οὕτω μὲν οὖν συγκρινομένων τῶν μερῶν κατὰ τὸ δυνάμει, πρῶτα τὰ μέρη τοῦ ὅλου δυνάμει, κατὰ δὲ τὸ ἐνεργείᾳ πρῶτον τὸ ὅλον τῶν μερῶν, ὡς δέδεικται· ὃ μὲν γὰρ πρῶτον ἐνεργείᾳ ἐστί τινων, τοῦτο πρῶτον ἐκείνων ἀπλῶς, ὃ δὲ πρῶτόν τινων δυνάμει ἐστί, τοῦτο ἐκείνων δυνάμει πρῶτον οὐχ ἀπλῶς.

[*](4 ἃ δὴ—ἐφεξῆς scripsi: ἀδικωνιδικῶν ἐφεξῆς Α sed in marg. μήποτε οὕτω γρ. διὰ τῶν ἐφεξῆς vel eadem manus vel Α2: διὰ τῶν uin. LF 7 TipuJ-raLFS: πρώτου Α 14 τὸ δὲ LS: om. A 18 οὺν LS: om. A οὐδὲ—μέρη LS: om. Α πάλιν ἐκ τούτου γίνεται τὸ εἰς ὃ μεταβάλλει L: eadem fere S 32 οὐκ del. Bonitz)
389

Ἑξῆς δὲ τὰ τῆς δυνάμεως σημαινόμενα ἐκτίθεται, καὶ δύναμιν λέγει λέγεσθαι ἕνα μὲν τρόπον τὴν ἀρχὴν τῆς κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ καθ᾿ ἣν γὰρ τὸ ἐνεργοῦν καὶ τὸ ποιοῦν ποιεῖ, τοῦτο δύναμις. τὸ δὲ ἢ μέτα βολῆς· εἷπεν ὅτι οὐ μόνον κινήσεως ποιητικὴ ἡ δύναμις, ἀλλὰ καὶ ἠρεμίας, καθ’ ἧς τὸ μὲν τῆς μεταβολῆς ὄνομα κατηγορεῖν ὀρθόν, τὸ δὲ τῆς κινήσεως οὐκέτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν ἐρεῖ. οὕτω δυνάμεις αἱ τέχναι ἂν εἶεν· κατὰ γὰρ αὐτὰς ἐνεργοῦδί τε καὶ ποιοῦσιν οἱ τεχνῖται. τοιαύτη δύναμις ἡ ποιητική, ἣ οὐκ ἐν τῷ κινουμένῳ τε καὶ γινομένῳ (οὐδὲν οὐδὲν γὰρ αὑτὸ ποιεῖ), ἀλλ’ ἐν ἑτέρῳ· ἐν γὰρ τῷ οἰκο|δόμῳ, οὐκ [*](352) ἐν τῷ οἰκοδομουμένῳ ἡ ποιητικὴ δύναμις τῆς οἰκίας. ἐπεὶ οὖν κεχώρισται τὸ ποιοῦν του ποιουμένου καὶ εστιν η ποιητικὴ ουναμις ὲν τῳ ποιοῦντι, ἀνάγκη ἐν ἑτέρῳ αὐτὴν εἶναι καὶ οὐκ ἐν τῷ ποιουμένῳ. ἐπεὶ δὲ ἐνδέχεταί τινα καὶ αὑτῷ αἴτιον μεταβολῆς γενέσθαι τῆς κατά τι, ἔχοντα τὴν ἀρχήν, καθ’ ἣν ἡ μεταβολὴ καὶ ὑφ᾿. ἧς, ὡς ὅταν ἰατρὸς αὑτὸν ὑγιάζῃ, διὰ τοῦτο προσέθηκε τῷ ἐν ἑτέρῳ τὸ ἢ ᾗ ἕτερον· οὐ γὰρ ᾗ νοσεῖ, ταύτῃ τὴν δύναμιν τοὺ αὑτὸν ἰᾶσθαι ἔχει· οὐ γὰρ ταὐτὸν ἰατρῷ τε εἶναι καὶ ἰατρευομένῳ τε καὶ νοσοῦντι. τὴν μὲν οὖν οὕτως φησὶ δύναμιν λέγεσθαι, τὸ δὲ ὅλως προσέθηκεν ἤτοι τοὐ καθόλου δηλωτικόν, ὡς εἶναι τὸ εἰρημένον ‘ἡ μὲν οὖν καθόλου ἀρχὴ μεταβολῆςε’, ἢ τοῦ κυρίως, ἐπεὶ καὶ αὐτῷ δοκεῖ ἡ ποιητικὴ δύναμις κυριωτάτη δύναμις λέγεσθαι, ὡς προιὼν ἐρεῖ καἰ ἐν τούτῳ καὶ ἐν τῷ Θ ταύτης τῆς πραγματείας, ἐν ᾧ προηγουμένως περὶ δυνάμεως ποιεῖται τὸν λόγον. ἑξῆς δὲ σημαινόμενον δυνάμεως ἐκτίθεται, καθ’ ἣν λέγεται δύναμιν ἔχειν τινὰ τοῦ πάσχειν τε καὶ κινεῖσθαι ὑπό τινων. ἔστι μὲν οὖν ἑκατέρα τῶν εἰρημένων δυνάμεων ἐν τοῖς ἔχουσιν· ἀλλ· ἡ μὲν ποιητικὴ ἄλλου καὶ ἐκτός τινός ἐστι ποιητική, ἡ δὲ παθητικὴ ὑπ’ ἄλλου τινὸς καὶ ἐκτὸς ὄντος παθητικὴ οὖσα ἐν τῷ πάσχοντι καὶ μεταβάλλοντί ἐστιν· τὸ γὰρ ὑφ’ ἑτέρου τὴν παθητικὴν σημαίνει. τὸ δὲ ᾗ ἕτερον προσέθηκε πάλιν διὰ τὸν ἰατρὸν τὸν αὑτὸν ἰ.ώμενον· νοσῶν γὰρ καὶ δύναμιν ἔχων τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι καὶ θεραπεύεσθαι, εἰ καὶ οὗτος τὴν ποιητικὴν ταύτης τῆς μεταβολῆς δύναμιν ἔχει, ἀλλ’ οὐχ ὤσων, ἀλλὰ καθὸ ἕτερόν τί ἐστιν· καθὸ γὰρ ἰατρός, ἄλλος ἐστὶ τοῦ νοσοῦντος. οὐ γὰρ τῷ νοσοῦντι τὸ νοσεῖν ἐν τῷ ἰατρῷ εἶναι (ὡς γὰρ ποιεῖν δύναμίς ἐστιν. οὕτω καὶ τοὺ πάσχειν), καὶ ταύτην τὴν παθητικὴν αἰτίαν τὴν φύσει εἶναι. ὁτὲ μὲν οὖν, φησί, κατὰ τῶν ὅλως παθεῖν τι δυναμένων τὸ δύνασθαι κατηγορεῖται, ὁτὲ δὲ οὐ κατὰ πάντων παθῶν, ἀλλὰ κατὰ τῶν βελτιόνων ἀντικειμένων τὴν καθὸ εἰς τὸ βέλτιον δύναται μεταβάλλειν τινὰ λεγόντων ἡμῶν δύναμιν, οἷον τὴν εἰς ὑγίειαν, ἀλλ’ οὐ τὴν [*](4 post ἐνεργοῦν addendum ἐνεργεῖ censet Bonitz 14 τινα om. LF αὐτῷ scripsi: αὐτῷ lihri 15 ἀρχὴν] τροπὴν L 16 ἢ ᾗ ἕτερον S et fort. Α 22 καὶ ἐν τόμω τῆσδε τῆς L ἐν τῷ Θ ταύτης τῆς πραγματείας] c. 1 24 ἔχειν LFS: ἔχει Α 26. 27 ἡ δὲ παθητικὴ LPS: om. Α 28 τὸ γὰρ LFS: εἰ γὰρ Α σημαίνει LFS: σημαίνοι Α 29 αὐτόν FS: αὐτὸν AL 31 ταύτης LS: ταύτην Α 37 ἀντικειμένων LFS: καὶ ἀντικειμένων Α)

390
εἰς νόσον· ἀδυναμίαν γὰρ ἐκείνην μᾶλλον ἔθος ἢ δύναμιν λέγειν. καὶ ἐπὶ τῆς ποιητικῆς δὲ δυνάμεως δείκνυσι τὴν τοιαύτην οὖσαν διαφοράν· λέγεσθαι γὰρ οὐ μόνον τὴν ποιητικήν τινος ἁπλῶς, ἀλλ’ ὅταν καὶ καλῶς τοῦτο ἐπιτελεῖν οἷόν τε ᾖ, ἢ κατὰ τὴν αὐτοῦ προαίρεσιν. οἷον ἄν καλῶς τις λέγῃ, δύναμιν τοῦ λέγειν φαμὲν ἔχειν, ἀλλ’ οὐκ εἰ ἁπλῶς λέγει. καὶ τὸν μὲν ἐλθόντα που | κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀπὸ δυνάμεως τοῦτο [*](353) οἰκείας φαμὲν πεποιηκέναι, οὐκέτι δ’ ἂν ὑπ’ ἄλλων ἀγόμενος μετὰ βίας ἔλθῃ. εἶπε δὲ καὶ ἐπὶ τοῦ πάσχειν τὸ ῥητὸν τοῦτο, οὗ πάλιν διὰ βραχέων ἡμάς ὑπέμνησεν εἰπὼν ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν· δυνατὸς γὰρ ὁρᾶν ὁ ὁπωσοῦν ὁρῶν καὶ ὁ καλῶς αἰσθάνεσθαι καὶ ὁ ὁπωσοῦν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ ἡ ποιητικὴ δύναμις ἀρχὴ κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, πῶς ὑπάγοιντο ἂν ταύτῃ τῇ δυνάμει οἱ κατὰ τὴν ἐν αὐτοῖς δύναμιν βαδίζοντες καὶ κατὰ τὴν ἐν αὐτοῖς προαίρεσιν λέγοντες; δοκοῦσι γὰρ οὗτοι κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως. καὶ γὰρ ἡ τέχνη καὶ ἡ προαίρεσις ἀρχαὶ οὖσαι ἐν αὐτοῖς εἰσι τοῖς κατὰ ταύτας κινουμένοις. μήποτε οὖν ὡς ἄλλης οὔσης ταύτης τῆς δυνάμεως παρὰ τὴν ποιητικὴν μνημονεύει, καὶ ἔστιν αὕτη καθ’ ἣν αἱ ἀπὸ τῶν ἕξεων ἐνέργειαι γίγνονται τοῖς τὰς ἕξεις ἔχουσι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ πάσχειν ἀντὶ τοῦ ὁμοίως ὡς καὶ ἐπὶ τοῦ πάσχειν· προείρηκε γὰρ τοῦτο καὶ ἐπὶ τῶν πασχόντων. ἐπὶ τούτοις δυνάμεως σημαινόμενον ἐκτίθεται· τὸ κατὰ τὰς ἕξεις, καθ’ ἃς ἀπαθεῖς ἢ δυσπαθεῖς λέγομέν τινας τοῦ χείρονος· δοκεῖ γὰρ κατὰ ἀδυναμίαν εὐπάθεια τῶν χειρόνων εἶναι, κατὰ δύναμιν δὲ ἡ τῶν αὐτῶν τούτων δυσπάθεια ἢ ἀπάθεια. ἀπλῶς μὲν οὖν ἀπαθῆ τὰ θεῖα, τινῶν δὲ ἀπαθῆ ἐστί τινα καὶ τῶν ἐν γενέσει, ὡς ἡ σαλαμάνδρα μὲν τοῦ καίεσθαι δοκεῖ, ὁ δὲ ἀδάμας τοῦ διαιρεῖσθαι. ταῦτα μὲν οὖν τῆς δυνά- μεως τὰ σημαινόμενα παρατίθεται. ἐπιζητήσαι δ’ ἄν τις, ἐπεὶ καὶ ἡ φύσις δύναμίς τίς ἐστιν, εἰς τίνα τῶν εἰρημένων τρόπων ὑπάγοιτο ἄν. ἢ εἰ ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως ἐν αὐτῷ, εἴη ἄν ὑπὸ τὴν παθητικὴν δύναμιν· τὰ γὰρ φύσιν ἔχοντα τοῦ κινεῖσθαι ὑπ’ ἄλλου δύναμιν ἔχει, ὡς ἔδειξεν ἐν Φυσικῇ ἀκροάσει. ἡ δὲ ψυχὴ ὑπάγοιτο ἄν τῇ ποιητικῇ δυνάμει· ἐν ἑτέρῳ γὰρ ἢ ᾗ ἕτερον· ὁ γὰρ κινούμενος κατὰ ψυχὴν ἔοικέ πως τῷ ἑαυτὸν ἰωμένῳ· ἑτέρα γὰρ ἡ ψυχή, καθ’ ἣν κινεῖται ὁ περιπατῶν,. τοῦ κινουμένου σώματος. ἢ ἡ μὲν ψυχὴ ἀρχὴ τῆς κινήσεως ἀναλόγως τῇ φύσει, οἱ δὲ κατὰ τὰς ἐν τῇ ψυχῇ τέχνας κινούμενοί εἰσιν οἱ κατὰ τὰς ἐν αὐτοῖς ἕξεις ἐνεργοῦντες.

Λεγομένης δὲ τῆς δυνάμεως τοσαυταχῶς (τετραχῶς γάρ, ἡ παθητική ἡ ἕξις καὶ ἡ κατὰ τὴν ἀπάθειαν), ἐπεὶ τὸ δυνατὸν ἀπὸ τῆς δυνάμεως καὶ τοῦ ταύτην ἔχειν παρωνόμασται, εἰπὼν περὶ τῶν δυνάμεων [*](2 οὖσαν LF: οὐσίαν Α 4 ᾖ LF: om. Α 7 ὐπ’ ἄλλων LF: ἀπ’ ἄλλων Α 10 αἰσθάνεσθαι—ὁπωσοῦν] et senlire modo is posse dicitur, qui exquisite sentit, modo qui utcunque S: καὶ αἰσθάνεσθαι καὶ ὁ καλῶς αἰσθανόμενος καὶ ὁ ὁπωσοῦν coni. Bonitz 12 ἢ ᾗ L: ἢ om. A 22 ἡ τῶν LF: ἡ om. A ἐν Φυσικῇἀκροάσει] Β 1 37 παθητική, ἡ τοῦ καλῶς καὶ ἑξῆς ἡ κατὰ τὴν L 38. p. 391,1 περὶ—σημαινομένων Α: περὶ τῆς τῶν σημαινομένων δυνάμεως L: περὶ τῶν τῆς δυνάμεως σημαινομένων coni. Bonitz)

391
τῶν σημαινομένων, ἐφεξῆς περὶ τῶν τοῦ δυνατοῦ λέγει. καὶ πρῶτον δυνατόν φησι λέγεσθαι τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τοῦτ’ ἔστι τὸ ἔχον ἀρχὴν ἰῆς κινήσεως. προσθεὶς δὲ τὸ καὶ μεταβολῆς ἐξηγήσαιο [*](354) διὰ τί τοῦτο προσέθηκε· καὶ γὰρ τὸ στατικόν τινος δυνατόν, οὐ μόνον τὸ κινητικόν· μεταβολὴ δὲ καὶ ἡ ἐκ κινήσεως εἰς ἠρεμίαν. προσθεὶς δὲ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον ἐπλήρωσε τὸν λόγον τοῦ οὕτως δυνατοῦ. τὸ γὰρ ἔχον ἀρχὴν κινήσεως ἢ μεταβολῆς τῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, δυνατόν, ὁποῖόν ἐστι τὸ ποιητικόν· τὸ δὲ ἢ ᾗ ἕτερον πάλιν προσέθηκε διὰ τοὺς καὶ αὑτοὺς ἰωμένους ποτέ. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ δυνατοῦ τῇ τῆς πρώτης δυνάμεως παρουσίᾳ τῆς ποιητικης δυνατὸν λέγεται. οευτερον προστίθησι τοῦ δυνατοῦ τρόπον, ἂν ὑπ’ ἄλλου πάσχειν τι δύνηται· ὃ γὰρ οἷόν τε πάσχειν ὑπό τινος, καὶ οὗ ἔστι κινητικόν, τοῦτο δυνατὸν καὶ αὐτὸ τῷ πάσχειν ὑπ’ ἐκείνου δύνασθαι· ἦν γὰρ καὶ δύναμίς τις παθητική, ἣν τὸ ἔχον εἰκότως ἄν δυνατὸν λέγοιτο. βραχέως δὲ ἠρμήνευσε τὸν τρόπον τοῦτον τοῦ δυνατοῦ εἰπὼν ἕνα δὲ ἄν ἔχῃ τι αὐτοῦ ἄλλο δόναμιν τοιαύτην. ἄλλον τρόπον δυνατόν φησιν εἶναι τὸ ἔχον δύναμιν, καθ’ ἣν ὁτιοῦν οἷόν τέ ἐστι κατὰ τὴν ἐν αὐτῷ δύναμιν μεταβάλλειν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον. καὶ εἴη ἂν τοῦτο τὸ δυνατὸν λεγόμενον κατὰ τὴν δύναμιν ἐκείνην, καθ’ ἥν, ὡς ἔλεγεν, τὸ καλῶς ἐπιτελεῖν τι ἐγίγνετο, ἣν ἐλέγομεν εἶναι τὴν κατὰ τὰς ἕξεις τε καὶ τὰς ἐπιστήμας, ἀφ’ ὧν αἱ κατ’ αὐτὰς ἐνέργειαι, αἷς καὶ παραδείγμασιν ἐχρήσατο τῆς δυνάμεως. δοκεῖ δὲ καὶ ἀναθεὶς ταύτῃ τῇ δυνάμει τὸ συνεῖναι αὐτῇ κἀκεῖ τὸ ποιητικόν· τὰ γὰρ δύναμιν ἔχοντα τοῦ ὁπωσοῦν κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν δυνατὰ εἶπεν, ἐκτείνας τὴν δύναμιν καὶ ἐπὶ τὰ χείρω. ἔτι παραδείγμασιν ἐπ’. αὐτῆς κέχρηται νῦν, οὐχ ὡς τότε, ἐνεργείαις τισὶν ἀπὸ ἕξεων γινομέναις, ἀλλὰ τῶν παθητικῶν δυνάμεων, εἰπὼν καὶ γὰρ τὸ φθειρόμενον. εἰπὼν δὲ τὰ ὅλω, πάσχειν τι δυνάμενα ἄν τε χεῖρον ἄν τε βέλτιον δυνατὰ λέγεσθαι, διαστολῇ τινι ἐχρήσατο ἐπί τε τῶν τὰ βελτίω καὶ τῶν τὰ χείρω δυναμένων· τὸ μὲν γὰρ αὐξόμενόν τε καὶ γιγνόμενον καὶ ὅλως εἰς τὸ βέλτιον μεταβάλλον τῷ ἔχειν ἕξιν ἐν ἑαυτῷ τινα τοιαύτην μεταβάλλει εἰς ταῦτα, τὸ δὲ μειούμενόν τε καὶ φθειρόμενον τῷ ἐστερῆσθαι τῆς τοιαύτης ἕξεως. πῶς οὖν καὶ ταῦτα δυνατὰ καὶ δύναμιν ἔχειν λέγοιτ’ ἂν καὶ κατὰ τί, ἔδειξεν εἰπὼν εἰ δ’ ἡ στέρησίς ἐστιν ἕξις πως, πάντα τὰ ἐστερημένα ι τῷ ἔχειν ἂν εἴη. δοκεῖ γὰρ ἡ στέρησις [*](355) διάθεσίς τις εἶναι καὶ αὐτή· οὐ γὰρ ἀπουσίαν ψιλὴν ἡ στέρησις σημαίνει, ἐπεὶ οὕτως ἴσον ἂν ἐδύνατο τῇ ἀποφάσει, ἀλλὰ μετά τινος διαθέσεως· διὰ [*](2 μεταβολῆς LFS: μεταβολῇ Α 5. 6 ἐν ἑτέρῳ LFS: ἐν om. A 6 et 7 ἡ ᾖ S: ἡ Α: ᾗ LF 8 ἡ ᾖ S: ᾗ ALF 13 τῷ LF: τὸ Α 17 ὁτιοῦν] ἐφ’ ὁτιοῦν eoni. Bonitz 22 αὐτῇ LFS: αὐτῷ Α κἀκεῖ τὸ scripsi: κἀκεῖ LF: κἀκεῖνο Α 23 αὐτοῖς LS: αὐτῷ Α 24 δυνατὰ LS: δυνατὸν Α 24. 2.5 παραδείγμασιν MS: παραδείγματα AL 2.5 αὐτῆς L: αὐτοῖς Α 26 καὶ L: om. Α 33 εἰ δ’ ἡ στέρησις A2L: ἡ δ’ ὑστέρησις Α1 34 τὰ ἐστερημένα non legitur in Metaph.: universa possibilia 8)
392
τοῦτο γὰρ οὐ ταὐτὸν τὸ οὐ βλέπειν τῷ τυφλὸν εἶναι. εἰ γὰρ τοῦ πεφυκότος καὶ ὅτε πέφυκεν ἀπουσία ἡ στέρησίς ἐστιν, ὅμως γίγνεταί τις διάθεσις· διάθεσις δέ ἐστί τινος ποιὰ περὶ τὸ ὑποκείμενόν τε καὶ πεφυκὸς τὴν ἕξιν ἔχειν γινομένη. ἕξις οὖν πως καὶ ἡ στέρησις· οὐχ ἁπλῶς γὰρ ἕξις, εἴ γε ἐστὶν ἕξεως στέρησις, ἀλλ’ οὕτως ἕξις, ὡς εἶπον, τῷ ποιά τις διάθεσις εἶναι τοῦ ὑποκειμένου· εἶναι γάρ τι δεῖ πάθος περὶ τὸ ὑποκείμενον, ὃ εἴη ἄν τις ἕξις. διὰ τοῦτο καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν στέρησιν εἶδός πως εἶπεν. εἰ οὗν ἕξις τις καὶ ἡ στέρησις, καὶ τὰ εἰς τὰ χείρω μεταβάλλοντα τῷ ἕξιν τινὰ καὶ δύναμιν ἔχειν μεταβάλοι ἄν· δύναμις γάρ τις καὶ ἡ στέρησις, εἴ γε καὶ ἕξις. ὥστε τὸ μὲν τῷ ἀρχὴν καὶ δύναμιν ἔχειν, καθ’ ἣν οὐδὲν τῶν χειρόνων οἷόν τέ τι πάσχειν, δυνατὸν λέγοιτο ἄν, τὸ δὲ τῷ τὴν τῆς τοιαύτης δυνάμεως στέρησιν. εἰπὼν δὲ τοῦτο ἐπιφερει, ἡ εἰ μὴ εἴη ἕξις τις ἡ στέρησις, ὁμωνύμως ἂν εἴη ουνατα τὰ τε πρὸς τὸ βέλτιον μεταβάλλοντα καὶ τὰ εἰς τὸ χεῖρον· τὰ μὲν γὰρ τῷ ἕξιν ἔχειν, τὰ δὲ τῷ ἐστερῆσθαι ταύτης τῆς ἕξεως. εἰπὼν δὲ ἔχειν στέρησιν, προσέθηκεν εἰ ἐνδέχεται ἔχειν στέρησιν. εἰ μὲν γὰρ εἴη ἕξις τις ἡ στέρησις, λέγοιτο ἄν τὸ ἐστερημένον ἔχειν στέρησιν· εἰ δὲ ἀπουσία τις εἴη μόνον, οὐκ ἂν κυρίως τὸ ἔχειν ἐπ’ αὐτῆς λέγοιτο. ἄλλον δέ φησι τρόπον δυνατὸν λέγεσθαι τὸ ἀπαθές, οὗ μηδὲν ἔχει δύναμιν φθαρτικὴν μήτε ἐκτὸς ὂν αὐτοῦ μήτε ἐν αὐτῷ· τούτου γὰρ δηλωτικὸν τὸ προσκείμενον τὸ ᾗ ἄλλο· εἰ γὰρ καὶ ἔχοι τι ἐν αὐτῷ τὸ δυνάμενον αὐτὸ φθείρειν, ἀλλ’ ὡς ἄλλο τι ἔχον ἐν αὐτῷ ἕξει· οὐδὲν γὰρ αὐτὸ αὑτοῦ φθαρτικόν. προστίθησι δὲ καὶ ὅτι πάντα ταῦτα (λέγοι δ’ ἄν τά τε κατὰ τὸ ποιεῖν δυνατὰ λεγόμενα καὶ κατὰ τὸ πάσχειν καὶ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἀπαθείας) δυνατὰ λέγεται ἢ τῷ ἁπλῶς δυνατὰ γενέσθαι ἢ τῷ καλῶς· καθ’ ἕκαστον γὰρ τῶν εἰρημένων δυνατῶν ἑκάτερον τούτων χώραν ἔχει, καὶ τὸ καλῶς καὶ τὸ κακῶς. ἔδειξε δὲ τὸ διττὸν τοῦτο ὂν καὶ ἐπὶ τῶν ἀψύχων· τὴν γὰρ λύραν οὕ φασι δύνασθαι | φθέγγεσθαι τὴν μὴ εὔφωνον, ὡς τοῦ δύνασθαι [*](356) συνήθως ἐπὶ τῶν τὸ εὗ δυναμένων κατηγορουμένου.

Εἰπὼν δὲ περὶ δυνάμεως καὶ τοῦ δυνατοῦ, ὅτι τῆς δυνάμεως παρουσία λέγεται τοιοῦτον, ἀκολούθως καὶ περὶ ἀδυναμίας λέγει· ἀντίκειται γὰρ τῇ δυνάμει. καθ’ ἕκαστον δὴ τῶν ἰῆς δυνάμεως τρόπων ἀδυναμία τις οἰκεία ἀντίκειται. ἦν δὲ τῆς δυνάμεως ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, ἑκατέρα δὲ διττή· ἡ μὲν γὰρ ἀπλῶς ποιητική, ἡ δὲ τοῦ εὖ καὶ τοῦ καλῶς, ὁμοίως καὶ παθητικὴ ἡ μὲν τοῦ πάσχειν ἁπλῶς οὖσα δύναμις, ἡ δὲ τοὐ καλῶς, καὶ παρὰ ταύτας ἥ τε κατὰ τὰς ἕξεις, καὶ ἔτι ἡ κατὰ τὰς ἀπαθείας, ἃ δὴ καὶ αὐτὰ τὸ προειρημένον διττὸν ἕξει. καὶ ἀδυναμία δὴ πολλαχῶς· λέγει δὲ κοινῶς ἀδυναμίαν εἶναι στέρησιν δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς. [*](1 εἰ—περὶ τὸ (3) LFS: τοῦ γὰρ πεφυκότος καὶ ὅτε πέφυκεν ἀπουσία ἠ στέρησις ἦν, ἣ ὁμοῦ γίγνεται· διάθεσις οὖν ἐστί τινος περὶ τὸ Α 7 ἐν ἐν τῇ Φυσικῇ ἀκροάσει] Β 1 p. 193 b 10 τὸ μὲν τῷ LFS: τῷ μὲν τὸ A 11 δυνατὸν—εἰ (13) LFS: om. A 21 et 22 αὐτῷ] αὐτῶ coni. Bonitz 22 αὐτοῦ S Brandis Bonitz: αὐτοῦ ALF 37 διττὸν LFS: ῥητὸν Α LFS: δὲ A)

393
τετραχῶς οὖν λεγομένης τῆς δυνάμεως, καθ’ ἑκάστην ἄν αὐτῶν εἴη στέρησίς τις καὶ ἀδυναμία. καὶ ταύτην φησὶ καθ’ ἐκάστην δύναμιν τῶν δύοτῶν πρώτων ῥηθεισῶν τριχῶς λέγεσθαι. ἐπί τε γὰρ τῆς ποιητικῆς, ἥτις εἴρηται δύναμις εἶναι ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, τριχῶς ἡ ἀδυναμία κατηγορεῖται, ὡς εἰ τοῦ λίθου τις ἀδυναμίαν τοῦ οἰκοδομεῖν ἢ τοῦ γεννᾶν κατηγοροίη, ἢ τοῦ πεφυκότος ἔχειν, καὶ τούτου ἁπλῶς ὅτε μὴ ἔχει, ὡς εἰ τοῦ παιδός τις μήπω πεφυκότος γεννᾶν κατηγοροίη ὡς ἀδυνάτου. αὗται μὲν οὗν αἱ ἀδυναμίαι κοινῶς καὶ οὐ κυρίως στερήσεις· κυρίως δὲ ὅτε πέφυκεν ἤδη ἔχειν, ὡς ἐπὶ τοῦ ἤδη τελείου καὶ τοῦ εὐνούχου· ὁ μὲν γὰρ εὐνοῦχος ἀδύνατος γεννᾶν τῷ ἀπλῶς ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως, ὁ δὲ παῖς τῷ μηδέπω δύναμιν ἔχειν, ὁ δὲ λίθος τῷ καὶ τὴν ἀρχὴν ἀνεπίδεκτος εἶναι. αὐτὸς δὲ παραδείγμασι κέχρηται τῶν προειρημένων παιδὶ καὶ ἀνδρὶ καὶ εὐνούχῳ, τῷ μὲν εὐνούχῳ ἐπὶ τοῦ ὅλως ἐστερημένου, ἐφ’ οὗ καὶ ὁ λίθος ἔκειτο, τῷ δὲ παιδὶ ἐπὶ τοῦ ἔχοντος μὲν τὴν δύναμιν μήπω δὲ δι’ ἡλικίαν πεφυκότος, τῷ δὲ ἀνὸρὶ ἐπὶ τοῦ πεφυκότος καὶ ὅτε πέφυκε μὴ ἔχοντος. ὡς δὲ ἐπὶ τῆς ποιητικῆς δυνάμεως τριχῶς ἡ ἀντικειμένη ἀδυναμία λεγομένη ἐλέχθη ὑπ’ αὐτοῦ, οὕτω βούλεται καὶ ἐπὶ τῆς παθητικῆς δυνάμεως τριχῶς τὴν ἀδυναμίαν λέγεσθαι. καὶ λέγοιτο ἄν ἢ τὸ μηδ’ ὅλως πάσχειν τι δυνάμενον ἀδύνατον, καὶ ἐστερῆσθαι τῆς τοιαύτης παθητικῆς ποιότητος, κοινότερον ἡμῶν χρωμένων τῇ στερήσει· οὕτως ὁ τοῖχος λέγοιτο ἂν ἀδύνατος μαθεῖν τὰ γραμματικὰ ἢ ὅλως αἰσθάνεσθαι ἢ τρέφεσθαι. τὸ δὲ τῷ πεφυκὸς μηδέπω ἔχειν ὡς τὸ παιδίον· οὐδέπω γὰρ τοῦτο δύναται γεωμετρεῖν ἢ μανθάνειν, ὡς καὶ τὸ εὐθὺς γεννηθὲν σκυλάκιον ἐν ἀδυναμία ἐστὶ καὶ στερήσει. τὸ δὲ ὅτε πεφυκεν ὁρᾶν μὴ ὁρῶν ἀδύνατον τῷ κυρίως ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως. λέγει καὶ καθ’ ἑκάστην δύναμιν τήν τε καλῶς καὶ τὴν ἀπλῶς κινητικὴν ἀδυναμίαν τινὰ ἀντικεῖσθαι. ἰῇ μὲν οὗν ἁπλῶς κινητικῇ εἴρηται ἡ ἀντικειμένη ἀδυναμία, καὶ δέδεικται τριχῶς λεγομένη· εἴη δ’ ἂν καὶ τῇ καλῶς κινητικῇ ἀντικειμένη ἀδυναμία, καθ’ ἣν πεφυκός τι καὶ ἐπιδεχτικὸν ὂν τοῦ καλῶς γεννᾶν ἢ ποιεῖν ἐστέρηται αὐτοῦ, ὡς οἱ διὰ μοχθηρίαν ἕξεως κατ’ ἀρετὴν κινῆσαί τινα μὴ δυνάμενοι. ὁμοίως καὶ ἡ τῇ δυνάμει τῇ κατὰ τὸ δύνασθαι πάσχειν λεγομένη ἀντικεῖσθαι ἀδυναμία εἴη ἂν ἀντικειμένη· τὸ γὰρ καὶ καθ’ ἑκατέραν τούτων τοῦ τε ποιεῖν καὶ πάσχειν τρίτην ζητεῖν ἀντίθεσιν περίεργόν τε καὶ πολλάκις ταὐτὰ λέγειν θελόντων ἀχρείως. καὶ ἐκεῖνο δ’ ἄν τις ἐπισημήναιτο, πῶς οὐκ ἐμνημόνευσε τῶν ἄλλων δυνάμεων, τῆς τε κατὰ τὰς ἕξεις καὶ τῆς κατὰ τὰς ἀπαθείας. ἢ διὰ τοῦ κοινῶς εἰπεῖν στέρησις δυνάμεως εἴη ἂν καὶ περὶ τούτων κοινῶς [*](4 ἢ ᾗ S Bonitz: ἢ et deinde lac. Α: ᾖ L 7 πεφυκότος LFS: πεφυκὸς Α τούτου. ἢ ἁπλῶς ὅτι μὴ L 10 τελείου· ὡς ἐπὶ τοῦ LF 12 τῷ (post λίθος) LF: om. Α 23 τὸ δὲ τῷ S Bonitz: τὸ δὲ τὸ AL 26 τῷ LS: τὸ Α 31. 32 ἐστερῆσθαι λέγεται αὐτοῦ. ὡς ἡ διὰ μοχθηρὰν ἔξιν LF 32 δυναμένη LF ὁμοίω·ς LF: ὁμοία Α ἡ LFS: οἱ Ὰ 36 ἐπισημήναιτο LF: ἐπισημαίνεται Α)
394
τῶν κατὰ τὰς ἀπαθείας δυνάμεων στερήσεις δι’ ἣν στέρησιν εὐπαθῆ καὶ εὔφθαρτά τινά ἐστιν. τὸ γὰρ ἐστερημένον σῶμα τῆς ἕξεως, δι’ ἣν δυσπαθὲς ἦν, ἀσθενὲς εἶναι καὶ ἀδυναμίαν ἔχειν λέγεται· καὶ γάρ ἐστιν ἡ μὲν κατὰ τὰς ἕξεις δύναμις ὁμοία τῇ κατὰ τὰς ποιητικάς, διαφέρουσα τῷ μὴ ἄλλου εἶναι ποιητικὴ ἀλλ’ αὐτοῦ τοῦ ἔχοντος, ἡ δὲ κατὰ τὴν ἀπάθειαν τῇ παθητικῇ δυνάμει, διαφέρουσα αὐτῆς τῷ ἐκείνην μὲν τοῦ ὑπ’ ἄλλου πάσχειν δύναμιν εἶναι ταύτην δὲ τοῦ μὴ πάσχειν ὑπ’ ἄλλου. εἰπὼν δὲ περὶ ἀδυναμίας καὶ ἀδύνατά φησιν, ἃ καὶ αὐτὰ δοκεῖ παρωνομάσθαι τῇ ἀδυναμίᾳ· τὰ μὲν γὰρ κατὰ τὴν προειρημένην ἀδυναμίαν λέγεσθαι, ὡς ἑκάστης ἀδυναμίας παρουσίᾳ ἀδύνατόν τι λέγεσθαι, τὰ δὲ ἄλλον τρόπον παρὰ τοὺς εἰρημένους· καὶ γὰρ δυνατόν τι καὶ ἀδύνατον οὐ κατὰ δυνάμεως παρουσίαν μόνον ἢ ἀπουσίαν λέγεσθαι, ἀλλὰ καὶ ἄλλως. καὶ λέγει γε περὶ ἑκατέρου αὐτῶν· ἀδύνατόν τε γὰρ λέγεται οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, οἷον τῷ τὴν διάμετρον σύμμετρον εἶναι ἐναντίον τὸ εἶναι αὐτὴν ἀσύμμετρον. οὗ δὲ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, ἐξ ἀνάγκης ψεῦδος αὐτό. τὸ οὖν ἐξ ἀνάγκης ψεῦδος ἀδύνατον καὶ αὐτό· τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀεὶ σημαντικόν ἐστιν· ὃ δὲ ἀεί ἐστι ψεῦδος καὶ οὗ τὸ ἀντικείμενον ἀεί ἐστιν ἀληθές, τοῦτο ἀδύνατον. τὸ δὲ ἐναντίον, φησί, τούτῳ τῷ οὕτως λεγομένῳ ἀδυνάτῳ δυνατόν ἐστιν, οὗ τὸ ἐναντίον μὴ ἐξ ἀνάγκης ψεῦδός ἐστιν, λέγων ἐναντίον νῦν τὸ ἀντικείμενον αὐτῷ· τὸ γὰρ καθῆσθαι ἄνθρωπον δυνατόν, ὅτι τὸ ἐναντίον αὐτῷ τὸ μὴ καθῆσθαι οὐκ ἔστιν ἐξ ἀνάγκης | ψεῦδος. ὃ δὲ μήτε [*](358) αὐτὸ ἐξ ἀνάγκης ἀληθές ἐστιν ἢ ψεῦδος μήτε τὸ ἀντικείμενον αὐτῶ, τοῦτο κατὰ τὸ νῦν σημαινόμενον τοῦ δυνατοῦ δυνατόν ἐστιν· μεταξὺ γὰρ τὸ δυνατὸν τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἀεὶ ἀληθές ἐστι τὸ δὲ ἀεὶ ψεῦδος. ἕνα μὲν οὖν τρόπον δυνατὸν λέγεται, ὃ μή ἐστιν ἐξ ἀνάγκης ψεῦδος· οὗ γὰρ τὸ ἐναντίον μή ἐστι ψεῦδος ἐξ. ἀνάγκης, τοῦτο οὐχ οἷόν τε ἐξ ἀνάγκης οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶναι. ἕνα δὲ τὸ ἀληθὲς εἶναι, τουτέστι τὸ ἤδη ὑπάρχον, ὃ ἀληθές ἐστιν εἰπεῖν εἶναι. εἴη δ’ ἂν τοῦτο μέσον τοῦ μήτε ἀναγκαίου εἶναι μήτε ἀναγκαίου μὴ εἶναι· καὶ εἴη ἂν τὸ κυρίως καὶ ἰδίως ὑπάρχον λεγόμενον. ἕνα δὲ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι, ὃ εἴη ἂν τὸ οἷόν τε γενέσθαι, ὃ καὶ ἰδίως ἐνδεχόμενον καλεῖται. τὸ ἀδύνατον δὲ καὶ τὸ δυνατὸν τὸ ἐν τῇ προτάσει διὰ τούτων ἔδειξέ τε καὶ διεῖλεν. ἐπεὶ δὲ λέγεταί τις καὶ ἐν γεωμετρίᾳ δύναμις (τὰ γὰρ δυνάμεις καλοῦσιν· ὃ γὰρ δύναται ἡ πλευρά, τοῦτο δύναμις, ἑκάστη δὲ δύναται τὸ ἀπ’ αὐτῆς τετράγωνον), κατὰ μεταφορὰν δή φησι καὶ οὐ κυρίως λέγεσθαι δύναμιν τὸ ἐν γεωμετρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ ἐξέθετο· ἦν δὲ οὗ τε τὸ ἀντικείμενον μὴ ἐξ ἀνάγκης ψεῦδος, καὶ τὸ ἀληθὲς [*](3 εὔφθαρτα LS: ἄφθαρτα Α 6 ποιητικὴ] κινητικὴ L 7 ἐκείνην LS: ἐκείνων Α 10 γὰρ LF: om. A 14. 15 οἷον τῷ—ἀληθές (16) LF: om. A 16. 17 τὸ οὖν—αὐτό LF: om. Α 18 καὶ οὗ LFS: καὶ om. A 21 τὸ γὰρ—αὐτῷ (23) LFS: om. A 24 κατὰ LF: καὶ Α 27. 28 τοῦτο οὐδὲ αὐτὸ ἐξ ἀνάγκης οἷόν τε ἀληθὲς οὗτε LF 35 post πλευρά add. πολλαπλασιασθεῖσα ἐφ’ ἑαυτὴν F)
395
τῷ ὑπάρχειν, καὶ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι. ταῦτα δὴ οὐ τῷ δύναμιν ἔχειν τινὸς λέγεσθαί φησι δυνατά· ἐν γὰρ προτάσεσι τὰ δυνατά· ταῦτα δὲ ὅσα λέγεται δυνατὰ κατὰ τὸ δύναμιν ἔχειν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν, ἢ τοὐ ἑκάτερον τούτων καλῶς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν ἢ ἀπαθὲς εἶναι, πάντα δὲ ταῦτα λέγει πρὸς τὴν πρώτην δύναμιν τὴν ἀναφορὰν ἔχειν· ἔστι δὲ πρώτη, ἧς πρώτης ἐμνημόνευσε λέγων περὶ δυνάμεως, ᾗ καὶ ὡς κυριωτάτῃ λεγομένῃ δυνάμει τὸ ὅλως ἐκεῖ προσέθηκεν. ἔστι δὲ αὕτη ἡ ποιητική, ἧς ὅρος ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ᾗ ἄλλο. τὰ γὰρ ἄλλα φησὶ δυνατὰ τῶν κατὰ δύναμιν λεγομένων ἀπὸ ταύτης εἰρῆσθαι· τὰ μὲν γὰρ τῷ ἄλλο τι ἔχειν αὐτῶν δύναμιν τοιαύτην, δηλονότι μεταβάλλειν αὐτὰ καὶ κινεῖν τε καὶ ποιεῖν (τοιαῦτά ἐστι τὰ τὴν παθητικὴν δύναμιν ἔχοντα· τῷ γὰρ εἶναι αὐτῶν δύναμίν τινα ποιητικήν), τὰ δὲ τῷ μὴ ἔχειν ἄλλο τι δύναμιν τοῦ μεταβάλλειν αὐτά (δυνατὰ γὰρ καὶ τὰ μὴ μεταβαλλόμενα ὑπό τινος ὡς ἀπαθῆ· οὐδὲν γὰρ ἔχει τούτων ποιητικὴν δύναμιν, καὶ διὰ τοῦτο δυνατὰ ὁμοίως καὶ τὰ εὐπαθῆ), τὰ δὲ τῷ ὡδὶ ἔχειν, οἷον τοῦ καλῶς τε καὶ ἐπὶ τὸ βέλτιον μεταβάλλειν ἢ τοῦ καλῶς πάσχειν τε καὶ μεταβάλλεσθαι. οὐκ ἔοικε δὲ διὰ τούτων μνημονεύειν τῆς δυνάμεως τῆς κατὰ τὰς ἕξεις, ἧς ἐδόκει I μνημονεύειν δι’ ὧν ἔλεγε λέγων περὶ τῆς δυνάμεως ἔτι ἡ τοὐ [*](359) καλῶς τοῦτο ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν· ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν. ἢ καὶ ἐνθάδε διὰ τοῦ τὰ δὲ ὡδὶ ἔχειν οὐκ ἄλλης τινὸς ἀλλ’ ἐκείνης μνημονεύει. ὁμοίως δέ φησι καὶ τὰ ἀδύνατα τὰ τῷ οὕτως δυνατῷ ἀντικείμενα τῷ κατὰ δυνάμεως παρουσίαν λεγομένῳ, ἀλλὰ μὴ τὰ ὡς προτάσεις, ἀπ’ ἐκείνης τῆς δυνάμεως λέγεσθαι· ἢ γὰρ τῷ μὴ ἔχειν αὐτὰ δύναμιν ποιητικήν, ἢ τῷ μὴ ἔχειν ἄλλα αὐτῶν δύναμιν, ἢ τῷ εὐπαθῆ δι’ ἀσθένειαν εἶναι, ἢ τῷ μὴ τοῦ καλῶς ποιεῖν ἢ πάσχειν ἔχειν δύναμιν. διὸ καὶ ὁ προειρημένος, φησίν, ὅρος τῆς πρώτης δυνάμεως ὁ κύριος ἅμα λόγος εἴη ἂν τῆς δυνάμεως· οὗτος δὲ ἦν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἡ ἄλλο.

Ἐπὶ τούτοις διαίρεσιν ποιεῖται τοῦ ποσοῦ· τῆς γὰρ οὐσίας ἐν τοῖς ·πρώτοις ἐμνημόνευσε. λέγει δὲ ποσὸν εἶναι τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἕκαστον ἢ ἑκάτερον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ καὶ εἰς τὰ συμβεβηκότα διαίρεσις γίγνεσθαι τῶν οἷς συμβέβηκεν, ἵνα μή τις ἡγῆται καὶ ταῦτα μέρη εἶναι τοῦ ποσοῦ· οὐδὲν γὰρ τῶν συμβεβηκότων οὕτως ἕν τι ὡς τόδε τι καὶ τῆς αὐτῆς φύσεως τῷ ὑποκειμένῳ εἶναι. καὶ τοῦ ἀριθμοῦ δὲ ἕκαστον τῶν μορίων ἕν τι καὶ τόδε τι, ὡς καὶ ὁ ἀριθμὸς αὐτὸς ὁ διαιρούμενος πρὸ τοῦ διαιρεθῆναι· [*](1 οὐ τῷ LF: οὐ τὸ A κατὰ τὸ L: τὸ om. A 8 ᾗ] fort, ἢ ᾗ τὰ μὲν γὰρ ὅτι ἄλλο τι ἔχει αὐτῶν δύναμιν· τῶ αὐτὴν ταύτην δηλονότι LF; eadem in marg. babet Α 10 τοῦ μεταβάλλειν coni. Bonitz 15 ὁμοίως ὡς καὶ coni. Bonitz 22 τοῦ τὰ δὲ ὡδὶ L: τοῦτο δὲ ὡδὶ Α: τοῦ τὰ δὲ τῷ ὡδὶ e S coui. Bonitz 23 τὰ τῷ LF: τὰ om. Α 28 κύριος A1LF: κυρίως Α2 29 ᾖ] fort, ἢ ᾖ 32 τόδε τι LF: τι om. A)

396
ὁμοίως καὶ τῆς γραμμῆς καὶ ἐπιφανείας. οὐκέτι δὲ ἡ λευκότης ὁμοίως τῷ ὑποκειμένῳ αὐτῇ τόδε τι καὶ ἕν. εἴη δ’ ἂν διὰ τοῦ ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι χωρίζων τῶν ποσῶν τὰ μὴ ἐκ θέσιν ἐχόντων τῶν μορίων συγκείμενα, ἃ ἦν ὅ τε χρόνος καὶ ὁ λόγος. ἐν τούτοις δ’ ἄν εἴη καὶ ἡ κίνησις· τὰ γὰρ τοιαῦτα οὐ κυρίως ποσὰ ἐρεῖ. ὁ μέντοι ἀριθμὸς ἐν μὲν Κατηγορίαις ἐλέγετο καὶ αὐτὸς ἐκ μὴ θέσιν ἐχόντων συγκεῖσθαι, νῦν μέντοι ἔοικε καὶ τούτου τά μόρια λέγειν ὑπομένειν πως. τὸ δὲ γένος οὐχ οὕτως εἰς τὰ εἴδη διαιρεῖται ὡς εἰς ἐνυπάρχοντα· οὐ γὰρ ἐν τῷ γένει οἱ τῶν εἰδῶν ἐνυπάρχουσι λόγοι, εἰς οὓς διαιρεῖται· προσθέσει γὰρ ἡ ἐκείνων διαίρεσις· διὸ γένος μὲν οὐδὲν ἧττόν ἐστι, κἄν ἀφαιρεθῇ τι εἶδος ἀπ’ αὐτοῦ, τὸ δὲ ποσὸν οὐκέτι ταὐτὸν ἀφαιρεθέντος τινὸς τῶν μορίων αὐτοῦ. ἐπεὶ δὲ ποσὸν τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, λέγει τὸ μὲν διωρισμένον ποσὸν ἀριθμητὸν εἶναι, τὸ δὲ συνεχές, ὅ ἐστι μέγεθος, μετρητόν. εἴη δ’ ἂν διὰ τούτων τὸ ἄπειρον οὐ ποσὸν λέγων· οὔτε γὰρ ἀριθμητὸν τὸ ἄπειρον οὔτε μετρητόν. ἢ εἰ μὴ [*](360) τὸ καταμετρούμενον πὰν μετρητόν, ἀλλ’ ὅλως οὗ τὰ λαμβανόμενα μόρια μετρητά, εἴη ἂν καὶ τὸ ἄπειρον ὑπὸ τὸ ποσόν· καὶ γὰρ λέγεται ποσὸν ἀδιεξίτητον. ὁρίζεται δὲ καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος· πλῆθος μὲν γάρ ἐστι τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ (τὸ δὲ δυνάμει προσέθηκεν ἀντὶ τοῦ διαιρεῖσθαι δυνάμενον εἰς μὴ συνεχῆ· μονάδες γὰρ τὰ τοῦ πλήθους μέρη), μέγεθος δὲ τὸ εἰς συνεχῆ διαιρετόν· πᾶν γὰρ τὸ τοὺ μεγέθους μέρος συνεχές. λέγει δὲ καὶ τὰς τοῦ μεγέθους διαφοράς, ὅτι τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκός ἐστι, τὸ δὲ ἐπὶ δύο πλάτος, τὸ δὲ ἐπὶ τρία βάθος, τουτέστι σῶμα. λέγει δὲ καὶ ὅτι ὁ ἀριθμός ἐστι πλῆθος πεπερασμένον ἀριθμητὸν γὰρ ὁ ἀριθμός, τὸ δὲ ἀριθμητὸν πεπερασμένον· ὥστε εἴ τι πλῆθος ἄπειρον λέγοιτό τι, τοῦτο οὐκ ἀριθμός. κυρίως μὲν οὖν ὁ ἀριθμὸς αὐτὸς εἰς μὴ συνεχῆ διαιρετός· ἤδη δὲ καὶ τὰ ἀριθμητά, εἰ καὶ συνεχὲς ἕκαστον αὐτῶν, ἀλλ’ ὅταν ὡς ἀριθμητὰ διαιρῆται, οὐχ ὡς εἰς συνεχῆ διαιρεῖται. εἶπε δὲ πλῆθος μὲν εἶναι τὸ διαιρετὸν εἰς μὴ συνεχῆ· τῶν μεγεθῶν δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκος, πλάτος δὲ τὸ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία βάθος, τί ἕκαστον τούτων ἐστὶ λέγων, πρῶιον εἰπὼν τί ἐστι τὸ πλῆθος, ἐφεξῆς καὶ τί τὸ μῆκος καὶ τί τὸ πλάτος καὶ τί τὸ βάθος εἶπεν, ὅτι τὸ μὲν γραμμή, τὸ δὲ ἐπιφάνεια, τὸ δὲ σῶμα. εἰπὼν δὲ ταῦτα, πάλιν τοὐ ποσοῦ λέγει τὰ μὲν καθ’ ἑαυτά ποσά ἐστι, τὰ δὲ κτὰ συμβεβηκός. ἡ μὲν γὰρ γραμμὴ καὶ τὸ πλάτος, τουτέστιν ἡ ἐπιφάνεια, καὶ τὸ σῶμα, ἔτι δὲ ὁ ἀριθμὸς καθ’ ἑαυτὰ καὶ κυρίως ποσά· ὅσα δὲ τῷ ποσῷ τινι συμβεβηκέναι ποσὰ καὶ αὐτὰ λέγεται, οὐκ ὄντα τοιαῦτα τῇ αὐτῶν φύσει, ταῦτα κατὰ συμβεβηκὸς λέγεται ποσά, ὡς εἰ λέγοι τις τὸ λευκὸν τρίπηχυ εἶναι· τῷ γὰρ τὴν ἐπιφάνειαν, ἐν ᾗ ἐστι τὸ λευκόν, τοσαύτην εἶναι τοῦτο ἐρεῖ. ὁμοίως καὶ τὸ μουσικόν, ὡς αὐτὸς εἴρηκε. ποιεῖται δὲ [*](1 οὐκέτι δὲ ἡ A2: at non S: οὐκέθ’ ἡ A1 LF 3 τόδε τι LF: τι om. Α 6 ἐν Κατηγορίαις] 6 p.4 b 21 7. 8 νῦν μέντοι καὶ τοῦτο ἔοικε λέγειν τῷ τὰ μόρια ὑπομένειν L 9 οἱ] ἡ A1 15 εἰ A2LS: om. Α1 18 μερίζεται LF 23 ἐφ᾿ ἓν L: ὑφ’ ἓν Α 26 ἄπειρον ὑπάγοιτό τις, τοῦτο LF 34 πάλιν] περὶ L ποσά ἐστι LF)
397
ἑκατέρων τούτων πάλιν διαίρεσιν, καὶ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, καὶ πρῶτόν γε τοῦ καθ’ αὑτό. τῶν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ποσῶν τὰ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν ἐστὶ ποσά· ταῦτα δέ ἐστιν ὅσων ἐν τῷ ὁρισμῷ τὸ ποσὸν ἐνυπάρχει. οὕτως ἡ γραμμὴ ποσόν, εἴ γε μέγεθος ἐφ᾿ ἓν διαστατόν καὶ ἡ ἐπιφάνεια δὲ καὶ τὸ σῶμα· ἕκαστον γὰρ αὐτῶν ποσόν, τὸ μὲν ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διεστώς. καὶ τὸν ἀριθμὸν δὲ ὁριζόμεθα ποσὸν διωρισμένον. ἢ κατ’ οὐσίαν ποσά ἐστιν ὡς ὑποκείμενά τινα, ἐφ’ ἃ ἄναφέρεται καὶ τὰ ἄλλα ποσὰ λεγόμενα. τὰ δέ τινά ἐστι καθ’ αὑτὰ ποσά τῷ τῆς φύσεως τῆς τοιαύτης εἶναι πάθη τε καὶ ἕξεις, τὰ δὲ τῷ εἶναι ποσοῦ καθὸ ποσὸν πάθη. ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ αὐτοῦ κατηγορούμενα καὶ αὐτὰ ποσά. τοιαῦτά ἐστι τὸ πολὺ καὶ τὸ ὀλίγον (πάθη γὰρ ἀριθμοῦ), καὶ τὸ μακρὸν καὶ τὸ βραχύ (μήκους γὰρ [*](361) πάθη). καὶ τὸ πλατὺ καὶ τὸ στενόν (ἐπιπέδου γὰρ πάθη), καὶ τὸ καὶ ταπεινόν (σώματος γὰρ ταῦτα πάθη πάλιν)· καὶ γὰρ εἰ τούτων τις λέγοι ἐν τῷ λόγῳ τὸ ποσὸν περιέχεσθαι, ἀλλ’ οὐ πρώτως οὐδὲ καθ’ αὑτά, ἀλλὰ τῷ ἐν ἐκείνοις εἶναι οἷς ταῦτα ὑπάρχει. λέγεται γοῦν τὸ μὲν πολὺ ποσὸν ὑπερέχον κατ’ ἀριθμόν, ὡς διὰ τὸν ἀριθμὸν ὅλως ποσὸν ὄν· ὁμοίως καὶ ὀλίγον ποσὸν ὑπερεχόμενον κατ’ ἀριθμόν. καὶ ἐπὶ τῶν μεγεθῶν δὲ ἑκάστου ἐνσημαίνεται τὸ διὰ τὰ ὑποκείμενα αὐτὰ ποσὰ λέγεσθαι· βραχὺ γὰρ λέγεται τὸ ποσὸν ὑπερεχόμενον κατὰ μῆκος. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων. ἀλλὰ καὶ τὸ βαρὺ καὶ κοῦφον ἐν τοῖς καθ’ αὑτὸ ποσοῖς νῦν· καταριθμήσει δὲ αὐτὸ μετ’ ὀλίγον καὶ ἐν τοῖς ποιοῖς. καὶ ἴσως εἴη ἂν ποσὰ μέν, καθὸ ὑπεροχὴν ῥοπῆς ἢ ἐλάττωσιν σημαίνουσι, ποιὰ δέ, καθὸ ἦν τοῦ κάτω φέρεσθαι τὰ ἔχοντα αὐτὰ αἴτια. πάθη δὲ καὶ ἕξεις τῆς τοιαύτης οὐσίας εἶπε ταῦτα, κοινότερον τῷ τῆς οὐσίας ἀνόμαται χρώμενος· ὅτι γὰρ καὶ ταῦτα οὐσία πως λέγονται, εἶπεν ἐν τῇ τῆς οὐσίας διαιρέσει. πάθη δὲ καὶ ἕξεις ἐκ παραλλήλου εἶπεν, ἕξεις μὲν ἀπὸ τοῦ ἔχεσθαι, πάθη δὲ ὡς συμβεβηκότα καὶ ὑπάρχοντα. εἰπὼν δὲ καὶ τἆλλα τὰ τοιαῦτα προσέθηκε τίνα, εἰπὼν ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον τά τε καθ’ αὑτὰ λεγόμενα τά τε ἐν τῇ πρὸς ἄλληλα σχέσει, οὕτως ποσά. ὅτι μὲν οὖν τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι, γνώριμον, ἔδειξε δὲ ἐν Κατηγορίαις ὅτι οὕτω λέγεται καὶ τὸ μέγα καὶ τὸ μικρόν, νῦν δὲ λέγεσθαί φησιν αὐτὰ καὶ καθ’ αὑτά· καὶ γὰρ ἁπλῶς μέγα τι λέγεται. τὸ μέντοι μέγα καὶ μεῖζον καὶ τὰ τούτοις ἀντικείμενα μεταφέρεσθαί φησιν ἀπὸ τῶν ποσῶν καὶ ἐπ’ ἄλλα τινά, ἃ οὐκ ἔστι ποσά. καὶ δῆλον ὅτι ὅταν ἐπὶ τοιούτων λέγηται, οὐκ ἔσται ποσά· μέγα γὰρ τὸ πάθος, οἷον καὶ λύπη, καὶ μεῖζον λέγεται καὶ μεγάλη νόσος καὶ μεγάλη ὀφθαλμία καὶ μικρὸν λευκόν, ὧν οὐδέν ἐστι ποσόν. ἑξῆς δὲ ποιεῖται διαίρεσίν τινα καὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων πο- [*](10 τὰ δὲ] id est S, unde τοῦτο δὲ vel τουτέστι coni. Bonitz τῷ εἶναι ποσοῦ Α: τοῦ ποσοῦ L 11 τὸ πολὺ LS: τὸ om. A 13 πάθη LS: πάθος utioque loco Α ἐṛιπἐὸου LFS: ἐπιπέδων A 32 ἐν LF: καὶ ἐν A ἐν Κατηγορίας 6 p. 5 b 15 33 καὶ τὸ μέγα LF: καὶ om. A 36. 37 καὶ δῆλον—ποσά LF: 0111. AS 37 καὶ μεῖζον LF: μείζων Α)
398
σῶν, καὶ δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄλλως γὰρ λέγεται τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, καὶ ἕκαστον ποσὸν τῶν συμβεβηκότων τῷ ποσῷ (Τῷ γὰρ μόνον τὸ ὑποκείμενον αὐτοῖς ποσὸν εἶναι), καὶ ἄλλως κίνησις καὶ χρόνος· καὶ γὰρ ταῦτα λέγεται μὲν κατὰ τὴν ἐπὶ τὰ ποσὰ τὰ καθ’ αὑτὰ ἀναφοράν, καὶ διὰ τοῦτο καὶ αὐτὰ κατὰ συμβεβηκός, οὐ μὴν ἁπλῶς, ὡς καὶ τὰ πρῶτα εἰρημένα. τῷ μὲν γὰρ τὴν ἐπίνοιαν αὐτῶν ἔχειν ἡμᾶς ὅλως ἀπὸ τῶν μεγεθῶν καὶ ταῦτα ποσά τε καὶ συνεχῆ λέγεται κατὰ συμβεβηκός (διὰ γὰρ τὸ ἐκεῖνα εἷναι συνεχῆ καὶ διαιρετὰ ὧν ἐστι πάθη)· τῷ μέντοι συνδιαιρεῖσθαι ἐκείνοις καθὸ διαιρετά ἐστι καὶ ποσά, κατὰ τοῦτο ὑπάρχοντα αὐτοῖς κυριώτερα ταῦτα ἐκείνων, καὶ οὐχ ὁμοίως [*](362) κατὰ συμβεβηκός. εἰπὼν δὲ καὶ γὰρ ταῦτα ποσὰ ἄττα λέγεται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι ὧν ἐστι ταῦτα πάθη, τίνων πάθη δηλῶν προσέθηκε· λέγω δέ, φησίν, οὐ τῷ τὸ κινούμενον εἶναι διαιρετόν, ἀλλὰ τῷ ὃ ἐκινήθη τοῦτο, λέγων τὴν κίνησιν ποσόν τε καὶ συνεχὲς λέγεσθαι οὐκ ἀπὸ τοῦ τὸ κινούμενον σῶμά τε εἶναι καὶ ποσόν (οὕτω ἄν ἦν τέλεον κατὰ συμβεβηκὸς λεγομένη, καὶ ὁμοίως τῷ λευκῷ τε καὶ μουσικῷ), ἀλλὰ τῷ ὃ ἐκινήθη καὶ ἐφ’ οὗ ἐκινήθη καὶ ὃ διῆλθε τὸ κινούμενον ποσὸν εἶναι. ἀδύνατον γὰρ μὴ ἐπὶ συνεχοῦς κίνησιν γίνεσθαι· τῷ δὴ διαιρετὸν καὶ ποσὸν εἷναι τὸ ἐφ’ οὗ ἡ κίνησις, τούτῳ καὶ ἡ κίνησις ποσὴ συμπαρατεινομένη τῷ ἐφ’ οὗ γίνεται καὶ ὥσπερ καταμετροῦσα αὐτοῦ τὸ ποσὸν καὶ συνδιαιρουμένη αὐτῷ· διὸ δοκεῖ καὶ κυρίως ποσὸν εἶναι. ἀλλ’ ἥ γε ἐπίνοια αὐτῆς ἀπὸ τοῦ ὑποκειμένου μεγέθους· διὸ καὶ κατὰ συμβεβηκός· οὐ γὰρ μέγεθος, ἀλλ’ ἐπὶ μεγέθους καὶ αὕτη, εἰ καὶ μὴ ὁμοίως τοῖς ἄλλοις συμβεβηκόσι. καὶ τὸ μὲν ὑπομένον καὶ διαιρούμενον καθ’ αὑτό, ἡ δὲ οὐχ ὑπομένουσα. πάλιν δέ, φησίν, ὁ χρόνος ποσός τε καὶ συνεχὴς τῷ τὴν κίνησιν ταύτην εἶναι διαιρετήν. λέγων διὰ τοῦ ταύτην τὴν κίνησιν ἧς ἀριθμὸς ὁ χρόνος. σημειωτέον δὲ καὶ τοῦτο, ὅτι τὸν χρόνον ἐν Κατηγορίαις καθ’ αὑτὸ ποσὸν εἰπὼν ἐνταῦθα καὶ αὐτὸν κατὰ συμβεβηκός φησιν εἶναι ποσόν, καὶ πρὸ αὐτοῦ γε τὴν κίνησιν· διὰ γὰρ ταύτην καὶ τὸν χρόνον. ζητητέον δὲ καὶ τοῦτο, διὰ τί τὴν κίνησιν καὶ τὸν χρόνον οὐκ ἐν τοῖς καθ’ αὑτὰ ποσοῖς ἔθηκεν, ἃ πάθη ἡ ἕξεις εἶπεν εἶναι τῶν ποσῶν, ἀλλ’ ἐν τοῖς κατὰ συμβεβηκός· εἰ γὰρ πάθος ἐστὶν ἡ κίνησις συνεχοῦς τινος (οὐ γὰρ οἷόν τε ἄλλως ἢ ἐπ’ ἄλλου κίνησιν εἴη ἄν ἐν τοῖς οὕτω ποσοῖς καὶ τὰ πάθη. ἢ ἃ καθ’ αὑτὰ μέν εἰσι ποσά, κατὰ συμβεβηκὸς λέγει, οὐ μὴν ὁμοίως τοῖς ἃ μή ἐστιν ὡς ποσῶν καὶ καθὸ ποσὰ πάθη. ἢ ἐκεῖνα μὲν ποσὰ καθ’ αὑτά, ὅτι ὑπομένει ὡς καὶ τὰ ὧν ἐστι πάθη, τούτων δὲ οὐδέτερον ὑπομένει. καὶ ὅτι τὰ μὲν ἐν τῇ φύσει ἐστὶν αὐτῶν, καὶ ὄντων ἕπεται καὶ αὐτὰ πάντως, ἡ δὲ κίνησις οὐ τοῦ μεγέθους τί ἐστιν, ἀλλ’ ἐπὶ μεγέθους γίνεται.

[*](6 καὶ τὰ om. LF 21. 22 ἀλλ᾿ ἥ γε L: ἀλλά γε Α 22 αὐτῆς M: αὐτοῖς Α: αὐτοῦ LF 23 εἰ καὶ LS: καὶ om. Α 28 ἐν Κατηγορίαις] 6 p. 4 b 24 34 ποσοῖς] ποσοῖς ἐν οἷς e S coni. Bonitz μέν εἰσι LF: εἶπεν εἶναι Α 38 καὶ αὐτὰ LF: καὶ om. A)
399

Ποιεῖται δὲ καὶ τοῦ ποιοῦ διαίρεσιν, ὡς καὶ αὐτοῦ πολλαχῶς λεγομένου, καὶ λέγει ἕνα μὲν τρόπον ποιὸν λέγεσθαι τὴν τῆς οὐσίας διαφοράν. ἐρωτώμενοι γοῦν ποῖόν τι καὶ ποταπὸν ὁ ἄνθρωπος ζῷον, λέγομέν τινας τῶν διαφορῶν τῶν ὑπαρχουσῶν αὐτῷ, ὡς τῆς διαφορᾶς οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τι κατηγορουμένης, οὐ μὴν ὁμοίως τῇ ποιότητι· [*](363) δ’ ἄν τις, τίνι διενήνοχεν ἡ ὡς διαφορὰ ποιότης τῆς ὡς γένους καὶ εἴδους εἶπε γὰρ καὶ περὶ τούτων ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι)· καὶ εἰ καὶ ταῦτα ποιότητες ὁμοίως τῇ διαφορᾷ, διὰ τί αὐτῶν οὐκ ἐμνημόνευσε νῦν; ἔτι εἰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι, πῶς ἄν ἔτι ἐν τῷ τί ἐστι κατηγοροῖντο, ὃ ἐν τῷ ὁρισμῷ αὐτῶν περιέχεται; ἢ ἡ διαφορὰ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τι κατηγορεῖται. καὶ τοῦ κύκλου δὲ ὡς οὐσίας ἐμνημόνευσεν, ἤτοι ἀντὶ τῆς σφαίρας λαβὼν τὸν κύκλον, ἢ ὅτι ἐδόκει τισὶ καὶ τὰ σχήματα οὐσίας εἶναι. ἢ οὐσίαν οὐ τὴν κυρίως λεγομένην εἶπε νῦν, ἀλλὰ τὴν ἑκάστου τῶν ὄντων ὕπαρξιν· ἡ γὰρ ἑκάστου οἰκεία ὕπαρξις οὐσία ἐκείνου, ὡς εἶπε καὶ ἐν τῇ τῆς οὐσίας διαιρέσει· ἓν γὰρ τῶν σημαινομένων ὑπὸ τῆς οὐσίας ἦν καὶ ἡ ἑκάστου τῶν ὄντων φύσις· οὐσία γὰρ ἐκείνου. τὰς διαφορὰς οὖν οὐ τὰς ἐν τῇ κυρίως οὐσίᾳ μόνας, ἀλλὰ τὰς καθ’ ἕκαστον γένος οἰκείας ποιότητας λέγοι ἄν. οὕτω τοῦ κύλλου διαφορὰ τὸ ἀγώνιον· σχῆμα γὰρ ἀγώνιον ὁ κύκλος. ἕνα μὲν οὖν τρόπον φησὶ ποιότητα λέγεσθαι τὴν τῆς οὐσίας τῆς ὡς εἰρήκαμεν διαφοράν, δεύτερον δὲ ἐπὶ τῶν ἀκινήτων. ἃ τίνα ἐστὶν ἐδήλωσε· τὰ γὰρ μαθηματικά. καὶ γὰρ ἐπ’ ἀριθμῶν ποιὸς ἀριθμὸς ὁ σύνθετος λέγεται, ἀλλ’ οὐχ ἁπλῶς ἀριθμὸς καὶ μόνον ἐφ’ ἓν ὤν· ὁ μὲν γάρ τίς ἐστιν ἁπλῶς ἀριθμός, ὁ δὲ τετράγωνος ἢ ἑτερομήκης ἢ κύβος. τίς δέ ἐστιν ὁ μὴ ἐφ’ ἓν ὢν ἀριθμός, ἐδήλωσεν εἰπὼν ὧν μίμημα τὸ ἐπίπεδον καὶ τὸ στερεόν. ὡς δὲ τὸ ἐπίπεδον οὐκ ἐφ’ ἕν ἐστι συνεχὲς μόνον, ἀλλ’ ἐν συνθέσει συνεχῶν δύο, καὶ τὸ στερεὸν τριῶν, οὕτως εἰσὶ καὶ ἀριθμοί τινες οὐχ ἁπλοῖ ἀλλὰ σύνθετοι, οὕς, τίνες εἰσίν, ἐδήλωσε φανερῶς εἰπὼν ποσάκις ποσοί. τοιοῦτοι γὰρ οἱ ἐπίπεδοί τε καὶ ἑτερομήκεις ἢ τετράγωνοι καλούμενοι, ὡς ὁ δὶς δύο ἢ δὶς τρία ἢ ὁ τρὶς τρία. τοιοῦτοι μὲν οὖν οἱ ποσάκις ποσοί, ἄλλοι δὲ οἱ ποσάκις ποσοὶ ποσάκις, οἷοί εἰσιν οἱ κύβοι, ὡς ὁ δὶς δύο τέσσαρα, δὶς τέσσαρα ὀκτώ· ὁ γὰρ ὀκτὼ τοιοῦτος· δὶς γὰρ δύο τέσσαρα καὶ δὶς τέσσαρα ὀκτώ. καὶ πάλιν ὁ τρὶς τρία ἐννέα, τρὶς θ(??) κζ(??) στερεὸς γὰρ καὶ κύβος ὁ κζ(??) τρὶς γὰρ γ(??) θ(??), καὶ τρὶς θ(??) κζ(??), πάλιν ἀνάλογον τῷ στερεῷ. τὰ δὲ μεγέυη μιμήματα εἶπε τῶν ἀριθμῶν ὡς ὄντων πρώτων. καὶ ὅλως πᾶν ὃ π·αρὰ τὸ ποσὸν καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τοὐ ἀριθμοῦ ἐν τῷ ἀριθμῷ ὑπάρχει, τοῦτο ποιότης ἀριθμοῦ. ἑκάστου γὰρ ἀριθμοῦ ἡ οὐσία καὶ ἡ ποσότης ἐν τῷ ἅπαξ καὶ ἁπλῶς λαμβάνεσθαί ἐστιν. τοῦ μὲν γὰρ ἓξ ἡ οὐσία καὶ τὸ ποσὸν ἁπλῶς ἐν τῷ ἅπαξ ληφθῆναι· ἄν δὲ δὶς τρία ῥηθῇ, [*](8 ἐν Κατηγορίαις] 5 p. 3 b 19 11 περιέχεται, εἰ ἡ coni. Bonitz 12 ποῖόν τι LF: τι om. A 28 στερεῶν A 35 ἀνάλογον L: ἀναλογία A 39 ἅπαξ καί LFS: om. A)

400
οὐκέθ’ ἀπλῶς τὸ ποσὸν καὶ ἡ οὐσία αὐτοῦ ἐλήφθη, | ἀλλὰ μετά τινος [*](364) πάθους καὶ ποιότητος· ὅσα γὰρ μετὰ προσθήκης λέγεται, μετὰ ποιότητός τινος λέγεται, ὥστε καὶ οἱ ἀριθμοὶ οἱ τοιοῦτοι. λέγοι δ’ ἄν καὶ τὰς ἐν ἀριθμῷ διαφορὰς ὥσπερ καὶ τὰς ἐν οὐσίᾳ ποιότητας· ἄν μὲν γὰρ ἁπλῶς ἓξ λάβωμεν, ἀριθμὸς τοῦτο, ἂν δὲ ὡς δὶς τρία τὰ ἓξ λάβῃ, ἤδη μετὰ ποιότητος. ἀλλ’ εἰ αἱ τῶν ἀκινήτων διαφοραὶ ἄλλο σημαινόμενον ποιότητος, πῶς ἐν τῷ πρώτῳ καὶ τοῦ κύκλου ἐμνημόνευσεν; ἐν γὰρ τοῖς ἀκινήτοις καὶ μαθηματικοῖς ὁ κύκλος. μήποτε οὗν ἀκίνητα ἐνταῦθα τοὺς ἀριθμοὺς λέγει καὶ οὐ πάντα τὰ μαθηματικά. ἢ εἰ περὶ πάντων ἐκεῖ ἄν ἔξωθεν εἴη τοῦ κύκλου ὡς ἐν παραδείγματι τῆς διαφορᾶς ἐμνημονευκώς. εἰ δὲ τοῦτο, καὶ τὰς διαφορὰς ἂν ἐκεῖ λέγοι τῆς κυρίως οὐσίας. εἴη ἂν οὖν τὸ μὲν μῆκος ἐφ’ ἓν διάστασις τῶν ἀριθμῶν, τοῦτο δέ ἐστιν ἂν ἅπαξ λαμβάνηται. τὸ δὲ ἐπίπεδον τοῖς ποσάκις ποσοῖς, τὸ· δὲ στερεὸν τοῖς ποσάκις ποσοῖς ποσάκις. ὧν τοὺς μὲν τετραγώνους τοὺς δὲ κύβους καλοῦσι. τρίτον σημαινόμενον τῆς ποιότητος ἐκτίθεται τὰ πάθη τῶν φυσικῶν τε καὶ κινουμένων οὐσιῶν· αὗται γὰρ αἱ κινούμεναι οὐσίαι αἱ φυσικαί τε καὶ ἔνυλοι. ἀντιδιέσταλκε δὲ τὰς κινουμένας πρὸς τὰς μαθηματικάς· ἀκίνητοι γὰρ ἐκεῖναι. ἐδήλωσε δὲ τίνα λέγει πάθη τῶν ἐν κινήσει οὐσιῶν διὰ παραδειγμάτων, καὶ καθόλου ταῦτα πάθη φησὶ καὶ ποιότητας εἶναι τῶν φυσικῶν σωμάτων, καθ’ ἃς καὶ ἀλλοιοῦσθαι λέγεται τὰ σώματα διαφοράς. σημειωτέον δὲ ὅτι ἐν τούτοις πάλιν ἔθηκε καὶ τὴν βαρύτητα καὶ τὴν κουφότητα, πρὸ ὀλίγου μνημονεύσας αὐτῶν ἐν τοῖς ποσοῖς τοῖς διὰ τὸ πάθη εἶναι τοῦ ποσοῦ καθὸ ποσὰ ποσοῖς οὖσιν. εἰπὼν δὲ ποιότητας εἶναι τὰ πάθη τῶν κινουμένων οὐσιῶν, προστίθησι τούτοις τάς τε ἀρετὰς καὶ τὰς κακίας καὶ ὅλως τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκέτι πάθη σωμάτων ἐστίν, οὐδὲ τοιαῦται ποιότητες καθ’ ἃς ἀλλοίωσις γίνεται. ἐκθέμενος δὲ τὰ προειρημένα σημαινόμενα τῆς ποιότητος, σχεδόν, φησί, κατὰ δύο τρόπους τρόπους λέγοιτο ἄν τὸ ποιόν, καὶ τούτων ἕνα τὸν κυριώτατον. λέγει δὲ τοῦτον τὸν κατὰ τὰς τῆς οὐσίας διαφοράς· πρώτην γὰρ ταύτην ποιότητα λέγει, ἐπεὶ ἡ οὐσία τῶν ἄλλων γενῶν πρώτη, ὥστε διὰ τοῦτο καὶ τὰ τῇ οὐσίᾳ καθ’ αὑτὴν ὑπάρχοντα πρῶτα τῶν ἄλλων· τοιαῦται δὲ αἱ διαφοραί, ἃς ποιότητας καὶ αὐτὰς εἶπεν εἶναι. τῆς δὲ κατὰ τὰς διαφορὰς ποιότητος εἶναί φησι καὶ τὴν ἐν τοῖς ἀριθμοῖς ποιότητα μέρος· καὶ γὰρ ἡ ἐν ἐκείνοις ποιότης διαφορά τις οὐσιῶν, ἀλλὰ ἤτοι οὐ κινουμένων ἢ οὐχ ᾗ κινούμενα. καὶ γὰρ εἰ ὁ ἀριθμὸς εἴ φύσεων τινων καὶ οὐσιῶν ἐν κινήσει οὐσῶν ἐν τοῖς ἀριθμητοῖς, ἀριθμητὰ δὲ ταῦτα, ἀλλ’ οὐχὶ καθὸ κινούμεναί τινες οὐσίαι, κατὰ τοῦτο αὐταῖς ὑπάρχουσιν αἱ διαφοραί, ἀλλὰ καθὸ ἀριθμός ἐστιν, οἶον ἂν λέγοι τις τῶν ἀριθμητῶν τὰ μὲν ἐν ἐπιπέδῳ ἀριθμῷ εἶναι, τὰ δὲ ἐν [*](2 ὅσα—ποιότητος LF: om. A 5 δὶς τρία LF: δὶς τὰ τρία A λάβῃ L: λάβοι Α 14 κύβους L: κύκλους AS 20 λέγεται ταῖς τῶν σωμάτων διαφοραῖς LF 21. 22 βαρύτητα καὶ τὴν κουφότητα LS: βαρυτάτην καὶ τὴν κουφοτάτην A 23 ποσοῖς LS: ποιοῖς Α δὲ LFS: om. Α ποιότητας LFS: ποιότητα A 33 ἡ LF: om. A)
401
στερεῷ. ὥστε εἴς μὲν ἄν εἴη τρόπος ποιότητος ὁ κατὰ τὰς τῶν οὐσιῶν τῶν τε ἐν κινήσει καὶ τῶν ἀκινήτων· οὐσίας γὰρ τὰ μαθηματικὰ λέγειν αὐτῷ ἔθος. δύναται κοινῶς μὲν πάντων τῶν κινουμένων, οὐ τῶν οὐσιῶν μόνων, τὰς διαφορὰς λαμβάνειν κατὰ τὸ πρῶτον σημαινόμ μέρη δέ πὼς ἐκείνων λέγειν τὰς τῶν μαθηματικῶν τε καὶ ἀκινήτων, καθ’ ὅσον καὶ ἡ τούτων πρὸς ἄλληλα διαφορὰ ἐν τούτοις ἐστίν. δεύτερος τρόπος ποιότητος τὰ πάθη τῶν ἐν κινήσει οὐσιῶν καθ’ ἁ κινούμεναί τέ εἰσι καὶ φυσικαί. προστίθησι δὲ τοῖς πάθεσι τούτοις, καθ’ ἃ αἱ ἀλλοιώσεις γίγνονται, καὶ τὰς τῶν κινήσεων διαφοράς, κινήσεων λέγων διαφορὰς ἤτοι ἀλλοίωσιν αὔξησιν μείωσιν φοράν, ὡς καὶ τούτων οὐσῶν ποιοτήτων, ἢ τὰς δυνάμεις καθ’ ἃς τῆς κατὰ τόπον κινήσεως ἡ διαφορὰ τοῖς φυσικοῖς σώμασιν αὗται δέ εἰσι βαρύτης καὶ κουφότης), ἢ καὶ πάσης κινήσεως. οὕτω δ’ ἄν καὶ αἱ ἕξεις εἶεν ποιότητες· ἀπὸ γὰρ τῆς ἐν ταύταις διαφορᾶς αἱ τῶν κινήσεων διαφοραί. ὅτι δὲ οὕτως λέγει, ἐδήλωσεν ἐπὶ τῶν ἀρετῶν εἰπὼν ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, διὰ τού. τῶν δεικνὺς ὅτι καὶ αἱ ἕξεις ὑπὸ τὰς ποιότητας τὰς ὡς πάθη λεγομένας. διαφορὰς δὲ λέγει κινήσεων καὶ ἐνεργειῶν τὴν ἀρετὴν καὶ τὴν κακίαν δηλοῦν· κατὰ γὰρ τὰς οἰκείας ἀρετάς τε καὶ κακίας τὰ ἐν κινήσει ὄντα ποιεῖ τε καὶ πάσχει· ἢ γὰρ καλῶς ἢ φαύλως. ἀγαθὸν μὲν γὰρ τὸ οὕτω κινεῖσθαι δυνάμενον, κακὸν δὲ αὖ τὸ οὕτως· τῆς γὰρ κινήσεως τῆς κατὰ τὸ καλῶς τε καὶ μὴ τοῖς ἔχουσι τὰς ἕξεις ταύτας αἱ ἕξεις αἰτίαι. μάλιστα δέ φησι ποιότητα σημαίνειν ἐπὶ τῶν ἐμψύχων τὸ ἀγαθόν τε καὶ κακόν· οὐ γὰρ πᾶν ἀγαθὸν ποιότης, εἴ γε τὸ ἀγαθὸν ἐν τοῖς δέκα γένεσι. καὶ τούτων μάλιστα, τῶν ἐμψύχων λέγων, ἐν τοῖς προαίρεσιν ἔχουσι, τουτέστιν ἐν ἀνθρώποις· ἔστι δὲ τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐμψύχων τε καὶ προαίρεσιν ἐχόντων ἀρετή τε καὶ κακία, ἣ μάλιστα τῶν ἀγαθῶν ἐν ποιότητι. ἔοικε δὲ πάντα τὰ εἴδη τῆς ποιότητος, ἃ ἔθετο ἐν ταῖς Κατηγορίαις, ὑπὸ τὰ πάθη κατὰ τὸ σημαινόμενον τοῦτο τῆς ποιότητος τάσσειν, χωρὶς τοῦ κατ’ ἐπιτηδειότητά τε καὶ δύναμιν λεγομένου· τούτω γὰρ οὐκ ἐμνημόνευσεν, ἐκτὸς εἰ μὴ κἀκεῖνό τις ὑποτάσσοι ταῖς τῶν κινήσεων διαφοραῖς, τουτέστιν ἀφ’ ὧν καὶ αἱ διαφοραὶ τῶν κινήσεων. ὡς γὰρ κατὰ τὰς ἔξεις διάφοροι γίνονται κινήσεις, οὕτω καὶ κατὰ τὰς δυνάμεις τε καὶ ἐπιτηδειότητας καὶ τὰς ἐν ταύταις διαφοράς. ὥστε εἶναι τάς τε ἕξεις καὶ τὰς δυνάμεις, ἔτι δὲ τὰς παθητικὰς ποιότητας καὶ τὰ σχῆ μάτα ὑπὸ τὴν ποιότητα τὴν κατὰ τὰ πάθη τῶν οὐσιῶν τῶν ἐν κινήσει. ἢ τὰ σχήματα ὑπὸ | τὸ πρότερον· οὐ γὰρ κίνησιν οἷον ἐνέργειαν ποιὰν τοῦ ἰσοπλεύρου [*](366) τριγώνου δηλοῖ τοῦτ’ αὐτό, ἀλλὰ διαφορὰν πρὸς τὸ σκαληνὸν καὶ ἰσοσκελές, καὶ ὡς αὐτὸς ὑπέδειξεν ἐπὶ τοῦ ἀνθρώπου, ἄν ἐπερωτηθῶμεν ὁποῖον [*](5 λέγειν LS: λέγει Α 6 δὲ LF: om. Α 13 αἱ ἕξεις — ποιότητες L: αἱ om. F: ἔξεις εἶπε ποιότητας Α 22 αἰτίαι LFS: αὗται Α 25 ἐν τοῖς LFS: ἐν om. Α 37 ποιὰν L: ἢ ποιεῖν AS 39 καὶ — ὑπέδειξεν L: ὡς καὶ αὐτὸς ἔδειξεν Α)
402
ζῷόν ἐστιν, εἰπεῖν ὅτι πεζόν, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ τριγώνου, ἂν ἐπερωτηθῶμεν ὁποῖον τρίγωνόν ἐστιν, εἰπεῖν ὅτι ἰσόπλευρον.

Διαιρεῖ δὲ καὶ τὰ πρός τι. λέγει γὰρ τῶν πρός τι τὰ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ λέγεσθαι, καὶ ὅλως πολλαπλάσιον πρὸς πολλοστημόριον. καὶ τοῦτο μὲν τοῦ πρός τι τὸ σημαινόμενον καθ’ ὑπεροχὴν καὶ ἔλλειψίν ἐστιν, ὃ καὶ κατ’ ἀριθμὸν λέγει· ἄλλως δὲ λέγεται πρός τι τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν καὶ τὸ τμητικὸν πρὸς τὸ τμητόν, ὃ σημαινόμενον τοῦ πρός τι κατὰ τὸ ποιητικὸν καὶ παθητικόν ἐστιν. τρίτον σημαινόμενον ἐκτίθεται, ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν· καὶ εἴη ἄν τὸ σημαινόμενον τοῦτο τοῦ πρός τι ὑπὸ τὸ κριτικόν τε καὶ κρινόμενον· τό τε γὰρ μέτρον τὸ μετρούμενον κρίνει, ἥ τε αἴσθησις καὶ ἐπιστήμη κριτήρια καὶ κρίσεις, ἡ μὲν τῶν αἰσθητῶν, ἡ δὲ τῶν ἐπιστητῶν. διελὼν δὲ τὰ πρός τι εἰς ταῦτα, ἀναλαβὼν περὶ ἑκάστου αὐτῶν τὸν λόγον ποιεῖται, καὶ δείκνυσι πῶς τε αὐτῶν ἕκαστον λέγεται καὶ τίνες αὐτῶν αἱ πρὸς ἄλληλα διαφοραί. τὰ μὲν οὖν πρῶτα ἦν δὲ ταῦτα καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν) φησὶ κατ’ ἀριθμὸν λέγεσθαι, ἢ ἁπλῶς, τουτέστιν ἀορίστως, ὃ ἐδήλωσεν ἐπενεγκὼν τὸ ἢ ὡρισμένως. ἢ γὰρ ἀορίστως ἢ ὡρισμένως τὰ κατ’ ἀριθμὸν λεγόμενα πρός τι πρὸς ἄλληλα λέγεται, οὐδετέρου οὔτε τοῦ ὑπερέχοντος ὡρτσμένην ὑπεροχὴν σημαίνοντος οὔτε τοῦ ὑπερεχομένου ὡρισμένην ἔλλειψιν, ἢ ὡρισμένων πρὸς ἀλλήλους ἀμφοτέρων, ἢ καὶ κατὰ ἕν τι τῷ ἀριθμῷ ὡρισμένον λεγομένων αὐτῶν πρὸς ἀλλήλους. τί δὲ ἕκαστον τούτων σημαίνει διὰ τῶν παραδειγμάτων ποιεῖ γνώριμον. τὸ μὲν γὰρ διπλάσιον πρὸς ἥμισυ λεγόμενον, καὶ ἔχον τὴν ἀντίθεσιν κατ’ ἀριθμόν, πρὸς ἕν τι ὡρισμένον τὸ διπλάσιον λέγεται· πᾶν γὰρ διπλάσιον πρὸς ἥμισυ, ὥστε καὶ πρὸς ἕν τι, καὶ τοῦτο ὡρισμένον, τὸ διπλάσιον λέγεται ἀεὶ γὰρ πρὸς τὸ ἥμισυ), καὶ ὥρισται αὐτοῦ ἡ ὑπεροχή. ὁμοίως καὶ τὸ ἥμισυ· καὶ γὰρ αὐτὸ πρὸς ὡρισμένον τε καὶ ἕν· τὸ γὰρ διπλάσιον ὡρισμένην τε ὑπεροχὴν καὶ μίαν σημαίνει. καὶ τοιοῦτον μὲν τὸ πρῶτον ὂν τῶν κατ’ ἀριθμὸν ἐν τοῖς καθ’ ὑπεροχὴν λεγομένοις πρός τι, τὸ πρὸς ἓν ὡρισμένον κατὰ τὸ ἓν λεγόμενον. τὸ δὲ πολλαπλάσιον λέγεται μὲν καὶ αὐτὸ κατ’ ἀριθμὸν καθ’ ὑπεροχὴν ὡρισμένην πρὸς γὰρ ἓν τὸ πολλοστημόριον λέγεται), οὐ μὴν πρὸς ὡρισμένον τι | ἕν, ὡς ἐπὶ τοῦ διπλασίου τε καὶ ἡμίσεος, ἀλλὰ πρὸς [*](367) ἄλληλα μὲν ὡρισμένην τὴν ἀντίθεσιν ἔχει ἑνός τε γὰρ καὶ πρὸς ἓν τὸ πολλαπλάσιόν τε καὶ πολλοστημόριον ἑνὸς καὶ πρὸς ἕν), οὐ μὴν τὸ ἓν τοῦτο ὥρισται· καὶ γὰρ τρίτον τι ὂν καὶ τέταρτον καὶ πέμπτον καὶ τὰ ἐφεξῆς πολλοστημόρια εἶναι ταῦτα δύναται τοῦ πολλαπλασίου. ὁμοίως καὶ πολλαπλάσιον, ἄν τε τριπλάσιον ἄν τε τετραπλάσιον, ἄν τε ὅλως πλεονάκις ἐν αὐτῷ ἔχῃ πρὸς ὃν λέγεται καὶ καθ’ ὃν δὴ ἀριθμόν. διὸ τὸ ὡρισμένον οὗτοι οὐ κατὰ τὸ ἓν ἔχουσιν ἀλλὰ πρὸς ἀλλήλους. τὸ δέ γε ἡμιόλιον [*](5 τὸ σημαινόμενον LF: τὸ om. A 10 πρὸς ἐπιστήμην LF: πρὸς τὸ ἐπιστήμην Α 21. 22 ἕν τι — ὡρισμένον LF: ἔνα τινὰ ἀριθμὸν ὡρισμένων Α 31. 32 μὲν — λέγεται LS: om. A 40 οὗτοι οὐ] οὐ τοιοῦτον LF)

403
πρὸς τὸ ὑφημιόλιον, λεγόμενον καὶ αὐτό, ὥσπερ τὸ διπλάσιον πρὸ ἥμισυ, κατὰ τὴν ἐν ἀριθμοῖς ὑπεροχήν τε καὶ ἔλλειψιν, ἑκάτερον τῶν θμῶν ὡρισμένον ἔχει. ὅ τε γὰρ ἡμιόλιος ὡρισμένος· ὁ γὰρ ἔχων ὅλον τινὰ ἀριθμὸν ἐν αὐτῷ καὶ τὸ ἥμισυ αὐτοῦ· ὁμοίως καὶ ὁ ὑφημιόλις· ὁς γὰρ ὅλος μετὰ τοῦ ἡμίσεος αὐτοῦ ἐστιν ὁ ὑφημιόλιος. ἐκείνως τε γὰρ ἀμφότεροι ὡρισμένοι οἱ κατὰ τὴν τοιαύτην ὑπεροχήν (καὶ γὰρ πρὸ καὶ ὡρισμένον), καὶ τὸ πρῶτον δὲ παράδειγμα, τὸ διπλάσιον καὶ ἥμισυ, ὁμοίως τοῖς νῦν εἰρημένοις ἀμφοτέρους ἔχει τοὺς ἀ·ριθμοὺς ὡρισμένους· καὶ ὅλως ἐν οἷς ἀριθμοῖς πρὸς ὅν τι ὡρισμένον ἡ κατὰ τὸ πρός τι ἀπόδοσις, ἀνάγκη ἀμφοτέρους ὡρίσθαι κατ’ ἄμφω. ὡς γὰρ ἓν πᾶν ἥμισυ, οὕτω καὶ τὸ διπλάσιον καθὸ διπλάσιον ἕν, ὡς ἔχει καὶ ἐπὶ τοῦ ἡμιολίου τε καὶ ὑφημιολίου· ὥστε οὐκ ἄλλης τινὸς ἀντιθέσεως τὸ παράδειγμα τοῦτο δηλωτικὸν ἂν εἴη, ἀλλ’ ἧς καὶ τὸ πρῶτον ῥηθὲν τὸ διπλάσιον. εἰπὼν δὲ τὸ πολλαπλάσιον πρὸς ἓν μὲν οὐ μὴν ὡρισμένον λέγεσθαι, τὴν διαφορὰν ταύτης τῆς ἀντιθέσεως πρὸς τὴν πρώτην εἰρημένην βουληθεὶς δεῖξαι πάλιν παρέθετ·ο τοῦ αὐτοῦ τρόπου τῆς ἀντιθέσεως παραδείγματα, τὸ ἡμιόλιον καὶ τὸ ὑφημιόλιον, καὶ εἶπε ταῦτα κατ’ ἀριθμὸν πρὸς ἀρὶθμὸν ὡρισμένον ἀντικεῖσθαι, ἴσον λέγων τῷ πρὸς ἓν ἀριθμὸς ὡρισμένος· ἑκάτερον γὰρ αὐτῶν πρὸς ἓν ὡρισμένον λέγεται, ᾦ ἴσον ἐστὶ τὸ κατ’ ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον. οὐχ οὕτω λέγεται τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον· λέγεται μὲν γὰρ καὶ τούτων ἑκάτερον πρὸς ἕν, ἀλλ’ οὐχ ὡρισμένον. λέγει δὲ ὅτι καὶ ὁ ἐπιμόριος πρὸς τὸν ὑπεπιμόριον πρὸς ἓν μὲν ἑκάτερος αὐτῶν λέγεται, ἀόριστον δὲ ἔχει τὴν ὑπεροχήν· ἓν μὲν γὰρ σημαίνει καὶ ἑνός τινος, οὐκέτι μέντοι καὶ τὸν λόγον τῆς ὑπεροχῆς δηλοῖ ὡς τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον· οὕτως δὲ εἶχε καὶ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὃ πρὸς ἓν μὲν ἐλέγετο, οὐ μὴν ὡρισμένον. εἰπὼν δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατ’ ἀριθμὸν ἀόριστον, ὅτι οὕτως ὡς πρὸς ἓν I μὲν λέγεται οὐχ ὡρισμένον δέ, ἐδήλωσεν ἐν τῇ τοῦ πολλαπλασίου [*](368) παραθέσει· τινὸς γὰρ καὶ ἑνὸς τὸ πολλαπλάσιον πολλαπλάσιον, οὐ μὴν ὥρισται τὸ ἓν τοῦτο πόσον ἐστὶ μόριον τοῦ πολλαπλασίου. διὸ τὸ πολλαπλάσιον πρὸς ἓν ὁμοίως λέγεται ὡς λέγεται καὶ τὸ ἐπιμόριον, ὥσπερ πάλιν ὁμοίως ἀλλήλοις ἐλέγετο τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον. οὐχ οὕτως δὲ ἔχει τὸ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον (πρὸς ὡρισμένον γάρ τι λέγεται καὶ τὸ πολλαπλάσιον καὶ τὸ ἐπιμόριον)· ὅλως γὰρ ἡ τοιαύτη σχέσις ἐν ἀορίστῳ ἀντιθέσει. τὸ μὲν γὰρ πολλαπλάσιον ἔχει τι ὡρισμένον, τὸ πολλάκις ἔχειν ἐκεῖνο, καὶ τὸ ἐπιμόριον· αὐτὸ γὰρ αὐτό τε ἔχει καὶ πλείω μέρη αὐτοῦ. τὸ δὲ ὑπερέχον οὐδένα ὅρον τῆς ὑπεροχῆς σημαίνει· διὸ κατὰ ἀόριστον ὑπεροχὴν [*](3 LF: om. Α 7 ἥμισυ Bonitz: ἡμιόλιον ALS 13 τὸ πρῶτον L: τὸ om. A 14 πρὸς ἓν Bonitz: πρὸς ἕνα AL 18 πρὸς ἕνα ἀριθμὸν ὡρισμένον L 23 ἔχει τὴν LP: om. A μὲν LF: om. A 26 ὃ πρὸς LFS: ὅπερ A ἐλέγετο οὐ μὴν LF: ἐπί γε τὸ Α 30 διὸ LFS: διὰ Α 33 δὲ LFS: om. A 33. 34 ὡρισμένον τί ὡς λέγεται πρὸς τὸ πολλαπλάσιον LF 36 αὐτὸ γὰρ — ἔχει LF: αὐτὸ γὰρ αὐτὸ τὸ ἔχον A: fort legendum αὐτό τε γὰρ ἔχει 37 σημαίνει LF: τι σημαίνει Α: ἔτι σῆμ’· coni. Bonitz)
404
ὀχὴν λέγεται. εἰπὼν δὲ τὸ μὴ ὁρίζον τὴν ὑπεροχὴν κατ’ ἀριθμὸν ἀόριστον τὴν ὑπεροχὴν ἔχειν, προσέθηκεν ὁ γὰρ ἀριθμὸς σύμμετρος, ἴσον λέγων τῷ πάντες οἱ ὡρισμένοι ἀριθμοὶ σύμμετροι, κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, ὃ ἐξηγητικόν ἐστι τοῦ πῶς λέγεται ἀόριστον κατ’ ἀριθμόν· παντὸς γὰρ ἀριθμοῦ ὡρισμένου συμμέτρου ὄντος σύμμετροι μὲν γὰρ οἱ τῷ αὐτῷ μέτρῳ μετρούμενοι, πάντων δὲ ἀριθμῶν μέτρον κοινὸν ἡ μονάς), οἱ κατὰ τὴν τοιαύτην ὑπεροχὴν ὑπερέχειν λεγόμενοι τῷ μὴ ὁρίζειν τὴν ὑπεροχὴν κατὰ τοῦτο λέγονται κατὰ μὴ σύμμετρον ἀριθμὸν λέγεσθαι πρὸς ἀλλήλους, οὐχ ὅτι μὴ καὶ οὕτως ἔχειν ληφθέντες πρὸς ἀλλήλους, ἂν ληφθῶσιν, εἰσὶ σύμμετροι, ἀλλ’ ὅταν μὴ ὁρίζωσιν ἐν τῇ πρὸς ἀλλήλους ἀντιθέσει τὴν ὑπεροχήν. ἐξηγούμενος δὲ αὐτὸς τὸ κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, προσέθηκε πῶς κατὰ μὴ σύμμετρον· τὸ γὰρ ὑπέρεχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτον ἐστι καὶ ἔτι· τοῦτο δέ ἐστιν ἀόριστον· καὶ γὰρ πλεῖον καὶ ἔλαττον γινόμενον τὴν αὐτὴν σχέσιν σώζει· τοῦτο γάρ ἐστι τὸ ἢ ἴσον ἢ ο·ὐκ ἴσον. ἢ γὰρ ἴσον τῷ φθάνοντι εἰλῆφθαι δύναται τὸ πάλιν λαμβανόμενον ὑπερέχον μὲν εἶναι, ἴσον δὲ κατὰ λόγον, ὡς εἶναι ἐν ἀμφοτέροις τριπλάσιον τὸ ὑπερέχον, ἢ οὐκ ἴσον· τοῦτο δέ ἐστιν ἀόριστον. δύναται τὸ ὅλως ἀόριστον κατ’ ἀριθμὸν εἰρηκέναι ὡς δηλῶν δι’ αὐτοῦ ὅτι οὐ καθὸ κατ’ ἀριθμόν τι ὅλως ἐστίν, ὥρισται, οὗ δεικτικὸν τὸ ’πὸ μὲν ἀριθμὸν ἢ ἀντὶ σύμμετρον· ἐπὶ δὲ τῆς τοιαύτης ὑπεροχῆς τὸ ἀορίστως λέγεσθαι τῷ μὴ εἶναι | σύμμετρόν τινα τῶν οὕτως ἐχόντων πρὸς ἀλλήλους [*](369) ἀριθμῶν. ἢ τὸ ὁ γὰρ ἀριθμὸς σύμμετρος δηλωτικόν ἐστι τοῦ ὅτι ὁ μὲν ὡρισμένῳ τινὶ ὑπερέχων ἀριθμὸς ἀριθμῷ συμμέτρῳ ὑπερέχει (καὶ γὰρ ὁ ἐπιμόριος τοῦ ὑπεπιμορίου· μέρει γάρ), ἐπὶ δὲ τοῦ ὑπερέχοντος οὐχ ὥρισται. ἔστι μὲν γὰρ τὸ ὑπερέχον τοσοῦτόν τε ὅσον τὸ ὑπερεχόμενον καὶ ἔτι, ἀόριστον δὲ τὸ καὶ ἔτι· δύναται γὰρ τὸ ἔτι τοῦτο, ᾧ ὑπερέχει τὸ ὑπερέχον, καὶ ἴσον εἶναι τῷ ὑπερεχομένῳ καὶ γὰρ τὸ διπλάσιον ὑπερέχει· τοσοῦτον γάρ ἐστι καὶ ἔτι ὃ ἴσον ἐστὶ τῷ ὑπερεχομένῳ)· δύναται καὶ ἔλαττον· ὥστε οὐκ ἔστιν εἰπεῖν ὁρίσαντα τίνι ὑπερέχει, πότερον ἴσῳ ἢ ἐλάττονι, ὥσπερ ἐπὶ τοῦ ἐπιμορίου· ἐλάττονι γὰρ καὶ μέρει.

Δείξας δὲ πῶς λέγεται κατ’ ἀριθμὸν τὰ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν λεγόμενα, ταῦτα δέ φησι τὰ πρός τι κατ’ ἀριθμὸν λέγεσθαι πάντα καὶ κατὰ πάθη τινὰ ἀριθμοῦ· τὸ γὰρ διπλάσιον καὶ ἥμισυ καὶ πολλαπλάσιον καὶ πολλοστημόριον καὶ τὰ τοιαῦτα τῶν ἀριθμῶν πάθη, καὶ ταύτῃ ποσά, ὡς εἶπε [*](7 τοιαύτην] αὐτὴν LF 16. 17 ὑπερέχον μὲν LF: ὑπερέχεσθαι Α 18 ὑπερέχον LF: ὑπερεχόμενον AS ἐστιν LF: ὃ Α 19 οὐ] fort, οὐδὲν ὑπερέχον c. S καθὸ LFS: om. Α 20 τι LFS: τε Α οὗ S Bonitz: οὐ Α 20. 21 οὗ δεικτικὸν — σύμμετρον Α: om. LF: quod demonstratur illis verbis (per non commensurabilem autem numerum dicuntur) S 21 δὲ] γὰρ L τὸ AS: τῷ LF 22 τῷ e S add. Bonitz 25 ὑπεπιμορίου LS: ἐπιμορίου Α μέρει LS: μέρος Α 27 ᾦ LS: ὃ Α 31 ἐπιμορίου LS: μορίου Α 35 ταύτῃ LS: ταύτης Α)

405
πρὸ ὀλίγου ἐν τῇ τοῦ ποσοῦ διαιρέσει. σε καὶ ἔτι φησὶ κατ’ ἄλλον τρόπον κατ’ ἀριθμὸν πρός τι λέγεσθαι καὶ οὐκέτι καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ἀλλὰ κτὰ ὁμοιότητα καὶ ἰσότητα. ὅτι δὲ καὶ τὰ οὕτως πρὸς ἄλληλα λεγόμενα κατ’ ἀριθμὸν λέγεται, δείκνυσι λαβὼν ὅτι κατὰ τὸ ἓν λέγεται. καὶ γὰρ τὸ ἴσον καὶ τὸ ὅμοιον καὶ τὸ ταὐτὸν κατὰ ἓν λέγεται· τῷ γὰρ ἓν ἀλλήλοις εἶναι. κατὰ γὰρ τὸ ἓν λέγεται πάντα εἶπεν, ὅτι τῷ ἄμφω τὰ οὕτως ἀντιτιθέμενα ἓν εἶναι ἀλλήλοις ἡ τοιαύτη ἀντίθεσίς τε καὶ σχέσις. καὶ πῶς γε ἓν λέγει ἄμφω; ταὐτὰ μὲν γὰρ ὧν μία οὐοία· ταῦτα γὰρ κατ’ οὐσίαν ὅμοια. καὶ γὰρ ὅταν τι αὐτὸ αὑτῷ ταὐτὸν λέγεται, ὡς δύο λαμβάνεται τὸ ὅν· ὥστε ἡ ταὐτότης ἑνότης τις κατ’ οὐσίαν. ὅμοια δὲ ὧν ἡ ποιότης μία· ὅμοια γὰρ ἐν μόνῃ ποιότητι, ὡς εἶπεν ἐν Κατηγορίαις· ὥστε καὶ ἡ ὁμοιότης ἑνότης ἐν ποιότητι. ἴσα δὲ ὧν ἓν τὸ ποσόν. πάντα δὲ κτὰ τὸ ἕν τι εἶναι τὰ οὕτως ἀντιτιθέμενα ἀντίκειται. ὃ λαβὼν δείκνυσιν ὅτι καὶ ἡ τοιαύτη σχέσις τε καὶ ἀντίθεσις κατ’ ἀριθμόν ἐστι, προλαβὼν ὅτι τὸ ἓν ἀρχὴ ἀριθμοῦ καὶ μέτρον· ὥστε καὶ τὰ κατὰ τὸ ἓν ἀντικείμενα, κατὰ ἀρχὴν ἀριθμοῦ καὶ μέτρον ἀριθμοῦ ἀντικείμενα, εἴη ἄν κατ’ ἀριθμὸν ἀντικείμενα, οὐ μὴν ὁμοίως κατ’ ἀριθμὸν τοῖς ῥηθεῖσι πρώτοις. ἐκεῖνα μὲν γὰρ κατὰ τὴν ἐν ἀριθμῷ ὑπεροχήν, ταῦτα δὲ κατὰ τὴν ἰσότητά τε καὶ ἑνότητα. |

Εἰπὼν δὲ περὶ τῶν κατ’ ἀριθμὸν ἀντικειμένων πρός τι, ἐφεξῆς λέγ’ εἰ [*](370) περὶ τῶν κατὰ τὸ ποιητικόν τε καὶ παθητικὸν καὶ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικειμένων. ποιητικὰ μὲν οὖν καὶ παθητικὰ κατὰ δύναμιν λέγεται, κατὰ δὲ τὰς ἀπὸ τῶν δυνάμεων ἐνεργείας ποιοῦντα καὶ πάσχοντα. δείξας δὲ διὰ τῶν παραδειγμάτων τίνα μέν ἐστι κατὰ δύναμιν λεγόμενα πρός τι, τίνα δὲ κατ’ ἐνέργειαν, προστίθησιν ὅτι μηκέτι τὴν κατὰ τοῦτο διαίρεσιν ἡ κατὰ τοὺς ἀριθμοὺς ἀντίθεσις ἔχει τῷ μηδὲ εἶναί τινας ἀριθμῶν ἐνεργείας· ἀκίνητα γὰρ τὰ μαθηματικὰ πάντα. τὸ δὲ ἀλλ’ ἢ ὃν τρόπον ἐν ἑτέροις εἴρηται λέγοι ἄν, ὅτι καθὸ νοοῦνται ἐνέργειαι αὐτῶν λέγοιντο εἶναι, αἵ τινες ἐνέργειαι οὐ κατὰ κίνησίν εἰσιν, ἐπεὶ μήτε τὸ νοοῦν καθὸ νοεῖ κινεῖται μήτε τὸ νοούμενον· καὶ ἐστιν ἐνέργεια ἡ τοῦ νοουμένου, οὐ μὴν κατὰ κίνησιν, ὡς ἔστιν ἐν τοῖς κατὰ κίνησιν ἐνέργειά τις τοῦ πάσχοντος, οὐ τοῦ ποιοῦντος μόνου. ἢ ὅτι αὐτῶν μὲν οὔκ εἰσι τῶν ἀριθμῶν ἐνέργειαι· οὔτε γὰρ ποιεῖ οὔτε πάσχει ὁ ἀριθμὸς καθὸ ἀριθμός, ὥσπερ ᾤοντο οἱ Πυθαγορικοί· τὰ μέντοι ποιοῦντα καὶ πάσχοντα κατὰ τὴν κατὰ τὸν ἀριθμὸν ἣν ἔχουσιν ὑπεροχὴν πρὸς ἄλληλα ἢ ἰσότητα ἀναλογίᾳ ποιεῖ τε καὶ πάσχει. οὐ γὰρ ὁπωσοῦν ἔχον τὸ ποιητικὸν ἢ ὁποσονοῦν ὂν ποιεῖ, ἀλλὰ δεῖ αὐτῷ καὶ συμμετρίας τῆς πρὸς τὸ πάσχον, ἥτις κατ’ ἀριθμόν τινα γίνεται· ἐν γὰρ ποιᾷ ὑπεροχῇ καὶ ποσῇ τά τε ἰατρικὰ φάρμακα τὸ [*](5 κατὰ τὸ ἓν coni. Bonitz 9 αὑτῷ S: αὐτῷ ALF 10 τὸ ἕν LFS: τὸ ὄν Α 12 ἐν Κατηγορίαις] 8 p. 11 a 15 14 καὶ (ante ἡ) LF: om. Α 15 προλαβὼν ALFS: προσλαβὼν suprascr. Α1 μέτρον LFS corr. Α: μέτρων Α 18 πρώτοις ALF: πρώτως ὠπ’. A 30 ἐνέργει ἡ] ἐνέργεια μὲν coni. Bonitz 35 ἣν LF: καὶ ἣν AS ἀναλογίαν LF 36 ἢ ὁπωσωνοῦν Α)

406
ποιεῖν ἔχει· οὐ γὰρ τὰ τυχόντα διὰ τὴν ποιότητα μόνην ποιεῖ, ἀλλὰ δεῖ αὐτοῖς καὶ ποσότητος εἰς τοῦτο. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ποιούντων ἢ πασχόντων. τῶν δὲ κατὰ δύναμιν, φησί, λεγομένων πρὸς· ἄλληλα τὴν ποιητικήν τε καὶ παθητικήν, τουτέστι τῶν κατὰ τὸ δύνασθαι ποιεῖν τε καὶ πάσχειν, καὶ κατὰ χρόνον φησὶ λέγεσθαί τινα πρός το· τὸ γὰρ πεποιηκὸς πρὸς τὸ πεποιημένον λέγεται (τὸ γὰρ πρὸς τὸ θερμανθέν, καὶ τὸ οἰκοδομηθὲν ὁμ.οίως) καὶ τὸ ποιῆσον πρὸς τὸ ποιηθησόμενον· καὶ γὰρ πατὴρ υἱοῦ κατὰ χρόνον, φησί λέγεται· τῷ γὰρ τὸ μὲν γεγεννηκὸς εἶναι τὸ δὲ γεγεννημένον, τὸ δὲ γεγεννηκέναι καὶ γεγεννῆσθαι τὸ μὲν πεποιηκέναι τὸ δὲ πεπονθέναι ἐστίν. κατὰ δύναμιν δὲ λέγει καὶ τὰ γεγονότα, ὅτι μηδὲ ταῦτα ὡς ἐνεργοῦντα ἔτι λαμβάνεται. ἢ κατὰ δύναμιν κοινῶς λέγει ἀντικεῖσθαι τὰ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικείμενα, καθ’ ὃν ἂν χρόνον ἡ ἀντίθεσις αὐτῶν λαμβάνηται. λέγεσθαί φησιν ἔνια πρός τι καὶ κατὰ στέρησιν δυνάμεως, ὥσπερ καὶ κατὰ δύναμιν. τὸ μὲν γὰρ θερμαντικὸν πρὸς τὸ θερμαντὸν κατὰ δύναμιν, τὸ δὲ ἀόρατον καὶ ἄτομον κατὰ στέρησιν· τὸ γὰρ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν, καὶ τὸ ἀδύνατον διαιρεθῆναι πρὸς τὸ ἀδύνατον διελεῖν· ἀόρατον | γάρ, οὗ οὐκ ἔστιν ὅρασις, καὶ ὅρασις οὐκ ἔστι τοῦ ἀοράτου. ὥστε τὰ [*](371) οὕτως λεγόμενα πρὸς ἄλληλα πάντα κατὰ στέρησιν ἄν δυνάμεως λέγοιτο· τὸ γὰρ ἀδύνατον ἀδυναμίᾳ ἀδύνατον, καὶ ἀδυναμία ἀδυνάτου ἀδυναμία.

Εἰπὼν δὲ ταῦτα, προστίθησι τοῖς εἰρημένοις ὅτι τὰ μὲν κατ’ ἀριθμὸν λεγόμενα πρός τι, ὁποῖα ἦν περὶ ὧν πρῶτον εἶπε, καὶ κατὰ δύναμιν ταῦτα δ’ ἦν κατὰ τὸ ποιητικὰ καὶ παθητικὰ ἀλλήλων εἶναι ἀντικείμενα), ταῦτα δὴ πάντα οὕτως πρός τι λέγεσθαί φησι τῷ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἄλλου λέγεσθαι, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς αὐτό. βούλεται δὲ ἡμῖν διαφοράν τινα δεῖξαι τῶν κατὰ τοὺς προειρημένους δύο τρόπους πρός τι λεγομένων πρὸς τὸν ῥηθέντα λόγον τῶν πρός τι κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον, ὡς ἐλέγετο ἡ ἐπιστήμη τε καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ἡ διάνοια καὶ ἡ δόξα καὶ ὑπόληψις. ἔστι δὲ ἥδε ἣν λέγοι ἄν διαφοράν, ὅτι ἐπὶ μὲν ἐκείνων ἑκάτερον τῶν ἀντικειμένων αὐτὸ ὅπερ ἦν ἐκείνου ἐλέγετο εἶναι πρὸς ὃ εἶχε τὴν ἀντίθεσιν. οὐ κατὰ τὴν πτῶσιν δὲ τὸ ἐκείνου λαμβάνοι, ἐπεὶ καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λεγόμενον καὶ τὸ ἴσον καὶ τὸ ταὐτὸν οὐχ ὁμοίου οὐδὲ ἴσου οὐδὲ ταὐτοῦ λέγεται, ἀλλὰ ὁμοίῳ καὶ ἴσῳ καὶ ταὐτῷ. ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι αὐτὸ ὅ ἐστιν ἢ ἄλλου λέγεται ἢ ἄλλῳ ἢ ἄλλως πρὸς ἄλλο· τὰ δὲ κρινόμενα καὶ τὰ κρίνοντα οὐκέθ’ οὕτως. τὰ μὲν γὰρ κρίνοντα ταῦτα ἅ ἐστιν ἄλλων λέγεται· τῶν γὰρ κρινομένων· ἥ τε γὰρ αἴσθησις αἰσθητῶν, ἥ τε ἐπιστήμη ἐπιστητῶν, καὶ τὸ μέτρον μετρουμένων, καὶ ἡ διάνοια διανοητῶν, καὶ ὁ νοῦς νοητῶν. τὰ δὲ κρινόμενα οὐκέτι αὐτὰ ἅ ἐστι τῶν κρινόντων λέγεται, οὐδὲ κατὰ τοῦτο πρός [*](1 μόνην LF: μόνα Α 6 θερμῆναν LFS: θερμαῖνον Α 9 γεγεννηκὼς Α 12 κοινῶς LFS: τινὸς Α 15 τὸ δὲ — δεῖν (17) MS eadeinque LF, praeterquam quod τὸ δὲ ὁρατὸν καὶ ἀόρατον κατὰ κτλ. habent: om. Α 23 ἦν τὰ κατὰ e S coni. Bonitz 29 καὶ ὑπόληψις LF: καὶ ἡ ὐπ’. Α 38 διανοητῶν LF: διανοητοῦ Α)

407
τι, καθὸ αὐτὰ ἅλων ἐστίν, ἀλλὰ καθὸ τούτων ἄλλα. αἰσθητὰ γάρ ἐστιν οὐχ ὅτι αὐτὰ ἄλλων ἐστίν, ἀλλ’ ὅτι ἄλλο τι τούτων ἐστίν (ὅτι γὰρ ἐστιν αὐτῶν, ταύτῃ αἰσθητά), καὶ ἐπιστητά, ὅτι αὐτῶν ἔστιν ἄλλο· ὅτι ἐπιστήμη. τὸ γὰρ ὅμοιον, εἰ καὶ ὁμοίῳ ὅμοιον λέγεται κατὰ τὴν πτῶσιν ὁμοίως ὡς καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ καὶ τὸ αἰσθητὸν αἰσθήσει πρὸς γὰρ δοτικὴν πτῶσιν ὁμοίως καὶ ταῦτα καὶ ἐκεῖνα), ἀλλ’ οὐχ ὡσαύτως λέγεται· τῷ γὰρ αὐτὸ ἐκείνῳ ὅμοιον εἶναι ὅμοιον αὐτῷ λέγεται, ἀλλ’ οὐ τῷ ἐκεῖνο τούτῳ, εἰ καὶ ὅτι μάλιστα κἀκεῖνο πρὸς τοῦτο ὁμοίως λέγεται. ὁμοίως καὶ τὸ ἴσον καὶ τὸ ταὐτόν. τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν λέγεται, οὐ τῷ αὐτὸ ὅ ἐστι τῆς αἰσθήσεως εἶναι, ἀλλὰ τῷ ἐκεῖνο, πρὸς ὃ λέγεται, τούτου εἶναι. τῷ γὰρ αἴσθησιν αὐτοῦ εἶναι λέγεται τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν· τὸ γὰρ ὁρατὸν σημαίνει ὅτι ἔστιν αὐτοῦ ὄψις. ὁμοίως τούτοις λέγοιτ’ ἂν καὶ ἡ ἁρμονία πρὸς τὰ ἡρμοσμένα· ἡ γὰρ ἁρμονία τῶν ἡρμοσμένων, τὰ δὲ ἡρμοσμένα τῆ ἁρμονίᾳ ἡρμοσμένα, ὅτι ἡ ἁρμονία τούτων ἐστίν, ὡς ἐπὶ τῶν ἐπιστητῶν ἐπιστήμη. |

[*](p. 1021a31)

οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστι διάνοια.

[*](1572)

Εἰπὼν ἐν τοῖς πρὸς ἄλληλα λεγομένοις ὡς τὸ κρῖνόν τε καὶ κρινόμενον τὸ κρινόμενον πρὸς τὸ κρῖνον οὕτως λέγεσθαι, ὅτι ἐκεῖνο τούτου, τουτέστι τὸ κρῖνον τοῦ κρινομένου, δυναμένου πρὸς τὸ κρῖνον οὕτω λέγεσθαι ὡς τὸ κρῖνόν γε πρὸς τὸ κρινόμενον, νυνὶ δείκνυσιν ὅτι οὕτω λέγεται ταῦτα πρός τι, ἥ τε ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ὅσα τούτοις ὅμοια, ὡς πρὸς τὰ ὧν ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἡ δὲ δόξα πρὸς τὰ δοξαστά, ἀλλ’ οὐ πρὸς ἐκεῖνα ἐν οἷς ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὸ ἔχον τὴν ἐπιστήμην, ἡ δὲ αἴσθησις πρὸς τὸ τὴν αἴσθησιν, καὶ τὰ ἄλλα ὁμοίως, διὰ τοῦ τοῦτο δεικνύναι πιστὸν ποιῶν τὸ εἰρημένον, τὸ ἐν τοῖς πρός τι εἶναί τινα καὶ οὕτως πρός τι λεγόμενα τῷ πρὸς ἃ λέγεται τούτων εἶναι τῶν πρὸς αὐτὰ λεγομένων· τοιαῦτα γὰρ τὰ κρινόμενα καὶ οὕτως λεγόμενα πρὸς τὰ κρίνοντα. ὅτι δὲ ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ λέγεται ἀλλ’ οὐ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην, δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι δὶς ἔσται τὸ αὐτὸ λεγόμενον. πῶς δὲ γίνεται δὶς τὸ αὐτὸ λεγόμενον, ὀλίγον προελθὼν δείκνυσιν αὐτὸς εἰπὼν ὁμοίως δὲ καί τινός ἐστιν ἡ ὄψις ὄψις, οὐχ οὗ ἐστιν ἡ ὄψις καίτοι ἀληθὲς τοῦτο εἰπεῖν), ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον· ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχ θή σειαι, ὅτι ἔστιν ὄψις οὗ ἐστιν ὄψις. ἔστι δὲ τὸ διὰ τούτων λεγόμενον ὑπ’ αὐτοῦ, ὅτι ἄν μὲν τὴν ὄψιν καὶ τὴν ἐπιστήμην καὶ τὰ τοιαῦτα θλῶν τινῶν λέγωμεν [*](1 ὠὰ καθὸ — ἄλλων ἐστίν (2) LF: om. Α 4. 5 πτῶσιν ὡς ἔχει τὸ ἐπιστητὸν LF 13 πρὸς — γὰρ ἁρμονία LF: om. Α 19 δυναμένου] exspectes οὐ δυναμένου 27 τῷ MS: τὸ Α: om. LF αὐτὰ LFS: αὐτὸ Α 32 ὄψις ὄψις LFS: semel habet Α 32.. 33 ἐστιν ὄψις LF et Metaph. vulg. 33 πρὸς χρῶμα LF: πρὸς τὸ χρῶμα Α)

408
εἶναι, οἷον ἐπιστήμην τῶν ἐπιστητῶν, τὴν ὄψιν τῶν ὁρατῶν, οὐδὲν ἄτοπον ἀπαντήσεται πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἐπιστήμη, ἀπόκρισις εὔλογος ὅτι τὸ ἐπιστητόν)· εἰ δέ τις τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐπιστητὸν λέγεσθαι λαμβάνοι, ἀλλὰ πρὸς τὸν οὗ ἐστι καὶ ἐν ᾧ ἐστι, τουτέστιν πρὸς τὸν ἐπιστήμην ἔχοντα, ἔσται ἡ ἀπόκρισις πρὸς τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐπιστήμη, ἰοῦ ἐστιν ἐπιστήμη’, ἐπεὶ ἐτέθη, οὗ ἐστι, πρὸς ἐκεῖνο λέγεσθαι. οὕτω δὲ ἔσται ἄτοπος ἡ ἀπόκρισις καὶ δὶς τὸ αὐτὸ λεγόμενον. πρὸς δὲ τοῦτο ἀπορήσαι τις ἄν, ὅτι εἰ διὰ τοῦτο τὰ τοιαῦτα οὐ λέγεται πρὸς τὰ ἐν οἷς ἐστι, διότι συμβαίνει δὶς ταὐτὸν λέγεσθαι, οὐδὲ ἄλλο τι ἔδει τῶν ἔν τινι ὄντων πρὸς ἐκεῖνο λέγεσθαι ἐν ᾧ ἐστιν. δοκεῖ δὲ πολλὰ τῶν πρός τι λέγεσθαι πρὸς τὰ ἐν οἷς ἐστιν· ἥ τε γὰρ ἁρμονία λέγεται ἡρμοσμένων εἶναι, καὶ οὐκ ἐν ἄλλοις τισίν ἐστιν ἡ ἁρμονία ἢ ἐν τοῖς συγκειμένοις ὧν ἐστι, καὶ πρὸς ἐκεῖνα λέγεται. ἀλλὰ καὶ ἡ ἕξις ἔχοντος ἕξις λέγεται εἶναι, ἐν ᾧ καὶ ἔστιν. ἐφ’ ὧν εἴ τις βούλοιτο ὁμοίως ἐρωτᾶν, ἔσται δὶς ταὐτὸν λεγόμενον· πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἁρμονία, ἀπόκρισις ὑγιὴς ἡ λέγουσα ἰοῦ ἐστιν ἁρμονία᾿, εἴ γε ἡ ἀρ’ μονία πρὸς τὸ [*](373) οὗ ἐστιν ἁρμονία λέγεται. πρὸς γὰρ τὰ ἡρμοσμένα λέγεται, ὧν ἐστιν ἁρμονία. ὅτι δὲ λέγεται πρὸς ταῦτα ἐν οἷς ἐστιν, ὑπὸ μὲν Θεοφράστου ἐν τῷ Β τῶν τοπικῶν οὕτως εἴρηται· “ὧν μὲν γὰρ ἕκαστα λέγεται, καὶ ὑπάρχει τούτοις, ὥσπερ ἡ συμμετρία καὶ ἡ ἕξις καὶ ἡ σύνθεσις· μνήμη δὲ καὶ ὕπνος καὶ ὑπόληψις οὐδενὶ τῶν ἀψύχων, οὐδὲ ἡ ἑτέρου κίνησις ἄλλῳ. διὸ δὴ καθ’ ἕκαστα διοριστέον.” καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῶν αὐτῶν τούτων οὕτως εἴρηκεν ἐν τῷ Δ τῶν τοπικῶν· “ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστι πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον αἱ διαθέσεις καὶ αἱ ἕξεις καὶ ἡ συμμετρία ἐν ἄλλῳ γὰρ οὐδενὶ δυνατὸν ὑπάρχειν τὰ εἰρημένα ἢ ἐν ἐκείνοις πρὸς ἃ λέγεται), τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε λέγεται, ἐνδέχεται δέ οἷον εἰ ἐπιστητὸν εἴη ἡ ψυχή· οὐδὲν γὰρ κωλύει τὴν αὑτῆς ἐπιστήμην ἔχειν τὴν ψυχήν, οὐκ ἀναγκαῖον δέ· δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην), τὰ δὲ ἁπλῶς οὐκ ἐνδέχεται ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, οὐδὲ τὴν ἐπιστήμην ἐν τῷ ἐπιστητῷ, ἂν μὴ τυγχάνῃ τὸ ἐπιστητὸν ψυχὴ ἢ ἄνθρωπος.” διὰ γὰρ τούτων καὶ ἀναγκαῖον εἶναί φησιν ἔνια τῶν πρός τι πρὸς ἐκεῖνα λέγεσθαι ἐν οἷς ἐστιν· ὧν εἶπεν εἶναι τήν τε διάθεσιν διακειμένου γὰρ καὶ τοῦ ἐν ᾧ ἐστιν ἡ διάθεσις) καὶ τὴν ἕξιν· τοῦ γὰρ τὴν ἕξιν ἔχοντος ἡ ἕξις ἕξις. ἀλλὰ καὶ ἡ συμμετρία ἐστὶν ἐν τούτοις. ἀλλ’ εἰ πρὸς ταῦτα λέγεται, ἐν οἷς ἐστιν ἕκαστον τούτων, δὶς ταὐτὸν [*](4 καὶ ἐν LFS: καὶ τὸν Α 13 ὧν Brandis Bonitz: om. libri 16 εἴ γε LFS: ἥ τε Α 22 ἄλλῳ LS: ἄλλων Α ὁ Ἀριστοτέλης F: ὁ om. AL 23 εἴρηκεν LFS: εἰρήκαμεν Α ἐν τῷ Δ τῶν τοπικῶν] 4 p. 125a33 25 ἡ διάθεσις καὶ ἡ ἕξις S et Arist. l. l. 29 αὑτῆς S: αὐτῆς LF: αὐτοῦ Α 36 συμμετρία ἐστὶν Brandis Bonitz: ante ἐστὶν add. καὶ libri 37 ἕκαστον τούτων om. LF δὶς ταὐτὸν S: δὶς τοῦτο LF: om. Α)
409
λεχθήσεται ἐφ’ ἑκάστου αὐτῶν. τί ἐστιν οὗ ἡ διάθεσις; οὗ ἐστιν ἡ διάθεσις. τί ἐστιν οὗ ἐστιν ἕξις; οὗ ἐστιν ἕξις. ὁμοίως καὶ ἐπὶ συ τρίς. εἰ δὴ ἐπὶ τούτων δὶς μὲν ταὐτὸν λέγεται, ἐξ ἀνάγκης δὲ δεῖ αὐτὰ πρὸς ταῦτα λέγεσθαι ἐν οἷς ἐστιν, οὐχὶ πρὸς διαβολὴν τοῦ λέγεσθί τι πρὸς τὸ ἐν ᾧ ἐστιν εἴη ἄν εἰρημένον τὸ δὶς ταὐτὸ λέγεσθαι. καὶ γὰρ εἰ μὲν ἦν οὕτω δὶς λεγόμενον ὡς αὐτὸ πρὸς αὑτὸ λέγεται, ἄτοπον ἄν τι εἵπετο· ἦν γὰρ ἄν αὐτὸ αὑτῷ τι ἀντικείμενον, εἴ γε τὰ πρός τι πρὸς ἀντικείμενα λέγεται. εἰ δὲ ἀποκρινόμενος πρὸς τὸν ἐρόμενον, τί ἐστι τὸ οὗ ἐστιν ἐπιστήμη, λέγει μὲν εἶναι τὴν ἐπιστήμην τοῦ οὗ ἐστιν ἐπιστήμη, ὂν ἀληθές, οὐ μὴν καὶ πρὸς τοῦτο λέγεσθαι οὐκέτι γὰρ ἐρωτηθείς πρὸς τί λέγεται ἐπιστήμη, ἀποκρίνεται οὗ ἐστιν ἐπιστήμη, ἀλλὰ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην), καὶ πάλιν πρὸς τί λέγεται ὁ ἔχων τὴν ἐπιστήμην, ἐρωτηθεὶς ἀποκρίνεται πρὸς ἐπιστήμην, οὐκ ἄν εἴη αὐτό τι πρὸς αὑτὸ λεγόμενον, εἴ γε ἄλλο ἐπιστήμη καὶ ἄλλο τὸ ἐπιστήμην ἔχον. ἔοικε δὲ καὶ αὐτὸς [*](374) οὐχ ὡς ἀναιρετικὸν τοῦ λέγεσθαί τι πρὸς τὸ ἐν ᾧ ἐστι τιθέναι αὐτό, ἀλλὰ πρὸς σύστασιν μᾶλλον αὐτῷ χρῆσθαι τοῦ, ἐν οἷς ἐνδέχεται τὰ ὄντα ἔν τισι πρὸς ἄλλα τινὰ λέγεσθαι παρὰ τὰ ἐν οἷς ἐστι, πρὸς ἐκεῖνα αὐτῶν ποιεῖσθαι τὴν ἀπόδοσιν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ μὴ ὁμοίως καὶ τῶν κατὰ δύναμιν λεγομένων πρὸς ἄλληλα τὸ ἕτερον τὸ ὡς πάσχον ἀντικείμενον ὂν τῷ ποιοῦντι ἢ ποιητικῷ οὕτω λέγεται πρὸς αὐτὸ τῷ ἐκεῖνο τούτου εἶναι, ἀλλ’ οὐ τῷ τοῦτο ἐκείνου. τὸ γὰρ καυστὸν καυστὸν τῷ εἶναι αὐτοῦ καυστικόν τι, καὶ τὸ θερμαντὸν τῷ εἶναι αὐτοῦ θερμαντικόν τι, καὶ τούτων ἕκαστον αὐτὸ ὅπερ ἐστὶν ἄλλου λέγεται· τὸ γὰρ καυστὸν καυστὸν τῷ καυστικῷ, καὶ τὸ αἰσθητὸν τοιοῦτόν ἐστιν, ὅτι ἐστὶν αὐτοῦ τὸ αἰσθανόμενον. ἢ βουλόμενος δεῖξαι πρὸς τί τὰ οὕτω λεγόμενα λέγεται, ταῦτα λέγει. τὰ μὲν γὰρ κατὰ δύναμιν πρὸς ταῦτα προδήλως λέγεται, καὶ οὐκ ἔστι ζητούμενον πρὸς τί ἡ τούτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ὡς κριτικῶν πρός τι λεγομένων ἐζητεῖτο πρὸς τί ταῦτα, οἷον τὸ αἰσθάνεσθαι πότερον πρὸς τὸ ἔχον αἴσθησιν ἢ πρὸς τὸ αἰσθητόν. ὅτι οὖν πάντα τὰ τοιαῦτα οὐ πρὸς τὰ ἔχοντα ἀλλὰ πρὸς τὰ ὧν εἰσι λέγεται, ἔδειξε διὰ τοῦ δεῖξαι τὰ ἀντικείμενα τούτοις οὕτω δεῖν λέγεσθαι πρὸς αὐτὰ τῷ ἐκεῖνα τούτων εἶναι· εἰ γὰρ καὶ ἐπὶ τούτων ἀληθὲς τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον (πάντα γὰρ οὕτω τὰ πρός τι ἔχει), δεῖ οὕτω τὰ πρὸς τὰ κρίνοντα λεγόμενα λέγεσθαι τῷ ἐκεῖνα τούτων εἶναι· ὃ οὐκ ἄν οὕτως ἔχοι, εἰ ἡ ἐπιστήμη καὶ ἕκαστον τῶν τοιούτων πρὸς τὰ ἔχοντα αὐτὰ ἐλέγετο.

τῶν δὲ καθ’ αὑτὰ πρός τι λεγομένων τὰ μὲν οὕτω φησὶ λέγεσθαι, δηλονότι ἢ τῷ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ τῷ ἄλλα αὐτῶν εἶναι, [*](4 ἐν οἷς— ταὐτὸ λέγεσθαι (5) LF: om. Α 6 αὑτὸ S: αὐτὸ ALF 7 ἄν LF: om. A αὑτῷ S: αὐτῷ ALF 8 ἀποκρινόμενος LFS: ἀποκρινόμενα Α 13 αὑτὸ Brandis Bonitz: αὐτὸ ALF 22 θερμαντὸν LS: θερμὸν ἀντὶ A 23 ἄλλου LS: ἀλλὰ Α 24 ὅτι ἐστὶν LS: om. A 32 ἐπὶ τούτων LS: ἐπὶ τούτου A 34 post λέγεσθαι add. ὡς ἔχειν A: om. LS τῶ LS: τὸ Α 38 ἑτέρων LS: ἕτερα A)

410
τὰ δέ, φησίν, ἄν τὰ γένη αὐτῶν πρός τι ᾗ· ἡ γὰρ ἰατρικὴ πρός τι τῷ τὴν ἐπιστήμην γένος οὖσαν αὐτῆς πρός τι εἶναι. τοῦτο δὲ καὶ ἐν Κατηγορίαις εἴρηκεν· οὗ γὰρ τὸ γένος πρός τι, τοῦτο οὐ κατὰ συμβεβηκὸς ἂν ἔτι πρός τι λέγοιτο, ἀλλὰ καὶ αὐτὸ καθ’ αὑτό, εἰ καὶ μὴ ὁμοίως τῷ γένει· τῷ γὰρ τὸ γένος ἐν τῷ εἴδει εἶναι γίνεται καὶ τὸ εἶδος ἐν τῇ οὐσίᾳ ἔχον τὸ πρός τι, εἴ γε μέρος αὐτοῦ τῆς οὐσίας τὸ γένος. ἔτι λέγει, ὡς τὰ ἔχοντά τινα πρός τι ἐστίν, οὕτω καὶ τὰ ἐχόμενα καὶ κατὰ τοῦτο· ἡ γὰρ ἰσότης πρός τι, ὅτι τὸ ἴσον τὸ ἔχον τὴν ἰσότητα πρός τι, καὶ ἡ ὁμοιότης τῷ τὸ ὅμοιον. κατὰ γὰρ τοῦτο κἀκεῖνα πρός τι· τῷ γὰρ ταῦτα ἔχειν. τὰ δὲ κατὰ συμβεβηκὸς πρός τι λέγεται, ὅσοις συμβέβηκέ τι τῶν πρός τι οὐκ οὖσιν αὐτοῖς πρός τι· ἄνθρωπος γὰρ λέγεται πρός τι, ὅταν ᾖ τὸ συμβεβηκὸς αὐτῷ τὸ διπλάσιον τῶν πρός τι ὄν. πάλιν εἴη ἂν τὸ λευκὸν λεγόμενον κατὰ 375 συμβεβηκὸς καὶ αὐτὸ πρός τι, ἄν ᾧ συμβέβηκε διπλασίῳ εἶναι, τούτῳ καὶ τὸ λευκὸν εἴη συμβεβηκός. διαφέρει δὲ οὗτος ὁ τῶν πρός τι τρόπος τοῦ προρρηθέντος· ἐκεῖ μὲν γὰρ τὸ ὑποκείμενον πρός τι λέγεται διὰ τὸ συμβεβηκὸς αὐτῷ, ἐνταῦθα δὲ τῶν συμβεβηκότων αὐτῷ τὸ ἕτερον διὰ τὸ ἕτερον.

Λέγει δὲ καὶ περὶ τοὐ τελείου, διαιρῶν αὐτό, ὅτι ἓν μὲν αὐτοῦ σημαινόμενόν ἐστιν οὗ μηδὲν μόριον ἄπεστι· τέλειον γάρ ἐστιν ἕκαστον, ὃ λέγεται, ὅταν αὐτοῦ μηδὲν τῶν εἰς τὴν τελείωσιν ἀπῇ μορίων. οὕτω χρόνος τέλειος ἑκάστου οὗτος, οὗ χρόνου, ὃς τοῦδε λέγεται εἶναι, μηδὲν μόριον ἄπεστι μηδὲ ἔξω τις αὐτοῦ. παντὸς μὲν γὰρ τοῦ λαμβανομένου χρόνου ἔστι τις ἔξω χρόνος· ἀλλ’ ὅταν ὁ τοῦδέ τινος ἀφωρισμένος χρόνος λαμβάνηται, τότε ὁ τέλειος ἔσται τούτου χρόνος, ὅταν ἀπῇ μηδὲν μόριον τοῦ χρόνου αὐτοῦ ἐν ᾧ ἐκεῖνό ἐστιν· οἷον εἴ τινος εἴη χρόνος τῆς ὑπάρξεως ἑκατὸν ἔτη, εἰ ἄνθρωπος φέρε εἰπεῖν ἔχοι τοῦτον ὅρον τῆς ζωῆς ὅλον, τέλειος ἂν ἦν ἀνθρώπου χρόνος, εἰ μηδὲν ἀπῆν τῶν ἑκατὸν ἐτῶν. οὕτω καὶ τέλειος ἄνθρωπος καὶ τέλειος ἵππος, οὗ μηδὲν μόριον ἄπεστιν, καὶ τέλειος ἀνδριὰς καὶ τῶν ἄλλων ἕκαστον, ὧν μηδὲν μόριον ἄπεστιν. ὁμοίως δὲ λέγεται τέλεια καὶ ὧν κατ’ ἀρετὴν τὴν οἰκείαν καὶ τὸ εὖ τὸ οἰκεῖον καὶ ἐν τῷ γένει τούτῳ μὴ ἔστιν ὑπερβολή. κοινότερον δὲ τῷ τῆς ἀρετῆς ὀνόματι χρῆται. ἕκαστον γὰρ τέλειον λέγεται, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρειήν, οἷον τέλειος ἄνθρωπος, ᾧ μηδὲν ἐνδεῖ τῶν κατὰ τὰς ἀνθρώπου ἀρετάς, μηδὲ ἔστιν ὑπερβολὴ αὐτοῦ κατὰ τὸ εὖ τὸ ἐν τῷ ἀνθρώπῳ. οὕτω καὶ ἰατρὸν τέλειον, οὗ κατὰ τὸ εὖ τῆς ἐν ἀνθρώπῳ ἰατρικῆς μὴ ἔστιν ὑπερβολή. τὸ δὲ πρὸς τὸ γένος αὐτὸς ἐξηγήσατο διὰ τοῦ εἰπεῖν ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι. τῷ γὰρ τὰς ἀρετὰς πλείους καὶ διαφόρους εἶναι, οὗτος τέλειος καθ’ ἣν ἔχει ἀρετήν ἐστιν, ὅταν μηδὲν κατ’ αὐτὴν τὴν ἀρετὴν ἐλλείπῃ· τῷ γὰρ γένει ἀντὶ τοῦ εἴδους ἐχρήσατο. καὶ αὐλητὴς τέλειος ὁ κατὰ αὐλητικὴν τοιοῦτος, καὶ ἁπλῶς ὁ κατά τινα τέχνην ἢ ἐπιστήμην ἢ ἀρετὴν μὴ ἐλαττούμενος τέλειος κατ’ αὐτήν. ἀπὸ δὲ τῶν οὕτως [*](2 ἐν Κατηγορίαις] c. 7 11 αὐτῷ LF: αὐτοῦ Α 13 πρός τι LF: τό πρός τι Α 25 ἔχοι F: ἔχει Α: ἔχων L 32 μηδὲ LF: μηδὲν Α 34 τῆς — ἰατρικῆς LF: τὸ ἐν ἀνθρώπου ἰατρικῇ Α: ἀνθρώπου del. Bonitz 39 αὐλητικὴν LF: αὐλητικὰ Α 40 δὲ LF: om. A)

411
τελείων καὶ κατὰ τὸ εὖ τὸ οἰκεῖον μὴ ὑπερεχομένων καὶ ἐπὶ τὰ κακὰ μεταφέρομεν τὸ τέλειον· συκοφάντην γὰρ λέγομεν καὶ κλέπτην τέλειον ὡς οὐκ ἔχοντα ἐν τούτοις ὑπεροχήν. τοῦτο δὲ ποιοῦμεν, ἐπεὶ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, κλέπτας ἀγαθοὺς καὶ τελείους· ὡς γὰρ τὴν κατὰ ταῦτα ἀρετὴν ἔχοντας καὶ τελείους κατ’ αὐτά· τελειότης γὰρ ἑκάστου ἡ οἰκεία ἀρετή. ὅταν γάρ, φησί, κατἁ τὸ εἶδος τῆς οἰκείας ἁρετἡς μηδὲν [*](376) ἐλλείπῃ μόριον τοῦ μεγέθους ὃ κατὰ φύσιν ἐστὶν αὐτῷ, τότε ἐστὶ τέλειον ἕκαστον, κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς εἰπὼν ἀντὶ τοῦ ὅταν ταύτης τῆς τοῦ εἴδους ἐν ᾧ ἐστιν οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· ἄνθρωπος γὰρ τέλειος, ἄν τῆς τοῦ ἀνθρώπου ἀρετῆς μηδὲν αὐτῷ ἐνδέῃ. οὗτος γὰρ ἄνθρωπος τέλειος, οὐχ ὁ τὰ μέρη ἄρτιος ἀλλ’ ὅταν τῆς ἀνθρώπου ἀρετῆς καὶ τοῦ ταύτης μεγέθους τοῦ κατὰ φύσιν μηδὲν μόριον ἐνδέῃ αὐτῷ. ὁμοίως καὶ ἵππος καὶ κύων καὶ τῶν ὄντων ἕκαστον. καὶ εἴη ἂν τοῦ οὕτως τελείου ὁρισμὸν ἀποδεδωκώς, ὡς εἶναι τέλειον οὗ κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· πρὸς γὰρ τὸ κατὰ φύσιν μέγεθος δεῖ μηδὲν μόριον ἐλλείπειν τοῦ τελείου. ἔστι δὲ τὰ μὲν πρῶτα εἰρημένα τέλεια κατὰ τὸ ποσόν, τὰ δὲ δεύτερα κατὰ τὸ εὖ τε καὶ τὸ ποιόν. ἔτι τέλειά φησιν εἶναι ἃ τὸ οἰκεῖον τέλος σπουδαῖον ἔχει· τέλειον γὰρ τὸ τέλος ἔχον, τὸ δὲ ·κυρίως τέλος ἀγαθόν τι. οὕτως ἄνθρωπος ἀγαθὸς τέλειος, ὅτι τὸ οἰκεῖον τέλος ἀγαθὸν ὂν ἔχει. καὶ εἴη ἄν ἡ διαφορὰ τοῖς οὕτω λεγομένοις τελείοις πρὸς τὰ πρὸ τούτων εἰρημένα, ὅτι ἐκεῖνα μὲν ἐλέγετο τέλεια τῷ ἐν τελείῳ εἶναι τοιοῦτον γὰρ ἡ ἀρετή) ἀλλὰ οὐ τῷ ἐν τέλει, τὰ δὲ νὺν λεγόμενα τῷ ἐν τέλει. ἢ οὐχ ὡς ἄλλο τι σημαίνων εἶδος τελείου τοῦτο προσέθηκεν· ἀναλαμβάνων οὖν τὸν περὶ αὐτῶν λόγον οὐκέτι τούτου ὡς ὄντος παρ᾿ ἐκεῖνο μνημονεύει. ἐπεὶ δὲ τέλειον τὸ τέλος ἔχον, τὸ δὲ τέλος ἔσχατον, ἤδη καὶ τὰ ἐν τῷ ἐσχάτῳ ὄντα ἐν τῷ τέλει φαμὲν εἶναι· διὸ καὶ ἐπὶ τὰ φαῦλα χρώμεθα τῷ σημαινομένῳ τούτῳ τοῦ τελείου, λέγοντες τελείως τινὰ ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν ἐπὶ τῷ ἐσχάτῳ ᾖ τοῦ κακοῦ καὶ μηδὲν αὐτῷ ἐλλείπῃ τῆς φθορᾶς. οὕτως καὶ ἡ τελευτὴ τέλος λέγεται, ἐπεὶ καὶ τὸ τέλος ἔσχατον (τοῦτο δέ ἐστι τὸ καὶ τὸ οὗ χάριν), τὸ ἔσχατον τέλος λεγόντων ἡμῶν. διὸ καὶ τὸ ‘‘ἔχει τελευτήν ἧσπερ οὕνεκ’ ἐγένετο.” οὐ μὴν ἀλλὰ παρὰ τὸ ἑπόμενον ἡ ἀπάτη, ἐπεὶ κυρίως γε τέλος τὸ οὕτως ἔσχατον ὡς οὗ ἕνεκεν. τὸ δὲ τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον ὡς ἴσον εἶπε τῷ κυρίως δὲ τέλος τὸ ὡς οὗ ἕνεκα ἔσχατον. ἢ εἰπὼν ἄμφω ἔσχατα εἶναι (καὶ γὰρ ἡ τελευτὴ προσέθηκεν ὅτι καὶ τὸ τέλος δὲ καὶ οὗ ἕνεκα καὶ αὐτὸ ἔσχατον. πάντα δὲ τὰ προειρημένα τε καὶ καθ’ αὑτὰ λεγόμενα τέλεια εἰς δύο φησὶν ἀνάγεσθαι [*](3 ὑπιρσχήν LF: ὑπεροχή A 5 αὐτά Α: αὐτάς LF: fort. αὐτήν 14 οὕτως LS: ὄντως Α 17 τελείου LS: τέλους Α 30 αὐτῷ LF: αὐτοῦ Α 32. 33 ἔχει — ἐγένετο] cf. Phys. Β 2 p. 194 a 31 Bonitz Ind. Arist. p. 607b26 34 ὡς LFS: τὸ ὡς A 35 ὡς ἴσον εἶπε τῶ καὶ τὸ τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον· ἢ τὸ τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον εἶπεν ὡς ἴσον ὃν τῶ κυρίως δὲ τέλος L; cf. 1. 37)
412
σημαινόμενα, εἴς τε τὰ κτὰ τὸ εὖ μηδὲν ἐλλείποντα μηδὲ ἔχοντα ὑπερβολήν, ὡς δύνασθαι ἔξω τι αὐτῶν ληφθῆναι, ὃ παρὸν ηὔξησεν ἂν τὸ ἐν αὐτοῖς εὖ· καὶ γὰρ οἷς ὑπάρχει τὸ τέλος ὂν σπουδαῖον, καὶ | ταῦτα [*](377) ὑπὸ τοῦτο τὸ σημαινόμενον τοῦ τελείου. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ τελείου κατὰ τὴν ἀρετὴν καὶ τὴν τοῦ ἀγαθοῦ ὁλόκληρον παρουσίαν λέγεται, τὸ δὲ τῷ ἁπλῶς μὴ ἔχειν ὑπερβολὴν ἐν τῷ οἰκείῳ γένει μηδὲ εἶναί τι ἔξω αὐτοῦ μηδὲ ἀπεῖναι, ὃ σημαινόμενον πρῶτον ἐξέθετο, οὗ εἰς δήλωσιν παρέθετο τὸν τέλειον χρόνον. οὕτω τέλειος ἄνθρωπος οὗ μηδὲν ἄπεστι μέρος, καὶ ἵππος ὁμοίως καὶ οἰκία καὶ βάθρον καὶ θρόνος, ὡς προεῖπε. ταῦτα μὲν οὖν τὰ σημαινόμενα καθ’ αὑτὰ τοῦ τελείου, τὰ δὲ ἄλλα τέλεια λεγόμενα ἀπ᾿ αὐτῶν φησι καὶ ταῦτα λέγεσθαι· ἢ γὰρ τῷ ποιεῖν τι τοιοῦτον· ἡ γὰρ παιδεία τέλειον, ὅτι ποιητικὸν τελείου τινός· τοῦ γὰρ τὴν ἀρετὴν ἔχοντος· καὶ τὰ γυμνάσια, ὅτι εὐεξίας καὶ αὐτὰ ποιητικὰ τελειότητος οὔσης. λέγεταί τινα τέλεια καὶ τῷ ἔχειν τι τοιοῦτον, ὡς βιβλίον λέγομεν τέλειον, ᾧ μηδὲν ἐνδεῖ τῶν ὀφειλόντων γραφῆναι, καὶ πραγματείαν τελείαν, ᾗ μηδὲν ἐνδεῖ. λέγεταί τινα τέλεια καὶ τῷ ἁρμόττειν τοῖς τελείοις· οὕτως ἐσθὴς λέγεται τελεία καὶ ὑπόδημα καὶ πανοπλία, καὶ ἡ Πηλιὰς τέλειον δόρυ ὅτι ὁ Ἀχιλλεὺς αὐτῇ μόνος ἠδύνατο χρῆσθαι τέλειος ὤν. καὶ τὰ ἁρμόττοντα δὲ τοῖς κατὰ τὸ εὖ τελείοις τέλεια· οὕτω πρᾶξις τελεία ἡ τῷ σπουδαίῳ ἁρμόζουσα, οἵα ἡ τοῦ φιλοσόφου. ἢ ὁπωσοῦν φησι λέγεσθαι πρὸς τὰ πρώτως λεγόμενα τέλεια· οὕτως γυμνάσιον λέγεται τέλειον, ᾧ ὁ τέλειος ἀθλητὴς γυμνάσαιτ’ ἄν.

Καὶ πέρας δὲ λέγει τὸ μὲν ὡς ἔσχατον ἑκάστου λέγεσθαι, καθ’ ὃ σημαινόμενον εἴη ἄν καὶ ὁ θάνατος πέρας λεγόμενος· τὸ γὰρ ἑκάστῳ ἐπιγινόμενον ἔσχατον πέρας ἐκείνου. οὕτως καὶ κινήσεως τι καὶ πράξεως πέρας λέγεται· τοιοῦτον γὰρ οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου· εἰ γάρ τινος ληφθέντος ὡς ἐσχάτου ἔτι ἔστι τι τὸ τούτου ἐκτός, τοῦτο οὐ πέρας. τὸ δὲ πρώτου προσέθηκεν ἐνδεικνύμενος τὸ κυρίως πέρας, ὃ οὐχ ὡς μέρος ἐστὶ πέρας ἀλλ’ ὡς τὸ κυρίως ἔσχ’ ἄτον, ὁποῖόν ἐστιν ἐπὶ τῶν σωμάτων ἡ ἐπιφάνεια. δύναται μὲν γὰρ καὶ μέρους τινὸς ληφθέντος μηδὲν εἶναι ἔξω, ἀλλ’ οὐ πρώτου· πρὸ τούτου γὰρ τοῦ μέρους αὐτό. δόξειε δ’ ἂν τὸ αὐτὸ σημαίνειν καὶ διὰ τούτου τοῦ λόγου πέρας ὃ καὶ διὰ τοῦ πρότερον, ὃ εἶπεν ἔσχατον ἑκάστου, ὡς εἶναι τοῦ αὐτοῦ σημαινομένου διαφόρους λόγους· οὐ μὴν οὕτως ἔχει. τὸ μὲν γὰρ πρῶτον ῥηθὲν οὐ μόνον οὐκ αὐτοῦ τοῦ πράγματος ὄν τι ἔσχατον ἦν αὐτοῦ, ἀλλὰ καὶ τὸ τελευταῖον ἐπιγινόμενον ἑκάστῳ, τὸ δὲ νῦν αὐτοῦ τι τοὐ πράγματος ὂν πέρας λέγεται. ἔτι τὸ μὲν ἔσχατον δύναται καὶ ἐπὶ μέρους λέγεσθαι, | τὸ δὲ [*](378) [*](3 ὑπάρχει c. S Bonitz: ὑπερέχει ALF 4 τοῦ — σημαινόμενον LF: om. AS 5 κατὰ τὴν τῆς ἀρετῆς καὶ LF 16 τῷ ἀπλῶς L: τῷ om. Α 7 αὐτοῦ LF: αὐτῶν Α 17 τελεία LF: τέλειος Α 21 πρώτως LF: πρῶτος A οὕτως] ὡς LF 22 τέλειον ὄν, ᾦ LF 26 πρώτου· οὗ γὰρ ληφθέντος ἔσχατόν τε καὶ ἐκτὸς ἔτι ἔστι τι τοῦτο οὐ πέρας· τό δὲ (28) LF 27 ὡς MS: om. Α 32 αὐτὸ bis Α 35 οὐκ — ἦν] ὃ ἂν — ᾖ e S coni. Bonitz)

413
οὕτω λεγόμενον, ὡς ἀπέδωκε δεύτερον, οὐκ ἐπὶ μέρους ἄρμ’ δύναται ἀλλ’ ἐπὶ τοῦ κυρίως πέρατος, ὡς ἤδη εἶπον. καὶ τὸ μὲν ἔσχατον καὶ μὴ μεγεθῶν ἁρμόζοι ἄν· καὶ γὰρ λόγου τι ἔσχατον καὶ πράξεως εἴη ἄν καὶ διανοίας· οὕτως γάρ ὡς εἶπον, πέρας καὶ ὁ θάνατος λέγεται· ἔσχατον γὰρ τῆς τοῦ ζῴου ζωῆς. τοῦτο δὲ τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν πρώτου δοκεῖ ἐπὶ μεγεθῶν μόνον ἁρμόζειν· τοῦ γὰρ μεγέθους ἔστι τι λαβεῖν οὗ πρώτου οὐδέν ἐστιν ἔξω· τοιοῦτον γὰρ ἐν μὲν σώματι ἡ ἐπιφάνεια, ἐν δ’ ἐπιφανείᾳ ἡ γραμμή ἐν δὲ γραμμῇ ἡ στιγμή. ἄλλως δὲ ἐλέγετο ἐπὶ τοῦ τελείου τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν καὶ ἄλλως ἐπὶ τοῦ πέρατος. ἐπὶ μὲν γὰρ τοῦ τελείου ἐσήμαινε τὸ ᾧ μηδὲν ἐλλείπει τῶν μορίων (τὸ πᾶν λαμβανόμενον ἦν τέλειον). ἐπὶ δὲ τοῦ πέρατος τὸ οὗ μηδέν ἐστιν ἐξωτέρω περατοῦν τοῦτο οὗ ἐστι πέρας· καὶ τέλειον μὲν τὸ ὡς ὅλον μηδὲν ἐκτὸς ἔχον. ἢ διαφορὰν σημαίνει τὸ πρῶτον τῷ πέρατι προσκείμενον, ὅτι πέρας ἔχει καὶ τὸ μὴ τέλειον. πέρας δέ φησιν εἶναι καὶ οὗ ἔσω πάντα πρώτου, τὸ αὐτὸ σημαίνων ὃ φθάσας εἶπε, κατ’ ἄλλον δὲ τρόπον καὶ ἀντεστραμμένως τότε μὲν γάρ, οὗ μηδὲν ἐκτὸς του, νῦν δέ, οὗ ἐντὸς πάντα πρώτου), τὸ πρώτου πάλιν προσθείς, ἵνα τοῦ μέρους τὸ κυρίως πέρας χωρίσῃ· ἐντὸς μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις καὶ τῶν μερῶν τῶν πρὸς τοῖς ἐσχάτοις τὰ ἄλλα μέρη, ἀλλ’ οὐ πρώτων· ἐπὶ γὰρ τοῦ σώματος καὶ αὐτὸ τὸ ληφθὲν μέρος ἔσχατον ἐντός ἐστι τῆς ἐπιφανείας, ἐκείνη δὲ οὐκέτ’ οὐδενὸς ἐντός. ταὐτὸν δέ, ὡς εἶπον, οὗ τε πρώτου οὐδὲν ἔστι λαβεῖν ἔξω, καὶ οὗ ἔσω πάντα πρώτου. ἔτι πέρας φησὶ καὶ ὃ ἄν ᾗ εἶδος μεγέθους ἢ ἔχοντος μέγεθος, εἶδος μὲν τὸ σχῆμα λέγων καὶ τὴν μορφήν· κατὰ γὰρ ταῦτα τὰ σώματα εἰδοποιεῖται. τὸ γὰρ μεγέθους ἀντὶ τοῦ σώματος εἶπε· πᾶν γὰρ σχῆμα ἐν σώματι. τὸ δὲ ἢ ἔχοντος μέγεθος προσέθηκε διὰ τὰ ζῷα, ἃ οὐκ ἔστι μὲν ἀπλῶς σώματα καὶ μεγέθη, ἔχει μέντοι σῶμα καὶ μέγεθος, καὶ ἔστι τούτων μὲν οὕτως εἶδος καὶ πέρας ἡ οἰκεία ἑκάστου μορφή. τῶν δὲ σωμάτων τὰ σχήματα. καὶ εἴη ἄν διὰ μὲν τοῦ πρώτου τὴν ἐπιφάνειαν εἰρηκὼς πέρας τοῦ σώματος, διὰ δὲ τοῦ νῦν τὸ σχῆμα. λέγει πέρας καὶ τὸ ἑκάστου τέλος τὸ οὗ χάριν· τοῦτο γὰρ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις· οὗ γὰρ ἕνεκεν ἡ κίνησίς τε καὶ ἡ πρᾶξις καὶ εἰς ὃ ἐπαύσατο, τοῦτο πέρας. οὐκέτι οὕτως ὁ θάνατος πέρας, ἐπεὶ μὴ τούτου χάριν γίγνεται τὰ γινόμενα· καίτοι ἔσχατός ἐστιν. εἰπὼν δὲ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις πέρας. προσέθηκεν ἁλλ’ οὐκ ἁφ᾿ οὗ· ἀφ’ οὗ γὰρ ἡ κίνησις, ἀρχὴ | τοῦτο. ὁτὲ ἑ, φησί, πέρατα ἄμφω [*](379) λέγεται, καὶ τὸ ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ· καὶ γὰρ ἡ τοιαύτη ἀρχὴ λέγεταί ποτε πέρας καὶ αὐτή. καὶ εἴη ἄν τοῦ διαλογισμοῦ τοῦ περὶ τοῦ πραχθησομένου τοῦτο πέρας· ἀπὸ γὰρ τοῦ τέλους ἀρξάμενοι ἐπὶ ἔσχατον παυόμεθα τοῦτο ὃ ἀρχὴ τῆς πράξεως γίνεται· ὥστε ἔστιν ἥ τινος ἀρχὴ τῆς [*](10 ἐσήμαινε τὸ c. S Bonitz: ἐσημαίνετο AL 13 ἔχον LS: ἔχει Α σημαίνει τὸ LS: ante τὸ add. εἰ καὶ Α 14 ὅτι LS: τι A φησιν LFS: φασὶν A 15 σημαίνων LFS: σημαῖνον Α 18 καὶ ἐν τοῖς ἄλλοις om. S, fort, recte 21 οὗ τε S corr. L: οὔτε Α pr. L 30 τὸ ἑκάστου LF: τοῦ ἑκάστου Α)
414
πράξεως πέρας τοῦ διαλογισμοῦ. καὶ εἴη ἄν διὰ τούτων καὶ τὸ τέλος ἀρχήν τε καὶ πέρας δεδειχὼς καὶ τὸ ποιητικόν· τοῦ μὲν γὰρ διαλογισμοῦ πέρας, ἀρχὴ δὲ τῆς πράξεως. εἰπὼν δὲ ἐκεῖ τὴν ἀρχὴν πέρας λέγεσθαι, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ ἀφ’ οὗ, ᾧ προσθεὶς καὶ τὸ ἐφ’ ὅ ἔκειτο γὰρ καὶ τοῦτο), ἐξηγησάμενος τὸ ἐφ’ ὃ διὰ τοῦ προσθεῖναι καὶ τὸ οὗ ἕνεκα τοῦτο γάρ ἐστι τὸ ἐφ’ ὅ), ἐφεξῆς δείκνυσι κατὰ πάντα τὰ τῆς ἀρχῆς σημαινόμενα τὸ πέρας λεγόμενον. λέγει γὰρ πέρας εἶναι καὶ τὸ εἶδος, καθ’ ὅ ἐστιν οὐ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ πῶς τοῦτο πέρας, προστίθησιν· οὐ γὰρ ἁπλῶς ἀνθρώπου πέρας τὸ ζῷον λογικὸν θνητὸν αὐτὸν εἶναι, ἀλλὰ τῆς γνώσεως τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ τῆς ἑκάστου πράγματος γνώσεως τοῦτο πέρας· ὅταν γὰρ τοῦτο γνῶμεν, παυόμεθα τοῦ ζητεῖν τί ἐστι τὸ πρᾶγμα. εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγματος αὐτοῦ· ὡς γὰρ ἔχει τὸ πρᾶγμα, οὕτως αὐτοῦ ἡ γνῶσις γίγνεται. φανερὸν δέ, φησίν, ὅτι ὁσαχῶς ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας. ὃ εἰπὼν ἐπήνεγκε καὶ ἔτι πλεοναχῶς. ὅτι μὲν οὖν καὶ τὸ ὡς τέλος ἀρχὴ λεγόμενον καὶ τὸ εἶδος καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως πέρας λέγεται, εἴρηκεν· εἴη δ’ ἄν καὶ ἡ ὡς ὕλη ἀρχὴ λεγομένη πέρας τῷ ἔσχατον ὑποκείμενον εἶναι, τὸ δὲ ἔσχατον καὶ πέρας λέγεσθαι. ὅτι δὲ μὴ τετραχῶς μόνον τὸ πέρας, ἀλλ’ ἔστι καὶ ἄλλα σημαινόμενα πέρατος, ἃ οὐχ οἷόν τε ἐφαρμόσαι τῇ ἀρχῇ, ἐξ ὧν προείρηκε λέγων περὶ τοῦ πέρατος δῆλον· καὶ γὰρ τὸ ἔσχατον ἑκάστου, ὡς ὁ θάνατος, καὶ οὗ πρώτου μηδὲν ἔστιν ἔξω λαβεῖν, ὡς τοῦ σώματος ἡ ἐπιφάνεια, ἀλλὰ καὶ τὸ σχῆμα, ὧν οὐδέτερον ταὐτόν τινι τῶν ὡς αἰτίων περάτων λεγομένων. διὸ καὶ εὐλόγως εἶπεν ὅτι ἡ μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχή, τὴν αἰτίαν λέγων.

Εκτίθεται δὲ καὶ τὰ τοῦ καθ’ ὅ σημαινόμενα οὗ λεγόμενά ἐστι τὸ καθ’ ὃ λέγεται εἶναι, καὶ δι’ ὃ τῶν ὑπαρχόντων τινὶ τὸ καθ’ ὃ κατηγορούμενόν ἐστι, καὶ δι’ ὃ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ. λέγομεν γὰρ τόδε τι εἶναι, ὅ ἐστι κατὰ τόδε] καὶ λέγει ἕνα μὲν τρόπον λέγεσθαι καθ’ ὅ τὴν οὐσίαν καὶ τὸ εἶδος· ἕκαστον γὰρ λέγεται κατὰ τὸ εἶδος τοῦτο ὅ ἐστιν, ὃ καὶ οὐσίαν εἶπεν· ὅ τε γὰρ ἀνδριὰς κατὰ τὸ εἶδος ἀνδριάς, | ὁμοίως καὶ ὁ ἄνθρωπος ἄνθρωπος [*](380) κατὰ τὸ εἶδός ἐστι, καὶ ὁ ἵππος ἵππος. καὶ οὗ ἐν τῇ οὐσίᾳ τὸ ἀγαθόν, τούτου εἶδος τὸ κυρίως ἀγαθόν· ἀγαθὸν δὲ καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός. τὸ δὲ αὐτὸ ἀγαθὸν εἶπεν ἀντὶ τοῦ, καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός ἐστιν, ἀγαθὸν αὐτό· οὐ γὰρ κατ’ ἄλλο τι ἀγαθὸς ὁ ἀγαθὸς ἢ κατὰ τὸ ἀγαθὸν καὶ τὴν τοῦ ἀγαθοῦ οὐσίαν. ἄλλον δὲ τρόπον τὸ καθ’ ὅ λέγεσθαί φησιν, ἐν ᾧ πρώτῳ πέφυκέ τι γίγνεσθαι· κατὰ γὰρ ἐκεῖνο λέγεται ὑπάρχειν. οἷον τὸ σῶμα λέγεται κεχρῶσθαι κατὰ τὴν ἐπιφάνειαν, ὅτι πρώτη ἡ ἐπιφάνεια χρώματός ἐστι δεκτική. εἰπὼν δὲ καθ’ ὅ τὸ κατὰ τὸ εἶδος καὶ τὴν οὐσίαν λέγεσθαι, προσθεὶς δὲ [*](2 γὰρ LF: om. Α 9 τὸ ζῷον λογικὸν A2LF: ζῷον τὸ λογικὸν Α1 13 οὕτως καὶ ἡ γνῶσις αὐτοῦ L 19 πέρατος LFS: πέρατα Α 23 οὐδέτερον L: οὐδέτερα Α 26 οὗ λεγόμενα — τόδε (29) om. LFS 29 καὶ λέγει F: καὶ λέγων L: λέγει δὲ Α 32 alterum ἵππος e S add. Bonitz)

415
καὶ τὸ πρῶτον δεκτικόν, τὸ μὲν κυρίως καὶ πρώτως λεγόμενον καθ’ ὅ τὸ εἶδος λέγει εἶναι· ἑκάστῳ γὰρ τῶν ὄντων κατὰ τοῦτο τὸ εἷναί ἐστιν· δευτέρως δὲ καὶ κτὰ τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον, ὃ ὦτον δεκτικόν· ὡς γὰρ ἐν ὕλῃ πρώτῃ τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἕκαστον γὰρ τῶν φύσει ὄντων, ἀλλὰ καὶ τῶν τέχνῃ, οὐ κατὰ τὸ εἶδος μόνον ἔστι τε καὶ εἶναι λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ὕλην· ὅ τε γὰρ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὴν ὑποκειμένην αὐτῷ ὕλην εἶναι λέγεται ἄνθρωπος, ὅ τε ἀνδριὰς οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὸν χαλκόν ἐστιν ἀνδρίς. ὁμοίως καὶ πᾶσα συναμφότερος οὐσία. ἔοικε δὲ καὶ τὸ πρῶτον δεκτικὸν τῇ ὕλῃ ὑπάγειν· καθόλου γὰρ ὕλην εἶπεν, ᾧ πρώτως τι ὑπάρχει ὡς ὑποκειμένῳ. καὶ τῇ ἐπιφανείᾳ δὲ πρώτῃ τὸ χρῶμ’ ὑπάρχει, καὶ εἴη ἄν ὕλῃ μὲν ἀνάλογον ἡ ἐπιφάνεια, εἴδει δὲ τὸ χρῶμα. ταῦτα εἰπὼν ὅτι τὸ καθ’ ὅ καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὴν ὕλην λέγεται, καθόλου δέ φησίν, ἰσαχῶς τό τε καθ’ ὅ καὶ τὸ αἴτιον ὑπάρχει τε καὶ λέγεται· καθ’ ἕκαστον γὰρ λέγεται αἴτιον τὸ καθ’ ὅ τι ὑπάρχει. καὶ πρῶτον μὲν ὅτι τῷ τελικῷ αἰτίῳ ὁμοίως λέγεται ταῦτα δείκνυσι· λέγεται γὰρ τὸ κτὰ τί ἐλήλυθεν ἀντὶ τοῦ τίνος χάριν ἐλήλυθε· πρὸς γὰρ τὸν ἐρόμενον περί τινος κατὰ τί ἐλήλυθεν ὁ εἰπὼν οὗ ἕνεκεν ἐλήλυθεν, οἷον ὅτι διὰ τὴν εἴσπραξιν τῶν χρημάτων, δεόντως ἀποκρίνεται. ὁ δὲ εἰπὼν τὸ κατὰ τί ἐλήλυθε, τὸ καθ’ ὅ ἐζήτει. ἀλλὰ καὶ ὁ ἐρόμενος κατὰ τί ὁ Ἰλιακὸς πόλεμος συνέστη, πόθεν ἡ ἀρχὴ τοῦ πολέμου τοῦ Ἰλιακοῦ ἐξετάζει, ὅ ἐστι πάλιν αἴτιον τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ὅτε γὰρ διὰ τὴν τῆς Ἑλένης ἁρπαγὴν εἶπε, τὸ καθ’ ὅ δεδήλωκεν. ὅτι δὲ καὶ κατὰ τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ τῆς κατὰ τὴν ὕλην λέγεται τὸ καθ’ ὅ, εἴρηκεν. ἀλλὰ καὶ ὃ αὐτὸς παρατίθεται παράδειγμα τοῦ ποιητικοῦ αἰτίου δεικτικόν ἐστιν· ὁ γὰρ ἐξετάζων κτὰ τί παραλελόγισται, τὴν ποιητικὴν αἰτίαν μαθεῖν βούλεται· τί γὰρ τὸ ποιῆσαν τὸν παραλογισμὸν ἢ τί τὸν συλλογισμὸν μαθεῖν ἀξιοῖ. ἔτι πρὸς τοῖς εἰρημένοις I τρόποις τὸ καθ’ ὅ σημαίνειν φησὶ θέσιν τινὰ καὶ [*](381) τόπον, τουτέστι τὸ ποῦ’ ὁ γὰρ ἐξετάζων καθ’ ὃ ἕστηκεν Ἀθήνησιν ὅδε ὁ ἀνδριάς, οἷον ὁ Ἀριστοτέλης, ποῦ κεῖται καὶ ἐν ποίῳ μέρει τῆς πόλεως μαθεῖν βούλεται. ὁμοίως καὶ ὁ ἐξετάζων καθ’ ὃ περιπατεῖς ἐν ποίῳ μέρει τῆς πόλεως καὶ ἐν ποίω χωρίω περιπατεῖς μανθάνειν ἀξιοῖ· ὅτι γὰρ ἢ ἐν Λυκείῳ ἡ ἐν τῷ Κεραμεικῷ.

Εἰπὼν δὲ καὶ δείξας τὸ καθ’ ὅ πολλαχῶς λεγόμενον, λέγοι ἂν ὅτι ἀνάγκη διὰ τοῦτο καὶ τὸ καθ’ αὑτό πολλαχῶς λέγεσθαι· καθ’ ὃ γὰρ τὸ καθ’ αὑτὸ ὑπάρχει, καὶ ᾧ πρώτῳ ὑπάρχει τι, τούτῳ καὶ καθ’ αὑτὸ ὑπάρχει· κατὰ γάρ τι τῶν καθ’ αὑτὰ ὑπαρχόντων τὸ καθ’ ὅ κατηγορεῖται. ἔσται δὴ [*](1 πρῶτον A1LF: πρώτως Α2 10 ὑπάγειν LF: ἐπάγειν Α 11 ὑποκειμένῳ LFS: ὑποκείμενον A 15 τὸ καθ’ ὅ τι LF: τῶ αἰτίῳ καθ’ ὅτι Α: ᾧ ἤτοι καθ’ ὅ τι e S Bonitz 22 ὅτε Brandis Bonitz: ὅτι ALF 30 καὶ LFS: om. Α 31 μαθεῖν – πόλεως (32) LFS: om. A 34 δείξας LFS: δόξας A καθὸ LFS: καθὼς A 35 καθὸ F: καθὰ AL 35. 36 καθ’ ὃ — ὑπάρχει] per quod enim quodque adest, per se adest S: inde καθὸ γάρ τι, καθ αὐτὸ ὑπάρχει coni. Bonitz τὰ καθ’ αὑτὰ L 37 τὸ LFS: τὰ A δὴ LS: om. Α)

416
καὶ τοῦ καθ’ αὑτό ἓν μὲν σημαινόμενον τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὸ εἶδος· καθ’ αὑτὸ γὰρ ἑκάστῳ τὸ οἰκεῖον εἶδος καὶ ὁ τῆς οὐσίας αὐτοῦ δηλωτικὸς λόγος ὑπάρχει· ὁ γὰρ Καλλίας καθ’ αὑτὸ Καλλίας. καὶ ὅσα ἐν τῷ τί ἦν εἶναι εἴληπται, καθ’ αὑτὸ ὑπάρχει ἐκείνῳ οὗ ἐστιν ὁ ὁρισμός. ἔστι δὲ ταῦτα τὸ γένος καὶ αἱ διαφοραί· καὶ τούτων οὖν ἕκαστον καθ’ αὑτὸ ὑπάρχει Καλλίᾳ ὄντα τοῦ εἴδους μέρη. ἔτι δέ φησι τοῦ καθ’ αὑτό σημαινόμενον εἶναι τὸ ἐν αὑτῷ δέχεσθαι πρώτῳ ἢ τῶν αὐτοῦ τινι· καθ’ αὑτὴν γὰρ ἡ ἐπιφάνεια κέχρωσται, ὅτι πρώτη τὸ χρῶμα δέδεκται, ὡς εἶπε λέγων καὶ περὶ τοῦ καθ’ ὅ· καὶ εἴη ἄν τὸ οὕτως καθ’ ὅ κατὰ τὴν ὕλην. καὶ τὸ σῶμα δὲ αὐτὸ μὲν κατὰ τὴν ἐπιφάνειάν ἐστι κεχρωσμένον, ἡ δὲ ἐπιφάνεια καθ’ αὑτήν· τῷ δὲ τὴν ἐπιφάνειαν τὴν πρώτην τε καὶ καθ’ αὑτὴν τὸ χρῶμα δεδεγμένην εἶναί τι τοῦ σώματος, τούτῳ καὶ τὸ σῶμα καθ’ αὑτό ἐστι κεχρωσμένον· ἦν γὰρ οὐ μόνον τὸ ἐν αὑτῷ τι δεδεγμένον πρώτῳ καθ’ αὑτὸ τοιοῦτον, ἀλλὰ κἀν τῶν αὐτοῦ τι εἴη πρῶτόν τι δεδεγμένον· πέρας δὲ τοῦ σώματος ἡ ἐπιφάνεια. διὰ γὰρ τοῦτο καθ’ αὑτὸ ζῇ τὸ ζῷον, ὅτι ἡ ψυχὴ οὖσά τι τοῦ ζῴου πρώτη τὸ ζῆν ἔχει· ζῇ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτόν, ὅτι ἐν μέρει ἐστὶν ἡ ζωὴ πρώτῳ· ἐν γὰρ τῇ ψυχῇ πρώτῃ τὸ ζῆν, ἥτις μέρος ἐστὶ τοῦ ἀνθρώπου. εἴη δ’ ἄν τὸ σημαινόμενον τοῦτο καὶ ἐπὶ τῆς ὕλης ἁρμόζον· τὸ γὰρ μέρος ὂν ἔν τινι ὅλης λόγον ἐπέχει, καὶ ἐν ὕλῃ τὸ ἓν ἔχει τι τὸ ἐν μέρει αὐτοῦ]. ἐν ἄλλοις μέντοι τὸ μὲν πρώτως τι δεχόμενον καθ’ αὑτὸ λέγει, τὸ δὲ κατὰ μόριον κατὰ συμβεβηκός ἔτι φησὶ καθ’ αὑτὸ λέγεσθαι καὶ οὗ μή ἐστιν ἄλλο αἴτιον. ὃ τί ποτέ ἐστιν, ἐδήλωσε τῇ τοῦ παραδείγματος παραθέσει· | τοῦ μὲν γὰρ 382 τὸν ἄνθρωπον εἶναι πολλὰ αἴτια καὶ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ ἐνυπαρχόντων, ἀλλὰ καὶ τὸ ποιῆσαν), τοῦ μέντοι τὸν ἄνθρωπον ἄνθρωπον εἶναι οὐδὲν ἔξωθέν ἐστιν αἴτιον· ὁ γὰρ ἐρωτηθεὶς διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, οὐδὲν ἄλλο εἰπεῖν ἔχει ἢ ὅτι ἔστιν ἄνθρωπος. ἔτι, φὴσί, καθ’ αὑτὸ ὑπάρχει καὶ ὅσα μόνῳ ὑπάρχει τινὶ καὶ ᾗ μόνον λέγοι δ' ἄν διὰ τούτων καὶ τὰ ἴδιά τινων καθ’ αὑτὰ ὑπάρχοντα ἐκείνοις. ἐδήλωσε δὲ τὸν λόγον τῶν ἰδίων διὰ τοῦ εἰπεῖν μόνῳ ὑπάρχειν καὶ ᾗ μόνον· τὸ γὰρ ᾗ μόνον δηλωτικόν ἐστι τοῦ παντὶ ὑπάρχειν, οὐ τῷδε μὲν τῶν ἐν αὐτῷ ὑπάρχειν τῷδε δὲ οὔ· ὃ δὴ μόνῳ καὶ παντὶ ὑπάρχει, τοῦτο ἴδιον αὐτοῦ, εἰ καὶ μὴ τί ἦν εἶναι αὐτοῦ ἐστιν. διότι γὰρ ὥρισται καὶ ὡρισμένως ὑπάρχει, καὶ οὐ τῷδε μὲν τῷδε δὲ οὔ, οὐδὲ ποτὲ μὲν ποτὲ δὲ μή, οὐδὲ πρὸς τούτῳ καὶ ἄλλῳ τινὶ ὑπάρχει, κατὰ τοῦτο τὸ οὕτως ὑπάρχον καθ’ αὑτό. οὕτως καὶ ἡ μονότης τοῦ καθ’ αὑτὸ ὑπάρχοντος δηλωτική· ὃ γὰρ μόνῳ ὑπάρχει, καὶ καθ’ αὑτὸ ὑπάρχειν ἐκείνῳ δοκεῖ. τὸ δὲ διὸ τὸ κεχωρισμένον [*](1 ἑκάστου LFS: ἕκαστον Α 7 σημαινόμενον Bonitz: σημαινομένου ALF ἐν αὐτῷ libri 8 δέδεκται LFS: δέδεικται A 11 αὑτήν (ante τῷ) LFS: αὑτά A 13 ἐν αὐτῷ libri 14 εἴη] ᾖ coni. Bonitz 19 καὶ LFS: om. Α 20 καὶ ἐν — αὐτοῦ om. LF: τι τὸ — αὐτοῦ om. S: τὸ ἓν ἔχει τι iterat A 22 οὗ μή LFS: οὐ μὴν Α 28. 29 et 30 ᾗ μόνω L μόνῳ etiam Ascl. habet) 30 εἰπεῖν ὅσα μόνω LF ὑπάρχει F 31 παντὶ ὑπάρχειν LF: πᾶν ὅ τινι ὑπάρχει Α 32 αὐτοῦ LFS: καὶ ἡ αὐτὴ A: καὶ ᾖ αὐτό Brandis Bonitz)
417
καθ’ αὑτό δηλωτικὸν ἄν εἴη τοῦ διὰ τοῦτο γὰρ τὰ τοιαῦτα καθ’ αὑτά, ὅτι ὡρισμένως τούτοις μόνοις ὑπάρχει. γράφεται καὶ ὄι ὁ τὸ κεχρωσμένον καθ’ αὑτό, καὶ εἴη ἄν λεῖπον τὸ τῇ ἐπιφανείᾳ· καθ’ αὑτὸ γὰρ λέγεται τῇ ἐπιφανείᾳ.

5 Λέγει δὲ καὶ τὴν διάθεσιν πολλαχῶς λέγεσθαι· τοῦ γὰρ ἔχοντος μέρη ἡ διάθεσις τάξιν τινὰ σημαίνει τῶν μερῶν, ἤτοι τὴν κατὰ τόπον καὶ θέσιν, ἥτις ἐπὶ τῶν συνηγμένων ἄν εἴη, ὡς τῶν ὄντων ἐν τόπῳ, ὅταν λέγωμεν τὸ στρατόπεδον διακεῖσθαι καλῶς τῷ κατὰ μὲν τόνδε τὸν τόπον τὸ ἱππικὸν μέρος αὐτοῦ τετάχθαι κατὰ δὲ τόνδε τὸ πεζόν, καὶ διάθεσιν οἰκίας τὴν τεταγμένην κατὰ τόπον τὴν τῶν μερῶν θέσιν· ἢ κατὰ δύναμιν, ὡς ἔχει ἐπὶ τῶν τῆς ψυχῆς μερῶν· ἔστι γὰρ ἡ μὲν πρώτη δύναμις αὐτῶν ἡ δὲ δευτέρα, πρώτη μὲν ἡ θρεπτική, δευτέρα δὲ ἡ αἰσθητική· ἢ τὴν κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν, ὡς ὅταν λέγωμεν τὴν τοῦ ἀνδριάντος διάθεσιν ἢ τῆς εἰκόνος. ὃ δὲ ἐπιλέγει, θέσιν γὰρ δεῖ τινα εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις, ἐπὶ μὲν τῆς κατὰ τόπον τάξεως τῶν μερῶν καὶ τῆς κατὰ τὸ εἶδος κυρίως δόξει λέγεσθαι, οὐκέτι δὲ ἐπὶ τῆς κατὰ τὰς δυνάμεις τάξεως. ἀλλὰ καὶ κοινῶς ἄν λέγοιτο ἐπὶ τῶν δυνάμεων ἡ θέσις, ἢ κατὰ συμβεβηκός· τῷ γὰρ τὰ ὧν αἱ δυνάμεις θέσιν ἔχειν, διὰ τοῦτο κατὰ συμβεβηκὸς καὶ ἡ κατ’ εἶδος διάθεσις ἐν θέσει ἦν. θέσις δέ ἐστιν, ὡς εἰρήκαμεν | ἐν Κατηγορίαις, ἐν τοῖς ὑπομένουσιν ἄλληλα μορίοις. [*](383) οὕτω δὲ ἔχει καὶ ἐπὶ τῆς διαθέσεως τῆς κατὰ τὰς δυνάμεις τε καὶ τα εἴδη.

Καὶ τῆς ἕξεως δὲ τὴν μέν τινα εἶναί φησιν ἐνέργειαν τοῦ ἔχοντός τε καὶ ἐχομένου· ἡ γὰρ ἀμφοῖν ἐνέργεια τοῦ τε ἔχοντος καὶ τοῦ ἐχομένου, ὅταν τό τε ἔχον ἐνεργείᾳ ἔχῃ ὃ ἔχει καὶ μὴ δυνάμει, καὶ τὸ ἐχόμενον ὁμοίως ἐνεργείᾳ ἔχηται, ἕξις ἐστίν, ἔχοντος καὶ ἐχομένου οὖσα ἐνέργεια. οὕτως ἕξις ἱματίου καὶ ἕξις χιτῶνος ἀπὸ τοῦ ἔχειν ὠνομασμένη, οἷον ἔχησίς τις οὖσα· ὡς γὰρ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου μεταξὺ ἡ ἐνέργεια ποίησις, οὕτω καὶ ἡ τοῦ ἔχοντός τε καὶ ἐχομένου ἕξις μεταξὺ οὖσα καὶ ἐν τῇ ἀμφοτέρων ἐνεργείᾳ τὸ εἶναι ἔχουσα. εἰπὼν δὲ τῆς τε ἐχομένης ἐσθῆτος καὶ τοῦ ἔχοντος αὐτὴν μεταξὺ τὴν ἕξιν εἶναι, οὐχ ὥσπερ τῆς ἐσθῆτος ἕξις ἐστίν, οὕτως ἐστί, φησί, καὶ τῆς ἐσθῆτος ἕξεως ἕξις. προσέθηκε δὲ τὸ ταύτην, ὅτι τῆς τοιαύτης καὶ οὕτω λεγομένης ἕξεως ἕξις οὐκ ἔστιν; οὐδὲ ἔστι πάλιν ταύτην τὴν ἕξιν ἔχειν ὡς τὸ ἱμάτιον· εἰς ἄπειρον γὰρ ἄν προΐοι, εἰ εἴη καὶ τῆς ἕξεως τῆς τοιαύτης ἕξις πάλιν, ὡς ἦν ἡ τοῦ ἱματίου· τῆς γὰρ κατ’ ἄλλο σημαινόμενον ἕξεως ἔστιν ἕξις, ὡς τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης τε καὶ τέχνης. τὸ δὲ εἰ τοῦ ἐχομένου ἔσται ἔχειν [*](1 τὰ τοιαῦτα LF: τοιαῦτα τὰ Α 7 συνημμένων LF 8 τῷ LFS: τὸ Α τόπον LMS: τρόπον Α 10 τόπον c. S Bonitz: τρόπον ALM 15 μὲν LF: om. Α 19 κτὰ συμβεβηκὸς καὶ LS: ante καὶ add. δὲ Α 20 ἐν Κατηγορίαις] c. 6 p. 5 a 27 23 φησιν LFS: φασιν A 27 ὠνομασμένη LM: ὠνομασμένην A ἔχησις] ἔχεια LF 31 τὴν LFS: καὶ τὴν A 32 οὕτως ἐστί LF: οὕτω δὲ Α 34 τὴν ἔξιν L: τὴν om. A 35 προίοι LF: προίη A 37 καὶ τῆς L: om. Α)

418
τὴν ἕξιν δηλωτικόν ἐστι τοῦ εἰ ἐπὶ τῆς ἕξεως τῆς τοῦ ἐχομένου λεγομένης ἕξις πάλιν εἴη, ὡς εἶναι πάλιν ἐκείνην τὴν ἕξιν ἔχειν· ὡς γὰρ τῆς πρώτης τε καὶ τῆς δευτέρας καὶ τρίτης, εἴη ἄν καὶ τῆς εἰς ἄπειρον· αὐτὴ γὰρ ἡ ἕξις ἄλλου λέγεταί τινος καὶ ἐχομένου ἐστίν, ἀλλ’ οὐχ ἕξεως. ἄλλο δὲ σημαινόμενον ἕξεως ἐκτίθεται τὸ κατὰ τῶν διαθέσεων λεγόμενον· ἕξις γὰρ καὶ ἡ διάθεσις, ὡς λέγεται ὑγιεινὴ ἕξις ἡ νοσώδης. ἡ μὲν οὖν ὑγιεινὴ καὶ νοσώδης διάθεσίς τε καὶ ἕξις κατ’ αὐτὸν τὸν ἔχοντά εἰσιν, αἱ δὲ κατὰ τὰς ἀρετάς τε καὶ κακίας καὶ πρὸς ἄλλους· ἡ γὰρ δικαιοσύνη ἕξις ἐστὶ καθ’ ἣν τὸ διακείμενον εὖ διάκειται καὶ πρὸς αὑτὸ καὶ ἄλλο. οὕτως ἕξεις καὶ αἱ τέχναι πᾶσαι λέγοιντο ἄν καὶ αἱ κακοτεχνίαι, καὶ εἴη ἂν ὁ λόγος τῆς τοιαύτης ἕξεως ποιότης ἔμμονος, καθ’ ἣν αἱ κατὰ μέρος ἐνέργειαι ἐνεργοῦνται ἢ εὖ ἢ κακῶς. τῶν τοιούτων ἕξεων ἕξιν λέγει. ἔτι ἕξιν λέγει καὶ τὸ μόριον τῆς τοιαύτης διαθέσεως, οἷον εἴ τις ὑγιεινῶς ἔχει τοῦ σώματος ἢ πάλιν ἐπινόσως· καὶ γὰρ τὰ μόρια τὰ οὕτως ἔχοντα ἕξεις ἔχειν λέγεται, καὶ τῶν φυσικῶν δὲ ἀρετῶν γίνονταί τινες καθ’ αὑτάς τε καὶ περὶ μόρια, καὶ τῆς τέχνης τὸ μόριον ἕξις καὶ αὐτό. |

Τὸ πάθος τὸ μέν τι λέγει ποιότητα λέγεσθαι, καθ’ ἣν ἀλλοιοῦνται τὰ [*](384) σώματα· ταῦτα δέ ἐστιν ἅτινα παθητικὰς ποιότητας καὶ πάθη εἶπεν ἐν Κατηγορίαις. καὶ κατὰ βαρύτητα δὲ καὶ κουφότητα, ἃς καὶ αὐτὰς ποιότητας πάλιν λέγει, ἀλλοίωσις ἄν γίνοιτο τότε, ὅταν μένοντα τὰ σώματα ἐν τῷ οἰκείῳ εἴδει ἐπίτασιν ἢ ἄνεσιν κατά τι τούτων λαμβάνῃ· εἰ γὰρ μὴ οὕτως, γενέσεις γίνονται καὶ φθοραὶ αἱ κατὰ ταῦτα μεταβολαί. πάθος φησὶ καὶ τὰς κατὰ τὰ προειρημένα πάθη κινήσεις τε καὶ ἀλλοιώσεις ἤδη γιγνομένας· τὰ γὰρ πρῶτα ἦν καθ’ ἃ ἐνεδέχετο ἀλλοιοῦσθαι, τὰ δὲ κατὰ ταῦτα ἀλλοιώσεις, οἷον τὸ λευκαίνεσθαι ἢ μελαίνεσθαι ἢ ψύχεσθαι ἢ θερμαίνεσθαι. καὶ ἔστιν τοῦτο τὸ οὕτω λεγόμενον πάθος κίνησίς τις ἢ κατὰ σῶμα ἢ κατὰ ψυχὴν πρόσκαιρος. ἔτι δὲ μᾶλλον τῶν προειρημένων παθῶν πάθη φησὶ λέγεσθαι τὰς βλαβερὰς ἀλλοιώσεις, εἴτε κατὰ ψυχὴν εἶεν εἴτε κατὰ σῶμα, καὶ. μάλιστα τὰς πρὸς τῷ βλαβερῷ καὶ τὸ λυπηρὸν ἐχούσας, ὡς τὰς νοσώδεις ἐνοχλήσεις καὶ τὰς λυπηρὰς τὰς ἡμαρτημένας. ἔτι καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται, ὡς τοῦ πάθους ὄντος ἐν μεγέθει λυπηροῦ κακοῦ. οὕτως ἐν πάθει λέγεται ὁ τέκνων στερηθεὶς ἢ πατρίδος ἤ τι ἐξαίσιον λυπηρὸν παθών.

Καὶ τὴν στέρησιν δὲ πλεοναχῶς φησι λέγεσθαι· λέγεται γὰρ ἐν· στερήσει εἶναι τά τε μὴ ἔχοντά τι τῶν πεφυκότων ἔχεσθαι, κἄν αὐτὰ μὴ ᾖ πεφυκότα ἔχειν αὐτά. οὕτως ὁ τοῖχος ὄψεως ἐστερῆσθαι λέγεται καὶ τὰ φυτά. καὶ εἴη ἄν ἡ τοιαύτη στέρησις ἀποφάσει ἴση, ὅταν τῶν ὑπάρχειν ὅλως τισὶ πεφυκότων λέγηται τούτων τὰ οἷς οὐ πέφυκεν ὑπάρχειν ἐστερῆσθαι. [*](1 τῆς τοῦ LF: τῆς om. Α 12 ἔτι ἕξιν λέγει L: om. Α 15 ἀρετῶν LF: ἀρεταὶ A 16. 17 καὶ αὐτό. τὸ πάθος τὸ LS: καὶ αὐτὸ τὸ πάθος. τὸ A 17 μέν τι LF: μέντοι Α 18. 19 ἐν Κατηγορίαις] 8 p. 9a28 21 λαμβάνῃ LF: λαμβάνοι Α 26 τοῦτο τὸ οὕτω LF: οὕτω τοῦτο A 30 λύπας LF 37 ὅταν περὶ τῶν LF 38 λέγηται ἐπὶ τούτων· οἷς LF)

419
σθαι. λέγεται ἐστερῆσθαι καὶ τὸ πεφυκός τι ἔχειν ἢ αὐτὸ ἢ τὸ γένο ᾧ ἐστιν, ὅταν μὴ ἔχῃ, οἷον ἄνθρωπος μὲν ἐστερῆσθαι ὄψεως λέγοιτ’ ἄν τῷ αὐτὸς πεφυκὼς ἔχειν μὴ ἔχειν, ἀσπάλαξ δὲ ἐστερῆσθαι λέγεται οὐ τῷ αὐτὸς ἔχειν πεφυκέναι, ἀλλὰ τῷ τὸ γένος ἐν ᾧ καὶ αὐτός ἐστι πεφυκέναι ὄψιν ἔχειν· τοιοῦτον γὰρ τὸ πεζὸν καὶ τὸ τετράπουν. οὕτω καὶ τὰ σκυλάκια λέγοιτ’ ἄν ἐστερῆσθαι ὄψεως ὡς πεφυκότα αὐτὰ ἔχειν καὶ μήπω ἔχοντα. ἄλλως ἐστερῆσθαι λέγεται τὸ μὴ ἔχον τι τότε ὅτε πέφυκεν ἔχειν· οὐ γὰρ κατὰ πᾶσαν ἡλικίαν τυφλὸν λέγεται, ἀλλ’ ὅτε πεφυκὸς ἔχειν μὴ ἔχει. εἰ δὲ ἡ τυφλότης στέρησις ὄψεως ἐστιν, ὅτε τυφλόν ἐστι, τότε ἐστέρηται. τὰ δὲ προσκείμενα ἐν ᾧ ἄν ᾖ καὶ καθ’ ὃ καὶ πρὸς ὃ καὶ ὡς ἀν’ | τὸ μὲν καθ’ ὃ δηλωτικόν ἐστι τοῦ μὴ ἔχειν ὃ πέφυκεν ἔχειν [*](385) ἐν ᾧ· τὸ γὰρ καθ’ ὃ τοῦ μορίου δηλωτικόν ἐστιν. καθ’ ὃ γὰρ μόριον πέφυκεν ἔχειν, ἄν μὴ ἔχῃ, ἐστέρηται· οὐ γὰρ ὁ μὴ βλέπων τοῖς ὠσὶν ἐστέρηται, ἀλλ’ ὁ τοῖς ὀφθαλμοῖς. πρὸς ὃ δέ, ἄν ὅπερ πέφυκεν ἡ ὄψις ὁρᾶν μὴ βλέπῃ· οὐ γὰρ ὁ τὴν φωνὴν μὴ βλέπων τυφλός. τὸ δὲ καὶ ὡς δηλωτικόν ἐστι τοὐ τυφλὸν τότε καὶ ἐστερημένον εἶναι, ἄν ὡς πέφυκέ τι ὁρᾶν μὴ βλέπῃ· οὐδεὶς γὰρ τὸν ἄνθρωπον τυφλὸν ἐρεῖ, ὅτι τὰ ὄπισθεν οὐ βλέπει ἢ τὰ ἐκ πολλοῦ διαστήματος. καὶ τὸ ἐν ᾧ δὲ ἄν ᾖ προσκείμενον εἴη ἄν τοῦ δι’ οὗ δηλωτικόν· οὐ γὰρ τυφλὸς ὁ ἐν νυκτὶ μὴ ὁρῶν ἀλλ’ ὁ ἐν φωτί. λέγεσθαί φησι στέρησιν καὶ τὴν βίαιόν τινος ἀφαίρεσιν, οἷον ἱματίου ἐστέρηται ὃ μετὰ βίας ὑπό τινος ἀφῃρέθη, καὶ τῶν ἰδίων ἐστερῆσθαί τις λέγεται, ὅτι ὁ τύραννος αὐτὰ μετὰ βίας ἀφείλετο. καὶ ὁσαχῶς δέ, φησίν, αἱ ἀποφάσεις αἱ ἀπὸ τοὐ ἄλφα λέγονται, τοσαυταχῶς καὶ αἱ στερήσεις. ἀποφάσεις δὲ ἀπὸ τοῦ ἄλφα λέγει τὰς στερητικὰς ἀναιρέσεις· κυρίως γὰρ ἀπόφασις ἡ διὰ τοῦ οὔ. ὁσαχῶς δή, φησίν, αἱ διὰ τοῦ α ἀναιρέσεις τε καὶ ἀποφάσεις τινῶν γίνονται, τοσαυταχῶς λέγεσθαι καὶ τὰς στερήσεις· στερήσεως γὰρ· ἡ διὰ τοῦ α ἀπόφασις δηλωτική. καὶ παρατίθεται καὶ διὰ τῶν παραδειγμάτων δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄνισον μὲν γὰρ τὸ πεφυκὸς ἰσότητα ἔχειν καὶ μὴ ἔχον λέγεται, ὥστε ἡ στέρησις καὶ τοῦτο σημαίνει· ἀόρατον δὲ λέγεται μὲν καὶ τὸ πεφυκὸς ὁρᾶσθαι καὶ μὴ ὁρώμενον, ὃ ἐδήλωσε διὰ τοῦ ὡς προειρημένου τοῦ ἐπὶ τοῦ ἀνίσου προσθεῖναι καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα· λέγεται γὰρ καὶ τὸ τὴν ἀρχὴν μήτε πεφυκὸς ὁρᾶσθαι μήτε ἔχον χρῶμα, ὡς ὅταν λέγωμεν τὴν φωνὴν ἀόρατον εἶναι· ὥστε καὶ κατὰ τούτου ἡ στέρησις τοῦ σημαινομένου, ὅ ἐστι τὸ ἀδύνατον. [*](8 ἡλικίαν τυφλὸν τὸ πεφυκὸς ἔχειν LF 9 εἰ LF: ἡ Α ἡ τυφλότης – τυφλόν ἐστι LF: τυφλότης στέρησίς ἐστι, καὶ τὸ τυφλὸν A 10 τὰ δὲ προσκείμενα LF: om. Α, qui post ὡς ἄν (11) add. προσκείμενον 10. 11 ἐν ᾧ — ὡς ἄν om. LF 11. 12 δηλωτικόν ἐστι τοῦ τὸν μὴ ἔχοντα ὅτε πέφυκεν ἔχειν· τὸ δὲ ἐν ᾧ τοῦ καθὸ τοῦ μορίου LF 12 ἐν — ἔχειν (13) M: om. A ἐν ᾧ] qua parte habere debet S; inde ἐν ᾧ μορίῳ πέφυκεν ἔχειν coni. Bonitz 21 ἀφῃρέθη FS: ἀφαιρέθη Α: ἀφαιρεθῇ L 23 λέγονται LF: λέγωνται Α 31 post ὁρώμενον addendum καὶ τὸ ὅλως μὴ πεφυκὸς ὁρᾶσθαι censet Bonitz ὡς προειρημένου τοῦ] ὡς et τοῦ om. LF: τῷ προειρημένῳ τῷ e S coni. Bonitz ante τοῦ ἐπὶ lac. A 31. 32 προσθεῖναι δὲ καὶ LF 32. 33 μήτε πεφυκὸς LF: μήπω πεφυκὸς A)
420
πάλιν ἄπουν λέγεται τό τε μηδὲ ὅλως πεφυκὸς πόδας ἔχειν, ὡς τὰ ἑρπετά, καὶ τὸ φαύλους ἔχον, ὥστε καὶ κατὰ φαύλως τι ἔχοντος ἡ στέρησις λέγεται. λέγεταί τι στερητικῶς διὰ τοῦ α καὶ τῷ μικρόν τι ἔχειν, ὡς τὸ ἀπύρηνον· τὸ γὰρ μικρὸν καὶ φαῦλον τὸν πυρῆνα ἔχον. οὕτω καὶ ἀτράχηλοι λέγονται. καὶ κατὰ τούτου οὖν ἡ στέρησις. ἔτι λέγεται διὰ τοῦ α καὶ τὸ μὴ ῥᾳδίως ἢ μὴ καλῶς παθεῖν τι δυνάμενον, ὡς τὸ ἄτμητον· οὐ γὰρ μόνον τὸ μὴ τεμνόμενον ἄτμητον λέγεται, ἀλλὰ καὶ τὸ μὴ ῥᾳδίως τεμνόμενον ἢ μὴ καλῶς μηδὲ ὡς ὁ τέμνων βούλεται. εἰπὼν δὲ τὰς κατὰ τὸ α διαφορὰς τῶν στερήσεων σημαινομένας, αἵτινες ἦσαν οὕτως λεγόμεναι ἢ ἐπὶ τῶν πεφυκότων τι ἔχειν καὶ μὴ ἐχόντων, ἢ ἐπὶ τῶν ἀδυνάτων | ἔχειν καὶ διὰ τοῦτο μὴ ἐχόντων, ἢ ἐπὶ τῶν φαύλως καὶ μικρὸν [*](386) ἐχόντων, ἢ ἐπὶ τῶν μὴ ῥᾳδίως ἢ μὴ καλῶς δυναμένων, προστίθησι καὶ ἄλλο σημαινόμενον στερήσεως· τὸ γὰρ πάντῃ μὴ ἔχον τι, οὐ τὸ κατὰ μέν τι ἔχον κατὰ δέ τι μή, ἐστερῆσθαι· τυφλὸς γὰρ ὁ ἀμφοτέρους τοὺς ὁφθαλμοὺς πεπηρωμένος, καὶ κωφὸς ὁ τὰ ὦτα ἀμφότερα ἀλλ’ οὐχ ὁ τὸ ἕτερον. διὰ δὲ τοῦτο, φησί, τὸ τοὺς μὴ ὅλως τι ἔχοντας λέγεσθαι μὴ ἔχειν αὐτό, καὶ τοὺς ὁλοκλήρως ἔχοντάς τι ἔχειν ἐκεῖνο λέγεσθαι, οὔτε πᾶς ἢ δίκαιος ἢ ἅδ’ ἰκὸς· ὅ τε γὰρ κακὸς ἔοικε τῷ παντελῶς ἐστερημένῳ ἀρετῆς καὶ ὁ ἄδικος τῷ δικαιοσύνης, ἀλλὰ καὶ ὁ ἀγαθὸς καὶ δίκαιος τοῖς ὁλοκλήρως τοιούτοις. ὥσπερ οὗν τοῦ ἁπλῶς βλέποντος καὶ τοῦ ἁπλῶς τυφλοῦ μεταξύ ἐστιν ὁ ἑτερόφθαλμος, οὕτως ἄν εἶεν καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ καὶ τοῦ δικαίου τε καὶ τοῦ ἀδίκου μεταξὺ οἱ μηδέπω μὲν πάντῃ κατορθοῦντες μηδὲ ἕξεις ἔχοντες ἐν τοῖς βελτίοσι, φαντασίας μέντοι ὑγιεῖς καὶ δόξας ὀρθὰς παρέχοντες καὶ ἔνια πράσσοντες οὕτως ὡς ἄν ὁ ἀγαθὸς πράξειε καὶ προαιρέσεις τοῖς ἀγαθοῖς ἐν πολλοῖς σώζοντες ὁμοίως.

Τὸ ἔχειν ἕνα μὲν τρόπον] λέγεσθαι καὶ αὐτό φησι πολλαχῶς. ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἢ κατὰ τὴν ὁρμὴν τὴν αὑτοῦ· οἷον κατὰ τὴν αὑτοῦ φύσιν ὁ πυρετὸς ἄγει τοὺς ἐχομένους ὑπ’ αὐτοῦ· οὕτως γὰρ αὐτοὺς διατίθησιν ὡς τὴν αὐτοῦ φύσιν διαλαμβάνειν καὶ πυρέττειν. κατὰ δὲ τὴν αὑτῶν ὁρμὴν διατιθέασι τοὺς ἐχομένους καὶ τὰς πόλεις οἱ τύραννοι· ἄγουσι γὰρ αὐτοὺς ἐφ’ ἃ ἄν ὁρμήσωσι, καὶ χρῶνται αὐτοῖς ὡς θέλουσι. καὶ τὸν χιτῶνα δὲ οὕτως ἔχειν λεγόμεθα· ὅτι γὰρ χρώμεθα αὐτῷ ὡς ἂν θέλωμεν. λέγεται τὸ ἔχειν καὶ ἀντιστρόφως τῷ ἄγειν κατὰ τὴν ἑαυτοῦ ὁρμήν· καὶ γὰρ τὸ ἀγόμενον ὑπό τινος οὕτως ὡς ἕπεσθαι τῇ ὁρμῇ ἐκείνου, ἔχειν ἐκεῖνο λέγεται, ὡς λέγεται πόλις τύραννον ἔχειν, ὅταν ἄγηται ὑπ’ αὐτοῦ. τοῦτο τὸ σημαινόμενον οὐ παρέθετο, ·ἴσως δεδηλωμένον καὶ αὐτὸ διὰ τοῦ ᾧ ἀντιστρέφει. ἔχειν λέγεται καὶ τὸ δεκτι [*](1 πόδας LFS: πόδα Α 2 φαύλους LF: φαύλως A 3 λέγεταί τι LFS: λέγεσθαί τι Α τῷ LFS: τὸ A 7 μὴ τεμνόμενον LF: μὴ om. A 11 φαύλως καὶ μικρὸνκόν L: φαύλων ὡς καὶ μικρῶν Α 14 post ἐστερῆσθαι add. λέγεται L 15 ὦτα MS: om. ALF 16 μὴ ὅλως Α: οὐδ’ ὅλως LF: μηδ’ ὅλως coni. Bonitz 19 ὁλοκλήρως S Brandis Bonitz: ὁλοκλήροις ALF 26 ἕνα μὲν τρόπον L: om. FS: τρόπον post λέγεσθαι ponit Α 27 ἢ κατὰ — φύσιν (28) LFS: om. A)

421
τινος, ὅταν αὐτὸ δέξηται· οὕτως ὁ χαλκὸς τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει ὢν γὰρ αὐτοῦ δεκτικὸς ἐδέξατο αὐτό), καὶ τὴν νόσον τὸ σῶμα καὶ καθόλου ἡ ὕλη τὸ εἶδος ἔχειν λέγεται. ἔχειν λέγεται καὶ τὰ περιέχοντα τὰ περιεχόμενα· ἔχεσθαι γὰρ ὑπὸ τοῦ περιέχοντος λέγεται τὰ περιεχόμενα. οὕτως ἀγγεῖα ἔχειν λέγεται τὰ ἐν αὐτοῖς ὑγρά, καὶ ὁ τόπος τὰ ἐν τόπῳ, καὶ ἡ πόλις τοὺς πολίτας, καὶ ἡ ναῦς τοὺς ἐπιβάτας, καὶ τὸ ὅλον δὲ τὰ μέρη οὕτω φησὶν ἔχειν περιέχον αὐτά. ἔχειν λέγεται καὶ τὰ κω. [*](387) λύοντά τινα κατὰ τὴν αὐτῶν ὁρμὴν ἢ φύσιν πράττειν τι ἢ κινεῖσθαι· οὕτως οἱ κίονες ἔχειν λέγον·ται τὰ ἐπικείμενα αὐτοῖς, ἀνέχοντες αὐτὰ καὶ κωλύοντες κατὰ τὴν αὐτῶν φύσιν φέρεσθαι κάτω. οὕτως καὶ τὸν Ἄτλαντα οἱ ποιηταὶ τὸν οὐρανὸν ἔχειν λέγουσιν· “Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης”· ὡς γὰρ συμπεσουμένου ἐπὶ τὴν γῆν κατὰ τὴν αὐτοῦ φύσιν, εἰ μὴ ἔχοιτο καὶ ἀνέχοιτο ὑπ’ αὐτοῦ. οὕτω καὶ τῶν φυσικῶν ὅσοι διὰ τὴν δίνην μένειν τὸν κόσμον λέγουσι καὶ μὴ συμπίπτειν, λέγοιεν ἄν αὐτὸν ὑπὸ τῆς δίνης ἔχεσθαι.. κατὰ τοῦτο τὸ σημαινόμενον, φησί, τοῦ ἔχειν καὶ τὰ συνέχοντά τινα καὶ κωλύοντα τοῦ σκίδνασθαι ἔχειν λέγεται· ἔχει γὰρ [ἢ [ὴ θέσθαι ὡς] ὁ δεσμὸς τὰ ξύλα καὶ ἡ κεκολλημένα. οὐχ ὁμοίως ὁ τύραννος ἔχειν ἐλέγετο τὴν πόλιν· ὁ μὲν γὰρ τύραννος τῷ ἄγειν κατὰ τὴν αὐτοῦ ὁρμήν, ταῦτα δὲ τῷ κωλύειν κινεῖσθαι κατὰ τὴν αὐτῶν ὁρμήν τε καὶ ῥοπὴν τὰ ἐχόμενα ὑπ’ αὐτῶν. ὁμοίως δέ, φησί, τῷ ἔχειν καὶ τὸ ἔν τινι εἶναι ῥηθήσεται· καθ’ ἕκαστον γὰρ σημαινόμενον τοῦ ἔχειν ἔσται καὶ ἐχόμενόν τι ἐν αὐτῷ· τό τε γὰρ ἀγόμενον κατὰ τὴν ἄλλου φύσιν ἢ ὁρμὴν ἔχεσθαι ὑπ’ ἐκείνου λέγεται, ὡς ἡ πόλις ὑπὸ τοῦ τυράννου, ὥστε καὶ ἔστιν ἐν ἐκείνῳ. καὶ τὸ ὂν δὲ ἐν τῷ δεκτικῷ αὐτοῦ ἔχεται ὑπ’ ἐκείνου καὶ ἔστιν ἐν αὐτῷ· τὸ γὰρ εἶδος ὑπὸ τῆς ὕλης ἔχεται, ἢ ἐκείνη ἔχει αὐτό. ἔχεται καὶ τὰ περιεχόμενα ὑπὸ τῶ περιεχόντων τὰ γὰρ ἐν ἀγγείῳ ἔχεται), καὶ τὸ κωλυόμενον κατὰ τὴν αὐτοῦ ὁρμὴν κινεῖσθαι ὑπὸ τοῦ κωλύοντος. οὕτω καὶ τὰ συνεχόμενα ὑπό τινος ἔχεται ὑπ’ ἐκείνου, καὶ ἔστιν ἐν τῷ ἔχοντι αὐτά.

Λέγεται καὶ τὸ ἔκ τινος ἕνα μὲν τρόπον ὡς ἐξ ὕλης, καὶ ταύτης διχῶς· ἢ γὰρ ἐκ τῆς προσεχοῦς, ἣν εἷπεν ὕστατον εἶδος, ἢ ἐκ τῆς πρώτης, ἣν εἶπε πρῶιον γένος. ἡ γὰρ πρώτη ὕλη τῶν ὑπ’ αὐτὴν εἴη ἄν πὼς γένος· τῷ γὰρ ἀνδριάντι προσεχὴς μὲν ὁ χαλκός, ἐσχάτη δὲ ὕδωρ, εἰ εἴη τοῦτο καὶ τοῦ χαλκοῦ καὶ πάντων τῶν τηκτῶν ὕλη. ἢ ἔτι πορρωτέρω ἡ πρώτη ὕλη ἥτις γένος ἄν εἴη πάλιν τῆς τε ὡς ὕδατος ὕλης καὶ τῆς ὡς χαλκοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεταί τι ἐκ τοῦ πρώτως κινήσαντος· ἐκ γὰρ τῆς λοιδορίας ἡ μάχη λέγεται, ὅτι ἐντεῦθεν ἡ ἀρχὴ τῆς μάχης [*](7 ἔχειν ὡς τὸ περιέχον LF 8 ἡ φύσις A1 11. 12 Ἄτλας — ἀνάγκης] Hesiod. Theog. 517 12 ὑπὸ τὴν γῆν Α1 15 λέγοιεν LFS: λέγοι Α 17 ἔχει ALF: ἔχειν M Brandis Bonitz ἡ θέσθαι ὡς Α: om. LF: λέγεσθαι ὡς coni. Bonitz 23 Μου LF: τοῦ ἄλλου Α 27 αὐτοῦ LS: αὐτὴν A 31 τῆς προσεχοῦς S Bonitz: τοῦ προσεχοῦς ALF 32 ἡ γὰρ iterat Α 33. 34 εἴη τοῦτο καὶ LFS: εἴη τοῦ τοῖς A)

422
καὶ ἐντεῦθεν ἐποίησε τὴν μάχην. ζητήσειεν ἄν τις εἰ ἐπὶ παντὸς ποιητικοῦ ἁρμόζει τὸ ἔκ τινος, ἢ μόνου τοῦ ὡς ἡ λοιδορία τῆς μάχης· οὐ γὰρ δόξει ἐκ τοῦ ἀνδριαντοποιοῦ ὁ ἀνδριὰς λέγεσθαι. ἢ καὶ ἐπὶ τῶν | τοιούτων [*](388) ὁ αὐτὸς λόγος· ἐκ τούτου γὰρ ὁ ἀνδριὰς ἐξ οὗ τὴν ἀρχὴν τοῦ εἶναι ἔχει· ὥστε ἔκ τινος καὶ ὡς ποιητικοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεσθαί φησιν, ὡς ἐκ τοῦ συγκειμένου τὸ μέρος, τοῦ συγκειμένου ἐξ εἴδους τε καὶ ὕλης ὄντος, καὶ ὄντος ὅλου τινός, † ἐκ γένους τὰ μέρη· ἐκ γὰρ τοῦ συναμφοτέρου ἡ χείρ· ἐκ τοῦ σώματος γάρ, ὅτι τούτου μέρος. λέγει δὲ κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ ἔπος ἐκ τῆς Ἰλιάδος λέγεσθαι· σύνθετον γὰρ ἡ Ἰλιὰς ἐκ τῶν ἐπῶν, ὧν ἕκαστον ἐκ τῆς Ἰλιάδος ἐστὶν ὡς ἐκ τοῦ ὅλου τὸ μέρος· ὅλον γάρ τι καὶ ἡ Ἰλιάς. εἰπὼν δὲ ἐκ τοῦ ὅλου τὰ μέρη, παράδειγμα τοῦ λεγομένου παρέθετο. ὁμοίως φησὶ λέγεσθαι καὶ ἐκ τῆς οἰκίας τοὺς λίθους· ὅλον γάρ τι καὶ τέλειον καὶ συναμφότερον ἐξ εἴδους καὶ ὕλης καὶ ἡ οἰκία· ὅτι γὰρ καὶ ταῦτα ὅλα τε καὶ τέλεια, καὶ οὐ μόνον τὰ φυσικά τε καὶ συνεχῆ, δείκνυσι δι’ ὧν προστίθησι λέγων τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τέλος. ἔστι γὰρ ὃ λέγει, τέλειόν ἐστι τὸ ἔχον τέλος, τέλος δὲ ἡ μορφή, ὥστε τέλειον τὸ ἔχον μορφήν, τοῦτο δὲ καὶ ὅλον. τοιοῦτον δὲ τὸ ἐξ ὕλης τε καὶ εἴδους· τοῦτο ἄρα ὅλον τε καὶ τέλειον. καὶ οἰκία δὲ μορφὴν ἔχει, ὥστε καὶ αὐτὴ ὅλον τε καὶ τέλειον. καὶ εἶεν ἂν οἱ λίθοι ἐκ τῆς οἰκίας οὕτως ἔκ τινος ὡς ἐξ ὅλου. ἄλλον δὲ τρόπον τοῦ ἔκ τινός φησιν εἶναι, ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τὸ ὅλον καὶ τέλειον λέγων. εἶδος δὲ εἶπε τὸ τί ἦν εἶναι, οὐχ ὡς τὸ ὅλον καὶ συναμφότερον· ἐκεῖνο γὰρ εἶπεν ἐκ τῆς ὕλης λέγεσθαι εἶναι. ὁ γὰρ ὁρισμὸς ὁ τοῦ εἴδους δηλωτικὸς τοῦ ἀνθρώπου ἐκ τοῦ δίποδος λέγεται εἶναι, ὅτι ἐνυπάρχει αὐτῷ ὡς μέρος τὸ δίπουν. πάλιν ἡ συλλαβὴ ἐκ τοῦ στοιχείου· ἐκ γὰρ τῶν στοιχείων ἡ συλλαβή, καὶ ὁ λόγος τῆς συλλαβῆς τὴν τῶν στοιχείων σύνθεσιν περιέχει. καὶ εἴη ἂν ἔμπαλιν ἔχον τὸ σημαινόμενον τουτο του εκ τινος τῳ ειρημενῳ πρὸ αὐτοῦ· τότε μὲν γὰρ ἐκ του ὅλου τὸ μέρος ἐλέγετο ἔκ τινος, ὡς οἱ λίθοι ἐκ τῆς οἰκίας, νῦν δὲ τὸ ὅλον ἐκ τοῦ μέρους. οὐχ ὁμοίως δέ φησι τὸ εἶδος ἐκ τοῦ μέρους λέγεσθαι καὶ τὸ ὅλον ἐκ τῆς ὕλης. τοῦτο δὲ λέγει δεικνὺς ὅτι ἄλλος ὁ τρόπος οὗτος τοῦ ἔκ τινος τοῦ πρώτου εἰρημένου τοῦ ἐξ οὗ ἐστιν ὡς ὕλης· τὸ γὰρ ἄλλως γὰρ τοῦτο εἶπεν ἀντὶ τοῦ ἄλλως δὲ τοῦτο καὶ ἀνδριὰς ἐκ χαλκοῦ ὁ μὲν γὰρ ἀνδριὰς ἐξ αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ· πᾶσα γὰρ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος ἔκ τινος αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ. καὶ τὸ εἶδος δὲ καὶ ἡ συλλαβὴ ἐκ τῆς οἰκείας ὕλης ὕλη γὰρ ἑκατέρου αὐτῶν τὰ οἰκεῖα μέρη). ἀλλ’ οὐκέτι τοῦτο ἐξ αἰσθητὴς [*](5 ποιητικοῦ scripsi: ποιητικόν libri 6. 7 τοῦ συγκειμένου ἐξ εἴδους — τὰ μέρη] locus corruptus: ὡς τὸ ἐκ τοῦ συγκειμένου• ὡς ἐξ ὕλης τε καὶ εἴδους καὶ ὄντος ὅλου τινὸς τὰ μέρη LF: res tale quid postulat τοῦ γὰρ συγκειμένου κτλ. ὄντος καὶ ὄντος ὅλου τινὸς ὡς ἐξ ὅλου ἐκείνου τὰ μέρη 18 ἄρα LF: γὰρ Α 19 αὐτὴ LS: αὐτὰ Α 22 λέγων εἶδος· εἶδος δὲ LF 31 δεικνὺς LFS: καὶ δείκνυσι Α 34 μέρους LS: μέρος Α πᾶσα — αἰσθητοῦ (36) om. L 35 σύνθετος S Brandis Bonitz: σύνθεσις AM 37 αὐτῶν LF: αὐτοῦ A)
423
ὕλης· τὸ γὰρ δίπουν ἢ τὰ στοιχεῖα οὐκ αἰσθητά. καὶ ἔστιν ὃ λέγει, ὅτι | μὴ ὁμοίως τὸ εἶδος καὶ τὸ τί ἦν εἷναι ἐκ τῶν μερῶν καὶ τὸ ὅλον ἐκ τῆς [*](389) οἰκείας ὕλης, καίτοι ἀμφότερα ἐξ ὕλης· τὸ μὲν γὰρ ὅλον καὶ ἡ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος, ἐξ αἰσθητῆς ὕλης, τὸ δὲ εἶδος οὐκ ἐξ αἰσθητῆς ὕλης ἀλλ᾿ ἐκ τῆς τοῦ εἴδους ὕλης, ἥτις οὐκ ἔστιν αἰσθητή. οὐ γὰρ αἰσθητὰ τὰ τοῦ ὁρισμοῦ μέρη ἢ τὰ τοῦ εἴδους ὅλως· ὕλη γὰρ τοῦ εἴδους καὶ τοῦ τί ἦν εἷναι τὰ μέρη αὐτοῦ τὰ τοῦ λόγου συμπληρωτικά, ἃ καὶ αὐτὰ λόγῳ λαμβάνεται, ὥσπερ καὶ τὸ εἷδος αὐτό. ἔκ τινός φησι λέγεσθαι, κἂν κατὰ μέρος τι τούτων τις ὑπάρχῃ τῶν τρόπων, οἷον κατὰ μέρος τὸ εἷδος ἢ κατὰ μέρος ἡ ὕλη· ἐκ γὰρ πατρὸς καὶ μητρὸς τὸ τέκνον καὶ ἐκ γῆς τὰ φυτά, ὡς ἔκ τινος μέρους αὐτῶν· ἐκ γῆς μὲν γὰρ τὰ φυτὰ ὡς ἐξ ὕλης (τρέρεται γὰρ καὶ φύεται ἐκ ταύτης), ἀλλ᾿ οὐχ οὕτως ὡς ἐκ πάσης τῆς γῆς, ἀλλ᾿ ὡς ἐκ μέρους αὐτῆς. ὁ δὲ ἀνδριὰς ἐλέγετο ἔκ τινος, ὡς ἐξ ὕλης τοῦ χαλκοῦ, ὅτι πᾶς ὁ λαμβανόμενος ὡς ὕλη αὐτοῦ χαλκὸς ὑπέκειτο αὐτῷ· οὐ γὰρ οὕτως ὕλη λέγεται τοῦ ἀνδριάντος ὁ χαλκός, ὅτι μέρος χαλκοῦ ὑπόκειται αὐτῷ, ἀλλ᾿ ὅτι πᾶς οὗτος ὁ χαλκὸς ὁ λαμβανόμενος μενος ὕλη ἐστὶν αὐτοῦ. πάλιν ἐκ μητρὸς παὶ πατρὸς τὸ τέκνον, τοῦ μὲν ὡς ποιητικοῦ τῆς δὲ ὡς ὕλης, ὧς ἑκατέρου ἐκ μορίου τινὸς τὸ τέκνον· μόριον γὰρ τοῦ πατρὸς τό τε σπέρμα καὶ τὸ ἐξ οὗ τὸ σπέρμα ἀφίεται καὶ αὐτὸ τὸ σπέρμα, καὶ τῆς μητρὸς μόριον τό τε ὑποδεχόμενον τὸ σπέρμα καὶ τὸ ἔμμηνον, ὅ ἐστιν ὕλη τῷ γεννωμένῳ. ἄλλον τρόπον ἔκ τινος λέγεται ὡς μετ᾿ αὐτὸ γινόμενον τῷ χρόνῳ· τὸ γὰρ μετά τι γινόμενον κατὰ τὸν χρόνον ἐξ ἐκείνου γίνεσθαι λέγεται. οὕτως ἐξ ἡμέρας νύξ, ὅτι μετὰ τὴν ἡμέραν, καὶ ἐξ εὐδίας χειμών, ὅτι μετὰ τὴν εὐδίαν. τῶν δὲ οὕτως ἔκ τινος γίνεσθαι λεγομένων τὰ μὲν τῷ εἰς ἄλληλα αὐτῶν τὴν μεταβολὴν γίγνεσθαι λέγεται ἐξ ἀλλήλων, ὥσπερ ἐπὶ τῶν εἰρημένων (νὺξ γὰρ εἰς ἡμέραν καὶ ἡμέρα εἰς νύκτα μεταβάλλει, καὶ εὐδία εἰς χειμῶνα καὶ ἔμπαλιν· ἐκ γὰρ τῶν ἐναντίων αἱ μεταβολαί, ἐναντία δὲ ταῦτα), τὰ δὲ μόνῳ τῷ ἑξῆς εἶναι κατὰ τὸν χρόνον, ὡς ὅταν λέγηται ἐξ ἰσημερίας ὁ πλοῦς· ὅτι γὰρ μετὰ τὴν ἰσημερίαν· οὐ γὰρ τῇ ἰσημερίᾳ εἰς πλοῦν γίνεται ἡ μεταβολή. ὁμοἱως καὶ ἐκ Διονυσίων λέγεται Θαργήλια, καὶ ἐκ Πυθίων Ὀλύμπια.

Καὶ τοῦ μέρους δὲ τὸ μέν τί φησιν οὕτως λέγεσθαι εἰς ὃ διαιρεθείη ἂν τὸ ποσὸν ᾗ ποσὸν διαιρούμενον· πᾶν γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ ᾗ ποσὸν μέρος ἐκείνου λέγεται ἀφ᾿ οὗ ἀφῄρηται, ἄν τε καταμετρῇ αὐτὸ ἄν τε μή· καὶ γὰρ τὰ δύο τῶν τριῶν μέρος γέγεται. τὸ δὲ ᾗ ποσὸν προσέθηκεν, ὅτι δύναταί τις | καὶ ποιότης ἀφαιρεθῆναι τοῦ ποσοῦ, οἷον [*](390) θερμότης ἢ λευκότης ἢ γλυκύτης, ἀλλ᾿ οὐ μέρη ταῦτα, ὅτι μὴ ποσὸν αὐτοῦ ἀφαιρεῖται· οὐ γὰρ τῇ τούτων ἀφαιρέσει ἐλαττοῦται κατὰ ποσόν. ἄλλον [*](3 ante ἐξ add. ὠς A2 10 τὸ τέκνον LF: τὸ om. A 16 ὑπόκειται LFS: ὑπέκειτο Λ 19. 20. καὶ αὐτὸ τὸ σπέρμα videntur delenda esse: om. F 24 καὶ ἐξ Brandis Bonitz: καὶ ὅτι ἐξ libri 25 τινο LF: τινων A 38 μὴ ᾗ ποσὸν coni. Bonitz)

424
δὲ τρόπον εἰς ἃ διαιρεθείη ἂν τὸ ὅλον τὰ καταμετροῦντα αὐτὸ μόνα φησὶ μέρη λέγεσθαι· εἶναι γὰρ τὰ δύο τῶν τεσσάρων καὶ τῶν ἓξ καὶ ὅλως τῶν ἀρτίων μέρη· καταμετρεῖ γὰρ αὐτά. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο οὔτε τὰ τρία τῶν τεσσάρων μέρος οὔτε τὰ δ' τῶν ἕξ, καίτοι κατὰ τὸ πρῶτον σημαινόμενον ὄντα καὶ αὐτὰ μέρη, ὥσπερ καὶ τὰ δύο τῶν τριῶν, οὐκέτι ὄντα αὐτῶν μέρη κατὰ τὴν δευτέραν ἀπόδοσιν. ἔτι μέρη φησὶ λέγεσθαι καὶ εἰς ἃ τὸ εἶδος διαιρεῖται χωρὶς τοῦ ποσοῦ, τουτέστι μὴ ὡς ποσὸν διαιρούμενον. εἶδος δὲ ἤτοι λέγει τὸ τί ἦν εἶναι, μέρη δὲ τὰ ὑπὸ τούτου περιεχόμενα τοῦ εἴδους τε καὶ τοῦ λόγου, ἃ καὶ πρὸ ὀλίγου μέρη καὶ ὕλην τοῦ εἴδους εἶπεν. ἡ μὲν γὰρ κατὰ τὸν λόγον διαίρεσις τοῦ εἴδους χωρὶς τοῦ ποσοῦ γίγνεται, ἡ δὲ εἰς τὰ ἄτομα τῶν εἰδῶν διαίρεσις μετὰ ποσοῦ. ἀλλ’ οὕτως ἔσται οὐκέτι τοῦ γένους τὸ εἶδος μέρος, ἀλλ’ ἀνάπαλιν τὸ γένος τοῦ εἴδους· μέρος γὰρ καὶ τοῦτο τοῦ ὁρισμοῦ, ὡς καὶ αὐτὸς ἐρεῖ μετ’ ὀλίγον. μήποτε οὖν τὸ εἶδος ἀντὶ τοῦ γένους ἀκοῦσαι χρή, καὶ λέγοι ἂν διὰ τοῦ εἰς ἃ τὸ εἶδος διαιρεθείη ἄνευ τοῦ ποσοῦ ὡς ἴσον τῷ εἰς ἃ τὸ γένος διαιρεθείη ἄν. τὸ δὲ ἄνευ τοῦ ποσοῦ σημαντικὸν ἄν εἴη τοῦ τὴν διαίρεσιν αὐτοῦ ὡς γένους γίγνεσθαι. δύντι γὰρ τὸ ζῷον καὶ ὡς ποσὸν διαιρεῖσθαι, ὅταν εἰς τὰ μέρη διαιρῆται, κεφαλὴν θώρακα καὶ τὰ ἄλλα. ὡς διαιροῦμεν οὐκέτι ἂν ὡς γένος· δύναται καὶ ὡς γένος διαιρεῖσθαι, οὐχ ὡς σῶμα καὶ ποσόν, ἥτις διαίρεσις αὐτοῦ κατὰ τὰς διαφορὰς γινομένη εἰς τὰ ειοη διαίρει αὐτό. τοῦτο. ο ην καὶ ὃ εἶπε τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος· ὡς γὰρ εἴδους βούλεται τὴν διαίρεσιν καὶ κατὰ τὸ εἶδος γίνεσθαι· τοιαύτη δὲ ἡ τῶν γενῶν ὡς γενῶν διαίρεσις· οὐ γὰρ ὡς ὅλων οὐδὲ ὡς πλήθους, ἀλλ’ ὡς γενῶν. κατὰ τοῦτο τὸ σημαινόμενον λέγει καὶ τὰ εἴδη μέρη τῶν γενῶν εἶναι. ἔτι φησὶ μέρος λέγεσθαί τινος εἰς ὃ διαιρεῖται ἢ ἐξ οὗ σύγκειται. τὸ δὲ τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος σημαίνοι ἄν ὅλον μὲν τὸ ὡς σῶμα ὅλον, οὗ ἡ διαίρεσίς ἐστιν εἰς τὰ μέρη τὰ συμπληροῦντα τὸ ὅλον σῶμα. τὸ δὲ ἢ τὸ εἶδος πάλιν δηλοῖ τὴν ὡς εἴδους διαίρεσιν. ἔστι γὰρ τοῦ εἴδους ὡς εἴδους μέρη, οἷον τῆς ψυχῆς εἴδους οὔσης αἱ δυνάμεις μέρη, εἰς ἃς καὶ ἡ διαίρεσις αὐτῆς. τὸ δὲ ἔχον εἶδος τὸ οὕτως ὅλον ὡς συναμφότερον, οὗ ὡς συναμφοτέρου πάλιν μέρη τό τε ὑποκείμενον σῶμα, οὗ πρώτου τὴν διαίρεσιν ἐποιήσατο τοιοῦτον γὰρ ἦν τὸ ὡς ὅλον) καὶ τὸ εἶδος, οὗ δευτέρου ἐμνημόνευσε. καὶ | ἔστιν ἃ παρατίθεται παραδείγματα τοῦ [*](391) ὑστέρου τοῦ ἔχοντος εἶδος καὶ ὡς συναμφοτέρου διαιρουμένου· ὁ γὰρ χαλκοῦς κύβος διαιρούμενος εἰς χαλκὸν καὶ γωνίαν εἰς ὕλην καὶ εἶδος διῃρεῖτο· ἡ γὰρ γωνία τοῦ εἴδους δηλωτική. ἔτι, φησί, τὰ ἐν τῷ λόγῳ τῷ δηλοῦντι ἕκαστον καὶ ταῦτα μόρια τοῦ ὅλου. μέρη φησὶν εἶναι ἑκάστου καὶ τὰ τοῦ λόγου τοῦ δηλοῦντος αὐτοῦ τὸ τί ἦν εἶναι μέρη· τὰ γὰρ [*](3 αὐτά S Bonitz: αὐτό ALF 8. 9 λέγει τὰ ἐν ὧ τῶ τί ἦν εἶναι περιεχόμενα τοῦ εἴδους LF 10 ἡ μὲν γὰρ κατὰ τὸν LFS: εἰ μὴ κατὸν Α 16 ὡς – ποσοῦ LFS: om. Α 17. 18 δύναται — ὡς LF: τὸ γὰρ ζῷον δύναται μὲν καὶ ὡς Α 19 ἄλλα· οὕτως γὰρ διαιρούμενον διαιρεῖται οὐκέτι LF 24 ὅλων LF: totius S: ὅλην Α)
425
μέρη τοῦ ὅρι’ σμοῦ μέρη εἴη ἄν, ἀλλὰ παρὰ τὰ τοῦ εἴδους μέρη ὅτι ὁ τοῦ συναμφοτέρου ὁρισμὸς κατὰ μὲν τὸ εἱδος γίνεται, προσσημαίνει μέντοι καὶ τὴν ὕλην, ὡς δῆλον εὐθὺς ἐκ τοῦ γένους. οὕτω φησὶ γίνεσθαι μέρο γένος τοῦ εἴδους, ἐπεὶ μέρος ἐστὶ τοῦ ὁρισμοῦ αὐτοῦ.

Παρατίθεται δὲ καὶ τὰ τοῦ ὅλου σημαινόμενα· ὅλον γάρ φησι λέγεσθαι οὗ τε μηδὲν ἄπεστι μέρος ἐξ ὧν λέγεται τῶν] φύσει τὸ ὅλον συνεστάναι· ὧν γὰρ φύσει συνεστώτων μηδὲν ἄπεστι μέρος, ὅλα ταῦτα κυρίως. ἄλλο δὲ σημαινόμενον ἐκτίθεται τοῦ ὅλου, ἐν ᾧ καὶ τὰ καθόλου· ἀλλὰ καὶ τὰ τεχνητά, οὐ μόνον τὰ φύσει συνεστῶτα περιλαμβάνει· τὸ γὰρ περιέχον τινὰ ὥστε ἕν τι εἶναι ἐκεῖνα, δηλονότι τὰ περιεχόμενα. διχῶς δέ φησιν ἓν γίνεσθαι τὰ περιεχόμενα· ἢ γὰρ ὡς ἕκαστον τῶν περιεχομένων ὅν τι εἶναι ἢ ἅπαντα ἕν. καὶ πρῶτον λέγει πῶς οἷόν τέ ἐστι τὸ ἕκαστον τῶν ὑπ’ αὐτοῦ περιεχομένων ἕν τι εἶναι καὶ ταὐτόν. τὸ γὰρ καθόλου λεγόμενον τοῦ κατὰ παντὸς δηλωτικόν· τὸ γὰρ κατὰ παντὸς λεγόμενον ὅλον τι δοκεῖ εἶναι· τοῦτο δέ, φησί, τὸ οὕτως ὅλον τε καὶ καθόλου, οὕτως ἐστὶ καθόλου τε καὶ ὅλον ὡς ἐν αὐτῷ πολλὰ περιέχον τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου αὐτῶν συνωνύμως καὶ ἓν ἅπαντα εἶναι κατὰ τὸ κατηγορούμενον, καὶ ἕκαστον αὐτῶν ὅπερ τὸ κατηγορούμενον εἶναι, τῷ πάντα ὁμοίως τὸν τοῦ κοινοῦ καὶ περιέχοντος αὐτὰ λόγον ἐπιδέχεσθαι. τὸ γὰρ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον δηλωτικόν ἐστι τοῦ τὴν ἑνότητα ἔχειν αὐτὰ μὴ κατὰ συνέχειαν, ἀλλὰ τῷ τὸν αὐτὸν λόγον ἕκαστον αὐτῶν ἐπιδέχεσθαι· ἵππος γὰρ καὶ ἄνθρωπος καὶ κύων καὶ βοῦς ἓν πάντα διὰ τὸ ἕκαστον αὐτῶν ζῷον εἶναι. οὕτως οὖν ὅλον τὸ ζῷον τῷ ὧν περιεκτικόν ἐστι διῃρημένα ταῦτα ἀπ’ ἀλλήλων καὶ κεχωρισμένα κατὰ τοῦτο εἶναι ἕν. καὶ τοῦτο μὲν σημαινόμενον τοῦ ὡς περιέχοντός τινα ὅλου· τὸ δέ τι οὕτως φησὶν εἶναι ἓν ἐκ τῶν ὑπ’ αὐτοῦ περιεχομένων, ὡς συνεχὲς εἶναι καὶ ἕν τι κατ’ ἀριθμόν. τὸ γὰρ ἕν τι καὶ συνεχὲς καὶ ἐκ μερῶν καὶ πεπερασμένον ὅλον οὐ τῷ τὸν τοῦ ὅλου λόγον τὰ μόρια ἀναδέχεσθαι. ἀλλὰ τῇ συνεχείᾳ. τί δέ ἐστι τὸ κυρίως | συνεχές, ἐδήλωσε διὰ τοῦ μάλιστα μὲν δυνάμει· κυρίως γὰρ [*](392) συνεχῆ ταῦτα ἐν οἷς τὰ μέρη δυνάμει ἐνυπάρχει. ἤδη δὲ κἂν ἐνεργείᾳ τὰ μόρια ἐν αὐτῷ, οὕτω μέντοι ὡς ἕν τι ἐκ τῆς ποιᾶς συνθέσεως αὐτῶν γίγνεσθαι κατὰ τὸ εἶδος, ὡς ἐπὶ τῶν συνθέσει γιγνομένων κατὰ τὰς τέχνας. οὕτως οἰκία ἕν τι καὶ πλοῖον. τῶν δὲ οὕτω τὸ ἓν ἐχόντων κατὰ συνέχειαν καὶ ὡς δυνάμει τὰ μέρη ἐν αὐτοῖς εἶναι μᾶλλόν φησιν ὅλα τὰ φύσει συνεστῶτα τῶν κατὰ τέχνην εἶναι. μᾶλλον γὰρ ἄνθρωπος ὅλος ἢ ἀνδριάς. ὡς γὰρ ἓν μᾶλλον λέγεται τὸ φύσει τοῦ τέχνῃ ὄντος ἑνός, ὡς εἶπεν ἐν τῇ τοῦ ἑνὸς διαιρέσει, ἧς καὶ ὑπομιμνήσκει ἡμᾶς, οὕτω καὶ ὅλον. καὶ αἰτίαν [*](1 τοῦ ὁρισμοῦ μέρη LFS: post μέρη iterat τοῦ ὁρισμοῦ A παρὰ τὰ τοῦ LF: τὰ om. A 6 τῶν A: τῷ LF: del. Bonitz 7 φύσει LFM: φύσεις A 8 τοῦ ὅλου LF: τοῦ om. A 13 αὐτοῦ LF: αὐτῷ Α 14 τοῦ κατὰ Bonitz: καὶ κατὰ ALF 16 τῶ LFS: τὸ Α καθ’ LFS: καὶ καθ’ Α 20 ὡς ἕκαστον LFS: ὡς om. A 32 τέχνας] ἁφάς L 34 ὡς] τῷ e S coni. Bonitz 37 οὕτω καὶ ὅλον LF: καὶ αὐτὸς καὶ λόγον A)

426
ἀποδίδωσιν, ὅτι ἡ ὁλότης ἑνότης ἐστίν, ὥστε ὡς ἕν, οὕτω καὶ ὅλον. παρατίθεταί τι καὶ ἄλλο σημαινόμενον τοῦ ὅλου· τοῦ γὰρ ποσοῦ καὶ ἔχοντος ἀρχήν τε καὶ μέσον καὶ ἔσχατον, ὃ εἴη ἄν τοῦ πεπερασμένου δηλωτικόν, ὅσων μὲν παρὰ τὴν ποιὰν θέσιν τῶν μορίων μηδεμία γίνεται διαφορά, τοῦτο πᾶν λέγεσθαί φησιν τοιαῦτά ἐστι τὰ ὁμοιομερῆ τε καὶ ἀσχημάτιστα οἰκείῳ ὅρῳ τε καὶ σχήματι, οἷον ὕδωρ, ἀήρ)· ὅσων δὲ ἡ ποιὰ θέσις τῶν μερῶν διαφορὰν ποιεῖ, ἐπὶ τούτων τὸ ὅλον λέγεσθαι, ὅταν τὴν οἰκείαν τάξιν ἕξει τὰ μέρη, δηλονότι καθ’ ἣν τόδε τι εἶναι τὸ ἐξ αὐτῶν λέγεται. τοισῦτά ἐστι τὰ ἀνομοιομερῆ, πρόσωπον, χείρ, τὸ ἑκάστου ζῴου σῶμα· ἡ γὰρ τῶν μερῶν θέσις ἐν τούτοις διαφορὰν τῶν ὑποκειμένων ποιεῖται. τοιοῦτον καὶ οἰκία καὶ ναῦς. ὅσα δὲ ὁμοιομερῆ ὄντα μορφήν τινα καὶ σχῆμα προσείληφε, τούτων φησὶ καὶ τὸ πᾶν καὶ τὸ ὅλον κατηγορεῖσθαι, διὰ μὲν τὸ ὑποκείμενον τὸ πᾶν, διὰ δὲ τὴν μορφήν, ἥτις συνέβη αὐτοῖς ἐν τῇ τῶν μερῶν ὑπαλλαγῇ μένειν, ὅλον. οὕτως ἀνδριὰς ὁ ἐκ μιᾶς ὕλης ἔσχ’ ἐσχηματισμένος, κηρός, ἱμάτιον καὶ γὰρ τοῦτο μετὰ σχήματός τινός ἐστιν)· ἕκαστον γὰρ τούτων καὶ πᾶν ἐστι καὶ ὅλον. οὐκέτι ἐπὶ τῶν ὑγρῶν τε καὶ ἀσχηματίστων ἁπλῶς φησι τὸ πᾶν καὶ ὅλον κατηγορεῖσθαι, ἀλλὰ μόνον τὸ πᾶν· μὴ γὰρ κατηγορεῖσθαι τοῦ ἀριθμοῦ, καθ’ οὗ τὸ πᾶν, καὶ τὸ ὅλον, εἰ μή τις μεταφορικῶς λέγοι ἐπ’ αὐτῶν τὸ ὅλον. λέγει δὲ καὶ τὸ πάντα λέγεσθαι ἐπὶ τούτοις, ὧν τὸ πᾶν ὡς ἑνός τινος κατηγορεῖται· ἐπὶ γὰρ τῶν ἐξ ὧν τὸ πᾶν, ὡς διῃρημένων λαμβανομένων τὸ πάντα λέγεται· πᾶς ἀριθμός, ὅταν ὡς ἓν λαμβάνηται τὸ ἐκ μονάδων ἄθροισμα· πᾶσαι αἱ μονάδες, ἐξ ὧν ἦν ὁ πᾶς ἀριθμός, ὅταν ὡς διῃρημέναι πάλιν λαμβάνωνται, οὕτως μέντοι ὡς τὸν πάντα ποιεῖν· ὡς τὸ μὲν πάντα κατὰ μορίων κατηγορεῖσθαι ὡς διῃρημένων, τὸ δὲ πᾶν ὡς ἡνωμένων. οὕτω καὶ πάντες ἄνθρωποι, ἢ ὡς ὑπὸ ἓν τὸ πᾶς ἄνθρωπος. |

Κολοβὸν δὲ λέγεσθαί φησιν οὐ κατὰ παντὸς ποσοῦ· ἔστι μὲν γὰρ ἐν [*](393) τῷ ποσῷ τὸ κολοβόν, οὐ μὴν πᾶν ποσὸν ἀναδέχεται τὴν κατηγορίαν ταύτην ἢ τὸ πάθος, οὗ σημεῖον τοὔνομα τοῦτο, ἀλλὰ δεῖ τὸ κολοβὸν μέλλον λέγεσθαι πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον. τὸ δὲ ὅλον δύναται μὲν καὶ συνεχείας αὐτῷ δηλωτικὸν εἶναι, δύναται καὶ τοὐ ἀνομοιομερὲς δεῖν εἶναι· τοῦτο γὰρ εἴρηκε πρὸ ὀλίγου περὶ τοῦ ὅλου, λέγων καὶ ταύτῃ διαφέρειν τὸ ὅλον τοῦ παντός. ἔτι δὲ πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον δεῖν φησιν αὐτὸ καὶ θέσιν ἔχειν, τουτέστι τῶν θέσιν ἐχόντων εἶναι ποσῶν. τὰ δὲ δύο εἶπε μὴ γίνεσθαι κολοβὰ ἀφαιρουμένου τοῦ ἑνός, δεικνὺς ἡμῖν ὅτι οὐδὲ οὕτω κολοβόν τι λέγεται, ἄν ἀφαιρεθῇ αὐτοῦ τὸ ἥμισυ· οὐδέποτε γὰρ ἴσον [*](8 ἕξει] ἔχῃ coni. Bonitz 10 διαφορὰν LF: τὴν διαφορὰν A 12 καὶ τὸ πᾶν LFS: καὶ om. Α 13 αὐτοῖς LF: αὐτῇ A: om. S 15 ἱμάτιον F: τὸ ὁμάτιον AL ἕκαστον LFS: ἑκάτερον Α 19 τὸ πάντα Bonitz coll. 1. 21. 24: τὰ πάντα ALF 20 ἑνός τινος LF: ἓν τι A 23 ὁ πᾶς LF: ὁ om. A διῃρημέναι LFS: διῃρημένα Α 29 δεῖ] δὴ Α 31 ἀνομοιομερῆ libri 33 μεριστὸν LF: ἀνομοιομερῆ Α 36 p. 427, 1 οὐδέποτε — αὐτῷ] neque enim mutilatum seu imminutum esse, hoc est quod minus esse vel superari S)

427
τὸ κεκολοβωμένον καὶ τὸ λεῖπον αὐτῷ. ἐφ’ ᾧ δείκνυσιν ὅτι μὴ μόνον ἐν ἀριθμῷ οὐκ ἔστι κολοβὸς ἀριθμὸς οὗτος οὗ τὸ ἥμισυ ἀφῃρέθη, ἀλλ ἄν ἄλλο τι μέρος ἀφαιρεθῇ, οὐ γίνεται ἀριθμὸς κολοβός, ὡς ἑξῆς οὐδ’ ὅλως γάρ, φησίν, ἀριθμὸς κολοβὸς οὐδεὶς γίνεται, τι τὴν αὐτὴν οὐσίαν καὶ ταὐτὸν εἶδος φυλάσσειν. ὅτε δὲ μετὰ τὴν ἀφαίρεσιν τὴν μορίου τινὸς ἄλλο τι εἶδος μεταλαμβάνει, ἐπὶ τούτων οὐ λέγεται τὸ κολοβόν, ὃ γίνεται ἐπὶ τῶν ἀριθμῶν. προστίθησι δὲ ὅτι οὐδὲ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται ὡς προειρηκὼς ὅτι δεῖ ἀνομοιομερῆ εἶναι διὰ τοῦ εἰπεῖν ὅλα. οὐ δὴ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται, ἀλλὰ ἐπὶ τῶν θέσιν ἐχόντων ὃ φθάσαντες εἰρήκαμεν· οὐ γὰρ ἐπ’ εἰ τοῦ ἀριθμοῦ ἔστιν ὡς διῃρημένου ἀνόμοια τὰ μέρη, οἷον τοῦ πέντε ἄρτια γὰρ καὶ περισσὰ τὰ δύο καὶ τρία, μέρη ὄντα αὐτοῦ), ἀλλ’ οὐ διὰ τοῦτο ἤδη ὁ ἀριθμὸς κολοβός τις λέγεται. δεῖ γὰρ οὕτως ἔχειν τὰ μέρη τοῦ ἐσομένου κολοβοῦ ὡς ποιεῖν τὴν θέσιν αὐτῶν τὴν τῶν μορίων διαφορὰν τοῦ εἴδους, ὃ οὐ γίνεται ἐπὶ τοῦ ἀριθμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν θέσιν ἔχει τὰ μόρια αὐτοῦ. ὡς εἴρηται ἐν Κατηγορίαις. ὸιὰ τοῦτο γὰρ οὐδὲ τὰ ὁμοιομερῆ κολοβά, ὅτι ἡ μετάθεσις αὐτῶν τῶν μορίων οὐ ποιεῖ διαφοράν. ἔτι δεῖ εἶναι, φησί, συνεχῆ τὰ ἐσόμενα τῇ ἀφαιρέσει τινὸς μορίου κολοβά. ἡ γὰρ ἁρμονία σύγκειται μὲν ἐξ ἀνομοιομερῶν (μέσης καὶ παρανήτης καὶ παρυπάτης καὶ ὑπάτης), ἀλλὰ καὶ θέσιν καὶ τάξιν ἔχει ἕκαστον τούτων (ἐν γὰρ τῇ ποιᾷ θέσει τούτων πρὸς ἄλληλα ἡ καὶ μετατιθεμένων ἀλλάσσεται)· ἀλλ’ οὐ λέγεται κολοβὸς ἁρμονία, ὅτι μὴ συνεχής ἐστι μηδὲ ὅλη, ἀλλ’ ἐκ διωρισμένων καὶ κεχωρισμένων μερῶν. καὶ ὁ ἀριθμὸς δὲ τοιοῦτον. δείξας δὲ δι’ ὧν πεποίηται διορισμῶν ὅτι [*](394) τὸ κολοβὸν ἐν τοῖς ὅλοις λεγομένοις ποσοῖς, ἑξῆς δείκνυσιν ἡ ὁποία καὶ ἡ τίνος καὶ ἐν τίσιν ἀφαίρεσις τὸ ὅλον κολοβὸν ποιεῖ· λέγει γὰρ ὅτι μηδὲ ἐπὶ τῶν συνεχῶν τε καὶ ὅλων παντὸς ἀφαιρουμένου μέρους τὸ καταλειπόμενον γίνεται κολοβόν. οὔτε γὰρ ἄν τὰ κύρια τοῦ εἴδους τε καὶ τῆς οὐσίας τοῦ ὅλου τε καὶ συνεχοῦς ἀφαιρεθῇ, ἔτι τὸ καταλειπόμενον κολοβόν (οὐ γὰρ λέγεται κολοβὸν ζῷον τῆς κεφαλῆς ἀφαιρεθείσης αὐτοῦ, ὅπερ οὐδὲ ζῷον ἔτι μένει), ἀλλ’ οὐδ’ ἂν ὁπουοῦν τι τῆς συνεχείας ἢ ὁτιοῦν ἀφαιρεθῇ τε καὶ διαιρεθῇ, κολοβὸν εὐθύς· ἡ γοῦν κύλιξ οὐ λέγεται κολοβὸν ἂν τρυπηθῇ· ἀλλ’ ἂν τὸ οὖς αὐτῆς ἀφαιρεθῇ ἤ τι ἄλλο ἀκρωτήριον, τότε κολοβός. ὁμοίως καὶ τοῦ ἀνθρώπου ἢ Μου τινὸς ζῴου ἄν μὲν σάρκα ἀφέλῃς ἢ σπλῆνα ἐκτέμῃς, οὐ κολοβός, ἄν δὲ ῥῖνα ἢ οὖς ἢ δάκτυλον, τότε κολοβός. καὶ τῶν ἀκρωτηρίων ταῦτά φησιν ἀφαιρεθέντα κολοβοὺς ποιεῖν, ὅσα ἀφαιρεθέντα ὅλα οὐκέτι φῦναι ἢ αὐξηθῆναι δύναται· δι’ ἣν αἰτίαν λέγει τοὺς φαλακροὺς μὴ λέγεσθαι κολοβούς, ὅτι αἱ τρίχες φύσιν ἔχουσιν ἀφαιρούμεναι τοῦ ὅλου πάλιν γίγνεσθαί τε καὶ φύεσθαι. καὶ εἴη [*](10 ὃ LF: ἁ Α 11 ἐπεὶ M Bonitz: ἐπὶ ALFM 12. 13 ἀλλ’ οὐ om. LF 13 ὁ om. LF 16 ἐν Κατηγορίαις] 6 p. 4 b 22 18 ἔτι δεῖ LFS: ἔτι δὲ Α 25 ἡ (ante ὁποία) LF: εἰ Α ὁποία scripsi: ὁποίας Α: ὅπως LF 32 λέγεται κολοβὸς coni. Bonitz 39 ἀφαιρούμεναι LFS: ἀφαιρουμένην A)
428
ἄν ἴσον τὸ ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον τῷ ἀλλ’ ὃ καθόλου ἀφαιρεθὲν μηκέτι γένεσιν ἔχει· αἱ γὰρ τρίχες, εἰ καὶ ἐπὶ τοῦ φαλακροῦ οὐκέτι ἔχουσι γένεσιν, ἀλλ’ ἔν γε τῇ φύσει ἐστὶν αὐτῶν τὸ ἀφαιρουμένας γίνεσθαι πάλιν. ἢ τὸ ὅλον προσέθηκεν, ὅτι δύναταί τινος ἐξαιρεθέντος μορίου ἀπό τινος ἀκρωτηρίου, οἷον ὀλίγης σαρκός, αὕτη πάλιν αὐξηθῆναι. αἱ μὲν οὖν τρίχες, εἰ καὶ μὴ ἐπὶ πάντων, ἀλλ’ ἐπὶ τινῶν γε φῦναι πάλιν ἀφαιρεθεῖσαι δύνανται, ἢ καὶ ἐπὶ πάντων, ἀφ’ ὧν ἀφαιροῦνται· οὖς δὲ ἢ ῥὶς ἀφαιρεθέντα οὐδέποτε ἐπ’ οὐδενὸς πάλιν γίνεται. σημειωτέον ὅτι μὴ διαίρεσιν τοῦ κολοβοῦ πολλαχῶς λεγομένου πεποίηται, ἀλλὰ μήνυσίν τε καὶ διδασκαλίαν.

Λέγει δὲ καὶ τὸ γένος πολλαχῶς λέγεσθαι· γένος γὰρ λέγεται καὶ ἐπὶ τῶν τὴν γένεσιν συνεχῆ ἐχόντων ὁμοειδῶν ἀλλήλοις· κατὰ γὰρ τὸ σημαινόμενον τοῦτο λέγεται τὸ ἕως ἄν ἀνθρώπων γένος ᾖ· σημαίνεται γὰρ τὸ ἕως ἄν γένεσις συνεχὴς ἡ τε καὶ μένῃ τῶν ἀνθρώπων. τὸ δὲ τῶν τὸ εἶδος ἐχόντων τὸ αὐ τὸ προσέθηκεν, ὅτι μὴ λέγεται ἀνθρώπων γένος εἶναι, ἂν ἵπποι ὦσιν, ἀλλ’ ἂν συνεχεῖς ἄνθρωποι ἐξ ἀνθρώπων γινόμενοι μένωσι. τὸ δέ τι γένος λέγεται, ἀφ’ οὗ ἄν ὦσί τινες πρώτου κινήσαντος καὶ ἀρχηγοῦ γενομένου τοῦ εἶναι αὐτοῖς. οὕτω δ’ Ἕλληνες τὸ γένος λέγονται τῷ ἀφ’ Ἕλληνος εἶναι πρώτου συστησαμένου τὸ γένος αὐτῶν καὶ τοῦ εἶναι αὐτοῖς αἰτίου, ὁμοίως καὶ Ἴωνες οἱ ἀπὸ Ἴωνος, καὶ Ἡρακλεῖδαι ὧν Ἡρακλῆς πρῶτος καὶ ἡγεμὼν τοῦ γένους. οὕτω καὶ Πελοπίδαι | λέγονται. [*](395) λέγεσθαι μὲν οὖν γένος τινῶν καὶ ἀπὸ τοῦ θήλεος φησιν, ὡς λέγονταί τινες ἀπὸ Πύρρας, ὡς ταύτης τοῦ γένους ἀρξαμένης τῷ τεκεῖν, δηλονότι κατὰ τὸν μῦθον, μᾶλλον μὲν ἀπὸ τοῦ γεννήσαντος, ὅτι τοῦ εἴδους οὗτος παρεκτικός, ἡ δὲ μήτηρ τῆς ὕλης, κατὰ δὲ τὸ εἶδος τὸ εἶναι ἑκάστῳ μᾶλλον. οὐκέτι ἐμνημόνευσε τῶν γενῶν τῶν ἀπὸ τῶν τόπων λεγομένων, καθ’ ὃ σημαινόμενον Ἀσιανός τις τὸ γένος ἢ Αἰγύπτιος καλεῖται οὐ γὰρ δὴ οἱ οὕτω λεγόμενοι ἀπὸ τοῦ πρώτου κινήσαντος οὕτω λέγοντι. ἑξῆς δὲ ἐκτίθεται δύο ἀποδόσεις τοῦ αὐτοῦ σημαινομένου• τοῦ γὰρ γένους, ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει † καὶ τὰ ἑξῆς δύο ἀποδόσεις δίδωσιν * * ὡς ὑποκείμενον ταῖς διαφοραῖς· αὐτὸ γάρ φησι τὸ ἐπίπεδον σχῆμα· τὸ γὰρ σχῆμα δεῖ προστιθέναι τῷ ἐπιπέδῳ· τοῦτο γὰρ γένος ἑκάστου τῶν ἐπιπέδων σχημάτων. λαμβάνει γὰρ γένος τὸ ἐπίπεδον σχῆμα ὅλον τριγώνου καὶ τετραγώνου καὶ πάντων τῶν ἐπιπέδων· ὁμοίως καὶ τὸ στερεὸν τῶν στερεῶν σχημάτων· ἕκαστον γὰρ τῶν σχημάτων τὸ μὲν ἐπίπεδόν ἐστι σχῆμα τοιονδί, οἷον τετράγωνον, τὸ δὲ στερεὸν σχῆμα τοιονδί· [*](3 τῇ φύσει LF: τῇ om. A 12 συνεχῶς LF 17 τινες] τινος LF πρώτου LF: πρώτου τοῦ Α 18 ἀρχηγοῦ LF: ἀρχὴ τοῦ Α 23 ὡς LFS: καὶ A 23. 24 δηλονότι – μῦθον F: δῆλον τὸν μῦθον Α: δ. τὸν κατὰ μῦθον L: δηλῶν τὸν μῦθον coni. Bonitz 24 μὲν] legendum μέντοι, ut coni. Bonitz ἀπὸ F: ἐπὶ AL 30 τῶ εἴδει κεῖται, ἑξῆς δύο coni. Bonitz 31 ὡς – διαφοραῖς] prior est cum genus quasi subiectum differentiarum esse dicitur S; ex his quae desunt supplenda 31. 32 αὐτὸ — ἐπίπεδον σχῆμα] nam plana figura ad hunc modum genus esse ait, qui planum dicens figuram planam intelligit S 36 ἐστι σχῆμα LF: ἐστι τὸ σχῆμα Α)

429
σφαῖρα μὲν γὰρ στερεὸν σχῆμα τοιοῦτον, κύβος δὲ τοιοῦτον καὶ πυραμὶς τοιοῦτον. εἰπὼν δὲ τοῦτο προσέθηκε τὸ τοῦτο δἑ ἐστι τὸ ταῖς διαφοραῖς, ὡς ὑπὸ τῶν διαφορῶν τοῦ γένους εἰδοποιουμένου καὶ ὑποκειμένου κατὰ τοῦτο αὐταῖς. εἰπὼν δὲ τὸ ἕνος ὑποκείμενον εἶναι ταῖς διαφοραῖς, κατὰ τὸ ὑποκεῖσθαι αὐτ’ ὅλην αὐτὸ προελθὼν ἐρεῖ· ὕλην δὲ λέγει τὸ γένος καὶ τῷ Ζ τῆσδε τῆς πραγματείας. δευτέραν ἀπόδοσιν τοῦ οὕτως λεγομένου γένους έοιδί δῶσι τὸ πρῶτον ἐνυπάρχον ἑκάστου ἐν τῷ ὁριστικῷ καὶ τὸ τι ἢν σημαίνοντι λόγῳ, ὃ κατηγορεῖται ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου. γὰρ δηλωτικὸν τὸ ὃ λέγεται ἐν τῷ τί ἐστι· καὶ γἀρ τὸ οὕτως λεγόμενον γένος σημαίνει τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τοῦ γὰρ πρώτου ἐν τῷ ὁρισμῷ ἀποδιδομένου διαφοραὶ λέγονται εἶναι αἱ ποιότητες, καθ’ ἃς διαφέρει ἀλλήλων τὰ ὧ τῷ ὁρισμῷ τὸ αὐτό ἐστι γένος. τότε μὲν οὖν αὐτὸ ἐδήλωσεν ἀπὸ τοῦ ὡς ὑποκείμενον ὑπὸ τῶν διαφορῶν εἰδοποιεῖσθαι, νῦν δὲ ἀπὸ τοῦ ἐν τοῖς ὁρισμοῖς εἶναι τὸ πρῶτον παραλαμβανόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· διάφοροι δὲ οὖσαι αἱ ἀποδόσεις τοῦ αὐτοῦ εἰσι δηλωτικαί. ποιότητας [*](396) δὲ τὰς διαφορὰς εἶπεν, ὅτι καὶ πρὸ ὀλίγου ἐν ταῖς διαιρέσεσι τῆς ποιότητος πρώτας ταύτας ἐτίθετο. εἰπὼν δὲ τὰ σημαινόμενα ταῦτα εἶναι τοῦ γένους, ἀνακεφαλαιοῦται αὐτὰ δι’ ὧν δείκνυσιν ὅτι τὰ δύο τὰ ὕστερον ῥηθέντα διάφοροί εἰσιν ἀποδόσεις τοῦ αὖ τοῦ σημαινομένου. τὰ μὲν γὰρ κατὰ γένεσιν συνεχῆ τοῦ αὐτοῦ εἴδους γένη λέγεται, ὡς ἀνθρώπων γένος καὶ ἴππων, τὰ δὲ κατὰ τὸ πρῶτον κινητικὸν καὶ αἴτιον τοῖς μετ’ αὐτὸ ὁμοειδέσιν, ὡς λέγεται τὸ Ἡρακλειδῶν γένος καὶ τὸ Ἑλλήνων καὶ τὸ Ἰώνων. οὐκ ἀργῶς δὲ ὁμοειδὲς προσέθηκεν· οὐ γὰρ ἀπὸ τοῦ ὁπωσοῦν πρώτου κινήσαντος τὸ γένος εἶναι λέγεται ἀλλ’ ἂν ὁμοειδὲς αὐτοῖς ᾖ τοῦτο· ὅταν γὰρ ἄνθρωπος ᾖ ὁ τοῦ γένους ἄρξας, τότε τὸ γένος ᾧτ’ αὐτὸν ἀπ’ ἐκείνου. τὸ δὲ ὡς ὕλη φησί, λέγων ὡς ὕλην γένος εἶναι τὸ κοινὸν καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορούμενον. καὶ κατὰ τί ἐστιν ὕλη τοῦτο, ἐδήλωσεν εἰπὼν οὗ γὰρ ἡ διαφορὰ καὶ ἡ ποιότης ἐστί τοῦτ ἐστὶ τὸ ὑποκείμενον, ὃ λέγομεν ὕλην· τῷ γὰρ τὰς διαφορὰς τούτου εἶναι ὡς ὑποκειμένου, καὶ τῷ ταύταις εἰδοποιεῖσθαι, ὡς καὶ ἡ ὕλη τῷ εὕει, καὶ εἴη ἄν τὸ γένος ὕλη. τῷ γὰρ ποιότητας μὲν εἶναι τὰς διαφοράς, ὑποκεῖσθαι δὲ αὐταῖς τὸ γένος οὗ γάρ ἐστιν ἡ διαφορά, τοῦτο τῆ διαφορᾷ ὑπόκειται, ὥσπερ καὶ τὸ οὗ ἡ ποιότης τῆ ποιότητι), ἐπεὶ τὸ ταῖς ποιότησιν ὑποκείμενον ὕλη λέγεται, καὶ τὸ γένος ὕλη γίνεται τῶν ὡς διαφορῶν ποιοτήτων. Εἰπὼν δὲ περὶ γενῶν ἑξῆς λέγει τίνα ἐστὶν ἕτερα τῷ γένει. λέγει δὴ ὧν τε ἕτερον τὸ πρῶτον ὑποκείμενον, ταῦτα ἕτερα τῷ εἴδει, [*](1 γὰρ LF: om. A 5 αὐτὸ ταῖς LM: αὐτῷ ταῖς Α 5. 6 διαφοραῖς ὃ καὶ ὑαλῆν L 6. 7 ἐν τῷ Z τῆσδε τῆς πραγματείας] c. 12 p. 1038a6 7 τοῦ LF: om. Α 15 ὑπὸ Bonitz: ἀπὸ AL 18 πρὸ ὀλίγου] C. 14 p. 1020a33 25 ὁμοειδές LFS: ὁμοειδ 28 ὕλη LF: ἡ ὕλη A 33 τῷ γὰρ MS Brandis Bonitz: τό γὰρ AL γεται LF 38 εἴδει] immo γένει)
430
λέγων πρῶτον ὑποκείμενον τὴν ὕλην· οἷς γὰρ μή ἐστιν ἡ αὐτὴ ὕλη ὑποκειμένη, μήτε ἀναλύεται ἡ τοὐ ἑτέρου ὕλη εἰς τὴν τοῦ ἑτέρου, μήτε ἡ ἀμφοτέρων εἰς τὴν αὐτὴν τῷ εἴδει, ταῦτα ἕτερα τῷ γένει. ὕλην δὲ ἔοικε λέγειν τὴν ἐνεργείᾳ ὑποκειμένην, ἣν καὶ πρώτην εἶπε, λέγων πρώτην τὴν προσεχῆ πρὸς ἀντιδιαστολὴν τῆς ἐσχάτης κατὰ ἀνάλυσιν, ἣ καὶ κυρίως ἐστὶ πρώτη· οἷον τῷ ἀνδριάντι χαλκὸς ὑπόκειται, τῷ δὲ κρυσταλλίνῳ ἐκπώματι ὕδωρ, καὶ εἰσὶν αὗται διαφέρουσαι, ἀλλ’ ἡ τοῦ ἀνδριάντος ὕλη εἰς τὴν τοῦ κρυσταλλίνου ἀναλύεται, εἴ γε τηκτὸν μὲν ὁ χαλκός, πάντα δὲ τὰ τηκτὰ ἐξ ὕδατος. οὐχ ἕτερα δὴ τῷ γένει τὰ εἰλημμένα κατὰ τὸ σημαινόμενον τοῦτο. πάλιν εἰ τῷ μὲν εἴη χρυσὸς ὑποκείμενος τῷ δὲ ἄργυρος, διάφοροι μὲν πάλιν ὗλαι αὗται, καὶ οὐκ ἀναλύεται αὐτῶν ἡ ἑτέρα εἰς τὴν ἑτέραν· διὰ δὲ τὸ ἀμφότερα εἰς μίαν καὶ τὴν αὐτὴν ἀναλύεσθαι (εἰς τὸ ὕδωρ) οὐχ ἕτερα τῷ γένει τὰ ληφθέντα. ὧν δὴ τὰ ὑποκείμενα οὐδὲν πάσχει τοιοῦτον, ταῦτα ἕτερα λέγεται τῷ γένει, ὡς λίθου καὶ χαλκοῦ· τῷ μὲν γὰρ γῆ τῷ δὲ ὕδωρ τὰ ὑποκείμενα, ἃ οὔτε εἰς ἄλληλα οὔτε εἰς ἄλλο [*](397) τι ἀναλύεται αἰσθητὸν ὑποκείμενον ταὐτόν. εἰπὼν δὲ τὰ ὑποκείμενα οὐδὲν πάσχειν τοιοῦτον, τίνα ἐστὶ τοιαῦτα αὐτὸς παρέθετο· τὸ γὰρ εἶδός φησι καὶ τὴν ὕλην οὕτως εἶναι ἕτερα τῷ γένει, ὕλην λέγων τὸ σῶμα· ὡς οὖν οὔτε τῶν τῷ σώματι ὑποκειμένων οὔτε τῶν τῷ εἴδει ἢ εἰς ἄλληλα ἢ εἴς 5 τι κοινὸν ἀναλύεσθαι λεγομένων, ἕτερα αὐτὰ εἶναι λέγει τῷ γένει. εἴη δ’ ἄν τῷ εἴδει ὡς ὕλην ὑποκεῖσθαι λέγων τὰ μέρη τοῦ ὁριστικοῦ λόγου· προείρηκε γὰρ τοῦτο. ἐπεὶ οὖν οὔτε τὰ ὑποκείμενα τῷ τε σώματι καὶ τῷ εἴδει ταὐτά, οὔτε ἡ ἀνάλυσις αὐτῶν ἡ τοῦ ἑτέρου εἰς τὸ ἕτερον ἢ εἰς ταὐτόν, εἴη ἄν ἕτερα τῷ γένει ταῦτα κατὰ τὸ σημαινόμενον τοῦτο. ἔτι οὕτω τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα ἔσται, ὅτι μὴ ἀναλύεται τὸ ἕτερον αὐτῶν εἰς τὸ ἕτερον, τῷ μήτε αὐτὰ ταὐτὰ ἐν ἀλλήλοις εἶναι μήτε ὑποκεῖσθαι αὐτοῖς ἕτερον. οὔτε γὰρ ἕν τι ἀμφοτέροις ὑπόκειται οὔτε τὸ τῷ ἑτέρῳ ὑποκείμενον εἰς τὸ τῷ ἑτέρῳ ὑποκείμενον ἀναλύεται τῷ μηδὲ ὑποκεῖσθαί τι αὑτοῖς· οὔτε γὰρ τὸ εἶδος ἐξ ὑποκειμένου τινὸς καὶ ὕλης ἐστίν, οὔτε τῇ κυρίως λεγομένῃ ὕλῃ ὑπόκειταί τις ὕλη πάλιν ἄλλη. ἕτερα τῷ γένει λέγει καὶ ὧν ἕτεραι αἱ πρῶται κατηγορίαι, καὶ τὰ πρῶτα γένη ἕτερα· τῶν γὰρ πρώτων γενῶν τὰ μὲν τί ἐστι σημαίνει, τουτέστιν οὐσίαν, τὰ δὲ ποιόν τι, τὰ δὲ ποσόν, τὰ δὲ τῶν ἄλλων τι τῶν ἐν ταῖς κατηγορίαις κατηριθμημένων. προσέθηκε δὲ καὶ τὴν αἰτίαν αὐτῶν τῆς ἑτερότητος· ὅτι γὰρ μήτε εἰς ἄλληλα μήτε εἰς ἕν τι ἀναλύεται, ταύτῃ καὶ ταῦτα ἕτερα τῷ γένει. οὕτως οὐκ ἔσται ἕτερα γένη ζῷον καὶ ὄρνεον. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο δοκεῖ εἶναι ἕτερα τῷ γένει τὸ εἶδος καὶ ἡ ὕλη· ὑπὸ γὰρ τὴν οὐσίαν ἄμφω.

Ποιεῖται καὶ τοῦ ψεύδους διαίρεσιν· τὸ μὲν γὰρ ἐν τοῖς πράγμασι ψεῦδος εἶναι λέγει, τὸ δὲ ἐν τοῖς λόγοις· προσέθηκε δὲ τῷ ἐν τοῖς πράγλέγων [*](1 — εἴδει (3) om. LF οἷς c. S scripsi: ἧς Α 4 ἐνεργεία LS: ἐνέργειαν Α 13 ὕδωρ] εἶδος LF 26 αὐτὰ ταὐτὰ L: τὰ αὐτὰ Α 32. 33 τὰ δὲ ποιότητα τὰ δὲ ποσότητα LF 33. 34 καταριθμημένων Α 36 οὐκέτι] οὐδ’ ἔτι coni. Bonitz 37 δόξει LF)

431
μασι ψεύδει τὸ ἄλλον μὲν τρόπον, ἤτοι ὅτι μὴ καθωμιληται ἐπὶ τούτου τὸ ψεῦδος λέγειν δοκεῖ γὰρ τὸ ψεῦδος ἐν λόγῳ τε καὶ δόξῃ) ἢ ἄλλον τρόπον εἶπεν ἀντὶ τοῦ ἕνα μὲν τρόπον. τὸ οὗν ἐν τοῖς πράγμασ δίχα διαιρεῖ, τῷ τε μηδ’ ὅλως ὑπάρχειν καὶ τῷ ψευδῆ τὴν ἀπ’ αὐτοῦ φαντασίαν γίνεσθαι. τὸ γὰρ μὴ ὑπάρχον ψεῦδος ἐν πράγμασιν οὐχ ὁμοίως τῷ περὶ αὐτοῦ λόγῳ. ὁ γὰρ λόγος ψευδὴς μὲν περὶ αὐτοῦ ὁ εἶναι αὐτὸ λέγων, ἀληθὴς δὲ περὶ αὐτοῦ τούτου ὁ μὴ εἶναι, ἐν τῇ ποιᾷ συνθέσει αὐτοῦ τὸ ἀληθὲς καὶ ψεῦδος λαμβάνων· διὸ ὁμοίως καὶ | περὶ ὄντων καὶ [*](398) μὴ ὄντων ἀληθής τε καὶ ψευδὴς ὁ λόγος γίνεται. τὸ δὲ κατὰ τὸ πρᾶγμα ψεῦδος οὐκ ἐν τῇ τινῶν συνθέσει τοιοῦτον, ἀλλ’ ἔστιν ἐν πράγμασι ψεῦδος τὸ μὴ εἶναι μηδὲ ὑπάρχειν αὐτό, ὥσπερ καὶ ἀληθὲς ἄν εἴη πάλιν ἐν πράγμασι τὸ ὑπάρχειν αὐτὰ καὶ τὸ εἶναι, οὐχ ὁμοίως τῷ λέγειν αὐτὰ εἶναι. διὸ τὸ μὲν ἐν λόγῳ ἀληθές τε καὶ ψευδὲς δύναται περὶ τοῦ αὐτοῦ πράγματος ἔχειν ἀμφότερα, τὸ δὲ ἐν τῷ πράγματι ψεῦδος ἀδύνατον, ἐστ’ ἄν ᾖ ἀληθές, γενέσθαι. ἔσται δὲ ἀμφότερα μὲν τὰ ψεύδη λέγειν ἐν λόγῳ εἶναι καὶ προτάσει, εἶναι δὲ τούτων τὸ μὲν ἀπὸ τοῦ πράγματος ἐν τῷ λόγῳ, τὸ δὲ ἀπ’ αὐτοῦ τοῦ λόγου· ὁ μὲν γὰρ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγων λόγος τὸ ψεῦδος ἀπὸ τοῦ πράγματος ἔχει τοῦ μὴ ὑπάρχοντος, ὁ δὲ τὸ ἄλλῳ ὑπάρχον ἄλλῳ ὑπάρχειν λέγων τὸ ψεῦδος τοῦτο ἀπὸ τοῦ λόγου ἔχει· ψεῦδος γὰρ τοῦτο τὸ τῷ ἄλλῳ ὑπάρχον ἐπ’ ἄλλο μεταφέρειν. ὅτι γὰρ καὶ τὸ ὡς πρᾶγμα ψεῦδος ἐν λόγῳ δοκεῖ, δείκνυσι διὰ τοῦ προσθεῖναι τὸ τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι. ὅτι δ’ ἔστι τῷ πράγματι ψεῦδος, ἔδειξε· περὶ ὧν γὰρ οὐχ οἷόν τε ἀληθεύειν τὸν συντιθέντα [*](1. 2 ἐπὶ τούτου τὸ LF: ἐπὶ τοῦτο Α 2 λέγειν S Brandis Bonitz: λέγει libri 4 τῷ τε LFS: τό τε Α ἀπ’ LF: ὑπ’ Α 6 ὁ εἶναι – αὐτοῦ (8) LS: om. Α 7. 8 περὶ αὐτοῦ] α se ipsa S, unde παρ’ αὑτοῦ coni. Bonitz 10 συνθέσει LS: θέσει A 12 τῷ MS: τὸ A 15 ᾖ M: εἴη A 19 ὑπάρχον ἄλλῳ MS: om. Α λόγου S Bonitz: πράγματος Α 20 ἔχει S Brandis Bonitz: ἐστι Α ἄλλο S Bonitz: ἄλλων A 22 ὅτι δ’ S Bonitz: om. A) [*](ALT. REC. GR. DISCR. 10 ἐστιν — ψεύδεσθαι (p. 437,2) om. LF et pro iis ex Asclepio (p. 352,26 — 354,5) exhibent haec ἀπλοῦν ἐστιν, οἷον αὐτὸ τὸ μὴ ὃν καὶ ἡ ἀνυπαρξία τοῦ πράγματος, ὥσπερ ἐπὶ τῆς διαμέτρου φαμὲν ὅτι ἡ διάμετρος σύμμετρός ἐστι τῇ πλευρᾷ, ἡ τὸ σὲ καθῆσθαι· τούτων γὰρ τὸ ψεῦδος τὸ μὲν ἀεί ἐστι, φησίν, ὡς ἐπὶ τῆς διαμέτρου, τὸ δὲ ποτέ, ὡς ἐπὶ τοῦ καθῆσθαι· δυνατὸν γὰρ ὕστερον καθῆσθαι τὸν νῦν μὴ καθήμενον. φέρεται φαίνεται Ascl.) δὲ καὶ ἐπὶ πραγμάτων τὸ ψεῦδος ἐφ’ ὧν πέφυκε φαίνεσθαι μὴ οἷά ἐστιν ἢ ἅτινα μὴ ὑπάρχουσιν, οἶον ὡς ἐπὶ τῆς σκιαγραφίας τῇ σκιαγραφίᾳ · εἰ γὰρ σκιαγραφήσει τις τὸν Σωκράτην, ἐπειδὴ ἔχει τινὰ ὁμοιότητα πρὸς τὸν Θεαίτητον, δόξει ἡ σκιαγραφία τοῦ Θεαιτήτου εἶναι, ἐπειδὴ ἔχει τι αὐτοῦ· οὐκ ἔστι δὲ αὐτοῦ. ἐπὶ μέντοι γε τῶν ὀνείρων παντελῶς ἐστιν ἐξαλλαγὴ τοῦ πράγματος· ὁρᾷ γάρ τις ἑαυτὸν πολλάκις ἱπτάμενον, ὅπερ οὐδέ ὅλως ἔχει τὴν τῶν πραγμάτων ἀλήθειαν. ταῦτα εἰρηκὼς περὶ τῶν πραγμάτων ἐφεξῆς λέγει καὶ περὶ τῶν λόγων καὶ φησὶν ὅτι ὁ ἐπί τινος εἴδους ἀληθὴς λόγος πάντως ἐπὶ Μου ψευδὴς, οὐ πάντως δὲ ὁ ἐπὶ τοῦ αὐτοῦ πράγματος ψευδὴς καὶ ἐπὶ τῶν ἄνων ψευδὴς ὑπάρχει. οἷον ἐπὶ τοῦ κύκλου ἀληθὴς ἐστιν ὁ λόγος < ὁ add. Ascl.> λέγων σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς)
432
αὐτὰ καὶ εἶναι λέγοντα, ταῦτα ὡς πράγματι ψευδῆ· τὸ δὲ περὶ τούτῶν ἐν τῷ λόγῳ ψεῦδος ἐν συνθέσει ἤδη. τὸ μὲν γὰρ [ἐν] τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι τοῦ μὴ ὑπάρχοντος ἢ καὶ ἀδυνάτου ὑπάρξειν εἰσὶ δηλωτικά. σύνθεσιν γὰρ τὴν τῶν πραγμάτων τὰ τινὰ σύνθεσίν ἐστιν ἡ ὕπαρξις τούτων γινομένη. ἡ μὲν οὖν διάμετρος σύμμετρος τῆ πλευρᾷ οὔτε ἔστιν οὔτε δύναται γενέσθαι· τὸ δὲ σὲ κθῆσθαι ὅτε ἕστηκας τῷ μὴ ὑπάρχειν τότε ψεῦδός ἐστιν, οὐκέτι καὶ τῷ ἀδύνατον γενέσθαι. καὶ ἔστιν ἐν τοῖς πράγμασι ψευδῆ ἢ τὰ ὅλως ἀνύπαρκτά τε καὶ ἀδύνατα καὶ ἀεὶ ψευδῆ . ἢ τὰ νῦν μὴ ὑπάρχοντα ’ ταῦτα γὰρ νῦν ψευδῆ ὅτε μὴ ἔστιν. τὰ δέ τινά ἐστιν ἐν τοῖς πράγμασιν ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα, ὅσα ἐστι μὲν ὄντα [ψευδῆ], ἔστι δὲ ψευδὴς ἡ ἀπ’ αὐτῶν φαντασία τῷ φαίνεσθαι ταῦτα ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα παρὰ τὸν προειρημένον τρόπον· ὧν γὰρ ψευδής ἐστιν ἡ φαντασία, ταῦτα οὐκ ἔστι ψευδῆ, ὡς ἦν τὰ προειρημένα. ἔστι μὲν γὰρ ταῦτά τινα, οὐ μὴν οἷα φαίνεται. τοιαῦτά ἐστι τά τε ἐν ταῖς γραφαῖς καὶ I ἐν ταῖς σκιαγ ραφίαις . ἃ ἔστι μέν τινα, [*](399) οὐ μὴν ἃ φαίνεται ἔστιν· φαίνεται γὰρ ζῷα οὐκ ὄντα ζῷα, καί τινα ἄλλα ὧν ἄν καὶ ἡ σκιαγραφία ᾖ. ὁμοίως καὶ τὰ ἐν τοῖς ὕπνοις φαντάσματα ἔστι μέν τινα (κινήματα γάρ τινα γίνεται τοῖς ὁρῶσι τὰ ἐνύπνια), οὐ μὴν τοιαῦτά ἐστιν οἷα φαίνεται. φαίνεται γὰρ βαδίζειν τι ἢ διαλέγεσθαι, οὐ μέντοι οὕτως ἔχει. τοιαῦτα καὶ οὕτω ψευδῆ καὶ τὰ ἐμφαινόμενα τοῖς κατόπτροις * ἔστι μὲν γάρ τι καὶ αὐτά, ἀλλ’ οὐχ ὃ φαίνεται. εἶπε δὲ καὶ τὸ τοιοῦτον ψεῦδος ἐν τοῖς πράγμασιν , ὅτι αὐτὴ ἡ φύσις αὐτῶν ψευδής, κἀν τούτοις ἀλλ’ οὐκ ἐν τῇ ποιᾷ συνθέσει τοῦ περὶ αὐτῶν λόγου τὸ οὕτὼς ἡμᾶς ἀπατᾶσθαι. τὰ μὲν οὖν πράγματα οὕτω φησὶν εἶναι ψευδῆ ἢ τῷ μὴ εγͅαι αὐτά, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν ὡς μὴ ὄντος εἶναι• [*](2 ἐν om. S: del. Bonitz 4. 5 σύνθεσιν γὰρ — γινομένη] nam composilionem voeat rerutn identitatem rerumqve conventum; harum enim huiusmodi existentia compositio est 10. 11 τὰ δέ ψ ἡ ἔστιν om. S: fort, delenda sunt 11. 12 ἄλλως μ φαντασία] Αὁ falsa sunt, quorum visum ub ipsis procedens est falsum S 11 ἔστι μὲν scripsi : ἔστιν Α ψευδῆ delevi) [*](ALT. REC. περιεχόμενον, καὶ ὅσα ἄλλα εἴρηται περὶ αὐτοῦ· οὗτος τοίνυν ὁ λόγος ἐπὶ ἄλλων παντελῶς ψευδής ἐστιν· οὔτε γὰρ ἀληθής ἐστιν ἐπὶ τριγώνου ἢ ἐπὶ τετραγώνου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὁ μέντοι γε ψευδὴς λόγος οὐ πάντως καὶ ἐπὶ ἄλλων ψευδὴς ὑπάρχει. οἷον λέγω τι ὁ ἄνθρωπος ζῷόν ἐστι τετράπουν [ἢ add. LF] ἄπουν· οὗτος ὁ λόγος καὶ ἐπὶ τοῦ ἀν- θρώπου ψευδὴς ὑπάρχει καὶ ἐπὶ πάντων τῶν ἄλλων, ἵνα τὸ ὅλον τοῦτο ἔχῃ καὶ τὸν ἄνθρω- πον σὺν αὐτῷ ὁ λόγος οὗτος· ἐὰν μέντοι γε εἴπω ὅτι ζῷον λογικὸν ἀθάνατον, ἐπὶ μὲν (μέντοι γε L) τοῦ ἀνθρώπου ψεῦδος, φησίν, ὑπάρχει, ἐπὶ δὲ ἀγγέλου οὐκ ἔστι ψεῦδος. τὸ αὐτὸ γὰρ (1. δὲ) δύναται εγναι ἀληθὲς καὶ μοναχῶς λεγόμενον καὶ πολλαχῶς, ἐπειδὴ καὶ οὕτως ἔχει φύσεως αὐτὸ τὸ πρᾶγμα. ἐὰν γὰρ εἴπω μοναχῶς ὅτι Σωκράτης, ἀληθὲς λέγω· πλλιν δὲ κἄν τὰ συμβεβηκότα συμπλέξας τῆ οὐσίᾳ οὕτως εἴπω, οὐδὲν ἧττον (^-ic Ascl., οὕτως ὃν L. om. F) ἀληθὲς λέγω, οἷον Σωκράτης μουσικὸς φαλακρός. ὁ μέντοι γε ῲυδἡς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος, ὡς ἐκ τοῦ ἀνθρώπου καὶ τοῦ τετράποδος καὶ τοῦ ἄποδος εἰρήκαμεν. διὸ Ὰντι-)
433
οὐ γὰρ ὄντος ἐστὶν ἡ τοιαύτη ἀπ’ αὐτῶν φαντασία· † διὸ ὡς ἀπὸ μήκ’ ὡς ἀπὸ μὴ ὄντος· τὸ γὰρ περιπατεῖν τὸ φάντασμα ὅπερ φαίνεται οὐκ ὄν, ἢ τὸ διαλέγεσθαι ἢ τὸ ὅλως τι ἐνεργεῖν, καὶ τοιαῦτα τὰ φαντάσματα τὰ ὄντα γε, εἴ γε κινήσεις τινές εἰσιν ἀπὸ τῶν κατ’ ἐνέργειαν αἰσθητῶν, καὶ γίνονται ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα. ἀνέθηκε δὲ καὶ τὸ ἐν τῇ φαντασίᾳ ψεῦδος τοῖς πράγμασιν. τὸ δὲ ἢ μὴ οἷ ἁ ἐστ’ ἱν ἢ ἁ μὴ ἔστι, τὸ μὲν οἷα μὴ ἔστι λέγοι ἄν ἐπὶ τῆς σκιαγραφίας, τὸ δὲ ἃ μὴ ἔστιν ἐπὶ τῶν ἐνυπνίων.

Ψευδὴς δέ ἐστιν ὁ λόγος ὁ τῶν μὴ ὄντων, οὐχ ἁπλῶς δὲ ὁ τῶν μὴ ὄντων ψευδής, ἀλλὰ τῶν μὴ ὄντων καθὸ ψευδής· ψευδὴς ἂρ ὁ ὡς οὐκ ἔχει τὰ πράγματα ἔχειν λέγων αὐτά. ἔστι δέ τις καὶ περὶ τῶν μὴ ὄντων λόγος ἀληθής· ὁ γὰρ μὴ εἶναι αὐτὰ λέγων· ὁ δὲ τὰ μὴ ὄντα λέγων ὡς ὄντα ἢ τὰ ὄντα ὡς μὴ ὄντα, οὗτός ἐστιν ὁ ψευδής. πῶς οὖν ὁ τὰ μὴ ὄντα λέγων ψευδής ἐστιν; ἢ ὡς μὴ ἔχει τὰ σημαινόμενα ὑπ’ αὐτοῦ, οὕτως αὐτὰ λέγων ἔχειν. ἔνεστι καὶ ψιλῶς ἀναγνῶναι τὸ ἢ ψευδής, ἵνα ᾖ τὸ λεγόμενον· ψευδὴς λόγος ἐστὶν ὁ τῶν μὴ ὄντων ἢ τὰ μὴ ὄντα εἶναι λέγων, ὡς ὁ λέγων ἱπποκένταυρον εἶναι, ἢ ὁ ὅλως ψευδής. ἀλλὰ καὶ πᾶς καὶ ὁ περὶ ὄντων λόγος λέγων δύναται ψευδὴς εἶναι, ἂν τὸν κύκλον λέγῃ σχῆμα ἐπίπεδον ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ εἴη ἂν ἀκόλουθον τὸ ἐπιφερόμενον τῇ τοιαύτῃ ἀναγνώσει· οὐ γὰρ μόνος ὁ τὰ μὴ ὄντα εἶναι λέγων ψευδής, ἀλλὰ καὶ πᾶς λόγος ἐστὶ ψευδής, ὅταν περὶ ἑτέρου λέγηται καὶ μὴ περὶ οὗ ἐστιν ἀληθής. ἐὰν δὲ τὸ ᾗ ψευδὴς δασέως ἀναγινώσκηται, εἴη ἄν τὸ λεγόμενον· λόγος ψευδής ἐστιν ὁ τῶν μὴ ὄντων· τὸ γὰρ ᾗ ψευδὴς δηλωτικόν ἐστι τοὐ καθὸ ψευδής ἐστι μὴ ὄντων αὐτὸν εἶναι. τούτων | γὰρ δηλωτικὸν τὸ ἐπιφερόμενον τὸ διὸ πᾶς λόγος ψευδὴς [*](400) ἑτέρου ἢ οὗ ἐστιν ἀληθής· εἰ γὰρ πᾶς λόγος ἑτέρου ἐστὶ ψευδὴς ἢ οὗ ἐστιν ἀληθής, ἀληθὴς δὲ ἐκείνου ᾧ ἐφαρμόζει, ψευδὴς ἄν εἴη ἐκείνου ᾧ οὐκ ἐφαρμόζει, καὶ οὕτω μὴ ὄντος· ὁ γὰρ τοὐ κύκλου λόγος ἀληθὴς [*](1 διὸ — ὄντα γε (4) locus corruptus 7 ἁ μὴ Brandis Bonitz: μὴ ἂ Α 14 ἢ S Bonitz: ὁ Α 18 ἄν] fort, οἷον ἄν: ut ea quae S λέγῃ M: λέγει A 24 ᾗ om. Α 27 ὦ Brandis Bonitz: οὗ AM) [*](ALT. REC. GR. DISCR. σθένης οὐ καλῶς οὐκ ἄλλως LF) ἐπειρᾶτο δεικνύναι, ὅτι οὐ δυνατόν ἐστιν ἀντιλέγειν, λέγων οὕτως, ὅτι ἡ σύμφωνα διαλέγονται ἑαυτοῖς οἱ προσδιαλεγόμενοι, ἡ οὐ σύμφωνα· θ’ εἰ μὲν σύμφωνα, οὐκ ἔστιν ἀντιλέγειν αὐτὸ γὰρ τοῦτο συμφωνοῦσιν ἀλλήλοις), εἰ δὲ μὴ σύμφωνα λέγουσι, κατὰ διαφόρων πραγμάτων φέρονται, ὥστε οὐδὲ οὕτως ἀντιλέγουσιν, εἴ γε μηδὲ περὶ τοῦ αὐτοῦ πράγματος τὸν λόγον ποιοῦνται. ταῦτα δὲ ἔλεγεν ὁ Ἀντισθένης ὑπολαμβάνων ὅ τι (sic Ascl.: ὡς ὅτι LF) οὐκ ἔστι. καὶ ὁ ψευδόμενος γὰρ κατὰ τοῦ αὐτοῦ φέρεται καὶ ὁ ἀληθεύων, ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή· ὥστε ἔστιν ἀντιλέγειν. ἐστιν οὖν ἐν λόγῳ καὶ παντελῶς ψεῦδος καὶ μερικόν· παντελῶς μὲν οὖν ὡς ἐπὶ τοῦ λέγοντος θνητὴν εἶναι τὴν ψυχήν· ἐπί τι δὲ ὡς ἐπὶ τοῦ λέγοντος πόδας Ἴδης κατὰ ἀναλογίαν γὰρ εἴρηται), ἢ ὅτι τὰ ὀκτὼ διπλάσια τῶν τεσσάρων ὑπάρχουσιν· ἀπὸ γὰρ τῶν δύο ἐστὶ τὸ διπλάσιον. εἶτά φησιν ὅτι ὁ ψευδόμενος διὰ κέρδος ἢ διὰ δόξαν λἐγετι ψεύδεσθαι· διὰ κέρδος ὥσπερ ὁ ἐμπορευόμενος, ἢ add. LF] διὰ δόξαν ὥσπερ ὁ ἐρῶν αὐτῆς. κυρίως δὲ ψεύστης ὑπάρχει ὁ δι’ αὐτὸ τὸ ψεύδεσθαι τοῦτο Comment. Arist. I Alex, in Metaph. 28)

434
ψευδὴς λόγος ἐστὶ τριγώνου, ὅτι μὴ ἔστιν ᾗ ἐστι τούτου. καὶ γὰρ εἰ ὄντος τινός ἐστιν ὁ λεγόμενος λόγος, ἀλλὰ καθὸ ψευδής ἐστι, μὴ ὄντος ἐστίν· μόνος γὰρ οὗτος δηλωτικός ἐστιν ὁ τὸ τρίγωνον λέγων σχῆμα εἶναι ὑπὸ † μιᾶς γραμμῆς περιεχόμενον. ἑκάστου δέ φησι λόγον εἶναι ἔστι μὲν ὡς ὅν (εἶς γὰρ ὁ τῆς ἑκάστου οὐσίας δηλωτικὸς λόγος ἐστίν) ἔστι ὡς πολλούς, καὶ λέγει πῶς πολλοὶ αὐτοῦ λόγοι γίνονται· ἐπεὶ γὰρ δοκεῖ ταὐτόν πὼς εἶναι αὐτό τε καὶ αὐτὸ πεπονθός, οἷον Καλλίας καὶ Καλλίας μουσικός ἓν γὰρ κατὰ τὸ ὑποκείμενον), εἴη ἄν Καλλίου ὁ μέν τις λόγος ἁπλῶς ὡς Καλλίου, ὁ δέ τις ὡς μουσικοῦ Καλλίου, ὁ δὲ ὡς λευκοῦ, καὶ καθ’ ἕκαστον συμβεβηκὸς τῷ Καλλίᾳ συντιθέμενον τῷ Καλλίᾳ διαφέρων λόγος ἔσται, ὥστε πλείους τοῦ αὐτοῦ λόγοι οὕτως εἰσίν, εἴ τις περὶ αὐτοῦ ἀληθής. λόγον δὲ οὐ τὸν κυρίως ὁρισμὸν ἐπὶ Καλλίου καὶ Σωκράτους καὶ τῶν καθ’ ἕκαστον ἀκούειν δεῖ. οὕτως μὲν οὖν πλείους τοῦ αὐτοῦ λόγοι. ὁ δὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἀπλῶς ἀντὶ τοῦ κυρίως· κυρίως γὰρ ἑκάστου λόγος ὁ ἀληθής· οὗτος γὰρ καὶ οἰκεῖος· ὁ δὲ ψευδὴς καθὸ ψευδὴς μετὰ προσθήκης ἐκείνου λόγος γίνεται οὗ ἐστι ψευδής. ἑτέρου γάρ τινος, ὡς εἶπεν, ὁ ψευδὴς λόγος καὶ οὐχ οὗ ἐστιν ἀληθής· ψευδὴς γὰρ λόγος περὶ ἵππου ὁ λέγων αὐτὸν ζῷον λογικὸν θνητόν, ὅτι μή ἐστι τούτου οὗ ἐστιν ἀληθής· ἀληθὴς γὰρ ἀνθρώπου, ἀλλ’ οὐχ ἁπλῶς ἵππου λόγος ζῷον λογικὸν θνητόν. καὶ καθ’ ὧν ἄν ψευδῶς, ὁμοίως οὐδενὸς ἐκείνων ἔστι ἁπλῶς· οὐδενὸς γὰρ ἀπλῶς καὶ κυρίως ἐστὶν ὁ ψευδὴς λόγος. εἰπὼν δὲ ὅτι ὁ ψευδὴς λόγος τοῦ μὴ ὄντος ἐστί, καὶ ὅτι ἁπλῶς μὲν οὐκ ἔστιν ὁ ψευδὴς λόγος ἐκείνου λόγος οὗ ψευδής ἐστι, μετὰ προσθήκης δέ ἐστιν, ἔστι δὲ καὶ ὁ ψευδὴς λόγος περί τινος ὁ γὰρ ἄλλου μὲν ὤν, ἐπ’ ἄλλου δὲ ἢ οὗ ἐστι λεγόμενος) — εἰπὼν δὲ ταῦτα αἰτιᾶται Ἀντισθένην εὐήθως λέγοντα περὶ μηδενὸς ἄλλου λέγεσθαί τινα λόγον ἢ περὶ ἐκείνου οὗ οἰκεῖός ἐστι, παρακραυσθέντα [*](1 fort. ὅτι μὴ ὄντος ἐστὶν 3 οὗτος] fort, ὄντος ἐστιν (post δηλωτικός) M: om. Α ὁ τὸ — περιεχόμενον (4)] quae triangulum figuram esse ait tribus rectis lineis contentam S: ὁ τὸ τρίγωνον λέγων σχῆμα εἶναι ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον, τὸν δὲ κύκλον σχῆμα εἶναι ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον coni. Bonitz 4 post λόγον εἶναι addendum τοῦ τί ἦν εἶναι e S coni. Bonitz 26 οἰκεῖος M: οἰκείως AS) [*](ALT. REC. GR. DISCR. ποιῶν καὶ μὴ δι’ ἕτερόν τι, ἀλλὰ τοιαύτην ἔξιν ἔχων, καὶ τοῦτον ἔχων ἀλλὰ τοῦτον ἔχει LF] σκοπόν, τὸ ψεύδεσθαι. διό, φησίν, ὁ ἐν τῷ Ἱππίᾳ ἱππίω L] τῷ διαλόγῳ συλλογιζόμενος παραλογίζεται ἡμᾶς· ἐκεῖσε γὰρ πειρᾶται δεικνύναι ἡμᾶς] ὁ Πλάτων ὡς ὅτι ὁ ἑκὼν ψευδόμενος κρείττων ἐστὶ τοῦ ἄκοντος ψευδομένου, ὥσπερ καὶ ὁ ἑκὼν χωλεύων τοῦ ἄκοντος χωλεύοντος· ὥστε κατά γε τοῦτον τὸν λόγον ὁ ἑκὼν πηρώσας τοὺς πόδας κρείττων ἐστὶ τοῦ ἄκοντος τοῦτο ὑπομείναντος, ὅπερ οὐκ ἔστι. φαμὲν οὖν ὅτι ὁ Πλάτων’ τοῦτο εἷπεν ἐπὶ συμφέροντι, ὅτι ὁ ἑκὼν ψευδόμενος ἐπὶ συμφέροντι, ὥσπερ ἐπὶ τῶν ψευσαμένων τὸ φοινίκιον ψεῦσμα καὶ εἰπόντων ὅτι αὐτόχθονες ὑπάρχουσιν οἱ πολῖται, ἶνα μᾶλλον γένωνται ἐρασταὶ τῆς πόλεως, ἐπεὶ ὁ ἐπὶ βλάβῃ ψευδόμενος ὁμολογουμένως χείρων ἐστὶ τοῦ ἄκοντος ψευδομένου. (quae sequuntur om. F) καὶ οὕτω μὲν ἡ τῆς θεωρίας ἀκολουθία· πρὸς δὲ λέξιν οὕτως ἔχει (reliqua leguntur apud Ascl. p. – 357,1) ὅτι τὸ ψεῦδος λέγεται ἄλλον μὲν τρόπον ὡς πρᾶγμα ψεῦδος καὶ τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἡ ἀδύνατον εἶναι συντεθῆναι (ἁπλῆν)
435
κρουσθέντα ὑπὸ τοῦ τὸν ψευδῆ λόγον μηδενὸς ἀπλῶς εἶναι λόγον· οὐ εἰ μὴ ἀπλῶς ἐστι μηδὲ κυρίως, ἤδη καὶ οὐκ ἔστιν. ᾤετο δὲ ὁ Ἀντὶ. σθένης ἕκαστον τῶν ὄντων λέγεσθαι τῷ οἰκείῳ λόγῳ μόνῳ καὶ ἕνα ἑκάστου στου λόγον εἶναι· τὸν γὰρ οἰκεῖον· τὸν δέ τι σημαίνοντα καὶ μὴ ὄντα [*](401) τούτου περὶ οὗ λέγεται εἶναι, ἀλλότριόν γε ὄντα αὐτοῦ. ἐξ ὧν καὶ συνάγ ἐπειρᾶτο ὅτι μὴ ἔστιν ἀντιλέγειν· τοὺς μὲν γὰρ ἀντιλέγοντας περί τινος διάφορα λέγειν ὀφεειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺςλόγους φέρεσθαι τῷ ἔνα τὸν οἰκεῖον ἑκάστου εἶναι· Ivo γὰρ ἑνὸς εἶναι καὶ τὸν λέγοντα περὶ αὐτοῦ λέγειν μόνον, ὥστε εἰ μὲν περὶ τοῦ πράγματος τοῦ αὐτοῦ λέγοιεν τὰ αὐτὰ ἄν λέγοιεν ἀλλήλοις (εἷς γὰρ ὁ περὶ ἑνὸς λόγος), λέγοντες δὲ ταὐτὰ οὐκ ἄν ἀντιλέγοιεν ἀλλήλοις. εἰ δὲ διαφέροντα λέγοιεν, οὐκέτι λέξειν αὐτοὺς περὶ ταὐτοῦ τῷ εἶναι ἕνα τὸν λόγον τὸν περὶ αὐτοῦ τοῦ πράγματος, τοὺς δὲ ἀντιλέγοντας ὀφείλειν περὶ τοῦ αὐτοῦ λέγειν. καὶ οὕτως συνῆγε τὸ μὴ εἶναι ἀντιλέγειν. σχεδὸν δὲ μηδὲ ψεύδεσθαι διὰ τὸ μὴ οἷόν τε εἶναι περί τινος ἄλλον πλὴν τὸ ἴδιόν τε καὶ οἰκεῖον εἰπεῖν λόγον. ὅτι δὲ εὐήθης ὁ λόγος οὗτος, δείκνυσιν ἐκ τοῦ λέγειν ἕκαστον οὐ μόνον τῷ αὐτοῦ καὶ οἰκείῳ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ ῥᾷστα καὶ πολλαχῶς καὶ ἐκ τοῦ προχείρου, οἷον ἄν τῷ κύκλου τις λόγῳ κατὰ τοῦ τριγώνου χρήσηται ἢ τῷ τοῦ ἵππου κατὰ τοῦ ἀνθρώπου. ὁ γὰρ λόγος ὁ λέγων τὸν ἵππον εἶναι ζῷον πεζὸν δίπουν ἔστι μὲν λόγος, ἐπ’ οὐδενὸς δὲ ἀληθής· οὔτε γὰρ ἐπὶ τοῦ ἀνθρώπου, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔχει τὸν ἄνθρωπον ὑποκείμενον, οὐδὲ περὶ τοῦ ἵππου περὶ οὗ λέγεται· εἰ δὲ λεγόμενος περὶ τούτου μή ἐστιν ἀληθής, δῆλον ὡς ψευδὴς ἄν εἴη περὶ τοῦ ᾳππου. ἔστι δέ πὼς, φησί, καὶ ἀληθῶς χρῆσθαι κατά τινος ἀλλοτρίῳ λόγῳ, ὅταν τὸν πρώτως τινὸς καὶ προσεχῶς οἰκεῖον λόγον ἐπὶ τὰ δευτέρως καὶ [*](4 τὸν δὲ — αὐτοῦ (5)] Nam quae aliquid significat, nee est eius, earn eius de quo dicitur, esse did, cum ipsi sit aliena de quo dicitur, αὖ ipso esse alienam S 8 φέρεσθαι] λἐ- λέγεσθαί M: γρ. καὶ λέγεσθαι in mrg. A 9 ὥστε M: ὡςΛ Ι4 μηδὲΜS: μὴ Α 17 αὐτοῦ et ἑτέρου c. S Bonitz: αὐτῷ et ἑτέρῳ Α 21 μηδὲ Bonitz : μὴ τόνδε Λ 25 τὸν M: τὴν A) [*](AXT. EEC. GB. DISCB. γὰρ φύσιν δηλοῖ τὸ ψεῦδος τὸ ἐπὶ τῶν πραγμάτων), ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι ω,́μHρον ἡ τὸ σὲ καθῆσθαι. τούτων γὰρ τὸ μὲν ἀίδιον ψεῦδος, τὸ τῆς διαμέτρου [τὴν διά- ῳτρον L], τὸ δὲ οὐκ ἀίδιον, τὸ τοῦ καθῆσθαι· ο6τω γὰρ [δὲ ^] ὑπάρχουσι ταῦτα οὐκ ὄντα. xd δὲ λέγεται εIναι ψευδῆ, ὅσα ἔστι μὲν ὄντα, πέφυκε μ́ντοι φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἡ ὅτινα παντελῶς μὴ ἔστιν, οἶον ἡ σκιαγραφία καὶ τὰ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι, ἀλλ’ οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν, τουτἐστιν οὐκ ἀληθῆ υιπάρχουσιν· οὔτε γὰρ ὁ θεώμενος ἑmπὸν [εἶναι] ἐν υαmοις ἱπτάμενον ἤδη καὶ πτερὰ ἔχει. τὰ μὲν οὖν οὕτω λέγεται εἶναι ψευδῆ, ἡ τῷ μὴ ε1ναι αὐτὰ παντελῶς ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν μὴ ὄντος εἶναι, ὡς ἐν τῇ ἃωρία̣ ἐδείξαμεν. λόγος δέ ἐστι ψευδὴς ὁ τῶν μὴ ὄντων, καθὸ ψευδὴς ὑπάρχει· εἰ γα·.·. ἀναιρεῖ τὸ μὴ ὄν, οὐκ ἔστι ψευδής, διὸ προσέθηκε τὸ καθὸ ψευδὴς ὑπάρχει· ὅθεν ὁ (sic etiam Ascl.) πᾶς λόγος ψευδὴς ἑτέρου παρ’ ἐκεῖνο [ἐκεῖνον L Ascl.] ἐφ’ οὗ καὶ ἀληθής ἐστιν, οἷον ὁ τοῦ κύκλου ἀληθὴς λόγος ψευδὴς γίνεται ἐπὶ τριγώνου. ἑκάστου δὲ πράγματος λόγος ἔστιν ὡς [ὅτι L] εἶς ἐστιν ὁ κριτικὸς [1. ὁριστικὸς] αὐτοῦ λόγος, ἐστι δέ ὡς πολλοί [πολλὰ L], 28*)
436
ἀπ’ ἐκείνου τὸ εἶναι ἔχοντα μεταφέρωμεν, οἷον ἐπ’ ἀριθμοῦ πρώτως διπλάσιος ἀριθμός ἐστιν ὁ δύο· τὸ γοῦν διπλάσιον ὄνομα παρὰ τὰ δύο γέγονεν, ὃ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων διπλασίων λέγομεν, ὅτι ἐστὶ διπλάσια τάδε τῶνδε ὅτι ἔχει ὡς δύο πρὸς ἕν· διὸ καὶ κυρίως οὗτος διπλάσιος, λέγονται δὲ διπλάσιοι καὶ οἱ μετ’ αὐτὸν ἄρτιοι, οἷον ὁ τέσσαρα καὶ ὀκτὼ καὶ ἐφεξῆς, τῷ τῆς δυάδος κυρίῳ καὶ οἰκείῳ λόγῳ χρωμένων ἡμῶν κατὰ τούτων καὶ ἀληθευόντων. εἰ δὲ καὶ ψευδῶς ἔστι λέγειν τινὰ τῷ ἑτέρων λόγῳ καὶ ἀληθῶς, οὐκ ἂν ἑκάστου τῶν ὄντων εἷς εἴη λόγος, ᾧ λέγεται, οὐδ’ ἄν μοναχῶς εἴη περὶ ἑκάστου αὐτῶν λέγειν· προείρηται γὰρ ὅτι ἑκάστου λόγος | ἔστι μὲν ὡς εἷς ἔστι δὲ ὡς πολλοί. εἴη δ’ ἄν καὶ τὸ ἐν τῇ διανοίᾳ [*](402) ψεῦδος ὑπαγόμενον τῷ ἐν τῷ λόγῳ ψεύδει· λόγος γάρ τις καὶ ἡ διάνοια.

εἰπὼν πῶς μὲν ψευδῆ τὰ πράγματα πῶς δὲ οἱ λόγοι, καὶ ἄλλο σημαινόμενον ψεύδους παρατίθεται· λέγεται γὰρ ἄνθρωπος ψευδὴς κατ’ οὐδένα τρόπον τῶν προειρημένων τοῦ ψεύδους, ἀλλ’ ᾗ εὐχερὴς πρὸς τὸ ψεύδεσθαι καὶ τούτου προαιρετικὸς καὶ χαίρων τῷ ψεύδεσθαι, διὰ τοῦτο καὶ μὴ δι’ ἄλλο τι, οἷον κέρδος ἢ μισθόν τινα· οὗτος γὰρ οὐκ ἔστι ψευδὴς οὐδὲ φιλοψευδής, ἀλλὰ φιλοκερδὴς ἢ εἴ τι τοιοῦτόν ἐστιν. ἔτι δὲ καὶ ὁ ἄλλους ἀναπείθων ψεύδεσθαι ψευδὴς λέγεται, οὐ τῷ ποιεῖν αὐτοὺς χαίρειν τῷ ψεύδεσθαι, ἀλλὰ τῷ πείθειν πιστεύειν ὡς ἀληθέσιν οἷς ψευδόμενος λέγει ὡς οὖσιν ἀληθέσιν. οὕτω δὲ ψευδεῖς ἄνθρωποι οἱ ἀναπείθοντες ἄλλους ψεύδεσθαι λέγονται, ὡς καὶ τὰ πράγματα ψευδῆ λέγονται, ὅσα φαντασίας ψευδεῖς ποιεῖ, ὥσπερ τὰ χολοβάφινα ψευδῆ λέγεται, ὅταν χρυσῶν φαντασίαν ποιῇ, καὶ οἱ φυλετικῶς φυσήσαντες αὑτούς, ὅταν εὐεκτούντων φαντασίαν ἀποτελῶσι, καὶ περὶ ὧν εἶπε πραγμάτων ψευδῶν τῷ ἀλλοίαν φαντασίαν ἢ οἷά ἐστιν ἐμποιεῖν, ὡς αἱ γραφαὶ εἶχον καὶ τὰ ἐνύπνια. εἰπὼν δὲ τίς ἐστιν ὁ ἄνθρωπος ὁ ψευδής, ὅτι ὁ χαίρων τῷ ψεύδεσθαι, τὸν ἐν τῷ Ἰππίᾳ Πλάτωνος λέγει λόγον παρακρούεσθαι καὶ παραλογίζεσθαι συνάγειν βουλόμενον [*](1 πρώτως M: πρῶτος vel πρῶτον Α 2 γέγονεν Bonitz: γεγονέναι Α 3 λέγομεν Bonitz: λέγωμεν AM 12 ψεύδη AM 23 φυλετικῶς φυσήσαντες αὑτούς] cf. de Soph. el. 1 p. 164a27 26. 27 ἐν τῷ Ἱππίᾳ Πλάτωνος] Hipp. min. p. 374 C 27 λέγει S Brandis Bonitz: λέγη AM) [*](ALT. REC. GR. DISCR. ἐπεὶ τὸ αὐτό ἐστι καὶ ἡ οὐσία ἅμα τοῖς συμβεβηκόσιν ὅπερ ἐκάλεσε πεπονθός, οἶον Σωκράτης καὶ Σωκράτης μουσικός. ὁ δὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος. διὸ Ἀντισθένης, φησίν, ἀνοήτως ὑπελάμβανε μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῳ λόγῳ ἓν ἐφ’ ἑνός· ἐξ ὧν συνέβαινε, μὴ εἷναι ἀντιλέγειν κατ’ αὐτόν, σχεδὸν δέ μηδὲ ψεύδεσθαι, εἴ γε ψεῦδος ὑπάρχει ὅπου ἀντιλογία· θάτερον γὰρ ἀνάγκη ἐστὶν ἀληθεύειν ἀληθεῦον L). ἔστι δὲ ἕκαστον λέγειν περί τινος οὐ μόνον ἐν] τῷ αὐτοῦ λόγω, τουτέστιν ἀληθῶς περὶ τοῦ αὐτοῦ πράγματος, ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ παντελῶς, ἔστι δὲ ὡς καὶ ἀληθῶς, ὥσπερ τὰ ὀκτὼ διπλάσια ὑπάρχουσι τῷ τῆς δυάδος λόγῳ. τὰ μὲν οὖν οὕτω λέγονται ψευδῆ· ἄνθρωπος δὲ κυρίως λέγεται ψευδής, ὁ εὐχερὴς καὶ προαιρετικὸς τῶν τοιούτων λόγων μὴ δι’ ἕτερόν τι, οἶον διὰ κέρδος ἢ διὰ φιλοτιμίαν, ἀλλὰ δι’ αὐτὸ τὸ ψεύδεσθαι, ἵνα ὑποθώμεθα αὐτὸν καὶ πλάττεσθαι τὸ ψεῦδος διὰ τὸ χαίρειν τῷ ψεύδει, ὥσπερ φαμὲν καὶ πράγματα ψευδῆ εἶναι, ὅσα ἐμποιεῖ φαντασίαν ψευδῆ, ὡς ἐπὶ τῆς σκιαγραφίας. διὸ ὁ ἐν τῷ ‘Ιππίᾳ λόγος παραλογίζεται,)

437
ὡς ὁ αὐτὸς ἄνθρωπος ψευδής τε καὶ ἀληθὴς τῷ τὴν αὐτὴν δύναμιν ἔχειν τῶν ἐναντίων· ψευδῆ γὰρ λαμβάνει τὸν δυνάμενον ψεύδεσθαι, τοιοῦτος ὁ τὸ ἀληθὲς εἰδὼς μάλιστα καὶ ὁ φρόνιμος. ἀλλ’ οὐχ οὕτως ὁ ψευδὴς λέγεται, ἀλλ’ ὁ προαιρετικὸς τούτου καὶ εὐχερὴς καὶ χωρὶς ἐπιστάσεως λέγων καὶ χαίρων τῷ τοιούτῳ, οἷος οὐκέτι ἐστὶν ὁ φρόνιμος, καὶ ὁ τοὺς ἄλλους ψεύδεσθαι πείθων καὶ π·ροαιρετικὸς τοῦ τοιούτου, ὃς καὶ φαῦλος εὐθύς. ἔτι δέ φησι μηδὲ τοῦτο ὀρθῶς ἐν τῷ Ἱππίᾳ εἰρῆσθαι δηλονότι, τὸ τὸν ἑκόντα φαῦλα πράσσοντα βελτίονα εἶναι τοῦ ἄκοντος, ὃ δι’ ἐπαγωγῆς ψευδοῦς λαμβάνει, λέγων, ὥσπερ ὁ ἑκὼν χωλαίνων βελτίων καὶ ὑγιεινότερος τοῦ ἄκοντος καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων προσποιήσεων, οὕτω καὶ τὸν ἑκόντα πράσσοντα τὰ φαῦλα βελτίω εἶναι τοῦ ἄκοντος. τὸν γὰρ ἑκόντα χωλαίνοντα ἔλαβε τὸν μιμούμενον χωλόν, ὅτι ὁ οὕτως ’χω λαίνων ἀμείνων τοῦ ἄκοντος· ὁ μὲν γὰρ χωλὸς ὁ δὲ οὔ· ὥστε ἡ σύγκρισις χωλοῦ καὶ φαινομένου χωλοῦ, ἐπεὶ ἄν γε τὸν ἑκόντα χωλὸν ὄντα λαμβάνῃ, ἴσως χείρων οὗτος τοῦ ἄκοντος χωλοῦ ὄντος, ὥσπερ καὶ ὁ τὸ ἦθος μοχθηρὸς ἑκὼν χείρων τοῦ ἄκοντος· ὁ γὰρ ἀκόλαστος τοῦ ἀκρατοῦς χείρων. ὁμοίως δὲ καὶ ὁ ἑκών τε ψευδόμενος καὶ χαίρων τῷ ψεύδεσθαι χείρων τοῦ ἄκοντος. |

Λέγει δὲ καὶ περὶ συμβεβηκότων τὸ πῶς ὑπάρχον συμβεβηκὸς [*](403) ἔσται ὃ γὰρ ὑπάρχει μέν τινι καὶ ἀληθὲς εἰπεῖν περὶ αὐτοῦ ὅτι ὑπάρχει, οὔτε δὲ ὡς ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, ἐκεῖνο συμβεβηκὸς λέγεται καὶ ἔστιν. οὕτω συμβεβηκὸς τὸ θησαυρὸν εὑρεῖν τῷ ὀρύσσοντι βόθρον εἰς τὸ φυτεῦσαί τι, ἐπεὶ μήτε ἐξ ἀνάγκης ἕπεται τοῖς ὀρύσσουσι τὸ εὑρίσκειν θησαυροὺς μήτε ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ σπανίως φυτεύων τις ἢ ὀρύσσων εὗρε θησαυρόν, ὡς μὴ ἐκ τοὐ ὀρύσσειν γίγνεσθαι τὴν εὕρεσιν· οὔτε γὰρ τὸ ὀρύσσειν ἦν αἴτιον ἐξ ἀνάγκης τῆς εὑρέσεως τοῦ θησαυροῦ, οὔτε ἕπεται πάντως τῷ ὀρύξαντι ὡς μετ’ αὐτὸ τὴν εὕρεσιν εἶναι τοῦ θησαυροῦ. διὸ καὶ ἔστι τὸ μὲν εὑρεῖν οὕτω θησαυρόν, ἀπὸ τύχης δὲ καὶ κατὰ συμβεβηκὸς αἴτιον ποιητικὸν τῆς εὑρέσεως τοῦ θησαυροῦ τὸ ὀρύξω. καὶ τὰ μὲν ἀπὸ τύχης οὕτω συμβεβηκότα. καὶ ὁ μουσικὸς δὲ ἂν λευκὸς ἦ κατὰ συμβεβηκός ἐστιν· οὔτε γὰρ ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολὺ ἕπεται τῷ μουσικῷ τὸ εἶναι λευκόν. ἑξῆς δὲ καὶ πῶς κρινοῦμεν τὸ συμβεβηκὸς λέγει· ἐπεὶ γὰρ ἔστι τι ὑπάρχον, ἔστι καὶ ᾧ ὑπάρχει τὸ ὑπάρχον, καὶ ἔνιά γε τῶν ὑπαρχόντων ἢ ποῦ ὑπάρχει, οἷον ἐν μορίῳ τούτου ᾧ ὑπάρχει, ἢ [*](7 ἔτι S Brandis Bonitz cf. Metaph. p. 1025a9: ὅτι ALM 7. 8 δηλονότι Brandis Bonitz: δῆλον AM: om. S 17 τε LF: τε καὶ A 21. 22 λέγεταί τε καὶ LF 26 αἴτιον LFS: αὐτῷ Α 28 ἔστι μὲν τὸ coni. Bonitz 32 λευκῷ LF καὶ LF: οὐ A 33 ἔστι καὶ — ὑπάρχον LFS: οἷον ἐν μορίῳ τούτῳ ᾦ ὑπάρχει τὸ ὑπάρχον A) [*](ALT. REC. GR. DISCR. ὡς ὅτι ὁ αὐτὸς ψευδὴς καὶ ἀληθὴς ὑπάρχει· τὸν δυνάμενον γὰρ ψεύσασθαι λαμβάνει ἐκεῖσε ψευδῆ)

438
ποτέ οὐδὲ γὰρ κεκώλυται τῶν ὑπαρχόντων τινά τισι καὶ οὕτως ὑπάρχειν ὡς ἐν μέρει ὑπάρχειν, ἢ ποτὲ ἐν χρόνῳ τινὶ ὑπάρχειν), ποῦ δὲ καὶ ποτὲ καὶ τῶν ἐξ ἀνάγκης γινομένων τινά, ὡς ἀνατολαὶ τῶν ἄστρων καὶ δύσεις ποῦ τε γάρ, ἐπεὶ κατὰ τοῦτο μὲν τὸ μέρος τοῦ κόσμου αἱ ἀνατολαὶ κατὰ τοῦτο δὲ αἱ δύσεις, καὶ ποτέ· οὐ γὰρ ἀεὶ τοῖς αὐτοῖς ἀνατολαὶ καὶ δύσεις, ἀλλ’ ἐν μέρει)· ὅ τι ἂν οὖν ὑπάρχῃ μέν τινι ἢ ἁπλῶς ἢ πῇ ἢ κατὰ χρόνον, οἷον νῦν, ἐνταῦθα, οἷον ἐν τούτῳ τῷ μέρει, μὴ διὰ προηγουμένην δέ τινα καὶ ὡρισμένην αἰτίαν· τούτου γὰρ δηλωτικὸν τὸ μὴ διότι τοδὶ ἦν ἢ νῦν ἢ ἐνταῦθα, δεικνὺς ὅτι οὐδὲ τὰ αἴτια τούτων ἀεὶ ὑπάρχοντα, ἀλλὰ ποτέ, οὐδὲ τὰ ἐν μορίῳ τινὶ ἁπλῶς συμβεβηκότα ἐστίν, ἀλλὰ τότε καὶ ταῦτα γίνεται συμβεβηκότα, ὅταν μὴ ὑπάρχῃ τὸ δι’ ὃ ὑπάρχει ὡρισμένον αἴτιον. οὐ γὰρ ἀπὸ τύχης ἐφλέγμηνεν ὁ δάκτυλος, εἰ εἴη αἰτία αὐτῷ τῆς φλεγμονῆς, οὐδὲ ἀπὸ τύχης ἡ ἐν τῷ θέρει θέρμη· αἰτία γὰρ αὐτῇ ἡ τοῦ ἡλίου πρόοδος. οὐδὲ δή, φησίν, αἴτιον ὡρισμένον ἐστὶ τοῦ συμβεβηκότος, ἀλλὰ τὸ τυχόν· τοῦτο δὲ ἀόριστον. δύναται τὸ οὐ δὲ δὴ καὶ ἀντὶ τοῦ οὐδὲν εἰρηκέναι· ἤδη γὰρ εἶπεν ὅτι μή ἐστιν αἴτιον τοῦ συμβεβηκότος διὰ τοῦ ἀλλὰ μὴ διότι τοδὶ ἦν. οὕτως γὰρ συμβεβηκός τινι τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἔπλει ὡς Αἰγίνῃ προσέξων. | γέγονε μὲν δὴ ἢ ἔστι τὸ συμβεβηκός, ἀλλ’ οὐ καθ’ [*](404) αὑτὸ γέγονεν οὐδὲ προηγουμένως, ἀλλὰ τῷ ἕτερον γενέσθαι τοῦτο συνέβη. τοῦ γὰρ πλεῖν προηγουμένως γεγονότος γέγονε τὸ ἐν Αἰγίνῃ γενέσθαι, οὐ τούτου χάριν πλέοντος· τοῦ γὰρ εἰς Αἴγιναν ἐλθεῖν ὁ χειμὼν αἴτιος κωλύσας ἐλθεῖν ἐκεῖ οὗ χάριν ἔπλει· οὐ καθ’ αὑτὸ οὖν γέγονεν οὐδὲ αὐτὸ ἦν τὸ γιγνόμενον, ἀλλ’ ἑτέρῳ γινομένῳ ἐπιγέγονε. τοῦ γὰρ τὸ γινόμενον μὴ γενέσθαι ὁ χειμὼν αἴτιος καὶ οὐ τὸ πλεῖν· ἄλλου γὰρ χάριν ἐγίνετο τοῦτο. εἰπὼν δὲ ταῦτα περὶ τοῦ συμβεβηκότος λέγει καὶ ἄλλο τι τοῦ συμβεβηκότος σημαινόμενον· ὅσα γὰρ ὑπάρχει μέν τισι καθ’ αὑτά, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτῶν μηδὲ ἐν τῷ ὁρισμῷ ἐστι, καὶ αὐτὰ συμβεβηκότα ἐστί, περὶ ὧν καὶ αἱ ἀποδόσεις γίνονται. οὕτως ὑπάρχει τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ἔστι μὲν γὰρ καθ’ αὑτὸ ὑπάρχον αὐτῷ, οὐ μὴν ἐν τῷ ὁριστικῷ λόγῳ αὐτοῦ τῷ τὴν οὐσίαν δηλοῦντι τοῦ τριγώνου περιέχεται, εἴ γε τριγώνου λόγος ἐστὶ σχῆμα τὸ ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ τὰ μὲν οὕτως συμβεβηκότα, φησίν, ἐνδέχεται ἀίδια εἷναι, τῶν δὲ κατὰ τὸ πρῶτον σημαινόμενον οὐδέν. τὸ δὲ ἐνδέχεται εἶπεν ἤτοι ἐπεὶ μὴ περὶ τούτου νῦν προηγουμένως λέγων ἐποιεῖτο τὸν λόγον, ἐπεί γε δοκεῖ τὰ οὕτως ὑπάρχοντα ἀίδια εἶναι· ἢ εἰ ἐνδέχεταί τι ὅλον εἶδος ζῴων μὴ ἀίδιον εἶναι, φέρε εἰπεῖν τοὺς τέττιγας, οὐδ’ ἄν [*](2 ποτέ· καὶ ἐν LF 6 ἀπλῶς LFS: ἁπλοῦν Α 7 οἷον ἐν LF: ὅτι ἐν Α 8 δέ LFS: τέ Α μὴ LF: om. A 9 ἦν LFS: om. Α 12. 13 αἴτιον· εἰ γὰρ τύχη πληγεὶς φλεγμῆναι ὁ δάκτυλος, ἡ πληγὴ αἰτία αὐτοῦ τῆς φλεγμονῆς ἐστιν, οὐδὲ ἀπὸ τύχης LF 19 προσάξων LF μὲν δὴ LFM: μήδη Α 20 προηγουμένως LF: προσηγμένως A: ex sententia S 28 αὐτῶν LFS: αὐτοῦ Α 29 ἀποδόσεις] fort. ἀποδείξεις 35 λέγων A2LS: λέγει Α1 36 ὑπάρχοντα LFS: ὑπερέχοντα Α 37 τι LFS: om. Α ζώων L: ζώου Α)
439
τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα καὶ οὕτω συμβεβηκότα ἀίδια εἴη. τῶν δὲ πρώτων εἰρημένων οὐδὲν οἷόν τε ἀίδιον εἶναι· 8 γὰρ μή μήθ’ ὡς ἐπὶ τὸ πολὺ ἢ γίνεται ἢ ἔστι, πῶς ἄν ἀίδιον εἴη; γράφεται δὲ καὶ ἔν τισι καὶ ταῦτα ἴδια αἴτια, καὶ εἴη ἄν ἡ γραφὴ αὕτη δηλοῦσα ὅτι πρὸς ἀπόδειξιν χρήσιμα τὰ οὕτως συμβεβηκότα· δι’ αὐτῶν γὰρ ἀποδείξεις. ταύτῃ δὲ τῇ γραφῇ εἴη ἄν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον τὸ λόγος δὲ τούτου ἐν ἑτέροις. περὶ γὰρ τῶν καθ’ ὑπαρχόντων καὶ τῶν αἰτίων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηκε· τίνα γὰρ αἴτια ἀποδείξεων, ἐν ἐκείνοις εἴρηται· οὐ γὰρ τὰ ὁπωσοῦν συμβεβηκότα, ἀλλὰ τὰ καθ’ αὑτὰ ἐν οἷς ἐστι καὶ οὕτω συμβεβηκότα. ἢ τὸ ὅσα ὑπάρχει ἑκάστῳ καθ’ αὑτὰ καὶ μὴ ἐν τῇ οὐσίᾳ ὄντα εἴρηκεν ὡς ἴσον τῷ ὅσα ὑπάρχει ἑκάστῳ κατὰ αἰτίαν τινὰ ὡρισμένην μὴ μέντοι οὕτως ὡς εἶναι αὐτοῦ ἐν τῇ οὐσίᾳ. |

[*](4 καὶ ταῦτα ἴδια LFS: καὶ ἄν τε ἀίδια A 5 χρήσιμα LF: χρήσιμος Α)
440
[*](405)

Πολλάκις τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν εἰδέναι ἀποφηνάμενος αἱ γὰρ ἄλλαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ ἐκεῖνο πραγματεύονται, οὐχὶ τὴν φύσιν ἐκείνου ζητοῦσαι, οὐδὲ θεωροῦσαι αὐτὸ ὡς ὄν, ἀλλ’ ὃ συνέβη αὐτῷ· ἡ γὰρ ἀστρονομία οὐ τὴν φύσιν τῶν ἀστέρων ζητεῖ καὶ θεωρεῖ, ἀλλὰ κινήσεις αὐτῶν καὶ προποδισμοὺς καὶ ἀναποδισμούς) — πολλαχοῦ δή, ὡς εἴρηται, τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν γιγνώσκειν εἰπών, ἐξ ὧν ἐν τῷ παρόντι βιβλίῳ σκιωδῶς ἐμφαίνει καὶ ἐν τῷ μετὰ τοῦτο ἐμφανέστερον καὶ ἐν τοῖς ἐφεξῆς λαμπρότερον. ἐκείνην λέγει τὴν ἐπιστήμην εἰδέναι τὸ ὂν ᾗ ὂν τὴν ἑκάστου ὁρισμὸν εἰδυῖαν καὶ ὅπως ἕκαστον ὁρίζεσθαι προσήκει διορίζουσαν, εἴτε νοητὸν εἴτε ἄλλο τι, καὶ τίνων μέν εἰσιν ὁρισμοὶ τίνων δὲ οὔκ εἰσιν. εἰ δὲ ἡ προκειμένη πραγματεία τοιαύτη τις ἀναφανείη, αὕτη ἂν εἴη ἡ τὸ ὂν ἡ ὂν γινώσκουσα. καὶ εἴπερ ἔστιν ὁποίαν αὐτήν φαμεν εἶναι, εἴτε μή, ἐν τοῖς ἑξῆς ἅπασι βιβλίοις εἰσόμεθα. ἐπὶ δὲ τὴν τῶν λεγομένων ἐξήγησιν ἰτέον.

p. 1025b3 Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων.

Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν πολλάκις ῥηθέντων ὅτι τῇ προκειμένῃ πραγματείᾳ ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ὄντων. ζητεῖται δὲ τὰ αἴτια τῶν ὄντων δηλαδὴ ᾗ ὄνια εἰσίν. ἀλλ’ ὅτι μὲν ἡ ἀρχὴ καθολικωτέρα ἐστὶ τοῦ αἰτίου καὶ διὰ τί καὶ πῶς καθολικωτέρα πολλάκις εἴρηται· ὅτι δὲ τὰ αἴτια τῶν ὄντων ἡ ὄντα ἐστὶν ἡ προκειμένη πραγματεία σκοπεῖται, δείκνυσιν ἐκ τοῦ μηδεμίαν τῶν ἄλλων ἐπιστημῶν τοῦτο ποιεῖν, ἀλλὰ πάσας παραχωρεῖν τῇ προκειμένῃ τῆς τοιαύτης ζητήσεως, ὡς κυρίᾳ καὶ δεσποίνῃ [*](1. 2 Tit. σχόλιον εἰς τὸ ε τῶν μετὰ τὰ φυσικὰ τοῦ ἀριστοτέλους Α1: μιχαὴλ τοῦ ἐφεσίου praescripsit et σχόλιον in σχόλια corr. Α2: ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τὸ ε τοῦ ἀριστοτέλους μετὰ τὰ φυσικά M 5 θεωροῦσιν LF 6 ὁ γὰρ ἀστρονόμος LF 9. 10 καὶ — ἐμφανέστερον LFS: om. Α 10 λέγει Brandis Bonitz: εἶναι λέγει ALF: in entis qua ens est cognitione versari docet S 12 νοητὸν εἴη εἴτε LF 19 ζητεῖται δὲ LF; ζητεῖ δὲ Α)

441
αὐτῶν. ἔστι γάρ, φησίν, αἴτιον ὑγιείας καὶ εὐεξίας, ὑγιείας φέρε εἰπεῖν καθάρσεις καὶ φλεβοτομίαι, εὐεξίας δὲ εἰ τύχοι γυμνάσια· καὶ τῶν μάθη ματικῶν εἰσιν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ ὅλως πᾶσα ἐπίστη μὴ διανοητικὴ ἢ πρακτική (ταύτην γὰρ ἐδήλωσε διὰ ἢ μετέχουσά τι διανοίας· οὐ γὰρ ἄνευ διανοίας τὰ πρακτὰ πράττεται) περὶ αἰτίας καὶ ἀρχάς ἐστιν, ἢ ἀκριβεστέρας ἢ ἁπλουστέρας. ἀκρι- βέστεραι μὲν γὰρ αἱ ἀρχαὶ γεωμετρίας τῶν τῆς ἀστρονομίας ἀρχῶν, εἰ καὶ τὸ ὑποκείμενον αὐτῆς τοῦ τῆς γεωμετρίας τιμιώτερον, ὡς ἐν τῇ Περὶ ψυχῆς ἡμῖν εἴρηται. ἀκριβέστεραι μὲν οὖν αἱ τῆς γεωμε|τρίας, ὅτι ἐξ ὧν αἱ ἀποδείξεις [*](406) αὐτῆς λίαν εἰσὶν ἀναντίρρητοι· πᾶσαι δέ, ὥσπερ λέγομεν, περὶ ἀρχὰς καὶ αἰτίας. ἀλλὰ πᾶσαι αὗται περὶ ὄν τι, ἀλλ’ οὐχὶ τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ τὶ τοῦ ὄντος καὶ γένος τι καὶ ὑποκείμενον περιγραψάμεναί τε καὶ ἀποτεμόμεναι περὶ τὰς αἰτίας τούτου πραγματεύονται, ἀλλ’ οὐ περὶ τὰς τοῦ ὄντος ἁπλῶς, οὐδὲ τὸ ὂν ᾗ ὂν ζητοῦσιν· οὐδὲ τοῦ τί ἐστι καὶ τῆς οὐσίας οὐδένα λόγον ποιοῦνται, ἀλλ’ ἐκ τούτου αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον, ὥσπερ ἡ ἰατρικὴ τὰ αἴτια τῶν συνθέτων σωμάτων καὶ τὰ στοιχεῖα τῇ αἰσθήσει πεποίηκε δῆλα. ὁρῶσα γὰρ εἰς τὰ τέτταρα ἁπλᾶ σώματα διαλυόμενα ἔγνω ὅτι ἐξ αὐτῶν συνίστανται. ἀλλὰ δὴ ὅτι καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ τὸ μὲν ψυχρὸν καὶ ὑγρόν, τὸ δὲ πῦρ ξηρὸν καὶ θερμόν, καὶ ταῦτα τῇ αἰσθήσει δῆλα ποιεῖται, οὐ τῷ λόγῳ. φυσικοῦ γάρ ἐστιν ἢ καὶ τοῦ ὑπὲρ ἐκεῖνον τὸ τῷ λόγῳ καὶ τῇ ἀποδείξει δείκνυσθαι τὸ πῦρ ξηρὸν καὶ θερμὸν ἢ τὴν γῆν ξηρὰν καὶ ψυχράν, τὸν δ’ ἀέρα θερμὸν καὶ ὑγρόν. ἀλλ’ ἡ μὲν ἰατρική, ὥσπερ εἴρηται, αἰσθήσει ταῦτα δῆλα ποιήσασα ἀποδείκνυσι τὰ ὑποβεβλημένα αὐτῇ. ἡ δὲ ἀριθμητικὴ οὔτε τῆ αἰσθήσει οὔτε τῷ λόγῳ δῆλον ποιεῖ τί ἐστι μονάς, ἀλλ’ ὑποτίθεται ὅτι μονάς ἐστιν οὐσία ἄθετος, καὶ ἡ γεωμετρία ὅτι τὸ σημεῖόν ἐστιν οὐσία θετὴ ἢ οὗ μέρος οὐθέν· καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. καὶ τὰ λοιπὰ δὲ διὰ τούτων οὕτως ἀποδεικνύουσι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ γένει καὶ τῷ ὑποκειμένῳ περὶ ὅ εἰσιν· ἀριθμητικὴ μὲν γὰρ τὰ τῶν ἀριθμῶν πάθη περὶ οὕς ἐστι, γεωμετρία δὲ τὰ τῶν μεγεθῶν, καὶ ὅλως τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς μεγέθεσι πάθη. ὁμοίως δὲ ταύταις καὶ ἡ ἰατρικὴ τὰ οἰκεῖα. διὰ δὴ τούτων ἑκάστη τὰ οἰκεῖα δείκνυσιν ἢ ἀναγκαιότερον ἢ μαλακώτερον. ὧν μὲν γὰρ αἱ ἀρχαὶ ἀκριβέστεραι, καὶ αἱ ἀποδείξεις ἀναγκαιότεραι, ὡς αἱ τῆς γεωμετρίας· ὧν δὲ αἱ ἀρχαὶ τὴν ἀκρίβειαν ἐκπεφεύγασι, τούτων καὶ αἱ ἀποδείξεις μαλακώτεραι, ὡς αἱ τῆς ἀστρονομίας καὶ τῆς ἰατρικῆς. οὕτω μὲν οὖν τὸ τί ἐστι καὶ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν τῶν οἰκείων ἑκάστη ἀρχῶν δῆλον ποιήσασα ἢ τῇ αἰσθήσει ἢ ὑπόθεσιν λαβοῦσα δείκνυσι τὰ ὑπ’ αὐτήν. ἀλλ’ ἡ ἐκ τῆς αἰσθήσεως καὶ τῆς ἐπαγωγῆς πίστις οὐκ ἔστιν [*](7 αἱ ἀρχαὶ LF: αἱ om. Α εἰ καὶ LS: εἰ om. Α 8 ἐν τῇ Περὶ ψυχῆς] cf. Bonitzii in edit. h. comment, praef. XXII sq. 9 ἐξ ὧν] καὶ LF 11 ἀλλὰ — ὄν τι om. LF ὄν τι e S Bonitz cf. Metaph. cod. Ab: ἓν τι Α Metaph. vulg. 17 τὰ—ἁπλᾶ LF: τέτταρα ἁπλῶς Α 21 τοῦ L: om. Α 32 δὴ LFS: om. A τούτων ἑκάστη iterat A 34 τὴν ἀκρίβειαν LF: τῆς ἀκριβείας Α 36. 37 τῶν – ἀρχῶν LFS: τὸν οἰκεῖον ἑκάστη Α 37 ὑπόθεσιν LFS: ὑπόσχεσιν Α 38 ἀλλ’ ἡ LFS: ἀλλ’ εἰ ἡ Α)
442
ἀπόδειξις, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται· πρὸς πᾶσαν γὰρ ἐπαγωγὴν δύναταί τις ἐνίστασθαι καὶ μὴ ἐᾶν τὸ καθόλου συμπεραίνειν· διόπερ φανερὸν ὅτι ἀπόδειξις οὐσίας καὶ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς, ἀλλ’ ἔστιν ἄλλος τις τρόπος, ὃν ἐν τῷ μετὰ τοῦτο βιβλίῳ παραδώσει. οὐ μόνον δὲ τὸ τί ἐστι τοῦ πυρὸς ἡ ἰατρική φέρε [*](407) γὰρ ἐπὶ ταύτης τὸν λόγον ποιήσωμεν) οὐκ ἀποδείκνυσιν, ἀλλ’ οὐδ’ εἰ ἔστιν ἢ μή ἐστιν ἄνθρωπος περὶ ὃν πραγματεύεται οὐδὲν λέγει. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ οὐκ ἄλλως ἦν δυνατὸν δειχθῆναι ὅτι ἔστιν ἄνθρωπος, εἰ μὴ ἐδείχθη ὅτι ἔστι ζῷον πεζὸν δίπουν, ἀδύνατον δὲ τοῦτο δειχθῆναι τοῦ γὰρ ὁρισμοῦ ἀπόδειξις μὲν οὐκ ἔστι, δι’ ἀποδείξεως δὲ δηλοῦται, ὡς αὐτὸς αὐτοῖς ῥήμασιν ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηκεν), φανερὸν ὅτι οὐδ’ ὡς ἔστιν ἄνθρωπος δειχθήσεται. ἐπεὶ δέ, ὡς εἴρηται, τῆς αὐτῆς ἐστι διανοίας τὸ τί ἐστι δῆλον ποιεῖν καὶ τὸ εἰ ἔστι, τὸ δὲ τί ἐστι δῆλον οὐ ποιεῖ οὐδ’ ἀποδείκνυσιν, δῆλον ὡς οὐδὲ τὸ εἰ ἔστιν ἀποδείξει. ὅτι δὲ ἐξ ἀνάγκης τῇ τοῦ εἰ ἔστι δείξει ἕπεται καὶ τὸ τί ἐστι δεικνύναι, καὶ ἀδύνατόν ἐστι τὸν τὸ εἰ ἔστι δεικνύντα μὴ καὶ τὸ τί ἐστι δεικνύναι, δῆλον. εἰ γάρ τις ὅτι ἔστιν ἄνθρωπος ἡμῖν παρακελεύεται δεῖξαι, εἰ λέγοιμεν πρὸς αὐτόν, ἆρά γε εἴ τις δείξειεν ὡς ἔστι ζῷον, δώσεις ὅτι ἔστι καὶ ἄνθρωπος, φανερόν ἐστιν ὅτι οὐ συμφήσει· ἐρεῖ γὰρ προχείρως ὅτι καὶ ὁ ἵππος ζῷόν ἐστι· πῶς δὴ ἐκ τοῦ ὅτι ζῷον ἔστι δεῖξαι δειχθήσεται ὅτι ἔστιν ἄνθρωπος; εἰ δὲ λέγοιμεν ‘τί δέ, εἴπερ δειχθείη ὡς ἔστι ζῷον πεζὸν δίπουν, ὁμολογήσεις ὅτι ἔστιν ἄνθρωπος;’ φανερόν ἐστιν ὡς δώσει τοῦτο καὶ ὁμολογήσει. εἰ δὲ τοῦτο, καλῶς ἄρα ἐλέγετο ὅτι τῷ εἰ ἔστιν ἄνθρωπος δεικνύναι μέλλοντι ἕπεται τὸ καὶ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτοῦ δεικνύναι.

[*](p. 1025b18)

Ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι του ὄντος.

Πρόκειται αὐτῷ δεῖξαι ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστιν ἀλλ’ οὐ πρακτική, καὶ ὅτι περὶ τοιοῦτον ὂν ἀναστρέφεται ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας ἐν ἑαυτῷ, τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα. ἀλλ’ εἰ περὶ σῶμα ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας καταγίνεται, τὸ δὲ κυκλοφορικὸν ἅπαν καὶ οὐράνιον σῶμα ἀρχὴν τοῦ κινεῖσθαι ἔχει τοῦ δ’ ἠρεμεῖν ἀρχὴν οὐκ ἔχει, τὸ οὐράνιον οὐκ ἔστι σῶμα φυσικόν. ἢ καὶ αὐτὸ τοῦ ἠρεμεῖν ἔχει ἀρχήν. αὐτὸ γὰρ τὸ ἀεὶ περὶ τὸ αὐτὸ περιστρέφεσθαι καὶ μὴ ἀμείβειν τόπον ἠρεμεῖν ἐστι, καὶ κινεῖται ἀκινήτως καὶ ἠρεμεῖ θαυμαστῶς κινούμενον. ἀναγκαίως δὲ τὴν τοῦ ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι δεῖξιν ποιεῖται· διὰ γὰρ τοῦ δεῖξαι ὅτι θεωρητική τις τυγχάνει οὖσα δείκνυσιν ὅτι τῆς ὕλης καὶ μᾶλλον τὸ εἶδος ἐπισκέπτεται, τὸ δὲ εἶδός ἐστι τὸ τί ἦν [*](1 ἐν τῆ Ἀποδεικτικῇ] Anal. post. Α 31 4 τοῦτο LFM: τούτῳ Α 7 περὶ ὃν LFS: om. Α οὐδὲν LF: οὑδὲ Α 11 ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν] c. 8 p. 93 b 16 16 εἰ ἔστι LFS: εἰ om. Α δῆλον LF: om. Α 18 ἔστι καὶ LF: καὶ ἔστι Α 21 λέγοιμεν M: λέγομεν L: λέγοι Α 24 τὸ καὶ LF: om. Α 28 ἀναστρέφεται LF: ἀναστρέφει Α 33 μὴ LFS: om. Α 37 τὴν ὕλην L)

443
εἶναι ἑκάστῳ. εἰ δὲ μᾶλλον τὸ τί ἦν εἶναι ἑκάστου θεωρεῖ, δεῖ μὴ λᾶν θανεῖν τὸ τί ποτέ ἐστι τὸ τί ἦν εἶναι, ὃ καὶ πρόκειται ζητηθῆναι. ἀλλὰ καὶ ἡ τοῦ τί ἦν εἶναι ζήτησις ἀναγκαίως ἀναφαίνεται. ἐπειδὴ γὰρ ἡ παροῦσα ἐπιστήμη τὸ ὂν ᾗ ὂν ζητεῖ καὶ τὰς | τούτου ἀρχάς, τὸ δὲ τὸ ὂν [*](408) ᾗ ὂν γιγνώσκειν ἐστὶ τὸ δύνασθαι παντὸς τὸ τί ἦν εἶναι δῆλον ποιὲ φανερὸν ὅτι καὶ ἡ τούτου ζήτησις ἀναγκαία ἐστί. δείκνυσι δὲ ὅτι ἡ φυσικὴ θεωρητική ἐστι δυνάμει συλλογιζόμενος ὧδε· ἡ φυσικὴ ἐπιστήμη ἐστί, πᾶσα ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητική ἐστιν· καὶ ἡ φυσικὴ ἔσται] ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητικὴ ἔσται· ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητική ἐστι· θεωρητικὴ ἄρα. καὶ ὅτι μὲν ἡ φυσικὴ ἐπιστήμη ἐστὶ καὶ ὅτι πᾶσα ἐπιστήμη ἢ πρακτικὴ ἢ θεωρητικὴ ἢ ποιητική ἐστιν, ὡς σαφὲς καὶ λίαν ἐναργὲς παρείασε καὶ οὐκ ἀποδείκνυσι· τὴν δὲ πρόσληψιν τὴν ‘ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητικὴ’ δείκνυσιν ὧδε. σημειωτέον δὲ ὅτι κοινότερον καὶ τὰς τέχνας ἐπιστήμας λέγει. δείκνυσιν οὖν τὴν πρόσληψιν ὧδε. τῶν πρακτῶν καὶ ποιουμένων αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῆς κινήσεως καὶ τῆς ἠρεμίας οὔκ εἰσιν ἐν αὐτοῖς. τῶν φυσικῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ἐν αὐτοῖς εἰσι· τὰ φυσικὰ ἄρα οὔτε πρακτά εἰσιν οὔτε ποιητά. καὶ ἡ περὶ τὰ φυσικὰ ἄρα ἐπιστήμη οὔτε πρακτική ἐστιν οὔτε ποιητική. καὶ ἡ μὲν συναγωγὴ τοῦ λόγου καὶ ἡ ἔφοδος τοιαύτη τις ἄν εἴη. αὐτὸς δὲ εἰπὼν τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντι ἡ ἀρχὴ ἐπήγαγεν ἢ νοῦς ἢ τέχνη ἢ δύναμίς τις· τὰ γὰρ ποιοῦντα ἢ νοὶ ἢ τέχνῃ ἢ τῇ ἀπὸ τοῦ νοὸς καὶ τῆς τέχνης δυνάμει τὸ ποιούμενον ποιεῖ. μήποτε δὲ τοῦ τῶν μὲν γὰρ ποιητικῶν οὐκ ἐνεργητικῶς δεῖ ἀκούειν, ἵνα ἐπὶ τῶν αἰτίων ἐξακούηται, ἀλλὰ παθητικῶς, ἵν’ ᾖ τῶν μὲν γὰρ ποιητικῶν ἀντὶ τοῦ τῶν ποιουμένων. καὶ ὅτι τοῦτο ἀρχὴν οὕτως αὐτῷ εἴληπται, τεκμαίρομαι ἐκ τοῦ ἐπαγομένου τοὐ τῶν δὲ πρακτῶν ἐν τῷ πράττοντι ἡ προαίρεσις, καὶ εἴπερ οὕτως ἀκούειν αὐτοῦ χρή, σαφὲς ἂν εἴη τὸ λεγόμενον καὶ μάτην τὸ ἐν τῷ ποιοῦντι ἀντὶ τοῦ ἐν αὐτοῖς ἐξελάβομεν. δεῖ οὖν, εἴ τι χρὴ τῇ ἐμῇ μαντείᾳ προσέχειν, οὕτως ἀκούειν τοῦ ῥητοῦ. ὥσπερ γὰρ ἡ ἀρχὴ τῶν ποιουμένων, εἴτε νοῦς ἐστιν εἴτε τέχνη εἴτε δύναμίς τις, ἐν τῷ ποιοῦντί ἐστιν ἀλλ’ οὐκ ἐν τοῖς ποιουμένοις, οὕτως καὶ τῶν πρακτῶν ἀρχὴ οὖσα ἡ προαίρεσις οὐκ ἐν τῷ πρακτῷ ἀλλὰ ἐν τῷ πράττοντι. εἰ γὰρ ταὐτὸν τὸ πρακτὸν καὶ τὸ προαιρετόν, οὐκ ἔστι δὲ ἐν τῷ προαιρετῷ ἡ προαίρεσις, δῆλον ὡς οὐδ’ ἐν τῷ πρακτῷ. ἔστι | δὲ ποιητικὴ μὲν ἐπιστήμη, ὡς ἐν τοῖς Νικομαχείοις ἐπιγραφομένοις 409 ἠθικοῖς εἴρηκε πλατύτερον, ἧς τὸ ἔργον καὶ μετὰ τὴν ἐνέργειαν μένει, ὡς ἡ οἰκοδομική (μετὰ γὰρ τὴν οἰκοδόμησιν ἔστι τὸ ἔργον αὐτῆς οἰκία), πρακτικὴ δὲ ἡ ὀρχηστική· οὐδὲν γὰρ μετὰ τὴν ὄρχησιν λείπεται. [*](6 τούτου LF: om. Α 9 ἔσται del. Bonitz 19 τοιαύτη τις LFS: τῆς πρακτικῆς Α 20. 21 ἡ ἀρχὴ LFS: ἀρχὴν Α 21 ἐπήγαγεν LFS: συνήγαγεν Α ποιοῦντα LFS: νοοῦντα A 23 τοῦ L: τὸ A 25 ἀρχὴν scripsi: ab initio S: ἀρχὴ Α: om. LF 26 πρακτῶν] sic etiam Metaph. cod. E: πρακτικῶν Metaph. vulg. 27 πράττοντι LS: πράττειν A 28 μάτην L: μετὰ τῷ A 35. 36 ἐν τοῖς Νικομαχείοις ἠθικοῖς] Z 4)
444
δείξας οὖν ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι, συμπεραίνεται καί φησιν ὥστε εἰ πᾶσα διάνοια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική, ἡ φυσική, εἰ μήτε πρακτικὴ μήτε ποιητική ἐστι τοῦτο γὰρ δεῖ προσυπακούειν), θεωρητική τις ἂν εἴη, ἀλλὰ θεωρητικὴ περὶ φυσικὸν πρᾶγμα· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι. ἐπεὶ δὲ ὡς ἐν τῇ Φυσικῇ εἴρηται ὅτι καὶ ἡ ὕλη οὐσία ἐστὶ καὶ μάλιστα τὸ εἶδος, εἰπὼν ὅτι θεωρητική ἐστι περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι, ἐπήγαγε καὶ περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, ἴσον λέγων, ὅτι ἔστι μὲν ἡ φυσικὴ καὶ περὶ τὴν ὑλικὴν οὐσίαν, ἀλλ’ ἐπ’ ἔλαττον, ἐπὶ πλέον δὲ καὶ ὡς ἐπὶ τὸ πολύ ἐστι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ τὸ εἶδος. εἰπὼν δὲ ὅτι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, καὶ προσθεὶς τὸ οὐ χωριστὴν μόνον, δοκεῖ λέγειν ὅτι περὶ εἶδός ἐστιν οὐ χωριστὸν μόνον ἀλλὰ καὶ ἀχώριστον. οὐ τοῦτο δὲ λέγει ὅτι καὶ περὶ χωριστόν ἐστι καὶ περὶ ἀχώριστον, ἀλλὰ τὸ οὐ χωριστὸν μόνον ἀντὶ τοῦ μόνον οὐ χωριστὸν εἶπεν· ἤτοι περὶ οὐσίαν μόνον ἀχώριστον καὶ μὴ δυναμένην χωρίζεσθαι τῆς ὕλης. Ταῦτα εἰπὼν ἐπάγει δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, τουτέστι δεῖ μὴ λανθάνειν πῶς ἐν τοῖς φυσικοῖς δεῖ ζητεῖν τὸ τί ἐστι καὶ τὸν λόγον, ἆρα δεῖ ὁριζομένους φυσικὸν πρᾶγμα καὶ τὴν ὑποκειμένην τῷ ὁριστῷ ὕλην περιλαμβάνειν ἐν τῷ ὁρισμῷ ἢ οὔ. εἰ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ περὶ τοῦ ὁρισμοῦ τὴν ζήτησιν ποιούμενοι ἀγνοοῦμεν εἴτε μετὰ τῆς ὕλης εἴτε ἄνευ αὐτῆς χρὴ ὁρίζεσθαι, μηδέν ἐστι ποιεῖν. εἰπὼν οὖν ὡς ἄνευ τούτου τὸ ζητεῖν οὐδὲν ποιεῖν ἐστι, διαίρεσιν ποιεῖται, δεικνὺς ὅτι ἀνάγκη τὸν ὁριζόμενον φυσικόν τι πρᾶγμα καὶ τὴν ὕλην ἐν τῷ ὁρισμῷ παραλαμβάνειν καὶ ὅτι ἀδύνατόν ἐστιν ἄνευ αὐτῆς ὁρίζεσθαι. ταῦτα δὲ πάντα προοπλίζει τε καὶ προκατασκευάζει, ἵνα ἐκ τούτων δείξῃ ὅτι φυσικὸν εἶδος χωριστὸν αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης οὐ δύναται εἶναι, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον. ποιεῖται δὲ διαίρεσιν λέγων ἔστι δὲ τῶν ὁριζομένων καὶ τῶν τί ἐστι, τουτέστι τῶν ὁριζομένων καὶ ὧν τὸ τί ἐστιν ἀποδίδομεν, τὰ μέν ἐστιν ὡς τὸ σιμόν· ὥσπερ γὰρ τὸ σιμὸν ἀδύνατόν ἐστιν ὁρίσασθαι μὴ λαμβάνοντας τὴν ῥῖνα [*](410) τὴν ὡς ὕλην ὑποκειμένην αὐτῷ, οὕτω καὶ τὰ φυσικὰ εἴδη ἀδύνατον ὁρίζεσθαι χωρὶς ὕλης, ὕλην λέγων, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ, τὸ γένος καὶ τὰς πρὸ τῆς τελευταίας διαφορᾶς διαφοράς. ἀλλὰ τοῦτο μὲν ὅπως λέγεται ἐροῦμεν ὅταν καὶ αὐτὸς προηγουμένως περὶ τούτου λέγῃ. τὰ μὲν οὖν εἰσιν ὡς τὸ σιμὸν τὰ δ’ ὡς τὸ κοῖλον. διαφέρει δὲ τὸ σιμὸν καὶ τὸ κοῖλον ὅτι τοῦ μὲν σιμοῦ τὸ ὑποκείμενον ὡρισμένον ἐστίν, ἡ ῥίς ἄνευ γὰρ ῥινὸς τὸ σιμὸν οὐκ ἔστι· σιμὸν γὰρ λέγοντες ῥῖνά φαμεν κοίλην), ἡ δὲ κοιλότης οὐχ ὡρισμένον ἔχει τὸ ὑποκείμενον, ἀλλ’ ἔστι καὶ ἐν αἰσθητῇ καὶ φυσικῇ ὕλῃ, ἔστι δὲ καὶ χωρὶς ὕλης αἰσθητῆς. καὶ ἐν μὲν αἰσθητῇ [*](1 δείξας LFS: δῆλον Α 4 πρᾶγμα] σῶμα LF 5 ἐπεὶ δὲ LFS: om. Α 5. 6 ἐν τῇ Φυσικῇ LS, cf. Phys. Α 7: ἐν τῇ θεωρητικῇ καὶ ἐν τῇ φυσικῇ A 11. 12 τὸ καὶ οὐ LF Metaph. cod. F b 26 φυσικὸν LF: τὸ φυσικὸν Α 28 ἔστι δὲ τῶν] sic etiam Metaph. A b F b: τῶν δὲ Metaph. vulg. 29 τὰ ὁριζόμενα LF 38 ἐστι LF: ὅτι Α)
445
ὕλῃ ὅτι ἔστι δῆλον· ἔστι γὰρ καὶ γῆ κοίλη καὶ σίδηρος καὶ ξύλον καὶ ἄλλα πολλά. ἀλλὰ καὶ ἐν μὴ αἰσθητῇ ἐστι· δυνάμεθα γὰρ νοεῖν κοῖλον μ ἐν σιδήρῳ ὂν μήτε ἐν ξύλῳ μήτε ἔν τινι τῶν ὄντων καὶ αἰσθητῶν· σιμὸν δὲ ἄνευ ὑποκειμένου οὐ δύναταί τις νοεῖν. εἰπὼν οὗν ὅτι τῶν ὁριζομένων τὰ μέν ἐστιν ὡς τὸ σιμὸν τὰ δὲ ὡς τὸ κοῖλον ἐπάγει εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τουτέστιν ὥσπερ ἐκεῖνο, οὕτως καὶ ταῦτα ἄνευ ὑποκειμένου καὶ ὕλης οὐ δύναται νοεῖσθαι τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐδενὸς γὰρ ἄνευ κινήσεως αὐτῶν ὁ λόγος, κίνησιν εἰπὼν τὴν ὕλην), δῆλον ὅτι ἐν τοῖς φυσικοῖς τὸ τί ἐστι καὶ τὸ ὁρίζεσθαι μετὰ τῆς ὕλης δεῖ ζητεῖν. τοσοῦτον δὲ χρεία τῷ φυσικῷ τῆς ὕλης εἰς τὸ ὁρίζεσθαι, ὥστε καὶ τὰς ἀλόγους ψυχὰς θεωρεῖ καὶ ὁρίζεται ὁ φυσικὸς διὰ τὸ μὴ ἄνευ ὕλης εἶναι, μηδὲ χωριστοὺς τοῦ ὑποκειμένου αὐταῖς· εἰ δὲ καὶ τὰς λογικὰς θεωρεῖ, ἐν τῇ Περὶ ψυχῆς ἡ αἰτία ἡμῖν εἴρηται. εἰπὼν δὴ ἀνωτέρω εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τίνα ἐστὶν ὁμοίως τῷ σιμῷ λεγόμενα φυσικὰ σαφῶς κατέλεξεν, οἷον ῥίς, ὀφθαλμὸς καὶ τὰ λοιπά.

[*](p. 1026a6)

Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική τίς ἐστι φανερὸν ἐκ τούτου. ἀλλ’ ἔστι καὶ ἡ μαθηματικὴ θεωρητική.

Διακρίνας τὴν φυσικὴν ἀπὸ τῆς πρακτικῆς καὶ ποιητικῆς τῷ ταύτην μὲν δεῖξαι θεωρητικὴν οὖσαν ἐκείνας δὲ μή, νῦν διακρίνει αὐτὴν καὶ τῆς μαθηματικῆς, δυνάμει κἀνταῦθα οὑτωσὶ συλλογιζόμενος· ἡ μαθηματικὴ διανοητικὴ οὖσα περὶ ἀκίνητα καὶ χωριστά ἐστιν. ἡ φυσικὴ διανοητικὴ οὖσα οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά ἐστιν· ἡ φυσικὴ ἄρα οὐκ ἔστι μαθηματική. καὶ ὁ μὲν συλλογισμὸς τοιοῦτός τις ἄν εἴη. τῶν δὲ προτάσεων τὴν μὲν ὅτι ἡ φυσικὴ οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά, ἀλλὰ 30 περὶ κινούμενα καὶ ἀχώριστα ἔδειξε πολλαχοῦ. τὴν δ’ ὅτι ἡ μαθηματικὴ περὶ ἀκίνητά ἐστι καὶ χωριστὰ οὐκ ἔδειξεν, ἀλλὰ δείξει ἐν τοῖς ἐφεξῆς βιβλίοις ὅπως ἔχει. τέως δ’ οὖν εἶπε τὸ ἀλλ’ εἰ ἀκινήτων καὶ χωριστῶν ἐστιν ἄδηλον νῦν, ἴσον | λέγων ὅτι ἡμεῖς μὲν ὡς περὶ ἀκίνητα [*](411) καὶ χωριστὰ τὴν μαθηματικὴν οὖσαν λαμβάνομεν, ἀλλ’ εἰ περὶ τοιαῦτά ἐστιν ἀληθῶς νῦν μὲν ἄδηλον, ὅτι δὲ ἔνια, ἵνα μὴ πάντα λέγωμεν, μαθήματα ᾗ ἀκίνητά ἐστι καὶ ᾗ χωριστὰ θεωρεῖ ἡ μαθηματική, δῆλον. οὕτως οὖν τὴν φυσικὴν τῶν ἄλλων διακρίνας νῦν διακρίνει τὴν πρώτην φιλοσοφίαν τῆς φυσικῆς καὶ μαθηματικῆς λέγων εἰ δ’ ἔστιν ἀίδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, ἀλλὰ θεωρῇ· τικῆς οὗτε φυσικῆς οὔτε μαθηματικῆς. οὐκ εἶπε δὲ ὅτι ἔστιν ἀίδιον καὶ ἀκίνητον, ἀλλ’ εἰ ἔστιν, ἐπειδὴ οὔπω δέδεικται τοῦτο. εἴπερ οὖν ἔστιν ἀίδιον καὶ ἀκίνητον, οὔτε φυσικῆς οὔτε μαθηματικῆς ἐστι τὸ περὶ αὐτοῦ θεωρῆσαι, ὅτι ἡ μὲν φυσικὴ περὶ κινητὰ καὶ ἀχώριστά ἐστιν, οὖσα δὲ περὶ [*](12 χωριστοὺς S Bonitz: ἀχωρίστους ALF 13 ἐν τῇ τῇ Περὶ v. Bonitzii ed. praef. p. XXII sq. 18 ἐκ τούτων Metapb. 28 τὸ LF: om. Α 32 ᾗ ἀκίνητα LFS: ᾗ om. Α)

446
τοιαῦτα οὐ θεωρήσει τὰ ἀκίνητα καὶ χωριστά. ἀλλὰ μὴν οὐδὲ μαθηματικῆς ἐστι τὸ περὶ τοιούτων θεωρεῖν, ὅτι εἰ καὶ περὶ ἀκίνητά ἐστιν, ἀλλ’ οὖν οὐ χωριστά, ὡς δείξει, ἐστίν ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ὕλῃ. τὸ δὲ ἔνια πρόσκειται διὰ τὰ ὀπτικὰ καὶ ἁρμονικὰ καὶ ἀστρονομικά· ὁ γὰρ ὀπτικὸς οὐ περὶ χωριστὰς γραμμὰς καταγίνεται, ἀλλὰ περὶ ἐνύλους, ὁμοίως καὶ ὁ μουσικὸς καὶ οἱ τοιοῦτοι. καὶ τὸ ἴσως κεῖται διὰ τὸ μήπω καθόλου δειχθῆναι ὅτι οὐδὲν τῶν μαθηματικῶν χωριστόν ἐστι καὶ καθ’ αὑτό.

[*](p. 1026a16)

Ἀνάγκη δὲ πάντα τὰ αἴτια ἀίδια < εἶναι> , μάλιστα ταύτα.

εἰπὼν ὅτι εἰ ἔστιν ἀίδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, τοῦτο δέ, ὁποῖον ἄν εἴη, ἐξ ἅπαντος αἴτιον ἔσται τῶν ἄλλων, λέγει ὅτι πᾶσαν αἰτίαν καὶ ἀρχὴν ἀνάγκη ἀίδιον εἶναι. εἰ γὰρ πᾶν αἴτιον γίγνεται, ἐξ ἄλλου γενήσεται, καὶ τοῦτο εἰς ἄπειρον. μάλιστα δέ, φησί, τὰ αἴτια ταῦτα ἀίδια εἶναι ἀνάγκη, ταῦτα λέγων τὰ χωριστὰ καὶ ἀκίνητα. καὶ τὴν αἰτίαν τοῦ ταῦτα ἀίδια εἶναι ἐπήγαγε, ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων· ὃ δὴ διὰ τὴν βραχυλογίαν ἀσαφέστερον εἴρηται. ἔστι δέ, οἶμαι, τὸ λεγόμενον τοιοῦτον. ταῦτα γὰρ τὰ ἀκίνητα καὶ χωριστὰ αἴτια τῶν θείων ἤτοι τῶν σφαιρῶν καὶ θείων σωμάτων, αἵτινες σφαῖραι αἴτιαι τοῖς φανεροῖς, τουτέστι τοῖς ὑπὸ γένεσιν, τοῦ γίνεσθαι καὶ φθείρεσθαί εἰσιν· ἡ γὰρ τούτων κίνησις τὴν γένεσιν καὶ φθορὰν ἀπεργάζεται. ἀλλ’ εἰ τὸ κυκλοφορητικὸν ἀίδιον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, τὸ αἴτιον τοῦ κυκλοφορητικοῦ σώματος πολλῷ μᾶλλον ἔσται ἀίδιον. ἢ τὸ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων τὸ ταῦτα ἀντὶ τοῦ τοῦτο εἴρηται, καὶ εἴη ἄν λέγων, ἐπειδὴ καὶ ἐν τοῖς αἰσθητοῖς εἰσι θεῖα τὸ γὰρ κυκλοφορητικὸν πᾶν σῶμα), αἴτιόν ἐστι τὸ πρῶτον αἴτιον τῶν τοιούτων αἰσθητῶν καὶ θείων, ἴσον λέγων, ὅτι εἰ καί τισι τῶν νοητῶν καὶ θείων αἴτιόν ἐστι τὸ πρῶτον καὶ ἀκίνητον αἴτιον, ἄδηλον· τέως | δ’ οὖν ὅτι τοῖς αἰσθητοῖς καὶ θείοις καὶ κυκλοφορητικοῖς [*](412) σώμασιν αἴτιόν ἐστι, δῆλον τυγχάνει. γράφεται δὲ καὶ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν αἰσθητῶν τυγχάνει· καὶ εἴη ἄν ὃ λέγει τοιοῦτον, ὅτι ταῦτα τὰ ἀκίνητα καὶ χωριστὰ αἴτιά ἐστι τοῖς φανεροῖς τῶν αἰσθητῶν, ἀντὶ τοῦ τοῖς φανεροῖς τῇ αἰσθήσει αἰτίοις. αἴτιον γὰρ καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἀλλ’ οὔκ εἰσι τῇ αἰσθήσει φανερά· τὰ δὲ κυκλοφορητικὰ σώματα τῇ αἰσθήσει εἰσὶ φανερά, ὅτι γενέσεως εἰσι καὶ φθορᾶς αἴτια· βορειότερος γὰρ 35 γινόμενος ὁ ἥλιος γενέσεως ἐστιν αἴτιος, νοτιώτερος δὲ φθορᾶς. εἰ δὴ τῶν ὅτων τὰ μέν ἐστιν ἀχώριστα καὶ κινούμενα, τὰ δὲ ἀχώριστα καὶ ἀκίνητα, τὰ δὲ χωριστὰ καὶ πάντῃ ἀκίνητα, δῆλον ὡς τρεῖς ἔσονται αἱ πραγματοῖαι, [*](6 καθόλου LF: om. A 11 ἐξ ἅπαντος] omnino S 14 αἴτια LS: ἀίδια Α 16 post θείων add. ἦ LF 22 ἐν τῇ Περὶ οὐρανοῦ] Α3 23 ἢ τὸ—τυγχάνει (29) om. F post θείων add. ἦ AL 25 γὰρ MS Bonitz: om. ALF 25. 26 σῶμα) — ἴσον MS Bonitz: σῶμα, εἶπε τό, αἴτια καὶ ἐν τοῖς φανεροῖς τῶν θείων ἦ, ἴσον AL 27 ἐστι M: ἦ AL 30 αἰσθητῶν] sic Metaph. T)

447
ἡ μὲν φυσικὴ περὶ τὸ ἀχώριστον καὶ κινούμενον, ἡ δὲ μαθηματικὴ περὶ τὸ ἀχώριστον καὶ ἀκίνητον, ἡ δὲ θεολογικὴ περὶ τὸ χωρισ καὶ ἀκίνητον. οὐ γὰρ ἄδηλον, φησίν, ὅτι εἴ που τὸ θεῖον ὑπάρχει, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, ἤτοι οὐ γὰρ ἄδηλον ὅτι τὸ θεῖον τῆς χωριστῆς καὶ ἀκινήτου φύσεως ἐστιν. εἰ δέ ἐστιν, ὥσπερ δὴ καὶ ἔστι, τὸ θεῖον ἀπάντων τιμιώτατον, ὁμοίως καὶ ἡ θεολογικὴ τῶν ἄλλων ἐστὶ τιμιωτάτη ἐπιστημῶν, περὶ τὸ θεῖον γένος ἔσται, ἡ τιμιωτάτη περὶ τὸ τιμιώτατον. ὥσπερ γὰρ αἱ θεωρητικαὶ αἱρετώτεραι τῶν πρακτικῶν καὶ ποιητικῶν εἰσιν, οὕτω καὶ ἡ θεολογικὴ τῶν θεωρητικῶν, φυσικῆς καὶ μαθηματικῆς. ὅτι δὲ τῶν ἄλλων αἱρετωτάτη ἐπάγει ἀπορήσειε γὰρ ἄν τις πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστίν, ὥστε περιέχειν ἁπάσας καὶ ὑπ’ αὐτὴν εἶναι ὡς τὰ κατὰ μέρος ὑπὸ τὰ καθόλου, ἢ οὐκ ἔστι καθόλου, ἀλλ’ ὥσπερ ἡ ἰατρικὴ καὶ ἡ ἀστρονομία καὶ αἱ λοιπαὶ μέρος τι τοῦ ὄντος καὶ φύσιν τινὰ μίαν ἀποτεμόμεναι τοῦτο θεωροῦσιν, οὕτως καὶ αὕτη. ὥσπερ γὰρ καὶ ἐν τοῖς μαθηματικοῖς τοῦτο εὑρίσκεται, καὶ ἡ μὲν γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ ἀστέρας, ἄλλη δὲ περὶ ἄλλο, ἡ δὲ ἁπλῶς μαθηματικὴ κοινή ἐστι πασῶν, οὕτως τί κωλύει καὶ τὴν φυσικὴν μὲν περί τι τοῦ ὄντος εἶναι καὶ τὴν μαθηματικὴν περὶ ἄλλο, καὶ τὴν θεολογικὴν εἶναι κοινὴν ἁπασῶν; οὕτως οὖν ἀπορητικῶς τὸν λόγον ἐρωτήσας ἀποκρίνεται καί φησιν ὅτι, εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας, ἤτοι εἰ μὲν οὖν μή ἐστί τις οὐσία παρὰ τὰς φυσικὰς καὶ αἰσθητάς, ἡ φυσικὴ πρώτη ἄν εἴη καὶ καθόλου. εἰ δὲ ἔστι καὶ ἄλλη τις οὐσία ἀκίνητος καὶ χωριστή, αὕτη ἡ οὐσία προτέρα ἔσται τῆς φυσικῆς, καὶ ἡ περὶ ταύτην ἐπιστήμη ἔσται φιλοσοφία καὶ πρώτη πάντων καὶ καθόλου ὡς πρὸς τὰς ἄλλας, οὐχ ὡς περιέχουσα ἐκείνας ἀλλ’ ὡς πρώτη, καὶ ταύτης ἂν εἴη τὸ ζητῆσαι καὶ | θεωρῆσαι περὶ τοῦ ὄντος ᾗ [*](413) ὄν, καὶ τί ἐστιν ἡ φύσις τοῦ ὄντος καὶ τίνα τὰ ὑπάρχοντα τῷ ὄντι ᾗ ὄν. εἰ δὴ καθόλου ἐστὶν ὡς πρὸς τὰς ἄλλας, τὰ δὲ καθόλου καὶ τιμιώτερα αἱρετώτερα τῶν μὴ τοιούτων, αἱρετωτέρα ἄρα αὕτη τῶν ἄλλων. καὶ οἶμαι ὅτε ἠρώτα ὅτι πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστί, τὸ καθόλου οὐ τοιοῦτον ἠρώτα οἷον ἡμεὶς ἐξεδεξάμεθα ἀντὶ τοῦ περιέχον τὰς ἄλλας, ἀλλὰ τὸ καθόλου ἀντὶ τοῦ βελτίων καὶ τιμιωτέρα. καὶ εἰ μέλλει τοῖς ἑξῆς συνᾴδειν οὕτω χρὴ ἐρωτᾶν καὶ ἀκούειν, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστὶ καὶ τιμιωτέρα καὶ τῶν ἄλλων αἱρετωτέρα, καὶ ἔστι κατάλληλος αὕτη ἡ ἔννοια καὶ συνᾴδουσα τῇ ἀποκρίσει, τῇ εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας.

[*](p. 1026a33)

Ἀλλ᾿ ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λἑγεται πολλαχῶς. εἰπὼν ὅτι πρώτη τῶν ἄνων ἐπιστημῶν ἐστιν ἡ θεολογικὴ καὶ ταύτης [*](6 θεολογικὴ ἥτις τῶν e S coni. Bonitz 7 post ἐπιστημῶν add. καὶ F 8 πρακτικῶν LS: πρακτῶν Α 23 καὶ χωριστή LFS: καὶ om. Α 25 οὐχ ὡς LF: οὐ Α 27 καὶ τί — ᾖ ὄν LFS: om. A 30 ὅτε M: ὅταν AL 34 καὶ τιμιωτέρα LFS: om. A 36 τὰς — συνεστηκυίας LS: τὰ φύσεις συνεστηκότα Α)

448
μόνης ἐστὶ τὸ θεωρῆσαι τὸ ὂν ᾗ ὂν· καὶ τὰ τούτῳ συμβεβηκότα, λέγει· ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον, ὡς εἴρηται, τὸ κατὰ συμβεβηκός, ὥσπερ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος αἴτιος καθ᾿ αὑτὸ μὲν γὰρ αἴτιος τῷ ἀνδριάντι ὁ ἀνδριαντοποιός ἐστιν, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι), ἄλλον δὲ τρόπον ὂν λέγεται τὸ ἀληθές, ὥσπερ ἔμπαλιν τὸ ψεῦδος μὴ ὄν τὸ γὰρ καθημένου τοῦ Σωκράτους λέγειν ὅτι Σωκράτης κάθηται, ἀληθὲς ὑπάρχον, ὂν λέγεται· τὸ γὰρ ὄν, τοῦτο δ’ ἐστὶ τὸ καθῆσθαι, φαμὲν ὅτι ἔστιν), ἄλλον δὲ τρόπον ὂν λέγεται τὰ σχῆ μάτα τῆς κατηγορίας, οἷον τὸ μὲν τί, τουτέστιν οὐσία, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν, καὶ εἴ τι ἄλλο σημαίνει τὸν τρόπον τοῦ ’τον, ἔτι παρὰ πάντα ταῦτα ὃν λέγεται τὸ δυνάμει καὶ ἐνεργείᾳ λέγομεν γὰρ τὸ ἐνεργείᾳ ὕδωρ ὅτι ὕδωρ ἐστίν, ἀλλὰ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ φαμεν ὕδωρ ὅτι δύναται ὕδωρ γενέσθαι)· ἐπειδὴ οὖν, ὡς εἴρηται, πολλαχῶς λέγεται τὸ ὄν, πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ῥητέον ὅτι οὐδεμία ἐστὶν αὐτοῦ ἐπιστήμη, οὐδὲ θεωρεῖ τις περὶ αὐτοῦ. σημεῖον τὸ μηδεμιᾷ ἐπιστήμῃ ἐπιμελὲς εἶναι περὶ αὐτοῦ, οὔτε πρακτικῇ οὔτε ποιητικῇ οὔτε θεωρητικῇ. οὐδεὶς γὰρ ποιῶν οἰκίαν ποιεῖ ἢ ὅλως σκοπεῖ τίνα συμβαίνει τῇ γινομένῃ οἰκίᾳ· ἄπειρα γάρ ἐστι, τῶν δ’ ἀπείρων οὐθεὶς φροντίζει. οὐδεὶς γὰρ τῶν οἰκοδόμων φροντίζει, εἰ ἡ γινομένη οἰκία τῷ Σωκράτει φέρε εἰπεῖν νοσώδης ἐστὶ καὶ τῷ Πλάτωνι ὑγιεινή, ἢ Θεοφράστῳ μὲν ἡδεῖα Ἀλεξάνδρῳ δὲ λυπηρά. ὁμοίως δὲ οὐ σκοπεῖ εἴπερ ἡ γινομένη οἰκία ἑτέρα ἐστὶν ἢ ἡ αὐτὴ τῷ ἀνθρώπῳ, καὶ ἁπλῶς εἰ ὑπάρχει ἑτέρα ἀπάντων τῶν | ὄντων αἰσθητῶν καὶ νοητῶν, οὐδὲν ἐννοεῖ. ὥστε [*](414) δῆλον ὡς, εἴπερ καὶ τῶν εἰρημένων οὐ φροντίζει, οὔτε τοῦ νοσώδη εἶναι τὴν οἰκίαν ἐστὶν ἡ οἰκοδομικὴ ποιητικὴ οὔτε τοῦ ὑγιεινὴν οὗτε ἄλλου οὐδενὸς τῶν συμβαινόντων τῇ γενομένῃ οἰκίᾳ. τὸν αὐτὸν δὲ τρόπον οὐδὲ ὁ γεωμέτρης τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα τοῖς σχήμασι σκοπεῖ· οὐ θεωρεῖ γὰρ εἴτε ξύλινά ἐστιν εἴτε λίθινα τὰ σχήματα, οὐδὲ εἰ ἔστι, φησίν, ἕτερον τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον, σκοπεῖ. τοῦτο δὲ ἐλλιπῶς εἴρηται, δεῖ δὲ προσυπακούειν τὸ ξύλινον ἢ ἄλλο τι τοιοῦτον, ἵνα τὸ πᾶν ᾖ τοιοῦτον· οὐδ’ εἰ ἕτερόν ἐστι τὸ ξύλινον τρίγωνον καὶ ἕτερον αὐτὸ τὸ τρίγωνον καὶ ἡ φύσις αὐτοῦ, ἀντὶ τοῦ τὸ ἔχον τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας, θεωρεῖ, ἀλλὰ τοῦτο μόνον ζητεῖ, εἰ παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· εἴτε δὲ ξύλινά εἰσιν εἴτε λίθινα, οὐδαμῶς θεωρεῖ. Καὶ τοῦτο, φησί, λέγων τοῦτο τὸ τὸ κατὰ συμβεβηκὸς μηδένα θεωρεῖν, εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ κατὰ συμβεβηκός ἐστιν. ὥσπερ γὰρ ὁ τραγέλαφος ὄνομα μέν ἐστι, πρᾶγμα δὲ καὶ φύσις τις καὶ ὅλως τι ὂν οὐδαμῶς ἐστιν, οὕτω καὶ τὸ κατὰ συμβεβηκὸς ὂν ὄνομα μόνον ἐστί. τὸ γὰρ τὴν οἰκίαν νοσώδη ἢ ὑγιεινὴν λέγειν [*](16 ante σημεῖον add. ὅτι δ’ οὐκ ἔστιν ἐπιστήμη τοῦ κατὰ συμβεβηκὸς ὄντος οὐδὲ θεωρεῖ τις περὶ αὑτοῦ LF, fort. recte 18 γενομένῃ coni. Bonitz 19 φροντίζει (post οὐθεὶς) LFS: ex φαντάζει corr. Α 22 γενομένη coni. Bonitz καὶ ἁπλῶς εἰ LFS: καὶ et εἰ om. Α 26 δὲ LF: om. Α 36 ὄνομά τι Bonitz: ὀνόματι ALFS: ὄνομα M)
449
ὄνομα μόνον, πρᾶγμα δὲ οὐδαμῶς. εἰ γὰρ ἦν πῦρ παντὸς τοῦ εἰς αὐτὸ ἐμπίπτοντός ἐστι καυστικόν, οὕτω καὶ ἡ οἰκία πάντων τῶν εἰς αὐτὴν εἰσιόντων ἦν ἄν ἢ νοσώδης ἢ ὑγιεινή· νῡν δὲ οὐκ ἔστιν, ἀλλὰ τῶν μέν ἐστιν ὑγιεινὴ τῶν δὲ νοσώδης· ὥστε ὄνομα μόνον ἐστὶν ἀλλ’ οὐ πρᾶγμα· οὐδεὶς δὲ περὶ τῶν μὴ ὄντων σκοπεῖ, ὥστε εὐλόγως συμπίπτει μηδένα περὶ αὐτοῦ σκοπεῖν. καὶ διὰ τοῦτο, φημὶ δὴ διὰ τὸ τὸ κατὰ συμβεβηκὸς ὄνομα μόνον εἶναι, οὐ μὴν καὶ ὄν τι, ἄνας φεται δὲ ἡ σοφιστικὴ πε·ρὶ τὸ κατὰ συμβεβηκός, ἔταξεν αὐτὴν ὁ Πλάτων περὶ τὸ μὴ ὄν, ὡς ὄντος τοῦ συμβεβηκότος μὴ ὄντος. ὅτι δὲ οἱ τῶν σοφιστῶν λόγοι πάντες περὶ τὸ συμβεβηκὸς καὶ τὸ μὴ ὄν εἰσι, δῆλον. ἐρωτῶσι γάρ, πότερον ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ ἢ οὗ; εἰ μὲν οὖν ἐρεῖς ὅτι οὔ, ἀποκρίνονται λέγοντες ‘ὁ Σωκράτης γραμματικός ἐστιν· ἔστι δὲ ὁ γραμματικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ἀλλ’ ὁ Σωκράτης καὶ μουσικός ἐστιν· ἔστιν ἄρα ὁ μουσικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ὁ μουσικὸς ἄρα Σωκράτης ὁ αὐτός ἐστι τῷ γραμματικῷ Σωκράτει· εἰ δὲ τοῦτο, καὶ τὸ μουσικὸν ταὐτόν ἐστι τῷ γραμματικῷ. ψεῦδος ἄρα ὅτι τὸ μουσικὸν οὐ ταὐτόν ἐστι τῷ γραμματικῷ· ταὐτὸν ἄρα. καὶ πάλιν, εἰ τὸ μουσικὸν ἕτερόν ἐστι τοῦ γραμματικοῦ, καὶ ὁ γραμματικὸς Σω|κράτης 415 ἕτερος ἔσται τοῦ μουσικοῦ Σωκράτους· ὁ Σωκράτης ἄρα ἕτερός ἐστιν αὐτὸς ἑαυτοῦ.’ ἐγγίνεται δὲ ὁ παραλογισμὸς ἐκ τοῦ εἶναι ταὐτὸν τὸν μουσικὸν Σωκράτη τῷ γραμματικῷ Σωκράτει καὶ μὴ εἶναι, τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ ἕτερον. εἰ μὲν οὗν ἕτερον ἐρεῖς τὸ μουσικὸν τοῦ γραμματικοῦ, οὕτω παραλογίζονται· εἰ δὲ ταὐτόν, ἀποκρίνονται ὡς εἰ ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ, ὅπου γραμματικός, ἐκεῖ ἔστα. καὶ μουσικός, ὥσπερ καὶ ὅπου βροτός, ἐκεῖ καὶ ἄνθρωπος. ἀλλ’ ὁ μὲν Ἀρίσταρχος γραμματικὸς μέν ἐστι, μουσικὸς δὲ οὐκ ἔστιν· οὐκ ἄρα ταὐτὸν τῷ μουσικῷ τὸ γραμματικόν. πάλιν κοινῶς πάντων δοξαζόντων ὅτι πᾶν τὸ ὂν ἤτοι ἀίδιόν ἐστιν ἢ γεγονός, οἱ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶνται διὰ λόγου τινός, παρασχόμενοί τινα ἅ ἐστιν οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα. λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι, δεικνύουσιν ὅτι τοῦτο οὔτε ἀίδιόν ἐστιν οὐ γὰρ ἀεὶ ἦν ὁ γραμματικὸς μουσικός, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν). ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός. εἰ γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτο ἄν ὁ γραμματικός, ὡς ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριάς· ἀλλ’ οὐκ ἔστιν ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ· ἢ ὡς ἐξ ἐναντίου, ὡς ἐκ τοῦ λευκοῦ τὸ μέλαν· οὐκ ἔστι δὲ ἐναντίον τὸ γραμματικὸν τῷ μουσικῷ, ὅ γε καὶ συνυπάρχει αὐτῷ. οὐκ ἄρα τὸ μουσικὸν γραμματικὸν γίνεται. ἐξ ὧν συνάγουσι τὸ οὐ πὰν ἄρα τὸ ὂν η γενόμενον ἐστιν η αιοιον. ετι εἰ μήτε ὁ γραμματικὸς γενόμενος μουσικὸς γραμματικὸς μουσικὸς ἐγένετο [*](4 μόνον LF: om. Α 6 συμπίπτει LF: συμπίπτειν A 8 ἔταξεν LFS: ὡς ἔταξεν Α ε΄ 9 συμβεβηκότος scripsi: συμβεβηκὸς Α: συμβ L 20 ταὐτὸν M Brandis Bonitz: τὸν αὐτὸν ALF 29 Παρεχόμενοι LF οὔτε (post ὄντα) LM: om. Α Comuieat. Arist. I Alex, in Metaph. 29)
450
μήτε ὁ μουσικὸς γενόμενος γραμματικὸς μουσικὸς γραμματικὸς ἐγένετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ γέγονεν ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν γραμματικόν· οὐδεὶς γὰρ καθὸ μουσικός ἐστι γραμματικὸς γίνεται· οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή, ἀλλ’ ἀμφότερα καθὸ ἄνθρωπος. δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι. ἂν ᾖ γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς ὢν γραμματικος, ἐστι δὲ μουσικὸς ὢν γραμματικός. ὁ οὖν λέγων ‘μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ μουσικός ἐστι γραμματικός. περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦν λεγόμενον τὸ ἀίδια αὐτὰ ἢ γενόμενα εἶναι. ἔτι ὡς ἔστι, κατὰ συμβεβηκὸς δὲ ἔστιν, οὕτω καὶ ἐγένετο· ὁ γὰρ μουσικὸς γενόμενος εἰ προϋπῆρχεν ὢν γραμματικός οὐ γὰρ δὴ ἄμφω ἅμα ἐγέ|νετο καὶ γραμματικὸς καὶ μουσικός), κατὰ συμβεβηκὸς [*](416) ὁ γραμματικὸς μουσικὸς ἐγένετο. ὡς οὖν τὰ τοιαῦτα ἔστιν, οὕτω καὶ γίνεται. τὰ μὲν οὖν ὑπὸ τῶν σοφιστῶν τοιαῦτα, ὁ δ’ Ἀριστοτέλης τὸν λόγον αὐτῶν οὕτως ἐξήνεγκεν· ἐρωτῶσι γάρ, φησίν, εἰ πᾶν ὃ ἂν ᾐ, μὴ ἀεὶ δέ, γέγονε, τουτεστιν εἰ πὰν ὅπερ ἤδη ἐστίν, ἦν δέ ποτε ὅτε οὐκ ἦν, ἄρα γέγονεν· εἰ γὰρ πρότερον μὴ ὂν νῦν ἐστι, φανερὸν ὅτι γέγονεν· ὥστε εἰ ὁ Κορίσκος μουσικὸς ὢν γραμματικός ἐστι, πρότερον μὴ ὤν, γέγονεν ὁ μουσικὸς γραμματικὸς καὶ ἔμπαλιν ὁ γραμματικὸς μουσικὸς· κἂν ἄλλο τι ἐρωτῶσι τοιοῦτόν ἐστιν· ὥστε τὸ συμβεβηκός, ὥσπερ λέγομεν, ἐγγὺς τοὐ μὴ ὄντος ἐστίν. ἀλλὰ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων φανερὸν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος. τῶν μὲν γἁρ ἄλλον τρόπον νὄντων, ἤτοι τῶν μὴ κατὰ συμβεβηκὸς ὄντων ἀλλὰ κυρίως ὄντων, ἔστι γένεσις καὶ φθορά, τῶν δὲ κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστι· τὰ ἄρα κατὰ συμβεβηκὸς ὄντα μὴ ὄντα ἐστί. πῶς δὲ τῶν κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστιν αὐτὸς μετ’ ὀλίγον ἐρεῖ, καὶ ἐγὼ ἐκεῖσε γενόμενος ἐρῶ.

[*](p. 1026b24)

Ἀλλ’ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ἐφ’ ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ.

εἰπὼν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος, νῦν λέγει τὴν αἰτίαν τοῦ πῶς, εἰ καὶ τῶν μὴ ὄντων ὄν, ὅλως μετὰ τῶν ὄντων συνηρίθμηται. λέγει δὲ ὅτι εἰ καὶ τῶν μὴ ὄντων τρόπον τινά ἐστιν, ὅμως, ᾗ μὲν ὅλως ὅταν γένηται ἔστι, ἐπὶ τούτῳ λέγεταί ὄν, ᾗ δέ, ὡς ἐρεῖ, τῶν ἐπ’ ἔλαττόν ἐστι καὶ σπανίως γινομένων, ἐστὶ μὴ ὄν. καὶ διὰ τοῦτο οὐδ’ ἔστιν αὑτοῦ ἐπιστήμη· αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τέως τῶν ὡς ἐπὶ [*](1 μήτε—ἐγένετο M: om. ALS 10 γενόμενα L: γινόμενα A 12 ἅμα MS: om. AL καὶ γραμματικὸς καὶ M: om. AL 13 τοιαῦτα iterat Α 18 μουσικὸς ὧν LFS: μουσικὸς ὢν γραμματικὸς ὢν Α 20 et 22 τὸ συμβεβηκὸς LF: τὸ κτὰ συμβεβηκὸς A 21 λεχθησομένων LF 22. 23 τρόπον LF: τρόπων Α 23 ῥῆ LFS: om. Α 26 αὐτὸς LFS: ὁ αὐτὸς Α 31 ὅλως] ὅμως e S coni. Bonitz 33 τούτῳ LF: τὸ οὕτω Α 34 οὐδ’ LF: οὐκ Α)

451
τὸ πολύ εἰσιν. ὅμως, φησίν, λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ καὶ διὰ τίνα αἰτίαν ἔστι, καὶ διὰ τί ἐστί τι τῶν ὄντων καὶ ὅλως ὄν· ἅμα δὲ εἰποῦσι τὴν φύσιν αὐτοῦ δῆλον ἔσται καὶ διὰ τί οὐκ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ λέγει ὅτι ἐπ’ ὄντων τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστίν ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης ὁ ἄνθρωπος ζῷόν ἐστιν· ἐπειδὴ δὲ ἀναγκαῖον λέγεται καὶ τὸ βίαιον, ὡς ἐν τῷ πρὸ τούτου εἴρηται βιβλίῳ, προσέθηκεν οὐ τῆς κατὰ τὸ βίαιον ἀνάγκης· ἀεὶ γὰρ ὁ ἄνθρωπος καὶ ἐξ ἀνάγκης ζῷόν ἐστιν, ἀλλ’ οὐχ ὅτι βία ζῷόν ἐστι, τοῦτό φαμεν, ἀλλ’ ὅτι οὐκ ἐνδέχεται μὴ εἷναι ζῷον), ἐπειδὴ οὖν τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδὲ ἀεί, ὡς ἐπὶ τὸ πολὺ δέ (οὔτε γὰρ ἐξ ἀνάγκης εἰσὶν οἱ πενταδάκτυλοι οὔτε ἀεί, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ), τοῦτο δὴ ἀρχή ἐστι καὶ αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός. τὸ γὰρ τοῦ ὡς ἐπὶ τὸ πολὺ διάλειμμα τοῦτό | ἐστι τὸ συμβεβηκός. ὑπὸ κύνα γὰρ ἀεὶ πνίγους γινομένου εἴ [*](417) ποτε γένηται ψῦχος, τοῦτο δὴ τὸ τὴν συνέχειαν τοῦ ὡς ἐπὶ πολὺ ἐκκόψαν λέγει συμβεβηκός, καί φαμεν ὅτι συνέβη ψῦχος ὑπὸ κύνα γενέσθαι. ὥσπερ εἰ νοήσαις γραμμὰς δύο συνεχῶς αὐξομένας, ἀλλὰ τὴν μὲν μίαν ἀεὶ συνεχῶς καὶ ἐπ’ ἄπειρον αὐξομένην, τὴν δὲ λοιπὴν καὶ αὐτὴν μὲν συνεχῶς ἄχρι δέ τινος αὐξομένην, εἶτα στᾶσαν καὶ πάλιν ἀρξαμένην γίνεσθαι· ἡ μὲν οὖν προτέρα ἡ συνεχῶς ἀεὶ γινομένη ἢ αὐξομένη ἀναλογεῖ τῷ ἀεὶ ὄντι καὶ ἀναγκαίῳ, ἡ δὲ λοιπὴ τῷ ὡς ἐπὶ πολὺ γινομένῳ, οὐκ ἀεὶ δὲ ὄντι. ὥστε ἄν ὑπὸ κύνα χειμὼν γένηται ἢ ψῦχος, φαμὲν ὅτι συνέβη χειμῶνα ἢ ψῦχος γενέσθαι, ἄν δὲ ἀλέα ἢ πνῖγος, οὔ φαμεν ὅτι συνέβη· ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ὑπὸ κύνα πνῖγος γίνεται. ἀλλὰ καὶ τὸ ὑγιάζειν τὸν οἰκοδόμον συμβεβηκὸς λέγει· οὔτε γὰρ ἀεὶ ὁ οἰκοδόμος ὑγιάζει οὔθ’ ὡς ἐπὶ τὸ πολύ· οὐ γὰρ πέφυκεν ὁ οἰκοδόμος ὑγιάζειν ἀλλ’ ὁ ἰατρός. ἀλλὰ καὶ ὁ ὀψοποιός, ἡδονὴν ποιῆσαι διὰ τῶν βρωμάτων στοχαζόμενος, ποιήσειεν ἄν τινι τὸ τοιόνδε βρῶμα ὑγιεινὸν κατὰ συμβεβηκός· συνέβη γὰρ ὑγίειαν ποιῆσαι τὸ τοιόνδε βρῶμα. καὶ τρόπον μέν τινα ποιεῖ ὑγιεινόν, ἁπλῶς δ’ οὔ· ᾗ μὲν γὰρ ὑπὸ τοῦ ὀψοποιοῦ γέγονεν ἡ τοιάδε τροφὴ δι’ ἧς ὑγίανεν ὁ νοσῶν, ἐποίησεν ὑγιεινὸν ὁ ὀψοποιός· ᾗ δὲ οὐ τοῦ ποιῆσαι ὑγιεινὸν ἐστοχάζετο ἀλλὰ μόνον ποιητικὸν ἡδονῆς, οὐ ποιεῖ ὑγιεινόν. καὶ τῶν μὲν ἄλλων, ἤτοι τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐξ ἀνάγκης, εἰσὶν αἰτίαι καὶ δυνάμεις ποιητικαὶ ὡρισμέναι, τῶν δὲ κατὰ συμβεβηκὸς γινομένων οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη. τοῦ γὰρ ἐντυχεῖν ὅπερ ἐπόθεις καὶ πάλαι ἐζήτεις βιβλίον οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη, ἀλλ’ αἴτια μυρία ἄν εἴη· καὶ γὰρ τὸ εἰς ἀγορὰν ἐλθεῖν καὶ τὸ διώκεσθαι ἢ διώκειν καὶ ἄλλα μυρία· τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων ἢ γινομένων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς καὶ ἀόριστα. ὥστε ἐπεὶ οὐ [*](1 τὸ LF: om. Α φησίν LF: φησὶν ὅτι A 3 ἐστί τι LF: τι om. Α 6. 7 ἐν τῷ πρὸ τούτου — βιβλίῳ] Δ 5 p. 1015 a 26 10 οὖν τὰ LFS: αὗτα A 11 δέ LFS: om. A 15 τοῦ LF: αὐτοῦ A 16 λέγει AL: λέγεται F: appellabitur S 28 post συμβεβηκός add. si forte cibum eiusmodi condiverit, qui possit valetudinem restituere S 29*)
452
πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ὄντα ἢ γινόμενα, ἀλλ’ εἰσὶ τὰ πλεῖστα τῶν ὡς ἐπὶ πολύ, φησὶν εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν· ἐπεὶ γὰρ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολύ ἐστι λευκὸς ὁ ἄνθρωπος, ἀλλὰ γίγνεταί ποτε, κατὰ συμβεβηκός ἐστιν· ἢ μᾶλλον ἐπειδὴ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται θησαυροῦ εὕρεσις, κατὰ συμβεβηκός ἐστιν. εἰ δ’ οὐ λέγει τις τὴν θησαυ- ροῦ εὕρεσιν καὶ τὰ τοιαῦτα κατὰ συμβεβηκὸς ὄντα, ἐξ ἀνάγκης αὐτὰ ἐρεῖ· καὶ ἔσονται πάντα ἐξ ἀνάγκης. ἀλλὰ τῶν ἐξ ἀνάγκης ὄντων καὶ τὰ αἴτια ὡρισμένα, τούτων δ’ οὐδενός ἐστι τὸ αἴτιον ὡρισμένον. ἄλλως τε δέδεικται κἀν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας ὅτι οὐ πάντα ἐξ ἀνάγκης εἰσὶν ἀλλ’ ἔστι | τὸ ἐνδεχόμενον. ἀλλὰ τί αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός; [*](418) ἡ ἡ ὕλη ἡ ἐνδεχομένη ἄλλως ἔχειν παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ. ἐπειδὴ γὰρ ἡ ὕλη αὕτη μὲν ἐπιτηδεία γέγονε δέξασθαι τὸ γενέσθαι τουτουσὶ πενταδακτύλους, αὕτη δ’ οὔ, καὶ ἔχει τοιαύτην φύσιν τοῦ ποτὲ μὲν τοῦτο δύνασθαι, τὸ πενταδακτύλους γίνεσθαι, ποτὲ δὲ καὶ ἄλλως, ἤτοι τὸ τετραδάκτυλον ἢ ἑξαδάκτυλον ἡ ἄλλον τινὰ ἀριθμόν, αὕτη ἐστὶν ἡ αἰτία τοῦ ὑπάρχειν τὸ συμβεβηκός. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ συμβεβηκός, δίδωσιν ἡμῖν μέθοδον ἢ κανόνα, πῶς ἂν ἀποδεικνύοιμεν ὅτι ἔστι τὸ συμβεβηκός. καί φησιν ὅτι εἰ μέλλοι τις δεικνύναι ὅτι ἔστι τὸ συμβεβηκός, ὡς ἀρχὴν λαμβανέτω τὸ εἶναί τι παρὰ τὸ ἀεὶ καὶ ὡς ἐπὶ τὸ πολύ. τοῦτο δὲ λάβοι ἄν, εἴπερ ἐρωτᾶ τὸν προσδιαλεγόμενον, ἀρά γε ἔστι τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἀεί, ἢ οὔ; ἐκεῖνος δὲ ὑπὸ τῆς ἐναργείας πειθόμενος πάντως δώσει τὸ εἶναί τι παρὰ ταῦτα· τοῦτο δέ ἐστι τὸ ὁπότερον ἔτυχεν ἤτοι τὸ συμβεβηκός. τοῦτο εἰπὼν ἐρωτᾷ πότερον τὸ μὲν ὡς ἐπὶ τὸ πολύ ἐστιν ἐν τοῖς οὖσι, τὸ δὲ ἀεὶ καὶ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἢ ἔστιν ἄττα ἀίδια, ὥσπερ καὶ ἐπὶ τὸ πολύ; καὶ ἐρωτήσας ἀποκρίνεται ὅτι περὶ τούτων ὕστερον ἔσται ἐπισκέψασθαι· καὶ ἐρεῖ ἐν τῷ Κ μὲν ἀμυδρότερον τῆσδε τῆς πραγματείας, τελείως δὲ ἐν τῶ Λ.

ταῦτα εἰπὼν λέγει ὅτι φανερόν ἐστιν ἐκ τούτων ὡς τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη. αἱ ἐπιστῆμαι γὰρ ἢ τῶν ἀεί εἰσιν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, καὶ δεῖ ὧν ἐστιν ἐπιστήμη ὡρίσθαι ταῦτα καὶ ἐν αὐτοῖς εἶναι, λέγω δὴ ἢ ἐν τῷ ἀεὶ ἢ ἐν τῷ ὡς ἐπὶ τὸ πολύ, καὶ μὴ ὑπερβαίνειν αὐτά. τὸ γὰρ ὑπὲρ αὐτὰ τὸ συμβεβηκός ἐστιν· οἷον διδάξει τίς τινα ὅτι τὸ μελίκρατον τῷ πυρέττοντι ὠφέλιμόν ἐστιν, ὅτι ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖ τοὺς πυρέττοντας· τὸ δὲ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐχ ἕξει διδάξαι, ὅτι τῇ νουμηνίᾳ φέρε ἔσται ὠφέλιμον· τοῦτο γὰρ ἐπ’ ἔλαττον γίνεται. οὐ γὰρ ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖται ὁ ἐν τῇ νουμηνίᾳ τὸ μελίκρατον πίνων, ἀλλὰ μᾶλλον διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ πίνων ὠφελεῖσθαι συμβαίνει εἶναι καὶ τῇ νουμηνίᾳ ὠφέλιμον. ὥστε καὶ ἔμπαλιν τὸ ἐν τῇ νουμηνίᾳ ὠφέλιμον ἢ ἀεί [*](2 τό ὡς κατὰ LF 7 ὄντων LF: om. A 8 οὐδενός LFS: οὐδέν Α 9 Περὶ ἑρμηνείας] c. 9 12 γέγονε LF: om. Α 20 παρὰ τὸ LF: παρὰ τὰ Α 24 ὥσπερ καὶ τὸ ὡς ἐπὶ LF 30 δεῖ LFS: δι’ Α 31 ἢ ἐν τῷ ἀεὶ ἢ ἐν τῷ LF: ἐν τῷ ἀεὶ ἢ A 36. 37 ἀλλὰ — πίνων LFS: om. Α 37 fort. πίνοντα)

453
ἐστιν ὠφέλιμον ἢ ὡς ἐπὶ τὸ πολύ. τὸ δὲ συμβεβηκός ἐστι παρὰ τὸ καὶ τὸ ὡς ἐπὶ τὸ πολύ· ὥστε τοῦ συμβεβηκότος ἐπιστήμην οὐκ ἔχομεν.

[*](p. 1027a26)

Τί μὲν οὗν ἐστι τὸ συμβεβηκὸς καὶ διὰ τίνα αἰτίαν καὶ ὅτι ἔπιστήμη οὐκ ἔστιν αὐτοῦ εἴρηται.

Εἰπὼν τίς ἡ φύσις τοῦ συμβεβηκότος ὅτι τὸ ἐπίσης καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι διὰ τὴν ὕλην τὴν δυναμένην καὶ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως ἔχειν, καὶ ὅτι ἐπιστήμη (??) οὐκ ἔστιν αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τῶν ὡς ἐπὶ τὸ πολύ εἰσι, τοῦτο δὲ παρὰ ταῦτα εἴρηται), ἐπιφέρει |

[*](p. 1027a29)

Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια ἄνευ τοῦ γίγνεσθαι [*](419) φανερὀν.

Πρόκειται αὐτῷ δεῖξαι ὅτι τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκός εἰσι, καὶ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὗκ εἰσιν, ὥσπερ καὶ αἱ ἁφαὶ καὶ τὰ νῦν τὰ τῶν χρόνων πέρατα. ὡς γὰρ αἱ ἁφαὶ καὶ τὰ νῦν ἄνευ γενέσεως εἰσι καὶ πάλιν ἄνευ φθορᾶς οὔκ εἰσιν, οὕτω καὶ τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς ὄντα ἄνευ τοῦ γίνεσθαί εἰσι καὶ ἄνευ τοῦ φθείρεσθαι οὔκ εἰσιν. ἡ γὰρ οἰκοδομηθεῖσα οἰκία τῷ μέν ἐστιν ἡδεῖα τῷ δὲ βλαβερά, καὶ τῷδε μὲν τῷ γειτονοῦντι σκιὰν ποιεῖ τῷδε δὲ οὐ ποιεῖ. ὁ μὲν οὖν οἰκοδόμος, ὅς ἐστι καθ’ αὑτὸ ἀρχὴ καὶ αἴτιον τῆς οἰκίας, καὶ τοῦ συμβάντος τῇ οἰκίᾳ ἢ τοῦ λυπηρὰν εἶναι ἢ τοὺ σκιάζειν αἴτιος μέν ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός· ὥστε ὁ οἰκοδόμος ὡς μὲν αἴτιος τῆς οἰκίας γέγονε διὰ γενέσεως ἤτοι μαθήσεως εἰς τὸ εἶναι οἰκοδόμος ἤχθη), καὶ φθείρεται πάλιν ὡς αἴτιος τῆς οἰκίας. ἐπεὶ γὰρ συνέβη τῷ οἰκοδόμῳ τῷ αἰτίῳ ὄντι καθ’ αὑτὸ τῆς οἰκίας γενέσθαι αἰτίῳ καὶ τοῦ σκιάζειν αὐτὴν τὸν γείτονα ἢ λυπεῖν, ἔστι μὲν αἴτιος καὶ τοῦ σκιάζειν αὐτήν, ἀλλ’ οὐ διὰ γενέσεως καὶ μαθήσεως εἰς τοῦτο ἤχθη, ὥσπερ εἰς τὸ εἶναι οἰκοδόμος. ὡς γὰρ ἐκ μὴ ἀνθρώπου διὰ γενέσεως εἰς τὸ εἶναι ἄνθρωπος ἤχθη, οὕτω καὶ ἐκ μὴ οἰκοδόμου διὰ γενέσεως τινος καὶ μαθήσεως καὶ ὅλως χρονικῆς παρατάσεως εἰς τὸ εἶναι οἰκοδόμος καὶ δύνασθαι ποιεῖν οἰκίαν ἧκεν· εἰς δὲ τὸ τῷ μὲν ἡδεῖαν εἶναι τὴν οἰκίαν, τῷ δὲ λυπηράν, οὐδαμῶς διὰ τοιούτου τινὸς ἧκεν. ὅλως γὰρ οὐδ’ ἐσπούδασεν οὐδ’ ἐφρόντισε περὶ τούτου ὥσπερ περὶ τοῦ ποιεῖν οἰκίαν, ἀλλ’ ἀχρόνως συνέβη αὐτῷ τὸ γίνεσθαι αἴτιον αὐτὸν τοῦ λυπεῖν τὴν οἰκίαν. διὰ γὰρ τὸ τὸν λυπηθέντα οὕτω διακεῖσθαι ὥστε ῥᾳδίως καὶ ὑπὸ τῶν τυχόντων πάσχειν, ἐπὶ τούτῳ γέγονεν ὁ οἰκοδόμος ὁ ταύτην ποιήσας αἴτιος τοῦ λυπηρὰν αὐτὴν εἶναι, ἐπεὶ εἴ τις ἕτερος τῶν [*](2 τοῦ M: οὗ Α et omisso ὥστε LF 9 fort. ὡς εἴρηται 10 αἴτια γεννητὰ καὶ φθαρτὰ ἄνευ τοῦ Metaph. 14 ὥσπερ καἰ LF: ὥσπερ γὰρ A 14. 15 ὡς γὰρ — τὰ νῦν LF: om. Α 16 γίνεσθαί εἰσι LS: γίνεσθαι φησί Α 20 post καὶ add. οἷον οἰκοδόμος A 22 post σεως addendum γὰρ ἤτοι μαθήσεως L: post ἤτοι add. δὲ A 23 post οἰκίας videtur tale quid excidisse ὡς δὲ αἴτιος τοῦ συμβάντος τῇ οἰκίᾳ οὐ γέγονεν)

454
ὑγιεινῶς διακειμένων εἰσέλθοι, οὐκ ἄν λυπηθείη. καὶ περὶ τούτου ἐρεῖ πάλιν ἐν τῷ Κ ταύτης τῆς πραγματείας. ὥσπερ δὲ αἴτιος ὢν καθ’ αὑτὸ ὁ οἰκοδόμος τῆς οἰκίας διὰ γενέσεως τοῦτο ἐγένετο, οὕτως πάλιν ὡς μὲν αἴτιος τῆς οἰκίας διὰ φθοράς φθαρήσεται, καὶ ὡς ἀχρόνως αἴτιος γέγονε τοῦ λυπηρὰν αὐτὴν εἶναι, οὕτω πάλιν καὶ ἀχρόνως φθείρεται. αὐτὸς δὲ δείκνυσι τοῦτο πρότερον μὲν ὡς ὁμολογούμενον λαβὼν ὅτι ὧν τὰ αἴτια καὶ αἱ ἀρχαὶ διὰ γενέσεως γέγονε, ταῦτα ἐξ ἀνάγκης ἐστίν. εἰ οὖν ὧν τὰ αἴτια, ὥσπερ ἐπὶ τῆς οἰκίας, διὰ γενέσεως | γέγονε, ταῦτα ἐξ ἀνάγκης [*](420) εἰσίν, ἅπερ ἄρα οὐκ ἐξ ἀνάγκης εἰσί, τούτων τὰ αἴτια ἄνευ γενέσεως εἰσι καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν. εἰ γὰρ μὴ τοῦτο, φησί, τουτέστιν εἰ μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκός ἐστι καὶ γενητὰ καὶ φθαρτὰ τυγχάνει ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, ἀλλ’ ἀναγκαῖά ἐστι καὶ καθ’ αὑτὸ τὰ αἴτια αὐτῶν, καὶ γενητὰ καὶ φθαρτὰ διὰ γενέσεως καὶ φθορᾶς, εἰ οὖν μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκὸς ἀλλ’ ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται· κεῖται γὰρ ὅτι ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης. ἀλλ’ εἰ τοῦτο, πάντα ἐξ ἀνάγκης ἔσται, ὅπερ ἀδύνατον. ὅτι δὲ ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης εἰσὶ δῆλον. τῆς γὰρ οἰκίας τῆς οἰκοδομουμένης ἡ τῆς ἣν ᾠκοδόμησεν αἴτιος ὢν ἐξ ἀνάγκης καὶ καθ’ αὑτὸ ὁ οἰκοδομῶν καὶ ὃς ᾠκοδόμησεν, ὅταν οἰκοδομῆται ἐξ ἀνάγκης ἐστὶ καὶ ὁ οἰκοδομῶν, καὶ τοῦ οἰκοδομοῦντος ὄντος ἐξ ἀνάγκης οἰκοδομεῖται, καὶ ἡ ἤδη οὖσα οἰκία ἐξ ἀνάγκης ᾠκοδομήθη. τὸ γὰρ ὂν ὅτε ἔστιν ἐξ ἀνάγκης ἔστιν. ἐπειδὴ δέ ἐστιν ἡ οἰκία ἐξ ἀνάγκης, ἕπεται αὐτῇ τὸ οἰκοδομηθῆναι· εἰ γὰρ μὴ ᾠκοδομήθη, οὐκ ἄν ἦν. πάντα δή, φησίν, ἐξ ἀνάγκης ἔσται, εἰ τοῦ γινομένου καὶ φθειρομένου μὴ κατὰ συμβεβηκὸς ἀνάγκη αἴτιόν τι εἶναι. δεῖ δὲ προσυπακούειν τὸ παντός, ἴνα ᾖ, εἰ παντὸς τοῦ γιγνομένου καὶ τοῦ φθειρομένου μὴ κατὰ συμβεβηκὸς αἴτιόν τι ἀνάγκη εἶναι. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· εἰ πάντων τῶν γινομένων καὶ φθειρομένων οὐκ ἔστιν αἴτιον κατὰ συμβεβηκός, ἵνα ἐκ τούτου ὑπάρχῃ τινὰ γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, ἤτοι ἄνευ γενέσεως καὶ φθορᾶς, ἀλλ’ ἐστὶ παντὸς τοῦ γινομένου καὶ φθειρομένου τὸ αἴτιον καθ’ αὑτό, ἐξ ἀνάγκης πάντα ἔσται καὶ οὐδὲν ὅλως ἔστι συμβεβηκός. ὧν γάρ, ὡς πολλάκις εἴρηται, τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἀναγκαῖα.

ταῦτα εἰπὼν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι ἔστιν αἴτια κατὰ συμβεβηκὸς ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, καί φησι πότερον ἔσται τοδὶ ἢ οὔ; οἷον εἰ παρακαθημένων μένων τὴν πόλιν πολεμίων λέγομεν πότερον ἔσται τοδὶ ἢ οὔ, ἤτοι πότερον ἀποθανεῖται Νικόστρατος ἢ οὔ; φαμὲν ὡς ἐὰν τοδὶ γένηται, τουτέστιν εἴπερ ἐξέλθῃ καὶ κρατηθῇ ὑπὸ τῶν πολεμίων, θανεῖται· ἐστὶ δὴ αἴτιον τοῦ θανεῖν αὐτὸν τὸ ἐξελθεῖν. τοῦ δ’ ἐξελθεῖν πάλιν ἐστὶν αἴτιον τὸ πιεῖν ὕδωρ, τούτου δὲ τὸ διψῆσαι, τοῦ διψῆσαι δὲ τὸ δριμέα φαγεῖν, τοῦτο δὲ κατὰ συμβεβηκός ἐστιν αἴτιον καὶ οὐ καθ’ [*](8 διὰ γενέσεως γέγονε A2LFS: in lac. om. A1 15. 16 κεῖται — ἔσται LFS: om. Α 21 ἡ LS: εἰ Α 35 παρακαθημένων LF: προκαθημένων Α 36 ὡς LF: om. Α 37 ἐξέλθῃ F: ἐξέλθοι AL)

455
αὑτὸ· ἐνδέχεται γὰρ διψῆσαι καὶ ᾶνευ τοῦ δριμέα φαγεῖν· καὶ γὰρ ἐκ τοῦ | πολλὰ κινηθῆναι καὶ ἐκ τοῦ πλεῖστον οἶνον πιεῖν καὶ ξ ἄλλων πολλῶν. [*](421) εἰ δ’ ἣν τὸ τὰ δριμέα φαγεῖν τοῦ διψῆσαι καθ’ αὑτὸ αἴτιον, εἰ μὴ ἔφαγε δριμἰ οὐκ ἂν ἐδίψησεν , ὥσπερ εἰ μὴ ἔστιν οἰκοδόμος οὐκ ἔσται οἰκία· νῦν δὲ καὶ ἄνευ τοῦ φαγεῖν τὰ δριμέα διψῇ· οὐκ ἔστιν ἄρα κα0 αὗ αἴτιον τοῦ διψῆσαι τὸ φαγεῖν ταῦτα. γέγονε δὴ τὸ διψῆσαι, αἴτιον ὂν καὶ αὐτὸ τοῦ ἐξελθεῖν, ἄνευ γενέσεως. εἰ μὲν γὰρ ὑπέκειτό τις ὕλη τῇ δέψῃ, ἥτις ἀλλοιουμένη γίνεται ὅπερ ἡ δίψα, ὥσπερ τὸ καταμήνιον ἀλλοιούμενον γίνεται ὅπερ τὸ ζῷον, τότε ἢν εἰκός μᾶλλον δ’ ἀναγκαῖον λέγειν ὅτι διὰ γενέσεως ἡ δίψα γέγονεν· ἐπεὶ δὲ οὐ τοῦτο γίνεται, οὐκ εἰκός ἐστι τοῦτο λέγειν. ἀλλὰ πῶς ὅλως γίγνεται; ἢ γινομένων τινῶν περὶ τὸ σῶμα πα. θῶν ἐπιγ ίνεται αὐτοῖς ἀχρόνως ἡ δίψα ὥσπερ καὶ τὸ εἶὸος τ -ἱι ὕλῃ. εἰπὼν οὖν ὅτι ἐάν γ ε τὸ δὶ γένηται, εἰ δὲ μ ἡ, οὓ, τοῦτο δ ἄν ἄλλο, ἐπήγαγε καὶ οὕτω δῆλον ὅτι ἁεἰ χρόνου ἀφαιτουμένου ἀπὸ πεπερασμένου ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν ἀναλυομένου τοῦ χρόνου τοῦὸε εἰς τόνδε καὶ τοῦδε εἰς τόνδε ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν εἰς ὃ νῦν ὑπάρχει, ποῦ δὲ ὑπάρχει ὁ διψῶν, ὸηλονότι εἰς τὸ διψῆν. εἶτα καὶ παράδειγμα τοῦ ἀποθανεῖν βία τίθησι τὸ ἄν ἐξέλθῃ. τοῦ δὲ ἀποθανεῖν νόσῳ οὐ τίθησιν, ἡμεῖς δ’ ἐροῦμεν μετ’ ὀλίγον, ὅταν πάλιν αὐτοῦ μν ἡσθῇ· μνησθήσεται γάρ. εἰπὼν οὗν ὅτι καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, ἐπήγαγε παράδειγμα τοῦ εἰς ὃ νὺν ὒ πάρχει τὸ ἀποθανεῖται εἰ ἐξέλθοι· τοῦτο δὲ ἄν ἄλλο· καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, καὶ τοῦτο εἰπὼν προστίθησι τὸ ἢ εἰς τῶν γεγονότων τι. δοκεῖ δὲ τὸ ἑπόμενον παρά̣δειγμα, τὸ οἷον ἐὰν διψήσῃ· τοῦτο δὲ εἰ ἐσθίει δριμέα, τοῦ ἢ εἰς τῶν γ εγονότων τι εἶναι, οὐκ ἔστι δὲ αὐτοῦ, ἀλλὰ τοῦ προτέρου ἐστὶ καὶ τοῦτο. ὃ δὴ καὶ συννενοηκὼς ἐπαναλαμβάνει πάλιν μετ’ ὀλίγον τὸν λόγον, ἵνα καὶ αὐτοῦ θήσει παράδειγμα, ὅταν λέγῃ ὁμοίως δὲ κἂν ὑπερπηδήσῃ τις εἰς τὰ γενόμενα. τὸ γὰρ γενόμενα καὶ τὸ γενομενων παρεληλυθότων εἰσὶ δηλωτικά. τέως δ οὗν εἰπὼν οἷον ἐὰν διψήσῃ, τοῦτο δ’ εἰ ἐσθίει δριμέα, ἐπήγαγε τοῦτο δὲ τὸ ἐσθίειν δριμέα ἢ ὒ πάρχει ἢ οὐχ ὑπάρχει. τὸ δὲ ὥστε ἐξ ἀνάγκης ἀποθανεῖται ἢ οὐκ ἄπο θάν’ εἶτα ι συμπέρασμά ἐστι τῶν εἰρημένων, ἴσον λέγων τῷ ὥστε τούτων οὕτως ἐχόντων, εἰ μὲν ἐξέλθοι πιεῖν, ἐξ ἀνάγκης ἀποθανεῖται, εἰ δὲ μὴ ἐξέλθοι, οὐκ ἀποθανεῖται. οὕτω ταῦτα εἰπὼν ἐπαναλαμβάνει, ὥσπερ εἴρητα·ι, τὸν λόγον, καὶ τίθησι κα.̀ τῶν γεγονότων παραδείγματα. ὁμοίως δὲ κἂν ἀπὸ τῶν παρεληλυθότων ἄρξηταί τις καὶ πρὸς τὰ μέλλοντα καταντήσῃ, ἀλλὰ μὴ ἀπὸ τῶν μελλόντων, ὥσπερ καὶ πρός προν, | καὶ ἐπὶ τὸν ἐνεστῶτα, τὸ αὐτὸ γενήσεται. ἤδη γὰρ τὸ γεγονὸς [*](422) ὑπάρχει ἔν τινι. εἰ δὴ ἀπὸ τούτου ἀρξόμεθα, ὡς εἴρηται, ἥξομεν ἐπὶ τὸ [*](6 δὴ LFS: δὲ Α 8 ὅπερ ἡ LS: ὥσπερ ἡ Α I.’i τοῦτο δὲ ἂν ἄλλο FS: τούτου δὲ Μο AL 14. 15 ἀπὸ πεπερασμένου LF: oiu. Λ 17 ποῦ δὲ] ὅπου δὲ e v coni. Bonitz διψῆν ^^’ ’• διψᾶν Α 2o προστίθησι S lionitz: καὶ προσθεὶς ALK 29 δ’ οὑν LF: οὖν Λ 38 καὶ ἐπὶ LF: καὶ om. Λ)
456
νῦν, ὅπερ ἔσται κατὰ συμβεβηκὸς αἴτιον. ἀλλὰ τί ποτέ ἐστι τὸ ἤδη γὰρ γεγονὸς γονὸς ὑπάρχει ἔν τινι; ἢ τὸ τὰ στοιχεῖα εἶναι ἐν τῆ ζῶντι· ἐπειδὴ γὰρ ἤδη ζῇ, ὑπάρχει ἐν αὐτῷ τὰ στοιχεῖα. ὅδε οὖν ζῇ, ὅτι τὰ ἐναντία πῦρ καὶ γῆ καὶ τὰ μεταξὺ ἐν τῷ αὐτῷ γέγονε· καὶ εἰ τοῦτο, ἀποθανεῖται. ἐξ ἀνάγκης ἄρα τὸ ἐξ ἐναντίων γεγονὸς ἀποθανεῖται. ἀλλὰ τὸ αἴτιον τοῦ θανάτου ἄδηλον, διότι ἐστὶ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ νόσῳ καὶ βίᾳ ἀποθανεῖν. ἔσται δὴ ὁ λόγος, ἵνα πάλιν ἐπαναλάβωμεν, τοιοῦτος· ὁδὶ ἀποθανεῖται, ὅτι τὰ ἐναντία ἐν αὐτῷ γέγονεν· ἀποθανεῖται δὲ εἰ νοσήσει· ἕπεται γὰρ τοῖς ἐξ ἐναντίων οὖσι διὰ τὴν τούτων μάχην τὸ νοσεῖν· νοσήσει δὲ φέρε εἰπεῖν ὕδρωπα, τοῦτο δὲ ἢν ὕδωρ πίῃ· ὥστε εἰ πίοι ὕδωρ ὕδρωπι περιπεσεῖται, τοῦτο δὲ παθὼν θανεῖται. καὶ ἔστι τὸ ὕδωρ πιεῖν αἴτιον τοῦ ὕδρωπος, ὥσπερ καὶ οὗτος τοῦ θανεῖν; ἀλλ’ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ μὴ πιόντα ὕδωρ ὕδρωπα νοσῆσαι. ταῦτα οὗν ἐστιν ἅπερ ἀνωτέρω ἐπηγγειλάμεθα εἰπεῖν παραδείγματα περὶ τοῦ ὅπως νόσῳ θανεῖται· εἴρηται δὲ ἀνωτέρω καὶ τοῦ βίᾳ, ἦν δὲ τὸ ὑπὸ πολεμίων κρατηθῆναι. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἐπ’ ἄπειρον βαδίζομεν ἄλλο ἄλλου αἴτιον ἀποδιδόντες, ἀλλὰ καταντῶμεν εἴς τι αἴτιον, οἷον τὸ δριμέα φαγεῖν, καὶ ἀρχὴν ἧς οὐκ ἔστιν ἄλλο αἴτιον· καὶ ἔστιν αὕτη ἀρχὴ τοῦ ὁπότερ’ ἔτυχε, λέγω δὴ τοῦ ἀποθανεῖν. εἰ μὲν γὰρ ἐξέλθῃ, θανεῖται, εἰ δὲ μή, οὐ θανεῖται· ἐστὶ δὴ τοῦ ὁπότερ’ ἔτυχεν, ἤτοι τοῦ συμβεβηκότος, καὶ τὸ αἴτιον κατὰ συμβεβηκός· συνέβη γὰρ δριμέα φαγόντα διψῆσαι. ταῦτα εἰπὼν λέγει ὅτι τὸ τοιοῦτον αἴτιον, λέγει δὲ τὸ κατὰ συμβεβηκός, πότερον ὑλικὸν χρὴ λέγειν ἢ τελικὸν ἢ κινητικὸν ἤτοι ποιητικόν; καὶ ἐρωτήσας οὐκ ἐπικρίνει διὰ τὸ δῆλον εἶναι ὅτι τοῖς 25 ποιητικοῖς αἰτίοις συναριθμεῖν αὐτὸ χρὴ καὶ οὐδενὶ τῶν ἄλλων.

[*](p. 1027b17)

Περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω· διώρισται γὰρ · τὸ δὲ ὡς ἀληθὲς ὄν.

Εἰπὼν περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ὅσα εἰκὸς ἦν εἰπεῖν ὡς πρὸς τὴν παροῦσαν χρείαν λέγει ὅτι τὸ μὲν κατὰ συμβεβηκὸς ὂν ἀφείσθω· ἱκανῶς γὰρ περὶ τούτου διώρισται. ἐπεὶ δὲ λέγεται καὶ τὸ ἀληθὲς ὂν καὶ τὸ ψεῦδος μὴ ὄν, λέγει ὅτι παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν. ὅταν γὰρ τὸ ὑπάρχον τινὶ συνθῶμεν αὑτῷ, οἷον εἰ τὸ καθῆσθαι ὑπάρχει Σωκράτει καὶ λέγομεν ὅτι Σωκράτης κάθηται, τουτὶ ὂν λέγεται ἀληθὲς ὄν, διὰ τὸ τὸ ὑπάρχον συνθεῖναι | ἤτοι κατηγορῆσαι τοῦ ὑποκειμένου. εἰ δὲ καθημένου [*](423) λέγομεν ὅτι οὐ κάθηται, ψεῦδος· ὂν μὴ ὂν λέγεται, διὰ τὸ ψευδῶς διελεῖν ἤτοι ἀποφῆσαι τοῦ Σωκράτους τὸ καθῆσθαι. ἐπειδὴ οὖν παρὰ σύνθεσιν [*](1. 2 ἤδη — ὑπάρχει MS Bonitz: γὰρ et ὑπάρχει om. ALF 4 ἐν τῷ αὐτῷ LFS: αὐτῷ om. Α 7 ἐπαναλάβωμεν LF: ἐπαναλαμβάνῃ ὁ Α 8 ἐν τῷ αὐτῷ LF, fort. recte 9 ἐναντίων LFS: ἐναντίον Α 14 εἰπεῖν] αὐτὸν ἐρεῖν L 18 ἄλλο LF: om. A 22. 23 λέγω δὴ LF 27 διώρισται in lac. om. Α ἱκανῶς addidi coll. 11. 29. 30 29 ὃν LF: om. A ἀφείσθω LFS: om. Α 31 post ὅτι add. ἐπειδὴ LF παρὰ LF: περὶ Α 32 τινὶ LFS: om. A καὶ M Bonitz: om. AL 35 διελεῖν LS: διελθεῖν Α 36 παρὰ LF: περὶ Α)

457
καὶ διαίρεσίν ἐστι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος, τὸ δὲ σύν ὀλὸν, τουτέστιν ὡς ἁπλῶς εἰπεῖν τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὄν, περὶ μερισμόν ἐστιν ἀντιφάσεως· τὸ μὲν γὰρ ἀληθὲς ὂν ἔχει τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ, ἤτοι τὸ ἀληθὲς ὂν συνίσταται, ὅταν τὸν κατηγορούμενον ἀληθῶς συνθῶμεν, καθ’ οὗ κατηγορεῖται, τὸ δὲ ὡς ψεῦδος μὴ ὄν ἐστιν, ὅταν ψευδῶς ἀπὸ τοῦ ὑποκειμένου διαιρῶμεν, καὶ ὅλως τὸ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν εἰσάγει, τουτέστι θάτερον μόριον τῆς ἀντιφάσεως ἐστιν. ἀλλὰ τὸ μὲν ὡς ἀληθὲς ὄν ἐστιν, ὅταν ἀληθῶς συνάπτωμεν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, τὸ δὲ ψεῦδος τοὐναντίον εἰ δ’ ἔστιν ἄττα ἅπερ χωρὶς λεγόμενα δύναται καὶ ἅμα νοεῖσθαι, ὡς τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν ταῦτα γὰρ· καὶ χωρὶς λεγόμενα δύναται καὶ ὡς ἓν νοεῖσθαι), περὶ τούτου, φησίν, ἄλλος λόγος. ἐρεῖ γὰρ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ, καὶ ἐπὶ τούτῳ νῦν ὑπερτίθεται τὴν τούτου ζήτησιν. εἰπὼν δὲ πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς συμβαίνει νοεῖν ἄλλος λόγος, ἑρμηνεύει πῶς τὸ ἅμα καὶ χωρὶς εἴρηκε λέγων λέγω δὲ τὸ ἄμα καὶ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ’ ἕν τι γίγνεσθαι. τουτέστιν οὐχ ἅμα μὲν λέγω τὰ ἐφεξῆς, ὥσπερ ἡ Ἰλιάς ἐφεξῆς γὰρ τῷ α΄ τὸ β΄ καὶ τὰ λοιπὰ ὁμοίως), μὴ ἅμα δὲ τὰ μὴ ἐφεξῆς, ἀλλὰ τὰ μὲν δυνάμενα ἓν γίνεσθαι λέγω ἅμα, τὰ δὲ μὴ δυνάμενα μὴ ἅμα. εἰπὼν δὲ ἀνωτέρω ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, καὶ μεταξὺ ἐπεμβαλών τινα, ἐπήγαγε τὴν αἰτίαν τοῦ ὅπως παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστι τό τε ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος διὰ τοῦ οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. ὥστε ἡ τοῦ λόγου συνέχεια τοιαύτη τίς ἐστι· τὸ δὲ ὡς ἀληθὲς ὃν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν· οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. εἰ γὰρ μὴ πάθος τι τῆς ἡμετέρας διανοίας καὶ παρὰ σύνθεσιν ἢ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ ἐν τοῖς πράγμασιν ἦν, ὡς αὐτός φησι, τῷ μὲν ἀγαθὸν εἰπεῖν εὐθὺς ἔδει λέγειν ἀληθές, καὶ ἦν ἂν τὸ ἀγαθὸν ἀληθές, [*](424) τῷ δὲ κακὸν ψεῦδος. καὶ ἔμπαλιν, τῷ μὲν κακὸν εἰπεῖν εὐθὺς ἀληθὲς ἔδει λέγειν, τῷ δὲ ἀγαθὸν ψεῦδος. ἀλλὰ μὴν οὔτε ἀγαθὸν εἰπόντες ἀληθὲς λέγομεν ἢ ψεῦδος, οὔτε κακόν. οὐκ ἄρα ἐν τοῖς πράγμασι τὸ ἀληθὲς καὶ τὸ ψεῦδός ἐστιν, ἀλλ’ ἐν τῇ διανοίᾳ. οὐ μόνον δ’ ἐν τοῖς πράγμασιν οὐκ ἔστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ οὐδ’ ἐν τοῖς ἁπλοῖς τοῖς ἐν τῇ διανοίᾳ, ἁπλᾶ λέγων τὰ πράγματα αὐτὰ καθ’ αὑτὰ νοούμενα ἄνευ συνθέσεως καὶ διαιρέσεως. ταῦτα εἰπὼν ἀποδίδωσι τὸν λόγον, λέγων ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ἴσον λέγων τῷ ἐπειδὴ εἴρηται ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὂν παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, ὅσα δὴ περὶ τὸ οὕτως ὄν, ἤτοι τὸ ὡς ἄλη θές, [*](1 ἀληθὲς S: ἀληθῶς ALF 2 ὡς ἁπλῶς M: καὶ ἀπλῶς ALF 2. 3 καὶ τὸ — ὂν (ante ἔχει) LFS: om. Α 3 ἀληθὲς scripsi: ἀληθῶς LF 8 ἀληθὲς LS: ἀληθῶς AF 10 νοεῖσθαι S: νοῆσθαι L: νοῆσαι Α 13 ἐν τῷ μετὰ τοῦτο βιβλίῳ] Z 12 14 τὸ χωρὶς M Bonitz: om. ALF 17 οὐχ LFS: om. Α λέγω LFS: λέγων Α 38 τὸ ὡς ἀληθὲς F: τὸ om. AL)
458
καὶ τὸ μὴ ὂν ὡς ψεῦδος θεωρῆσαι δεῖ, ὕστερον ἐπισκεπτέον. ἐπεὶ δ’, ὡς δέδεικται, ἡ συμπλοκή ἐστι καὶ ἡ διαίρεσις ἐν τῇ διανοία ἀλλ᾿ οὐκ ἐν τοῖς πράγμασι, συμπλοκὴν καὶ διαίρεσιν λέγων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ δ’ οὕτως, ἤτοι τὸ ὡς ἀληθές, τὸ παρὰ σύνθεσιν καὶ διαίρεσιν, ἕτερον ὄν ἐστι τῶν κυρίως ὄντων, κυρίως ὄντα λέγων τὰς ἀτόμους οὐσίας, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ· περὶ γὰρ τῶν νοητῶν ἄλλος λόγος. εἶτα καὶ πῶς ἕτερόν ἐστι τὸ ὡς ἀληθὲς ὂν τῶν κυρίως ὄντων λέγει. ἢ γάρ, φησίν, ἡ διάνοια τὸ τί ἐστι καὶ οὐσίαν μετὰ οὐσίας συνάπτει ἢ διαιρεῖ, ἢ πάλιν ποιὸν μετὰ οὐσίας ἢ ποσὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, τὸ μὲν ὡς συμβεβηκὸς ὄν, ἐπειδὴ ἱκανῶς εἴρηται περὶ αὐτοῦ, ἀλλὰ μὴν καὶ τὸ ὡς ἀληθές ῥηθήσεται γάρ) νῦν ἀφετέον. αὐτὸς δὲ τοῦ ταῦτα νῦν παραλιπεῖν αἰτίαν ἀπέδωκε τὸ τὸ γἁρ αἴτιον τοῦ μὲν κατὰ συμβεβηκὸς ὄντος ἀόριστον, τῶν δ’ ἀορίστων οὐ φροντιστέον· τὸ δ’ ὡς ἀληθὲς ὄν τι πάθος ἐστὶ καὶ βούλημα διανοίας, τὸ δὲ ζητεῖν τὸ ἑκάστω δοκοῦν οὐ σφόδρα ἀναγκαῖον. ἄλλως τε καὶ ἀμφότερα περὶ τὸ λοιπὸν γένος ὄντα τοῦ ὄντος. λέγοι δ’ ἄν λοιπὸν τοῦ ὄντος γένος τὸ κυρίως ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκός. καὶ ἐπεὶ περὶ τὸ λοιπὸν τοῦ ὄντος εἰσὶ γένος, καὶ οὐ δηλοῦσι φύσιν τινὰ ἔω οὖσαν καὶ ὑπερεκπίπτουσαν τὸ ὂν ἀλλ’ ὑπ’ αὐτό εἰσιν, ἡ δὲ ζήτησίς ἐστι περὶ τὰ αἴτια τοῦ ὄντος ᾗ ὄν, δῆλον ὡς καὶ περὶ αὐτῶν ἐστι, καὶ οὐ χρεία ἀποτεμόντας ἰδίᾳ περὶ αὐτῶν σκοπεῖν. τότε γὰρ ἂν τοῦτο ἐποιοῦμεν, εἴπερ περὶ τοῦ ὄντος ᾗ ὂν ζητοῦντες ταῦτα οὐκ ἦν ὑπ’ αὐτό· ἐπειδὴ δ’ εἰσίν, ἀφετέον καὶ τὰ αἴτια τοῦ ὄντος ζητητέον. τὸ δὲ ὂν ὅτι πολλαχῶς λέγεται εἴρηται, ὅτε διωρισάμεθα ποσαχῶς ἕκαστον λέγεται. |

[*](12 τοῦ τὸ ταῦτα LF 14 τι πάθος corr. L2: τὸ πάθος AFL1 16 τὸ λοιπόν LFS: τὸ ταὐτὸν Α 17 ἀλλὰ τὸ οὐ κατὰ LF 19 ἡ δὲ Μ: ἠ δὲ L2: εἰ δὲ ἡ ASL1)
459
[*](425)[*](p. 1028a10)

Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ πόσα χῶς.

ἐπειδὴ ἐν ἅπαντι τῷ παρόντι βιβλίῳ καὶ τῷ μετὰ τοῦτο περὶ ὁρισμῶν ποιεῖται τὸν λόγον, ὡς δὲ ἐρεῖ τῶν συμβεβηκότων κυρίως ὁρισμοὶ οὔκ εἰσιν, ἀλλ’ εἴπερ ἄρα, κατὰ συμβεβηκός· ὡς γὰρ τοῦ ὄντος μετειλήχασιν οὕτω καὶ ὁρίζονται καί εἰσιν αὐτῶν ὁρισμοί, καὶ ὥσπερ τὸ τί ἐστι κυρίως καὶ ἁπλῶς ἐπὶ τῶν οὐσιῶν λέγεται, ἐπὶ δὲ τῶν συμβεβηκότων οὔ, ἀλλ’, εἰ λεχθείη, μετὰ προσθήκης τινός, ὡς ἐρεῖ προϊών ὡς γάρ, φησί, τὸ μὴ ὅν φαμεν εἶναι, οὐχ ὅτι ἔστι λέγοντες, ἀλλ’ ὅτι ἔστι μὲν ἀλλ’ ἐστὶ μὴ ὄν, οὕτω καὶ ἐπὶ τοῦ ποιοῦ φέρε λέγομεν ὅτι ἔστιν ἀλλ’ οὐχ ἁπλῶς ἀλλ’ ὅτι ἐστὶ ποιόν), οὕτω καὶ ὁρισμοὺς λέγομεν αὐτῶν εἶναι, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ τρόπον ἄλλον· ἐπειδὴ οὖν, ὡς εἴρηται, τοῦ κυρίως ὄντος καὶ τῆς οὐσίας εἰσὶν οἱ ὁρισμοί, μέλλει δὲ περὶ τῶν ὁρισμῶν καὶ ὅσα τούτοις παρακολουθεῖ λέγειν, εἰκότως πάλιν ὑπομιμνήσκει περὶ τοῦ ὄντος ὅτι πολλαχῶς λέγεται, καθάπερ καὶ πρότερον ἐν τῷ Δ διεῖλεν ὅτε ποσαχῶς τὸ ὂν λέγεται διωρίζετο. σημαίνει δὴ τοῦ ὄντος τὸ μὲν τί ἐστι καὶ οὐσίαν καὶ τόδε τι· σύνηθες γὰρ τῷ Ἀριστοτέλει ἀντὶ τῆς οὐσίας τὸ τόδε τι καὶ τὸ τί ἐστι λαμβάνειν. τὸ μὲν οὖν τοῦ ὄντος σημαίνει οὐσίαν, τὸ δὲ ποιὸν καὶ τὰς λοιπὰς ὀκτὼ κατηγορίας. δεκαχῶς δὴ λεγομένου τοῦ ὄντος δῆλον, ὡς πολλάκις εἴρηται, ὅτι πρῶτον ὄν ἐστι καὶ τί ἐστιν ἡ οὐσία. ὅτι δὲ τὸ τί ἐστι τὴν οὐσίαν σημαίνει καὶ ταύτης ἐστὶ δηλωτικὸν δείκνυσιν ὧδε· ὅταν μὲν γάρ, φησίν, εἴπωμεν ποῖόν τι τόδε, ἢ ἀγαθὸν λέγομεν ἢ καλόν, ἀλλ’ οὐ τρίπηχυ καὶ ὅλως ποσόν, οὐδ’ ἄνθρωπον καὶ οὐσίαν, ἀλλὰ ποιόν· ὅταν δὲ τί ἐστιν, οὔ φαμεν ποιόν, ἀλλ’ ἄνθρωπον ἢ [*](1 Tit. σχόλια εἰς τὸ ζῆτα τῶν μετὰ τὰ φυσικά A: ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τὸ ζῆτα τῶν ἀριστοτέλους μετὰ τὰ φυσικά M 8 οὔ LFS: om. A post οὔ add. λέγει LF 10 ἔστι (ante λέγοντες) Bonitz: εἶναι ALF 16 δέλτα MF: βῆτα ALS: cf. Δ 7 20 ὀκτὼ κατηγορίας FS: ὀκτὼ κατηγοριῶν L: αὐτῷ κατηγοριῶν A 21. 22 ὄν ἐστι τὸ τί ἐστι καὶ ἡ οὐσία e S coni. Bonitz)

460
θεόν, ὡς τοῦ τί ἐστιν ἐπὶ μόνης λεγομένου τῆς οὐσίας. εἰπὼν δὲ ἀνωτερω φανερὸν ὅτι τουτων πρῶτον ὂν τὸ τι ἐστιν, ὅπερ σημαινει τὴν οὐσίαν καὶ μεταξὺ ἐπεμβαλών τινα ἐπήγαγε τὰ δ᾿ ἄλλα λέγεται τῲ τοῦ οὕτως ὄντος τὰ μὲν εἶναι ποσότητες. καὶ ἔστιν ἡ συνεχὴς τοῦ λόγου ἀκολουθία τοιαύτη· φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν, τὰ δ’ ἄλλα λέγεται ὄντα τῷ τοῦ οὕτως ὄντος τὰ μὲν ποσότητες εἶναι λέγεται γὰρ τὸ δίπηχυ ὂν ὅτι ἐστὶ ποσότης τις τοῦ κυρίως ὄντος), τὸ δὲ λευκὸν ἢ τὸ θερμὸν καὶ ἁπλῶς | τὰ πάθη τῷ [*](426) ποιότητες εἶναι αὐτοῦ. ὁμοίως καὶ τὰ ἄλλα λέγεται ὄντα τῷ εἶναί τι τοῦ κυρίως ὄντος. διὰ οὖν τὸ κυρίως ὃν εἶναι τὴν οὐσίαν τὰ δ’ ἄλλα λέγεσθαι ὄντα τῷ ἔχειν πὼς πρὸς αὐτήν, καὶ ἀπορήσειεν ἄν τις, φησί, πότερον τὸ βαδίζειν καὶ τὸ ὑγιαίνειν καὶ ἕκαστον αὐτῶν ὂν λέγεται ἢ οὔ. καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τις ἀπορήσειεν ἐπάγει. οὐδὲν γάρ, φησίν, αὐτῶν ἐστι καθ’ αὑτό, ὥσπερ ἡ οὐσία, οὔτε πέφυκε χωρίζεσθαι αὐτῆς. ὃ δὲ μὴ ἔστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν, πῶς ἄν τις τοῦτο τῶν ὄντων ἐρεῖ; καὶ ‘ἀπορήσαι ἄν τις’ εἰπὼν ἐπάγει ἀλλ᾿ εἶπερ, τὸ βαδίζον τῶν ὄντων καὶ τὸ καθήμενον, ἴσον λέγων τῷ ὅτι κυρίως ὂν τὸ βαδίζον καὶ τὸ καθήμενόν ἐστι· τόδε γάρ τι καὶ οὐσία ἐστὶ καί ἐστιν ὡρισμένον ὑποκείμενον τῇ ὑγιείᾳ καὶ τῇ βαδίσει ἡ οὐσία, τὸ δὲ βαδίζειν ἢ ὑγιαίνειν οὔκ εἰσιν ὄντα· ἀλλ’, εἴπερ ἄρα, ὅτι πάθη εἰσὶ τῆς οὐσίας, λεχθήσεται ὄντα, κυρίως δ’ οὔ. εἰπὼν δὲ ὅτι ταῦτα ἐμφαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκείμενον αὐτοῖς ὡρισμένον, τοῦτο δ’ ἐστὶν ἡ οὐσία καὶ τὸ καθ’ ἕκαστον, ἐπήγαγεν ὅπερ ἐμφαίνεται ἐν τῇ τοιαύτῃ κατηγορίᾳ, τουτέστι τῇ κυρίως ὃν λεγομένῃ ἤτοι τῇ οὐσίᾳ. ἐν τῇ κυρίως ὂν οὔσῃ, φησί, κατηγορίᾳ καὶ τῇ οὐσίᾳ ἐμφαίνεται καὶ ἔστι τὸ ὑγιαῖνον καὶ τὸ καθήμενον, καὶ χωρὶς ἰῆς οὐσίας οὔτε ὑγιαῖνον οὔτε καθήμενον οὔτε τι τῶν ἄλλων κατηγοριῶν ἢ λέγεται ἢ ἔστιν. εἰ δ’ ἐν ταύτῃ αὐτοῖς τὸ εἶναι, διὰ ταύτην τε ἕκαστον τῶν ἄλλων ἔστι καὶ χωρὶς αὐτῆς οὐκ ἐνδέχεταί τι ἐκείνων εἷναι, αὐτὴν δὲ χωρὶς ἐκείνων, φανερὸν ὅτι κυρίως ὂν καὶ οὐ τὶ ὅν· τὶ γὰρ ὂν τὸ συμβεβηκὸς τῇ οὐσίᾳ ἐστί.

[*](p. 1028a31)

Πολλαχῶς μὲν οὖν λέγεται τὸ πρῶτον· ὅμως δὲ πάντων ἡ οὐσία πρῶτον.

Εἰπὼν ὅτι ἡ οὐσία ἐστὶ τὸ πρῶτον ὂν καὶ κυρίως· ὄν, ἐπειδὴ τὸ πρῶτον λέγεται πολλαχῶς, ὡς εἴρηται πρότερον λέγεται γὰρ πρῶτον καὶ τῇ γνώσει καὶ τῷ λόγῳ καὶ τῷ χρόνῳ), δείκνυσιν ὅτι κατὰ τοὺς τρεῖς τούτους τρόπους ἐστὶ πρώτη τῶν ἄλλων ἡ οὐσία καὶ πρῶτον δείκνυσιν ὅτι τῷ χρόνῳ πρώτη ἐστίν, εἰπὼν τῶν μὲν γὰρ ἄλλων κατηγορημάτῶν [*](5 πρῶτον LFS: om. Α 6 οὕτως LFS: ὄντως Α 7 γὰρ LFS: om. Α 9 ποιότητες LF: ποιότητι Α 15 post καὶ fort. addendum διὰ τί 15. 16 ἀπορήσαι Bonitz: ἀπορῆσαι ALF 16 ἀλλ’] ἀλλὰ μᾶλλον e S coni. Bonitz; cf. Metaph. p. 1028 a 24 17 ὅτι LF: ὄντι Α 24 post ἐν τῇ κυρίως e S addendum οὖν censet Bonitz 33 καὶ LFS: om. Α 34 πρότερον] Δ 11)

461
οὐδὲν χωριστόν αὕτη δὲ μόνη. εἰ γὰρ καὶ μηδέποτε χ τῶν ἄλλων κατηγορημάτων ἡ οὐσία οὐδέποτε γὰρ τῶν ὑπὸ γένεσιν οὐσιῶν ἔστι τις ἄνευ ποιότητος ἢ ποσότητος ἢ τῶν τοιούτων), εἰ οὖν καὶ μ ποτε χωρίς ἐστι τῶν ἄλλων, ἀλλ᾿ ὅμως ἐπειδὴ χωρίζονται αὐτῆς καὶ ἄλλα μέν ἐστι σήμερον ἐν αὐτῇ, ἕτερα δὲ χθὲς καὶ ἄλλα αὔριον, καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τοῦτο γίνεται φανερὸν ὅτι προτέρα ἐστὶ τῷ χρόνῳ τῶν ἄλλων. ὡς γὰρ ὁ ἀμφορεὺς φέρε εἰπεῖν πρότερός ἐστι τῷ χρόνῳ τοῦ καθ᾿ ἕκαστον ἐν αὐτῷ ἐγγινομένου οἴνου, οὕτω καὶ ἡ οὐσία τῶν καθ’ [*](427) ἑκάστην γινομένων καὶ ἀπογινομένων ἐν αὐτῇ συμβεβηκότων. ἀλλὰ καὶ καθ’ ὅσον συναναιρεῖ μὰν αὐτά, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν, προτέρα ἐστίν. οὐ μόνον δὲ τῷ χρόνῳ προτέρα ἐστίν, ἀλλὰ καὶ τῷ λόγῳ, ὡς προείρηται. εἰ γὰρ τὰ εἰς ὁρισμόν τινος λαμβανόμενα πρότερά ἐστι τῷ λόγῳ τοῦ ὁριστοῦ, λαμβάνεται δὲ ἐν τῷ τῆς σιμότητος λόγῳ ἡ ῥὶς καὶ ἐν τῷ τῆς ὀργῆς τὸ αἷμα, δῆλον ὅτι καὶ τῷ λόγῳ προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων. οὐ μόνον δὲ ἐπὶ τῆς σιμότητος καὶ τοῦ αἵματος τοῦθ’ οὕτως ἔχει, ἀλλ’ ὡς αὐτὸς ἐρεῖ προιὼν ὅτι καὶ τὸ λευκὸν καὶ τὰ λοιπὰ ὁριζόμενοι διὰ τὸ μὴ καλῶς μηδ’ ἀκριβῶς τοὺς ὁρισμοὺς αὐτῶν ἀποδίδοσθαι οὐ λαμβάνομεν τὴν οὐσίαν ἐν τῷ ὁρισμῷ αὐτῶν· ἐπεὶ εἴ τις ἀκριβολογοῖτο, ἐξ ἀνάγκης παραλήψεται αὐτὴν ἐν τῷ ὁρισμῷ αὐτῶν. ἀλλὰ καὶ τῇ γνώσει προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων· τότε γὰρ οἰόμεθα ἕκαστον εἰδέναι, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτοῦ· τότε γὰρ οἰόμεθα γινώσκειν τί ἐστιν ἄνθρωπος ἢ πῦρ, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτῶν, ἀλλ’ οὐχ ὅταν γνῶμεν ὁποῖός ἐστιν ἄνθρωπος ἢ πόσος. καὶ τί φημι ἐπὶ τῶν οὐσιῶν ὅτι τότε ταύτας ἴσμεν, ὅταν τί ἐστιν ἑκάστη αὐτῶν γνῶμεν; καὶ ἐπὶ τῶν συμβεβηκότων τοῦτό ἐστιν· ὅταν γὰρ τί ἐστι λευκὸν γνῶμεν, τότε ἴσμεν αὐτό. ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστι, φησίν, ὅτι καὶ τὸ πάλαι μὲν καὶ ἀεὶ ὑπό τε τοῦ Πλάτωνος καὶ τῶν ἄλλων, νὺν δὲ ὑφ’ ἡμῶν ζητούμενον καὶ ἀπορούμενον, τί τὸ ὄν, τοῦτό ἐστι τίς ἡ οὐσία. ἐπειδὴ γὰρ κυρίως ὂν καὶ πρῶτον ὂν καὶ τῷ χρόνῳ καὶ τῷ λόγῳ καὶ τῇ γνώσει ἐστὶν ἡ οὐσία, τὸ ζητεῖν τί τὸ ὂν τὸ ζητεῖν ἐστι τίς ἡ οὐσία. τοῦτο δὲ τὸ ὄν λέγων τὴν οὐσίαν) οἱ μὲν ἓν εἶναί φασιν· ὅσοι γὰρ μίαν ἔλεγον τὴν ἀρχήν, ὥσπερ Θαλῆς καὶ οἱ λοιποί, οὓς ἴσμεν, καὶ τὸ ὂν ἓν ἔλεγον· ὅσοι δ’ ἀπείρους, ὥσπερ Ἀναξαγόρας καὶ Δημόκριτος, καὶ τὰ ὄντα ἄπειρα ἀπεφήναντο εἶναι. διόπερ καὶ ἡμῖν, φησί, πρῶτον καὶ μάλιστα καὶ μόνως ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος καὶ κυρίως ὄντος θεωρητέον τί ἐστιν.

Καὶ εἰπὼν ἐπικρίνει λέγων ὅτι δοκεῖ κυρίως ὂν ἡ οὐσία εἶναι, οὐχ ὡς ἐνδοιάζων τὸ δοκεῖ εἰπών, ἀλλ’ ὡς ἀποφαινόμενος. ἢ τὸ δοκεῖ εἶπεν, ὅτι δείξει τοῦτο διὰ πάνυ πολλῶν· ὡς μήπω δὴ δεδειχὼς τοῦτο εἴρηκεν. ὅμως πρὸς τὰ ἐπαγόμενα σύμφωνός ἐστι μάλιστα ἡ προτέρα [*](7 πρότερος LF: πρότερον AS 18 λαμβάνομεν τὴν οὐσίαν MS Bonitz: λαμβάνεται ἡ οὐσία ALF 21 γὰρ LF; καὶ Α 27 καὶ ἀεὶ LF: καὶ καὶ om. A 29 τῇ γνώσει LF: τῇ om. Α 30 τοῦτο γὰρ Metapb. 31 λέγων LF: λέγω Α 33 Δημόκριτος] μητρόδωρος LF 33 ὄντως] legendum οὕτως c. S 39 σύμφωνος F: συμφώνως AL)

462
ἐπιβολή. δοκεῖ οὖν, φησί, κυρίως ὂν εἶναι ἡ οὐσία, φανερώτατα μὲν ἐν τοῖς σώμασι, τουτέστι τὰ σώματα· φανερῶς μὲν γὰρ ἡ οὐσία ἐστὶ τὰ σώματα, διὸ τὰ μὲν ζῷα, σώματα ὄντα, καὶ τὰ φυτὰ καὶ τὰ μόρια τῶν ζῴων καὶ τῶν φυτῶν οὐσίας εἶναί φαμεν. | ὁμοίως καὶ τὰ ἁπλᾶ τῶν [*](428) σωμάτων καὶ τὰ μόρια τούτων καὶ τὰ ἐκ τῶν μορίων, οἷον τὰ ζῷα, οὐσίας φαμέν· πάντα γὰρ ταῦτα σώματά ἐστι. τὸ δὲ ἢ μορίων ἢ πάντων, ἐκ μὲν οὖν τῶν μορίων τῶν ἁπλῶν σωμάτων ἐστὶ τὰ ζῷα, ἐκ πάντων δὲ τῶν σωμάτων ἐστὶν ὁ οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη. τοῦτο δ’ ἐλλιπῶς εἴρηται καὶ ἀσαφῶς· δοκεῖ γὰρ λέγειν ὅτι καὶ ὁ οὐρανὸς καὶ οἱ ἀστέρες ἐκ τῶν τεσσάρων εἰσὶ στοιχείων· οὐ τοῦτο δέ φησιν, ἀλλ’ εἰπὼν ὅτι οὐσίαι εἰσὶ τὰ σώματα καὶ ὅσα μόρια τούτων ἢ ἐκ τούτων εἰσὶν ἢ πάντων ἢ τινῶν, δέδωκεν ἡμῖν ἐννοεῖν ὅτι ὁ πᾶς οὐρανὸς καὶ κόσμος ἐκ πάντων τῶν σωμάτων καὶ τῶν μορίων αὐτῶν ἐστιν· ἀλλ’ ὁ μὲν μετὰ τὴν σεληνιακὴν σφαῖραν ἐκ τῶν περὶ γένεσιν καὶ φθοράν ἐστι σωμάτων καὶ τῶν μορίων αὐτῶν, τὸ δὲ δυκλοφορικὸν πᾶν συνέστηκεν ἐκ τῆς ὁλότητος τοῦ κυκλοφορικοῦ καὶ τῶν μορίων αὐτοῦ, ὁλότητος μὲν τῶν σφαιρῶν, μορίων δὲ τῶν ἐν αὐταῖς ἄστρων.

[*](p. 1028b13)

Πότερον δ’ αὗται μόναι οὐσίαι εἰσὶν ἢ καὶ ἄλλαι, ἢ τούτων μὲν οὐδέν, ἕτεραι δέ τινες, σκεπτέον.

εἰπὼν ὅτι φανερώτατα μὲν οὐσίαι εἰσὶ τά τε σώματα καὶ τὰ λοιπὰ ὅσα κατέλεξεν, ἐρωτᾷ πότερον αὗται μόναι αἱ λεχθεῖσαί εἰσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας ἄλλαι τινές, ἢ αἱ μὲν προλεχθεῖσαι μᾶλλον μὲν οὔκ εἰσιν ἀλλ’ αἱ παρὰ ταύτας. καὶ ἐρωτήσας λέγει ὅτι τισὶ μὲν δοκεῖ τινας, λέγων τόν τε Πλάτωνα καὶ τοὺς περὶ αὐτόν, ὅτι τὰ τοῦ σώματος πέρατα μᾶλλόν εἰσιν οὐσίαι ἀλλ’ οὐ τὰ σώματα. καὶ τίνα τὰ πέρατα τοῦ σώματος ἐπάγει, οἷον ἐπιφάνειαι καὶ γραμμαὶ καὶ μονάς· ταῦτα γὰρ μᾶλλον εἶναι οὐσίας λέγεται ὑπ’ ἐκείνων ἢ τὸ σῶμα καὶ τὸ στερεόν. τινὲς μὲν οὖν οὕτω φασίν, ὅτι τὰ ἐπίπεδα μᾶλλόν εἰσιν οὐσίαι, τινὲς δὲ τὰ αἰσθητὰ μᾶλλον οὐσίας λέγοντες οὐδὲν οἴονται εἶναι παρὰ τὰ αἰσθητά, ὥσπερ Ἵππων μὲν πρότερον ὁ ἄθεος ἐπικληθείς οὐθὲν γὰρ οὗτος παρὰ τὰ αἰσθητὰ εἶναι ἀπεφήνατο), καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον· οἱ δὲ πλείους εἶναι λέγουσι τὰς οὐσίας, ὥσπερ Πλάτων, μίαν μὲν τὰ διανοητὰ τὰ μαθήματα, ἄλλην δὲ τὰ νοητὰ τὰς ἰδέας, καὶ τρίτην τὴν τῶν αἰστῶν σωμάτων οὐσίαν, τουτέστιν αὐτὰ τὰ σώματα. Σπεύσιππος δὲ ὁ τούτου μαθητὴς καὶ πλείω τῶν τριῶν ἔλεγεν εἶναι τὰς οὐσίας τὰς νοητάς, πρώτην μὲν τὸ αὐτοέν, ἄλλην δὲ τὴν τῶν ἀριθμῶν ἀρχήν, ἄλλην τὴν τῶν μεγεθῶν, καὶ ἄλλην [*](1 δοκεῖ—οὐσία] δοκεῖ δ’ ἡ οὐσία ὑπάρχειν Metaph. 5 οὐσίας LF: οὐσίαν A 8 οὐρανὸς LFS: ἄνθρωπος Α 11 οὐσίαι LF: οὐσία Α 16 τῶν κυκλοφορητικῶν LF 21 εἰσιν — προλεχθεῖσαι (22) LF: om. Α 22 ἢ αἱ μὲν προλεχθεῖσαι—ταύτας (23)] an caeterae magis substantiae sint quam hae S 23 λέγει LFS: λέγων Α 32 τὰ (ante μαθήματα) add. Bonitz)

463
τὴν τῆς ψυχῆς· καὶ οὕτως ἐπεκτείνει εἰς πλῆθος τὰ γένη τῶν οὐσιῶν. ἔνιοι δὲ οὐκ ἄλλην μὲν ἀρχὴν τῶν ἀριθμῶν ἄλλην δὲ τῶν μεγεθῶν ἔλεγον, οὐδ’ ἄλλης μὲν φύσεως τοὺς ἀριθμοὺς ἄλλης δὲ τὰ μεγέθη, ἀλλὰ τῆς αὐτῆς τε ἀρχῆς καὶ τῆς αὐτῆς φύσεως· τὰ δὲ ἄλλα, οἷον ἐπίπεδα, γραμ|μάς, οὐρανὸν καὶ ἀπλῶς τὰ αἰσθητὰ ἐχόμενα τοῖς ἀριθμοῖς ἔλεγον· [*](429) τὸ μὲν γὰρ αὐτομέγεθος καὶ τὸν αὐτοαριθμὸν πρώτας οὐσίας φάσκοντες καὶ τῆς αὐτῆς φύσεως, τὰς δὲ γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τὸν οὐρανὸν καὶ ὅλω; τὰ αἰσθητὰ δευτέρας· εἴτε δὲ καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔλεγον εἴτε μή, οὐκ ἐδήλωσε.

[*](p. 1028b27)

Περὶ δὴ τούτων τί λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ τίνες εἰσὶν οὐσίαι.

Ἱστορήσας τὰς τῶν παλαιοτέρων καὶ τὰς καθ’ ὃν αὐτὸς ὑπῆρχε δόξας χρόνον περὶ τῆς οὐσίας, λέγει ὅτι σκεπτέον τί μὲν ὑπὸ τούτων λέγεται καλῶς καὶ τί μή, καὶ ἀρά εἰσι παρὰ τὰς αἰσθητὰς οὐσίας οὐσίαι τινὲς ἢ οὔκ εἰσι, καὶ πότερον ἔστι τις χωριστὴ οὐσία παρὰ τὰς αἰσθητάς, καὶ εἰ ἔστι, πῶς ἐστι, καὶ διὰ τί, ἢ οὐκ ἔστι. περὶ δὴ τούτων σκεπτέον, φησίν, ὑποτυπωσαμένοις καὶ διορισαμένοις τὴν οὐσίαν τί ἐστι.

Καί φησιν ὡς εἰ μή τις ταύτην πλεοναχῶς λέγεσθαι βούλοιτο, ἀλλ’ οὖν τετραχῶς αὐτὴν λέγεσθαι δώσει· καὶ ·λέγει ὅτι ἕνα μὲν τρόπον λέγεται τὸ τί ἦν εἶναι, ἄλλον δὲ τὸ καθόλου, λέγων καθόλου ἢ τὰς ἰδέας, ὃ καὶ μᾶλλον οἶμαι, ἢ τὸ παρὰ τὰ πολλὰ ὡς τὰ πολλά, λέγω δὴ τὸ ἐκ τῆς ἀφαιρέσεως τῶν καθ’ ἕκαστα ἄπο συληθέν. ἄλλον δὲ πάλιν οὐσία λέγεται τὸ ἑκάστου γένος. καὶ τέταρτον τὸ ὑποκείμενον πᾶσι καὶ καθ’ οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου. διό, φησί, περὶ τοῦ ὑποκειμένου πᾶσι καὶ καθ’ οὗ τἆλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου διοριστέον τί ἐστιν· τοῦτο γὰρ μάλιστα δοκεῖ εἶναι οὐσία. τοῦτο δὲ τὸ πᾶσιν ὑποκείμενον καὶ μὴ κατ’ ἄλλου λεγόμενον τρόπον μέν τινα ἡ ὕλη λέγεται, ἄλλον δὲ τὸ εἶδος, τρίτον δὲ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ὃ καὶ μᾶλλόν ἐστιν ἀληθές. εἶτα καὶ ἐπὶ ὑποδείγματος σαφηνίζει τί μὲν λέγει ὕλην, τί δὲ εἶδος καὶ τί τὸ ἐκ τούτων, ὅτι ὕλην μὲν τὸν χαλκόν, εἶδος δὲ τὸ τοιονδὶ σχῆμα, ἐξ ἀμφοῖν δὲ τὸν χαλκοῦν ἀνδριάντα. διὸ εἰ πρότερον τὸ εἶδος τῆς ὕλης καὶ μᾶλλον ὄν, καὶ τὸ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης πρότερόν ἐστι τῆς ὕλης. πρότερον δὲ τὸ εἶδος τῆς ὕλης τῇ φύσει, ἀλλὰ μὴν καὶ τῷ χρόνῳ· δειχθήσεται γάρ τι εἶδος ὄν, ὁ πολυτίμητός φημ·ι νοῦς, ἡ αὐτοαγαθότης, ὁ θεός, πρότερον πάντων τῷ χρόνῳ, ὅτι ποιητὴς καὶ ὅτι παροχεὺς. ὅτι οε καὶ μᾶλλον ὂν ἐστι τὸ ειοος τῆς ὕλης φανερὸν· κατὰ γὰρ τὸ ἑκάστου εἶδος λέγεται ἕκαστον ἀλλ’ οὐ κατὰ τὴν ὕλην. ἀλλὰ καὶ ὅτι ὑπὸ τούτου τάττεται καὶ ὁρίζεται, καὶ κατὰ τοῦτο μᾶλλον ὄν ἐστιν [*](17 ὑποτυπωσαμένοις LF: ἀποτυπωσαμένοις A 32 καὶ τὸ ALS: ἀλλὰ γράφεται τοῦ ἀμφοῖν πρότερον ἔσται marg. A 31. 32 εἰ πρότερον τὸ εἶδος καὶ μᾶλλον ὂν τοῦ ἐκ τ εἴδους καὶ τῆς ὕλης F 35 πρότερος πάντων τῶν χρόνων LF)

464
αὐτῆς. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι νῦν μὲν εἴρηται τύπῳ τί ἐστιν ἡ οὐσία, ὅτι τὸ μὴ καθ’ ὑποκειμένου τινὸς λεγόμενον καὶ καθ’ οὗ τὰ ἄλλα πάντα κατηγορεῖται. οὐκ ἀρκεῖ δέ, φησί, | τοῦτο εἰς παράστασιν οὐσίας, τὸ λέγειν [*](430) ὅτι οὐσία ἐστὶ τὸ μὴ καθ’ ὑποκειμένου· ἄδηλον γὰρ τί ποτέ ἐστι τὸ ὑποκείμενον πᾶσι καὶ ὃ μὴ κατ’ ἄλλου λέγεται. ποτὲ μὲν γὰρ φαίνεται ὅτι ὕλη ἐστὶ τὸ ὑποκείμενον πᾶσιν· αὕτη γάρ ἐστιν ἐν ἡ γίνονται καὶ ἀπογίνονται ποσότητες, ποιότητες, πάθη καὶ τὰ λοιπά· εἰ γὰρ μὴ ὕλη ἐστὶν ἡ γινομένη πεποσωμένη καὶ πεποιωμένη καὶ ὅλως ἡ γινομένη σῶμα ἢ ζῷον ἤ τι τοιοῦτον, διαφεύγει ἧμας γενέσεως οὔσης καὶ οὐ συνορωμεν τι ποτέ ἐστι τὸ γινόμενον. εἰπὼν δὲ ὅτι αὕτη ἐστὶν ἡ γινομένη, καὶ πρὸ τούτου ὅτι τὸ πᾶσιν ὑποκείμενον ἡ ὅλη δοκεῖ εἶναι, τοῦτο αὐτὸ κατασκευάζει· περιαιρουμένων γάρ, φησί, τῶν ἄλλων, λέγων ἄλλων ποσοτήτων ποιοτήτων σκληροτήτων μαλακοτήτων καὶ τῶν τοιούτων, οὐδὲν φαίνεται ὑπομένον πλὴν ἡ ὅλη, ὥστε αὕτη πᾶσιν ὑπόκειται· εἰ δὲ τὸ πᾶσιν ὑποκείμενόν ἐστιν οὐσία, ἡ ὕλη ἄν εἴη οὐσία. τὸ μὲν γὰρ λευκὸν καὶ αἱ κινήσεις καὶ τὰ λοιπὰ πάθη καὶ ποιήματα καὶ δυνάμεις εἰσὶ τῶν σωμάτων καὶ οὐ χρὴ οὐσίας αὐτὰ λέγειν· τῆς γὰρ οὐσίας ἐστὶ τὸ καθ’ αὑτὴν εἶναι, αὐτὰ δὲ καθ’ αὑτὰ εἶναι οὐ δύνανται· τὸ μῆκος δὲ καὶ πλάτος καὶ βάθος ποσότητές εἰσιν ἀλλ’ οὐκ οὐσίαι· λείπεται δὴ ᾧ ταῦτα ὑπάρχει πρώτῳ καὶ ὃ καταλιμπάνεται, ποσοτήτων καὶ παθῶν ἀφαιρουμένων, λέγειν οὐσίαν. τοῦτο δέ ἐστιν ἡ ὕλη. εἰπὼν δὴ ὅτι ὕλη ἔστι τὸ ὁριζόμενον ὑπὸ τῶν ποσοτήτων καὶ τῶν ἄλλων ὧν εἶπε, λέγει λέγω δὲ ὕλην ἣ καθ’ αὑτὴν μήτε τὶ μήτε ποσὸν μηδ’ ἄλλο μηδὲν λέγεται, τουτέστιν ἥτις αὐτὴ καθ’ αὑτὴν θεωρουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν τῶν εἰδῶν οὐδὲν τῶν δέκα κατηγοριῶν ἐστιν, ἐν αἷς πᾶν ὃν ὁρίζεται· πᾶν γὰρ ὂν εἰς ταύτας ἀνάγεται καὶ ἐν ταύταις ἔστιν. ἀλλὰ μήν, φησίν, οὐδὲ τὴν τῶν ποσοτήτων ἢ ποιοτήτων ἀπόφασιν, οἷον τὸ μὴ ποσόν, τὸ μὴ ποιόν, ἢ ἄλλην ἡντιναοῦν χρὴ λέγειν οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ ὄντα εἰσὶν αἱ ἀποφάσεις, ἀλλ’ οὐ καθ’ αὑτό· τὸ δὲ κατὰ συμβεβηκὸς οὐκ οὐσία.

[*](p. 1029a26)

Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην.

Δείξας ὅτι ἐξ ὧν ὀφείλουσιν ὑπάρχειν τῇ κυρίως οὐσίᾳ ἡ ὕλη φαίνεται οὖσα, συμπεραίνεται καί φησιν ὅτι ἐκ μὲν τῶν εἰρημένων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. ἀδύνατον δὲ τὴν κυρίως καὶ μᾶλλον οὐσίαν τὴν ὕλην εἶναι· καὶ συλλογίζεται δυνάμει ὧδε. τ·ῇ κυρίως οὐσίᾳ ὑπάρχει τὸ χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι καὶ τὸ τόδε τι, ἤτω τὸ εἰς δεῖξιν πίπτειν, ἡ ὕλη χωριστὴ καὶ καθ’ αὑτὴν οὐκ ἔστιν οὐδὲ εἰς δεῖξιν πίπτει, ἡ ὕλη ἄρα οὐκ ἔστιν ἡ κυρίως οὐσία. μάλιστα δὲ τὸ εἶδος δόξειεν [*](15 ἐστιν LFS: εἴη Α αἱ LF: om. Α 21 ὕλη ἔστι LFS: ὅ ἐστι Α 32. 33 φαίνεται οὐσία οὖσα coni. Bonitz 34 μᾶλλον] ἀπλῶς coni. Bonitz)

465
ἂν εἶναι οὐσία ὡς ὁριστικὸν καὶ εἰς τάξιν ἄγον τὴν ὕλην· καὶ τούτου μάλιστα τὸ ἐξ ὕλης καὶ εἴδους, ὅτι τε καθ’ αὑτό ἐστι καὶ εἰς δεῖξιν πίπτει. ὅταν δὲ λέγῃ ἀδύνατον δέ· καὶ γὰρ τὸ χωριστὸν καἰ τὸ τόδε τι [*](431) ὑπάρχειν δοκεῖ μάλιστα τῇ οὐσίᾳ, τὸ χωριστὸν ἀντὶ τοῦ καθ’ αὑτὸ εἶναι λέγει. εἰπὼν δὲ διὸ τὸ εἶδος καὶ τὸ ἐξ ἁμφοῖν οὐσία δόξειεν ἄν εἶναι μᾶλλον τῆς ὕλης, ἐπάγει ὅτι τὴν μὲν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους οὐσίαν, ἤτοι τὴν μερικὴν καὶ ἄτομον, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ τοῦ εἴδους καὶ τῆς ὕλης τὸ γὰρ ἔκ τινων ὕστερόν ἐστι τῶν ἐξ ὧν ἐστι) καὶ δήλη ἐστὶν ὅτι καθ’ αὑτὴν ὑπάρχει καὶ ὅλως ἐν ὑπάρξει ἐστίν. ἀλλὰ καὶ τὴν ὕλην παραλειπτέον· καὶ αὕτη γὰρ φανερά πὼς· τῇ· γὰρ ἀναλογίᾳ ἐστὶ φανερά· καὶ ὅτι ἄνευ εἴδους οὐδέποτέ ἐστι, καὶ τοῦτο δῆλον. κατὰ τὶ δὲ ἀφανής· νόθῳ γὰρ λογισμῷ ληπτή· κατὰ ἀπόφασιν γὰρ νοεῖται καὶ ἀπογύμνωσιν τῶν εἰδῶν, ἀλλ’ οὐ κατὰ ἅπερ εἰσίν, ὡς τὰ εἴδη. ἀλλ’ ἁ ταύτας μὲν ἀφετέον περὶ δὲ τῆς τρίτης, τουτέστι τοῦ εἴδους, σκεπτέον αὕτη γὰρ ἀπορωτάτη) πότερόν ἐστιν αὐτὴ καθ’ αὑτήν, ὥσπερ ὁ | λάτων λέγει, ἢ οὔ.

[*](p. 1029b1)

ἐπεὶ δ’ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν.

Μέλλων ἐπὶ τὴν τῶν εἰδῶν ἐξέτασιν χωρεῖν καὶ ζητεῖν εἰ ἐνδέχεται χωριστά εἶναι καὶ καθ’ αὑτὰ χωρὶς ὕλης ἢ μή, λέγει ὅτι θεωρητέον πρῶτον τὰ ἔνυλα εἴδη καὶ γνώριμα ἡμῖν ὅπως ἔχει. ἐκ τούτων γὰρ γνωσόμεθα καὶ περὶ ἐκείνων, εἴτε εἰσίν, ὡς ὁ Πλάτων’ λέγει, εἴτε οὔκ εἰσιν. λέγει δὴ ὅτι ἐπεὶ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν εἶπε γὰρ πρὸ ὀλίγου ὅτι τετραχῶς, τὸ τί ἦν εἶναι αὐτῆς καὶ τὸ καθόλου καὶ τὸ γένος καὶ τὸ ὑποκείμενον), ἐπειδὴ οὖν διειλόμεθα ὁσαχῶς ἡ οὐσία, καὶ ἐδόκει ἓν τῶν τῆς οὐσίας σημαινομένων εἶναι τὸ τί ἦν εἶναι, θεωρητέον, φησί, περὶ τοῦ τί ἦν εἶναι, τουτέστι περὶ τοῦ εἴδους τοῦ ἐν τοῖς αἰσθητοῖς καὶ ἀχωρίστου· ἐκ τούτου γὰρ δῆλον ἡμῖν γενήσεται καὶ περὶ τῶν καθόλου, ἤτοι τῶν ἰδεῶν, εἴτε εἰσὶν εἴτε μάτην λέγονται. εἰπὼν δὲ ὅτι θεωρητέον περὶ αὐτοῦ ἐπήγαγε πρὸ ἔργου γὰρ τὸ μεταβαίνειν εἰς τὸ γνωριμώτερον, τουτέστιν ἄξιον γὰρ καὶ ὠφελείας τῆς μεγίστης ἐστὶ τὸ μεταβαίνειν εἰς τὰ γνώριμα ἡμῖν καὶ σαφέστερα, καὶ ἐκ τούτων ἀνάγεσθαι ἐπὶ τὰ ἀσαφέστερα καὶ ἀγνωστότερα. οὕτω γὰρ πᾶσιν ἡ μάθησις γίνεται· μανθάνομεν γὰρ ἐκ τῶν ἡμῖν μὲν γνωρίμων τῇ φύσει δ’ ἀγνώστων. τούτου γὰρ δηλωτικόν ἐστι τὸ διὰ τοῦ πρώτου] τῶν ἧττον γνωρίμων τῇ φύσει. γνώριμα γάρ ἐστι καὶ τῇ φύσει τὰ ἡμῖν γνώριμα, ἀλλ’ ἧττον μὲν ἐκείνῃ, μᾶλλον δὲ ἡμῖν. μανθάνομεν δὴ διὰ τῶν ἡμῖν γνωρίμων τὰ [*](1 ἂν M: om. ALF 2 ἐστι L: om. AF 3 λέγῃ MF: λέγει AL 6 μᾶλλον LF: καὶ μᾶλλον A 12 νόθῳ — ληπτή] cf. Plat. Tim. p. 52 Β λεπτή A 31 γὰρ LF: om. A 32 ἀνάγεσθαι LFS: ἀνάγεται Α 35. 36. διὰ — γνωρίμων τῇ φύσει] ex minus notis naturae ad nota magis S 35 τοῦ πρώτου delevi: πρώτου om. LF Comment. Aiist. I Alex, in Metaph. 30)

466
τῇ φύσει γνώριμα ἡμῖν δὲ ἄγνωστα, καὶ τοῦτο πᾶσιν ἔργον ἐστὶ τὸ ἐκ τῶν αὐτοῖς γνωρίμων μανθάνειν τὰ φύσει γνώριμα. ὥσπερ γὰρ ἐν ταῖς πράξεσι σπουδάζουσιν οἱ νομοθέται, ἵνα ἐκ τῶν ἑκάστῳ ἀγαθῶν ἀπεργάσωνται τὰ ὅλως καὶ καθ’ αὑτὰ ἀγαθὰ πᾶσι τοῖς | πολίταις ἀγαθά (οἷον [*](432) καθ’ αὑτὸ μέν ἐστιν ἀγαθὸς ὁ πλοῦτος· τὶς δὲ τῶν πολιτῶν κακῶς τούιῲ χρώμενος πάντας ὕβριζε τῷ πλούτῳ θαρρῶν, ὃν λαβόμενοι οἱ δικασταὶ ἐτύπτησαν καὶ ἠτίμωσαν· τοῦτο γὰρ τῷ νόμῳ ὥριστο· καὶ τυφθεὶς σώφρων γέγονε, καὶ πάντας ἐτίμα τε καὶ ἐσέβετο· τὸ μὲν δὴ μαστιγωθῆναι καθ᾿ αὑτὸ μὴ ὂν ἀγαθὸν ἐκείνω γέγονεν ἀγαθόν, ἐπειδὴ ἐκεῖνος ἐκ τοῦ τυφθῆναι σώφρων τε καὶ ἀγαθός· οὐ μόνον δὲ ἐκεῖνος, ἀλλὰ καὶ πᾶς τῶν ἐν τῇ πόλει πλουσίων, εἴ τινος κατεπαίρετο τῷ πλούτῳ θαρρῶν ἢ μὴ ὡς δεῖ αὐτῷ ἐχρῆιο, συνεστάλη τε καὶ καλῶς αὐτῷ ἐχρῆτο)· ὥσπερ οὖν ἐκ τῆς μαστιγώσεως, ἥτις καὶ ἦν καὶ γέγονε τῷ ὑβριστῇ ἀγαθόν, γέγονεν ὁ πλοῦτος, ὥσπερ ἐστὶ καθ’ αὑτό ἀγαθόν, ἑκάστῳ τῶν πολιτῶν ἀγαθόν, οὕτως ἐκ τῶν ἑκάστῳ γνωρίμων τὰ τῇ φύσει μὲν γνώριμα ἑκάσιῳ δὲ ἄγνωστα σπεύδει ὁ διδάσκαλος ποιῆσαι αὐτῷ, λέγω δὴ τῷ ἀγνοοῦντι, γνώριμα. ὁ γὰρ Σωσιγένης ἐκ τῶν Ἀλεξάνδρῳ γνωρίμων ἐποίησεν αὐτῷ γνώριμα τὰ τῇ φύσει γνώριμα. τὰ δὲ ἑκάστοις γνώριμα καὶ πρῶτα πολλάκις (οὐ γὰρ ἀεὶ καὶ διόλου) ἠρέμα ἑστὶ γνώριμα, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ ὸ́νιος, τουτέστι τοῦ ἀληθοῦς· σύνηθες γὰρ αὐτῷ πολλαχοῦ τὸ ὃν ἀντὶ τοῦ ἀληθοῦς λαμβάνειν τὸ δὲ μὴ ὂν ἀντὶ τοῦ ψεύδους. τὰ παιδία γάρ, ὡς αὐτὸς εἴρηκεν ἐν τῇ Φυσικῇ, πάντας τοὺς ἄνδρας ὡς πατέρας γνωρίζει καὶ ὀνομάζει αὐτοὺς ταύιην τὴν προσηγορίαν, καὶ μικρὸν ἢ οὐδέν ἔχει τοῦ ἀληθοῦς. ᾗ μὲν γὰρ ἐξ ἀνθρώπου γέγονεν, ὀνομάζει δὲ ὅλως τοὃς ἀνθρώπους ἀλλ’ οὐ τοὺς ἵππους πατέρας ἢ τοὺς βόας, ταύτῃ ἔχει μικρόν τι τῆς ἀληθείας· ἡ δὲ πάντας οὕτως νομίζει, ἔχει οὐδέν. ὅμως δ’ ἐκ τῶν φαύλως γνωστῶν (φαδλον γὰρ τὸ πάντας εἶναι αὐτοῦ πατέρας voμίζειν), ἐκ τῶν φαύλω οὖν γνωστῶν, αὐτῷ δὲ γνωστῶν, ὕστερον ἀνάγεται εἰς τὴν ἀλήθειαν, καὶ διορίζει τὸν αὐτοῦ πατέρα ἀπὸ τῶν ἄλλων. ὥσπερ οὖν τὸ παιδίον ποιεῖ, οὕτω καὶ ἡμεῖς ἐκ τῶν φαύλως μὲν ἡμῖν καὶ μὴ ἀκριβῶς ἐγνωσμένων τὰ ὅλως καὶ τῇ φύσει γνωστὰ γνῶναι πειρασόμεθα, μεταβαίνοντες, ὥσπερ εἴρηται ἐκ τούτων αὐτῶν τῶν ἡμῖν γνωρίμων ἐπ’ ἐκεῖνα.

[*](p. 1029b12)

Καὶ πρῶιον ε ἴ’ π ω μ ε ν ἔνια περὶ αὐτοῦ λογικῶς.

εἰπὼν ὅτι δεῖ θεωρῆσαι περὶ τοῦ τί ἦν εἶναι καὶ ἐκ τούτου μεταβῆναι ἐπὶ τὰ ὅλω.̀́ γνωστά, φησὶν ὅτι πρῶτον εἴπωμεν ἔνια περὶ τοῦ τί ἦν εἶναι λογιὶ̣ῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων σαφηνείας τοσοῦτον δωριστέον, [*](9 κἀκεῖνος LF 12 ἐγρῆτο utrobique M: ἐχρᾶτο LF: χρᾶται et ἐχρᾶτο Α 14 ὥσπερ] fort. ὅσπερ πολιτῶν] πλουσίων LFS 20 αὐτῷ LF: αὐτοῦ Α 22 ἐν τῇ Φυσικῇ] Α 1 p. 1 S4 i> 1 2 2G νομιεῖ ALF: όνομά-̔͂-ει S Bonitz 27 φῦλον F: φαύλως AL 30 φαύλως S Bonitz: φαύλων ALF)

467
ὅτι ἄλλο μέν φησι τὸ τί ἦν εἶναι καὶ ἄλλο τὸν λόγον ἤτοι τὸν ὁρισμόν. τί ἦν εἶναι μὲν λέγει αὐτὸ τὸ πρᾶγμα καὶ τὴν φύσιν αὐτοῦ, συνημμένως καὶ συνε|πτυγμένως καὶ ἅμα ὡς ἓν νοουμένην, οὗ δηλαδὴ σημαντικόν ἐστι τὸ ὄνομα. τὸ γὰρ ἄνθρωπος ὄνομα σημαντικόν ἐστι τοῦ τί ἦν εἶναι, ἤγουν αὐτῆς τῆς φύσεως τοῦ πράγματος τῆς ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένης. τί ἦν εἶναι μὲν λέγει τὴν συνειλημμένως καὶ ἅμα καὶ ὡς φύσιν νοουμένην, οἷον τὴν τοῦ ἀνθρώπου φύσιν γινέσθω γὰρ ἐπὶ τοῦ ἀνθρώπου τὸ ὑπόδειγμα), ὁρισμὸν δὲ λέγει τὴν κατὰ ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν ἐξ ὧν σύγκειται τὸ εἶδος μερῶν νόησιν. καὶ τοῦτο διαφέρει τὸ τί ἦν εἶναι τοῦ ὁρισμοῦ, ὅτι ἐκεῖνο μέν ἐστι νόησις συγκεχυμένη καὶ ὡς φύσιν καὶ ὡς ἓν τὸ πρᾶγμα θεωροῦσα, ὁ δὲ ὁρισμὸς ἀνάπτυξίς τις τοῦ πράγματος καὶ ἀπαρίθμησις τῶν αὐτοῦ μερῶν. καὶ ταῦτα μὲν προδιήρθρωται τῆς τῶν λεγομένων ἕνεκεν σαφηνείας, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν κατὰ τὸ δυνατὸν τρεπτέον. τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται ἕκαστον καθ’ αὑτό· ἕκαστος γὰρ τῶν κατὰ μέρος ἀνθρώπων λέγεται καθ’ αὑτὸ τὸ τί ἦν εἶναι. εἰλήφθω γὰρ ἀντὶ τοῦ τί ἦν εἶναι τὸ δηλωτικὸν αὐτοῦ ὄνομα τὸ ἄνθρωπος, καὶ ἔσται σαφὲς ὃ λέγεται. τὸ τί ἦν εἶναι, φησίν, ἐστί, τουτέστιν ἄνθρωπός ἐστιν, ὅπερ λέγεται ἕκαστον τῶν κτὰ μέρος καθ’ αὑτό. ὁ γὰρ Σωκράτης ἐκεῖνο τὸ ὄνομα λέγεται, τουτέστι τὸ ἄνθρωπος· εἰ δ’ ὁ Σωκράτης λέγεται ἄνθρωπος, δῆλον ὡς λέγεται καὶ ἐκεῖνο, λέγω δὴ τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος σημαινόμενον. ἐκεῖνο οὖν ἐστι τὸ τί ἦν εἶναι. ὁ γὰρ Ἀλέξανδρος λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ τί ἦν εἶναι. εἰπὼν δὲ ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται καὶ ὀνομάζεται ἕκαστον καθ’ αὑτὸ, ἑρμηνεύων τίνος ἕνεκα τὸ καθ’ αὑτὸ πρόσκειται, ἐπήγαγεν οὐ γάρ ἐστι τὸ σοὶ εἶναι τὸ μουσικῷ εἶναι, τουτέστι λέγεται ὁ Σωκράτης μουσικός, ἀλλ’ οὐκ ἔστι τὸ Σωκράτει εἶναι τὸ μουσικῷ εἶναι· οὐδ’ ἔστιν ἡ φύσις αὐτοῦ τὸ μουσικῷ εἶναι· οὐ γὰρ καθ’ αὑτό ἐστι μουσικός, οὐδὲ τὸ τί ἦν εἶναι, ὃ λέγεται ὁ Σωκράτης, ἐστὶ τὸ μουσικόν· ἀλλ’ ὃ ἄρα ἐστὶ καθ’ αὑτὸ ὁ Σωκράτης, ἐκεῖνό ἐστι τὸ τί ἦν εἶναι τοῦ Σωκράτους καὶ τῶν κατὰ μέρος ἀνθρώπων. εἰπὼν δὲ ὅτι τί ἦν εἶναί ἐστι τὸ καθ’ αὑτὸ ὑπάρχον τοῖς μερικοῖς καὶ ὅπερ ἕκαστον λέγεται, ἐπειδὴ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐν τῇ ἐπιφανείᾳ τὸ λευκόν, ἐπήγαγε τὸ οὐδὲ δὴ τοῦτὸ πᾶν, ὡς ἂν εἰ ἔλεγεν ὅτι οὐ πᾶν τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ τοῦτο τί ἦν εἶναί ἐστι τῷ ἐν ᾧ ὑπάρχει. οὐ γὰρ οὕτω φαμὲν καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ὑπάρχειν ἐν τοῖς μέρεσιν αὐτοῦ, ὡς τῇ | [*](434) ἐπιφανεία τὸ λευκόν· τὸ μὲν γὰρ τί ἦν εἶναι λέγεται καθ’ αὑτὸ ὑπάρχειν τοῖς μέρεσιν αὐτοῦ, ἤτοι τοῖς ἀτόμοις, ὅτι ἕκαστον αὐτῶν τὸ τί ἦν εἶναί ἐστι καὶ ἐν ἑκάστῳ τελεία ἡ φύσις αὕτη ὑπάρχει, τὸ δὲ λευκὸν ὑπάρχειν [*](6 μὲν οὖν λέγει e S coni. Ronitz 7 ὡς φύσιν A1: ὥς φησι A1: ὡς φάσιν LS οἷον A2: om. A1L 9 ἀπαρίθμησιν A2L: ἀναρίθμησιν A1 11 ὡς φύσιν Α2: ὥς φασιν A1: ὡς φάσιν LS 15 ἕκαστον A2FS: ἕκαστα A1L καθ’ αὑτό LFS: τῶν καθ’ αὑτά A 22 οὖν ALF: δὲ S Bonitz ὁ — ἄνθρωπος] εἶναι λέγεται ὁ ἀλέξανδρος. λέγεται δὲ ἄνθρωπος L γὰρ M: om. Α 23 τοῦ L: om. Α 30*)
468
λέγεται τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως· διὰ γὰρ τὸ ἐν αὐτῇ πρῶτον ὑπάρχειν, αὕτη δ’ ἐστὶν ἐν σώματι, λέγεται τὸ σῶμα λευκόν. οὐκ ἔστιν οὖν τὸ λευκὸν τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ὡς τὸ τί ἦν εἶναι τοῖς μέρεσιν αὐτοῦ, διότι τὸ μὲν Σωκράτει εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, ἀνθρώπῳ εἶναι λέγων κατὰ δοτικὴν πτῶσιν τὸ τί ἦν εἶναι τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλούμενον, τὸ δ’ ἐπιφανείᾳ εἶναι οὐκ ἔστι τὸ λευκῷ εἶναι· ἄλλη γὰρ φύσις ἐπιφανείας καὶ ἄλλη λευκοῦ. Σωκράτους δὲ καὶ τοῦ τί ἦν εἶναι τοῦ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένου οὐκ ἄλλη ἀλλ’ ἡ αὐτή. ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφανείᾳ εἶναί ἐστι τὸ ἐπιφανείᾳ εἶναι λευκῇ· οὐ γάρ ἐστι ταὐτὸν ἐπιφάνεια ἐπιφανείᾳ λευκῇ. καὶ τοὐ πῶς οὐ ταὐτὸν ἀλλ’ ἕτερόν ἐστι τὸ ἐπιφανείᾳ εἶναι τοῦ λευκῇ ἐπιφανείᾳ, πάνυ συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι πρόσεστιν αὐτό, αὐτὸ λέγων τὸ ὁριστὸν ἤτοι τὴν ἐπιφάνειαν· οὐκ ἔστιν οὖν τὸ ἐπιφανείᾳ εἷναι ὅπερ τὸ ἐπιφανείᾳ λευκῇ, ὅτι ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια. τὸν μὲν γὰρ Σωκράτην ταὐτόν φαμεν εἶναι τῷ ἀνθρώπῳ, ὅτι ὅταν ὁριζώμεθα τὸν ἄνθρωπον, οὐ λαμβάνομεν εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν τὸν ἄνθρωπον· οὐ γὰρ ὁριζόμενοι τὸν ἄνθρωπόν φαμεν ὅτι ἄνθρωπός ἐστιν ἄνθρωπος ζῷον πεζὸν δίπουν. τὴν δὲ λευκὴν ἐπιφάνειαν ὁριζόμενοι λαμβάνομεν εἰς τὸν ὁρισμὸν αὐτῆς αὐτὴν τὴν ἐπιφάνειαν· λέγομεν γὰρ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια ἔχουσα χρῶμα διακριτικὸν ὄψεως· ὥστε εἴληπται ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας ἡ ἐπιφάνεια. εἰ δέ τις λέγοι ὅτι οὐ λήψομαι εἰς τὸν ὁρισμὸν τῆς λευκῆς ἐπιφανείας τὴν ἐπιφάνειαν, ἀλλ’ εἴποιμι ἂν ὅτι λευκὴ ἐπιφάνειά ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὗτος ἴστω ὅτι ὁρισμὸν τῆς λευκότητος ἀπέδωκεν, ἀλλ’ οὐ τῆς λευκῆς ἐπιφανείας. εἰ δὴ τὸν Σωκράτην φαμὲν ὅπερ τὸν ἄνθρωπον, ὅτι ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου οὐ λαμβάνεται ἄνθρωπος, δῆλον ὡς ἐπειδὴ ἐν τῷ ὁρισμῷ ἰῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. οὐκ ἔστιν οὖν, φησίν, ἡ ἐπιφάνει ὅπερ ἡ λευκὴ ἐπιφάνεια, ἐπειδὴ πρόσεστιν αὐτό, αὐτὸ λέγων τὴν ἐπιφάνειαν. ἐπειδὴ οὗν πρόσεστιν αὐτό, ἤτοι ἡ ἐπιφάνεια, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως καὶ διὰ τί; ὅτι πρόσεστιν αὐτή. καὶ ἔστιν αὕτη σαφεστέρα ἡ γραφή. καὶ διὰ τί, φησίν.. οὐκ ἔστιν ἡ ἑπιφάνεια [*](435) ὅπερ ἡ λευκὴ ἐπιφάνεια; ὅτι πρόσεστιν αὐτὴ ἡ ἐπιφάνεια ἐν τῷ τῆς λευκῆς ἐπιφανείας ὁρισμῷ. ταῦτα εἰπὼν συμπεραίνεται λέγων, ἐν ᾧ ἄρα μὴ ἔνεστι λόγῳ αὐτὸ λέγοντι αὐτό, οὗτος ὁ λόγος τοὐ τί ἦν εἶναι ἑκάστῳ, τουτέστιν οὗτός ἐστι λόγος καὶ ὁρισμὸς ὁ δηλωτικὸς τοῦ τί ἦν εἶναι καὶ τῆς φύσεως ἑκάστῳ, ἐν ᾧ λόγῳ λέγοντι καὶ ἀναπτύσσοντι αὐτό, τὸ ὁριστόν, μὴ ἐνυπάρχει ἐν τῷ λόγῳ αὐτό, ἤτοι τὸ ὁριστόν. ἐν γὰρ τῷ τοῦ ἀνθρώπου λόγῳ, τῷ λέγοντι τί ἐστιν ἄνθρωπος, οὐκ ἐνυπάρχει [*](1 ante πρῶτον add. καὶ L 4 κατὰ L: καὶ τὰ Α 9. 10 ἐπιφάνεια LS: ἐπιφανείᾳ εἶναι καὶ Α 32 αὐτή LFS: αὕτη Α et Metaph. codd. pleiique 34 αὐτὴ ἡ LF: ἡ om. A 36 ἔνεστι LF: ἐστὶ Α: ἐνέσται Metapb. vulg.)
469
ὁ ἄνθρωπος. ταῦτα εἰπὼν ἐπάγει ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναι ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, τὸ λευκῷ καὶ λείῳ εἶναι τὸ αὐτὸ καὶ ἐν. καὶ ἔστιν οἶμαι λύσις πρός τινα λόγον δυνάμενον φέρεσθαι πρὸς τὰ λεγόμενα· ὁ δὲ δυνάμενος λέγεσθαι λόγος τοιοῦτος ἂν εἴη. εἰ γὰρ ὅτι ἡ ἐπιφάνεια ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται, ἐπὶ τούτῳ λέγεις, ὧ Ἀριστότελες, τὴν ἐπιφάνειαν μὴ εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνει, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας τὴν μὲν ἐπιφάνειαν οὐκ ἐάσομεν ἀλλὰ ληψόμεθα, τὸ δὲ λευκὸν παραλείψομεν· καὶ τοῦτο ποιησάντων πάντως δοίης ἄν τὴν ἐπιφάνειαν εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνεια. εἴποιμεν γὰρ ἄν οὕτως, ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία. πρὸς δὴ τοῦτον τὸν λόγον οἶμαι ἐπῆκται τὸ ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι τὸ ἐπιφανείᾳ λείᾳ καὶ τὰ ἑξῆς, ἴσον λέγων, ὥστε εἰ τὴν λευκήν ἐπιφά- νειαν ὁριζόμενός τις ἐρεῖ ὅτι τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι, ἤτοι ἐπιφάνεια λευκή ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, ἤιοι ἐπιφάνεια λεία, τὸ μὲν λευκὸν ὡρίσατο τοῦτο γὰρ καὶ παρέλειπεν), τὴν δὲ λευκὴν ἐπιφάνειαν οὐχ ὡρίσατο· ὥστε ὅταν λέγῃ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία, οὐδὲν ἄλλο λέγει ἢ ὅτι τὸ λευκὸν λεῖόν ἐστιν καὶ ἔστι τὸ λευκῷ εἶναι καὶ λείῳ ταὐτὸν καὶ ἕν.

[*](p. 1029b22)

Ἐπεὶ δέ ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας συνθετα· ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ ποσῳ.

Ἐπειδὴ εἴρηκεν ὅτι ἡ ἐπιφάνεια οὐκ ἔστιν ὅπερ ἡ λευκὴ ἐπιφάνεια οὐδέ ἐστι τὸ ἐπιφανείᾳ εἶναι τὸ λευκῇ εἶναι, ζητεῖ λέγων ἐπειδὴ τὸ ποιὸν καὶ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι ἑκάστη ὑποκείμενόν τι ἔχει, ἆρα ἐστι λόγος καὶ ὁρισμὸς τοὺ τί ἦν εἷναι ἑκάστῳ αὐτῶν, τουτέστιν ἄρα δύναταί τις μία φύσις εἶναι ὁ ἄνθρωπος καὶ τὸ λευκόν, καὶ ὑπάρχειν τὸ τί ἦν εἶναι τῷ λευκῷ ἀνθρώπῳ καὶ ἔστιν ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἐπειδὴ δὲ οἱ ὁρισμοὶ ὀνομάτων εἰσὶν ἀλλ’ οὐ λόγων, ἔμελλε δέ τις λέγειν ὅτι [*](436) τοῦ ἄνθρωπος λευκὸς λόγου ὄντος ἀλλ’ οὐκ ὀνόματος, πῶ, ἔσται αὐτοῦ ὁρισμός, λέγει ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ ἱμάτιον. ἔστιν οὗν ὁρισμὸς τοῦ ἱματίου, ἤτοι τοῦ λευκοῦ ἀνθρώπου, ἢ οὐ; καὶ ερωτησας επικρίνει λέγων ἀλλὰ μὴν οὐδὲ τῶν καθ’ αὑτὸ λεγομένων οὐδὲ τουτο· τουτέστιν ἐκείνων τῶν φύσεων τῶν καθ’ αὑτὸ οὐσῶν καὶ ἐν ὑπάρξει ὁρισμοὺς εἶναί φαμεν. ὁ δὲ λευκὸς ἄνθρωπος καθ’ αὑτὸ μὴ ὢν μηδὲ ὀδυναμενος εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ ὢν, ὥσπερ καὶ ὁ μουσικὸς Σωκράτης ἐν τῶ Σωκράτει, πῶς ἔσται τοῦ λευκοῦ ἀνθρώπου ὁρισμός; εἰ γὰρ ἦν αὐτοῦ ὁρισμός, ἦν ἂν καὶ τί ἦν εἶναι, ἤτοι φύσις αὐτὴ καθ’ αὑτὴν συγκεχυμένη καὶ ὑπὸ τοῦ ὁρισμοῦ ἀναπτυσσομένη· ἀλλ’ ὁ μὲν ἄνθρωπός [*](4 λέγεσθαι LF: om. A 5 ἐπὶ τούτῳ A1LF: διὰ τοῦτο A2 7 οὐκ ἔσχομεν LF 22 τὸ ἐπιφανείᾳ εἶναι MS: τῇ ἐπιφανεία ALF λευκῇ] superficiei albae S 24 ἆρα e S add. Bonitz 26 ὁρισμὸς LFS: ὁρισμὸν Α 31 οὐδὲ (post μὴν) om. LF 32 ἐν ὑπάρξει S: ἐνυπάρξει ALF)

470
ἐστιν, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν, ἀλλὰ συνέβη τῷ ἀνθρώπῳ. εἰπὼν δὲ ὅτι ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτό, ἐπιχειρεῖ διὰ τῶν τοῦ μὴ καθ’ αὑτὸ σημαινομένων δεῖξαι ὅτι ὁ λευκὸς ἄνθρωπος τῶν καθ’ αὑτό ἐστι. λέγων ἢ τὸ οὐ καθ’ αὑτὸ λέγεται διχῶς, καὶ τούτου ἐστὶ τὸ μὲν ἐκ προσθέσεως, τὸ δὲ οὐκ ἐκ προσθέσεως. καὶ τοῦ μὲν ἐκ προσθέσεως οὐ καθ’ αὑτὸ τέθεικεν ὑπόδειγμα τὸ τὸ μὲν γὰρ τῷ αὐτὸ ἄλλῳ προσκεῖσθαι λέγεται. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· ἔ τις ὁριζόμενος τὸ λευκὸν προσλάβοι καὶ τὸν τοῦ ἀνθρώπου ὁρισμόν, προστίθησι τὸ πρᾶγμα καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐν ἄλλῳ πράγματι καὶ ὁρισμῷ. εἰ γάρ τις ὁριζόμενος τὸ λευκὸν λέγει ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως ζῷον πεζὸν δίπουν, οὐχὶ λευκοῦ ὁρισμὸν ἀποδέδωκεν ἀλλὰ λευκοῦ ἀνθρώπου. καὶ διὰ τοῦτο οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ λευκὸν διὰ τὸ τὸ λευκὸν ἐν ἄλλῳ ἤτοι τῷ ἀνθρώπῳ προσθεῖναι. τὸ μὲν οὗν οὕτω λέγεται οὐ καθ’ αὑτό, τὸ δὲ τῷ ἄλλο αὐτῶ. ἐλλιπῶς δὲ ἑρμηνευθὲν δεῖ προσθεῖναι τὸ δεῖν προσκεῖσθαι, ὃ οὐ πρόσκειται, ἵνα ᾖ τὼ πᾶν τοιοῦτον· τὸ δὲ λέγεται οὐ καθ’ αὑτὸ ἐν τῷ δεῖν ἄλλο προσκεῖσθαι αὐτῷ, ὃ οὐ πρόσκειται· οἷον εἰ τὸ ἱμάτιον σημαίνει τὸν λευκὸν ἄνθρωπον, ὁριζόμενος τὸ ἱμάτιον λέγει ὅτι ἱμάτιόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. δέον γὰρ προσκεῖσθαι τῷ ὁρισμῶ του ἱματίου καὶ ἄλλο τι, οἷον τὸ ζῷον πεζὸν δίπουν, οὐ πρόσκειται, ὥστε οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ ἱμάτιον. εἰ δὴ τὸ λευκὸν ὁριζόμενοι καὶ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, ὁμοίως δὴ καὶ τὸν λευκὸν ἄνθρωπον ὁριζόμενοι οὐ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, εἴπερ τὸ ἱμάτιον ὁριζόμενοι προσλάβοιμεν καὶ τὸ λευκὸν καὶ τὸν ἄνθρωπον, ἔσται τὸ ἱμάτιον, ἤτοι ὁ λευκὸς ἄνθρωπος, τῶν καθ’ αὑτό· εἰ δ’ ἐστὶ τῶν καθ’ αὑτό, ἔστιν ἄρα | ὁρισμὸς αὐτοῦ, εἴπερ τῶν καθ’ αὑτὸ οἱ ὁρισμοί. οὐκ ἄρα καλῶς εἴρηται [*](437) ὡς λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτὸ λεγομένων, καὶ ἐπὶ τούτῳ οὐδὲ ὁρισμὸς ἔστιν αὐτοῦ. ταῦτα εἰπὼν τὴν μὲν ἀκριβῆ λύσιν μετ’ ὀλίγον ἐρεῖ, ὅταν λέγῃ ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται· καὶ γὰρ τὸ τί ἐστιν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν. τὴν μὲν δὴ ἀκριβῆ λύσιν καὶ τὴν τοῦ λόγου διάρθρωσιν μετ’ ὀλίγον ἐρεῖ, αὐτὸς δὲ τὰ προσεχῶς εἰρημένα εἰπὼν ἐπήγαγε τὸ δὴ λευκὸς ἄνθρωπος ἔστι μὲν λευκόν, οὐ μέντοι τί ἦν εἶναι λευκῷ εἶναι ἀλλὰ τὸ ἱμάτιον εἶναι. τουτέστι τὸ δὴ λέγειν ἄνθρωπος λευκός ἐστι, τοῦτο ἀληθές· ἔστι γὰρ τὸ λευκὸν ἐν ἀνθρώπῳ, καὶ ἐπὶ τούτῳ ἀλη- θὲς λέγειν ὅτι ἄνθρωπος λευκός· οὐ μέντοι ἐστὶν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ λευκῷ εἶναι, ἤτοι οὐκ ἔστιν ὁ ἄνθρωπος ὅπερ τὸ λευκῷ ἀνθρώπῳ εἷναι. τὸ δὲ τί ἦν εἶναι λευκῷ ἀνθρώπῳ ὅπερ τὸ ἱματίῳ εἶναί ἐστιν· οὕτω γὰρ εἴρηται ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ τὸ ἱμάτιον.

[*](13 τὸ τό LF: alterum τὸ om. Α 14 τῷ LFS: τὸ Α 17 τὸν LF: τὸ Α 29 ἐρεῖ] p. 1030 a 17 34 ἱματίῳ Metapb. vulg. 37 et 38 ὅπερ τὸ ML: ὅπερ τῷ Α 37 post ἀνθρώπῳ εἶναι add. ἀλλὰ μᾶλλον τό λευκῶ ἀνθρώπω, τουτέστιν ὁ λευκὸς ἄνθρωπος, ἐστὶ τῶ ἱματίω εἶναι ἤτοι ὅπερ ἱμάτιον. ὁ μὲν γὰρ ἄνθρωπος φησὶν οὐκ ἔστιν ὅπερ τῶ λευκῶ ἀνθρώπω LF)
471
[*](p. 1030a2)

Ἆρ᾿ ἔστι τί ἦν εἶναί τι ἢ ὅλως ἢ οὔ.

Πολλαχοῦ μνησθεὶς τοῦ τί ἦν εἶναι τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου φύ καὶ ἐνδειξάμενος τὴν διαφορὰν αὐτοῦ ἥτις ἐστὶ πρὸς τὸν ὁρισμόν, καἰ εἰπὼν τί ἐστι τὸ τί ἦν εἶναι, ὅτι΄ ἡ φύσις πάντων τῶν κατὰ μέρος ἀνθρώπων λεγέσθω γὰρ ἐπὶ τῶν ἀνθρώπων) συνῃρημένως καὶ ἅμα νοουμένη, ἐπεὶ δή, ὡς ἐν τῆ Ἀποδεικτικῇ εἴρηται, προηγεῖται τὸ εἰ ἔστι τοῦ τί ἐστι, ζητεῖ εἰ ἄρα ἔστι τι τῶν ὄντων τὸ τί ἢν εἶναι ἢ οὔ· καὶ λύει συντόμως λέγων ὅπερ γάρ τι ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν ἡ ἑκάστου οὐσία. εἰ οὗν τὸ τί ἦν εἶναι ἡ ἑκάστου οὐσία, τὰ δὲ καθ’ ἕκαστον ἔστι, δῆλον ἄρα ὅτι καὶ τὸ τί ἦν εἶναι τῶν ὄντων ἐστίν. καὶ ἐπεὶ τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν ἐστιν, τουτέστι τὸ τί ἦν εἶναι οὐδὲν ἄλλο ἐστὶν ἢ πᾶσαι αἱ ἄτομοι ἐν ἑκάστῳ εἴδει οὐσίαι, αὗται μὲν καθ’ αὑτάς εἰσιν· ὅταν δ’ ἄλλο κατ᾿ ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι καὶ καθ’ αὑτό. ὁ γὰρ λευκὸς ἄνθρωπος οὐκ ἔστι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ· τὸ γὰρ τόδε τι ταῖς οὐσίαις μόναις ἀφώρισταί τε καὶ ὑπάρχει. εἰ δὴ τὸ τόδε τι ταῖς οὐσίαις ὑπάρχει, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἄρα ἐστὶν ὁ λευκὸς ἄνθρωπος τόδε τι καὶ καθ’ αὑτό. ὥστε ἐξ ἁπάντων τῶν εἰργμένων φανερόν ἐστιν ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐςτι, τουτέστιν ἐκ τῶν ὄντων ἐπ’ ἐκείνων μόνων τὸ τί ἦν εἶναι λέγεται κυρίως τῶν οὐσιῶν, ὧν ὁ λόγος ὁρισμὸς ἤτοι ἀνάπτυξις καὶ ἀπαρίθμησίς ἐστι τῶν καθ’ αὑτὸ καὶ οὐσιωδῶς [*](438) ὑπαρχόντων αὐταῖς. εἰπὼν δὲ ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐστιν, ἐπειδὴ οἱ ὁρισμοὶ ταὐτὸν σημαίνουσι τῷ ὀνόματι τοῦ τί ἦν εἶναι, ἐπήγαγεν ὁρισμὸς δ’ ἐστὶν οὐκ ἄν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ. δέον εἰπεῖν ‘ὁρισμὸς δέ ἐστιν οὐκ ἐάν λόγος ᾖ ὀνόματι ταὐτὸν σημαίνων᾿, εἶπεν ‘οὐκ ἂν ὄνομα ᾖ λόγῳ ταὐτὸν σημαῖνον’. ἐστὶ δὲ ὃ λέγει τοιοῦτον. οὐ πᾶς λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν. εἰ γὰρ πᾶς λόγος ὀνόματι ταυτον σημαίνων ὁρισμὸς ἦν, επειοη δυνάμεθα παντὶ λόγῳ ὄνομα θεῖναι, πᾶς ἂν λόγος ὁρισμὸς ἦν· ὥστε ἐπειδὴ πάσῃ τῇ τοῦ Ὁμήρου ποιήσει κεῖται ὄνομα τὸ Ἰλιάς, ὁρισμὸς ἄν ἦν ἡ ποίησις· ταὐτὸν γὰρ δηλοῖ πάντα τὰ ἔπη, αὐτά φημι τά εἰκοσιτέτταρα βιβλία, ὅπερ τὸ Ἰλιὰς ὄνομα. οὐ πᾶς οὖν λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν, ἀλλ’ ὅστις λόγος σὺν] τῷ ὀνόματι ταὐτὸν δηλῶν καὶ ἀνάπτυξιν καὶ ἀπαρίθμησιν ἔχει τινῶν συνιστώντων εἶδος, ἢ μᾶλλον συνιστώντων πλῆθος ἐξ ὧν ἡ διάνοια τὸ καθόλου χωρίζει καὶ ἀποσυλᾶται, ἐκεῖνος ἂν εἴη ὁρισμός. εἰπὼν δὲ ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν ᾖ πρώτου τινός, τίνα [*](5 λεγέσθω LFS: λέγεσθαι Α 6 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Β 1 sq. 7. 8 ἢ οὔ — ἦν εἶναι LFS: om. Α 8 λύει S: λύειν L: λύων F ὅπερ γάρ τι ἦν εἶναι ἔστι Metaph. vulg. 9 οὐσία εἰ) L: οὐσία ἐστίν AF 18 ὅτι M Bonitz: om. ALF 20. 21 ὁρισμὸς LF: ὁ ὁρισμὸς A 25. 26 ἐὰν λόγω ἢ ὀνόματι L 30 ἦν scripsi: ἦ ALF 33 σὺν del. Bonitz δηλῶν M: δηλοῦν ALF)

472
βούλεται λέγειν πρῶτα σαφηνίζων ἐπήγαγε τοιαῦτα δ’ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο λέγεσθαι, ὡς ἂν εἰ ἔλεγε, ταῦτα δὲ λέγω πρῶτα ὅσα λέφεται μὴ τῷ ἄλλο λέγεσθαι. ὅταν γὰρ λέγωμεν ὅτι λευκόν, οὐχὶ τὴν λευκότητα αὐτὴν καθ’ αὑτήν φαμεν, ἀλλὰ τὴν λελευκασμένην οὐσίαν οἷον χιόνα, Σωκράτην ἢ ἄλλο τι τοιοῦτον. ὅταν δὲ λέγωμεν ὅτι ἄνθρωπος, οὐκ ἄλλο τί φαμεν, οὐδ’ ἄλλο τι προσλογιζόμενθα, ἀλλ’ αὐτὴν τὴν τοιάνδε οὐσίαν τὴν δυναμένην καθ’ αὑτὴν εἶναι. ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὅτι οὐκ ἔστι τὸ τί ἦν εἷναι οὐδενὶ τῶν μὴ γένους εἰδῶν, ἀλλ’ ἐκείνων ἐστὶ τὸ τί ἦν εἶναι, ἅπερ ἐστὶν εἴδη γένους· εἰδῶν δὲ οὐ τῶν τυχόντων ἐστὶ τὸ τί ἦν εἶναι, ἀλλ’ εἰδῶν, ἅπερ εἰσὶν ἐξ οὐσιῶν ἀποσεσυλημένα, ἤτοι τὸ τί ἦν εἶναί ἐστι τῶν ἀτόμων, ἐξ ὧν τὰ εἴδη κεχώρισται. ταῦτα δὲ τὰ εἴδη ἐπειδὴ οὐδὲν ἄλλο εἰσὶν ἢ τὰ καθ’ ἕκαστα ἐν γὰρ τοῖς καθ’ ἕκαστα αὐτοῖς τὸ εἶναι· περὶ τούτων γὰρ ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ τῶν ἃ ἡ διάνοια χωρίσασα παρ’ ἑαυτῇ ἔχει), ταῦτα οὖν τὰ εἴδη οὐ κατὰ μετοχὴν λέγονται, ἤτοι οὐχ ὡς συμβεβηκότα κατηγοροῦνται καὶ πάθη εἰσὶν ὧν κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμόν, ἀλλ’ ὡς οὐσίαι καὶ τῇ φύσει μηθὲν διαφέροντα τῶν μερικῶν, ἀλλὰ μόνῳ τῷ καθόλου. δύναται τὸ οὐ κατὰ μετοχὴν λέγονται νοεῖσθαι ἀντὶ τοῦ οὐ κεχωρισμένα ἐστὶ τὰ εἴδη, καθάπερ φησὶ Πλάτων.ι καὶ κατὰ μετο|χὴν αὐτῶν τὰ καθ’ [*](439) ἕκαστά ἐστιν, ἀλλ’ οὐσίαι εἰσὶν ἐν τοῖς καθ’ ἕκαστα μεμερισμέναι πως καὶ ἀμέριστοι, μεμερισμέναι μὲν ᾗ ἐν τοῖς καθ’ ἕκαστά εἰσιν, ἤτοι αὐτὰ τὰ καθ’ ἕκαστά εἰσιν, ἀμέριστοι δὲ κατὰ τὸ ταὐτὸν τῆς ἐν πᾶσιν εὑρισκομένης φύσεως. καὶ ἑκάστου μὲν καὶ τῶν ἄλλων λόγος ἐστὶ σημαίνων ὅτι ὑπάρχει τόδε τῷδε, ἐὰν τεθῇ ὄνομα, οἷον εἰ τῷ λευκῷ ἀνθρώπῳ τεθείη ὄνομα ἱμάτιον. ἔστι μὲν οὗν τοῦ ἱμάτιον ὀνόματος λόγος· σημαίνει γὰρ τὸ ἱμάτιον ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ· οὐ μήν ἐστιν ὁρισμὸς ὁ τοιοῦτος λόγος ὁ λέγων ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδὲ τί ἦν εἶναί ἐστι καὶ πρᾶγμα δυνάμενον εἶναι καθ’ αὑτὸ τὸ δηλούμενον ὑπὸ τοῦ τοιούτου λόγου. εἰπὼν δὲ ἀλλὰ λόγος μὲν ἔσται ἑκάστου καὶ τῶν ἄλλων τί σημαίνει, ἂν ᾖ ὄνομα, ὅτι τόδε τῷδε ὑπάρχει ἐπήγαγεν ἢ ἀντὶ λόγου ἁπλοῦ ἀκριβέστερος. ὅταν γὰρ λέγω ὅτι ἄνθρωπος λευκός, λόγον ἁπλοῦν φημι σημαίνοντα ὅτι ὑπάρχει τὸ λευκὸν τῷ ἀνθρώπῳ· ὅταν δὲ λέγω ὅτι ἄνθρωπός ἐστιν ἔχων χρῶμα διακριτικὸν ὄψεως ἢ ὅτι ζῷον πεζὸν δίπουν λευκόν, εἴρηκα λόγον ἀκριβέστερον· ἐπειδὴ γὰρ λευκόν, ἀληθεύεται ὅτι ἄνθρωπος λευκός.

[*](2 ἄλλο κατ’ ἄλλου λέγεσθαι Metaph. vulg. 1 καθ’ αὑτήν LFS: κατ’ αὐτὴν Α 9. 10 ἅπερ — εἶναι LFS: om. Α 10 ἀλλ’] τῶν Α2 13 γὰρ LFS: καὶ γὰρ Α 16 οὐσίαι LF: οὐσίᾳ Α 17 ἀλλὰ A1LF: ἢ Α2 18 λέγονται LF: λέγοντα A: om. S 19 καθάπερ LF: καὶ καθάπερ Α καὶ LF: om. Α 20 τοῖς καθ’ ἕκαστα LF: τοῖς καθ’ ἕκαστον Α 23 καὶ (post μὲν) LF: om. A 32 φημι LFS: φησὶ Α 34. 35 εἴρηκα — λευκός Α: τοῦ λέγοντος ὅτι ἄνθρωπος λευκός LF: orationem dico exactiorem quam quae ait homo albus (i. e. εἴρηκα λόγον ἀκριβέστερον τοῦ λέγοντος ὅτι ἄνθρωπος λευκός) S ἐπειδὴ — λευκός fort, delenda sunt)
473

Οὕτως οὖν δείξας ὅτι τὸ τί ἦν εἶναι ἐπὶ μόνων τῶν οὐσιῶν ἐστι καὶ ὅτι τούτων μόνων εἰσὶν ὁρισμοί, ἐπάγει ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται, τουτέστιν ὥσπερ τὸ τί ἐστι λέγεται μὲν καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἐπὶ τοῦ ποιοῦ εἴρηκε γὰρ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν “ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον, τί ἐστι λέγει καὶ οὐσίαν σημαίνει· ὅταν δὲ χρώματος λευκοῦ ἐκκειμένου φῇ τὸ ἐκκείμενον λευκὸν εἶναι ἢ χρῶμα, τί ἐστι λέγει καὶ ποιὸν σημαίνει· ὅταν δὲ πηχυαίου μεγέθους ἐκκειμένου φῇ τὸ ἐκκείμενον πηχυαῖον εἶναι, τί ἐστιν ἐρεῖ καὶ ποσὸν σημαίνει· ὁμοίως δὴ καὶ ἐπὶ τῶν ἄλλων”), ὥσπερ οὗν τὸ τί ἐστι λέγεται πολλαχῶς καὶ ὑπάρχει πᾶσι τοῖς οὖσιν, ἀλλὰ τῷ μέν, ἤτοι τῇ οὐσίᾳ, πρώτως, τοῖς δ ἑπομένως, οὕτω καὶ τὸ τί ἐστι λέγων τί ἐστι τὸν ὁρισμόν) πρώτως μὲν καὶ κυρίως τῇ οὐσία ὑπάρξει, τρόπον δέ τινα καὶ τοῖς ἄλλοις, ὅτι δὲ τὸ τί ἐστιν οὐ μόνον ἐπὶ τῆς οὐσίας λέγεται ἀλλ’ ἁ καὶ ἐπὶ τῶν ἄλλων πάλιν δείκνυσι λέγων καὶ γὰρ τὸ ποιὸν ἐροίμεθ’ ἄν τί ἐστιν, ὥστε καὶ τὸ ποιόν εστι. τῶν τί ἐστι. καὶ λέγεται ἐπὶ του ποίου τὸ τι ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς· ἀλλ’ ὥσπερ καὶ τὸ μὴ ὂν λογικῶς καὶ ἐνδόξως ἐπιχει- ροῦντές τινές φασιν ὅτι τὸ μὴ ὂν ἔστιν, οὐχ ἁπλῶς δέ φασιν ὅτι ὑπάρχει [*](440) καὶ ἔστι τῶν ὄντων, ἀλλ’ ὅτι ἔστι μέν, ἀλλ’ οὐκ ὂν ἀλλὰ μὴ ὄν, οὕτω καὶ τὸ ποιὸν λέγομεν αὐτὸ τί ἐστιν, ἀλλ’ οὐχ ἀπλῶς ὥσπερ ἐπὶ τῆς οὐσίας, ἀλλὰ μετὰ προσθήκης τί ἐστι ποιόν. ἐπὶ μὲν γὰρ τῆς οὐσίας ἁπλῶς καὶ χωρὶς προσθήκης φαμὲν τὸ τί ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων, ὡς εἴρηται, μετὰ προσθήκης τί ἐστι ποιὸν ἢ τί ἐστι ποσόν. εἰπὼν οὖν ὅτι τὸ τί ἐστι λέγεται πλῶς μὲν ἐπὶ τῆς οὐσίας, πῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγει ὅτι δεῖ μὲν οὗν σκοπεῖν καὶ πῶς δεῖ λέγειν περὶ ἕκαστα, τουτέστι δεῖ μὲν οὖν σκοπεῖν εἴτε οὕτως χρὴ λέγειν ὅτι τί ἐστι ποιόν, εἴτε ἁπλῶς τί ἐστιν. ἢ οὐ τοῦτό ἐστι τὸ λεγόμενον, ἀλλ’ ὅτι δεῖ μὲν οὗν ζητεῖν καὶ φροντίζειν καὶ τῆς τοῦ λόγου καλλιεπείας τε καὶ χάριτος, ἵνα μὴ ξηρὸς ᾖ, τοσοῦτον δὲ ὅσον γε πῶς ἔχει φύσεως τὰ πράγματα καὶ πῶς ὀφείλει λέγεσθαί τε καὶ νοεῖσθαι. τοῦτο θεὶς μεταξὺ λέγει διὸ καὶ νῦν, ἐπεὶ τὸ λεγόμενον φανερόν, ἤτοι ἐπεὶ φανερόν ἐστιν ὅτι κυρίως τὸ τί ἐστιν ἐπὶ τῆς οὐσίας λέγεται, καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἀπλῶς τῇ οὐσία, εἶτα καὶ τοῖς ἄλλοις ὑπάρξει τὸ τί ἦν εἷναι, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν οὐχ ἁπλῶς ὑπάρχει αὐτοῖς, ἀλλὰ τῇ μὲν οὐσία ἁπλῶς, αὐτοῖς δὲ τὸ μετὰ προσθήκης τί ἐστι ποιόν· οὕτως καὶ τὸ τί ἦν εἷναι μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ. καὶ ὥσπερ τὸ μὴ ἐπι- [*](1 ὅτι τὸ LF: ὅτι old. Α 4 καὶ ἐπὶ τοῦ ποσοῦ LFS: om. Α 4. 5 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 9 p. 103 b 29 sqq. 15. 16 καὶ γὰρ—τῶν τί ἐστι A2LF: om. A1S 16 post τῶν τί ἐστι repetit οὐ μόνον—λέγων (14. 15) L 19 καὶ ἔστι LFS: om. Α ἀλλ’ ὅτι ἔστι LFS: ἀλλά τί ἐστι A 20 τί ἐστι LF: εἶναι Α 21 τί ἐστι] ὅτι ἔστι Α2 25 ἕκαστον Metaph. vulg. 26 οὕτως LFS: οὔτε S 28. 29 ἦ, οὐ τοσοῦτον LF 30 τε LF: τι A 33. 34 ἀλλ’ οὐχ — ἢ τί ἦν εἶναι LFS: om. A)

474
στῆτόν λέγεται ἐπιστητόν, οὐχ ἁπλῶς ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν, ἀλλ’ ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν ὅτι οὐκ ἔστιν ἐπιστητόν, οὕτως καὶ ἐπὶ τούτων οὐχ ἁπλῶς τὸ τί ἦν εἶναι ἐπ’ αὐτῶν λεχθήσεται, ἀλλὰ μετὰ προσθήκης. καὶ ἔστιν οὖν ἡ τοῦ λόγου σύνταξις τοιαύτη τις· καὶ τὸ τί ἦν εἶναι ὁμοίως ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις, οὐχ ἁπλῶς τί ἦν εἶναι, ἀλλὰ ποιῷ ἢ ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν· καὶ γὰρ τὸ τί ἐστιν οὐχ ἁπλῶς αὐτοῖς ὑπάρχει, ἀλλὰ μετὰ προσθήκης. εἶτα ἀπ’ ἄλλης ἀρχῆς τὸ ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητόν, εἶτα τὸ ἢ προστιθέντας καὶ ἀφαιροῦντας, καὶ οὕτως δεῖ γὰρ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα, καὶ δεῖ προσυπακούειν τὸ ἢ συνωνύμως, καὶ οὕτω ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως φάναι καὶ τὰ ἑξῆς. τὸ γὰρ ἢ προστιθέντας ἢ ἀφαιροῦντας, ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν μεταξὺ τεθέν, καὶ τὸ δεῖ γὰρ ὁμωνύμως ταῦτα φάναι ἐλλιπῶς τεθέν ἔδει γὰρ προσκεῖσθαι καὶ τὸ ἢ συνωνύμως) ἀσάφειαν ἐποίησε πολλήν. καὶ ἔστιν ἴσως ὁ λόγος τοιοῦτος. καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ εἶτα ὑπάρξει τὸ τί ἦν εἶναι καὶ τοῖς | ἄλλοις, ἀλλ’ οὐχ ἀπλῶς, ἀλλ’ ὥσπερ καὶ τὸ τί [*](441) ἐστιν οὐχ ἀπλῶς αὐτοῖς ὑπάρχει, οὕτως καὶ τὸ τί ἦν εἶναι, καὶ ὥσπερ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν λέγεται οὐχ ἀπλῶς, οὕτως καὶ ταῦτα δεῖ λέγειν, ἢ προστιθέντας ἢ ἀφαιροῦντας, προστιθέντας μὲν ἐπὶ τοῦ ποσοῦ ἢ τοῦ ποιοῦ καὶ τῶν ἄλλων, τί ἦν εἶναι λέγοντας ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ἀφαιροῦντας δὲ ἤτοι ἁπλῶς δὲ καὶ ἄνευ προσθήκης λέγοντας ἐπὶ τῆς οὐσίας· εἶτα δεῖ γὰρ τοῦ γάρ συνδέσμου ἀντὶ τοῦ δέ ἀκούοντας ὡς ἄλλο τι λέγοντος) δεῖ δὲ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα ἢ συνωνύμως· ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως, ὡς ἂν εἰ ἔλεγε, δεῖ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς κατηγορίας ἢ ὁμωνύμως ὄντα λέγειν ἡ συνωνύμως, εἶτα ἐπικριτικὸν ἐπήνεγκε τὸ τό γε ὀρθὸν καὶ ἀληθές ἐστι μήτε ὁμωνύμως φάναι μήτε ὡσαύτως, ἀντὶ τοῦ συνωνύμως, ἀλλὰ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥσπερ καὶ τὸ ἰατρικὸν λέγεται πρὸς τὸ αὐτὸ καὶ ἕν, ἀντὶ τοῦ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, ἤτοι οὐ συνωνύμως δέ, οὐ μέντοι οὐδὲ ὁμωνύμως. οὐδὲ γὰρ τὸ ἰατρικὸν σῶμα καὶ σκεῦος οὔτε ὁμωνύμως λέγεται οὔτε καθ’ ἓν καὶ συνωνύμως, ἀλλὰ πρὸς ἕν, ἤγουν ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν. ὥσπερ οὗν ταῦτα οὐχ ἁπλῶς λέγεται ὄντα, ἀλλὰ πρώτως μὲν καὶ κυρίως ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ κατηγορίαι, οὕτω καὶ ὁ πρώτως καὶ ἁπλῶς ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι τῶν οὐσιῶν ἐστιν, ἔστι δὲ ὅμως καὶ τῶν ἄλλων ὥσπερ εἴρηται. τὸ δὲ ἀλλὰ ταῦτα μὲν ὁποτέρως τις ἐθέλει λέγειν διαφέρει οὐθέν, ταῦτα λέγων τὰ δέκα γενικώτατα γένη· εἴτε οὖν, φησί, συνωνύμως ὄντα λέγειν τις αὐτὰ βούλεται εἴτε ὁμωνύμως ἡ ὃ καὶ μᾶλλον τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐδὲν πρὸς τὸν λόγον.

[*](1 οὐχ Α: ἀλλ’ οὐχ LF 6 τί ἦν LF: τὸ τί ἦν A ἢ LF: καὶ Α 18 ὑπάρχει LES: ὑπάρχειν Α 23 ἀντὶ LS: in lac. om. Α τοῦ LF: οὐ Α ἀκούοντας M Brandis Bonitz: ἀκούοντες AL 27 ἐπήνεγκε Μ: insert S: ἐπενεγκεῖν AL 35 δευτέρως LFS: δεύτεραι Α)
475
[*](p. 1030b7)

οὐ γὰρ δὴ] ἀνάγκη ἂν τοῦτο τιθῶμεν, τούτου ὁρισμὸν εἶναι ὃ ἄν λόγω τὸ αὐτὸ σημαίνῃ, ἀλλὰ τινὶ λόγῳ.

Επειδὴ πᾶν ὄνομα, οὗ ἂν ᾖ, ταὐτὸν σημαίνει τῷ λόγῳ καὶ ὁρισμῷ τοῦ πράγματος, καὶ ἔμπαλιν ὁ λόγος ταὐτὸν τῷ ὀνόματι. τοῦτο δὲ οὐ μόνον ἐπὶ τούτων εὑρίσκεται, ἀλλὰ πολλάκις εἰσὶν ὀνόματα λόγῳ ταὐτὸν ὄη λοῦντα καὶ ἔμπαλιν, καὶ ὅμως οἱ λόγοι, οἷς ταὐτὸν τὸ ὄνομα δηλοῖ, οὔκ εἰσιν ὁρισμοί· ἐπειδὴ οὖν τοῦτο ἔστιν, ἡ δὲ πρόθεσις περὶ ὁρισμῶν ἐστιν, διορίζει καὶ περὶ τούτου, καί φησιν ὡς εἴπερ ἁπλῶν· ἀποφαινόμεθα ὅ ἄν ὄνομα λόγῳ ταὐτὸν δηλοῖ, οὗτος ὁ λόγος, οὗ πράγματος σημαντικὸν τὺ ὄνομά ἐστιν, ὁρισμός ἐστιν, οὐκ ἀναγκαῖόν τι συμβαίνει· πολλὰ γὰρ ὀνόματα ἔστι τῷ λόγῳ | ταὐτὸν δηλοῦντα καὶ οὔκ εἰσιν οἱ λόγοι ὁρισμοί, [*](442) οὐδὲ τὰ ὀνόματα τῶν λόγων δηλωτικά. λέγεται γὰρ καὶ τὰ ὀνόματα ὁρισμοί, ὅτι ταὐτὸν δηλοῦσι τῷ ὁρισμῷ· ὡς γὰρ ὁ ἄνθρωπος λέγεται βροτὸς καὶ ὁ βροτὸς ἄνθρωπος ὅτι ταὐτὸν δηλοῦσιν, εἰ καὶ ὁ λόγος καὶ ὁ ὁρισμὸς ὀνόματι ταὐτὸν δηλοῖ καὶ τὸ ὄνομα τῷ λόγῳ, λεχθήσεται καὶ τὸ ὄνομα ὁρισμὸς καὶ ὁ ὁρισμ·ὸς ὄνομα. καὶ ἃ μὲν οἶμαι βούλεται λέγειν ταῦτά ἐστιν. ὁ γὰρ σύνδεσμος ὁ γάρ τεθεὶς ἔμφασιν δίδωσι τοῦ τὰ λεγόμενα εἶναι κατασκευαστικά τινος τῶν προσεχῶς ῥηθέντων· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ δεῖ τὸν γάρ ἀντὶ τοῦ δή συνδέσμου ἐκλαβεῖν. πολλαχοῦ γὰρ τοῦτο σύνηθες αὐτῷ, ὡς καὶ ἐν τῷ B τῶν Ὑστέρων ἀναλυτικῶν ἐπεσημηνάμεθα καὶ ἐν ἄλλοις πολλοῖς. δεῖ οὗν τοῦ γάρ ἀντὶ τοῦ δή συνδέσμου ἀκούειν. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. οὐ δή, φησίν, ἀνάγκη, τουτέστιν οὐκ ἀναγκαῖον δή τι συμβαίνει, ἂν τοῦτο θῶμεν, ὅτι ὃ ἄν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ, ἐκεῖνον τὸν λόγον, ᾧ ταὐτὸν τὸ ὄνομα σημαίνει, ὁρισμόν τινα τοῦ πράγματος εἶναι· ἀλλά τοῦτο χρὴ λέγειν ὅτ’. εἴ τι ὄνομα λόγῳ τινὶ ταὐτὸν σημαίνει, ἐκεῖνος ὁ λόγος ὁρισμός ἐστι τοῦ πράγματος. ἔσται δὲ ὁ λόγος ὁ ὑπὸ τοὐ ὀνόματος δηλούμενος ὁρισμός, ἐὰν τὸ ὄνομα δηλωτικόν ἐστιν ἑνὸς λόγου, ἑνὸς δὲ μὴ τῷ συνεχεῖ, ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμῳ ἕν. τὸ δὲ ὅσα συνδέσμῳ οὐχ ὡς ἕτερόν τι δηλοῦν τοῦ μὴ τῷ συνεχεῖ ἐπῆκται, ἀλλὰ ὥσπερ εἷ ἔλεγε τῷ συνεχεῖ ὥσπερ ἡ Ἰλιάς, ἐπειδὴ δὲ ἡ Ἰλιὰς τῷ συνδέσμῳ ἐστὶ συνεχής, ἐπήγαγεν ἢ ὅ σὰ συνδέσμῳ. ὁ λόγος οὗν, φησίν, ὁ ὑπὸ τοῦ ὀνόματος δηλούμενος ἔσται ὁρισμὸς εἰ εἷς εἴη, εἷς δὲ μὴ τῷ συνδέσμῳ ἀλλ’ ἐὰν ὁσαχῶς λέγεται τὸ ἕν, τουτέστιν ὁσαχῶς λέγεται τὸ κυρίως ἕν, ἐὰν ὁ λόγος εἷς ᾖ καθ’ ἓν τῶν τοῦ κυρίως ἑνὸς σημαινομένων, ἔσται ὁρισμός. εἰπὼν δὲ ὅτι ὁσαχῶς λεγεται τὸ ἕν, λέγει ὅτι τοσαυταχῶς λέγεται τὸ ἕν, ὁσαχῶς καὶ τὸ ὂν ἤτοι δεκαχῶς. δέδεικται γὰρ ἐν τῷ Γ ταύτης τῆς πραγματείας ὅτι ἀκολουθοῦσιν [*](1 δὴ delevi coll. 19. 21 3 ᾖ F: εἴη AL 8 ἀποφαινόμεθα] ἀποφαινοίμεθα MS Bonitz 11 ταὐτὸν LF: ταὐτὰ A 12 γὰρ] δὲ LF 16 ὁρισμὸς LF: ὁ ὁρισμὸς Α 20.21 ὡς — ἐπεσημηνάμεθα] v. Bonitzii praef. p. XXIII ἐπεσημειωσάμεθα LF Ὑστέρων] δευτέρων LF 28 ἐστιν ALF: ᾖ M Bonitz 35 ἑνὸς LF: ἓγ Α 37 ἐν τῷ Γ] c. 2 p. 1003 b 22 sqq.)

476
ἀλλήλοις τὸ ἓν καὶ τὸ ὄν· ὥστε καὶ τοῦτό φησιν, ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν εἷς ᾖ, τουτέστιν ἂν μιᾶς ᾖ φύσεως καὶ οὐσίας δηλωτικός, οὐ μὴν ἂν εἷς ᾖ τῶ συνδέσμῳ. τὸ δὲ δὲ ὁ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος ὡς συμπέρασμα εἴρηται τῶν εἰρημένων, ἴσον λέγων τῶ δῆλον, φησίν, ἐξ ὧν εἴρηται ὅτι ἔσται καὶ τοὺ λευκοῦ ἀνθρώπου ὁρισμός, ἄλλον δὲ τρόπον τῆς οὐσίας ἔσται ὁρισμὸς καὶ ἄλλον τοῦ λευκοῦ καὶ ἄλλον τοῦ λευκοῦ ἀνθρώπου· ἐκείνων μὲν γὰρ ὡς ἁπλῶν ὄντων ἔσται ὁρισμός, τοῦ μὲν οὐσίας τοὐ δὲ ποιοῦ, τοῦ δὲ λευκοῦ ἀνθρώπου ὡς συνθέτου. |

[*](p. 1030b14)

Ἔχει δ’ ἀπορίαν, ἐάν τις μὴ φῇ ὁρισμὸν εἶναι τὸν [*](443) ἑκ προσθέσεως λόγον.

εἰπὼν προσεχῶς διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος καὶ ὁρισμός, τὴν αἰτίαν τίθησι δι’ ἣν δοκεῖ λόγους εἶναι καὶ ὁρισμοὺς τῶν συνθέτων ἐκ προσθέσεως γὰρ τὰ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου συγκείμενά φησιν ὡς τὸν λευκὸν ἄνθρωπον), ἴσον λέγων ὡς εἴ τις μὴ δῷ λόγον εἶναι καὶ ὁρισμὸν τοῦ λευκοῦ ἀνθρώπου, ἀπορήσειεν ἄν τις πρὸς αὐτὸν ὅτι ἐπειδὴ φανερῶς λόγοι εἰσὶ τῶν ἐκ προσθέσεως οἷον τοῦ λευκοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως, τίνος οὖν ἔσται οὗτος ὁρισμός, καὶ ἁπλῶς πάντων τῶν ἐκ προσθέσεως οἱ λόγοι τίνος ἔσονται, εἴπερ μὴ αὐτῶν εἰσιν; οὐχ ἁπλᾶ δὲ ἀλλὰ συνδεδυασμένα τὰ ἐκ προσθέσεως εἴρηκε. τοὐ δὲ εἶναι τῶν συνδεδυασμένων λόγους ἐπήγαγε τὸ ἐκ πρὸσθέσεως γὰρ ἀνάγκη δηλοῦν, τουτέστιν ἀνάγκη γὰρ λέγοντας ἡμᾶς περὶ τῶν ἐκ προσθέσεως ἐκ προσθέσεως δηλοῦν τοὺς ὁρισμοὺς αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης, καὶ σιμότης τὸ ἐκ τῶν δυοῖν, λέγω δὴ ῥινὸς καὶ σιμότητος, λεγόμενον, τοῦτό ἐστι τὸ ὑπάρχειν τὴν σιμότητα ἐν τῇ ῥινί, καὶ οὐ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινὸς ὥσπερ τὸ λευκὸν τῷ Καλλία κατὰ συμβεβηκὸς ὑπάρχει ἢ τῷ ἀνθρώπῳ, ὅτι ᾧ Καλλίᾳ συμβέβηκεν ἀνθρώπῳ εἶναι λευκός ἐστιν. οὐχ ὅτι δὲ ὡς τὸ λευκὸν συμβέβηκε τῷ Καλλίᾳ, συμβέβηκε δ’ αὐτῷ ὡς πάθος, οὕτω συνέβη αὐτῷ καὶ ὁ ἄνθρωπος, ἀλλ’ ὡς οὐσία καὶ εἶδος· οὐδὲ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινός, ἀλλὰ καθ’ αὑτὴν ὑπάρχει ἡ σιμότης αὐτῇ, ὥσπερ καὶ τὸ ἄρρεν τῷ ζῴῳ καὶ τὸ ἴσον τῷ ποσῷ καὶ πάνθ’ ὅσα λέγεται καθ’ αὑτὸ ὑπάρχειν. τίνα δέ ἐστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐδήλωσεν εἰπὼν ταῦτα δ’ ἐστὶν ἐν ὅσοις ὑπάρχει ἢ ὁ λόγος ἢ τοὔνομα, οὗ ἐστι τοῦτο τὸ πάθος, τουτέστιν ἐκεῖνα λέγομεν ὑπάρχειν καθ’ αὑτά, ὧν παθῶν καὶ κατηγορουμένων εἰς τοὺς λόγους λαμβάνεται ἢ τὰ ὀνόματα τῶν ὑποκειμέ- [*](6 καὶ ἄλλον — ὁρισμός (8) LS: om. Α 16 ἀπορήσειεν — ἀνθρώπου (18) LFS: om. A 24 τῶν δυοῖν LFS: τῶν om. A 25 σιμότητος — σιμότητα ALFS: „sed lege κοιλότητος — κοιλότητα“ Bonitz 26. 27 καὶ οὐ — ῥινὸς LFS: om. Α 27 ὥσπερ LFS: οὐκ· ὥσπερ Α)

477
νῶν αὐτοῖς ἢ οἱ λόγοι, καὶ οὐκ ἐνδέχεται δηλῶσαι καὶ ὁρίσασθαι τὸ πάθος χωρὶς τοῦ ὑποκειμένου αὐτῷ. οἷόν ἐστι πάθος τῆς ῥινὸς ἡ σιμότης καὶ οὐκ ἐνδέχεται τὴν σιμότητα ὁρίσασθαι χωρὶς τῆς ῥινός, ἧς ῥινός ἐστι πάθος ἡ σιμότης· φαμὲν γὰρ ὅτι σιμότης ἑστὶ κοίλανσις ἐν ῥινί. καὶ ἐν μὲν τῷ τῆς σιμότητος ὁρισμῶ εἴληπται τὸ ὄνομα τῆς ῥινός, ἐν ἄλλοις δὲ ἐνδέχεται ληφθῆναι οὐ μόνον τὸ ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ καὶ τὸν ὁρισμόν· οἷον εἴ τις ὁρίζεται τὸ ἄρρεν εἰ μὲν ἐρεῖ ἄρρεν ἐστὶ ζῷον ὃ πέφυκεν ἐν ἄλλῳ γεννᾶν, εἴληφε τὸ ὄνομα τοῦ ὑποκειμένου τῷ ἄρρενι τὸ ζῷον, εἰ δὲ λέγει ὅτι ἄρ|ρεν ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ πεφυκυῖα [*](444) ἐν ἄλλῳ γεννᾶν, τὸν ὁρισμὸν εἶπε τοῦ ὑποκειμένου τῷ ἄρρενι καὶ οὐχὶ τὸ ὄνομα. ἔστιν οὗν καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ σιμότης τῶν καθ’ αὑτά, ὅτι ἄνευ τῶν ὑποκειμένων αὐτοῖς οὐκ ἐνδέχεται ὁρισθῆναι, ὥσπερ τὸ λευκόν· τοῦτο γὰρ ἄνευ ἀνθρώπου ἢ ὅλως ὑποκειμένου ὁρίζεται. εἰ δή, ὥσπερ εἴρηται, οἱ ὁρισμοὶ τῶν καθ’ αὑτό εἰσι, τὸ δὲ σιμὸν καὶ τὰ τοιαῦτα τῶν καθ’ αὑτό, ἔσται ἄρα καὶ τῶν τοιούτων ὁρισμός. αὐτὸς δὲ οὐ τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐπειδὴ εἴρηκε πρότερον ὅτι καθ’ αὑτά ἐστιν, ὧν καὶ τοὺς ὁρισμοὺς εἷναί φαμεν, ἃ δύναται εἶναι αὐτὰ καθ’ αὑτά, ἡ δὲ σιμότης αὐτὴ καθ’ αὑτὴν οὐ δύναται εἶναι ἄνευ τῆς ῥινός, θαρρούντως ἐπήγαγεν ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν οὐδενός πῶς γάρ; οὐδὲ γάρ εἰσι καθ’ αὑτά, οἱ δὲ ὁρισμοί, ὡς δέδεικται, τῶν καθ’ αὑτά), ἢ ἔστι καὶ τούτων ὁρισμός, ἀλλὰ καθάπερ εἰρήκαμεν· εἴρηται δὲ ὅτι πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις.

[*](p. 1030b28)

Ἔστι δ’ ἀπορία καὶ ἑτέρα περὶ αὐτά.

Περὶ τῶν καθ’ αὑτά φησιν ὑπαρχόντων καὶ ἑτέρα ἀπορία ἐστίν. ζητήσειε γὰρ ἄν τις ὅτι εἰ καθ’ αὑτὸ τὸ σιμὸν ὑπάρχει τῇ ῥινὶ καὶ τὸ κοῖλον, ἔσται καὶ ἡ σιμὴ ῥὶς τῆ κοίλῃ ῥινὶ ταὐτόν εἰ δὲ τοῦτο, καὶ διελόντι τὸ σιμὸν τῷ κοίλῳ. ἀλλὰ τοῦτο ψεῦδος· τὸ μὲν γὰρ κοῖλον ἐπὶ πλέον ἐστὶ τῆς σιμότητος· κοῖλον γὰρ καὶ ἐν ξύλῳ καὶ ἐν χαλκῷ καὶ ἐν γῇ καὶ ἐν ἄλλοις πολλοῖς θεωρεῖται, σιμὸν δὲ ἄνευ τῆς ῥινὸς οὐκ ἔστιν. οὕτως οὖν ἀπορήσας φησὶν εἰ δὲ μὴ διὰ τὸ ἀδύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ δὲ λέγοι τις ὅτι σιμὴν ῥίνα ἢ κοίλην ῥῖνα ὅλως οὔ φημι, εἰ δὲ μὴ τοῦτο λέγω, οὐκ ἄν συναχθείη τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί, εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ σιμὸν ταὐτὸν τῷ κοίλῳ. καὶ τὴν αἰτίαν αὐτοῦ ὄι ἣν ἄν τις σιμὴν ῥῖνα ἢ κοίλην ῥῖνα οὐκ ἂν ἐρεῖ, ἀλλ’ εἴπερ ἄρα λέγειν βούλεται, σιμὸν· μόνον ἐρεῖ καὶ κοῖλον χωρὶς τῆς ῥινός, ἐπήγαγεν εἰπὼν δι’ ἁ τὸ ἁ δύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὅταν γὰρ εἴπω σιμόν, οὐδὲν ἄλλο λέγω ἢ ῥῖνα σιμήν, εἰ δ’ ἐρῶ ὅτι σιμὴ ῥίς, τοῦτο λέγω [*](2 αὐτῷ LF: αὐτοῦ Α 18 καθ’ αὑτὴν LFS: καὶ καθ’ αὐτὴν A 23 περὶ αὐτῶν Metaph. vulg. 24 αὐτοῦ LF: τοῦ Α)

478
ὅτι σιμὴ ῥὶς ῥίς· ἅμα γὰρ τῷ εἰπεῖν σιμὸν ῥῖνα εἴρηκα· εἰ δὲ προσθήσω τῷ σιμῷ καὶ τὴν ῥῖνα, συμβαίνει λέγεσθαι ἰὴν ῥῖνα δίς· τοῦτο δὲ καὶ ἐπὶ τοῦ κοίλου· εἰ δὲ τοῦτο πρὸς τῷ ἀσύνηθες εἶναι καὶ ἀδολεσχίας ἐστὶ μέρος, οὐκ ἐνδέχεται λέγειν ῥῖνα σιμὴν οὐδὲ κοίλην ῥῖνα. εἰ δὲ τοῦτο ἀληθές, οὐ συνάγεται τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί· εἰ δὲ τοῦτο, οὐδὲ τὸ σιμὸν τῷ κοίλῳ. εἰ δὲ ἀδύνατόν ἐστιν, ὥσπερ εἴρηται, τὸ σιμὸν ἄνευ τῆς ῥινὸς λεχθῆναι, ἀλλ’ ἅμα τῷ σιμὸν εἰπεῖν τὸ πρᾶγμα λέγομεν οὗ πάθος ἐστὶ τὸ σιμόν, | εἰ δὴ τοῦτο ἀδύνατον, τὸ ῥῖνα, φησί, [*](445) σιuὴν εἰπεῖν ἢ οὐκ ἔστιν, ἀλλὰ μόνον τὸ σιμὸν χρὴ λέγειν, ἢ εἴπερ λεχθήσεται σιμὴ ῥίς, δὶς ἔσται τὸ ῥὶς εἰρημένον. αὐτὸς δὲ ἀντὶ τοῦ εἰπεῖν ῥὶς ῥὶς σιμὴ εἰπὼν ὅτι ῥὶς ῥὶς κοίλη τὴν αἰτίαν τοῦ ὅπως ἀντὶ τοῦ σιμοῦ τὸ κοῖλον εἴρηκεν ἐπάγει. ἡ γὰρ ῥὶς ἡ σιμή, φησί, ῥὶς ῥὶς κοίλη ἔσται. ἐπειδὴ γὰρ τὸ σιμὸν ὑπὸ τὸ κοῖλόν ἐστιν, ὁ λέγων ὅτι ῥὶς ῥὶς] σιμὴ ῥὶς ῥὶς κοίλη λέγει. διὸ ἄτοπον ἐν τοῖς τοιούτοις, ἐν οἷς αἱ τοιαῦται αδολεσχίαι, τὸ τί ἦν εἶναι ὑπάρχειν. εἰ δέ τις λέγει ὅτι ἔσται καἰ ἐν τούτως τὸ τί ἦν εἶναι καὶ ὁρισμός, εἰς ἄπειρον εἶσιν. εἰ δὲ τὸ εἰς ἄπειρον ἀνιέναι οὐκ ένδεχεται, οὐκ ἐστιν ἐν τοῖς τοιουτοις τὸ τι ἦν εἶναι ουδε ορισμός. ὅπως δὲ οὕτως εἰς ἄπειρον ἀνιέναι συμβαίνει, ἔσται δῆλον ὧδε· ἐπειδὴ γὰρ τὸ σιμὴ ῥὶς τοῦτο σημαίνει ὅτι ῥὶς ῥὶς σιμή, ἀνάγκη εἴ τις ὁρίζεται τὴν σιμὴν ῥῖνα λέγειν ὅτι σιμὴ ῥίς ἐστι ῥὶς ῥὶς κοίλανσις ἐν ῥινί· ὥστε ὁριζόμενον τὴν ῥῖνα ῥῖνα κοίλανσιν ἐν ῥινὶ ἀνάγκη λέγειν ὅτι ῥὶς ῥὶς ῥὶς κοίλανσις κοίλανσις ἐν ῥινὶ ῥινί. καὶ τοῦτο εἰς ἄπειρον. εἰ δέ τις λέγει ‘ἀλλὰ τὸ ῥὶς ῥὶς κοίλανσις ἐν ῥινὶ οὐ δεῖ ὁρίζεσθαι’, εἰπάτω τίς ἡ ἀποκλήρωσις τὸ τὴν μὲν σιμὴν ῥῖνα ὁρίζεσθαι τοῦτο δὲ μή.

[*](p. 1031a1)

Δῆλον τοίνυν ὅτι μόνης τῆς οὐσίας ἐστὶν ὁ ὁρισμός.

Τῶν γὰρ ἄλλων εἰ λέγει τις εἶναι ὁρισμούς, ἀνάγκη ἐκ προσθέσεως εἶναι. τὸ δὲ ἐκ προσθέσεως λέγω ἐν οἷς συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. εἴ τις οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τοῦ ποσοῦ καὶ τοῦ λευκοῦ καὶ τοῦ περιττοῦ καὶ τοῦ θήλεος καὶ τῶν τοιούτων, ὁρισμοὺς εἶναι λέγει, ἀνάγκη δὶς τὸ ὑποκείμενον λαμβάνειν, ὥσπερ εἴρηται ἐπὶ τοῦ σιμοῦ. εἰ γάρ τις τὸ θῆλυ ὁρίσασθαι βουληθῇ, ἀνάγκη τὸ ζῷον δὶς παραλήψεσθαι· εἰ γὰρ θῆλυ λέγων ζῷον λέγω, εἴπερ ὁρίζομαι τὸ θῆλυ, ἀνάγκη λέγειν ὅτι θῆλύ ἐστι ζῷον ζῷον ἐν ᾧ πέφυκεν ἄλλο γεννᾶν. ὁμοίως καὶ [*](1 τῶ L: τὸ AF 2 συμβαίνει LFS: λαμβάνει A 5 τῇ κοίλῃ LFS: ποικίλῃ Α 7 τὸ πρᾶγμα LF: τὸ om. Α 8 δὴ LS: δὲ Α 10 εἰπεῖν LF: om. Α 13 alterum ῥὶς del. Bonitz 14 λέγει LFS: λέγεται A 15. 16 ὑπάρχειν — τὸ τί ἦν εἶναι LFS: om. Α 16 post ὁρισμός add. εἰ δὲ μὴ A2 18 ὧδε LFS: οἷον A 20 κοίλανσις ἐν ῥινί — ῥὶς ῥὶς ῥὶς (21. 22) LFS: om. Α 21 ὁριζόμενον scripsi: ὁριζόμενος LF 22. 23 καὶ τοῦτο — κοίλανσις ἐν ῥινὶ LFS: om. A 24 τὸ ALF: τοῦ Bonitz, sed cf. p. 483,4 31. 32 παραλήψεσθαι] sic ALF 33 ἄλλο A2S: ἐν ἄλλω A1LF)

479
περιττὸν λέγων ἀριθμὸν λέγω, ὥστε εἴπερ ὁρίζοι τὸ περιττόν, ἀνάγκη λέγειν ὅτι περιττόν ἐστιν ἀριθμὸς ἀριθμὸς μὴ δυνάμενος εἰς δύο ἴσα διαι πεθῆναι. ὥστε εἴπερ τοῦ περιττοῦ ἢ τοῦ θήλεος οὐκ ἔστιν ὁρισμός, τῶν συνδυαζομένων ἔσται, οἷον ἀριθμοῦ περιττοῦ ἢ θήλεος ζῴου. ἐπειδὴ | δ’ ἔμελλέ τις λέγειν ὅτι πῶς σὺ φῄς, Ἀριστότελες, ὅτι τὰ πάθη ἄνευ [*](446) τῶν πραγμάτων οὐ λέγεται, καὶ ἐπὶ τούτῳ ἀναγκαζόμεθα ταῦτα ὁριζόμενοι δὶς λέγειν τὸ ὑποκείμενον αὐτοῖς; τὸ γὰρ περιττὸν ὁρίσαιμι ἂν ἄνευ τοῦ ὑποκειμένου· εἴποιμι γὰρ ὅτι περιττόν ἐστι τὸ μὴ δυνάμενον εἰς δύο ἴσα διαιρεθῆναι, μὴ προσλαβὼν τὸν ἀριθμόν· ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ λευκοῦ τοῦτό ἐστιν· λέγομεν γὰρ ὅτι λευκόν ἑ ’στι χρῶμα διακριτικὸν ὄψεως, ὅλως ὑποκειμένου μνείαν μὴ ποιησάμενοι· πρὸς δὴ ταύτην τὶν ἔνστασιν ἀπαντῶν λέγει ἀλλὰ λανθάνει ὅτι οὐκ ἀκριβῶς λέγον ται οἱ λόγοι, τουτέστι λανθάνει ὅτι ἄνευ τοῦ ὑποκειμένου τούτοις γίνονται οἱ ὁρισμοὶ τούτων διὰ τὸ μὴ ἀκριβῶς ἀποδίδοσθαι τοὺς ὁρισμοὺς αὐτῶν. εἰ δέ τις ἀκριβολογοίη, εὑρήσει ὡς ἀδύνατόν ἐστι χωρὶς τοῦ ὑποκειμένου ὁρισθῆναί τι τούτων. καὶ ἐγὼ μέν, φησίν ὁρισμοὺς εἶναι τούτων ὅλως οὐκ ἀρέσκομαι. εἰ δέ τις καὶ τούτων εἶναι λέγει ὁρισμούς, ἢ ἄλλον τρόπον εἰσίν, ἢ καθάπερ πολλαχῶς ἐλέχθη λεκτέον εἶναι τὸν ὁρισμὸν καὶ τὸ τί ἦν εἶναι τούτων, ὅτι ὡδὶ μὲν καὶ κυρίως οὐδενός ἐστι τούτων ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι καὶ φύσις καθ’ αὑτὴν δυναμένη εἶναι οὐδενὶ ὑπάρξει αὐτῶν, τρόπον δέ τινα ἔσται. ταῦτα εἰπὼν συμπεραίνεται καί φησιν ὅτι μὲν οὖν ὁ λόγος τοῦ τί ἦν εἶναι ὁρισμός ἐστι λόγον λόγον ὡς πολλάκις εἴρηται, τὴν ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν εἰς σύστασιν τῶν ὁριστῶν παραλαμβανομένων; τί ἦν εἶναι δὲ τὴν συνεπτυγμένως καὶ ἅμα καθ’ ἑαυτὴν οὖσαν νοουμένην φύσιν καὶ κατεσπαρμένην ἐν τοῖς ἀτόμοις, ἧς φύσεως δηλωτικός ἐστιν ὁ ὁρισμός), ὅτι μὲν οὖν ὁ λόγος ὁρισμός ἑστι τοῦ τί ἦν εἶναι καὶ τὸ τί ἦν εἶναι ἢ μόνον τῶν οὐσιῶν ἐστιν ἢ μάλιστα καὶ πρώτως καὶ ἁπλῶς, δῆλον.

[*](p. 1031a15)

Πότερον δὲ ταὐτόν ἐστιν ἢ ἕτερον τὸ τί ἦν εἶναι καὶ ἕκαστον, σκεπτέον.

Εἰπὼν τί ποτέ ἐστι τὸ τί ἦν εἶναι καὶ τίς ὁ λόγος αὐτοῦ καὶ ζητήσας εἰ ἐνδέχεται τί ἦν εἶναι καὶ ὁρισμοὺς τῶν συμβεβηκότων εἷναι, καὶ εἰπὼν ὅτι κυρίως τὸ τί ἦν εἶναι καὶ οἱ ὁρισμοὶ τῶν οὐσιῶν εἰσι, πῶς δὲ καὶ τῶν ἄλλων, νῦν ζητεῖ ἀρά γε ἕκαστον ταὐτόν ἐστι καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἢ ἕτερον· πρὸς γὰρ τὴν τῆς οὐσίας καὶ τοῦ εἴδους σκέψιν πολυωφελές ἐστι. καὶ εἰπὼν λέγει ὅτι ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστου· ἕκαστον γὰρ οὐκ ἄλλο ἐστὶ τῆς αὑτοῦ οὐσίας· τὸ δὲ τί ἦν εἶν ιναι [*](2 ὅτι τὸ περιττὸν coni. Bonitz 13 οἱ LF: om. Α 18 πολλαχῶς ALF: πολλάκις S Bonitz τὸν LF: om. Α 26 ὁ λόγος ὁρισμός libri: ὁ ὁρισμὸς λόγος Bonitz, sed fort. legendum ὁρισμός ἐστιν ὁ λόγος; cf. 22 27 καὶ τὸ τί ἦν εἶναι ἕκαστον σκεπτέον ἢ μόνον LF 28 δῆλον LF: δηλονότι A)

480
οὐσία ἐστίν· ἕκαστον ἄρα οὐκ ἄλλο ἐστὶ τοῦ τί ἦν εἶναι αὐτοῦ, ἀλλὰ ταὐτόν. ἐπὶ μὲν οὖν τῶν καθ’ αὑτὸ λεγομένων ταὐτὸν ἕκαστον καὶ τὸ τί ἦν εἷναι αὐτοῦ, οἷον ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ δὲ τῶν κατὰ συμβεβηκός, φησί, δόξειεν ἂν ἕτερον εἶναι, οἷον ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ἕτερον. εἰ γάρ ἐστιν ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ | ἀνθρώπῳ τὸ αὐτό, καὶ τὸ ἀνθρώπῳ χωρὶς καὶ τὸ λευκῷ ἀνθρώπῳ [*](447) ἔσται τὸ αὐτό. ὅπερ ἄτοπον· τὸ γὰρ ἀνθρώπῳ εἷναι τὸ τί ἦν εἶναί ἐστι καὶ ἡ οὐσία, τὸ δὲ λευκῷ ἀνθρώπῳ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνθρώπῳ τὸ λευκῷ ἀνθρώπῳ εἶναι. ἐπεὶ δέ τινες τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν ἔλεγον, τίθησι τὸν λόγον δι’ οὗ τοῦτο κατεσκεύαζον καὶ οὕτως ἐλέγχει αὐτόν. φησὶ γάρ ὅτι οἱ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν εἶναι βουλόμενοι, τοῦτο κατασκευάζοντές φασιν ὅτι ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, οἷον ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης ὁ αὐτός· εἰ δὲ ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος ὁ αὐτός, καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτόν ἐστιν. ἔστι δ’ ὁ συλλογισμός, δι’ οὗ τοῦτο συνῆγον, ἐν τρίτῳ σχήματι οὕτως· ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό· ὁ λευκὸς ἄρα ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό. οὕτω θεὶς τὸν λόγον τῶν τοῦτο βουλομένων λύει αὐτὸν λέγων ἢ οὐκ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός, εἶναι τὰ αὐτά. οὐ γὰρ ὡσαύτως τὰ ἄκρα γίγνεται τὰ αὐτά. ἐλλιπῶς δὲ ἡρμήνευται τὸ λεγόμενον· δεῖ δὲ προσυπακούειν τὸ τοῖς καθ’ αὑτὸ οὖσιν, ἵνα ᾖ τὸ πᾶν τοιοῦτον ‘οὐ γὰρ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός εἰσι, τὰ αὐτὰ εἶναι τοῖς καθ’ αὑτὰ οὖσι.’ καὶ εἴη ἄν διὰ τούτου λέγων ὅτι ὁ μὲν ἄνθρωπος καθ’ αὑτό ἐστι ταὐτὸν τῷ ἀνθρώπῳ εἶναι, τῷ δὲ λευκῷ ἀνθρώπῳ κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ὂν οὐκ ἂν εἴη ταὐτὸν τῷ καθ’ αὑτὸ ὄντι· οὐ γὰρ κατὰ πάντα τρόπον τὰ ἄκρα ἄκρα λέγων τοὺς κατηγορουμένους ὅρους) γίνεται ταὐτά, ἀλλ’ ὅταν μὲν καθ’ αὑτὸ ἀμφότεροι οἱ ἄκροι κατηγορῶνται τοῦ ὑποκειμένου, τότε γίνονται οἱ αὐτοί, ὅταν δ’ ὁ μὲν καθ’ αὑτὸ ὁ δὲ κατὰ συμβεβηκός, οὐ γίνονται· οὕτω γὰρ συμβήσεται τὸ χρῶμα εἶναι ἄνθρωπον, οἷον ὁ Σωκράτης λευκός, ὁ Σωκράτης ἄνθρωπος, τὸ λευκὸν ἄρα ἄνθρωπος, ὅπερ ἀδύνατον. ἀλλὰ τὸ μὲν ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ εἶναι οὐκ ἔστι τὸ αὐτό, δι’ ἃς εἴπομεν αἰτίας· ἴσως δέ, φησίν, ἐκεῖνα τὰ ἄκρα δόξειεν ὅν εἶναι τὰ αὐτά, οἷον τὸ 35 λευκῷ εἶναι καὶ τὸ μουσικῷ· κατὰ συμβεβηκὸς γὰρ ἄμφω τῷ ἀνθρώπῳ ὑπάρχει. ἀλλ’ οὐδὲ τοῦτο, φησί, δοκεῖ. εἰ δὲ τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ εἶναι οὐ δοκεῖ τὸ αὐτὸ εἶναι ἄλλης γὰρ φύσεως τὸ μουσικὸν καὶ ἄλλης τὸ λευκόν), πολλῷ μᾶλλον οὐκ ἔσται τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ [*](1. 2 ἀλλὰ ταὐτόν—αὐτοῦ (3) LFS: om. Α 4 καὶ τὸ LF: καὶ om. A 6 et 11. 12 τὸ ἀνθρώπω LF: τῷ ἀνθρώπῳ A 8. 9 συνέβη γὰρ τὸ ἀνθρώπῳ εἶναι τὸ λευκῷ L 11 αὐτόν LF: om. Α 12 εἶναι (ante καὶ) LFS: om. A 18 ὁ ἄνθρωπος L: καὶ ὁ ἄνθρωπος Α 26 ὂν LF: om. Α 30 31 συμβήσεται LF: συμβέβηκε Α 35 λευκῷ LF: λευκῷ ἀνθρώπῳ Α 38 ἔσται τὸ LF: ἔσται τῷ Α)
481
λευκῷ ἀνθρώπῳ τὸ αὐτό. εἰπὼν δὲ ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων δόξειεν ἕτερον εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι οὐδὲ γάρ ἐστι κυρίως ἐπὶ τῶν κατὰ συμβεβηκὸς τὸ τί ἦν εἶναι), καὶ δείξας τοῦτο διὰ τοῦ δεῖξαι ὅτι ἕτερός ἐστιν ὁ ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἷναι, [*](448) λέγει ὅτι ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἄρα τὸ αὐτό ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι, ἢ οὔ; καὶ ἐρωτήσας καὶ δεικνύναι τοῦτο μέλλων, λέγω δὴ τὸ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι, λέγει ὅτι γενέσθω ὁ λόγος ἐπὶ τῶν ἰδεῶν· καὶ εἰ μὲν ἐκεῖσε φανείη ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, ἔσται καὶ ἐνταῦθα ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, εἰ δὲ ἐκεῖσε ἕτερα, καὶ ἐνταῦθα· καὶ ὅλως ὡς ἄν ἐκεῖσε εὑρεθῶσιν ἔχοντα τὰ εἴδη, οὕτω καὶ τὰ τῇδε ἕξει. εἴ τινες οὗν, φησίν, εἰσὶν οὐσίαι αὐταὶ καθ’ αὑτὰς κεχωρισμέναι, ὡς ὁ Πλάτων ἔλεγεν, ὧν οὐσιῶν μή εἰσιν ἕτεραι οὐσίαι μηδὲ φύσεις πρότεραι τῶν γὰρ ἰδεῶν φύσεις ἄλλας τινὰς καὶ προτέρας οὐκ ἔλεγον οἱ ταύτας τιθέμενοι), εἰ δή εἰσιν οὐσίαι καθ’ αὑτάς. οἵας φασὶ τὰς ἰδέας τινὲς εἶναι, ἄρα ἕτερόν ἐστιν αὐτὸ τὸ ἀγαθόν, τουτέστι τὸ αὐτοαγαθόν, καὶ τὸ ἀγαθῷ εἶναι ἤτοι τὸ αὐτοαφαθῷ εἶναι, ἢ οὓ; καί φησιν ὅτι εἰ ἕτερόν ἐστι τὸ αὐτοζῷον καὶ τὸ αὐτοζῴῳ εἶναι, καὶ αὖ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, καὶ τὸ αὐτοὸν καὶ τὸ αὐτοόντι εἶναι, ἔσονται ἄλλαι οὐσίαι καὶ φύσεις καὶ ἰδέαι παρὰ τὰς λεγομένας καὶ πρότεραι, καὶ μάλιστα ἐκεῖναι οὐσίαι· εἰ γὰρ οὐσία μάλιστά ἐστι τὸ τί ἦν εἶναι, τὸ δὲ τί ἦν εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, οὐσία μάλιστά ἐστι τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ τοῦτο, καὶ τοῦ αὐτοανθρώπου μάλιστα ἔσται οὐσία τὸ αὐτοανθρώπῳ εἶναι, ὅπερ, λέγω δὴ τὸ αὐτοανθρώπῳ εἶναι, ἐστὶν οὐσία τοῦ αὐτοανθρώπου καὶ τὸ τί ἦν εἶναι αὐτοῦ. τοῦτο δ’ οὐ δοκεῖ τοῖς τὰς ἰδέας πρεσβεύουσι τὸ προτέρας εἶναι οὐσίας τινὰς τῶν οὐσιῶν ἤτοι τῶν ἰδεῶν. καὶ εἰ μέν εἰσιν ἀπολελυμέναι ἀλλήλων, τῶν μέν, ἤτοι τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοΐππου καὶ τῶν ἄλλων ἰδεῶν, οὐκ ἔσται ἐπιστήμη, τὰ δέ, τουτέστι τὸ αὐτοανθρώπῳ εἶναι καὶ τὸ αὐτοίππῳ εἶναι καὶ ἁπλῶς τὰ τί ἦν εἶναι τῶν ἰδεῶν, οὐκ ἔσται ὄντα. πρὸ δὲ τοῦ δεῖξαι τοῦτο ἑρμηνεύων τὸ τί ἐστι τὸ ἁπολελυμεναι ἐπήγαγε λέγω δὲ τὸ ἁπολελύσθαι εἰ μήτε τῶ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν, διὰ μὲν τοῦ ἀγαθῷ αὐτῷ δηλώσας τὸ αὐτοαγαθόν, διὰ δὲ τοῦ τὸ εἶναι ἀγαθῷ τὸ αὐτοαγαθῷ εἶναι, τουτέστι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ. ἀπολελύσθαι οὖν, φησί, λέγεται, εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ, τουτέστιν εἰ μὴ τῷ αὐτοαγαθῷ ὑπάρχει τὸ εἶναι ταὐτὸν τῷ αὐτοαγαθῷ εἶναι, μήτε ἐν τούτῳ τῷ αὐτοαγαθῷ ἐνυπάρχει τὸ αὐτοαγαθῷ εἶναι, ἀλλὰ [*](4 ἕτερος AL: ἕτερον Brandis Bonitz, sed cf. 482,22. 23 6 μέλλων LF: μέλλον A 8 καὶ τὸ LF: καὶ τῷ Α 11 αὐτοαγαθῷ εἶναι LF 13 αὐταὶ LFS: αὗται Α 15 οἱ] ὡς A1 21 εἰ γὰρ LFS: ἡ γὰρ Α 22 τὸ δὲ τί ἣν εἶναι LFS: om. Α 25 τοῦ αὐτοανθρώπου M: εἶναι add. ALF 30 τὰ S Bonitz: τὸ ALF 31 ἀπολελυμένα LF 38 μήτε—αὐτοαγαθῷ εἶναι ALF: om. S Bonitz Comment. Arist. I Alex, in Metaph. 31)
482
κεχωρισμένον ἐστὶν αὐτοῦ καὶ ἄλλης φύσεως. ἐκ μὲν οὖν τοῦ λέγειν [*](449) ἕτερον τὸ αὐτοαγαθὸν τοῦ αὐτοαγαθῷ εἶναι συνάγεται τὸ μὴ εἶναι ταὐτὸν τὸ αὐτοαγαθὸν ἐκείνῳ ἤτοι τῷ ἀγαθῷ εἶναι τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ)· ἐκ δὲ τοῦ ἀπολελυμένα καὶ κεχωρισμένα αὐτὰ λέγειν ἀπ’ ἀλλήλων, συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι, μὴ εἶναι ἐν τῷ αὐτοαγαθῷ· ὅπερ ἀδύνατον. οὕτως οὗν διὰ μέσου εἰπὼν τί βούλεται αὐτῷ σημαίνειν τὸ ἀπολελυμέναι, δείκνυσιν ὅπως, εἴπερ εἰσὶν ἀπολελυμέναι, οὐκ ἔσται τῶν ἰδεῶν ἐπιστήμη, λέγων ἐπιστήμη γὰρ ἑκάστου ἐστὶν ὅταν τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν αὐτοῦ γνῶμεν· εἰ δὲ τοῦ αὐτοαγαθοῦ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία ἕτερον αὐτοῦ ἐστι, τὸ λέγειν ὅτι τὸ γνῶναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ γνῶναι τὸ αὐτοαγαθόν ἐστιν, ὅμοιόν ἐστι τῷ λέγειν ὅτι τὸ γνῶναι τί ἐστιν ἵππος τὸ γνῶναί ἐστι τί ἐστιν ἄνθρωπος· ὡς γὰρ ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἑτέρα ἐστὶ τῆς τοῦ ἵππου, οὕτως ὑπόκειται καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἕτερα εἶναι. εἰ δὲ ἄλογον καὶ παντελῶς ἀδύνατον τὸ λέγειν ὅτι τὸ γνῶναι ἵππον τὸ γνῶναι ἄνθρωπόν ἐστιν, ἀδύνατον ἄρα καὶ τὸ λέγειν ὅτι τὸ εἰδέναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ εἰδέναι τὸ αὐτοαγαθόν ἐστι. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν ἐροῦμεν. οὐκ ἄρα ἔστιν ἐπιστήμη τῶν ἰδεῶν. εἰ δὲ τοῦτο ἀδύνατον ἔστι γὰρ ἐπιστήμη αὐτῶν) καὶ ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη ἀδύνατος· αὕτη δὲ ἦν ἡ λέγουσα ὅτι ἕτερόν τί ἐστι τὸ αὐτοαγαθὸν καὶ τὸ τί εἶναι αὐτοῦ. τοῦτο δὲ συμπίπτει ἀναγκαίως καὶ ἐν τοῖς ἐνταῦθα. εἰ γὰρ ἔχομεν ἐπιστήμην ἀνθρώπου, οὐκ ἔστιν ἕτερος ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι ἀλλ’ ὁ αὐτός. εἰ γὰρ μὴ ὁ αὐτός, συμβήσεται μὴ εἶναι ἐπιστήμην αὐτοῦ, ὅπερ ἀδύνατον. τοῦτο δὴ καὶ ἐπὶ ἵππου καὶ βοὸς καὶ τῶν ἄλλων συμβαίνει. οὕτως οὖν συντόμως δείξας ὅτι ἐκ τῆς ὑποθέσεως ταύτης, περὶ ἧς ἐλέγομεν, συμβαίνει μὴ εἶναι ἐπιστήμην τῶν ἰδεῶν, δείκνυσιν ὡς οὐδὲ τὰ τί ἦν εἶναι τῶν ἰδεῶν ὄντα ἔσται, εἴπερ ἕτερά ἐστιν αὐτῶν, λέγων ὥστε εἰ μηδὲ τὸ ἀγαθῷ εἶναι ἀγαθόν, οὐδὲ τὸ ὄντι ὄν, ἴσον λέγων τῷ ὥσπερ ἐκ ταύτης τῆς ὑποθέσεως συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι καὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ μὴ εἶναι ἀγαθόν, οὕτω καὶ τὸ αὐτοόντι εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος, μὴ εἶναι ὄν· ὡσαύτως δὲ καὶ τὸ αὐτοενὶ εἶναι μὴ εἶναι ἕν. πῶς δὲ τοῦτο συμβαίνει, ἔσται δῆλον ὧδε. εἰ γὰρ τὸ ἕτερον τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν ἐστι καὶ τὸ τοῦ ὄντος μὴ ὃν καὶ τὸ τοῦ ἑνὸς μὴ ἕν, ἔστι δὲ τὸ αὐτοαγαθῷ εἶναι ἕτερον τοῦ αὐτοαγαθοῦ καὶ τὸ αὐτοόντι εἶναι τοῦ αὐτοόντος καὶ τὸ αὐτοενὶ τοῦ αὐτοενός, δῆλον ἄρα ὅτι τὸ ἀγαθῷ εἶναι μὴ ἀγαθόν ἐστι, καὶ τὸ αὐτοόντι εἶναι μὴ ὂν καὶ τὸ αὐτοενὶ μὴ [*](450) ἕν. ἐπεὶ δὲ ἔμελλέ τις λέγειν ὅτι τὸ μὲν τί ἦν εἶναι τοῦ αὐτοόντος ἕτερον ὂν αὐτοῦ δικαίως συνάγεται μὴ εἶναι ὄν τὸ γὰρ τοῦ ὄντος ἕτερον μὴ ὄν ἐστι), τὸ δὲ τί ᾖν εἶναι τοῦ αὐτοανθρώπου καὶ αὐτοίππου καὶ τῶν λοιπῶν [*](7 ἀπολελυμένα LF 28 μηδὲ LF: μὴ Α 29 τὸ ὄντι Bonitz: τῷ ὄντι libri 32 τὸ αὐτοενὶ M Bonitz: τῷ αὐτοενὶ AL corr. F 35 et 35 καὶ τὸ F: καὶ τῷ AL 39 συνάγεται LFS: ἀνάγεται Α)
483
οὐκ εὔλογον δοκεῖ μὴ ὄντα εἶναι, ἐπειδὴ ταῦτα ἔμελλέ τι ἐπήγαγεν ὁμοίως δὲ πάντα ἐστὶν ἢ οὐδὲν τὰ τί ἦν εἶναι, τουτέστιν ἢ πάντα τὰ τί ἦν εἶναι τῶν ἰδεῶν χρὴ λέγειν ὡς εἰσὶν ἢ οὐδέν. τίς γὰρ ἡ ἀποκλήρωσις τὸ τινὰ μὲν λέγειν εἶναι τινὰ δὲ μή; ὥστε εἴπερ οὐκ ἔστι τὸ τί ἢν εἶναι τοῦ αὐτοόντος, οὐδὲ τῶν λοιπῶν ἔσονται· ὡς γὰρ ἔχει τὸ τί ἢν εἶναι τοῦ αὐτοόντος πρὸς αὐτὸ τὸ αὐτοόν, οὕτω καὶ τὰ τῶν ἄλλων ἰδεῶν τί ἢν εἶναι πρὸς αὐτάς. τὸ δὲ ἔτι ᾧ μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθὸν κατασκευαστικόν ἐστι τοῦ μὴ εἷναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ ἀγαθόν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ᾧ τινι πράγματι μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθόν ἐστι. τὸ δὲ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ ἕτερον ἦν αὐτοῦ· τὸ δὲ τοῦ ἀγαθοῦ ἕτερον οὐκ ἀγαθόν· τὸ τί ἦν εἶναι ἄρα τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν. δείξας οὖν ἐπὶ τῶν ἰδεῶν ὅτι ταὐτόν ἐστιν ἑκάστη καὶ τὸ τί ἦν εἶναι αὐτῶν, συμπεραίνεται καθόλου ἐπὶ πάντων λέγων ἀνάγκη ἄρα ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι, καὶ καλὸν καὶ καλῷ εἷναι, καὶ ὅσα μὴ κατ’ ἄλλο λέγεται ἀλλὰ καθ᾿ αὑτὰ καὶ πρῶτα. κἄν γὰρ μὴ εἴδη ὑπάρχῃ, ὡς δέδεικται πολλάκις, ἵνα ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι ταὐτὸν ᾖ, ἀλλ’ οὖν ἡ εἰρημένη ἀπόδειξις ἱκανὴ ἄν ὑπάρχοι εἰς πίστιν τοῦ ταὐτὸν εἶναι ἕκαστον τῶν ἐνταῦθα καὶ τὸ τί ἦν εἶναι αὐτῶν.

[*](p. 1031b15)

Ἅμα δὲ δῆλον καὶ ὅτι εἴπερ εἰσὶν ἰδ’ ἐᾶι οἵας τινές φαμεν, οὐκ ἔσται τὸ ὑποκείμενον οὐσία.

Επειδὴ οἱ τὰς ἰδέας εἰσάγοντες αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι, ὡς πολλάκις εἴρηται, καὶ κυρίως ὄντα καὶ οὐσίας καὶ τῶν τῇδε ἑτέρας ἔλεγον γὰρ ὅτι ὁ μὲν καθόλου ἄνθρωπος, ὃν ὁ νοῦς ὁ ἡμέτερος ἀπὸ τῶν καθ’ ἕκαστα ἀπεσύλησε καὶ τὸ εἶναι αὐτῷ ἀπεχαρίσατο, ὁμοίωμα τῶν κατὰ μέρος ἀνθρώπων ἐστὶ καὶ ὁ αὐτός ἐστι τοῖς καθ’ ἕκαστα καὶ ἐν ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ὁ δὲ αὐτοάνθρωπος ἡ ἰδέα, ἥτις καθ’ αὐτήν ἐστι καὶ ἐν ὑπάρξει, οὐκ ἔστιν ὁ αὐτὸς τοῖς καθ’ ἕκαστα ἀνθρώποις)· ἐπειδὴ ταῦτα ἔλεγον, λέγει ὅτι εἴπερ εἰσὶν ἰδέαι, οὐκ ἔστι τὸ ὑποκείμενον οὐσία, τουτέστιν αἱ μερικαὶ καὶ ἄτομοι οὐσίαι οὐκ ἔσονται ὑποκείμεναι αὐταῖς· ἑτέρα γὰρ οὐσία τῇ ἑτέρᾳ καὶ ἀλλοτρίᾳ αὐτῆς οὐχ ὑπόκειται. ἐπεὶ οὖν αἰ ἰδέαι, ὥς φασι, καθ’ αὑτάς εἰσι, τὰ δὲ καθ’ αὑτὰ ἐξ ἀνάγκης οὐσίαι εἰσί, καὶ αἱ ἰδέαι ἄρα ἐξ ἀνάγκης ἔσονται οὐσίαι καὶ ἕτεραι κατ’ [*](451) αὐτοὺς τῶν τῇδε. ἀλλ’ εἴπερ εἰσὶν οὐσίαι καὶ ἕτεραι τῶν τῇδε, οὐχ ἕξουσι ταῦτα ὑποκείμενα, οὐδὲ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται. εἰ γὰρ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται, ἔσονται κατὰ μέθεξιν· ἀλλὰ μὴν τὰ κατὰ μέθεξιν ὄντα ἐν τοῖς μετέχουσιν αὐτῶν εἰσιν, ὥσπερ τὸ ζῷον [*](1 μὴ ὄντα LFS: μὴ ὄντος A 4 ·τινὰ — τινὰ M: τινὰς—τινὰς ALF 7 τί ἦν LF: τὸ τί ἣν A ἔτι ᾦ LFS: ὅτι ὃ A 15 καὶ ὅσα] ὅσα Metaph. vulg. 18 ὑπάρχοι Bonitz: ὑπάρχῃ Α: incerti LF 21 φασιν Metaph. vulg. 25 αὐτῷ LF: αὐτὸ Α 26 ἐν LF: om. Α 27 ἥτις καὶ καθ’ LF 28 ἐν ὑπάρξει MS Bonitz: ἐνυπάρξει ALF 33. 34 κατ’ αὐτοὺς S Bonitz: καθ’ αὑτοὺς Α: κατ’ αὐτῆς LF 31*)

484
ἐν τῷ Σωκράτει καὶ ἐν ἐμοί· ἔφασκον δὲ οὗτοι μὴ εἶναι τὸν αὐτοάνθρωπον ἐν ἡμῖν, ὥστε οὔκ εἰσι κατὰ μέθεξιν. εἰ δὲ μή εἰσιν, οὐδὲ καθ’ ὑποκειμένων τῶν τῇδε λεχθήσονται, οὐδ’ ὅλως τὰ τῇδε ὑποκείσεται αὐταῖς. καὶ τίς ἡ χρεία τῶν ἰδεῶν, εἴπερ καὶ ἕτεραι τῶν τῇδε καὶ οὐδὲ κατηγοροῦνται κατ’ αὐτῶν, οὐδὲ αἴτιαι τοῦ εἶναι τοῖς τῇδέ εἰσι; δέδεικται γὰρ καὶ τοῦτο πολλάκις. ταῦτα εἰπὼν λέγει ἔκ τε δὴ τούτων τῶν λόγων ἓν καὶ ταὐτὸ οὐ κατὰ συμβεβηκὸς αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν οὐ κατὰ συμβεβηκός ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ταὐτὸν ἀλλὰ καθ’ αὑτό. καὶ ὅτι τὸ ἐπίστασθαι ἕκαστον τοῦτό ἐστι τὸ ἐπίστασθαι τὸ τί ἦν εἶναι αὐτοῦ. ὥστε καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῆς ἐπαγωγῆς ταύτην γὰρ ἔκθεσιν εἶπεν) ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν τί εἰσιν. εἰπὼν οὖν περὶ τῶν καθ’ αὑτὸ λεγομένων ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν ἐστι, λέγει περὶ τῶν κατὰ συμβεβηκὸς ὅτι διὰ τὸ διττὸν σημαίνειν τὸ γὰρ μουσικὸν εὐθὺς δηλοῖ τό τε πάθος, αὐτὴν λέγω τὴν ἐν τῇ ψυχῇ τοῦ Σωκράτους μουσικήν, καὶ αὐτὸν τὸν Σωκράτην) οὐκ ἀληθὲς εἰπεῖν ὡς ταὐτόν ἐστι τό τε μουσικὸν καὶ τὸ μουσικῷ εἶναι· συμβαίνει γάρ, εἴ τις τοῦτο λέγει, τὸ μουσικὸν ἤτοι τὸ πάθος ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ ᾧ συμβέβηκεν. εἰ δὴ τὸ μουσικῷ εἶναι τὸ καθόλου μουσικὸν δηλοῖ ἤτοι τὴν καθόλου μουσικήν, τὸ δὲ μουσικὸν τὸν ἄνθρωπον ᾧ συμβέβηκε τὸ μουσικόν, πῶς ἔσται ταὐτὸν τὸ μουσικὸν καὶ τὸ μουσικῷ εἶναι, ἤτοι ἡ οὐσία καὶ τὸ συμβεβηκός; ὥστε, φησί, τρόπον μέν τινα τὸ λευκὸν ζῷον καὶ τὸ τί ἦν εἶναι τοῦ λευκοῦ ἔσται τὸ αὐτό, τρόπον δέ τινα οὐκ ἔστα. καθ’ αὑτὰ μὲν γὰρ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ οὐκ ἔσται τὸ αὐτό· ᾗ δ’ ἔπαθέ τι ὑπὸ τοῦ λευκοῦ, λέγω δὴ τὸ λευκανθῆναι, ἔσται τὸ αὐτὸ.

[*](p. 1031b28)

Ἄτοπον δ’ ἂν φανείη κἄν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι.

Καὶ τοῦτο δεικτικόν ἐστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ. ἡ δὲ δεῖξις πάλιν ἐπὶ τῶν ἰδεῶν προέρχεται· λέγει γὰρ ὡς εἴπερ ὁ αὐτοΐππος καὶ τὸ τί ἦν εἶναι αὐτοῦ οὐκ ἔστι ταὐτὰ ἀλλ’ ἕτερα, εἴ τις καὶ τῷ τοῦ αὐτοίππου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ ἱμάτιον, ἐπειδὴ πᾶν ὄνομα δηλωτικόν ἐστί τινος τί ἦν εἶναι, καὶ τοῦ ἱματίου τὸ τί ἦν εἶναί ἐστιν ἕτερον αὐτοῦ. εἴ τις δὲ πάλιν τῷ τοῦ ἱματίου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ φυτόν, ἔσται καὶ τὸ τί ἦν εἶναι τοῦ φυτοῦ ἕτερον | τοῦ φυτοῦ. εἴ τις δὲ καὶ [*](452) τῷ τοῦ φυτοῦ τί ἦν εἶναι θεῖτο ὄνομα,, ἔσται καὶ ἐπὶ τοῦτου τὸ αὐτό· καὶ τοῦτο εἰς ἄπειρον. εἴ τις δὴ ἑκάστῳ τί ἦν εἶναι ὄνομα θεῖτο, ἐπειδὴ [*](7 οὐ (post τουτέστιν) LFS: om. Α 8 αὐτῷ M Bonitz: αὐτὸ ALF 13 αὐτῷ Bonitz: αὐτὸ libri 14 τό τε LF: τε om. A 20. 21 ἡ οὐσία καὶ τὸ LF: οὐσία καὶ Α 22 τινα M: om. ALF 30 ὡς εἴπερ LS: ὥσπερ Α 31. 34 et 36 τῷ A2LS: τὸ A1F 33 ἐστιν] ἔσται e S coni. Bonitz)

485
παντὸς ὀνόματος δηλωτικοῦ οὐσίας ἔστι τί ἦν εἶναι ἔσται καὶ παρ᾿ ἐκεῖνο τὸ ὄνομα ἄλλο τί ἦν εἶναι, οἷον παρὰ τὸ τί ἢν εἶναι ἵππῳ ἔσται τί ἦν εἶναι ἵππῳ ἕτερον τουτέστι τοῦ τί ἢν εἶναι ἵππου ἔσται τί ἦν εἶναι ἄλλο. ἀλλὰ τὸ τί ἣν εἶναι ἵππῳ ἡ φύσις τοῦ ἵππου ἐστίν, ὥστε εἴπερ ἔστι τοῦ τί ἣν εἶναι ἵππῳ ἄλλο τί ἢν εἶναι, ἔσονται τοῦ ἵππου δύο οὐσίαι καὶ φύσεις, καὶ οὐ ·μόνον δύο ἀλλὰ ἄπειροι. ἐσπὶ δέ τις λέγειν ἔμελλεν ‘ἀλλ οὐκ εἰς ἄπειρον προιέναι ἀνάγκη, ἀλλὰ καταντήσομεν εἴς τι τί ἢν εἶναι οὗ τὸ τί ἦν εἶναι οὐκ ἔσται ἕτερον ἀλλὰ ταὐτό· εἰ γὰρ ἔσται ταὐτόν, οὐκ ἀνάγκη εἶναι κἀκείνου τί ἦν εἶναι ἕτερον· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἷναι ἑκάστῳ ἕτερόν ἐστι, συμβαίνει κἀκείνου εἶναι τί ἢν εἷναι, εἴπερ εἴς τι καταντήσομεν ταὐτὸν ὂν τῷ τί ἦν εἷναι αὐτοῦ, οὐκ ἔσται ἐκείνου πάλιν ἄλλο τί ἦν εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἔσται ἡ πρόοδος·’ ἐπειδή τις ταῦτα λέγειν ἔμελλεν, ἐπήγαγε τὸ καί τοι τί κωλύει καὶ νῦν εἶναι εὐθύς τινα τί ἦν εἶναι; τουτέστι τί κωλύει μὴ εὐθὺς ἕκαστον ταὐτὸν εἶναι καὶ τὸ τί ἦν εἶναι αὐτῷ, ἀλλὰ μετὰ πολλὰ τοῦτο εὑρίσκεσθαι; οὐ μόνον δὲ ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἀλλὰ καὶ ὁ λόγος αὐτῶν ὁ αὐτὸς καὶ εἷς. οὐ γὰρ ἕτερός ἐστιν ὁ λόγος τοῦ ἀνθρώπου καὶ τοῦ τί ἦν εἶναι ἀνθρώπῳ ἀλλ’ ὁ αὐτός, καὶ τοῦ ἑνὸς καὶ τῶ τι· ἦν εἶναι αὐτῷ ὁ αὐτός. εἰ μὲν γὰρ κατὰ συμβεβηκὸς τὸ ἓν καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἦν τὰ αὐτά, οὐκ ἂν ἦν ὁ λόγος αὐτῶν ὁ αὐτός. ἐπεὶ δὲ ἐκ πάντων τῶν δειχθέντων ἀνεφάνη ὅτι ὅτι αὑτό εἰσιν ἕν, καὶ ὁ λόγος αὐτῶν εἷς ἐστιν. ὃ δὲ ἄνωθεν μὲν ᾐνίξατο ἄτοπον, νῦν ἐπαναλαμβάνει καὶ σαφέστερον τίθησι λέγων ἔτι εἰ ἄλλο ἔσται, εἰς ἄπειρον εἶσι, τουτέστιν, εἰ τῷ τοὺ ἑνὸς τί ἦν εἶναι ὄνομα τεθῇ, ἔσται ἄλλο τοῦ τεθέντος ὀνόματος τί ἦν εἶναι. ἀλλ’ εἰ τοῦτο, εἰς ἄπειρον ἰέναι ἀνάγκη· τὸ γὰρ ἑνὶ εἶναί ἐστι τὸ τί ἦν εἶναι τοῦ ἑνός, τὸ δὲ ἕν ἐστιν οὗ ἐστι τί ἦν εἶναι τὸ ἑνὶ εἶναι· ὥστε τοῦ ἑνὶ εἶναι ἔσται πάλιν ἄλλο τί ἦν εἶναι, καὶ πάλιν ἐπὶ τούτων ὁ αὐτὸς λόγος. ταῦτα εἰπὼν συμπεραίνεται λοιπὸν τὸν ξύμπαντα λόγον λέγων· ὅτι μὲν οὖν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ταὐτὸν ἐστι, φανερὸν. |

[*](p. 1032a6)

οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην.

[*](453)

Δείξας ὅτι τῶν καθ’ αὑτὸ λεγομένων ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς λεγομένων, οἷον ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ἔστι μὲν καὶ οὐκ ἔστι, καὶ πῶς εἴρηται, λέγει ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι τῇ αὐτῇ λύονται λύσει. ἔλεγον γὰρ οἱ σοφισταί ‘πότερον ὁ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι ταὐτὸ ἢ οὔ;’ καὶ εἰ μὲν ἕτερον, ἐπειδὴ τὸ Σωκράτει εἶναι τὸ τί ἦν εἶναι Σωκράτει ἐστὶ καὶ ἡ [*](2 οἶον — ἀλλὰ τὸ τί ἦν εἶναι (4) LFS: om. A 10 εἶναι ἄλλο τί e S coni. Bonitz 13 καίτοι τί LFS: τί om. A κωλύει MS: κωλῦον ALF 16 δὲ MS: δὴ ALF 21 ἀνεφάνη ὅτι MS Brandis Bonitz: om. ALF 24 τῷ A2LF: τὸ A1 26 εἶναί ἐστι LFS: εἶναι ἔστι Α 27 ὥστε τοῦ LFS: τὸ Α: τὸ δ’ Brandis: τῶ δ᾿ Bonitz)

486
φύσις τοῦ Σωκράτους, ἔσται ὁ Σωκράτης ἕτερος ἑαυτοῦ. εἰ δὲ ὁ αὐτός, ἐστὶ δ’ ὁ Σωκράτης καὶ λευκός, ἔσται καὶ τὸ Σωκράτει εἶναι τῷ λευκῷ εἶναι Σωκράτει τὸ αὐτό, ἡ οὐσία τῷ συμβεβηκότι, ὅπερ ἄλογον. λέγει οὖν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην καὶ τὸ πρόβλημα φανερὸν ὡς τῇ αὐτῇ λύονται λύσει, λέγω δὴ τῇ ὅτι κυρίως μὲν καὶ καθ’ αὑτὸ οὔκ εἰσι τὰ αὐτὰ λεγούσῃ, κατὰ συμβεβηκὸς δέ· ἐξ ὧν γὰρ ἐρωτῶσιν (ἐκ γὰρ τῶν κατὰ συμβεβηκὸς τἀς ἐρωτήσεις ποιοῦνται), ἐκ καὶ τῶν λύσεων τεύξονται. ταῦτα πάντα εἰπὼν πάλιν συντόμως ὑπομιμνήσκει ὅτι πῶς μὲν τὸ τί ἦν εἶναι ταὐτὸ καὶ πῶς οὐ ταὐτὸ εἴρηται.

[*](p. 1032a12)

τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνεται, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ ταὐτομάτου.

Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος οὐ γίνεται. τὸ γὰρ εἶδος καὶ τὸ τί ἦν εἶναι τῆς σφαίρας τῆς κατὰ τῶν μερικῶν σφαιρῶν κατηγορουμένης οὐ γίνεται· ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος τῆσδε τῆς σφαίρας διὰ γενέσεως εἰς τὸ εἶναι παράγεται, ἀλλὰ τοῦ χαλκοῦ τοιωσδὶ κινουμένου ὑπὸ τοῦ τεχνίτου ἀχρόνως ἐν αὐτῷ τὸ τῆς σφαίρας εἶδος ἐπιγίνεται. ὁμοίως δὲ καὶ τῆς οἰκίας· ὅταν γὰρ ἡ τελευταία κέραμος ἐπιτεθῇ, τότε φαμὲν οἰκίαν εἶναι· εἰ γάρ τι καὶ τὸ οἰόνουν τῶν εἰς τὸ οἰκίαν ποιῆσαι συντελούντων λείπει, οὐκ ἔστιν οἰκία· ἡ δὲ τελευταία κέραμος ἀχρόνως καὶ ἐν τῷ νῦν ἐπιτίθεται τῇ οἰκίᾳ. ὥστε καὶ τὰ κατὰ μέρος εἴδη οὐ γίνεται· ἀμερῆ γάρ ἔσιν, εἰ καὶ συνδιίστανται τῇ ἐν ἧ εἰσιν ὕλῃ. τὸ δ’ ἀμερὲς πῶς ἄν γένηται; τὸ γὰρ γινόμενον πὰν μεριστόν· διαιρεῖται γὰρ εἴς τε τὸ πρώτως γεγονὸς καὶ εἰς τὸ ὕστερον. καὶ ἐπὶ τῆς χαλκῆς σφαίρας, ὥσπερ ἐλέγομεν ἐπὶ τῆς οἰκίας ὅτι τῆς τελευταίας κεράμου ἐπιτεθείσης γίνεται, τοῦτο εὑρήσεις· ἡ γὰρ τελευταία πληγὴ ἡ ὑπὸ τοῦ τεχνίτου ἐν τῷ χαλκῷ γινομένη ταύτην εἰδοποιεῖ· αὕτη δ’ ἀχρόνως γίνεται· ἀχρόνως γὰρ ἡ σφῦρα τοῦ χαλκοῦ ἅπτεται ὅταν τύπτῃ αὐτόν· ὥστε οὔτε τὸ σφαίρειον εἶδος, ἤτοι αὐτὸ τὸ τῆς καθόλου σφαίρας, τουτέστιν ἡ καθόλου σφαῖρα, μὴ οὖσα γέγονεν, οὕτε τὸ ἐν τῇδε τῇ σφαίρᾳ διὰ γενέσεως καὶ διὰ χρόνου ἐν αὐτῇ γίνεται ἢ ὅλως γίνεται, ἀλλ’ ὂν περὶ αὐτὴν ὑπὸ τοὐ τεχνίτου τίθεται· ὂν γὰρ τὸ τῆς σφαίρας | εἶδος ἐν τῇ τοῦ τεχνίτου ψυχῇ περιτίθησιν αὐτὸ [*](454) ὁ τεχνίτης τῷ χαλκῷ. δείκνυσι δὲ ὅτι τὰ εἴδη οὐ γίνεται ἀναγκαίως. ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενήσεται εἴτε δύναται τὰ φυσικὰ εἴδη αὐτὰ καθ’ αὑτὰ χωρὶς εἶναι ἄνευ ὕλης, ὡς ὁ Πλάτων’ ἔλεγεν, εἴτε μή. πρὸ δὲ τῆς δείξεως τοῦ τὸ εἶδος μὴ γίνεσθαι πρότερον ἐκ διαιρέσεως δείκνυσιν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ὡς ἐκ τούτου συνάξων ὅτι [*](2 τὸ Σωκράτει εἶναι] ὁ σωκρα LF 9. 10 ταὐτὸν ἑκάστῳ εἴρηται Metaph. 19 καὶ τὸ LF: καὶ τῶν Α 20 ἐν τῷ S Bonitz: ἐν τῆ ALF 23 γένηται] γένοιτο coni. Bonitz 24 ὥσπερ L: ὡς γὰρ Α 28 οὔτε LS: om. Α 32 περιτίθησιν LF: προστίθησιν Α 35 ἄνευ om. LF)

487
εἰ καὶ τὸ εἶδος γίνοιτο, ἐξ υποκειμενου τινὸς γενησεται, καὶ οὕτω συμβῇ ἐπ᾿ ἄπειρον εἶναι τὴν πρόοδον. ἐκ διαιρέσεως οὖν, ὡς εἶπον, δείκνυσιν πᾶν τὸ γινόμενον ἔκ· τινος γίνεται. λέγει δὴ ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνεται ὡς τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ ὅμοια, τὰ δὲ τέχνῃ, ὥσπερ οἰκία καὶ ὁ ἀνδριὰς καὶ ἁπλῶς τὰ τεχνητά, τὰ δὲ ἀπὸ ταὐτομάτου, ὥσπερ ὑγίεια· διψήσας γάρ τις πυρέττων καὶ πιὼν ὕδωρ οὐχ ὑγιάνῃ, ἀλλ᾿ ἵνα τὴν δίψαν ἀποκρούσηται, ὑγίανε. πάντα οὖν τὰ ἀπὸ φύσεως καὶ τέχνης καὶ αὐτομάτου ὑπό τέ τινος τοῦ ποιοῦντος γίνεται καὶ ἔκ τινος ὕλης καί τι εἶδος γίνεται· ἢ γὰρ οὐσία, φησί, γίνεται, ἢ ποσὸν ἢ ποιὸν ἤ τι τῶν ἄλλων κατηγοριῶν· γίνεται δέ τι τούτων ὡς εἶδος. ταῦτα εἰπὼν λέγει ὅτι αἱ φυσικαὶ γενέσεις εἰσὶν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν. ἀλλὰ πῶς ἐν τῇ Φυσικῇ δείξας ὅτι γενέσεως γένεσις οὐκ ἔστιν οὐδὲ μεταβολὴ μεταβολῆς, νῦν φησιν ὅτι γενέσεις εἰσὶ φυσικαί, ὧν γενέσεων ἡ γένεσις ἐκ φύσεώς ἐστιν; ὥστε τοῦτο δοκεῖ λέγειν ὅτι τῶν γενέσεων εἰσὶ γενέσεις. ἢ τὸ ὧν ἡ γένεσις οὐ πρὸς τὰς γενέσεις, οἶμαι, ἀπέδωκεν ἵν’ ᾖ ὧν γενέσεων, ἀλλὰ πρὸς τὰ τέλη αὐτῶν, οἷον φυτὰ καὶ ζῷα καὶ τὰ τοιαῦτα· καὶ εἰ τοῦτό ἐστιν, εἴη ἂν λέγων ὅτι αὗται αἱ φυσικαὶ γενέσεις γενέσεις εἰσὶ τῶν φυτῶν καὶ τῶν ζῴων, ὧν καὶ φυτῶν καὶ ζῴων ἡ γένεσις οὐκ ἀπὸ τέχνης ἐστὶν ἀλλ᾿ ἀπὸ φύσεως. ἢ τὸ ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστι τοῦτ’ ἄν εἴη ὅτι ὧν γενέσεων ἡ ὕπαρξις καὶ τὸ εἷναι αὐταῖς οὐκ ἀπὸ τέχνης ἢ ἀπὸ ταὐτομάτου ἐστὶν ἀλλ’ ἐκ φύσεως· ἡ συγκαταβληθεῖσα γὰρ τῷ σπέρματι δύναμίς τε καὶ φύσις ἐστὶν αἰτία ποιητικὴ τῶν γενέσεων. καὶ αἱ μὲν φυσικαὶ γενέσεις αὗται, ἐξ οὗ δὲ γίνεται τὸ διὰ γενέσεως γινόμενον, ἐστὶν ἡ ὕλη, οἷον ἡ προσεχὴς τῶν ζῴων τὸ καταμήνιον. ἀλλ᾿ ἐξ οὗ μὲν γίνεται τὸ διὰ γενέσεως γινόμενόν ἐστιν ἡ ὕλη, ὑφ᾿ οὗ δέ, οἷον τὸ ποιητικόν, τῶν φύσει τι ὄντων, οἷον ἄνθρωπος ἵππος· ἐπειδὴ γὰρ τὸ σπέρμα ἐκ τούτων, οὗτοί εἰσι ποιητικὰ αἴτια. τὸ δὲ τῶν φύσει τι ὄντων πρόσκειται, ἐπεὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φύο μὲν ἐστι τὸ ειοος, φυσις δε καὶ η ὕλη, ὁ τὸν Σωκράτο [*](455) δ ἐκ τούτων συγκειμενον οὐ φύσις ἀλλὰ φύσει, ὥστε την γεννῆσαν οὐ φύσις ἀλλὰ τῶν φύσει τι ὄντων. καὶ ἔστιν ἡ μὰν ὕλη ἐξ οὗ γίνεται τὸ γινόμενον, ὑφ’ οὗ δὲ τῶν φύσει τι ὄντων, ὃ δὲ γίνεταί ἐστιν ἄνθρωπος ἢ ἵππος ἢ ἄλλο τι τῶν φύσει τι ὄντων, ἃ δὴ καὶ μάλιστα, λέγω δὴ τὰ ἐξ ὕλης καὶ εἴδους, ὡς καὶ ἐν ταῖς Κατηγορίαις καὶ ἐν τῇ Φυσικῇ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ, μάλιστα οὐσίας εἶναι λέγομεν, εἶπεν. εἰπὼν δὲ ὅτι πάντα τὰ ἀπὸ φύσεως καὶ τὰ ἀπὸ τέχνης γινόμενα ὕλην ἔχει, τοῦ τοῦτο οὕτως ἔχειν τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν δύναται γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τουτέστιν [*](1 γίνοιτο A2S: γίνεται A1LF 4 γίνεται LF: γίνονται Α 5. 6 et 21 ταὐτομάτου LF: αὐτομάτου A 12 ἐν τῇ Φυσικῇ] E 2 p. 225 b 15 19 τέχνης ἐστὶν L: τέχνης εἰσὶν A 22 σπέρματι LFS: πράγματι A 25 ἀφ᾿ οὖ L 26 ἢ ἵππος L 28 ἐν τῇ Φυσικῇ] B 1 p. 193 b 5 29. 30 Σωκράτην LFS: in lac. om. A 30 γεννῆσαν LFS: γεννῶν A 32 τῶν — ὄντων] τῶν τοιούτων LFS 33 ἐν ταῖς Κατηγορίαις] c. 5 p. 2 a 11)
488
ἐπειδὴ ἕκαστον καὶ τῶν ἀπὸ φύσεως καὶ τῶν ἀπὸ τέχνης δύναται καὶ εἶναι καὶ μὴ εἶναι, δῆλον ὡς ἀπὸ τῆς ὕλης τοῦτο ἔχει· αὕτη γάρ ἐστιν ἡ τρεπτικὴ καὶ ἀλλοιωτική, ἣ ποτὲ μὲν τοῦτο τὸ εἶδος δέχεται ποτὲ δὲ ἄλλο, διὰ τὸ μὴ τὸ αὐτὸ καὶ ἓν ἀεὶ δύνασθαι στέγειν καὶ διὰ τὸ εὐφυῶς ἔχειν πρὸς τὸ τὰ εἴδη δέχεσθαι. ἔστιν οὖν ἑκάστῳ τῶν φύσει καὶ ἀπὸ τέχνης τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη αἰτία. ὥστε φανερὸν ὅτι καὶ τὰ ἐκ φύσεως καὶ τὰ ἀπὸ τέχνης ἔκ τινος ὕλης καὶ ὑποκειμένου γίνεται. εἰπὼν δὴ ὅτι ἑκάστου τῶν ἀπὸ φύσεως καὶ τέχνης τὸ αἴτιον τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη ἐστίν, ἐπήγαγεν ὅτι κα θόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ καθ’ ὃ φύσις· ὡς πολλάκις γὰρ εἴπομεν ὅτι καὶ τὴν ὕλην ἣ γίνεται τὸ εἶδος, καὶ καθ’ ὃ εἶδος αὕτη γίνεται, φύσιν λέγει. τὸ δὲ τὸ γὰρ γινόμενον ἔχει φύσιν οἶμαι ὡς αἴτιον ἐπῆκται τοῦ τὸ εἶδος φύσιν εἶναι, τουτέστι τὸ γινόμενον διὰ φύσεως γίνεται, φύσιν λέγων τὴν ἀπὸ τῆς ὕλης εἰς τὸ εἶδος ὁδόν. εἰ δὲ ἡ ὁδὸς αὕτη, ὡς ἂν ἐπεκτείνας λέγοι τις τὸ υ, ὡς αὐτὸς εἴρηκε, φύσις λέγεται, φανερὸν ὡς καὶ τὸ εἶδος, πρὸς ὃ αὕτη ἡ ὁδός ἐστι, φύσις ἐστιν. ὅτι δὲ τὸ εἶδος φύσις λέγεται, δείκνυσι καὶ ἄλλως. λέγεται, φησί, τὸ σύνθετον φύσις, οἷον ὁ Σωφρονίσκος. καὶ δῆλον ὡς οὐ κατὰ τὸ συναμφότερον ὁ Σωφρονίσκος φύσις λέγεται τοῦτο γὰρ φύσει λέγεται, ἀλλὰ κατὰ τὸ εἶδος, καθ’ ὃ καὶ γίνεται τὸ γινόμενον ὑπ’ αὐτοῦ· κατὰ γὰρ τὸ ἐν αὐτῷ ὂν εἶδος γίνεται, ὃ γεννᾷ· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ ὑφ’ οὗ, ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις ὁμοειδής. πῶς δὲ τὸ γινόμενον τῷ ὑφ’ οὗ γίνεται ὁμοειδές ἐστιν, ἐπήγαγεν ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· πάντες δὲ οἱ ἄνθρωποι ὁμοειδεῖς εἰσιν. |

[*](p. 1032a26)

Αἱ δὲ ἄλλαι γενέσεις λέγονται ποιήσεις.

[*](456)

εἰπὼν περὶ τῶν φυσικῶν γενέσεων τίνων εἰσί, καὶ συμπερανάμενος καὶ εἰπὼν ὅτι οὕτω μὲν οὖν γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, λέγει ὅτι αἱ δὲ ἄλλαι γενέσεις ἄλλας λέγων τὰς ἀπὸ τέχνης, ἀπὸ δυνάμεως, ἀπὸ διανοίας) λέγονται ποιήσεις. ἀπὸ τέχνης μὲν οὖν γίνεσθαι λέγει τὰ τεχνητὰ καὶ ὅλως ὅσα κατὰ τέχνην γίνεται, ἀπὸ διανοίας δὲ τὰς ἀρετάς· εἴδη γάρ τινα καὶ αἱ ἀρεταί· τελειοῦσι γὰρ τὴν ψυχήν. εἰ δὲ καὶ πολλὰ τῶν τεχνητῶν γίνεται γὰρ τεχνητά τινα καὶ ἀπὸ ταὐτομάτου, ὡς ἐρεῖ) ἀπὸ διανοίας γίνεται. ἀλλ’ οὗν ἡ τέχνη οὐ πάντως διάνοια. ἀπὸ δυνάμεως δέ εἰσι τὰ ὁπότερ’ ἔτυχεν, οἷον λούσασθαι καὶ μὴ λούσασθαι, καθίσαι καὶ μὴ καὶ τὰ τοιαῦτα. τούτων δὲ τῶν ἀπὸ τέχνης γίνονταί τινα καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης, ὥσπερ καὶ < τῶν> ἀπὸ φύσεως· γίνονται καὶ ἐκεῖ, λέγω δὴ ἐν τοῖς ἀπὸ φύσεως γινομένοις, ἔνια ἐκ ταὐτομάτου· γίνονται γὰρ βοτάναι καὶ ἐκ σπέρματος καὶ ἄνευ σπέρματος· πολλαὶ γὰρ [*](1. 2 καὶ εἶναι LF: καὶ om. Α 3 τρεπτὴ καὶ ἀλλοιωτὴ coni. Ronitz 7 ἀπὸ LF: ὑπὸ Α 7. 8 ἔκ τινος — καὶ τέχνης LFS: om. Α 13 διὰ φύσεως LF: διαρήσεως Α 14 ὡς — υ] cf. Δ 4 p. 1014b17 20 ὃ γεννᾶται e S coni. Bonitz 21 ὑφ’ οὗ LF: ἐφ’ οὗ Α 31 πολλὰ] τινὰ LF 33 τὰ LF: om. Α 35 τῶν addidi)

489
τῶν βοτανῶν ἄνευ σπέρματος φύοντα ἐκ ταὐτομάτου. ὅτι δέ, φησί συμβαίνει τῶν ἀπὸ τέχνης γινομένων ἔνια καὶ ἐκ ταὐτομάτου γίνεσθαι ὕστερον ἐπισκεπτέον· ἐρεῖ γὰρ περὶ τούτων μετ᾿ ὀλίγον, καὶ ἡμεῖς πρὸ ὀλίγου εἴπομεν ὅτι γίνεται ὑγίεια καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου. ἀλλ’ ἁ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον. ἀπὸ τέχνης δὲ γίνεται ὅσων τὸ εἶι καὶ τὸ τί ἣν εἶναί ἐστιν ἐν τῇ τοῦ τεχνίτου ψυχῇ· τὸ γὰρ εἶδος καὶ τὸ τί ἣν εἶναι τῆς ὑγιείας καὶ τῆς οἰκίας καὶ τοῦ ἀνδριάντος καὶ τῶν λοιπῶν τῆς μὲν ὑγιείας ἐν τῇ τοῦ ἰατροῦ ψυχῇ ἐστι, τῆς δὲ οἰκίας ἐν τῇ τοῦ οἰκοδόμου, τοῦ δὲ ἀνδριάντος ἐν τῇ τοῦ ἀνδριαντοποιοῦ. εἰπὼν δὲ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι πρώτη ἐστὶν οὐσία, τοῦ τὸ εἶδος πρώτην οὐσίαν εἶναι αἴτιον ἐπήγαγε τὸ καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος. ἐπειδὴ γὰρ ἡ στέρησις τῇ ὕλῃ ὑπάρχει, τῆ δὲ στερήσει τὸ εἶναι τὸ εἶδος παρέχεται τῇ γὰρ αὐτοῦ ἀπουσίᾳ ἡ στέρησίς ἐστιν), εἰ δὴ καὶ τῇ στερήσει τῇ ἐν τῇ ὕλῃ οὔσῃ τὸ εἶναι καὶ ὅλως τὴν ὕπαρξιν τὸ διδὸν τὸ εἶδός ἐστιν, αὐτὸ δέ ἐστι καὶ τὸ τάττον καὶ ὁρίζον τὴν ὕλην καὶ κοσμοῦν, πρώτη καὶ κυρίως οὐσία τοῦτ’ ἂν εἴη. τῶν ἐναντίων, φησίν, ἤτοι τῶν στερήσεων τρὸπον τινὰ τὸ αὐτό, ἤτοι τὸ εἶδος, εἶδός ἐστι, τουτέστιν εἰδοποιὸν καὶ ὑπάρξεως χορηγόν. εἴδους οὖν καὶ ὑπάρξεως αἴτιον καὶ ὅλως τοῦ τῶν ὄντων εἶναι καὶ μετὰ τῶν ὄντων συγκατατάττεσθαι τὰς στερήσεις τὸ εἶδος καὶ τὸ τί ἦν εἶναί ἐστιν· ἀπιόντος γὰρ τοῦ εἴδους εὐθὺς ἡ στέρησις τὸ εἶναι ἔχει· ὥστε ποιητικὸν αἴτιον τῆς στερήσεως τὸ εἶδός ἐστιν. ὅτι δὲ τὸ αὐτὸ ἀντὶ τοῦ εἴδους ἔλαβε, τὸ δὲ εἶδος ἀντὶ τοῦ [*](457) αἴτιον τῆς ὑπάρξεως τῆς στερήσεως, δῆλον ἐποίησεν εἰπὼν τῆς γὰρ στερήσεως οὐσία ἡ οὐσία ἡ ἀντικειμένη, τουτέστιν ἡ κατὰ τὸ εἶδος οὐσία τῆς στερήσεως ἐστιν οὐσία καὶ ὕπαρξις, καὶ τὸ εἶναι αὐτῇ αὕτη χαρίζεται. ὥστε εἴπερ ἡ οὐσία, λέγω δὴ τὸ εἶδος, οὐσία καὶ παραγωγός ἐστι καὶ αἴτιος τῆς στερήσεως, δῆλον ὅτι εἶδός ἐστι τὸ εἶδος τῆς στερήσεως. τὸ δὲ τρόπον τινὰ πρόσκειται, ὅτι οὐ καθ’ αὑτό ἐστιν αἴτιον τὸ εἶδος τῆς στερήσεως, ἀλλὰ κατὰ συμβεβηκός· συμβαίνει γὰρ ὑποχωροῦντος τοῦ εἴδους γίνεσθαι αὐτήν. ἔστιν οὖν ἡ ὑγίεια, εἴπερ ἀναλογεῖ εἴδει, αἰτία καὶ εἶδος τῆς νόσου, ἥπερ ἐστὶ στέρησις.

[*](p. 1032b6)

Γίνεται δὴ τὸ ὑγιὲς νοήσαντος οὕτως.

Λέγει περὶ τοῦ ὑγιοῦς σώματος πῶς γίνεται, τοῦτο δ᾿ ἀναγκαίως ποιεῖ· ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενησεται ὅπως τὰ ἄπο τέχνης γινομενα γίνεταί ποτε καὶ ἀπὸ ταὐτομάτου. γίνεται δὲ τὸ ὑγιὲς νοήσαντος τοῦ ἰατροῦ οὕτως. καὶ πῶς, ἐπάγει· οἷον εἰ τοῦτό ἐστιν ὑγίεια, δεῖ τὴν ἀνωμαλίαν τῶν ψυχρῶν καὶ τῶν θερμῶν εἰς ὁμαλότητα ἐλθεῖν, ὥστε μὴ θάτερον ὑπερέχειν, ἀλλὰ συμμέτρως ἔχειν. ὁμαλότητος δὲ μελλούσης γενέσθαι [*](4 ὑγίεια LFS: καὶ ὑγίεια A 5 ἐπισκεψόμεθα LF 6 τοῦ τεχνίτου LF: τοῦ om. Α 15 καὶ τὸ LF: καὶ om. A 18 post αἴτιον puncto distinguant libri 27 αἴτιον coni. Bonitz)

490
δεῖ θερμότητα εἶναι· ὑποκείσθω γὰρ ἐπικρατεῖν τὸ ψυχρὸν τοῦ θερμοῦ. ἀλλ’ εἰ δεῖ θερμότητα γενέσθαι, δεῖ τρίψεως. ἄρχεται οὖν ἀπὸ τῆς τρίψεως, ἣν καὶ δύναται ποιῆσαι, ἥτις τρῖψις ἔσχατόν ἐστι καὶ τῆς ὑγιείας καὶ τῆς ὁμαλότητος καὶ τῆς θερμότητος. πρῶτον γὰρ τὴν ὑγίειαν ἐνόησεν ὁ ἰατρός, εἶτα τὴν ὁμαλότητα, εἶτα τὴν θερμότητα καὶ τελευταῖον τὴν τρῖψιν, ἥτις τρῖψις ποιεῖ τὴν θερμότητα καὶ αὕτη τὴν ὁμαλότητα καὶ αὕτη τὴν ὑγίειαν. ἡ τρῖψις οὗν ἡ παρὰ τοῦ ἰατροῦ γεγονυῖα ἐν τῇ τοῦ νοσοῦντος κοιλίᾳ ἢ ἁπλῶς ἐν τῷ νοσοῦντι μέρει συμβαίη ἄν ποτε καὶ ἐκ ταὐτομάτου γενέσθαι· ὅπως δὲ τοῦτο συμβήσεται ἐροῦμεν, ὅτε καὶ αὐτὸς λέγει. καλεῖται δὲ ἡ ἀπὸ τῆς τρίψεως ἐπὶ τὴν ὑγίειαν κίνησις ποίησις. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν γίνεσθαι ἐκ τῆς ὑγιείας καὶ τοῦ εἴδους αὐτῆς τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ ὄντος. ἡ ἐν τῷ νοσοῦντι γὰρ ὑγίεια γινομένη ἐκ τοῦ εἴδους καὶ τοὺ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ἰατροῦ ψυχῇ ὄντος γίνεται· ὁμοίως δὲ καὶ ἥδε ἡ μετὰ τῆς ὕλης οἰκία ἐκ τῆς ἄνευ ὕλης οἰκίας τῆς ἐν τῷ οἰκοδόμῳ γίνεται. ὥσπερ γὰρ ἡ ὄψις ἐν ἑαυτῇ ἔχει τὰ τῶν χρωμάτων εἴδη ἄνευ τῆς ὑποκειμένης αὐτοῖς ὕλης, οὕτως καὶ ἡ ψυχὴ τὰ τῶν ἐπιστητῶν εἴδη· τόπος γὰρ εἰδῶν ἡ ψυχή, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται. πῶς δὲ ἐκ τῆς οἰκίας καὶ ὑγιείας ἡ οἰκία καὶ ἡ ὑγίεια γίνεται σαφηνίζων ἐπάγει ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας εἰσίν. εἰ δὲ ἐκ τῆς ἰατρικῆς καὶ τῆς οἰκοδομικῆς γίνονται, αὗται δὲ εἶδός εἰσι τῆς οἰκίας καὶ τῆς ὑγιείας [*](458) οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ ἢ οἱ λόγοι τῆς ὑγιείας καὶ τῆς οἰκίας), φανερὸν ὡς γίνεται ἡ οἰκία ἐξ οἰκίας καὶ ἡ ὑγίεια ἐξ ὑγιείας. εἰπὼν δὲ ὅτι συμβαίνει οἰκίαν ἐξ οἰκίας γενέσθαι καὶ ὑγίειαν ἐξ ὑγιείας τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην, τοῦ μὲν οἰκίαν καὶ ὑγίειάν ἐξ οἰκίας καὶ ὑγιείας γίνεσθαι ἐπήγαγε κατασκευαστικὸν τὸ ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας· τοῦ δὲ τῆς ἄνευ ὕλης ἐπήγαγε τὸ λέγω δ’ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστιν αὐτὸ τὸ τῆς οἰκίας καὶ τὸ τῆς ὑγείας εἶδος.

[*](p. 1032b15)

Τῶν δὲ γενέσεων καὶ κινήσεων ἡ μὲν νόησις καλεῖται, ἡ δὲ ποίησις.

Βουλόμενος δεῖξαι πῶς τινα τῶν αἰτίων οὐ μόνον ὑπὸ τῶν κινούντων γίνεται ἀλλὰ καὶ ἐκ ταὐτομάτου, πρότερον διαιρεῖ τὴν γένεσιν εἴς τε τὴν νόησιν καὶ εἰς τὴν ποίησιν, καί φησιν ὅτι τῶν γενέσεων ἡ μὲν νόησις καλεῖται ἡ δὲ ποίησις, ἡ μὲν οὖν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους νόησις, ἡ δὲ ἀπὸ τοῦ τέλους τῆς νοήσεως ποίησις· οἷον νοεῖ ὁ οἰκοδόμος τὸ τῆς οἰκίας εἶδος ὅτι ἐστὶ σκέπασμα τοιονδί, καὶ εἰ μέλλοι τοδὶ εἶναι δεῖ τοίχους γενέσθαι, ἀλλ’ εἰ δεῖ γενέσθαι τοίχους, δεῖ γενέσθαι θεμέλιον, καὶ εἰ ἔσται θεμέλιος, [*](3 ποιῆσαι M Brandis Bonitz: ποιήσειν ALF 17 τῇ LF: τῷ Α 17. 18 ἐν τῇ Περὶ ψυχῆς] Γ4 p. 429 a 27 18 πῶς δὲ LFS: πῶς γὰρ Α 19 ἡ οἰκοδομικὴ LF: ἡ om. A 22 γὰρ] δὲ A2 27 καὶ ἡ LF: ἡ om. Α)

491
δεῖ ὀρύξαι· καὶ ἄρχεται ἐντεῦθεν ὀρύσσειν καὶ ὀρύξας ποιεῖ θεμέλιον τοίχους, εἶτα σκέπασμα. ἡ μὲν οὗν ἀπὸ τῆς ἀρχῆς τοῦ εἴδους ἄχρι τοῦ ὀρύσσειν γένεσις ἢ κίνησις νόησις καλεῖται, ἡ δὲ ἀπὸ τοῦ ὀρύσσειν, ὃ τέλος μὲν ἦν τῆς ωοήσεως ἀρχὴ δὲ τῆς γενέσεως τῆς οἰκίας, ἡ δὴ ἀπὸ ὀρύσσειν γένεσις ἢ κίνησις ἄχρι τοῦ σκεπάσματος λέγεται ποίησις. καὶ ὁ ἰατρὸς ἐννοεῖ τὸ εἶδος τῆς ὑγιείας ὅτι ἐστὶ τοδί, καὶ εἰ μέλλει ἔσεσθαι ὑγίεια δεῖ ὁμαλυνθῆναι, τὸ ὁμαλυνθῆναι δέ ἐστι τὸ συμμετρίαν γενέσθαι τῶν τοῦ ζῴου ξηρῶν καὶ ὑγρῶν, θερμῶν καὶ ψυχρῶν, τοῦτο δὲ θερμανθήσεται, θερμανθήσεται δὲ εἰ τρῖψις γενήσεται, αὕτη δὲ ἡ τρῖψις ὑπάρχει ἐν τῷ ἰατρῷ δυνάμει· δύναται γὰρ τρῖψαι τὸν νοσοῦντα, καὶ τρίβει· τῇ δὲ τρίψει ἕπεται ή θερμότης, καὶ ταύτῃ τὸ ὁμαλυνθῆναι, τῇ δὲ ὁμαλότητι ἡ ὑγίεια. ἡ μὲν οὖν ἀπὸ τῆς ὑγιείας μέχρι τῆς τρίψεως κίνησις νόησις λέγεται, ἡ δὲ ἀπὸ τῆς τρίψεως ἄχρι τῆς ὑγιείας ποίησις. τὸ δὲ ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται οἶμαι ὡς τῷ ὥστε συμβαίνειν τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίνεσθαι τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην συντάττεσθαι· καὶ εἴη ἂν λέγων ὅτι ὥσπερ ὑγίεια ἐξ ὑγιείας γίνεται, οὕτω καὶ ἡ ὁμαλότης ἐκ τῆς ὁμαλότητος τῆς ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ οὔσης καὶ ἡ θερμότης ἐκ τῆς θερμότητος. ὑπάρχει οὖν, ὥσπερ εἴρηται, ἡ τρῖψις δυνάμει. ἢ οὐ τοῦτο λέγει ὅτι ὑπάρχει ἡ τρῖψις δυνάμει τῷ ἰατρῷ, ἀλλ᾿ ὅτι ἡ τρῖψις δυνάμει ὑγίειά ἐστιν. εἰ γὰρ ἡ τρῖψις ἀρχὴ τῆς ὑγιείας ἐστὶ καὶ πρῶτον αἴτιον, δῆλον ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια. καὶ οἶμαι ὅτι τὸ ὑπάρχει δὲ τοδὶ δυνάμει περὶ τρίψεως εἴρηται, ὅτι ἡ τρῖψις δυνάμει [*](459) ἐστὶν ὑγίεια, τὸ δὲ τοῦτο δ᾿ ἐπ᾿ αὐτῷ περὶ τοῦ ἰατροῦ, τουτέστιν ἡ τρῖψις δὲ ἐπὶ τῷ ἰατρῷ ἐστι, καὶ δύναται αὐτὴν ποιῆσαι. ἡ τρῖψις οὖν ἡ ποιοῦσα τὴν θερμότητα καὶ ἐξ ἧς ἡ κίνησις καὶ ἡ ἀρχὴ τοῦ ὑγιαίνειν γίνεται, ἐὰν μὲν ἀπὸ τέχνης ἤτοι ἀπὸ τοῦ τεχνίτου γίνηται, οὐκ ἀπὸ ταὐτομάτου λέγεται γίνεσθαι ἡ ὑγίεια ἡ ἐκ ταύτης τῆς τρίψεως γεγονυῖα, ἀλλὰ τὸ εἶδος τῆς ὑγιείας τὸ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ αἴτιόν ἐστι ταύτης τῆς ὑγιείας. εἰ δὲ ἀπὸ ταὐτομάτου συμβῇ γενέσθαι τὴν ὑγίειαν, ὅπερ γέγονεν αἴτιον τῆς ἀπὸ τέχνης γεγονυίας ὑγιείας, τοῦτο γενήσεται καὶ τῆς ἐξ αὐτομάτου. οἷον εἰ ὑγίεια ἡ ἀπὸ τοῦ τεχνίτου γεγονυῖα ἐκ τρίψεως ἐγένετο, αὕτη ἡ τρῖψις γενήσεταί ποτε καὶ ἐκ ταὐτομάτου αἰτία ὑγιείας. ὡς γὰρ ὁ ἰατρὸς τρίψας τὴν κοιλίαν τοῦ νοσοῦντος θερμότητα πεποίηκε καὶ αὕτη ὁμαλότητα κἀκείνη τὴν ὑγίειαν, οὕτω συμβήσεται καὶ τὸν νοσοῦντα τρῖψαι τὴν ἰδίαν κοιλίαν, οὐ χάριν τοῦ ποιῆσαι θερμότητα ἀλλὰ κατὰ τύχην, ταύτην δὲ τὴν τρῖψιν ποιῆσαι θερμότητα καὶ ταύτην ὁμαλότητα καὶ ταύτην ὑγίειαν. ὥστε ἀντιστρέφει· εἰ μὲν ἡ ὑγίεια ἡ ἐκ τρίψεως γεγονυῖα ἐκ ταὐτομάτου γέγονε, καὶ ἡ τρῖψις ἄρα ἐκ ταὐτομάτου ἐγένετο, καὶ [*](1 ὀρύξας LF: om. Α 3 ὃ — ἢ (5) LF: om. A1: ὃ — οἰκίας (4] in marg. add. Α2 12 ἡ ὑγίεια LF: ἡ A ἡ μὲν — ποίησις (13) ind. A 23 δὲ LF: in lacom. A τοδὶ] τῳδὶ Metaph. vulg. 24 δ᾿ ἤδη ἐπ᾿ αὐτῷ Metaph. 32 εἰ L: ᾑ A: εἰ ἡ F 36 ἰδίαν] οἰκείαν LF)
492
ἐὰν ἡ τρῖψις ἐκ ιαὐτομάτου καὶ ἡ ὑγίεια. ἐὰν δὲ ἀπὸ ταὐτομάτου, φησί, γένηται ἡ ὑγίεια, ἀπὸ τούτου γενήσεται, ἤτοι ἀπὸ τῆς τρίψεως, ὅπερ ἐγένετο τοῦ ποιεῖν ἀρχὴ τῷ ποιοῦντι ἀπὸ τέχνης· τουτέστιν ἥτις τρῖψις καὶ τῷ ἀπὸ τέχνης ποιοῦντι τεχνίτῃ τὴν ὑγίειαν ἀρχὴ γέγονεν αὐτῷ καὶ αἴτιον τοῦ τὴν ὑγίειαν ποιῆσαι, αὕτη γενήσεται καὶ ἐκ ταὐτομάτου. καὶ τὴν μὲν θερμότητα τὴν ἐν τῷ σώματι ποιεῖ τῇ τρίψει. αὕτη δὲ ἡ ἐν τῷ σώματι ὑπὸ τῆς τρίψεως γεγονυῖα θερμοτης ἢ μέρος ἐστὶ τῆς γεγονυίας ὑγιείας, ἢ εἰ μή ἐστιν ἡ θερμότης μέρος τῆς ὑγιείας, ἀλλ' οὗν ἕπεται αὐτῇ τοιοῦτόν τι οἷον ἡ ὁμαλότης, ἥτις μέρος ἐστὶ τῆς ὑγιείας. αὐτὸ δὲ τὸ ἑπόμενον τῇ θερμότητι καὶ μέρος ὂν τῆς ὑγιείας ἢ εὐθὺς ἕπεται αὐτῇ, ἢ εἰ μὴ εὐθύς, ἀλλ’ οὗν διὰ πλειόνων. τὸ δὲ τηῦτο δ’ ἔσχατον τὸ ποιοὑν τοιοῦτον ἄν εἴη, ὅτι ἡ τρῖψις ἡ ποιοῦσα τὸ μέρος τῆς ὑγιείας ἐσχάτη ἐστὶ καὶ τῆς θερμότητος καὶ τῆς ὁμαλότητος καὶ τῶν λοιπῶν. καὶ ὥσπερ ἡ θερμότης ἢ τὸ ἑπόμενον αὐτῇ (τοῦτο γὰρ δεῖ προσυπακούειν) μέρος ἐστὶ τῆς ὑγιείας, οὗω καὶ οἱ λίθοι τῆς οἰκίας καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. ὥστε φανεοͅόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι οὐθὲν ·Iίνειαι μὴ προϋπάρχοντός τινος, ἀλλὰ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. καὶ ὅτι μὲν οὖν μέρος τι ἀναλογοῦν ὕλῃ ἐξ ἀνάγκης ὑπάρξει τοῖς γινομένοις, φα|νερόν. [*](460) ὅτι δὲ καὶ τῶν τοῦ ὁρισμοῦ μερῶν τι λόγον ὕλης ἐπέχει, οὐκ ἀφανέ· τὰ γὰρ γένη ὕλῃ ἀναλογεῖ, καὶ τοῦτο δῆλον ἐκ τοῦ τὸν χαλκοῦν κύκλον δύο λέγεσθαι ἔχειν ὕλας, τόν τε χαλκὸν καὶ τὸ σχῆμα, τὸν μὲν χαλκὸν ὡς τοῦ συναμφοτέρου , τὸ δὲ σχῆμα ὡς τοῦ εἴδους. ενχει δὴ ὁ χαλκοῦς κύκλος οὐ μόνον κατὰ τὸ συναμφότερον τὴν ὕλην, ἀλλὰ καὶ ἐν τῷ λόγῳ.

[*](p. 1033a5)

Ἐξ ο ὗ’ δὲ ὡς ὕλης γίνεται ἔνια λέγεται ὅταν XeY’-Qxai οὐκ ἐκεῖνο ἀλλ᾿ ἐκείνινον.

Δείξας ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται λέγει ὅτι ἔνια, ὅταν λέγηται, οὐ λέγεται ἐκεῖνο ἐξ οὗ γίνεται, ἀλλ’ ἐκεῖνο μὲν ὅλως οὐ λέγεται οὐδὲν εἰ μὴ παρωνύμως, οἷον ὁ ἀνδριὰς ὅλως οὐ λέγεται λίθος ἀλλὰ λίθτνος· οὐ γὰρ ἐγένετο ὁ λίθος ἀνὸριάς. τὸ γὰρ γεγονός τι ἀλλοιωθὲν καὶ ἐκστὰν τοῦ ὃ ἦν πρότερον ἐγένετο ὃ οὐκ ἦν· ὁ δὲ λίθος λίθος πάλιν λίθος μένει τὸ εἶδος δεξάμενος τοῦ ἀνδριάντος, ὥστε οὔτε ἐγένετο ὁ λίθος ἀνδριὰς οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται ἀνδριάς. ὥσπερ οὗν ὁ ἀνδριὰς ἐξ οὗ γέγονεν οὐ λέγεται ἐκεῖνο οἷον λίθος, οὕτως οὐδὲ ὁ ὑγιαίνων νοσῶν· καὶ οὗτος γὰρ ἐκ νοσοῦντος γεγονὼς ὑγιαίνων οὐ λέγεται νοσῶν. καὶ τινὰ μὲν ὅλως οὐ λέγεται ἐκεῖνο, τινὰ δὲ λέγονται μὲν ἐκ τῆς στερήσεως τινὰ δ οὔ. καὶ χρὴ τοῦ σύμπαντος ῥητοῦ οὕτως ἀκούειν, ὅτι ἔντα μὲν ἐξ οὗ ὡς ὕλης ἐγένετο λέγεται οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνινον, οἷον ὁ ἀνδριὰς οὐ λί- [*](3 ἀργὴ] sic etiam iletaph. libri duo: ἄρχει Metaph. vulg. 3. 4 τουτέστιν – τέχνης LFS: om. Α: ηατις pro his verbis inserit Λ2 6 μὲν LF : ora. Λ 12 post ποιοῦν add. τὸ μέρος τῆς ὑγιείας LF 24 λέγηται ALF: γένηται S et Metaph. vulg. 25 ἀλλ’ ἐκείνινον om. LF 26. 27 λέγηται Α ’LFS: γένηται Α2)

493
θος ἀλλὰ λίθινος· τούτου γάρ, λέγω δὴ τοῦ λίθινος, ἐστὶ δηλωτικὸν ἐκείνινον. καὶ ὁ ὑγιαίνων ὁμοίως οὐ λέγεται νοσῶν. καὶ τότε δεῖ προσ θεῖναι ὅτι καὶ πάλιν τινὰ μὲν τῶν ὄντων λέγεται μὲν ἐκ τῆς στερήσ τινὰ δὲ οὐ λέγεται ἐξ ἐκείνης γίνεσθαι ἀλλ’ ἐκ τῆς ὕλης. καἰ εἰ τοῦτο προστεθείη, ἔσται τὸ ἐπαγόμενον σαφές, τὸ αἴτιον δὲ ὅτι γίνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· αἴτιον δὲ τοῦ τινὰ μὲν λέγεσθαι ἐξ οὗ γίνεται τινὰ δὲ μή, ὅτι γίνονται ἐκ τῆς στερήσεως, ἥτις συνείληπται τῇ ὕλη· καὶ ὅταν μὲν ὠνομασμένη ᾖ ἡ στέρησις, τέτε λέγομεν ὅτι γέγονεν ἐκ τοῦδε, ὥσπερ φαμὲν ὅτι ὁ ὑγιαίνων γέγονεν κάμνοντος ὑγιὴς διὰ τὸ κεῖσθαι ὄνομα τῇ στερήσει τῆς ὑγιείας, αὕτη δέ ἐστιν ἡ νόσος, καὶ οὐ λέγομεν ὅτι ὁ ὑγιαινων ἐξ ἀνθρώπου γέγονεν, ὅστις ἀναλογεῖ ὕλῃ, ἀλλ᾿ ἐκ κάμνοντος, διότι, ὡς εἴρηται, κεῖται ὄνομα τῇ στερήσει. ἐπ’ ἐνίων δέ, οἷον ἐπὶ τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει, ὥσπερ ἐνταῦθα ὁ ὑγιὴς ἐκ κάμνοντος λέγεται γενέσθαι, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ τῆς τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας στερήσεως γίνονται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι ὄνομα ταῖς στερήσεσι δοκεῖ ὅτι ὥσπερ ὁ ὑγιὴς ἐκ κάμνοντος [*](461) γίνεται, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ χαλκοῦ ἢ λίθων· καὶ διὰ τοῦτό φαμεν ὅτι ἐκ χαλκοῦ γέγονεν ὁ ἀνδριὰς καὶ ἡ ἐκ λίθων. καὶ ἐπειδὴ ὥσπερ ὁ ὑγιαίνων ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδρὰς ἐκ χαλκοῦ ἢ λίθου, οὐ λέγεται δὲ ὁ ὑγιὴς ἐκεῖνο ἐξ οὗ γέγονεν, οἷον οὐ λέγεται ὁ ὑγιὴς νοσῶν, οὕτω καὶ ὁ ἀνδριὰς οὐ λέγεται λέγεται ἢ λίθος, ἀλλὰ λίθινος ἢ χαλκοῦς. ὅτι δὲ ἀνώνυμος ἡ ἐν τῷ χαλκῷ στέρησις φανερόν. εἰ γὰρ δυνατὸν ὁρίσασθαι καὶ εἰπεῖν ὅτι τοῦδε τοῦ σχήματος ἔχει στέρησιν, οἰον φέρε ἀνδριάντος, ἵνα λέγωμεν ὅτι ὁ χαλκὸς στέρησιν ἔχων ἀνδριάντος γέγονεν ἐκ τῆς τοιαύτης στερήσεως, λέγω δὴ ἐκ μὴ ἀνδριάντος· εἰ γὰρ τοῦτο λέγοι τις ὅτι ὁ χαλκὸς στέρησιν ἔχει τοῦ σχήματος τοῦ ἀνδριάντος, πρόχειρον ἐμοὶ λέγειν ὅτι οὐ τοῦ ἀνδριάντος ἀλλὰ λέβητος ἢ τρίποδος ἢ κιβωτίου ἢ ἵππου ἢ ἄλλου τινός. ὥστε διὰ τὴν ἀοριστίαν τοῦ 30 ποίου σχήματος ἔχει στέρησιν ὁ χαλκὸς καὶ διὰ τοῦτο καὶ ἀνωνυμία τὰ τὰ γὰρ ἀόριστα ἀνώνομα) οὔ φαμεν τὴν στέρησιν ἀλλὰ τὴν ὕλην. ὁμοίωςκαὶ ἐπὶ τῶν τῶν λίθων· οὐδὲ τούτων γὰρ ἡ στέρησις ὠνομασμένη τυγχάναι, ἵνα λέγωμεν ὅτι ἐκ μὴ οἰκίας γέγονεν ἡ οἰκία. καὶ οὐ τοῦτό φαμεν ὅτι ἡ οἰκία ἐξ οὐκ οἰκίας οὐ γίνεται (μαχόμενα γὰρ ἂν ἐλέγομεν τοῖς ἐν τοῖς Περὶ φύσεως διορισθεῖσι· φανερὸν γὰρ ὅτι ἐκ μὴ οἰκίας γέγονεν), ἀλλὰ ὅτι οὐ δυνατὸν λέγειν ὡς ἐκ τῆς ἐνούσης ἐν τῷ λίθῳ στερήσεως τῆς οἰκίας. οὐ μόνον γὰρ ἐν τῷ λίθῳ στέρησις οἰκίας ἐστίν, ἀλλὰ καὶ ἀνδριάντος καὶ ἄλλων μυρίων. εἰπὼν δὲ ὅτι διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει ἐκεῖνο μὲν ὅλως ἐξ οὗ γέγονεν οὐ λέγεται, οἷον οὐ λέγεται λίθος ὁ ἀνδριάς, ἐξ [*](5 ἐκ LF: om. Α 10 ὅτι LF: oin. Α 18 καὶ ἡ οἰκία LFS: om. Α λίθων — χαλκοῦ ἢ (21) LFS: om. A 32 ἡ στέρησις LF: ἡ om. A 34 ἐλέγομεν F: ἐλέγωμεν L: λέγωμεν Α 34. 35 ἐν τοῖς Περὶ φύσεως] Phys. Α7)
494
ἐκείνου δὲ κατὰ τοῦτο, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει (εἰ γὰρ ἔκειτο οὐκ ἄν τοῦτο ἐλέγομεν. ὥσπερ οὐδ’ ἐπὶ τοῦ ἀνθρώπου· οὐ γὰρ γὰρ λέγομεν ὅτι ἐξ ἀνθρώπου γέγονεν ὁ ὑγιής), καὶ ἄλλην αἰτίαν τίθησι τοῦ διὰ τί οὐ λέγεται ἐκ λίθου γίνεσθαι τὸν ἀνδριάντα, λέγων ἐπεὶ οὐδ’ ὡς ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοῦτό ἐστιν. ἐάν τις σφόδρα καὶ ἀκριβῶς ἐπιβλέψῃ καὶ ἐπιστήσῃ τῇ τῶν πραγμάτων φύσει, οὐκ ἄν εἴποι ὅτι ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς ἢ ἐκ χαλκοῦ, ὅτι τὸ μὲν ἔκ τινος γινόμενον ἐκεῖθεν ἐξ οὗ γίνεται μεταβάλλει καὶ ἐξίσταται τῆς ἐν ᾗ ἦν φύσεως καὶ γέγονεν ἄλλο τι· ὁ δὲ χαλκὸς ἀνδριὰς γεγονὼς πάλιν μένει χαλκός, ὃ οὐκ ἄν εἴποις ἐπὶ τοῦ ὕδατος γεγονότος ἀέρος· οὐκ ἄρα οὔτε γίνεται ἐκ χαλκοῦ ἀνδριὰς οὔτε λεχθήσεται τοῦτο ἐπὶ τοῦ ἀνδριάντος, λέγω δὴ ὅτι ἐκ χαλκοῦ γέγονεν. ἀλλὰ τὰ μὲν λεγόμενα, οἶμαι, τοιαῦτα. ἐν δὲ τῇ λέξει τῇ ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος οἷον ἐν χαλκῷ | σχήματος ὁποιουοῦν τοιοῦτόν ἐστιν· ὧν δ’ ἡ στέρησις [*](402) ἄδηλος καὶ ἀνώνυμος, ἐπὶ τούτων οὐ δοκεῖ ἐκ τῆς στερήσεως γίνεσθαι, ὥσπερ ἐκ κάμνοντος· ἐν γάρ τῷ χαλκῷ οὐκ ἔστι δῆλον ποίου σχήματος στέρησιν ἔχει. ἡ μὲν δὴ τῶν λεγομένων ἔννοια τοιαύτη τις ἂν εἴη καὶ οὕτω δὴ κατ’ ἐμὴν δύναμιν σεσαφήνισται· ἐπιζητήσειε δ’ ἄν τις ποίαν τινὰ χρείαν τοῖς προσεχῶς δειχθεῖσι παρέχεται. δέδεικται γὰρ ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. τίνα οὖν χρείαν πρὸς ταῦτα παρέχεται τὸ λέγειν ὅτι τινὰ μὲν λέγεται οὐκ ἐκεῖνο ἐξ οὗ γίνεται ἀλλ’ ἐκείνινον; ἢ οὐδεμίαν ἄλλην, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι πᾶν τὸ γινόμενον ἔ. τινος γίνεται, διαρθρῶσαι ἠθέλησε καὶ τὸ πῶς λέγονται τὰ γινόμενα.

[*](p. 1033a24)

Ἐπεὶ δ’ ὑπό τινος γίνεται τὸ γινόμενον· τοῦτο δὲ λέγω, ὅθεν ἡ ἀρχὴ τῆς γενέσεως ἐστι.

Προθέμενος δεῖξαι ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται, καὶ συνιδὼν ὅτι οὐδὲν αὐτῷ πρᾶγμα οὐδὲ δυσχερὲς εἰς τὸ τοῦτο δεῖξαι γενήσεται, εἰ πρότερον δείξει ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται, καὶ τοῦτο δείξας, νῦν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται. καί φησιν ἐπειδὴ τὸ γινόμενον ὑπό τινος γίνεται (τοῦτο δὲ ὑφ’ οὗ γίνεται τὸ γινόμενον ἐστὶ τὸ ποιητικόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς γενέσεως), καὶ ἔκ τινος γίνεται καὶ ἔστω, φησίν, ἐξ οὗ γίνεται τὸ γινόμενον μὴ ἡ στέρησις ἀλλ’ ἡ ὕλη· ἤδη γὰρ ὥρισται ὃν τρόπον 15 τοῦτο λέγεται ὅτι ἐκ τῆς στερήσεως γίνεται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι αὐτῇ ὄνομα λέγομεν ἐκ τῆς ὕλης), ἐπειδὴ οὖν τὸ γινόμενον ὑπό τε ποιητικοῦ γίνεται καὶ ἐκ τῆς στερήσεως ἢ καὶ ἐκ τῆς ὕλης, καὶ τὶ γίνεται, οἷον ἄν- [*](1 δὲ καὶ τοῦτο LF 7 εἴποι ὅτι LF: εἶποι τί Α 10 ἐπὶ τοῦ ὕδατος LFS: om. A ἀέρος scripsi: ἀήρ LF; in lac. om. Α 11 οὔτε γίνεται ἐκ LFS: om. Α 12 ὅτι LF: καὶ Α 16 δῆλον Brandis: δῆλα Α: incerti LF 29 τοῦ LF: τοῦτο Α 31.32 τὸ γινόμενο ν— γινόμενον — φησίν LFS: om. Α 32 ἐξ οὗ LFS: τοῦτο δὲ ὑφ’ οὖ A1: corr. et ante τοῦτο add. ἔκ τινος Α2)

495
θρωπος ἢ ἵππος ἢ σφαῖρα ἡ κύκλος ἢ ἄλλο τι. ὥσπερ οὐδὲ τὸν χαλκόν λεγέσθω γὰρ ἐπὶ τούτου) ποιεῖ, οὕτως οὐδὲ τὴν σφαῖραν, οὐχὶ τήνδε τὴν μερικήν φανερὸν γὰρ ὅτι ταύτην ποιεῖ), ἀλλὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαίρα οὐ ποιεῖ, ἀλλὰ τίθησιν αὐτὸ περὶ τὸν χαλκόν· εἰ δὲ καὶ λέγεται σφαῖραν ποιεῖν, κατὰ συμβεβηκὸς τοῦτο λέγεται· διὰ γὰρ τὸ τὴν χαλκῆν σφαῖραν ποιεῖν λέγεται σφαῖραν ποιεῖν, ἀλλ’ οὐχὶ διὰ τὸ τὸ εἶδος τῆς σφαίρας καὶ τὸ τί ἦν εἷναι, ὃ περὶ τὸν χαλκὸν τίθησιν· αὐτὸ γὰρ οὐ γίνεται. τὸ γὰρ τόδε τι ποιεῖν, τουτέστι τὸ γὰρ τήνδε τὴν μερικὴν σφαῖραν ποιεῖν, ἐστὶ τὸ ἐξ ὑποκειμένου τοῦ χαλκοῦ καὶ τοῦ εἴδους ποιεῖν τόδε τι ἤτοι σύνθετον. ποιεῖ γὰρ τὸ στρογγύλον ἐν τῷ χαλκῷ, τὸ δὲ στρογγύλον (αὐτὴν λέγω τὴν στρογγυλότητα τὴν ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσαν) οὐ ποιεῖ οὐδὲ τὸ εἶδος τῆς σφαίρας (ἔστι γάρ), ἀλλὰ τοῦτο τὸ εἶδος τῆς σφαίρας ποιεῖ ἐν ἄλλῳ καὶ περιτίθησιν αὐτὸ τῷ χαλκῷ. εἰ δὲ λέγει τις καὶ τὸ εἶδος ποι|εῖν τῆς σφαίρας ὥσπερ τὸ σύνθετον, ἐπειδὴ πᾶν [*](463) τὸ γινόμενον, ὡς δέδεικται, ἔκ τινος γίνεται, γενήσεται καὶ τοῦτο ἐξ ἄλλου κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἀδύνατον. ὥσπερ γὰρ ὁ ποιῶν τὴν χαλκῆν σφαῖραν ἐκ τουδὶ τοῦ ὄντος ποιεῖ, οἷον ἐκ χαλκοῦ τοδὶ τὴν σύνθετον σφαῖραν ποιεῖ, οὕτω εἰ καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαίρα ποιεῖ, ἐξ ὑποκειμένου τινὸς ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς ἄπειρον. ὥστε καὶ ἐκ τούτων φανερόν ἐστιν ὅτι οὐδὲ τὸ εἶδος, ἢ ὅ τι χρὴ κλεῖν τὴν μορφὴν τὴν ἐν τοῖς αἰσθητοῖς, γίνεται, οὐδὲ διὰ γενέσεως εἰς τὸ εἶναι ἄγεται, ἀλλὰ τῆς ὕλης ὑπὸ τῆς ἐν αὐτῇ φύσεως ἀλλοιουμένης καὶ γινομένης ἀχρόνως ἐπιγίνεται αὐτῇ καὶ ἐν ἀτόμῳ νῦν. οὐ μόνον δέ, φησί, φανερόν ἐστιν ὅτι τὸ ἐν τῷ αἰσθητῷ εἶδος οὐ γίνεται, ἀλλ’ οὐδ’ ἔστι τοῦτο, λέγω δὴ τὸ ἐν τῷ αἰσθητῷ εἶδος, τὸ τί ἦν εἶναι· τὸ γὰρ τί ἦν εἷναι καθόλου καὶ νοητόν, τοῦτο δὲ αἰσθητὸν καὶ μερικόν, ὃ καὶ γίνεται ἐν τῇ ὕλῃ ὑπὸ φύσεως ὥσπερ τὸ ἐν ἐμοὶ εἶδος καὶ τὸ ἐν τοῖς καθ’ ἕκαστα, ὑπὸ τέχνης δὲ ὡς ἡ χαλκῆ σφαῖρα, ὑπὸ δυνάμεως δὲ ὡς αἱ ἀρεταί· εἴδη γάρ τινα καὶ αὗται κοσμοῦσαι τὴν ψυχὴν ὡς τὰ εἴδη τὴν ὕλην· αἵπερ ἀρεταὶ οὐ γίνονται, ὥσπερ οὐδὲ ἡ σφαῖρα, καὶ γίνονται ἐν ἄλλῳ, ἤτοι τῇ ψυχῇ, ὡς ἡ σφαῖρα ἐν τῷ χαλκῷ. καὶ τὴν μὲν χαλκῆν σφαῖραν ποιεῖ ἔκ τε τοῦ χαλκοῦ καὶ τοῦ εἴδους τῆς σφαίρας· ποιεῖ γὰρ τὴν σφαῖραν ἐν τῷ χαλκῷ, καί ἐστιν ὃ πεποίηκε σφ’ αἴρα χαλκῆ· τὸ δὲ τί ἦν εἶναι σφαίρᾳ ὅλως οὐ ποιεῖ. εἰ γὰρ ἔσται γένεσις αὐτῆς, ἔκ τινος 35 ἔσται· πᾶν γὰρ τὸ γεγονὸς διαιρεῖται εἰς τὸ ἐξ οὗ γέγονε καὶ εἰς τὸ ὃ ἐγένετο. καὶ εἴπερ ἐστὶ σφαῖρα σχῆμα τὸ πάντῃ ἴσον ἀπέχον τοῦ κέντρου, τούτου τοῦ σχήματος τὸ μὲν ἔσται ὑποκείμενον, ἐν ᾧ τὸ εἶδος ἔσται, ὃ ποιεῖ ὁ ποιῶν περὶ αὐτό, τὸ δὲ ἔσται εἶδος ἐν τῷ ὐποκειμένῳ [*](1 post ὥσπερ add. efficiens S 6 λέγεται — ποιεῖν LF: om. Α διὰ τὸ τὸ Bonitz: διὰ τὸ ALF 8 τήνδε LF: om. A 14 τὸ σύνθετον LF: τὸ om. A ὑπὸ ὑπὸ δυνάμεως — οὐδὲ ἡ σφαῖρα (30) LFS: om. Α 33 πεποίηκε LF: πέφυκε A 35 εἴς τε τὸ ἐξ LF τὸ ὃ LFS: τὸ οὗ A 36 ἐγένετο LFS: ἐγίνετο A)
496
ὄν, τὸ δ’ ἐκ τούτων ἔσται ἡ γεγονυῖα χαλκῆ σφαῖρα. καὶ λοιπὸν συμπεραίνεται λέγων φανερόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν λεγόμενον ὡς εἶδος ἢ ὡς οὐσία οὐ γίνεται, τὸ δὲ σύνθετον τὸ ἐκ τούτου καὶ τῆς ὕλης γίνεται τοῦτο γὰρ εἶπεν ὅτι ἡ κατὰ ταύτην σύνοδος), καὶ ὅτι ἐν παντὶ τῷ γινομένῳ·· ὕλη ἔνεστι καί ἐστι τὸ μὲν ὡς εἶδος τὸ δ’ ὡς ὕλη.

[*](p. 1033b19)

Πότερον δέ ἐστί τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους.

Δείξας ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται ἀλλ’ ἔστι μέν, γίνεται δὲ περὶ τὸ ὑποκείμενον, εἰπὼν δὲ καὶ ὅτι τὸ εἶδος ἢ ἡ μορφὴ ἡ ἐν τῷ αἰσθητῷ οὐ διὰ γενέσεως γίνεται ἀλλ’ ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν λέγει δὲ εἶναι τὸ εἶδος οὐκ ἐνεργείᾳ καὶ καθ’ αὑτό, ὥσπερ ἐγώ, ἀλλὰ τῇ ἐπινοίᾳ), ταῦτα δὴ δείξας ἐρωτᾷ πότερον ἔστι τις σφ’ αἴρα παρὰ τάσδε ἢ οἰκία παρὰ τἀς πλίνθους αὐτὴ καθ’ αὑτὴν καὶ ἁπλῶς ἄνθρωπος παρὰ τοὺς ἀν|θρώπους. καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὐκ ἄν ποτε ἐγίνετο [*](464) τό ’δε καὶ αἰσθητόν· σύνηθες δὲ αὐτῷ τὸ τόδε τι ἐπὶ τῶν αἰσθητῶν καὶ εἰς δεῖξιν πιπτόντων καὶ ὅλως ἐπὶ τῶν καθ’ αὑτὰ δυναμένων εἶναι λαμβάνειν. καὶ ἐν ταῖς Κατηγορίαις γὰρ εἶπεν ὅτι ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν, πρώτας λέγων Σωκράτην καὶ ἁπλῶς τὰ ἄτομα, ἀναμφισβητήτως τόδε τι σημαίνει ἑκάστη. οὐκ ἂν οὖν, φησίν, εἰ οὕτως ἦν, τουτέστιν εἰ χωριστὰ καὶ καθ’ αὑτὰ ἦν τὰ εἴδη, ἐγίνετο ἄν τόδε τι, ὥστε καὶ ἄλλου τινος ἀλλοιουμένου ἐπιγίνεσθαι τὸ εἶδος ἀχρόνως τῷ ἀλλοιουμένῳ· ἀλλ’ εἴπερ ἄρα ἔμελλε γίνεσθαι ἐν τῇ ὕλῃ, κατὰ σύνθεσιν ἄν τοῦτο ἐγένετο. ὡς γὰρ οἱ λίθοι αὐτοὶ καθ’ αὑτοὺς ὄντες συνθέσει ἀλλ’ οὐ διὰ γενέσεως καὶ ὅλως ἀλλοιώσεως τῆς οἰκίας μέρη γίνονται καὶ ταύτην ἀπεργάζονται, οὕτως εἴπερ ἦσαν καὶ τὰ εἴδη καθ’ αὑτά, συντιθέμενα μετὰ τῆς ὕλης τὰ ἄτομα ἂν ἐποίει, ἀλλ’ οὐ διὰ γενέσεως καὶ ἀλλοιώσεως. καὶ ἄλλως, ὥσπερ ὁδὶ ὁ οἶνος καὶ τοδὶ τὸ μέλι καθ’ αὑτὰ ὄντα τὸ οἰνόμελι πεποιηκότα οὐ δύνανται καὶ ἐν ἄλλοις εὑρίσκεσθαι, οὕτως εἴπερ καὶ ὁ ἄνθρωπος καθ’ αὑτὸν ἦν συντεθεὶς τῃδὶ τῇ ὕλῃ καὶ ποιήσας τὸν Σωκράτην, ἐν ἑτέρᾳ ὕλῃ οὐκ ἄν ἠδυνήθη γενέσθαι, ὥστε καὶ ἕτερον ἄνθρωπον ποιῆσαι, μέχρις οὗ ἐχωρίσθη τῆς ὕλης μεθ’ ἧς τὸν Σωκράτην ἐποίησεν. ὅπερ οὐ συμβαίνει τοῖς μὴ χωριστὰ τὰ εἴδη λέγουσιν· οὐ γὰρ καθ’ αὑτόν φασιν εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶδος τοῦ ἀνθρώπου, ἀλλὰ τῇ ἐπινοία τοῦτον χωρίζουσιν ἐκ τῶν πολλῶν, ἐν τοῖς μερικοῖς δὲ τὴν τοιάνδε φύσιν τὸ εἶναι διδόασιν. εἰ μὲν οὖν ἦν, φησί, τὰ εἴδη καθ’ αὑτά, οὐκ ἂν ἐγίνετο τόδε τι· ἀλλὰ τὸ μὲν εἶδος τοιόνδε τι σημαίνει, τουτέστι ποιόν τι σημαίνει, οὐχ ἁπλῶς δὲ ποιόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ἤτοι οὐσίαν τινὰ [*](7 δέ] οὑν Metaph. 18 ἐν ταῖς Κατηγορίαις] c. 5 p. 3b10 ἐπὶ LF: ἐπεὶ Α 27 ἄλλως M Bonitz: ἄλλως τε ALF 36 ἦν LF: om. Α)

497
ποιότητα ἔχουσαν, καὶ τοῦτο διαφέρει τῆς ὕλης ὅτι ἐκείνη ἄποιός ἐστιν. ἀλλὰ τοιόνδε μὲν τὸ εἶδος σημαίνει, τόδε δέ τι καὶ ὡρισμένον καὶ καθ’ αὑτὸ δυνάμενον εἶναι οὐκ ἔστιν, ἀλλ’ ὁ ποιῶν καὶ γεννῶν ἐκ τοῦδε τοῦ εἴδους ποιεῖ καὶ γεννᾷ τοιόνδε, ἤτοι τὸ ἐξ ὕλης καὶ εἴδους. καὶ ὅταν γεννηθῇ, ἔστι τόδε τοιόνδε, τουτέστι σύνθετος οὐσία ἐξ ὕλης καὶ εἴδους. τοῦτο δὲ τὸ τόδε ὂν τοιόνδε ἐστὶν ὁ Καλλίας ἢ ὁ Σωκράτης· ὥσπερ γὰρ ἡ σφαῖρα ἡ χαλκῆ ἡδὶ ἐξ ὕλης καὶ εἴδους ἐστίν, οὕτω καὶ ὁ ἄνθρωπος ὁδὶ καὶ ὅλως τὸ ζῷον ἐξ ὕλης εἰσὶ καὶ εἴδους. οὕτω μὲν οὖν τὸ εἶδος τὸ ἔνυλον ποιεῖ περὶ τὴν ὕλην, καὶ ὅταν ποιήσῃ ἢ γεννήσῃ, ἔστιν· εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστὸν οὐκ ἔστιν.

Φανερὸν ἄρα ἐκ τῶν εἰρημένων ὅτι τὸ αἰτιᾶσθαι τὰ εἴδη ὡς ποιητικὰ τῶν τῇδε καὶ διδόναι αὐτοῖς ὕπαρξιν διὰ τοῦτο οὐδέν εἰσι χρήσιμα πρὸς τὰς γενέ|σεις καὶ τὸ ποιεῖν τὰς ἀτόμους οὐσίας· οὐδὲ εἶεν ἄν καθ’ [*](465) αὑτὰς οὐσίαι διὰ τὸ ὡς εἴρηται τὰ τῇδε ποιεῖν. φανερὸν γάρ ἐστιν ἐπί τινων, οἷον ἐπ’ ἐμοῦ καὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὅτι ὁ γεννήσας με πατὴρ οἷος ἐγώ ἐστιν ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ οὐ χωριστὸν εἶδος. εἰ δ’ ἦσαν τὰ εἴδη αἴτια γενέσεως, ἔδει τοῦ πατρός μου μὴ ὄντος γενέσθαι ἐμέ. οὐ πάντῃ δὲ οἷος ἐγώ ἐστιν ὁ πατήρ μου, ἀλλὰ τῷ μὲν εἴδει ὁ αὐτός, τῷ δ’ ἀριθμῷ οὐκέτι. καὶ ἁπλῶς ἐπὶ τῶν φυσικῶν οἷον τὸ γεννῶν, τοιοῦτον καὶ τὸ γεννώμενον• ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου γεννᾶται καὶ ἵππος ἐξ ἵππου, εἰ μή τι παρὰ φύσιν γένηται, ὥσπερ ἵππος οὐ διόλου ἵππον γεννᾷ· ἵππον μὲν γὰρ γεννᾷ ἵππῳ θηλείᾳ συνδυασθείς, ἀλλὰ καὶ ἡμίονον ὄνῳ συνιών. ἀλλὰ καὶ ταῦτα, φησίν, ὁ ἵππος καὶ ἡ ὄνος κατά τι κοινὸν τὸν ἡμίονον γεννῶσις· ὡς γὰρ ὁ Σωκράτη μετὰ τῆς Ξανθίππης κατὰ κοινόν τι τὸν ἄνθρωπον ἐγέννησε τοὺς αὐτοῦ παῖδας, οὕτω καὶ ὁ ἵππος μετὰ τῆς ὄνου κατὰ κοινόν τι τὸν ἡμίονον ἐγέννησεν· ἀλλὰ διὰ τὸ μὴ ὠνομάσθαι τὸ ἐγγύτατον γένος, τουτέστι τὸ κοινὸν καθ’ ὃ τὸν ἡμίονον ἐγέννησεν, οὐ φαίνεται τοῦτο, εἴη δ’ ἄν, φησίν, ἴσως τὸ κοινὸν οἷον ἡμίονος. ὥστε δῆλον ὅτι οὐ δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζειν· μάλιστα γὰρ ἄν ἐν τούτοις ἐπεζητοῦντο, τουτέστιν αἱ ἐνέργειαι τῶν εἰδῶν μάλιστα ἐν τοῖς αἰσθητοῖς ἐφαίνοντο ἂν καὶ ἀτόμοις· ταῦτα γὰρ μάλιστα οὐσίαι. οὐ φαίνονται δ’ οὐδὲν περὶ τὴν γένεσιν αὐτῶν ἐνεργοῦντα, ἀλλ’ ἱκανόν ἐστι τὸ γεννῶν ποιῆσαι τὸ γεννώμενον μηδενὸς παραδείγματος φροντίζον· μήτε δὲ εἰς παράδειγμα ἀφορῶν τὸ γεννῶν γεννᾷ τὸ γεννώμενον, καί ἐστιν αἴτιον τὸ γεννῶν προσεχὲς τοῦ εἴδους τὸ εἶναι ἐν τῇ ὕλῃ· αὐτὸ γάρ ἐστι διὰ μέσης τῆς φύσεως τὸ τῷ εἴδει παρέχον τὸ εἶναι ἐν τῇ ὕλῃ, ἀλλ’ οὐ τὸ εἶδος καὶ τὸ παράδειγμα. καὶ ἐστὶ τὸ ὑπὸ τοῦ γεννῶντος ἐν ταῖς σαρξὶ καὶ ὀστέοις καὶ νεύροις εἶδος γεγονὸς ὁ Καλλίας καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ αὐτοί, τῷ δ’ ἀριθμῷ ἕτεροι· ἑτέρα γὰρ ἡ ἑκάστου ὕλη· ὧν δὲ ἡ ὕλη ἑτέρα, καὶ αὐτὰ ἕτερα τῷ ἀριθμῷ.

[*](6 τοῦτο — τόδε LF: τὸ τὸ δὲ A 16 χωριστοῦ εἴδους A1 22 ἵππῳ—συνιών LF: ἵππος θήλεια καὶ ἡμίονον ὄνῳ συμμιγεῖσα Α 35 προσεχῶς LF τοῦ — εἶναι] τοῦ τὸ εἶδος εἶναι coni. Bonitz Comment. Arist. 1 Alex, in Metaph. 32)
498
[*](p. 1034a9)

Ἀπορήσειε δ’ ἄν τις διὰ τί τὰ μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου.

Ἐπειδὴ πολλὰ τῶν ὄντων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου, ὥσπερ εἴρηται ἐπὶ τῆς ὑγιείας, τινὰ δὲ ἀπὸ τέχνης μὲν γίνεται ὡς ἡ οἰκία, ἀπὸ ταὐτομάτου δ’ οὐδαμῶς οὐδέποτε γὰρ ἀπὸ ταὐτομάτου μηδενὸς κινοῦντος συνετέθησαν οἱ λίθοι καὶ γέγονεν οἰκία), ζητεῖ διὰ τί τοῦτο γίνεται. καὶ εἰπὼν λέγει τὴν αἰτίαν τοῦ οὕτω ταῦτα γίνεσθαι, ὅτι τῶν μέν, φησίν, ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως, τουτέστιν ἡ ὡς ἀρχὴ καὶ 466 αἰτία ὑποκειμένη ἐν τῷ ποιεῖν ἤτοι ἐν τῷ ποιεῖσθαι καὶ γίνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὕλη ὑπάρχει τι μέρος τοῦ πράγματος (εῖπε γὰρ καὶ πρότερον ὅτι ἡ θερμότης ἡ ἐν τῷ σώματι ἢ ὑγίειά ἐστιν ἢ ἕπεται αὐτῇ μέρος τι τῆς ὑγείας), ἡ ὕλη δὴ ἡ ὑποκειμένη ἐν τῷ γίνεσθαί τι τῶν ἀπὸ τέχνης ἡ μὲν τοιαύτη ἐστὶν ὡς δυναμένη κινεῖσθαι καὶ ὑφ’ ἑαυτῆς ὡς ἄν κινηθείη καὶ ὑπὸ τοῦ τεχνίτου, ἡ δὲ οὔ, ἀλλ’ ἔστιν ἀδύνατος κινηθῆναι ὑφ’ ἑαυτῆς ὡς ὑπὸ τέχνης κινεῖται· τοῦτό ἐστι τὸ αἴτιον τοὐ τὰ μὲν γίνεσθαι καὶ ἐκ ταὐτομάτου τὰ δὲ μή. ἐπειδὴ δὲ πάντα φυσικήν τινα κίνησιν ἔχει φέρεται γὰρ ὁ λίθος κάτω καὶ τὸ πῦρ ἄνω), λέγει ὅτι ὥσπερ καὶ τῶν ζῴων πολλὰ τὴν μὲν κατὰ τόπον κίνησιν κινοῦνται, ὡδὶ δὲ κινηθῆναι, οἷον φέρε εἰπεῖν ὀρχήσασθαι, οὐ δύνανται, οὕτω καὶ οἱ λίθοι καὶ τὰ ξύλα κάτω μὲν κινηθῆναι δύνανται φυσικῶς, ὡδὶ δὲ ὥστε ἀποτελέσαι οἰκίαν οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ οἰκοδόμου, καὶ τὸ πῦρ ἄνω μὲν κινηθῆναι ὑφ’ ἑαυτοῦ δύναται, ὡδὶ δὲ ὥστε τὸν χαλκὸν ἐκπυρῶσαι οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ χαλκέως. διὰ ταύτας οὗν τὰς αἰτίας τὰ μέν, οἷον οἰκία καὶ πλοῖον καὶ τὰ τοιαῦτα, οὐκ ἔσται ἄνευ τῶν ἐχόντων τὴν τέχνην, τὰ δέ, ὥσπερ ἡ ὑγίεια, ἔσται. εἶτα διαρθρῶν τὸν λόγον λέγει ὅτι τὰ καὶ ὑφ’ ἑαυτῶν δυνάμενα κινεῖσθαι οὐ μόνον ὑπὸ τῶν ἐχόντων τὴν τέχνην κινηθήσεται, ἀλλὰ καὶ κινηθήσεται ὑπὸ τῶν τοιούτων τῶν οὐκ ἐχόντων τὴν τέχνην. τρῖψις γάρ, ὡς πολλάκις εἴρηται, καὶ ὑπὸ τοὐ τεχνίτου γενήσεται καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος. ἢ οὖν κινηθήσεται ὑπὸ τῶν τὴν τέχνην μὴ ἐχόντων, ἢ ἐκ μέρους, τουτέστιν ὑφ’ ἑαυτῶν· ἐπειδὴ γὰρ δύναται κινεῖσθαι καὶ ὑφ’ ἑαυτῶν, ποτὲ μὲν ὑπὸ τοῦ τεχνίτου κινηθήσεται, ποτὲ δὲ καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος, ποτὲ δὲ καὶ ὑφ’ ἑαυτῶν.

[*](p. 1034a21)

Δῆλον δ’ ἐκ τῶν εἰρημένων καὶ ὅτι πάντα τρόπον τινα γίνεται ἐξ ὁμωνύμου.

Δείξας διὰ πλειόνων ὅτι οὐ μόνον ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται ἀλλὰ καὶ ἡ οἰκία ἐξ οἰκίας ἡ γὰρ τέχνη, καθ’ ἣν ἡ οἰκία γίνεται, οὐδὲν [*](3 post τέχνης iterant γίνεται ALF 4 μὲν LF: om. A 20 κάτω μὲν κινηθῆναι LF: κινηθῆναι μὲν Α)

499
ἄλλο ἐστὶν ἀλλ’ ἢ τὸ τῆς οἰκίας εἶδος), ὁμοίως καὶ ἡ ὑγίεια ἐξ ὑγιείας, λέγει ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν ὡς πάντα τρόπον τινὰ ἐξ ὁμωνύμου ἤτοι συνωνύμου γίνεται, εἰ μὴ κατὰ συμβεβηκός τι γίνεται. ἐκεῖνο γὰρ τὸ κατὰ συμβεβηκὸς γινόμενον οὐκ ἐκ συνωνύμου φήσει τις εἶναι, οἷον καθ’ αὑτὸ γινομένης τῆς οἰκίας κατὰ συμβεβηκὸς γίνεται τῷδε μὲν βλαβερὰ τῳδὶ δὲ ἡδεῖα. τὸ δὴ βλαβερὸν καὶ τὸ ἡδὺ οὕ φαμεν ἐκ συνωνύμου βλαβεροῦ καὶ ἡδέος γίνεσθαι· οὐ γὰρ ἔστι τέχνη τις αὐτῶν καὶ εἶδος. πάντα οὖν, φησί, τρόπον τινὰ ἐκ συνωνύμου γίνεται. τὸ δὲ τρόπον τινὰ καὶ μετ’ ὀλίγον τὸ ἢ ἐκ μέρους ὁμωνύμου πρόσκειται διὰ τὰ ἀπὸ τέχνης. οὐ γὰρ | οὕτως ἐξ οἰκίας ἐνεργείᾳ οὔσης οἰκία γίνεται, [*](467) ὥσπερ ὁ ἄνθρωπος ἐξ ἀνθρώπου. ἔστιν οὗν ἡ οἰκία τρόπον τινὰ ἐκ συνωνύμου, ἢ ἐκ μέρους συνωνύμου, τουτέστι τρόπον μέν τινα ἐκ συνωνύμου (ὁ γὰρ λόγος τῆς οἰκίας κατηγορεῖται καὶ κατὰ τῆσδε τῆς οἰκίας), τρόπον δέ τινα οὐκ ἐκ συνωνύμου· οὐ γὰρ ὑφέστηκεν ἡ οἰκία ἐξ ἧς γίνεται· διὸ τρόπον τινὰ αὖθις οὐκ ἐκ συνωνύμων. εἰπὼν δὲ ὅτι ἡ οἰκία ἐξ οἰκίας, ἐπειδὴ ὑπὸ τέχνης ἀλλ’ οὐκ ἐξ οἰκίας ἡ οἰκία γίνεται, τὴν αἰτίαν τοῦ πῶς τοῦτο λέγεται ἐπήγαγεν εἰπὼν ἡ γὰρ ἂρ τέχνη τὸ εἶδος, τουτέστιν ἡ τέχνη, ὑφ’ ἧς ἡ οἰκία γίνεται, οὐκ ἔστιν ἄλλο τι ἀλλ’ ἢ οἰκία· τὸ γὰρ εἶδος τῆς οἰκίας τὸ ἐν τῇ ψυχῇ ἀύλως ὂν τοῦ οἰκοδόμου ἐστὶν ἡ τέχνη, ὡς ἐν τῷ Γ τῶν Περὶ τῆς ψυχῆς δέδεικται. τὸ δὲ ἢ ἐκ μέρους συνωνύμου ἢ ἔχοντός τι μέρος τοιαύτην ἔχει τὴν ἔννοιαν· τὸ γὰρ θερμόν, ἐξ οὗ γέγονεν ἡ ὑγίεια, ἢ μέρος τι τῆς ὑγιείας ἐστὶν ἢ ἔχει μέρος αὐτῆς. αὐτὸς δὲ λίαν ἐναργῆ τῶν λεγομένων τέθεικε παραδείγματα, εἰπὼν τὸ γὰρ αἴτιον τοὐ ποιεῖν πρῶτον καθ’ αὑτὸ μέρος. ἡ θερμότης γὰρ ἡ διὰ τῆς κινήσεως καὶ τρίψεως ἐκτὸς γεγονυῖα θερμότητα ἐν τῷ σώματι ἐποίησεν· αὕτη δὲ ἡ ἐν τῷ σώματι γεγονυῖα θερμότης ἐστὶν ἡ ὑγίεια ἢ μέρος ὑγιείας. ἢ κάλλιόν ἐστι λέγειν ὅτι ἀκολουθεῖ αὐτῇ τῇ θερμότητι μέρος τῆς ὑγιείας, ἢ οὐ μέρος αὐτῇ τῆς ὑγιείας ἀκολουθεῖ, ἀλλ’ ἀκολουθεῖ τῇ θερμότητι αὐτὴ ἡ ὑγίεια. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· ἡ θερμότης ἢ αὐτὴ ἡ ὑγίειά ἐστιν, ἡ εἴπερ οὐκ ἔστιν, ἀλλ’ οὖν ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγιείας ἡ αὐτὴ ἡ ὑγίεια. καὶ ἡ μὲν τῶν λεγομένων μένων διάνοια αὕτη ἄν εἴη, καταστήσαις δ’ ἄν τὴν λέξιν ὧδε· πάντα γίνεται ἐξ ὁμωνύμου, ὅταν μὴ κατὰ συμβεβηκὸς γένηται· εἶτα ἐπάγει ὥσπερ τὰ φύσει καὶ τὰ ἑξῆς. εἰπὼν δὲ ὅτι ἡ ἐν τῇ κινήσει θερμότης ἡ ὑγίειά ἐστιν ἢ μέρος ὑγιείας ἢ ἀκολουθεῖ αὐτῇ μέρος ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια, ἐπήγαγε τὴν αἰτίαν τοῦ πῶς λέγεται ἡ ἐν τῇ κινήσει θερμότης ποιεῖν τὴν ὑγίειαν εἰπὼν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ, τουτέστι διὰ τοῦτο λέγεται ποιεῖν ἡ τρῖψις ἢ ἡ ἐν τῇ τρίψει θερμότης ὑγίειαν, ὅτι ἐκεῖνο, [*](5. 6 τῷδε — τῳδὶ LF : τῷ — τῷ A 17 post ἡ τέχνη iterat τὸ εἶδος τουτέστιν ἡ τέχνη A 19. 20 ἐν τῷ Γ τῶν Περὶ τῆς ψυχῆς M Brandis Bonitz, cf. de an. Γ 5: ἐν τῷ δευτέρῳ τ. Π. τ. ψ. ALF 26 ἢ ὑγίεια coni. Bonitz 33 ἐπάγει LF: ἐπήγαγεν Α 34 ἢ ὑγίεια coni. Bonitz 38 ὅτι ἐκεῖνο LS: post ὅτι add. ποιεῖ AF)
500
ὅπερ ποιεῖ ἡ τρῖψις, ποιεῖ τὴν ὑγίειαν· ἔστι δὲ ὃ ποιεῖ ἡ τρῖψις ἡ ἐν τῷ σώματι θερμότης, ᾗτινι θερμότητι ἀκολουθεῖ ἢ συμβέβηκεν ἡ ὑγίεια. οὕτω γὰρ χρὴ τῆς λέξεως ἀκούειν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ τὴν ὑγίειαν. τί δέ ἐστιν ἐκεῖνο τὸ τὴν ὑγίειαν ποιοῦν; ἡ θερμότης, ᾧ, ἤτοι τῇ θερμότητι, ἀκολουθεῖ καὶ συμβέβηκεν ἡ ὑγίεια. καὶ ὥσπερ ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ καὶ αἴτιά εἰσιν οἱ ὅροι (τοῦτο γὰρ ἐδήλωσε | διὰ τοῦ οὐσία καὶ τί ἐστιν), αἴτιοι δ’ εἰσὶ τῶν [*](468) συμπερασμάτων (ἐκ γὰρ τῶν ὅρων γίνονται αἱ ἀποδείξεις), οὕτω καὶ ἐπὶ τῶν ἄπο τεχνης αἴτια εἰσιν αἰ γενέσεις ἀυτῶν. ὁμοίως ’δε τούτοις ἔχει τὰ ἀπὸ φύσεως· τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ ὁ τεχνίτης· ὥσπερ γὰρ ἐκεῖνος ἐν ἑαυτῷ ἔχει τὸ εἶδος τῆς οἰκίας ἢ ἄλλου τινὸς οὗ ἐστι ποιητής, οὕτω καὶ τὸ σπέρμα ἔχει ἐν ἑαυτῷ δυνάμει τὸ εἶδος. ἀφ’ οὗ δἑ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον, τουτέστι συνώνυμον, τῷ γινομένῳ, ἐὰν μὴ πήρωμα ᾖ, ὡς ἐπὶ τοῦ ἡμιόνου· οὐ γάρ ἐστιν ὁ ἵππος, ἀφ’ οὗ τὸ σπέρμα τὸ τὸν ἡμίονον ποιῆσαν, συνώνυμος τῷ ἡμιόνῳ. καὶ τί λέγω συνώνυμος; ὅλως γὰρ οὐδὲ τοῦ ὀνόματος αὐτοῦ μεταλαμβάνει· οὐ γὰρ λέγεται ἡ ἡμίονος ἵππος. ὅτι δὲ πήρωμά ἐστιν ὁ ἡμίονος δῆλον ἐκ τοῦ μὴ γίνεσθαι ἡμίονον ἐξ ἡμιόνου· εἰ γὰρ μὴ ἦν πήρωμα ἀλλά τι τῶν φύσει συνισταμένων, ἐγέννα ἄν. εἰπὼν δὲ ὅτι ἀφ’ οὗ τὸ σπέρμα ἐστὶν ὁμώνυμον πώς ἐστι τῳ οἴα του σπέρματος γεγονότι, τινος ἕνεκα τὸ πως προσέθηκεν ἐπήγαγεν οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός, ὡς ἄν εἰ ἔλεγεν ὅτι οὐ χρὴ ἐπὶ πάντων τὸ συνώνυμον ζητεῖν· ἰδοὺ γὰρ γυνὴ ἐξ ἀνδρὸς γίνεται, καὶ ὅμως οὐ λέγεται ἡ γυνὴ ἀνήρ. ὥστε καλῶς πρόσκειται τὸ πῶς διὰ τὸ τινὰ μὲν συνωνυμεῖν τοῖς ἐξ ὧν γίνονται τινὰ δὲ μή. καὶ οἶμαι ὡς καὶ ἀνωτέρω, ὅτε ἔλεγεν ὅτι δῆλον ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ πάντα γίνεται ἐξ ὁμωνύμου ἢ μέρους ὁμωνόμου, διὰ τοῦτο προσετίθει ταῦτα, λέγω δὴ τὸ τρόπον τινὰ καὶ τὸ ἐκ μέρους· ὡς μὲν γὰρ ἄνθρωποι ὅ τε ἀνὴρ καὶ ἡ γυνὴ συνώνυμοί εἰσιν, ὡς δὲ ἀνὴρ καὶ γυνὴ οὐ συνώνυμοι· ὥστε ἐκ μέρους συνωνυμοῦσιν. ὁ δὲ ἐξ ἀνδρὸς ἀνὴρ οὐκ ἐκ μέρους ἀλλ’ ὁλοκλήρως· καὶ γὰρ καὶ ὡς ἄνθρωποι καὶ ὡς ἄνδρες συνώνυμοί εἰσιν. καὶ περιέργως δὴ ἀνωτέρω ταῦτα ἐξηγούμεθα, καὶ δεῖ κἀκεῖνα ὥσπερ τὰ τῇδε λέγεται ἐκδέχεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως ἴσως λέγονται, τὴν δέ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὑτωσί· ἔστι γὰρ τὸ ἑξῆς καὶ ὑφ’ οὗ τὸ σπέρμα, ἐστί πὼς ὁμώνυμον, ἐὰν μὴ πήρωμα ᾖ’ διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου· εἶτα οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν, ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός. εἰπὼν δὲ περὶ τῶν ἀπὸ τέχνης ἐκ ταὐτομάτου γινομένων λέγει καὶ περὶ τῶν ἀπὸ φύσεως, καί φησιν ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίνεται, τὸ ὅσα ἀντὶ [*](7 οὐσία FS: οὐσίαν AL δ’ εἰσὶ M Bonitz: εἰσὶ AL 21 πάντα LFS: πὼς τὰ Α 22. 23 ὡς — ἀνδρὸς LFS: om. Α 26 ὅτε M: ὅταν AL post δῆλον add. δὲ A2 29 οὐ συνώνυμοι A : οὐδαμῶς LF 35 πὼς] πρώτως LF 39 ὅσα δὲ LF: δὲ om. Α)
501
τοῦ ἐκεῖνα εἰπών. καὶ εἴη ἄν ὃ λέγει τοιοῦτον· ἐκεῖνα τῶν ἀπὸ φύσεως λέγομεν ἐκ ταὐτομάτου γίνεσθαι, ὅσων ἡ ὕλη οὐ μόνον ὑπὸ τοῦ ποιοῦντος σπέρματος ἀλλὰ καὶ ὑφ’ ἑαυτῆς δύναται κινεῖσθαι τὴν κίνησιν ἣν τὸ σάρμα κινεῖ. γίνεται γὰρ βοτάνη καὶ ἐκ σπέρματος καὶ χωρὶς σπέρματος διὰ τὸ δύνασθαι κινεῖσθαι τὴν τῆς βοτάνης ὕλην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ. ὅσων δὲ μὴ δύναται ἡ ὕλη καὶ ὑφ’ ἑαυτῆς κινεῖσθαι ὥσπερ ἐπὶ [*](469) ἀνθρώπου, ταῦτα ἀδύνατον γενέσθαι ἄλλως πὼς, ἀλλὰ γίνονται ἐξ αὐτῶν τῶν γεννώντων αὐτὰ καὶ οὐκ ἐκ ταὐτομάτου. ἐν τῆ λέξει δὲ τῇ ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ, τὸ ὥσπερ ἐκεῖ ἀντὶ τοῦ ὥσπερ ἐν τοῖς ἀπὸ τέχνης.

[*](p. 1034b7)

Οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γίνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως.

Δείξας ὅτι τὸ τῶν οὐσιῶν εἶδος ᾗ εἶδος οὐ γίνεται, ἀλλὰ γίνεται περί τι ὑποκείμενον, λέγω δὴ τὴν ὕλην, λέγει ὡς οὐ μόνον ὁ δεικνύων λόγος τὸ οὐσιῶδες εἶδος ἤτοι τὴν οὐσίαν δείκνυσι μὴ γίνεσθαι, ἀλλὰ καὶ τἀς λοιπὰς κατηγορίας, ποσὸν ποιὸν καὶ τὰ λοιπά. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας, οὕτω καὶ λευκὸν ξύλον ἢ δίπηχυ γίνεται, ἀλλ’ οὐ λευκότης ἢ ποσότης. καὶ ὁδὶ μὲν ὁ χαλκὸς γίνεται ἐξ ὑποκειμένου τινος, οἶον σοατος, τὸ δε ειοος καὶ τὸ τι ἦν εἶναι χάλκος οὐ γίνεται. ἀλλ’ εἰ μήτε ἡ οὐσία μήτε τὸ ποιὸν μήτε τὸ ’πὸ σὸν γίνεται, τί ἂν διαφέροι τούτων ἡ οὐσία; ἢ ὅτι ἐπὶ μὲν τῆς οὐσίας ἀναγκαῖον προϋπάρχειν ἑτέραν οὐσίαν· οἷον τοῦ Ἀλεξάνδρου, οὐσίας ὄντος, προϋπῆρχεν ὁ πατὴρ αὐτοῦ· ἐπ’ δὲ τοῦ λευκοῦ οὐκ ἀναγκαῖον προϋπάρχειν λευκόν, ἵνα ἐξ ἐκείνου γένηται, ἀλλὰ δυνάμει μόνον· τὸ γὰρ μὴ λευκὸν ξύλον δυνάμει ἐστὶ λευκόν.

[*](p. 1034b20)

Ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος ἔχει μερη.

Δύo τινὰ ζητεῖ θαυμαστὰ καὶ τῆς αὐτοῦ ἇί ἀγχινοίας ἐπάξια. ἔστι δὲ τῶν δύο τὸ πρῶτον τοιοῦτον· ἐπειδὴ πᾶς λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος ἅπας καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν ἅπαν ἔχει, οὕτω καὶ τὸ τοῦ ὁρισμοῦ μέρος πρὸς τὸ μέρος τοὺ ὁριστοῦ, πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἤτοι αὐτὰ τὰ μέρη ὁ γὰρ λόγος τοῦ μέρους αὐτὸ τὸ μέρος ἐστίν) ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ, ὡς εἶναι τυχὸν τοιοῦτον τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ζῷον πεζὸν δίπουν χεῖρας ἔχον καὶ κεΦαλήν, ἡ οὔ; καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τοῦτο ἀπορήσειέ τις ἢ ζητήσειεν ἐπήγαγεν εἰπὼν ἐπ᾿ ἐνίων μὲν γὰρ φαίνονται ἐνόντα, ἐπ’ ἐνίων δὲ οὔ. εἰ δὲ τοῦτο, ἀξίως τὴν [*](2 ὅσων M: ὅσον ALF 5 τὴν — ὕλην Brandis Bonitz: ἡ — ὕλη libri 13 περί LF: τὸ περί Α 20 τί LF: ὅτι Α 23 προυπάρχειν λευκόν] ut album actu praeexistat S 24 μὴ λευκὸν ἐνεργεία ξύλον coni. Bonitz)

502
περὶ τούτου ζήτησιν ποιεῖται καὶ λέγει ἐπὶ τίνων μέν εἰσιν, ἐπὶ τίνων δ’ οὕ. τοῦ μὲν γὰρ κύκλου, φησίν, ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων λόγον ἤτοι τὰ τμήματα οὐ γάρ φαμεν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ γραμμῆς μιᾶς περιεχόμενον καὶ τὰ ἑξῆς τοῦ ὁρισμοῦ, ἔχον δύο τμήματα), ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν λόγον τῶν στοιχείων (φαμὲν γὰρ ὅτι συλλαβή ἐστι σύλληψις συμφώνου μετὰ φωνήεντος ἢ φωνηέντων, ὥστε ἔνεστι τὰ μέρη τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς), καὶ διαιρεῖται ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα· εἴ δὲ διαιροῦνται ὁμοίως, διὰ τί ἐπ’ ἐκείνου μὲν οὔκ εἰσιν, ἐπὶ δὲ ταύτης [*](470) εἰσί; ταῦτα εἰπὼν πρὶν ἢ τὴν λύσιν ἐπενέγκαι τίθησι καὶ τὴν ἄλλην ἀπορίαν καὶ οὕτως αὐτὰς λύει, καί φησι· πότερον τὰ μέρη πρότερα τοῦ ὅλου ἢ οὔ; εἰ μὲν οὖν πρότερα τὰ μέρη τοῦ ὅλου, ἐστὶ δὲ τῆς ὀρθῆς γωνίας μέρος ἡ ὀξεῖα ἐλάσσων γὰρ ὀρθῆς ἡ ὀξεῖα) καὶ ὁ δάκτυλος τοῦ ζῴου, εἰ δὴ τὰ μέρη τοῦ ὅλου πρότερά ἐστι, προτέρα ἄν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου. οὕτως εἰπὼν εὐθὺς λύει τὴν προσεχῶς ῥηθεῖσαν ἀπορίαν, λέγων ‘οὐ δοκεῖ δὲ τὸ μέρος πρότερον εἶναι τοῦ ὅλου᾿. καὶ τὴν αἰτίαν συντόμως τέθεικεν εἰπὼν τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων, τουτέστιν ἐν τῷ ὁρισμῷ τῶν μερῶν λαμβάνονται τὰ ὅλα, τὰ δὲ ἐν ὁρισμῷ τινος λαμβανόμενα πρότερά εἰσι τοὺ ὁριστοῦ· εἰ δὲ τοῦτο, πρότερον ἄρα τὸ ὅλον τοῦ μέρους. ὅτι δὲ εἰς τὸν τῶν μερῶν ὁρισμὸν τὰ ὅλα παραλαμβάνεται, δῆλον· φαμὲν γὰρ ὁριζόμενοι τὴν ὀξεῖαν γωνίαν ὅτι ὀξεῖα γωνία ἐστὶν ἡ ἐλάσσων ὀρθῆς, ὥστε εἴληπται ἡ ὀρθὴ ἐν τῷ τῆς ὀξείας λόγῳ. καὶ πάλιν δάκτυλός ἐστι μέρος ἀνθρώπου τοιονδί. λύει δὲ ταύτην τὴν ἀπορίαν καὶ ἄλλως, λέγων καὶ τῷ εἶναι ἄνευ ἀλλήλων πρότερα. τὸ δὲ λεγόμενόν ἐστιν ὡς εἰ ἔλεγε ῾καὶ ἐκ τούτου πάλιν πιστεύσειεν ἄν τις ὅτι πρότερά ἐστι τὰ ὅλα τῶν μερῶν, ὡς συναναιροῦντα αὐτά· τοῦ μέρους γὰρ μὴ ὄντος τὸ ὅλον ἐστίν, εἰ καὶ κολοβόν, τοῦ ὅλου δὲ μὴ ὄντος τὸ μέρος εἶναι οὐ δύναται.’ οὕτως οὗν τὴν δευτέραν ἀπορίαν θεὶς καὶ συντόμως αὐτὴν λύσας λύσει δ’ αὐτὴν μετ’ ὀλίγον καὶ δι’ ἄλλων πολλῶν) ἐπανατρέχει ἐπὶ τὴν προτέραν τὴν λέγουσαν ὅτι διὰ τί ἐπὶ τινῶν μὲν οἱ τῶν μερῶν λόγ·οι ἤτοι τὰ μέρη ἐνυπάρχει τῷ τοῦ ὅλου λόγῳ, ὥσπερ ἐπὶ τῆς συλλαβῆς ἐλέγετο, ἐπὶ τινῶν δὲ οὔ, ὡς ἐπὶ τοῦ κύκλου, οὐ γάρ ἐστιν ἐν τῷ λόγῳ αὐτοῦ τὰ τμήματα. καὶ λύει αὐτὴν πολυειδῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων κτὰ μέρος σαφηνείας καλῶς ἄν ἔχοι ἡμᾶς διὰ βραχέων ὑπομνῆσαι τὸν ὅλον σκοπὸν τῆς λύσεως, δι’ ἧς ἂν τὴν ἀπορίαν λύσειε διεξοδικώτερον. ἔστι δὲ οὗτος· φησὶ γὰρ ὅτι τῶν μερῶν ὅσα μὲν ὑλικὰ καὶ ὕλης λόγον ἐπέχοντα, ὥσπερ ὀστᾶ καὶ νεῦρα, τούτων οἱ λόγοι ἤτοι αὐτὰ τὰ μέρη οὐ ληφθήσεται ἐν τῷ τοῦ εἴδους λόγῳ· ὅσα δὲ τῶν μερῶν οὐχ ὑλικά ἐστιν ἀλλὰ τοῦ εἴδους, οἷον τὸ πεζὸν τὸ δίπουν (ταῦτα γὰρ οὐκ ἔνυλα ὡς χεῖρες καὶ πόδες), ταῦτα δὴ λέγω τὰ τοῦ εἴδους μέρη ληφθήσεται ἐν τῷ τοῦ ὅλου λόγῳ. ὥστε ἀπὸ τῆς ὁμωνυμίας τοῦ [*](7 καὶ] καίτοι Metaph. vulg. 10 ἐπενέγκαι M: ἐπενέγκῃ Α: ἐπενέγκοι LF 24 εἶναι καὶ ἄνευ LF 36 οὗτος L: οὕτω Α)
503
μέρους ἡ ἀπορία ἐνεφύη· μέρος γὰρ τὸ μέν ἐστιν ὡς ὕλης τὸ δ ὡς εἴδους. καὶ ταῦτα μὲν προείρηται μετρίως πρὸς τὸ εἰς τὰ μέλλοντα ὑπ’ αὐτοῦ λέγεσθαι εὐπαρακολουθητοτέρους ἡμᾶς γενέσθαι. αὐτὸς δὲ μέλλων τὴν ἀπορίαν λύειν διαίρεσιν ποιεῖται τοῦ μέρους, καὶ λέγει ὅτι τὸ μέρος [*](471) πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ μετροῦν τὸ ὅλον ὡς ὁ τρία ἀριθμὸς τοῦ ἐννέα· καταμετρεῖ γὰρ τὸν ἐννέα. ἀλλὰ τοῦτο μέν, φησί, τὸ τὸ ὅλον καταμετροῦν μέρος ἀφείσθω. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶ μερῶν, λέγων οὐσίαν τὸ εἶδος, περὶ τούτου σκεπτέον. καὶ λέγει τὰ τῆς οὐσίας σημαινόμενα, ἵνα δείξῃ ὅτι ὥσπερ οὐσία λέγεται καὶ τὸ εἶδος, οὐσία δὲ καὶ ἡ ὕλη, καὶ ἔτι μᾶλλον τὸ ἐξ ὕλης καὶ εἴδους, οὕτως καὶ τῶν μερῶν τὰ μέν ἐστι τοῦ εἴδους τὰ δὲ τῆς ὕλης καὶ τὸ ὅλον τοῦτο ὑλικά. τὰ μὲν δὴ τοῦ εἴδους μέρη, ὥσπερ εἴρηται, ληφθήσεται ἐν τῷ τοῦ ὅλου ἤτοι τοῦ εἴδους λόγῳ, τὰ δὲ ὑλικὰ οὐδαμῶς. εἰ οὖν ἐστι, φησί, τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δ᾿ ἐκ τούτων, ἐξ ὕλης δηλαδὴ καὶ εἴδους, καὶ ἡ οὐσία ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὦς καὶ ἡ ὕλη μέρος τινὸς λέγεται, ἔστι δ’ ὡς οὗ. τοῦ μὲν γὰρ συνθέτου λέγεται μέρος, τοῦ δὲ εἴδους οὐ λέγεται. ἀλλὰ μέρη λέγεται καὶ ἐστὶ τοῦ εἴδους ἐξ ὧν ὁ λόγος ἐστὶν αὐτοῦ· ταῦτα δ’ ἐστὶ τὰ γένη καὶ αἱ διαφοραί. εἰπὼν δὲ ὅτι ἡ ὕλη τινὸς μὲν λέγεται μέρος, τινὸς δ’ οὔ, τίθησι παραδείγματα λέγων οἷον ἡ σὰρξ τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος, καίτοι οὖσα ὕλη αὐτῆς καὶ πεφυκυῖα γίνεσθαι ἐν αὐτῇ, οὐκ ἔστι δὲ μέρος αὐτῆς ὅτι οὐχ ὡρισμένον ἐστ’ τὸ ὃ ὑπόκειται τῇ κοιλότητι· κοῖλον γὰρ καὶ ἐν λίθοις καὶ ἐν ξύλοις καὶ ἐν χαλκῷ καὶ ὅλως ἐν ἅπασιν ἢ τοῖς πλείστοις σώμασι θεωρεῖται. τῆς δὲ σιμότητός ἐστι μέρος ἡ σάρξ· σιμότητα γὰρ ἐκτὸς σαρκὸς εὑρηκέναι ἀμήχανον· πᾶν γὰρ σιμὸν ἐν σαρκὶ μόνῃ τὸ εἷναι ἔχει καὶ ἐπὶ τούτῳ τυγχάνει οὖσα μέρος τῆς σιμότητος ἡ σάρξ. καὶ πάλιν τοὐ μὲν αἰσθητοῦ τουδὶ καὶ μερικοῦ ἀνδριάντος ἐστὶ μέρος ὁ χαλκός, τοὐ δ ὡς εἴδους λεγομένου ἀνδριάντος οὐκ ἔστιν. εἰπὼν δὲ καὶ τὸ εἶδος τοὺ ἀνδριάντος ἀνδριάντα, καὶ τὸν χαλκοῦν τουτονὶ καὶ μερικὸν ἀνδριάντα εἰπὼν δὴ καὶ αὐτὸν ἀνδριάντα, ἐπειδή τις ἴσως ἔμελλε λέγειν ὅτι τὸ μὲν τοὐ ἀνδριάντος εἶδος λέγειν ἀνδριάντα ἔστω, τὸν δὲ σύνθετον καὶ μερικὸν διὰ τί ἀνδριάντα φαμὲν ἀλλ᾿ οὐ χαλκόν; πρὸς ταῦτα ἀπαντῶν λέγει ὅτι λεκτέον γὰρ τὸ εἶ δὸς καὶ ᾗ εἶ δὸς ἔχει ἕκαστον, τὸ δὲ ὑλικὸν οὐδέποτε καθ’ ἑαυτὸ λεκτέον. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ἐπειδὴ τὰ πράγματα ἀπὸ τοῦ εἴδους χαρακτηρίζεται ἀλλ’ οὐκ ἀπὸ τῆς ὕλης, λεκτέον ἐπὶ πάντων τὸ εἶδος καὶ ᾗ εἶδος ταύτα λεγέσθω, εἰ μὲν ἀνδριάντος ἀνδριάς, εἰ δὲ τρίποδος τρίπους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἀλλ’ οὐ τὴν ὕλην, οὐδὲ ἀπὸ ταύτης ὀνομάζειν αὐτὰ χρή. εἰ γάρ ἐστιν ὁ χαλκὸς ἐξ ὕδατος, οὐχ ὕδωρ αὐτὸν λέγειν δίκαιον, ὢ ἀπὸ του εἰδους αὐτοῦ χαλκον. εἰπὼν δὲ ὅτι ἡ ὕλη ποτὲ μὲν μέρος γίνεταί τινος ποτὲ δ’ οὔ, καὶ μεταξὺ λύσας τὴν δυναμένην φέρεσθαι ἣν ἐξεθέμην ἀπορίαν, λέγει τὴν αἰτίαν [*](472) [*](6 τὸν LF: τὰ Α 18 αὐτοῦ LFS: αὐτῷ A 22 ὡρισμένως ἐστί τι ὃ LFS 25 εὑρηκέναι LFS: εἰρηκέναι A μόνῃ LF: om. A)
504
τοῦ πῶς μὲν ἐπὶ τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς λαμβάνεται τὰ στοιχεῖα, ἐπὶ δὲ τοῦ κύκλου τὰ τμήματα οὐδαμῶς, καί φησιν ὅτι ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μέρη εἶναι τοῦ κατὰ τὸν λόγον εἴδους αὐτῆς, ὥσπερ καὶ τὸ ζῷον πεζὸν δίπουν μέρη εἰσὶ ἀνθρωπείου εἴδους, τὰ δὲ τοῦ εἴδους μέρη ἐξ ἀνάγκης ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνεται· εἰ δὴ τὰ μέρη τοὐ εἴδους ἐξ ἀνάγκης ἐν τῷ λόγῳ αὐτοῦ λαμβάνεται, τὰ δὲ στοιχεῖα μέρη ἐστὶ τοῦ κατὰ τὸν λόγον εἴδους τῆς συλλαβῆς, εὐλόγως, μᾶλλον δ’ ἀναγκαίως ἐν τῷ λόγῳ αὐτῆς τυγχάνει ὄνια. τὰ δὲ τμήματα τοῦ κύκλου οὐκ ἔστι μέρη τοῦ εἴδους τοῦ κύκλου, ἀλλὰ τὸ σχῆμα τὸ ἐπίπεδον τὸ περιεχόμενον ὑπὸ μιᾶς γραμμῆς, τὸ πάσας τὰς ἀπὸ τοῦ κέντρου εὐθείας πρὸς τὴν περιφέρειαν πιπτούσας ἴσας εἶναι ἀλλήλαις. οὐκ ἔστι δὴ τὰ τμήματα μέρη τοῦ εἴδους τοῦ κύκλου ἀλλὰ ὕλη, ὡς ὁ χαλκὸς ἀνδριάντος, καὶ διὰ τοῦτο οὐ λαμβάνεται ἐν τῷ λόγῳ αὐτοῦ. ἀλλὰ πῶς τὰ τμήματα ὑλικά ἐστι, τὰ δὲ στοιχεῖα τῆς συλλαβῆς οὐδαμῶς; ἢ ὅτι τὰ μὲν στοιχεῖα οὐκ ἀπεσύλησεν ἡ διάνοια ἀπὸ αἰσθητῶν τινων στοιχείων καὶ παρ’ ἑαυτῇ ἔχει, τὰ δὲ τμήματα δῆλον ὡς ἀπὸ αἰσθητῶν τινων τμημάτων χωρίσασα ἐν ἑαυτῇ ἔχει. ἀλλ’ εἴπερ αὐτὰ τῆς ὕλης ἐχώρισε, δῆλον ὡς οὔκ εἰσιν ὕλη οὐδ’ ὅλως ὡς ὕλη τῷ κύκλῳ ὑπόκεινται. ἢ καὶ οὕτως ὑλικά ἐστι· τὸ μὲν γὰρ εἶδος ἰοῦ κύκλου καὶ ἁπλῶς πᾶν εἶδος αὐτὸ καθ’ αὑτὸ ἀμερὲς καὶ ἀσώματόν ἐστιν, εἰ καὶ συνδιίσταται τῇ ἐν ᾗ ἐστιν ὕλῃ καὶ ἐν διαστάσει δι’ αὐτὴν γίνεται· τὰ μὲν δὴ εἴδη ἀδιάστατα πάντῃ πάντως καὶ ἀμερῆ τυγχάνει, τὰ δὲ τμ·ήματα κἄν ἐκ τῶν αἰσθητῶν χωρισθῇ, ἀλλ’ οὗν διάστημά τι νοεῖται ὑπὸ περιφερείας καὶ εὐθείας περιεχόμενον, τὸ δὲ διάστημα οὐκ ἄλλου ἀλλ’ ἢ τῆς ὕλης ἐστίν· ἐπὶ δὲ τῶν στοιχείων οὐδεμίαν διάστασιν ἐννοεῖν ἔξεστιν. ὅμως, φησίν, εἰ καὶ μέρη ὡς ὕλη τὰ τμήματά ἐστι τοῦ κύκλου, ἀλλ’ ἐγγύτερόν εἰσι τοὐ εἴδους καὶ μᾶλλον αὐτῷ πλησιάζει ἤπερ ὁ χαλκός, ὅταν ἡ στρογγυλότης τοῦ τμήματος ἢ καὶ τοῦ κύκλου ἐν χαλκῷ γένηται. τὸ γὰρ διάστημα τὸ ἐν τῷ χαλκῷ τμήματι ὂν οὐ ταὐτόν ἐστι τῷ ἐν τῷ χωρισθέντι νοουμένῳ, ὥστε τὸ χωρισθὲν τμῆμα μᾶλλον ἐγγίζει τῷ εἴδει ἤπερ τὸ ἀχώριστον καὶ ἐν ὕλῃ τινὶ καὶ ὑποκειμένῳ ὄν. ὅτι δὲ τὰ διάστασίν τινα ἔχοντα ὡς ὕλη εἰσὶ καὶ ἐπὶ τούτῳ ἐν τῷ ὁρισμῷ τῶν εἰδῶν οὐ λαμβάνεται, πιστοῦται τοῦτο καὶ ἐκ τῆς συλλαβῆς λέγων ὅτι οὐδὲ πάντα τὰ στοιχεῖα μέρη εἰσὶ τῆς κατά τὸν λόγον καὶ τὸ εἶδος συλλαβῆς· οὐ γὰρ καὶ τὰ κήρινα στοιχεῖα ἢ τὰ διὰ τοὺ μέ|λανος ἐν τῷ χάρτῃ [*](473) ἐγγραφέντα, διὰ τὸ καὶ ταῦτα διάστασιν ἔχειν καὶ μέρη γίνεσθαι τῆς συλλαβῆς ὡς ὕλη, ὥσπερ ὁ χαλκὸς τοὺ ἀνδριάντος. εἰπὼν δὲ οἷον ταδὶ τὰ κήρινα ἐπήγαγεν ἢ τὰ ἐν τῷ ἀέρι. ἐπειδὴ γὰρ ἡ φωνὴ ἢ πλῆξίς ἐστιν ἀέρος ἢ πεπληγμένος ἀήρ, δῆλον ὅτι, ὅταν λέγωμεν, συσχηματίζεται ὁ ἀὴρ τοῖς λεγομένοις καὶ τρόπον τινὰ βῆτα καὶ γάμμα καὶ ἄλφα καὶ τὰ [*](1 λαμβάνεται τὰ στοιχεῖα LFS: post στοιχεῖα add. συμβαίνει Α 10 τὰς LF: om. Α 22 χωρισθῇ S Bonitz: ἐχωρίσθη ALF διάστημά τι S Bonitz: διαστήματι ALF 32 τοῦτο A2LF: τοῦ Α1 38 δῆλον ὅτι A2S: in lac. om. A1: δεῖ ὅτι LF 39 ἄλφα LF: τἄλφα Α)
505
λοιπὰ γίνεται. ἀλλὰ περὶ μὲν τοῦ ὅπως ὁ ἀὴρ συσχηματίζεται τοῖς μένοις εἴρηται ἀκριβέστερον ἐν τῷ B λόγῳ τῆς Περὶ ψυχῆς πραγματείας, ὅτε καὶ αὐτὸς ἐκεῖσε περὶ φωνῆς ἔλεγεν.

[*](p. 1035a17)

Καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων.

εἰπὼν ὅτι τὰ τμήματα οὐ λαμβάνεται εἰς τὸν τοῦ κύκλου λόγον οὐδ’ ὁ χαλκὸς εἰς τὸν τοῦ ἀνδριάντος, ὅτι ὡς ὕλη εἰσίν, ἀλλ’ ἐκεῖνα δεῖ εἰς τοὺς τῶν εἰδῶν λόγους λαμβάνειν ἐξ ὧν τὸ εἶδός ἐστιν, οὐκ ἔστι δὲ ὁ ὡς εἶδος κύκλος ἐκ τῶν τμημάτων, οὐδὲ ὁ ἀνδριάς, αὐτὸ δὴ λέγω τὸ τοῦ ἀνδριάντος εἶδος, ἐκ τοῦ χαλκοῦ, ὁμοίως δὲ οὐδὲ τὸ τί ἦν εἷναι ἀνθρώπῳ ἐκ τῶν σαρκῶν καὶ ὀστῶν οὐδὲ γραμμή ἐστιν ἐκ τῶν ἡμίσεων, ἐπειδὴ ἔμελλέ τις πρὸς ταῦτα ἐνίστασθαι καὶ λέγειν, ὡς εἰ μή ἐστιν ἡ γραμμὴ ἐκ τῶν τμημάτων καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστῶν, πῶς διαιρουμένη ἡ γραμμὴ εἰς τὰ ἡμίση καὶ ὁ ἄνθρωπος εἰς ὀστᾶ καὶ νεῦρα φθείρονται, ὥστε δηλονότι καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν ἐστι καὶ νεύρων καὶ ἡ γραμμὴ ἐκ τῶν ἡμίσεων καὶ ἁπλῶς πᾶν ἐκ τῶν εἰς ἃ διαιρεῖται· εἰ δὲ τοῦτο, καὶ ληφθήσονται ἄρα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· πρὸς δὴ ταῦτα ἀπαντῶν λέγει, οὐ γὰρ εἰ διαιρεῖται ὁ ἄνθρωπος καὶ ἡ γραμμή, ἡ μὲν εἰς τὰ ἡμίση ὁ δὲ εἰς σάρκας καὶ ὀστᾶ, καὶ φθείρεται, ἤδη καὶ ἐκ τούτων εἰσὶν οὕτως ὡς ὄντων τῆς οὐσίας καὶ τοῦ εἴδους μερῶν, ἀλλ᾿ ὡς ἐξ ὕλης, τουτέστιν ὑλικὰ μέρη ἐστὶ καὶ οὐ τοῦ εἴδους. καὶ τοὺ μὲν συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους εἰσὶ μέρη, τοῦ δ’ εἴδους, οὗ ἐστιν ὁ λόγος καὶ ὁ ὁρισμός, οὗκ εἰσιν. εἰ μὲν γὰρ ἦσαν οἱ λόγοι τῶν συνθέτων, εἰκὸς ἦν λαμβάνεσθαι καὶ ταῦτα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· ἐπεὶ δὲ τῶν εἰδῶν εἰσι, πῶς ἄν ληφθήσεται ταῦτα; καὶ ἐπὶ τούτῳ εἰ μὲν τὸ σύνθετον κατὰ συμβεβηκὸς ὁρίσαιτό τις κυρίως γὰρ τῶν εἰδῶν εἰσιν οἱ ὁρισμοί, τῶν δὲ συνθέτων, ὡς δείξει προιών, οὔκ εἰσιν), ἐνέσται ἐν τοῖς λόγοις τῶν συνθέτων ὁ τῶν τοιούτων, χειρός φημι καὶ ὀστῶν καὶ τῶν τοιούτων, λόγος, τουτέστιν αὐτὰ τὰ μέρη ληφθήσεται ἐν τῷ τῶν συνθέτων λόγῳ. τοῖς δέ, ἤτοι ἐν τοῖς λόγοις τῶν μὴ συνθέτων ἤτοι τῶν εἰδῶν, οὐχ ὑπάρξει τὰ τοιαῦτα, ἐὰν μὴ ᾖ ὁ λόγος, ἐν ᾧ ταῦτα μέλλει ἐνεῖναι, τοῦ συνθέτου. καὶ ἔστιν ὡς ἐκ τούτων τὰ σύνθετα ὡς ἐξ ἀρχῶν καὶ φθείρονται εἰς αὐτά, τὰ δ’ ἁπλᾶ, αὐτὰ δὴ τὰ εἴδη, | οὔτε εἰσὶν ἐκ τούτων ὡς ἐξ ἀρχῶν οὔτε φθείρεται [*](474) εἰς αὐτά· καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα τὴν ἀπορίαν τὴν λέγουσαν ὅτι εἰ μή εἰσιν ἐξ αὐτῶν, πῶς εἰς αὐτὰ διαιρεῖται καὶ φθείρεται; οὐ γὰρ τὸ εἶδος εἰς αὐτὰ διαιρεῖται ἀλλὰ τὸ σύνθετον. εἰπὼν δὲ ὅτι ἔνια μὲν φθείρεται εἰς αὐτὰ ἔνια δ᾿ οὐδαμῶς, λέγει τίνα μὲν τὰ φθειρόμενα εἰς αὐτὰ καὶ τίνα μή, ὅτι ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ [*](2 τῆς Περὶ ψυχῆς πραγματείας] v. Bonitzii praef. p. XXII 12 οὐδὲ M: καὶ ALF 19 ἡ μὲν LF: εἰ μὲν Α 27 et 31 εἰδῶν LF: ἰδεῶν Α 39 οὖν LF: om. Α)

506
ἡ ὕλη ἐστί, τουτέστιν ὅσα μὲν ἐξ ὕλης καὶ εἴδους ἐστίν, οἷον τὸ σιμόν (τοῦτο γὰρ οὐδὲ τῷ λόγῳ τῆς ὕλης χωρίσαι δυνατόν) ἢ ὁ χαλκοῦς κύκλος καὶ γὰρ οὗτος συνειλημμένος ἐστὶ τῇ ὕλῃ), ταῦτα φθείρεται εἰς αὐτὰ καὶ μέρος αὐτῶν ἐστιν ἡ ὕλη· ὅσα δὲ οὐ συνείληπται τῇ ὕλῃ, ἄνευ δὲ ὕλης ἐστίν, ὡς τὰ εἴδη, ὧν δὴ καὶ μόνων οἱ λόγοι εἰσί τῶν γὰρ συνθέτων, θέτων ὡς δείξει, λόγοι οὔκ εἰσι), τούτων δὴ τῶν εἰδῶν οὔτε μέρη εἰσὶ ταῦτα, τὰ ὀστᾶ δηλονότι καὶ αἱ σάρκες, οὔτε φθείρεται εἰς αὐτά, ἢ ὅλως ἢ οὔτοι οὕτω γε. ὅλως μὲν οὖν οὐ φθείρεται ὁ ἄνθρωπος ἐμοῦ φθειρομένου, ὅτι μετὰ τὴν ἐμὴν φθορὰν ἐκεῖνος πάλιν ἐστίν· ἀλλ’ ἐπειδὴ ἐγὼ ὑπ’ ἐκεῖνόν εἰμι καὶ μέρος ὢν αὐτοῦ τυγχάνω, ἐμοῦ φθειρομένου φθείρεται κατὰ συμβεβηκὸς κἀκεῖνος. ὥστε τῶν συνθέτων ταῦτα τὰ ὡς ὕλη εἰσὶ μέρη καὶ ἀρχαί, τῶν δὲ εἰδῶν οὔτε μέρη οὔτε ἀρχαί. καὶ διὰ τὸ εἶναι τῶν συνθέτων ταῦτα μέρη φθείρονται πάλιν τὰ σύνθετα εἰς αὐτά, ὁ μὲν πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ χαλκῆ σφαῖρα εἰς χαλκὸν καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ καὶ ὁ κύκλος εἰς τὰ τμήματα· ἐστὶ γὰρ ἐν τοῖς τμήμασιν ὅπερ ἐν αὐτοῖς συνείληπται ὡς ὕλη, τοῦτο δ’ ἐστὶν ἣν νοσῦμεν, ὥσπερ εἴρηται, ὑπὸ εὐθείας καὶ περιφερείας περιεχομένην. εἰπὼν δὲ ὅτι καὶ ὁ κύκλος φθείρεται εἰς χαλκόν, ἐπειδὴ κύκλος λέγεται καὶ ὁ μερικὸς καὶ σύνθετος, λέγεται δὲ κύκλος καὶ τὸ τοῦ κύκλου εἶδος, αὐτὸ δὲ ὡς δέδεικται οὔτε γίγνεται οὔτε φθείρεται, ἐπήγαγεν ὁμωνύμως γὰρ λέγεται ὁ κύκλος ὅ τε ἁπλῶς καὶ ὁ καθ’ ἕκαστον, δυνάμει λέγων ὅτι εἰπόντες ὡς ὁ κύκλος φθείρεται, οὐ δεῖ ταράττεσθαι καὶ κύκλον φθείρεσθαι ὑπολαμβάνειν ἡμᾶς λέγειν τὸν καθόλου καὶ τὸ εἶδος, ἀλλὰ τὸν μερικόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων, ἐπειδὴ κεῖται αὐτοῖς σὺν τῷ κοινῷ ὀνόματι τῷ ἄνθρωπος καὶ ἴδιον ὄνομα οἷον τὸ Καλλίας, τὸ Μίκαλλος, οὓ φαμεν ὅτι φθείρεται ἄνθρωπος ἀλλ’ ὅτι Καλλίας ἢ Μίκαλλος· ἐπὶ δὲ τῶν κύκλων, ἐπειδὴ οὐκ ἐτέθη αὐτοῖς ὀνόματα ἀλλὰ καὶ ὁ καθόλου καὶ ὁδὶ ὁ μερικὸς κύκλοι λέγονται, ἐπὶ τούτῳ φαμὲν ὅτι φθείρεται ὁ κύκλος· κλος· εἰ δ’ ὁ χαλκοῦς κύκλος ἱμάτιον φέρε εἰπεῖν ἐκαλεῖτο, οὐκ ἂν ἐλέγομεν ὅτι ὁ κύκλος φθείρεται ἀλλ’ ὅτι τὸ ἱμάτιον, ὥσπερ οὐδὲ ἄνθρωπόν φαμεν φθείρεσθαι ἀλλὰ Καλλίαν ἢ Μίκαλλον.|

[*](p. 1035b3)

Εἴρηται μὲν οὖν καὶ νῦν τἀληθές, ὅμως δ’ ἔτι σαφέστερον [*](475) εἴπωμεν ἐπαναλαβόντες.

Διαρθροῖ καὶ τὴν ἑτέραν ἀπορίαν τὴν λέγουσαν πότερον τὰ μέρη εἰσὶ πρότερα ἢ τὰ ὅλα. λέγει δὴ ὅτι ὅσα μὲν μέρη εἰσὶ τοῦ εἴδους, ὥσπερ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν τοῦ ἀνθρώπου, ταῦτα πρότερα τοῦ ἀνθρώπου· ὅσα δὲ οὐκ ἔστι τοὺ εἴδους ἀλλὰ τοὺ συναμφοτέρου, ὡς τὰ [*](1 σιμόν LFS: ἐμόν Α 5 ὧν δὴ καὶ LF: δὴ om. Α 6 οὔτε LFS: ὅτι A 16. 17 ad ἣν νοοῦμεν inter lineas add. ἡ διάστασις A2 21 ὅ τε LFS: παι A 26 ἡ FS: καὶ AL 27 οὐκ ἐτέθη LF: οὐ κατετέθη Α 35 πρότερα — μέρη εἰσὶ LFS: om. Α 36 ταῦτα LFS: ταῦτα γὰρ A)

507
νεῦρα καὶ τὰ ὀστᾶ, ὕστερα· σὰρξ γὰρ καὶ ὀστᾶ τοῦ ὅλου ἤτοι τοῦ ἀπλῶς ἀνθρώπου ὕστερα. καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ ὀξεῖα γωνία προτέρα τῆς ὀρθῆς, ὅτι οὐ διαιρεῖται ὁ λόγος τῆς ὀρθῆς εἰς τὸν λόγον τῆς ὀξείας ὥσπερ ὁ τοῦ ἀνθρώπου εἰς τὸν τοῦ πεζοῦ καὶ δίποδος, ἀλλὰ μᾶλλον ὁ λόγος τῆς ὀξείας διαιρεῖται εἰς τὴν ὀρθήν· ὁ γὰρ ὁριζόμενος τὴν ὀξεῖαν χρῆται τῇ ὀρθῇ· ὀξεῖα γάρ ἐστιν ἡ ἐλάττων ὀρθῆς. ὁμοίως δὲ καὶ ὁ κύκλος καὶ τὸ ἡμικύκλιον ἔχουσιν. ὁ γὰρ ὁριζόμενος τὸ ἡμικύκλιον τῷ κύκλῳ αὐτὸ ὁρίζεται· ἡμικύκλιον γάρ ἐστι σχῆμα τὸ περιεχόμενον ὑπό τε τῆς διαμέτρου καὶ κύκλου περιφερείας. ὡσαύτως καὶ ὁ δάκτυλον τῷ ὅλῳ· δάκτυλος γάρ ἐστι τὸ τοιονδὶ τοῦ ἀνθρώπου μέρος. ἐπειδὴ οὖν τὰ μὲν μέρη ὁρίζονται ὑπὸ τῶν ὅλων, ταῦτα δὲ οὐ διὰ τῶν μερῶν, ἔστιν ἄρα τὰ ὅλα πρότερα τῶν μερῶν· τὸ γὰρ ὁριστὸν ὕστερον τῶν δι’ ὧν ὁρίζεται. ἐπὶ δὲ τῶν εἰδῶν ἔμπαλιν ἔχει· ἐπειδὴ γὰρ αὐτὰ διὰ τῶν μερῶν ὁρίζεται, τὰ μέρη δὲ δι’ ἐκείνων οὐδαμῶς, ὕστερα τὰ ὅλα ἤτοι τὰ εἴδη τῶν οἰκείων μερῶν. ὥστε ὅσα τῶν μερῶν ὡς ὕλη, ταῦτα ὕστερα τῶν ὅλων· ὅσα δὲ ὡς τοῦ λόγου καὶ τῆς οὐσίας τῆς κατὰ τὸν λόγον, τουτέστι τοῦ εἴδους, ταῦτα πρότερα τοὺ ὅλου.

[*](p. 1035b14)

ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου) 20 ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι.

ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους διαρθροῖ καί φησιν ἐπειδὴ ἡ τῶν ζῴων ψυχή ἐστι τὸ εἶδος αὐτῶν (ἐντελέχεια γάρ ἐστι φυσικοῦ ὀργανικοῦ σώματος δυνάμει ζωὴν ἔχοντος, ὡς ἐν τῷ Β τῶν Περὶ ψυχῆς εἴρηται), καὶ κατὰ τὴν ψυχὴν εἰδοποιεῖται τὰ ζῷα, καὶ αὕτη ἐστὶν ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος τῷ τοιῷδε σώματι· ὡς γὰρ τὸ σχῆμα τοῦ ἀνδριάντος ἐν ὕλῃ ἐστὶ τῷ χαλκῷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ζῴων ἐν τῷ τοιῷδε σώματι ὡς εἶδος ἐν ὕλῃ ἐστίν. εἰπὼν δ’ ὅτι ἡ ψυχὴ τὸ εἶδός ἐστι τῶν ζῴων, κατασκευάζει τοῦτο ἐκ τῶν μερῶν τῶν ζῴων, λέγων ἕκαστον γοῦν τὸ μέρος, ἐὰν ὁρίζηται καλῶς τὸ μέρος, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται εἰ γάρ τις καλῶς ὁρίζεται τὴν χεῖρα τοῦ ἀνθρώπου, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται· τὸ δὲ ἔργον αὐτῆς ἄνευ αἰσθήσεως καὶ ψυχῆς οὐχ ὑπάρξει αὐτῇ. εἰ δὴ ἡ χεὶρ ἐν τῶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν εἰδοποιεῖται, τοῦτο δ’ ἄνευ αἰσθήσεως καὶ ψυχῆς ἀδύνατόν ἐστιν αὐτῇ ὑπάρξαι, καὶ φανερὸν ὅτι εἶδος τῆς χειρὸς ἡ αἴσθησις ἢ ἡ ἀπὸ τῆς ψυχῆς χο|ρηγουμένη αὐτῇ [*](476) δύναμις πρὸς τὸ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν φανερὸν ὅτι καὶ τῶν ζῴων ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος ἡ ψυχή ἐστιν. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἡ τῶν ζῴων ψυχὴ τὸ εἶδός ἐστιν αὐτῶν, τὰ ταύτης μέρη ἢ πάντα [*](3 ὅτι LFS: καὶ ὅτι A 6 ἡ ἐλάττων LF: ἡ om. Α 8 περιεχόμενον ὑπό LF: ante ὑπό add. μὲν Α 9 δάκτυλον S: δακτύλῳ A: δάκτυλος LF 11 διὰ τῶν μερῶν LFS: διὰ τῶν μερικῶν Α 12 δὲ LFS: γὰρ A 23 ἐν τῷ Β τῶν Περὶ ψυχῆς] Β 1 p. 412a27 28 ἑκάστου A 31 καὶ ψυχῆς LF: τῆς ψυχῆς A 33 δ’ LFS: om. Α)

508
ἤ, ὅπερ καὶ ἀληθές, εἰ μὴ πάντα ἀλλ’ οὗν ἔνια πρότερα τοῦ συνόλου ἐστὶ ζῴου· τὸ μὲν γὰρ θρεπτικὸν καὶ ὀρεκτικὸν τοῦ συναμφοτέρου, τὸ δὲ θεωρεῖν οὐ τοῦ συναμφοτέρου. ἀκριβέστερον δὲ περὶ τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς. ἢ τὸ ἢ ἔνια πρόσκειται διὰ τὰ ἐξισάζοντα· τὸ μὲν γὰρ λογικὸν καὶ θνητὸν δῆλον ὡς πρότερόν ἐστι τοῦ ἀνθρώπου (ἐπὶ πλέον γάρ εἰσιν αὐτοῦ), τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐκέτι, ἀλλ’ ἐξισάζει, καὶ ἐπὶ τούτῳ οὐ πρότερον· εἴ τι γὰρ ἄνθρωπος, νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. ὡς δὲ ἐπὶ τῶν ζῴων ἔχει, οὕτως καὶ ἐπὶ τῶν ἄλλων· τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ καθ’ ἕκαστον δὴ ὁμοίως. καὶ τὰ μὲν τοῦ εἴδους τῶν ζῴων μόρα πρότερα, τὸ δὲ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὕστερα ταύτης τῆς οὐσίας, τουτέστι τοῦ εἴδους. καὶ διαιρεῖται εἰς τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὡς εἰς ὕλην τὸ σύνολον, ἀλλ’ οὐχ ἡ οὐσία καὶ τὸ εἶδος διαιρεῖται εἰς τὰ τοῦ σώματος μέρη· καὶ ἔστι τὰ τοιαῦτα μόρια τοῦ συνθέτου· τοῦτο γὰρ λέγει σύνολον. τὸ δὲ σύνθετον τρόπον μέν τινα πρότερόν ἐστι τῶν μερῶν, τρόπον δέ τινα ὕστερον. ᾗ μὲν γὰρ τὰ μόρια χωριζόμενα οὐ δύναται εἷναι, τὸ δὲ μορίων τινῶν ἄνευ, εἰ καὶ μὴ πάντων, δύναται εἶναι, ἐστὶ πρότερον τὸ ὅλον τῶν μερῶν· ᾗ δὲ πάλιν τὸ ἔκ τινων συγκείμενον ὕστερόν ἐστι τῶν συντιθέντων αὐτό, σύγκειται δὲ τὸ ὅλον ἐκ τῶν μερῶν, ὕστερόν ἐστι τῶν μερῶν. εἰπὼν δὲ ὅτι τὰ μέρη χωριζόμενα οὐ δύναται εἶναι, τὴν αἰτίαν τοῦ πῶς οὐ δύναται εἷναι ἐπήγαγεν εἰπὼν οὐδὲ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἴσον λέγων τῷ χωρισθεὶς ὁ δάκτυλος τοῦ ζῴου ὡς μὲν σῶμα δύναται εἶναι, ὡς δὲ δάκτυλος οὐδαμῶς. οὐ γὰρ ὡς ἔτυχεν ἔχων ὁ δάκτυλος λέγεται δάκτυλος, ἀλλ’ ὁ τὸ ἔργον τοῦ δακτύλου ποιῶν, ὥστε ὁ τεθνηκὼς δάκτυλος ὁμωνύμως λέγεται δάκτυλος, κυρίως δ’ οὐδαμῶς. καὶ ἔνια μὲν τῶν τοῦ ὅλου μορίων χωρισθέντα δύναται τὸ ὅλον ἄνευ ἐκείνων εἶναι, ἔνια δὲ χωρισθέντα εὐθὺς συνανα.ιρεῖ τὸ ὅλον, ὅσα ἐστὶ κύρια καὶ ἐν οἷς πρώτοις ἐστὶν ὁ λόγος καὶ ἡ οὐσία, τουτέστιν ἡ ψυχή· ἡ ψυχή γὰρ τῶν ζῴων ἐστὶ τὸ εἶδος. εἴτε οὗν ἐστιν ἡ καρδία ἀρχὴ τῶν ζῴων καὶ ἐν ταύτῃ πρώτως ἐστὶν ἡ ψυχή, ὡς τούτῳ δοκεῖ, εἴτε ὁ ἐγκέφαλος, ὡς Ἱπποκράτει καὶ Πλάτωνι, ἅμα τῷ χωρισθῆναι τοῦ ὅλου φθείρουσιν αὐτά. εἰπὼν δὲ οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος ἐπήγαγε [*](477) διαφέρει γὰρ οὐδὲν πότερον τουτέστι πότερον ἡ καρδία ἐστὶν ἐν ᾗ τυγχάνει οὖσα ἡ ψυχὴ εἴτε ὁ ἐγκέφαλος οὐδὲν διαφέρει πρὸς τὸ λεγόμενον· δῆλον γὰρ ὡς ὁποῖον ἂν εἴη ἐκ τούτων συμφθείρει τὸ ὅλον, ἀλλ’ ὅτι μὲν ἡ ἐμὴ ὁλότης ἐν ἐμοὶ τυγχάνει οὖ σὰ καὶ οὐκ ἔστιν ἐκτὸς καὶ χωρὶς τῶν ἐμῶν μορίων. δῆλον. ἐπεὶ δ’ ἐγὼ καὶ λάτων καὶ Κάλλιππος καὶ ἁπλῶς οἱ κατὰ μέρος μέρη ἐσμὲν τοῦ καθόλου ἀνθρώπου, ἐκεῖ- [*](3. 4 ἐν τῇ Περὶ ψυχῆς] Β 2 4 ἢ ἔνια LFS: ἢ om. Α 9 οὕτως καὶ LFS: οὕτω τοῦτο καὶ Α 13 οὐχ ὡς ἡ LF εἰς LF: oin. Α 14 ἔστι LFS: ὅτι Α 15 τινα LF: ὡς Α 29 τὸ εἶδος αὐτῶν· οἷον εἰ ἔστιν ἡ καρδία LF 30 καὶ LF: ora. A 31 τοῦ ὅλου LF: τοῦ om Α 32 αὐτά] fort, αὐτό 33 τουτέστιν εἴτε ἡ LF)
509
νος δὲ ὅλον τί ἐστιν, ἀρά γε ἐν ἡμῖν ἔστιν ὡς ἡ ἐμὴ ὁλότης ἐν τοῖς ἐμοῖς μέρεσιν, ἢ χωριστὸς καὶ καθ’ αὑτόν; ἤ φησιν ὅτι ὁ δὲ καθόλου ἄνθρωπος καὶ ἵππος καὶ τὰ οὕτως, τουτέστι καὶ ἁπλῶς τὰ καθόλου, ἐπὶ τῶν καθ’ ἕκαστα ἤτοι ἐν τοῖς καθ’ ἕκαστά εἰσ, καθόλου δὲ οὐσία καὶ εἶδος αὐτὸ καθ’ αὑτὸ καὶ χωρὶς τῶν κτὰ μέρος οὐκ ἔστιν, ἀλλ’ ὥσπερ ὁ Σωκράτης ἐκ τουδὶ τοῦ εἴδους καὶ τησδὶ τῆς ὕλης ἑ ’στίν, οὕτω καὶ ὁ καθόλου ἄνθρωπος ἐκ τῆς ὕλης ἤτοι τοῦ γένους αὐτοῦ καὶ τοῦ εἴδους ἤτοι τῶν διαφορῶν ἂν εἴη, οὐκ ἐν ὑπάρξει δὲ ἀλλ’ ἐπινοίᾳ. εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ χωρὶς ὕλης οὐδὲ ἐπινοίᾳ δύναται εἶναι· ἐπειδὴ γὰρ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων αὐτὸν ἀπεσύλησεν ἡ διάνοια, ταῦτα δ᾿ ἐξ ὕλης ἐστὶ καὶ εἴδους, φανερὸν ὅτι καὶ ὁ καθόλου ἄνθρωπος, ὡς ἄν ἔχοι τὸ εἶναι, ἐξ ὕλης αὐτὸ καὶ εἴδους ἕξει, ἤτοι ἐκ γένους καὶ διαφορῶν. ταῦτα μεταξὺ παρενθεὶς πάλιν ἐπανατρέχει ἐπὶ τὸν τῶν μερῶν καὶ τὸν τῶν ὅλων λόγον, καί φησι μέρος μὲν οὗν ἐστι καὶ τοῦ εἴδους ὥσπερ καὶ τοῦ συνόλου τὸ ὖ ἐξ ὕλης καὶ εἴδους. ἐπεὶ δὲ οἱ λόγοι καὶ οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, τὰ μέρη δὲ τοῦ λόγου μόνου τοῦ εἴδους εἰσὶ μέρη, οὐ μὴν καὶ τοῦ συναμφοτέρου, ὁ δὲ λόγος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου· ὁ γὰρ κύκλος, ὅπερ ἐστὶ τὸ καθόλου, καὶ τὸ κύκλῳ εἶναι, ὅπερ ἐστὶν ὁ λόγος, καὶ ψυχῇ εἶναι καὶ ψυχὴ ταὐτόν· οἱ μὲν οὗν λόγοι, ὥσπερ εἴρηται, τοῦ καθόλου εἰσί, τοῦ δὲ συνόλου, οἷον τοῦ καθ’ ἕκαστα, εἴτε αἰσθητόν ἐστι τὸ καθ’ ἕκαστα εἴτε νοητόν (ἀντὶ τοῦ διανοητοῦ τὸ νοητὸν εἰπών, ταῦτα δ’ ἑ ’στὶ τὰ μαθηματικά), τούτων οὐκ ἔστιν ὁρισμός. καὶ δειχθήσεται καὶ τοῦτο μετ’ ὀλίγον ἐν τῷ μετὰ χεῖρας βιβλίῳ. καὶ γνωρίζονται τὰ καθ’ ἕκαστα οὐ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ ἀλλ’ αἰσθήσει, ὥσπερ οἱ ξύλινοι κύκλοι· ὅταν δὲ χωρισθῇ ὁ μερικὸς κύκλος τῆς ὕλης ὑπὸ τῆς διανοίας, τότε ἐστὶ τῷ νοῒ ὁρατὸς καὶ ὅλως νοητός, ὥσπερ καὶ ἡ ὄψις δυνάμει ἐστὶν ὅταν μὴ ὁρᾶ τὰ ὁρατά, ὡς ἐν τῆ Περὶ ψυχῆς εἴρηται, καὶ ἡ ἀκοὴ τὰ ἀκουστά, ὅταν δὲ ὁρᾷ ταῦτα, ἐνεργείᾳ γίνεται ἐκεῖνα καὶ τελειοῦται ὑπ’ αὐτῶν. ἀπελθόντες δ’ ἐκ τῆς ἐντελεχείας, τουτέστιν ἐκ τῆς ἐνεργείας καθ’ ἣν ὁρῶμεν αὐτὰ καὶ ἐνεργεία ἐσμὲν ὁρατικοὶ ἀλλ’ οὐ δυ|νάμει, παυθείσης [*](478) τε τῆς ἐνεργείας τῆς ὄψεως καθ’ ἣν περὶ τὰ ὁρατὰ ἐνεργεῖ, ἄδηλόν ἐστιν εἴτε εἰσὶν εἴτε καὶ μή, ἀλλὰ γνωρίζονται τῷ καθόλου. ὅταν γὰρ οὐχ ὁρῶ τὸν μερικὸν καὶ αἰσθητὸν κύκλον, οὐκ ἔστι μοι δῆλον εἴτε ἐστὶν ἐν ὑπάρξει τὸ τοιόνδε σχῆμα εἴτε οὐκ ἔστι, τῷ καθόλου δὲ γνωρίζω καὶ τὸ τοιόνδε σχῆμα, ὅπερ πρότερον μὲν ἑώρων νῦν δὲ οὐχ ὁρῶ. εἰπὼν δὲ ὅτι καὶ γνωρίζονται τῷ καθόλου λόγῳ, ἐπειδὴ καὶ ἡ ὕλη καθόλου ἐστίν, ἵνα μήτις λέγῃ ὅτι εἰ τῷ καθόλου γνωρίζονται, ἔστι δὲ καὶ ἡ ὕλη καθόλου, διὰ τί οὐ καὶ ταύτῃ γνωρίζομεν αὐτά; ἐπήγαγε τὸ ἡ δὲ ὕλη ἄγνωστος καθ’ αὑτήν. εἰ δ’ αὐτὴ ἄγνωστός ἐστι, πῶς ἄλλοις αἰτία νώσεως γενήσεται; [*](1 ἐν ἡμῖν LFS: ἐν om. Α 2 χωριστὴ καὶ καθ’ αὐτήν LF 8 ἐν ὑπάρξει S Bonitz: ἐνυπάρξει ALF 26 ὥσπερ καὶ M Bonitz: ἐπειδὴ δέ LF: ἐπειδὴ δὲ καὶ Α 27 ἐν τῇ Περὶ ψυχῆς] B 5 29 ἀπελθόντας Metaph. vulg. 30 ἐσμὲν M Bonitz: ἡ μὲν Α: ὦμεν LF 38 τὸ LF: om. Α)
510
ἡ δὲ ὕλη, φησίν, ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή, αἰσθητὴ μὲν οἷον ξύλον καὶ ἁπλῶς ὅση κινητή, νοητὴ δὲ ἡ ἐν τοῖς κύκλοις ὑπάρχουσα, μὴ ᾗ δὲ αἰσθητοῖς· ἡ γὰρ διάστασις τοῦ κύκλου, ὃν χωρίσασα ἡ διάνοια τῆς ὕλης παρ’ ἑαυτῇ ἔχει, ὕλη μέν ἐστι τοῦ τοιούτου κύκλου, ἀλλ’ οὐκ αἰσθητὴ ἀλλὰ νοητή. ταῦτα εἰπὼν συμπεραίνεται τὸν λόγον καί φησι πῶς μὲν οὖν ἔχει περὶ μέρους καὶ ὅλου καὶ προτέρου καὶ ὑστέρου, εἴρηται.

[*](p. 1036a13)

Πρὸς δὲ τὴν ἐρώτησιν ἀνάγκη ἀπαντᾶν, ὅταν τις ἔρηται, πότερον ἡ ὀρθή.

Ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους γυμνάζει καί φησιν ὅτι ὅταν τις ἔρηται πότερον τὸ ζῶον καὶ ἡ ὀρθὴ γωνία καὶ ὁ κύκλος πρότερα ἢ εἰς ἃ διαιροῦνται, τουτέστιν ἢ τὰ μόρια αὐτῶν (εἰς γὰρ τὰ μόρια αὐτοῦ τὸ ζῷον καὶ ὁ κύκλος καὶ ἡ ὀρθὴ γωνία διαιρεῖται) ὅταν οὖν τις ἔρηται πότερον τὰ ὅλα ἐστὶ πρότερα ἢ τὰ μόρια εἰς ἃ διαιροῦνται καὶ ἐξ ὧν εἰσιν, ἀνάγκη ἀπαντᾶν καὶ ἀποκρίνεσθαι ὅτι οὐχ ἁπλῶς, τουτέστιν ἀνάγκη πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκρίνεσθαι ὅτι τὸ μέρος οὐχ ἁπλῶς καὶ μοναχῶς λέγεται ἀλλὰ πολλαχῶς. εἰ μὲν γὰρ τὸ μέρος τοῦ εἴδους λέγεις, πρότερόν ἐστι τοῦ ὅλου, ὡς πολλάκις εἴρηται· εἰ δὲ τοῦ συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους, ὕστερον. ἀλλὰ ταῦτα μὲν τοῦ σαφοῦς χάριν προείρηται· αὐτὸς δὲ πάλιν τὸν τρόπον καθ’ ὃν δεῖ ἀποκρίνεσθαι ὑφηγεῖται, λέγων εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ τὸ ζῷον, τουτέστιν, εἰ μὲν γάρ ἐστιν ἡ ψυχὴ τὸ κατὰ τὸ εἶδος ζῷον, ἤτοι εἰ μέν ἐστιν ἡ ψυχὴ τὸ τοῦ ζῴου εἶδος καὶ τὸ τί ἦν εἶναι ζῴῳ, ἢ εἰ μή ἐστιν ἡ ψυχὴ τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστι τὸ ζῴῳ εἶναι τὸ ἔμψυχον, ἢ εἰ μηδὲ τὸ ἔμψυχόν ἐστι τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστιν ἕκαστον ἡ ἑκάστου ψυχή, καὶ κατὰ ταύτην εἰδοποιεῖται, οἷον ὁ ἄνθρωπος κατὰ τὴν ἑαυτοῦ, καὶ ὁ ἵππος ὁμοίως κατὰ τὴν οἰκείαν, καὶ ὅλως ἕκαστον κατὰ τὴν ἰδίαν· ὡσαύτως καὶ εἰ ἔστιν ὁ κύκλος τὸ κύκλῳ εἶναι καὶ ἡ ὀρθὴ τὸ ὀρθῇ εἶναι — εἰ δὴ τούθ’ οὕτως ἔχει, τὶ μὲν καὶ τινὸς φατέον ὕστερον, οἷον τῶν ἐν τῷ λόγῳ, τουτέστι τὶ μὲν μέρος καὶ | τινὸς ὅλου χρὴ λέγειν [*](479) ὕστερον, τὶ δὲ οὐχ ὕστερον ἀλλὰ πρότερον τοῦ ὅλου. τὶ μὲν οὖν, φησί, τῶν ἐν τῷ λόγῳ. λόγον δὲ ἐνταῦθα οὐ τὸ εἶδος λέγει, ἀλλὰ παραδόξως τὸ ἐξ ὕλης καὶ εἴδους. τούτων οὖν τῶν ἐν τῷ λόγῳ τὶ φατέον ὕστερον τοῦ ὅλου. καὶ τοῦ ὅλου δὲ οὐχ ἁπλῶς· οὐ γὰρ καὶ τοῦ κατὰ τὸ εἶδος, ἀλλὰ τοῦ τινὸς καὶ συνθέτου, οἷον τῆς τινὸς ὀρθῆς τῆς μετὰ τῆς ὕλης. ὥσπερ γὰρ ὀρθή ἐστι τὸ εἶδος τῆς ὀρθῆς, οὕτως ἐστὶν ὀρθὴ καὶ ἡ μετὰ τῆς ὕλης ἤτοι ἡ χαλκῆ. οὐ μόνον δὲ πάλιν ἡ μετὰ τῆς ὕλης ὀρθή ἐστιν ἀλλὰ καὶ ἡ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα· καὶ γὰρ καὶ [*](3 αἰσθητοί coni. Bonitz 10 τὰ LFS: τὸν Α ὅτι LF: om. Α 17 εἰ μὲν γὰρ LF: μὲν om. Α 23 ἣ εἰ LFS: ἡ om. A ἡ LF: om. Α 28. 30 et 32 τὶ scripsi: τί libri 29 τινὸς LF: τίνα Α: τίνος S ὅλου LFS: om. Α 37 ἡ LF: om. Α)

511
ἡ ὑπὸ τῶν καθ’ ἕκαστα τούτων τῶν γραμμῶν περιεχομένη γωνία ὀρθή ἐστιν. ἡ μὲν οὑν μετὰ τῆς ὕλης γωνία ἢ σφαῖρα ἢ ὅ τι ἄν εἴη τῶν μορίων αὐτῆς προτέρα ἐστίν, ἡ δὲ νυ ὕλης τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα, τῶν δὲ ἐν τοῖς καθ᾿ ἕκαστα μορίων προτέρα. ἔστω δὲ ἐπὶ ἀνθρώπου σαφὲς τὸ λεγόμενον. ὁ μὲν οὖν κατὰ τὸ εἶδος ἄνθρωπος τοῦ μὲν ζῴου καὶ πεζοῦ καὶ δίποδός ἐστιν ὕστερος, τῆς δ’ ἐν ἐμοὶ χειρὸς καὶ ποδὸς πρότερος· ὁμοίως ὁ μὲν κατὰ τὸ εἶδος κύκλος τοῦ μὲν σχήματος καὶ τοῦ ἐπιπέδου καὶ τῶν τοιούτων ὕστερος, τῶν δὲ τμημάτων τοῦ χαλκοῦ κύκλου καὶ ἁπλῶς τῶν μερῶν αὐτοῦ πρότερος. οὕτω μὲν δεῖ πρὸς τὴν ἐρώτησιν ἀπαντᾶν, ἁπλῶς δὲ καὶ ἀδιορίστως λέγοντι ὅτι τὸ μέρος πρότερον ἢ τὸ ὅλον οὐδαμῶς ἀποκριτέον. εἰπὼν δὲ ὅτι εἰ μὲν ἔστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ζῴου, καὶ τὰ λοιπὰ ὅσα εἴρηται, τὴν ἀπόδοσιν τοῦ μέν συνδέσμου ποιεῖται λέγων εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον, ὡς εἷναι τὴν τοῦ λόγου συνέχειαν τοιαύτην· εἰ μέν ἐστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ὅλου, εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον, ἤτοι τὸ κατὰ τὸ εἶδος ζῷον, καὶ οὕτω τὰ μὲν φατέον τῶν μερῶν πρότερα, τὰ δ’ οὐ φατέον· ὁποῖον γὰρ ἂν εἴη τὸ τῶν ζῴων εἶδος, τὰ μέρη αὐτοῦ πρότερα ἔσονται τῆς αὐτοῦ ὁλότητος.

[*](p. 1036a26)

Ἀπορεῖται δ’ εἰκότως καὶ ποῖά ἐστι τοῦ εἴδους μέρη καὶ ποῖα οὔ, ἀλλὰ τοῦ συνειλημμένου.

ἐπειδὴ πολλαχοῦ περὶ μέρους καὶ ὅλου τὸν λόγον ποιούμενος ἔλεγεν ὡς τἂ μὲν τῶ εἴδους μέρη πρότερά ἐστιν αὐτοῦ, τὰ δὲ τοῦ συνθέτου ὕστερα, λέγει ὡς εἰκότως ἂν ἀπορήσειέ τις καὶ ποῖά ἐστι τὰ τοῦ εἴδους μέρη καὶ ποῖα τοῦ συνθέτου· τὸ γὰρ συνειλημμένον τοῦ συνθέτου ἐστὶ δηλωτικόν. ἐπειδὴ γάρ ὡς πολλάκις εἴπομεν, οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσιν, ἀγνοούμενα τίνα ἐστὶ τὰ τούτων μέρη οὐκ ἂν εἴη ὁρίσασθαι· ὥστε εἰ μὴ ᾖ φανερὸν ποῖά ἐστι μέρη ὡς ὕλη καὶ ποῖα οὐκ ἔστιν, οὐδὲ ὁ λόγος τοὐ πράγματος ἔσται φανερός. ταῦτα εἰπὼν λέγει ὅτι ὅσα μὲν ἐπιγίνονται ἐφ’ ἑτέρων τῷ εἴδει, τουτέστιν ἐν | διαφόροις εἴδεσιν, οἷον ἡ σφαῖρα [*](480) καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ καὶ χρυσῷ καὶ ἐν μολίβδῳ καὶ ἐν ἄλλοις πολλοῖς διαφέρουσι τῷ εἴδει, τούτων τῶν ἐφ’ ἕτερα τῷ εἴδει ἐπιγινομένων φανερά ἐστι τὰ ὡς ὕλη μέρη· ὁ γὰρ χαλκὸς καὶ τὸ ξύλον οὐκ ἔστι τῆς οὐσίας τοῦ κύλλου ἢ τῆς σφαίρας, τουτέστιν οὐκ ἔστι τῶν συνιστώντων τὸν κατὰ τὸ εἶδος κύκλον διὰ τὸ χωρίζεσθαι αὐτὸν τοῦ ξύλου καὶ τοῦ χαλκοῦ καὶ τῶν τοιούτων, τοῦ δὲ σχήματος καὶ τοῦ ἐπιπέδου καὶ ὅλως τῶν τὴν οὐσίαν αὐτοῦ συνιστώντων οὐδαμῶς χωρίζεται. ὅσα μὲν δὴ χωρίζεται καὶ ἐν διαφέρουσι τῷ εἴδει ὑποκειμένοις γίνεται, τούτων δῆλά ἐστι τὰ ὡς ἐν ὕλῃ μέρη. ὅσα δὲ μὴ χωρίζεται ἀλλ’ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνετᾶι, [*](1 ὑπὸ LF: ἀπὸ Α 3 ὑστέρα LFS: ἑτέρα Α 8 χαλκοῦ κύκλου LFS: χαλκοῦ καὶ κύκλου A 10 λέγοντι Brandis Bonitz: λέγειν libri 23 τις LF: om. Α ἐστι τὰ LF: om. Α 24 ποῖα LF: om. A 27 μέρη] τῶν μερῶν LF)

512
ὥσπερ ὁ ἄνθρωπος ἀεὶ ἐν ὀστοῖς καὶ σαρξὶ καὶ ἐν νεύροις, καὶ ὁ ἵππος παραπλησίως καὶ ἀπλῶς τὰ ζῷα, τούτων οὐκ ἔστι προφανῆ τίνα τὰ ὡς ἐν ὕλῃ μέρη. ὅμως φησὶ καὶ ἐπὶ τούτων οὐδὲν κωλύειν ὁμοίως ἔχειν τῷ κύκλῳ· ὥσπερ γὰρ ὁ χαλκὸς καὶ τὸ ξύλον οὐδέν εἰσι τῆς τοῦ κατὰ τὸ εἶδος κύκλου οὐσίας, οὕτως οὐδ’ αἱ σάρκες καὶ τὰ νεῦρα τῆς κατὰ τὸ εἶδος τοῦ ἀνθρώπου ἢ τοὐ ἵππου οὐσίας εἰσίν. ὥσπερ γὰρ κἂν οἱ κύκλοι πάντες ἦσαν χάλκινοι καὶ μὴ ἐνεδέχετο ἐν ἄλλῳ ὑποκειμένῳ τὸ τοῦ κύκλου εἶδος γενέσθαι, ἀλλ’ ἀεὶ ἐν χαλκῷ ἦν, ἐφαίνετο ἄν χαλκὸς ὅτι τῆς οὐσίας αὐτοῦ ἐστι διὰ τὸ μὴ ἐν ἄλλῳ γίνεσθαι, ὅμως οὐκ ἄν ἦν οὐδὲ τότε ὁ χαλκὸς τῆς οὐσίας αὐτοῦ, εἴπερ οὐδὲ νῦν ἐστι, κἄν χαλεπὸν ἦν καὶ οὐ ῥᾴδιον τὸ χωρίσαι τοῦτον ἀπὸ τοῦ χαλκοῦ (νὺν γὰρ τοῦτο ὁρατόν ἐστιν, λέγω δὴ τὸ χωρίζειν αὐτὸν ἀπὸ τοῦ χαλκοῦ) οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος εἰ καὶ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνεται, ὅμως οὐδέν ἐστι τῆς οὐσίας αὐτοῦ τὰ ὀστᾶ καὶ αἱ σάρκες. καὶ ὃ μὲν εἰπεῖν βούλεται τοῦτό ἐστιν, αὐτὸς δὲ οὐ κατὰ ἀπόφασιν τὸν λόγον προήνεγκεν, ἀλλὰ κατ’ ἐρώτησιν, λέγων οἷον τὸ τοῦ ἀνθρώπου εἶδος ἀεὶ ἐν σαρξὶ γίνεται καὶ ὀστοῖς· ἀρ’ οὗν ἐστι ταῦτα μέρη τοῦ εἴδους καὶ τοὐ λόγου; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἢ οὕ, τουτέστιν ἢ οὔκ εἰσι μέρη αὐτοῦ οὐδαμῶς, ἀλλ’ ὕλη εἰσίν· ἀλλὰ διὰ τὸ μὴ καὶ ἐπ’ ἄλλων ἐπιγίνεσθαι τὸ τοῦ ἀνθρώπου εἶδος, ὥσπερ τὸ τοῦ κύκλου, ἀδυνατοῦμεν χωρίσαι. ἐπεὶ δὲ τοῦτο μέν, λέγω δὴ τὸ εἶδος τοῦ ἀνθρώπου, χωρίζειν τῇ ἐπινοίᾳ τῶν σαρκῶν καὶ ὀστῶν ἐνδέχεται, ἄδηλον δέ ἐστι πότε χωρισθήσεται οὐ γάρ ἐστι δῆλον ὥσπερ ἐπὶ τοῦ κύκλου), ἀποροῦσί τινες λέγων τινὰς τοὺς Ποθαγορείους), καὶ ἐπὶ τοὺ κύκλου καὶ τοῦ τριγώνου καὶ ἐπὶ τῆς γραμμῆς, λέγοντες ὡς οὐ χρὴ ταῦτα γραμμαῖς ὁρίζεσθαι καὶ λέγειν ῾κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον,᾿ ἢ ῾τρίγωνον τὸ ὑπὸ τριῶν γραμμῶν᾿, ἢ πάλιν ῾γραμμή ἐστι μῆκος συνεχὲς ἐφ’ ἓν διαστατόν᾿· ἡ γὰρ γραμμὴ τῷ τε κύκλῳ καὶ | τῷ τριγώνῳ ὡς ὕλη ὑπόκειται, ὁμοίως δὲ [*](481) καὶ τὸ συνεχὲς τῇ γραμμῇ, ὥσπερ καὶ αἱ σάρκες καὶ τὰ ὀστᾶ τῷ ἀνθρώπῳ καὶ ὁ χαλκὸς τῷ ἀνδριάντι· εἰ οὖν τὸν ἄνθρωπον διὰ τῶν ὀστῶν καὶ σαρκῶν μὴ ὁριζόμεθα διὰ τὸ εἶναι μέρη ὑλικά, οὐδ’ ἄρα τὸν κύκλον καὶ τὸ τρίγωνον διὰ τῆς γραμμῆς ὁρίζεσθαι χρή, οὔτε τὴν γραμμὴν διὰ τοῦ συνεχοῦς, καὶ διὰ τοῦτο λέγω δὴ τὸ λέγειν ὅτι ἡ γραμμὴ καὶ τὸ συνεχὲς ὡς ὕλη εἰσὶ τῷ τριγώνῳ καὶ τοῖς λοιποῖς, ἀνάγουσι ταῦτα πάντα εἰς τοὺς ἀριθμούς, διὰ τὸ ἀύλους αὐτοὺς εἶναι καὶ μὴ ἔχειν ὑποκείμενόν τι ὡς ὕλην, ἀλλ’ αὐτοὺς καθ’ αὑτοὺς εἶναι, καί φασιν ὅτι ὁ λόγος τῆς γραμμῆς ἐστιν ὁ τῆς δυάδος. ἐπειδή γὰρ δυάς ἐστι τὸ πρῶτον διαστατόν (εἰς πρώτην γὰρ τὴν δυάδα ἡ μονὰς διέστη, καὶ οὕτως εἰς τὴν τριάδα καὶ τοὺς ἑῆς ἀριθμούς), εἴπερ ὁριζόμεθα, φασί, τὴν γραμμήν, οὐ χρὴ λέγειν [*](3 ὅμως — κωλύειν LF: καὶ ἐπὶ τούτων οὖν φησιν οὐδὲν κωλύειν A 6 post κἄν addendum εἰ coni. Bonitz 14 ὃ μὲν βούλεται εἰπεῖν, οἶμαι, τοῦτο LF 16 γίνεται] φαίνεται Metaph. 20 τὸ LF: om. Α 21 δὴ LF: om. Α 24 καὶ τοῦ τριγώνου καὶ S: καὶ τοῦ καιροῦ Α: καὶ — τριγώνου om. LF 29 ὥσπερ LFS: in lac. om. A 34 εἰσὶ LF: εἰς A, qui post λοιποῖς add. εἰσίν)
513
αὐτὴν ποσὸν ἐφ’ ἓν διαστατόν, ἀλλὰ γραμμή ἐστι τὸ πρῶτον διαστατόν· τὸ γὰρ πρῶτον οὐχ ὡς ὕλη ἐστὶ καὶ ὑπόκειται τῇ γραμμῇ, ὥσπερ τὸ συνεχές. καὶ τῶν τὰς ἰδέας λεγόντων οἱ μέν φασιν ὅτι ἡ αὐτογραμμὴ ἤτοι τὸ εἶδος τῆς γραμμῆς, ὅπερ ἐστὶν ἕτερον παρὰ τἀς καθ’ ἕκαστα γραμμάς, ἡ δυάς ἐστιν, οἱ δὲ λέγουσιν ὅτι οὐκ ἔστιν ἡ αὐτογραμμὴ ἡ δυάς, ἀλλ’ αὐτογραμμή ἐστι τὸ εἶδος τῆς γραμμῆς. καί φασιν οἱ οὕτω λέγοντες ὅτι τινὰ μὲν τό τε εἶδος καὶ τὸ οὗ ἐστιν εἶδος ταὐτά ἐστιν. οἷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης, οὗ ἐστιν εἶδος ὁ ἄνθρωπος, ταὐτόν εἰσι, καὶ ἡ αὐτοδυὰς καὶ ἥδε ἡ δυάς, ἧς ἐστιν εἶδος ἡ αὐτοδυάς, ταὐτά ἐστιν· ἐπὶ δὲ τῆς γραμμῆς τοῦτο οὐ συγχωροῦσιν, ἀλλὰ τὴν μὲν γραμμὴν τήνδε τὴν μερικὴν εἶναι γραμμὴν λέγουσιν, τὸ δὲ εἶδος αὐτῆς μὴ εἷναι γραμμὴν ἀλλὰ δυάδα. καὶ ἐνίσταται εὐθὺς πρὸς τὸν λέγοντα λόγον μὴ εἶναι γραμμὴν τὴν ὡς γραμμήν, γραμμήν, ἀλλὰ δυάδα, λέγων συμβαίνει δὴ ἓν τῶν πολλῶν εἶδος εἶναι, τουτέστιν ἐκ τούτου τοῦ λόγου συμβαίνει ἓν εἶδος εἰδικώτατον πολλῶν καὶ διαφερόντων τῷ εἴδει εἶναι· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὧν τὸ εἶδος φαίνεται ἕτερον. εἰ γὰρ ἡ αὐτὴ δυάς ἐστιν εἶδος τῶν κατὰ μέρος γραμμῶν, ἔστι δὲ ἡ αὐτὴ εἶδος καὶ τῶν κατὰ μέρος δυάδων, αἱ δὲ μερικαὶ γραμμαὶ καὶ δυάδες διαφέρουσι τῷ εἴδει, ἔστιν ἄρα ἓν εἶδος δύο διαφερόντων τῷ εἴδει. εἰ δὲ τοῦτο, διὰ τί οὐκ ἔσται ἡ αὐτὴ δυὰς εἶδος καὶ τῶν μερικῶν ἀνθρώπων καὶ ἵππων καὶ βοῶν καὶ ἁπλῶς ἁπάντων; τίς γὰρ ἡ ἀποκλήρωσις δυοῖν μὲν εἶναι εἶδος διαφερόντοιν τῷ εἴδει, τῶν δὲ ἄλλων μὴ εἶναι; ὥστε συμβαίνει ἐκ τούτου ἓν πάντων εἶναι εἶδος καὶ μὴ εἶναι πολλὰς ἰδέας, καὶ ἔσονται πάντα ἓν καὶ μιᾶς φύσεως οἵ τε ἄνθρωποι καὶ οἱ ἵπποι καὶ τὰ ἄλλα πάντα· ὧν γὰρ τὸ εἶδος ἕν, καὶ ἡ φύσις αὐτῶν μία. |

[*](p. 1036b21)

Ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, [*](482) καὶ διὰ τίνα αἰτίαν, εἴρηται. διὸ καὶ τὸ πάντα ἀνάγειν οὕτω.

Συμπεραίνεται τὰ πολλάκις ῥηθέντα καί φησιν ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν· εἶπε γὰρ ὅτι διὰ τί ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνομεν τὰ στοιχεῖα ἐπὶ δὲ τοῦ κύλλου τὰ τμήματα οὐδαμῶς, καὶ ἄλλα ἅττα εἴρηται. τὸ δὲ πάντα ἀνάγειν καὶ ἰδέας ποιεῖν χωρίζοντας τὴν ὕλην περίεργον. ἐπ’ ἐνίων γὰρ φανερὸν ὅτι τόδε ἐν τῷδέ ἐστιν, οἷον τὸ εἶδος ἐν τῇ ὕλῃ· τὸ γὰρ τῆς οἰκίας εἶδος ἐν λίθοις καὶ ξύλοις ἐστὶ καὶ τὸ τοῦ ἀνδριάντος ἐν χαλκῷ, ἀλλ’ οὐ χωριστὰ αὐτὰ καθ’ αὑτά. καὶ τοῦτο ὁμολογοῦσι καὶ οἱ τὰς ἰδέας τιθέμενοι. εἰ δὲ τοῦτο, τίνος ἕνεκα αὐτῶν μὲν ἰδέαι οὔκ εἰσιν; τὸ δ’ ἴσως πρόσκειται ἢ διὰ φιλόσοφον εὐλάβειαν, ἡ ὅτι τοῦτο δείξει μετ’ ὀλίγον, λέγω δὴ τὸ μὴ εἶναι ἰδέας, ἢ καὶ διὰ τὰ προδεδειγμένα ἐν τῷ μείζονι Α καὶ τοῖς [*](13. 14 ἕν τε πολλῶν Metaph. 16 εἰ γὰρ ἡ LFS: ἡ γὰρ Α εἶδος LFS: om. Α 21 εἶναι M: οὖσαν ALF 31 ἄττα LFS: ἄττα Α 36. 37 πρόσκειται ἢ LS: ἢ om. et post πρόσκειται add. εἰπεῖν Α 37 δὴ L: δὲ A)

514
ἐφεξῆς. εἰπὼν δὲ ὅτι ἔνια τόδε ἐν τῷδε ἔστιν ἐπήγαγεν ἢ ὡδὶ ἔχ’ ὄντα· ἡ γὰρ τοιαδὶ σύνθεσις τῶν λίθων καὶ τὸ ὡδί πὼς ἔχειν ἀλλὰ μὴ ὡδί ἐστιν ἡ οἰκία. ταῦτα εἰπὼν αἰτιᾶται τὸν νεώτερον Σωκράτην ὡς οὐ καλῶς ἐκ τῆς ἐπαγωγῆς κατασκευάζοντα τὸ εἶναι ἰδέας. νεώτερον δὲ Σωκράτην ἢ τὸν Πλάτωνα λέγει, ἢ, ὃ καὶ μᾶλλον, τὸν ὁμώνυμον τῷ τοῦ Πλάτωνος διδασκάλῳ Σωκράτην. ποιεῖται γάρ τινα Σωκράτην ὁ Πλάτων’ προσδιαλεγόμενον μετὰ τοῦ γηραιοῦ Σωκράτους. οὗτος δὴ ὁ Σωκράτης ἀπό τινος ἀληθοῦς κατασκευάζειν ἐπειρᾶτο ὅτι ἔστιν ἄνθρωπος ἄνευ μερῶν ὑλικῶν· ἔλεγε γὰρ ὅτι ὥσπερ ἄνευ χαλκοῦ καὶ ἄνευ λίθου καὶ ξύλου δύναται εἶναι κύκλος, οὕτως καὶ ἄνθρωπος χωρὶς σαρκῶν καὶ ὀστῶν. ἀλλ’ ἐπὶ μὲν τοῦ κύκλου τοῦτο ἀληθὲς ὅτι οὐκ ἔστιν ὡρισμένον τοῦτο τὸ ὑποκείμενον τῷ κύκλῳ, ἀλλὰ πέφυκε τὸ τοιοῦτον σχῆμα γίνεσθαι καὶ ἐν χρυσῷ καὶ ἐν ξύλῳ καὶ ἐν παντὶ στερεῷ σώματι, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἀληθές. ὥσπερ γὰρ οὐκ ἔστιν εὑρεῖν κύκλον ὅλως ἄνευ σώματος, κἂν εἰ ἐν παντὶ στερεῷ καὶ οὐχ ὡρισμένῳ πέφυκε γίνεσθαι σώματι, οὕτως οὐδ’ ἄνθρωπον ἄνευ σαρκῶν καὶ ὀστῶν ἐν ὑποστάσει δύναταί τις εὑρεῖν, ἀλλὰ χωρίζει μὲν αὐτὸν τῇ ἐπινοίᾳ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ὥσπερ καὶ τὸν κύκλον, ἐν ὑποστάσει δὲ ὡς ὁ Ἀλέξανδρος οὐ δύναται εἶναι, ἀλλ’ εἰ καὶ τῶν καθ’ ἕκαστα αὐτὸν ἀποσυλᾷ, ἀλλ’ οὗν πάλιν μετὰ σαρκὸς καὶ ὀστῶν περιφαντάζεται αὐτόν. οὐκ ἔστιν οὗν, φησίν, ὅμοιον τὸ ἐπὶ τοῦ κύκλου τοὺ νεωτέρου Σωκράτους λεγόμενον καὶ τὸ ἐπὶ τοῦ ζώου· αἰσθητὸν ταρα γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως λέγει δὲ κίνησιν τὴν ὕλην) καὶ ὑποκειμένου οὐκ ἔστιν ὁρίσασθαι, ἤτοι οὐκ ἔστι τὸ αἰσθητὸν ζῷον οἷον ἂν καὶ εἴη ἄνευ ὑποκειμένου καὶ ὕλης ὁρίσασθαι, εἴπερ τις ἀκριβῶς ὁρίζοιτο. ἐπεὶ οὖν οὐκ ἔστιν αὐτοζῷον, ὡς δέδεικται καὶ δειχθήσεται, ἀλλὰ πᾶν ζῷον ὕπαρ|ξιν ἔχον αἰσθητόν ἐστιν τὸ γὰρ καθόλου ζῷον οὐκ ἐν ὑπάρξει, [*](483) ἀλλ’ ἐπινοίᾳ), πῶς ἂν ζῷον αἰσθητὸν ἄνευ ὕλης ὁρισθείη; ἀλλὰ τὰ μὲν καθόλου χωρὶς ὕλης ὁρίζεται ἅτε ἐπινοίᾳ ὄντα, τὰ δὲ καθ’ ἕκαστα οὐδαμῶς. δύναται διὰ τοῦ αἰσθητὸν γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως οὐκ ἔστιν ὁρίσασθαι δηλοῦν τὸ πᾶν ζῷον αἰσθητόν ἐστι, πᾶν δὲ ζῷον αἰσθητὸν οὐ δύναται ὁρισθῆναι ἤιοι ὕπαρξιν ἔχειν ἄνευ σαρκῶν καὶ ὀστῶν· οὐ δύναται οὖν ζῷον αἰσθητὸν ἄνευ τῶν μερῶν αὐτοῦ ἐχόντων πὼς ἢ εἶναι ἢ ὅλως ὁρισθῆναι. εἰπὼν δὲ διὸ ἄνευ τῶν μερῶν ἐχόντων πὼς, ἐξηγεῖται τίνος ἔνεκε τὸ πῶς προσέθηκε λέγων οὐ γὰρ πάντως τοῦ ἀνθρώπου μέρος χείρ. οὐ γάρ, εἰ καὶ κατεξηραμμένη ἐστὶ καὶ ὅλως ἀκίνητος, λεχθείη ἄν αὐτοῦ μέρος, ἀλλὰ τότε λεχθήσεται αὐτοῦ μέρος, ὅταν τὸ ἔργον αὐτῆς ἀποτελῇ. τὸ δ’ ἔργον αὐτῆς ποιήσει καὶ μέρος τοῦ ἀνθρώπου λεχθήσεται, ὅταν κατὰ φύσιν ἔχῃ· ὅταν δὲ μὴ ἔχῃ ἀλλ’ ἔστιν οἷον ἄψυχος, οὔτε τὸ ἔργον αὐτῆς ποιήσει οὔτε μέρος λεχθήσεται.

[*](1 τόδε LS: τάδε Α ὡδὶ ταδὶ ἔχοντα Metaph. 5 τῷ L: om. Α 6 ὁ Πλάτων] cf. Theaet. p. 147 C Soph. p. 218 B Pol. p. 257 C 7 δὴ L: δὲ Α 11 τοῦτο τό] τι L 17 τῇ ἐπινοίᾳ LF: ἡ ἐπίνοια Α 20 αὐτόν LS: αὐτῶν Α 24 ὑποκειμένου L: τοῦ ὑποκειμένου Α 33 post διὸ addendum οὐδ’ 37 ἀποτελέσῃ LF)
515
[*](p. 1036b32)

Περὶ δὲ τὰ μάθημα τι κά, διὰ τί οὔκ εἰσι μέρη οἱ λόγοι τῶν λόγων, οἷον τὸ ὖ κύκλου τὰ ἡμικύκλια;

εἰπὼν πρότερον ὅτι ἐπὶ μὲν τῷ τῆς συλλαβῆς λόγῳ λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μὴ εἶναι ὕλης μέρη ἀλλ’ εἴδους, ἐπὶ δὲ τοῦ κύκλου οὐ 5 λαμβάνεται τὰ ἡμικύκλια, ὅτι ἔνυλά εἰσι καὶ μέρη ὕλης συνεῖδεν ἔνστασίν τινα δυναμένην πρὸς τὸν λόγον φέρεσθαι, ἣν παρατίθησι καὶ λύει. ἔφθημεν δὲ ἡμεῖς εἰπόντες ὅτε περὶ τῆς συλλαβῆς ἔλεγεν, ὅπως τὰ μὲν ἡμικύκλια ὕλης εἰσὶ μέρη, τὰ δὲ στοιχεῖα εἶα οὗκ εἰσιν· καὶ οἶμαι καὶ ταῦτα ἐκείνοις ἔδει συντάττεσθαι, καὶ ἴσως ὑπὸ μὲν Ἀριστοτέλους συντέτακται (ἐν οὐδεμιᾷ γὰρ τῶν ἄλλων αὐτοῦ πραγματειῶν εὑρίσκεται τοιοῦτόν τι πεποιηκὼς ὁποῖα ἐνταῦθα φαίνεται), ὑπὸ δὲ τοῦ Εὐδήμου κεχώρισται. ἔστι δὲ ἡ ἔνστασις τοιαύτη· διὰ τί οὔκ εἰσιν οἱ λόγοι τῶν ἡμικυκλίων ἤτοι τὰ ἡμικύκλια μέρη τοῦ λόγου τοῦ κύκλου; οὐ γάρ ἐστιν αἰσθητά, ὡς ὁ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ αἱ σάρκες, ἵνα ὡς ὕλης μέρη ταῦτα λέγηται. εἰ δ’ οὔκ εἰσιν ὑλικά, διὰ τί οὐκ ἐν τῷ τοῦ κύκλου λόγῳ ἐλήφθη; καὶ λύει ταύτην λέγων ἢ οὐδὲν διαφέρει; κἄν τε γὰρ αἴσθῃ τά ἐστι τὰ ἡμικύκλια κἄν τε μὴ αἰσθητά, ὕλης εἰσὶ μέρη καὶ ὕλη· οὐ γὰρ πᾶσα ὕλη αἰσθητὴ οὐδὲ πάλιν μόνον τῶν αἰσθητῶν ἐστιν ὕλη, ἀλλ’ ἔστι καὶ ὕλη μὴ αἰσθητή, ἔστι καὶ ὕλη μὴ αἰσθητῶν, καὶ οὐδὲν κωλύει μὴ αἰσθητῶν ὄντων τῶν τμημάτων εἶναι αὐτῶν ὕλην οὐκ αἰσθητήν. καὶ ἁπλῶς παντός, ὃ μή ἐστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθ’ αὑτό, ἔστι τούτου ὕλη ὥστε δῆλον ἐκ τούτου ὅτι καὶ ὁ καθόλου ἄνθρωπος ἐπειδὴ μή ἐστι καθ’ αὑτόν, ἔστι καὶ αὐτοῦ ὕλη, ἀλλὰ νοητή· ἡ μὲν γὰρ τῶν ὑλῶν αἰσθητή ἐστιν ἡ δὲ νοητή. ὥστε δῆλον ὅτι τοῦ μὲν καθ|όλου κύκλου τὰ [*](484) ἡμικύκλια οὐκ ἔσται μέρη οὐδὲ ληφθήσεται ἐν τῷ λόγῳ αὐτοῦ· τῶν δὲ καθ’ ἕκαστα ἔσται μέρη ταῦτα ὥσπερ εἴρηται. πῶς δὲ τὰ ἡμικύκλια, κἄν νοητὰ ᾖ, ὕλη εἰσίν, εἴπομεν ἱκανῶς, ὅτι ἡ διάστασις, ἣν ὅτι ἔχει ἔχει διὰ τὴν ἐν ᾗ ἐστιν ὕλην. ἐκ πάντων δὴ δῆλόν ἐστιν ὅτι ἡ μὲν ψυχὴ οὐσία ἐστὶν ἡ πρώτη, τουτέστι τὸ εἶδος, τὸ δὲ σῶμα ὕλη. περὶ δὲ τούτων ἀκριβῶς ἐρρέθη ἐν τῷ Β τῶν Περὶ ψυχῆς, ὅτι τὸ μὲν σῶμά ἐστιν ὕλη, ἡ δὲ ψυχὴ εἶδος, ὁ δὲ καθόλου ἄνθρωπός ἐστι τὸ ζῷον τὸ ἐξ ἀμφοῖν, τοῦ τε καθόλου σώματος καὶ τῆς καθόλου ψυχῆς. Σωκράτης δὲ καὶ Κορίσκος, φησίν, εἰ μέν ἐστι καὶ ἡ ψυχὴ αὐτοῦ εἶδος αὐτοῦ καὶ εἰδοποιεῖται κατ’ αὐτήν, ἔσται διττὸν ζῷον ἐκ ψυχῆς καὶ σώματος ἤτοι ἐξ εἴδους καὶ ὕλης· καὶ οἱ μὲν τῶν ἀνθρώπων ἐροῦσι τὸν Σωκράτην ὡς ψυχήν, τουτέστιν ὡς εἶδος, ἀφορῶντες εἰς τὴν ψυχὴν αὐτοῦ μόνην, οἱ δὲ ἐροῦσιν αὐτὸν ὡς τὸ [*](2 ἡμίκυκλα Α 7 ὅτε LS: ὅτι A 25 μέρη — ἔσται (26) LFS: om. Α 26 post εἴρηται inter lineam add. ὁ μὲν γὰρ καθόλου κύκλος ἤτοι τό εἶδος τοῦ κύκλου τὸ νοητόν ἀμερὲς καὶ ἀδιάστατον, ὁ δὲ καθ’ ἕκαστα κύκλος μέρη ἔχει καὶ διαστατόν ἐστιν Α: om. LFS 29 δὴ L: δὲ Α 31 ἐν τῷ Β τῶν Περὶ ψυχῆς] c. 1. 2)

516
σύνολον, ἤτοι ἐκ ψυχῆς καὶ σώματος, ἀποβλέποντες εἰς ἀμφότερα. εἰ δὲ ἁπλῶς ἡ ψυχὴ ἥδε καὶ σῶμα τόδε, τουτέστιν εἰ δέ τις τὴν τοῦ Σωκράτους ψυχὴν οὐκ εἶδος τοῦ Σωκράτους λέγει ἁπλῶς, ὡς ἔχει ἡ καθόλου ἀνθρώπειος ψυχὴ πρὸς τὸ καθόλου ἀνθρώπειον σῶμα, ἕξει καὶ ἡ καθ’ ἕκαστα πρὸς τὸ καθ’ ἕκαστον. εἰ μὲν οὖν ἐστιν εἶδος τοῦ καθόλου ἀνθρωπείου σώματος ἡ καθόλου ἀνθρώπειος ψυχή, ἔσται καὶ ἡ τοῦ Σωκράτους ψυχὴ πρὸς τὸ τοῦ Σωκράτους σῶμα εἶδος. εἰ δὲ μή ἐστιν ἡ καθόλου ἀνθρώπειος ψυχὴ τοῦ καθόλου ἀνθρωπείου σώματος εἶδὸς, οὐδ’ ἡ καθ’ ἕκαστα τοῦ καθ’ ἕκαστα. ἐπεὶ δὲ τῆς φυσικῆς ἐστι τὸ περὶ τῶν ἐνύλων εἰδῶν θεωρεῖν, ἀλλ’ οὐ τῆς προκειμένης πραγματείας, αὐτὸς δὲ δι’ ὅλου τοῦ βιβλίου περὶ τῶν ἐνύλων εἰδῶν τὴν σκέψιν ἐποιήσατο, ὥσπερ ἑαυτῷ ἀπολογίαν ποριζόμενός φησι πότερον ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν ἄλλη, τουτέστι παρὰ τὴν ἔνυλον οὐσίαν ἤτοι παρ’ ἁ τὸ ἔνυλον εἶδος. καὶ δεῖ ζητεῖν τοιαύτην οὐσίαν οἷον ἀριθμούς λέγει δὲ ἀριθμοὺς τὰς ἰδέας) ἤ τι τὸ τοιοῦτον· καί φησιν ὅτι ὕστερον ἐπισκεψόμεθα περὶ τούτου. καὶ ζητήσει καὶ ἐν τῷ παρόντι βι|βλίῳ, ζητήσει δὲ [*](485) μάλιστα καὶ ἐν τῷ Μ. διὰ γὰρ τὸ γνῶναι. φησίν, εἴτε εἰσὶν εἴδη παρὰ τὰ ἔνυλα εἴτε μή περὶ τῶν αἰσθητῶν οὐσιῶν λέγων αἰσθητὰς οὐσίας τὰ ἔνυλα εἴδη), πειρώμεθα διορίζειν. οὐ γὰρ τῆς προκειμένης καὶ πρώτης φιλοσοφίας ἐστὶ τὸ περὶ τῶν τοιούτων θεωρεῖν, ἀλλὰ τῆς φυσικῆς καὶ δευτέρας φιλοσοφίας ἡ περὶ τἀς αἰσθητὰς οὐσίας. οὐ μόνον γὰρ τοῦ φυσικοῦ ἐστι τὸ περὶ τῆς ὕλης θεωρεῖν, ἀλλὰ καὶ περὶ τοῦ ἐνύλω εἴδους, καὶ μάλιστα, ὡς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἔγνωμεν. ἀλλὰ καὶ περὶ τῶν ὁρισμῶν, φησί, πῶς ἐστι μέρη τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ, καὶ πῶς εἷς ἐστιν ὁ ὁρισμὸς ἐκ πλειόνων ὑπάρχων, ἐκ γὰρ γένους καὶ διαφορῶν δῆλον γὰρ ὅτι ἐπειδὴ τὸ πρᾶγμα, οἷον τὸ ὁριστόν, ἕν ἐστι, καὶ αὐτὸς εἷς ἐστιν· πᾶν δὲ πρᾶγμα ἔχον μέρη δῆλον ὥς τινι ἑνοῦντι αὐτό ἐστιν ἕν), περὶ τούτων δὴ σκεπτέον ὕστερον, καὶ ἐρεῖ περὶ τούτων πρὸ πάντων, ὅσον οὔπω.

Ταῦτα εἰπὼν ἀνακεφαλαιοῦται τὰ διὰ πλειόνων λεχθέντα καί φησι τί μὲν οὖν ἐστι τὸ τί ἦν εἶναι, ὅτι ἐστὶν ἡ συγκατατεταγμένη τοῖς καθ’ ἕκαστα οὐσία καὶ συνῃρημένως νοουμένη, καὶ πῶς αὐτὸ καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ἔστιν, εἴρηται καθόλου περὶ παντός, καὶ διὰ τί τῶν μὲν ὁ λόγος τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου, ὡς ἐπὶ τῆς συλλαβῆς ἐλέγομεν, τῶν δ’ οὔ, ὡς ἐπὶ τοῦ κύκλου· καὶ ὅτι ἐν τῷ τῆς οὐσίας καὶ τοὐ εἴδους λόγῳ τὰ ὡς ὕλη μόρια οὐκ ἐνέσται, ὡς ἐπὶ τοῦ ἀνθρώπου· οὐ γάρ εἰσιν ἐν τῶ λόγῳ αὐτοῦ σάρκες καὶ ὀστᾶ· οὐδὲ [*](3 post ἁπλῶς inter lineam add. ἀλλὰ ἁπλῶς λέγει Σωκράτην οὐ Κορίσκον A2: om. LFS 4 ἕξει LF: ἔχει Α 5 τὸ καθ’ ἕκαστον M: τὸν καθ’ ἕκαστον ALF 12 τι] τις coni. Bonitz 18 ἔνυλα LF: ἔνυλα εἴδη Α 21 ante ἡ add. ἔργον LF post οὐσίας addendum θεωρία coni. Bonitz 23 ἐν τῶ Β τῆς Φῦσ’. ἀκρ. ] c. 1. 2 27 τινι LFS: om. Α 28 τούτων (ante πρό) LFS: τούτου A 29 post οὔπω aliquid excidisse coni. Bonitz: ut quae hactenus indiscussa fuerint S)

517
γάρ εἴσιν ἐκείνης τῆς οὐσίας καὶ τοῦ εἴδους αἱ σάρκες καὶ τὰ ὀστᾶ μόρια, ἀλλὰ τῆς συνόλου, λέγω δὴ τῆς συθέτου τῆς ἐξ ὕλης καὶ εἴδους. τῆς δὲ συνθέτου οὐσίας τρόπον μέν τινα ἔστιν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν· κτὰ μὲν γὰρ τὴν ὕλην τὴν ἐν αὐτῇ, οἷον σαρκῶν καὶ ὀστῶν καὶ νεύρων, οὐκ ἔστιν ἀόριστον γὰρ ἡ ὕλη, τῶν δ’ ἀορίστων οὐκ ἔστιν ὁρισμός), κατὰ δὲ τὴν πρώτην οὐσίαν καὶ τὸ εἶδος ἔστιν. ἐπειδὴ γὰρ ὁ Σωκράτης ὑπὸ τὸν ἄνθρωπον, ἐστι δὲ τοῦ ἀνθρώπου ὁρισμός, ἔσται καὶ τοῦ Σωκράτους τρόπον τινά. εἰπὼν δὲ ὅτι κατὰ τὴν πρώτην οὐσίαν ἔστιν, τίς ἐστιν ἡ πρώτη οὐσία ἐπήγαγεν· ἡ οὐσία γάρ ἐστι τὸ εἶδος τὸ ἐνόν, ἴσον λέγων, οὐδὲν ἄλλο ἐστὶν ἡ πρώτη οὐσία ἢ τὸ εἶδος τὸ ἐν. ὑπάρχον τῇ ὕλῃ. τὸ δὲ μεταξὺ τεθέν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς λόγος, τοιοῦτον ἄν εἴη· τὸ εἶδος τοῦ ἀνθρώπου ὁ λόγος ἐστὶν τῆς ψυχῆς ἤτοι αὐτὴ ἡ ψυχή· ἐξ ἧς ψυχῆς καὶ τῆς ὅλης ἡ συνόλη καὶ σύνθετός ἐστιν οὐσία. παράδειγμα δὲ τοὐ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους παρέθετο τὴν κοιλότητα· ἐκ ταύτης γάρ, φησί, καὶ τῆς ῥινὸς ἡ σιμὴ ῥίς, καὶ ὅλως ἡ σιμότης ἐν τῇ ῥινί ἐστιν. εἰπὼν δὲ ἀνωτέρω ὅτι τῆς συνόλου οὐσίας εἴρηται ὅτι | ἔστι καὶ οὐκ ἔστιν ὁρισμὸς καὶ μεταξὺ πολλὰ ἐπεμβαλὼν [*](486) ἐπάγει νῦν τὴν αἰτίαν τοῦ ὅπως οὐκ ἔστι τῶν συνθέτων ὁρισμός, λέγων δὶς γὰρ ἐν τούτοις ὑπάρξει ἡ ῥίς, τουτέστιν εἴρηται ἡμῖν καὶ περὶ τῶν συνθέτων ὅτι εἰ ἔστι τούτων ὁρισμός, συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. ἐν δὲ τῆ ῥινὶ τῇ σιμῇ ἢ τῷ Καλλίᾳ ἔνεστι καὶ ὕλη καὶ εἶδος· ἀλλ’ εἰ τοῦτο, οὐκ ἄν εἴη ὁρισμὸς αὐτοῖν· συμβήσεται γὰρ δὶς τὸ αὐτὸ λέγειν. οὐ μόνον δὲ περὶ τούτων εἴρηται, ἀλλ’ ὅτι καὶ ἕκαστον καὶ τὸ τί ἦν εἷναι αὐτῷ ἐπί τινων ταὐτόν ἐστιν, ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, ἐξηγεῖται τίς ’πὸ τέ ἐστιν ἡ πρώτη οὐσία, φάσκων λέγω δὲ πρώτην ἣ μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι ὑποκειμένῳ ὡς ὕλῃ. ὅταν μὲν γὰρ εἴπω λευκόν, εὐθὺς ἄλλο ἐν ἄλλῳ ὑποκειμένῳ λέγω, καὶ ἔστιν ὡς μὲν ὑποκείμενον καὶ ὕλη ὁ ἄνθρωπος ἢ τὸ ξύλον, ὡς δ’ ἐν ὑποκειμένοις τούτοις τὸ λευκόν· ὅταν δ’ εἴπω ἄνθρωπον, οὐκ ἄλλο ἐν ἄλλῳ λέγω, ἀλλὰ λέγω πρᾶγμα καθ’ αὑτὸ δυνάμενον εἶναι καὶ ὄν. καὶ ἐπὶ μὲν τῶν οὐσιῶν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ἐστὶ ταὐτόν· ὅσα δὲ ὡς ὕλη ἢ ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό. ὡς ἐν ὕλῃ δὲ ἢ ὡς ἐν συνειλημμένῳ τῇ ὕλῃ τῷ Σωκράτει ἐστὶ τὸ μουσικόν· ὡς ὕλη γὰρ ὑπόκειται ὁ Σωκράτης τῷ μουσικῷ. καὶ ἐπὶ τούτῳ ὁ Σωκράτης καὶ τὸ μουσικὸν καθ’ αὑτὸ μὲν οὔκ εἰσι ταὐτόν, κατὰ συμβεβηκὸς δέ.

[*](2 συνόλου F et fort. A: συνόδου LS 9 τίς ἐστιν ἡ πρώτη LFS: τί ἐστιν ἡ A 12 ἐστὶν LF: om. Α 14 καὶ τοῦ εἴδους LS: om. Α 24 ante ἐξηγεῖται addendum καὶ censet Bonitz 26 εἶναι MS: om. ALF εἶναι καὶ ὑποκειμένω e S coni. Bonitz 27 λευκόν LFS: ἄνθρωπον λευκόν Α 32. 33 ὡς συνειλημμένα τῆ LF)
518
[*](p.1037b8)

Νῦν δὲ λέγωμεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς ἀναλυτικοῖς περὶ ὁρισμῶν μὴ εἴρηται.

εἰπὼν πρὸ ὀλίγου ὅτι “ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ καὶ διὰ τί εἷς λόγος ὁρισμός δῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ πρᾶγμα τινὶ ἔν, μέρη γε ἔχον) σκεπτέον ὕστερον,” νῦν περὶ τούτου τὴν ζήτησιν ποιεῖται, λέγων ὅτι ἐπειδὴ ἐν τοῖς ἀναλυτικοῖς (λέγει δὲ ἀναλυτικὰ τὸ B τῶν ῾Υστέρων ἀναλυτικῶν), ἐπειδὴ οὖν ἐν ἐκείνοις τὴν περὶ ὁρισμῶν ζήτησιν οὐ τελείαν πεποιήκαμεν, ὅπερ ἐν ἐκείνοις μὴ εἴρηται, νῦν λέγωμεν· ἡ γὰρ ἐν ἐκείνοις ἀξία ζητηθῆναι ἀπορία καὶ μὴ ζητηθεῖσα, εἰ νῦν λεχθείη, προύργου καὶ μέγα συν·τελέσει τοῖς περὶ τῆς οὐσίας καὶ τοῦ εἴδους λόγοις. ἡ δὲ ἀπορία, φησίν, ἐστί, διὰ τί ποτε τὸ ὁριστόν, οὗ τὸν λόγον φαμὲν εἶναι ὁρισμόν, ἐκ πλειόνων ὂν ἕν ἐστιν ἀλλ’ οὐ πολλά. οἷον ἔστω, φησί, τοῦ ἀνθρώπου ὁρισμὸς τὸ ζῷον δίπουν· διὰ τί δὴ τὸ ζῷον δίπουν ἕν ἐστι καὶ οὐ δύο, καὶ τί τὸ ταῦτα ἑνοῦν καὶ ἓν αὐτὰ ποιοῦν; ὁ μὲν γὰρ ἄνθρωπος, φησί, καὶ τὸ λευκὸν πολλά ἐστιν ὅταν ᾖ κεχωρισμένα ἀπ’ ἀλλήλων λῶν καὶ μὴ ὑπάρχῃ τὸ λευκὸν ἐν | τῷ ἀνθρώπῳ μηδὲ μετέχῃ αὐτοῦ ὁ [*](487) ἄνθρωπος· ὅταν δὲ μετέχῃ τοῦ λευκοῦ καὶ ὑπάρχῃ ἐν αὐτῷ τὸ λευκὸν καὶ πάθῃ τι καὶ ποιωθῇ ὑπ’ αὐτοῦ, τότε ἓν καὶ γίνεται καὶ ἔστιν ὁ λευκὸς ἄνθρωπος, οὐ καθ’ αὑτὸ δὲ ἀλλ’ ᾗ πεποίωται. ἐνταῦθα δ’ οὐ μετέχει τὸ ζῷον τοῦ δίποδος, ἵνα ᾖ τὸ ζῷον δίπουν ἕν. εἰ δὲ λέγοι τις μετέχειν αὐτοῦ, μεθέξοι ἂν καὶ τοῦ πολύποδος καὶ ἔσονται ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ· ὁμοίως εἰ μετέχοι τὸ ζῷον τοῦ θνητοῦ, μετέχοι ἂν καὶ τοῦ ἀθανάτου, ὅπερ ἀδύνατον τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. αἱ γὰρ διαφοραὶ ἐναντίαι, αἷς τὸ γένος διαφέρει, τουτέστιν αἷς διαιρεῖται τὸ γένος. ἢ γένος ἐνταῦθα λέγοι ἂν τὸ εἶδος, καὶ εἴη ἂν λέγων ὅτι αἱ διαφοραί, αἷς τὰ εἴδη διαφέρει, ἐναντίαι εἰσίν. πολλαχοῦ δὲ αὐτῷ σύνηθες τὸ τὰ εἴδη γένη λέγειν. ἐνστὰς οὖν ὅτι τῶν διαφορῶν ἐναντίων οὐσῶν οὐ μετέχει τὰ γένη, λύει τοῦτο κατὰ ἀντιπαράστασιν, λέγων εἰ δὲ καὶ μετέχει, ὃ δὴ ἐλλιπῶς λίαν εἴρηται· ἐξ ὧν δὲ ἐπάγει τοῦτο, οἶμαι, βούλεται λέγειν. εἰ δέ τις φῇ ῾ἀλλ᾿ οὐ μετέχει τὸ γένος τῶν ἐναντίων διαφορῶν, ἀλλὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος καὶ τοῦ ἀπτέρου, ἅπερ οὔκ εἰσιν ἐναντία᾿, εἰ δὴ τούτων μετέχει, ὁ αὐτὸς πάλιν λόγος, εἴπερ αἱ διαφοραὶ πλείους, διὰ τί ταῦθ’ ἓν ἀλλ’ οὐ πολλά; εἰ γὰρ εἰκός ἐστι λέγειν ὅτι διὰ τὸ ἐνυπάρχειν τῷ γένει εἰσὶν ἕν, συμβήσεται τῷ λόγῳ τούτῳ πᾶν τὸ ἐν ᾧ ὑπάρχει τινὰ μετὰ τῶν ἐνυπαρχόντων αὐτῷ εἶναι ἕν, καὶ ἔσται ὁ οἶνος καὶ ὁ ἀμφορεὺς ἕν, καὶ ὁ μέδιμνος καὶ οἱ πυροί. οὐ μόνον δὲ τοῦτο, ἀλλ’ εἴπερ ἕν ἐστι τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ ἄπτερον, διὰ τὸ ἐνυπάρχειν αὐτὰ τῷ ζῴῳ, ἔσται τὸ ζῷον ἓν καὶ μετὰ πάντων τῶν ἄλλων [*](1 λέγωμεν LFS: λέγω Α 2 ὁρισμοῦ Metaph. μὴ LPS: om. Α 3 πρὸ ὀλίγου] Metaph. p. 1037 a 17 6 δὲ LF: δ’ ἄν Α 15 τὸ λευκόν LF: τὸ om. Α 26 εἴδη Μ: om. AL 38 πάντων] πασῶν coni. Bonitz)

519
διαφορῶν, καὶ οὕτως ἔσται πάντα ἐν. ἵνα δὲ μή τις εἴπῃ ὅτι ῾ἀλλ᾿ οὐκ ἔσται τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἕν’, ἐπήγαγε τὸ δεῖ δέ γε ἓν εἶναι ὅσα ἐν τῷ ὁρισμῷ. ὁ γὰρ ὁρισμὸς λόγος τίς ἐστιν εἷς καὶ μιᾶς οὐσίας. εἴ δὲ ἧς ὁ ὁρισμός ἐστιν ἐν τί ἐστι καὶ τόδε τι σημαίνει, ὥσπερ λέγομεν (τὸ γὰρ τί ἦν εἶναι καὶ ἡ συγκατατεταγμένη φύσις ἑκάστοις, ἧς ἐστιν ὁ ὁρισμός, τόδε τί ἐστι καὶ ἕν), εἰ δὲ τοῦτο, καὶ ὁ λόγος αὐτῆς εἷς ἐστιν· ἀλλ᾿ εἰ τοῦτο, δεῖ καὶ τὰ ἐν τῷ λόγῳ ἓν εἶναι. ἀλλὰ δεῖ πάλιν μικρόν τι παρεκβάντας ὑπομνῆσαι ἡμᾶς περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ καθόλου εἴδους. ἰστέον δὴ ὅτι τὸ τί ἦν εἷναι καὶ τὸ εἶδος ταὐτόν ἐστι, πλὴν οὐχ ὡς νοεῖται καὶ ἔστιν ἀλλὰ νοεῖται μὲν ἄλλο τι παρὰ τὰ ὑπ’ αὐτὸ ἄτομα, ἐν αὐτοῖς δέ ἐστι κατατεταγμένον καὶ οὐδέποτε χωρὶς αὐτῶν ἐστιν, ἢ ὅλως χωρὶς ὕλης· ὁ δὲ ὁρισμός ἐστιν ὁ λόγος τοῦ τί ἦν εἷναι καὶ τοῦ εἴδους. καὶ περὶ μὲν τούτων ταῦτα προὑπομνησθῆναι ἡμὰς χρή· αὐτὸς δὲ οὑτωσὶ τὴν ἀπορίαν θεὶς καὶ τὴν λύσιν ἀσαφῶς καὶ λίαν μεμελανωμένωσ ἐπαγαγών, διὰ τὸ καὶ | ἐν τῷ δευτέρῳ τῶν Περὶ ψυχῆς ταύτην [*](488) λελυκέναι, μετὰ πολλὰ καὶ ἐνταῦθα σαφῶς λύσας οὐ δοκεῖ λελυκέναι. ὅμως ὅπως καὶ ἐνταῦθα ταύτην λύει, κἂν μὴ δοκῇ, τὴν λέξιν ἐπερχόμενοι λέξομεν. οὐδὲν δὲ ἴσως χεῖρόν ἐστι καὶ νῦν διὰ βραχέος ὑπομνῆσαι τὴν ταύτης λύσιν· ἴσμεν γὰρ ὡς οὐδεὶς εὖ ἔχων ζητήσειε διὰ τί ἕν ἐστιν ὅ τε χαλκὸς καὶ ἡ περὶ αὐτὸν σφαῖρα· ἡ γὰρ ἐν τῷ χαλκῷ σφαίρα οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ στρογγύλος χαλκός, καὶ ἔστιν ὁ μὲν χαλκὸς ὡς ὕλη, τὸ δὲ στρογγύλον ὡς εἶδος πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι μηδενὸς συνεχίζοντος αὐτά· τοῦτο γάρ ἐστι τῇ ὅλῃ τὸ ὕλῃ εἶναι καὶ τῷ εἴδει τὸ εἴδει, ἵνα ὅταν ᾖ ἡ ὕλη καὶ τὸ εἶδος, ὃ πέφυκε δέχεσθαι, εὐθὺς ἑνοῦσθαί τε ᾖ καὶ ἓν εἶναι. ὡς οὗν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν, λέγω δὴ γένους καὶ διαφορῶν· εἴρηκε γὰρ ἐν τῇ Ἀποδεικτικῇ, εἴ τι μέμνημαι, ὅτι πᾶσαι αἱ πρὸ τῆς τελευταίας διαφορᾶς διαφοραὶ μετὰ τοῦ γένους ὕλῃ ἀναλογοῦσιν, εἶδος δέ ἐστιν ἡ τελευταία διαφορά, οἷον τὸ ζῷον λογικὸν ὕλη ἐστὶ τοῦ ἀνθρωπείου εἴδους, ὁμοίως καὶ τὸ ζῷον λογικὸν θνητόν, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸ εἶδος· ὥστε ἐπειδὴ τὸ ζῷον λογικὸν θνητὸν ὕλη ἐστί, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶδος, πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι, διὰ τοῦτο ταῦτα ἕν εἰσιν. ὅτι δὲ ἡ τελευταία διαφορά ἐστι τὸ εἶδος, τὰ δὲ πρὸ αὐτῆς ὕλη, καὶ αὐτὸς μετ’ ὀλίγον ἐρεῖ. παραπλησίως δὲ τούτοις καὶ τὸ μὲν ζῷον πεζὸν ὕλη ἐστί, τὸ δὲ δίπουν εἶδος. ἀλλ’ ἡ μὲν λύσις, ἥν, ὡς εἴπομεν, ἐπάξει μέν, οὐ δοκεῖ δέ, αὕτη ἐστίν. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.

[*](4 ἧς LS: εἷς AF 11 κατατεταγμένον LS: κατεσταγμένον Α 15 ἐν τῷ δευτέρῳ τῶν Περὶ ψυχῆς] c. 2 23 συνεχίζοντος L: συνηχίζοντος Α 25 τε ᾗ Brandis Bouitz : εἶναι Α: om. L 26 ἐν τῇ Ἀποδεικτικῇ] fort, respicit Anal. post. Β 13 30 τὸ δὲ (31) δὲ (31) LF, qui tamen post prius τὸ δὲ addunt ζῷον λογικὸν θνητὸν: om. Α: τὸ δὲ — ἐπειδὴ habet etiam S, omissis quae sequuntur τὸ ζῷον — εἶδος et δὲ post πέφυκε 32 ταῦτα LS: om. Α)
520
[*](p. 1037b27)

Δεῖ δὲ σκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν.

Θεὶς τὴν ἀπορίαν τρέπεται ἐπὶ τὴν λύσιν. λέγει οὖν ὡς δεῖ δ ἑ σκοπὲ ἱν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν, τουτέστιν ὅπως οἱ ἐκ διαιρέσεως ὁρισμοὶ γίνονται. οὐδὲν γάρ, φησίν, ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον λεγόμενον γένος καὶ ἡ διαφορά. δεῖ δὲ προσυπακούειν τοῦ τελευταία, ἵνα ᾖ λέγων ὅτι ἐν τῷ ὁρισμῷ ἤτοι ὁ ὁρισμὸς καὶ ἔτι τὸ ὑπ’ αὐτοῦ δηλούμενον εἶδος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ πρῶτον γένος καὶ ἡ τε. λευταία διαφορά. οἷον ὁ ὡς εἶδος ἄνθρωπος τὸ ζῷόν ἐστι καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὰ δ’ ἄλλα τὰ τῷ ζῴῳ ἐχόμενα (ἔστι δὲ ταῦτα τὸ λογικὸν ζῷον καὶ τὸ θνητόν), γένη εἰσίν. εἰ δὲ τὰ γένη ὕλη εἰσὶν ἢ ἀνάλογόν γε ὕλῃ, τὸ μὲν ζῷον λογικὸν θνητόν εἰσιν ὕλη καὶ γένος, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶὸος. καὶ ὅρα ὅπως διὰ τδύτων αἰνιγματωι δῶς τὴν τῆς ἀπορίας εἴρηκε λύσιν. εἰ γὰρ ἡ ὕλη-καὶ τὸ εἶδος, ὅτε εἰσίν, ὑφ’ αὑτῶν πεφύκασιν ἑνοῦσθαι καὶ ἓν | γίνεσθαι, ἔστι δὲ ὕλη μὲν τὸ [*](489) ζῷον λογικὸν θνητὸν καὶ γένος, εἶδος δὲ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, δῆλόν ἐστιν ὅπως ἕν ἐστι τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ ζῷον πεζὸν δίπουν, ἀλλ’ οὐ πολλά. καὶ ὅρα τὴν τοῦ Ἀριστοτέλους ἀρχίνοιαν, ὅπως ἐν ταὐτῷ καὶ τὴν λύσιν ἡμῖν τῆς ἀπορίας σκιωδῶς ἐμφαίνει καὶ τὴν διαίρεσιν τῶν γενῶν καὶ διαφορῶν ὅπως χρὴ ποιεῖσθαι ἀπαγγέλλει καὶ θαυμαστῶς ἀνακαλύπτει. εἰπὼν δὲ ὅτι τὸ εἶδος οὐκ ἄλλο τι ἐστὶν ἀλλ’ ἢ τὸ πρῶτον γένος (πρῶτον γένος λέγων τὸ ζῷον, ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος, ὡς πρὸς ὰντιὸια)́-.ολὴν τοῦ λογικοῦ ζῴου καὶ τοῦ λογικοῦ καὶ θνητοῦ ζῴου· καὶ ταῦτα γὰρ γένη ἐστὶν ἀλλ’ ἐχό- μένα καὶ μετὰ τὸ πρῶτον), τοῦτο δὴ εἰπὼν ἐπὶ παραῸεἴ̀ίαιατο, σαφηνίζει τὸ λεγόμενον, οἷον τὸ πρῶτον γένος ἐστὶ τὸ ζῷον, τὸ δ’ ἐχόμενον καὶ ὡς εἰπεῖν μετὰ τοῦτο τὸ ζῷον δίπουν, τὸ δ’ ἔτι μετὰ ταῦτά ἐστι τὸ ζῷον δίπουν ἄπτερον· εἰπὼν δὲ τὰ τρία τὸ πεζὸν καὶ δίπουν καὶ ἄπτερον λέγει ὁμοίως δὲ κἀν διὰ πλειόνων κἄν δι’ ἐλαττόνων λέγ-ηται.ι ἢ καὶ ὅλως διὰ δυοῖν· τουτέστιν εἰ μέν εἰσι πλείονα τὰ λεγόμενα, τὸ πρῶτον γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, εἰ δὲ δύο, καὶ οὕτω τὸ μὲν ἔσται γένος τὸ δὲ διαφορὰ καὶ εἶδος· οἷον εἰ ἔστι τὸ ζῷον δίπουν, τὸ μὲν ζῷον ἔσται γένος, τὸ δὲ δίπουν διαφορὰ καὶ ὅλως εἶδος. ταῦτα εἰπὼν -ἀπανα)αα̣βάν-αι τὸν λόγον καί φησιν εἰ οὖν τὸ γένος ἁπλῶς μ ἡ ἐστι παρὰ τὰ ὡς γένους εἴδη (τουτέστιν εἰ τὸ ζῷον μή ἐστι παρὰ τὰ εἴὸη αὐτοῦ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστόν, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον, ἀλλ’ ἐν αὐτοῖς ἐστιν, ὡς οὗτος καὶ ἡ ἀλήθεια βούλεται), ἢ κἀν χωριστόν [*](1 δ’ ἐπισκοπεῖν Metaph. vulg. 3 Θεὶς — ὁρισμῶν (4) LFS: om. Α 9 ὁ ὡς LS : ὁ εἰς Α 10 τὰ τῷ L: τὰ om. Α 16 καὶ γένος LS : ora. Α 17 δῆ- λον- δεκτικόν (18) LS: om. Α 27 ἔτι LS: ὅτι Α 31 μετὰ LFS: καὶ μετὰ Α 32 εἰ ἔστι LFS: εἰ ἕτερόν ἐστι Α)

521
ἐστιν, ὅμως ὡς ὕλη ἐστίν (καὶ σαφηνίζει αὐτὸ ἐπὶ παραδείγματος, ὅπως ὡς ὕλη τὸ γένος ἔστιν· ἡ μὲν γὰρ φωνὴ γένος ἐστὶ καὶ ὕλη, αἱ δὲ διαφοραὶ μετ’ αὐτῆς εἰσι τὰ εἴδη, εἴδη δὲ φωνῆς τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ τὰ στοιχεῖα, τό τε ἄλφα καὶ βῆτα καὶ τὰ ἑξῆς· καὶ γὰρ καὶ αὐτὰ εἴδη εἰσὶ τῆς φωνῆς ὡς ἐξ ὕλης αὐτῆς καὶ διαφορᾶς ὄντα· κατὰ διαφορὰς γάρ τινας καὶ αὐτὰ ἐκφωνεῖται), εἰ δὴ τὸ γένος ὡς ὕλη ἐστίν, εἶδος δὲ ἡ διαφορά, φανερὸν ἄρα ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος. εἰ δὲ ἡ ὕλη καὶ τὸ εἶδος αὐτοφυῶς ἕν εἰσιν, ἔστι δ’ ὁ λόγος καὶ ὁ ὁρισμὸς γένος καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, δῆλον ἄρα ἡμῖν ἐστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστι καὶ οὐ πολλά. οὕτως δὴ τὴν ἀπορίαν λύσας, καὶ ὡς συμπέρασμα, ὡς οἶμα., τῆς λύσεως ἐπαγαγὼν τὸ φανερὸν ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος, ὡς εἰ ἔλεγεν ὅτι φανερόν ἐστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστιν, ὅτι γένος ἐστὶ καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, τρέπεται καὶ ἐπὶ τὴν διδασκαλίαν τοῦ ὅπως δεῖ τὰς τῶν γενῶν καὶ διαφορῶν ποιεῖσθαι διαιρέσεις, λέγων καὶ δεῖ διαιρεῖσθαι [*](490) τὴν τῆς διαφορᾶς διαφοράν, ἴσον λέγων τῷ ὅτι εἰ μέλλοιμεν μετὰ τοῦ πρώτου γένους καὶ τῆς τελευταίας διαφορᾶς τοὺς ὅρους ποιεῖσθαι, δεῖ διαιρεῖν τἀς διαφορὰς εἰς τὰς οἰκείας αὐτῶν διαφοράς, ἡ διαφοραί εἰσιν. οἷον εἰ τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ζῷον ὑπόπουν δεῖ διαιρεῖν εἰς τὴν οἰκείαν διαφοράν, ᾗ ὑπόπουν ἐστί, καὶ μὴ λέγειν ὡς τοῦ ὑπόποδος τὸ μὲν πτερωτόν ἐστι τὸ δὲ ἄπτερον, εἰ μέλλομεν καλῶς διαιρεῖν· οὐ γάρ εἰσι τοῦ ὑπόποδος αὗται διαφοραί. ἀλλὰ δεῖ διαιρεῖν αὐτὸ ᾗ ὑπόπουν ἐστὶ καὶ λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι σχιζόπουν τὸ δὲ ἀσχιστόπουν· αὗται γάρ εἰσιν αἱ ποδὸς διαφοραί· ἡ γὰρ σχιζοποδία ποδότης τίς ἐστιν, ὡς καὶ τὸ λογικὸν ζῷον ζῷόν τι. ὅμως διὰ τὸ ἀδυνατεῖν ἐνίους καὶ μὴ δυναμένους συνορᾶν τὰς ἑκάστου διαφοράς, ποιοῦσι τοῦτο, λέγω δὴ τὸ διαιρεῖν αὐτὰ εἰς τὰς μὴ οἰκείας. δεῖ δὴ τὸ ὑπόπουν, κἄν εἴ τι ἄλλο ἐστί, διαιρεῖν εἰς τὰς οἰκείας, μέχρις ἄν ἔλθῃ εἴς τινα ἀδιάφορα, ἅπερ μηκέτι δύναται τέμνεσθαι εἰς ἑτέρας διαφοράς. καὶ τότε ἔσονται τοσαῦτα εἴδη ποδὸς ὅσαιπερ αἱ τελευταῖαι διαφοραὶ τοῦ ὑπόποδος καὶ μὴ τεμνόμεναι εἰς ἄλλας. εἰ γάρ, ὡς πολλάκις εἴρηται, τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, δῆλον ὅτι ὅσαι αἱ τελευταῖαι διαφοραὶ τυγχάνουσι, καὶ τὰ ὑπόποδα ζῷα ἴσα ἔσται αὐταῖς· καὶ εἰ ταῦτα οὕτως ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορά ἐστιν ἡ τοὺ πράγματος οὐσία καὶ ὁ ὁρισμός, καὶ ταύτην μόνην χρὴ καὶ τὸ γένος εἰς τοὺς ὁρισμοὺς παραλαμβάνειν, εἰ μὴ μέλλοιμεν τὸ αὐτὸ πλεονάκις λέγειν καὶ ἀδολεσχεῖν. εἰ γὰρ τὰ μερικώτερα συνεισφέρει τὰ καθολικώτερα καὶ ταῦτα τοῖς μερικωτέροις ἕπεται, ὁ εἰπὼν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ λογικὸν καὶ θνητὸν λέγει, ὥσπερ ὁ εἰπὼν ἄνθρωπον καὶ ζῷον· εἰ δὲ τοῦτο, οὐ χρὴ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· [*](5 εἰσὶ LFS: om. A διαφορῶν ὄντα LF 9 δῆλον LF: δῆλα A 14 τρέπεται LFS: τρέχεται A1: ἔρχεται Α2 16 τῷ LF: τὸ Α 22 δεῖ LFS: om. Α 33 αὐταῖς F: αὐτοῖς A: αὐτῆς L 38 καὶ λογικὸν LFS: om. A)
522
συμβαίνει γὰρ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λογικὸν θνητόν. καὶ πάλιν εἴ τις ὁριζόμενος λέγει ζῷον ὑπόπουν δίπουν, ἐπειδὴ ἔνεστιν ἐν τῷ δίποδι τὸ ὑπόπουν, ἔδει εἰπεῖν μόνον ζῷον δίπουν· προσθεὶς δὲ καὶ τὸ ὑπόπουν οὐκ ἄλλο τι ἔφησεν ἢ ζῷον πόδας ἔχον δύο πόδας ἔχον. ἀλλὰ κἄν τὸ δίπουν διέλῃς, εἰς τὸ σχιζόπουν φέρε καὶ ἄσχιστον, καὶ ἐρεῖς ζῷον ὑπόπουν δίπουν σχιζόπουν, τοῦτο λέγεις ὅτι ζῷον πόδας ἔχον, δύο πόδας ἔχον, σχιστοὺς πόδας ἔχον· καὶ ὁσάκις ἂν τὴν διαφορὰν τῶν διαφορῶν ἐρεῖ, τοσαυτάκις συμβαίνει καὶ ὑπόπουν λέγειν καὶ δίπουν καὶ τὰ λοιπά.

[*](p. 1038a25)

ἐὰν μὲν δὴ διαφορᾶς διαφορὰ γένηται, μία ἔστι ἡ τελευταία τὸ εἶδος καὶ ἡ οὐσία. εἰπὼν ὅτι τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος καὶ ἡ οὐσία, εἴ τις καλῶς διαιρεῖ, πάλιν λέγει ὡς εἰ γένηται | τῆς διαφορᾶς [*](491) διαφορά, τουτέστιν εἰ τὴν διαφοράν τις ᾗ διαφορὰ διαιροίη καὶ εἰς τὰς οἰκείας αὐτῇ διαφοράς, ἡ τελευταία διαφορά, μετὰ τοῦ γένους δηλαδή, ἔσται τὸ εἶδος καὶ ἡ οὐσία· εἰ δὲ μὴ καθ’ αὑτὸ μηδ’ εἰς τὰς οἰκείας διαφορὰς διαιρῇ αὐτὴν ἀλλὰ κατὰ συμβεβηκός, ὥστε λέγειν ὅτι τοὐ ὑπόποδος τὸ μέν ἐστι λευκόν, τὸ δὲ μέλαν, τοσαῦται ἔσονται αἱ διαφοραὶ αἱ παραληφθησόμεναι θησόμεναι εἰς τὸν τοῦ εἴδους καὶ τὸν τῆς οὐσίας λόγον, ὅσαι ἂν ὦσιν αἱ τομαί. ἔστω δὲ τὸ λεγόμενον σαφὲς ὧδε· εἴ τις τὸν ἄνθρωπον ὁρίσαι βουληθεὶς λέγει ὡς ὁ ἄνθρωπος ἡ ὑπόπουν ἐστὶν ἢ ἄπουν, ἀλλὰ μὴν οὐκ ἄπουν, ὑπόπουν ἄρα· καὶ πάλιν τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πτερωτόν, ἄπτερον ἄρα· πάλιν τοῦ ἀπτέρου τὸ μέν ἐστι δίπουν, τὸ δὲ πολύπουν, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πολύπουν, δίπουν ἄρα· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον ὑπόπουν ἄπτερον δίπουν· φανερὸν οὖν ὅτι τριῶν οὐσῶν τῶν διαιρέσεων καὶ τομῶν τοσαῦται καὶ εἰς τὸν ὁρισμὸν παρελήφθησαν διαφοραί. ὥστε καὶ τὸ εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν παραληφθῆναι τὸ λογικὸν καὶ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐκ τοιαύτης γέγονεν αἰτίας. εἰ δὲ καλῶς ἐγένετο ἡ διαίρεσις, ἤρκει τὸ ζῷον καὶ τὸ τοῦ νοῦ δεκτικόν. τὸ δὲ τὸν ὁρισμὸν ἐκ τοῦ γένους εἷναι καὶ τῆς τελευταίας διαφοράς δῆλον ἄν εἴη, φησί, καὶ ἄν τις μετατάξῃ τοὺς τοιούτους ὁρισμούς, οἷον τὸν τοῦ ἀνθρώπου λέγων ζῷον δίπουν ὑπόπουν· περίεργον γὰρ τὸ ὑπόπουν τοῦ δίποδος λεχθέντος· ἐν γὰρ τῷ δίποδι ἔνεστι τὸ ὑπόπουν. ἵνα δὲ μή τις λέγῃ ὅτι διὰ τὸ δεῖν τάξιν τινὰ ἔχειν τὰ ἐν τῷ ὁρισμῷ καὶ τὸ μὲν δεῖν πρῶτον τάττεσθαι τὸ δὲ μετὰ τοῦτο καὶ ἑξῆς, ἐπὶ τούτῳ συνέβη τὸ περίεργον, ἐπήγαγε τὸ τάξις δ’ οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ, οὐδὲ διὰ τοῦτο συνέβη τὸ ἄλογον· πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον τὸ δὲ πρῶτον; ἐπειδὴ γὰρ τὰ πρὸ [*](3 ἐπειδὴ — ὑπόπουν LFS: om. Α 8 διαφορὰν] διαίρεσιν LF ἐρεῖ] sic ALF: dixeris S: εἴπῃς coni. Bonitz 10 γίγνηται Metaph. vulg. 13 τῆς διαφορᾶς LF: τῆς om. Α 14 ἦ διαφορὰν LF 23 πάλιν LFS: πᾶσι Α 26 τῶν διαιρέσεων LF; τῶν om. A 37 ἄλογον LF: ἄνευ λόγου Α)

523
τῆς τελευταίας διαφορᾶς ὕλη ἐστίν, ἐν δὲ τῇ ὕλῃ ᾗ ὕλη οὐκ ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον (οὐδὲ γὰρ ἐν τῷ χαλκῷ τῷ ἐν τῷ ἀνδριάντι τὸ μὲν αὐτοῦ χαλκὸς καὶ ἡ ὕλη πρότερόν ἐστι τὸ δὲ ὕστερον), πῶς ἔξεστι λέγειν τῶν ἐν τῷ ὅρῳ τὸ μὲν πρῶτον τὸ δ’ εὐθὺς μετ’ ἐκεῖνο. οὐκ ἐπὶ τούτῳ δὴ συνέβη τὸ ἄλογον, ἀλλ’ ὅτι ἤρκει ἡ τελευταία διαφορὰ μετὰ τοῦ γένους εἰς τὸ εἶδος καὶ τὴν οὐσίαν, καὶ οὐκ ἔδει τὸ ὑπόπουν παραλήψεσθαι. καὶ συμπεραίνεται λοιπὸν λέγων περὶ μὲν οὖν τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν τοσαῦτα εἰρήσθω τὴν πρώτην (ἐρεῖ γὰρ πάλιν περὶ αὐτῶν), ὁποῖοί τινές εἰσιν.

[*](p. 1038b1)

ἐπεὶ δὲ περὶ τῆς οὐσίας ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν.

Τὸ προκείμενόν ἐστι δεῖξαι ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν· οὔτε γὰρ ὁ καθόλου ἄνθρωπος ἢ ὁ καθόλου ἵππος, οὔτε ἄλλο οὐδέν· ἀλλ’ ἕκαστον αὐτῶν διανοίας ἀπόμαξίς ἐστιν ἀπὸ τῶν καθ’ ἕκαστα | καὶ [*](492) πρώτως καὶ μάλιστα λεγομένων οὖσι ὦν καὶ ὁμοίωμα. καὶ λέγει ὅτι ἐπειδὴ περὶ τῆς οὐσίας καὶ τοῦ κυρίως ὄντος (τούτου γὰρ καὶ τὰ αἴτια ζητεῖται) ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν. καί φησιν ὅτι λέγεται δ’ ὥσπερ τὸ ὑποκείμενον οὐσία (ὑποκείμενον δ’ ἄν εἴη λέγων ἤτοι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἢ ὅλως τὴν ὕλην καὶ τὸ σύνθετον, οἷον Σωκράτης), ὡς οὖν οὐσία λέγεται τὸ ὑποκείμενον, ὡσαύτως δὲ οὐσία λέγεται καὶ τὸ σύνθετον, οἷον ὁ Σωκράτης, λέγεται δ’ οὐσία καὶ τὸ τί ἦν εἷναι, λέγεται γὰρ οὐσία καὶ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ τί ἦν εἶναι· οὕτω λέγεται οὐσία καὶ τὸ καθόλου, τὸ κτὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῶ τί ἐστι κατηγορούμενον. γορούμενον. καὶ περὶ μὲν τῶν δύο, τοὐ τε τί ἦν εἶναι καὶ τοῦ ὑποκειμένου εἴρηται, εἴρηται δὲ καὶ ὅτι τὸ ὑποκείμενον διττόν, ἢ τὸ τόδε τι ὄν, ὥσπερ τὸ ζῷον, Σωκράτης, Πλάτων, οὑτοσὶ ὁ ἵππος ὑπόκεινται τοῖς πάθεσι τῷ τε λευκῷ καὶ τῷ θερμῷ καὶ τοῖς ὁμοίοις, ἢ ἡ ὕλη, ἥπερ ὑπόκειται τῇ ἐντελεχείᾳ καὶ τῷ εἴδει. τὸ δὲ καθόλου, φησίν, ὅπερ τινὲς χωρὶς ὕλης λέγουσι, δοκεῖ τισιν αἴτιον εἶναι μάλιστα καὶ ἀρχή· διὸ ἐπέλθωμεν καὶ περὶ τούτου, καὶ ἴδωμεν εἰ δυνατὸν εἶναι αὐτὸ ἀρχὴν ἢ ὅλως οὐσίαν. ἔοικε γὰρ ἀδύνατον οὐσίαν εἶναι ὁτιοῦν τῶν καθόλου. καὶ συλλογίζεται λέγων· ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστῳ καὶ ἄλλῳ οὐχ ὑπάρχει, τὸ δὲ καθόλου κοινὸν καὶ πλείοσιν ὑπάρχει (τοῦτο γὰρ λέγεται καθόλου τὸ πεφυκὸς πλείοσιν ὑπάρχειν), τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. ὅτι δὲ ἡ ἑκάστου οὐσία ἐστιν ἐστιν ἑκάστῳ καὶ ἄλλοις οὐχ ὑπάρχει, δῆλον· ἡ γὰρ Ἀλεξάνδρου οὐσία ἴδιός ἐστιν Ἀλεξάνδρῳ καὶ ἄλλῳ τῳ οὐχ ὑπάρχει, ἀλλ’ ἐν αὐτῷ ἐστιν· εἰ δ’ ἦν καὶ τὸ καθόλου οὐσία, ἴδιος ἂν ἦν ἡ οὐσία αὐτοῦ καὶ ἐν αὐτῷ ἄν ἦν καὶ ἄλλῳ οὐκ ἂν ὑπῆρχε· νὺν δὲ ὑπάρχει πάνυ [*](4 τῶν L: τὸ Α 5 ἄλογον LF: ἄνευ λόγου Α 7 καὶ συμπεραίνεται L: καὶ om. Α 10 ἐπεὶ δὲ LFS: ἐπειδὴ A 21. 22 λέγεται γὰρ — ὕλης] καὶ τὸ ἐκ τούτων ἤτοι τῆς ὕλης F 29 μάλιστα — ἐπέλθωμεν LFS: μάλιστα καὶ ἐπέλθωμεν ἀρχή· διὸ ἐπανέλθωμεν Α 35. 36 δῆλον — οὐχ ὑπάρχει LFS: om. Α)

524
πολλοῖς· οὐκ ἄρα ἐστὶν οὐσία ἀλλ’ ὁμοιότης τις ἐκ τῶν καθ’ ἕκαστα ἀποσυληθεῖσα, ἐν αὐτοῖς δ’ οὖσα, ὁμοιότητα δ’ οὐδὲν κωλύει ἐν πλείοσιν εὑρίσκεσθαι. ὅλως δὲ τίνος ἂν εἴη τὸ καθόλου οὐσία; ἢ γὰρ ἁπάντων ἢ οὐδενός. ἁπάντων δ’ οὐχ οἷόν τε· δέδεικται γὰρ ὅτι ἡ ἑκάστου οὐσία ἰήιός ἐστιν ἑκάστου καὶ ἐν ἄλλῳ οὐχ ὑπάρχει. εἰ δὲ τοῦτο, πῶς οἷόν τε τὸ καθόλου εἴπερ ἐστὶν οὐσία, τὴν τούτου οὐσίαν ἐν Ἀλεξάνδρῳ καὶ ἐν Σωκράτει καὶ ἐν ἄλλοις εἶναι; δεῖ δέ, ἐπειδήπερ ἐν τούτοις ἐστίν. ἀλλὰ μὴν οὐδὲ ἑνὸς οἷόν τε τὴν τοῦ καθόλου οὐσίαν ὑπάρχειν. εἰ γάρ ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία καὶ τὸ ἐγκατατεταγμένον τοῖς κατὰ μέρος τί ἦν εἶναι, ὑπάρχει δὲ ἑνί τινι, οἷον φέρε Σωκράτει, ὑπάρξουσι καὶ οἱ ἄλλοι ὅ τε Πλάτων καὶ ὁ Ἀλέξανδρος Σωκράτει. καίτοι πῶς τοῦτο δύναται καὶ πλασθῆναι τὸ πάντας εἶναι Σωκράτη; | ἀλλ᾿ ὡς εἴρηται τὸ [*](493) καθόλου ὁμοιότης τίς ἐστιν ἐπὶ πολλῶν θεωρουμένη. ἔτι οὐσία λέγεται ὃ μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις δέδεικται, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου λέγεται, τὸ καθόλου ἄρα οὐκ ἐστιν οὐσία.

Ἀλλ᾿ ἄρα, φησίν, οὕτω μὲν τὸν καθόλου ἄνθρωπον οὐκ ἐνδέχεται εἷναι ὡς τὸ τί ἦν εἶναι, ἐνυπάρχει δὲ ἐν τούτῳ τῷ καθόλου ἀνθρώπῳ ἢ ἵππῳ οὐσία τις, οἷον τὸ ζῷον. οὐκοῦν δῆλον ὡς ἔστι τις λόγος τοῦ ζῴου· διαφέρει δ’ οὐδέν, κἂν μὴ πάντων ᾖ λόγος τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων· οὐδὲν γὰρ ἧττον τὸ ζῷον οὐσία ἔσται τινός, οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου, ἐν οἷς ὑπάρχει. εἰ δή ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία, διὰ τί οὐκ ἔσται τὸ ζῷον οὐσία; εἰ δ’ ἐστὶ τὸ ζῷον οὔσα καὶ ἐνυπάρχει τῷ ἀνθρώπῳ, ἡ δὲ οὐσία ἐν ᾧ ἐστιν οὐκ ἄλλου ἐστὶν οὐσία ἀλλὰ τοῦ ἐν ᾧ ἐστιν, ἔστιν ἄρα τὸ ζῷον οὐσία τοῦ ἐν ᾧ ἐστιν, οἷον τοῦ ἀνθρώπου, ἐν ᾧ ὡς ἴδιον ὑπάρχει τὸ ζῷον· ὥστε ἔσται οὐσία οὐσίας· ὥστε ἔσται μὲν τοὺ Σωκράτους, ὄντος οὐσίας, οὐσία ὁ καθόλου ἄνθρωπος, καὶ τούτου τὸ ζῷον. εἰ δ’ ἔστιν ἐν τῷ ζῴῳ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, ἔσονται πάλιν αὐτὰ τοῦ ζῴου ἤτοι οὐσίας οὐσίαι, καὶ πάλιν τὰ ἐν τῷ ἐμψύχῳ ὄντα καὶ αἰσθητικῷ ἔσονται οὐσίαι τοὺ ἐμψύχου καὶ τοῦ αἰσθητικοῦ, ἤτοι τῶν οὐσιῶν· ὥστε συμβαίνει σμῆνος οὐσιῶν εἶναι ἐν τῷ Σωκράτει. ὅπερ ἀδύνατον· ἐν ἑκάστῳ γὰρ μία οὐσί ἐστὶν ἡ ἐνοῦσα αὐτῷ. εἰ γὰρ ἡ οὐσία τοὺ Ἀλεξάνδρου ὁ Ἀλέξανδρός ἐστιν, ὁ δὲ Ἀλέξανδρος ξανδρος πολλοὶ εἶναι οὐ δύναται, οὐδ’ ἄρα οὐσίαι ἐν αὐτῷ πολλαὶ ἔσονται. εἰπὼν δὲ ὅτι εἰ ἔστιν ἐν τῷ κἀθόλου ἀνθρώπῳ τὸ ζῷον, ἔστι δ’ ὁ καθόλου ἄνθρωπος οὐσία, ἔσται ἄρα καὶ τὸ ζῷον οὐσία, κατασκευάζει αὐτὸ λέγων ἔτι δὲ καὶ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ τὴν οὐσίαν, ὥσπερ λέγουσιν οἱ λέγοντες τὸν καθόλου ἄνθρωπον, εἰ ἔστιν ἐκ ζῴου, μὴ εἶναι τὸ ζῷον οὐσίαν καὶ τόδε τι ἀλλὰ ποιόν. εἰ γὰρ τὰ συνιστῶντά τι [*](7 δεῖ δέ LFS: δεῖ καὶ Α 14 ἐν ταῖς Κατηγορίαις] 5 p. 2a11 17 εἶναι LF: om. Α 18 ἐνυπάρχει LFS: ἐνυπάρχειν A τούτῳ τῷ LF: τούτοις τὸ Α 24 ἐστὶν οὐσία LF: ἡ οὐσία Α 27 ἔσται S Bonitz: ἔστι ALF ὄντος e S add. Bonitz 30 οὐσίαι LFS: οὐσία A)

525
πρότερά ἐστι τοῦ ὃ συνιστῶσιν, ὁ δὲ ἄνθρωπος κατὰ τοὺς λέγοντας οὐσία ὢν συνίσταται ἐκ τοῦ ζῴου, εἴπερ ἐστὶ τὸ ζῷον ποιόν, συμβήσεται τὸ ποιὸν καὶ τὸ συμβεβηκὸς πρότερον εἶναι τῆς οὐσίας καὶ τοῦ τόδε τι. τοῦτο δὲ ἀδύνατον· οὔτε γὰρ λόγῳ οὔτε χρόνω οὔτε γενέσει τὰ πάθη εἰσὶ πρότερα τῆς οὐσίας. συμβήσεται γάρ, εἴπερ εἰσὶ πρότερα αὐτῆς, εἶναι χωρὶς αὐτῆς καθ’ αὑτά, ὅπερ ἄλογον. οὐσία ἄρα ἐστὶ τὸ ζῷον. ἀλλ’ εἴπερ ἐστὶν οὐσία τὸ ζῷον, ἔσται πάλιν οὐσίας οὐσία, καὶ ἁπλῶς ὅσαπερ ἐρρήθη. ἢ τὸ ἔτι δὲ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε τι καὶ οὐσίαν οὐκ ἐπὶ τοῦ καθόλου ἀνθρώπου εἴρηται ἀλλ’ ἐπὶ τοῦ μερικοῦ. καὶ εἴη ἄν τό | λεγόμενον ὅτι ἐπειδὴ ὁ καθόλου ἄνθρωπος δέδεικται μὴ ὢν [*](494) οὐσία ἀλλὰ ποιόν, ἀδύνατον τὸν Σωκράτην ἐκ τοῦ καθόλου εἶναι ἀνθρώπου, τουτέστι τὴν οὐσίαν ἐκ μὴ οὐσίας. οἶμαι δὲ ἄμεινον τὸ πρότερον· ἔτι γὰρ περὶ τοῦ μὴ εἶναι τὸν καθόλου ἄνθρωπον οὐσίαν ὁ λόγος ἐστίν. ἔτι τῷ Σωκράτει οὐσίᾳ ὄντι ἐνυπάρξει οὐσία, ὥστε δυοῖν ἔσται ὁ Σωκράτης οὐσία, ἤτοι δύο ἔσονται ἐν τῷ Σωκράτει οὐσίαι, ὅπερ ἄτοπον· ἕκαστον γὰρ μία ἐστὶν οὐσία ἀλλ’ οὐ δύο ἢ πλείους. ὅλως δέ, φησί, συμβαίνει, εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος, ἄνθρωπον ἐνταῦθα λέγων τὸν μερικὸν καὶ ἄτομον, ὅλως δή, εἰ ἔστιν οὐσία ὁ ἄτομος ἄνθρωπος, καὶ ὅσα οὕτω λέγεται, τουτέστιν ἄτομα, μηδὲν τῶν ἐν τῷ λόγῳ αὐτοῦ εἶναι οὐσίαν, μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τῶν ἀτόμων. εἰ γὰρ μή ἐστιν οὐσία αὐτὸ καθ’ αὑτὸ τὸ ζῷον, μηδὲ τὸ πεζὸν μηδὲ τὸ δίπουν, δηλονότι οὔκ εἰσι χωρὶς τῶν ἀτόμων, οὔτε μὴν ἐν ἄλλῳ, ἤτοι τῇ ἰδέᾳ, ἀλλ’ ἐν τοῖς ἀτόμοις. ἐξηγούμενος δὲ τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν ἐπήγαγε λέγω δὴ οὐκ εἶναί τι ζῶον παρὰ τὰ τινά, ὡς ἂν εἰ ἔλεγεν, τοῦτο λέγω τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τὸ μὴ εἶναι ζῷόν τι παρὰ τὰ τινὰ καὶ καθ’ ἕκαστα ζῷα, οὐδὲ δίπουν παρὰ τὰ τινά, οὐδὲ πεζὸν παρὰ τὰ τινά, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις εἰλημμένων οὐδέν· δέδεικται γὰρ ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν. εἰ δὲ μή εἰσιν οὐσίαι, δῆλον ὡς οὐδὲ δύνανται χωρὶς καὶ καθ’ αὑτὰς εἶναι ἀλλ’ ἐν τοῖς μερικοῖς.

Οὕτως δὴ δείξας ὅτι ὁ καθόλου ἄνθρωπος οὐκ ἔστιν οὐσία, συμπεραίνεται λοιπὸν καί φησιν ἔκ τε δὴ τούτων θεωροῦσι φανερὸν ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι οὐδὲν τῶν κοινῇ κατηγορουμένων σημαίνει τὸ τόδε τι ἀλλὰ τοιόνδε καὶ ποιόν. εἰ δέ τις οὐσίαν αὐτὸν λέγει καὶ τόδε τι, συμβήσεται πάλιν ὁ τρίτος ἄνθρωπος. εἰ γάρ ἐστιν οὐσία τις ὁ ἄνθρωπος, ἔστι δὲ καὶ ὁ Σωκράτης οὐσία καὶ οἱ καθ’ ἕκαστον, ἐπὶ τῶν πολλῶν δέ ἐστι τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, ἔσται ἄρα τρίτος τις πάλιν ἄνθρωπος, ὃς κατηγορηθήσεται τοῦ καθόλου ἀνθρώπου οὐσίας ὄντος καὶ τῶν λοιπῶν. ἔτι δέ, φησί, καὶ ὧδε δῆλον ὡς ἀδύνατόν ἐστιν οὐσίαν ἐξ οὐσιῶν εἶναι ἐνεργείᾳ ὑπαρχουσῶν καὶ τόδε τι. δύο γὰρ οὐσίαι ἐνεργείᾳ οὖσαι οὐδέποτε μίαν [*](6 ἐστὶ τὸ LFS: οὐκ ἔστι Α 7 ὅσπερ LS: ὥσπερ Α 17 εἰ LFS: om. Α ὁ ὁ ἄνθρωπος LF: ὁ om. Α 18 οὐσία ὁ ἄτομος LF: post οὐσία add. αὐτὸ κ’. αὑτὸ τὸ ζῷον ἤτοι AS 26. 27 οὐδὲ πεζὸν — τινά LF: om. Α 29 καὶ LF: om. Α 30 δὴ LF: δεῖ A)

526
οὐσίαν ἐνεργείᾳ εἶναι δυναμένην ποιοῦσιν, οἷον ὅδε ὁ ἄνθρωπος τῷδε τῷ ἀνθρώπῳ εἰς ἑνὸς ἀνθρώπου συμπλήρωσιν συντεθῆναι οὐ δύναται, ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο τινὰ οὐσίαι, τότε συντίθενται καὶ ἀποτελοῦσι μίαν οὐσίαν ἐντελεχείᾳ. καὶ πάλιν εἰ ἔσται διπλάσιον ἐκ δύο ἡμίσεων, οὐκ ἐξ ἐνεργείᾳ ἡμίσεων ἔσται ἀλλ’ ἐκ δυνάμει· ἡ γὰρ ἐντελέχεια χωρίζει καὶ οὐκ ἐᾷ αὐτὸ ἓν εἷναι. ἅμα γὰρ τῷ τὰ ἡμίση ἐνεργείᾳ γενέσθαι ἡμίση εὐθὺς διῄρηται τὸ διπλάσιον καὶ οὐκέτι μένει ἕν. ὥστε καὶ ἡ οὐσία, εἰ ἔστιν ἕν, οὐκ ἔσται ἐξ οὐσιῶν ἐνυπαρχουσῶν ἐνεργείᾳ οὐσιῶν, ἀλλ’ ἐκ δυνάμει οὐσιῶν. | καὶ φανερὸν ὅτι καὶ ἡ χεὶρ μετὰ τοῦ ὅλου οὖσα δυνάμει [*](495) ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, ὅταν δὲ χωρισθῇ, καὶ τότε οὐχ ἁπλῶς, ἀλλ’ εἴπερ καθ’ ὑπόθεσιν χωρισθεῖσα τοῦ ὅλου ἐδύνατο τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, ἦν ἂν οὐσία. ἡ γὰρ οὐσία οὐ τὸ σχῆμα τὸ τοιονδί ἐστιν, ἀλλ’ ἡ ἑκάστου ἐνέργεια. ὡς γὰρ ὁ Δημόκριτος ἔλεγεν ὅτι ἀδύνατον ἐκ δύο ἀτόμων μίαν γενέσθαι ἀπαθεῖς γὰρ αὐτὰς ὑπετίθετο) ἢ ἐκ μιᾶς δύο ἀτμήτους γὰρ αὐτὰς ἔλεγεν), οὕτως καὶ ἡμεῖς φαμεν ὡς ἀδύνατον ἐκ δύο ἐνεργείᾳ οὐσῶν οὐσιῶν μίαν οὐσίαν γενέσθαι, ἀλλ’ ἐκ δυνάμει μόνον. ἐπεὶ δὲ ἐνέπιπτεν ἡ ἐπὶ τῶν ἀριθμῶν ἔνστασις, λύει καὶ ταύτην. εἶπε γὰρ ἄν τις ὅτι ὥσπερ ὁ ἓξ ἀριθμὸς ἐκ τοῦ τρία καὶ τρία ἐστὶν ἢ ἐκ τοῦ δύο καὶ τέσσαρα ἐνεργείᾳ ὄντων ἀριθμῶν, τί κωλύει καὶ μίαν οὐσίαν ἐκ δύο οὐσιῶν εἶναι ἐνεργείᾳ οὐσῶν; λύει οὖν λέγων ὅτι καὶ ἡ δυὰς οὐκ ἔστιν ἐνεργείᾳ ἀριθμὸς ἐν τῷ ἓξ οὖσα ἀλλὰ δυνάμει· δύναται γὰρ χωρισθεῖσα εἶναι ἀριθμός, μετὰ τοῦ ἓξ δὲ οὖσα οὐδαμῶς. ἀλλ’ αὐτὸς οὐκ ἐπὶ τοῦ ἓξ ποιεῖται τὸν λόγον, ἀλλ’ ἐπὶ τῆς δυάδος, λέγων αἱ μονάδες ἐν τῇ δυάδι οὔκ εἰσιν ἐνεργείᾳ μονάδες ἀλλὰ δυνάμει, ἕως δὴ ὑπόκειται ἡ δυὰς ὅτι ἀριθμός ἐστιν· ἢ γάρ, φησίν, οὐχ ἓν ἡ δυάς, τουτέστιν ἢ οὐκ ἔστιν ἡ δυὰς ἀριθμός τις εἷς, ἢ εἴπερ ἐστὶν ὅλως ἀριθμός, οὔκ εἰσιν ἐν αὐτῇ αἱ μονάδες ἐνεργείᾳ ἀλλὰ δυνάμει.

[*](p.1039a14)

ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι μηδεμίαν οὐσίαν.

Δείξας ὅτι τὸ καθόλου οὐκ ἔστιν οὐσία καὶ ὅτι ἐξ αὐτῶν οὐκ ἐνδέχεται εἶναι οὐσίαν διὰ τὸ μὴ ἐνδέχεσθαι τὴν οὐσίαν ἐκ μὴ οὐσιῶν εἶναι, λέγει ὅτι τὸ συμβαῖνον ἐκ τῶν ἀποδειχθέντων ἔχει ἀπορίαν, καὶ τίθησι τί ποτέ ἐστι τὸ συμβαῖνον. εἰ γὰρ μήτε, φησίν, ἐκ τῶν καθόλου οἷόν τε μηδεμίαν εἶναι οὐσίαν διὰ τὸ τοιόνδε ἤτοι ποιὸν σημαίνειν ἀλλὰ μὴ τόδε καὶ οὐσίαν, ἐκ ποιοῦ δὲ οὐσίαν οὐκ ἐνδέχεται εἶναι, εἰ δὴ τοῦτο μὴ ἐνδέχεται, μήτε πάλιν ἐξ οὐσιῶν ἐνεργείᾳ αὐτῶν καθ’ αὑτὰς οὐσῶν, ὥσπερ [*](1 ὅδε ὁ LF: ὁ om. Α 4. 5 καὶ πάλιν — ἐντελέχεια LFS: om. A 6 αὐτὸ scripsi: αὐτὸν AL et fort. F 13 post γὰρ add. φησίν LF ὅτι LF: ἔτι Α 14. 15 ἀτμήτους MS: ἄτμητος Α: ἄτμητα L 15, 16 ἐνεργείᾳ LFS: ἐνεργειῶν Α 17 εἴποι coni. Bonitz 21. 22 ἀλλὰ — ἒξ δὲ οὖσα LF: om. AS 24 ὅτι — δυάς (26) LFS: om. Α 26 ἐν αὐτῇ LFS: ἐν αὐτῷ Α 35 ἐνδέχεται] fort. ἐνδέχεσθαι)

527
ὁ μερικὸς ἄνθρωπος, δυνατόν ἐστιν οὐσίαν σύνθετον εἶναι (δέδεικται γὰρ καὶ τοῦτο), συμβαίνει μηδεμίαν οὐσίαν σύνθετον εἶναι. εἰ γὰρ ἐνδέχεται τὴν σύνθετον οὐσίαν εἶναι ἢ ἐξ οὐσιῶν ἐνεργείᾳ οὐσῶν ἢ ἐκ συμβεβηκότων. κατ’ οὐδένα δὲ τρόπον τοῦτο εἶναι δύναται, ἀσύνθετος ἄν εἴη πᾶσα οὐσία. Μῶ· εἰ τοῦτο, οὐδεμιᾶς οὐσίας ἄν εἴη λόγος· οἱ γὰρ ὁρισμοὶ τῶν ἔκ τινων οὐσιῶν εἰσιν ἀλλ’ οὐ τῶν ἁπλῶν ὥσπερ ὁ τοῦ ἀνθρώπου, ὄντος αὐτοῦ ἐκ τοῦ ζῴου καὶ πεζοῦ καὶ δίποδος. ἀλλὰ μὴν δοκεῖ γε ὅτι οἱ ὁρισμοὶ ἢ μόνων τῶν οὐσιῶν εἰσιν, ἢ εἴπερ εἰσὶ καὶ τῶν ἄλλων, ἀλλὰ μάλιστα τῶν οὐσιῶν εἰσιν. νῦν δὲ συμβαίνει μηδὲ τῶν οὐσιῶν εἶναι· οὐκ ἄρα ἐστὶν οὐδεμιᾶς ὁρισμός. καὶ εἰπὼν οὐ λύει τὴν ἀπορίαν νῦν, ἐπαγγέλλεται δὲ ἐρεῖν, λέγων ὅτι τρόπον μέν τινα ἔστι τῶν οὐσιῶν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν. | καὶ πῶς τοῦτο συμβαίνει, ἐρεῖ καὶ ἐν τῷ παρόντι βιβλίῳ καὶ [*](496) ἐν τῳ μετὰ τοῦτο.

[*](p. 1039a24)

Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσιν χωριστάς τε οὐσίας εἶναι.

Δείξας ὅτι τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἐκ τούτων, φησί, φανερόν ἐστι τὸ συμβαῖνον τοῖς τὰς ἰδέας λέγουσι χωριστάς τε οὐσίας εἶναι καὶ ἅμ ποιοῦσι τὸ εἶδος, λέγων εἶδος τὴν ἰδέαν, ἐκ τοῦ γένους καὶ τῶν διαφορῶν. εἰ γάρ εἰσιν ἰδέαι καὶ ἔστι τὸ ζῷον ἐν τῷ αὐτοανθρώπῳ καὶ αὐτοίππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστιν, ὥσπερ ἐστὶν ὁ Ἀλέξανδρος εἶς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ, τὸ ὑπάρχον ζῷον ἔν τε τῷ αὐτοανθρώπῳ καὶ αὐτοΐππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἢ ἕτερον; καὶ ἐρωτήσας πρὸ τοῦ ἀπαντῆσαι πρὸς τὴν ἐρωτηθεῖσαν ἀντίφασιν λέγει ὅτι εἰ τῷ ἀριθμῷ τις μὴ λέγει ἕν, ἀλλ᾿ οὖν τῷ μὲν λόγῳ δηλονότι ἕν ἐστι τὸ ἐν ταῖς ἰδέαις ζῷον· ὁ γὰρ ὁριζόμενος τὸν αὐτὸν ἐν πᾶσιν ἐρεῖ λόγον, ἀλλ’ οὐκ ἄλλον μὲν τὸν τοῦ ἐν τῷ αὐτοΐππῳ ζῴου ἀποδώσει, ἕτερον δὲ τοῦ ἐν τῷ αὐτοανθρώπῳ. τοῦτο δὴ εἰπὼν πάλιν ἀνατρέχει ἐπὶ τὸ πρότερον, λέγων εἰ οὖν ἔστι τις ἄνθρωπος αὐτὸς αὑτὸν καὶ τόδε τι κεχωρισμένον ὥσπερ ὁ Σωκράτης καὶ ὁ Καλλίας, ἀνάγκη καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ἐξ ὧν ἐστιν ὁ αὐτοάνθρωπος, εἶναι χωριστὰ καὶ οὐσίας αὐτὰς καθ’ αὑτάς· τίς γὰρ ἡ ἀποκλήρωσις αὐτοάνθρωπον μὲν εἶναι, αὐτοζῷον δὲ καὶ αὐτοδίπουν μὴ εἷναι; εἰ δὲ τοῦτο, ἔσται οὐσία τις ἐξ οὐσιῶν ἐνεργεία καὶ καθ’ αὑτὰς οὐσῶν, ὅπερ δέδεικται ἀδύνατον. καὶ οὐ τοῦτο μόνον ἀλλ’ ἔστι καὶ ἰδέα ἐξ ἰδεῶν, καὶ ἔσονται ἰδέαι τό τε αὐτοπεζὸν καὶ αὐτοζῷον καὶ αὐτοδίπουν πρότεραι τοῦ αὐτοανθρώπου, τουτέστιν ἔσονται Μαῖ’ ἰδέαι ἄλλων πρότεραι· ὅπερ οὗ φασιν οἱ ταύτας τιθέμενοι. οὕτως οὖν διὰ μέσου τὸ ἀδύνατον τοῦτο αἰνιξάμενος ἐπανατρέχει εἰς τὴν τῆς ἀντιφάσεως ἐρώτησιν, καὶ λέγει ὅτι εἰ μὲν τὸ ἐν τῷ αὐτοίππῳ καὶ αὐτοανθρώπῳ ζῷον τὸ αὐτὸ καὶ ἕν ἐστι τῷ ἀριθμῷ ὥσπερ αὐτὸς σαυτῷ [*](15 λέγουσιν οὐσίας τε καὶ χωριστὰς εἶναι Metaph. vulg. 28. 29 τι καὶ κεχωρισμένον LF 30 τὸ δίπουν LF: τό om. Α 38 ὅτι LF: om. Α)

528
εἷς εἶ τῷ ἀριθμῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἀπ’ ἀλλήλων ἓν ἔσται τῷ ἀριθμῷ; καὶ διὰ τί, εἰ τὰ χωρὶς ὄντα ἕν εἰσι τῷ ἀριθμῷ, οὐκ ἔστω αὐτὸ τὸ ζῷον καὶ χωρὶς αὑτοῦ; εἰ γὰρ ἕν εἰσι τῷ ἀριθμῷ τὰ ἐν ἄλλῳ καὶ ἄλλῳ ὄντα ζῷα, δηλονότι δυνήσεται τὸ ζῷον καὶ χωρὶς αὑτοῦ εἶναι. ἔπειτα, φησί, πῶς ἔσται τὸ δίπουν ἐν τῷ ζῴῳ, μεθέξει ἢ ἄλλως πὼς; εἰ μὲν οὖν μεθέξει, δῆλον ὡς οὐ τοῦ δίποδος μόνον μετέχει, τῶν δ’ ἄλλων διαφορῶν οὐδαμῶς· τί γὰρ τὸ αἴτιον τοῦ τούτου μὲν μετέχειν, ἄλου δὲ οὔ; εἰ οὖν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος τὰ εἴδη ποιεῖ, συμβή- σεται τὰ ἐναντία I ὑπάρχειν ἐν τῷ αὐτῷ καὶ ἑνὶ καὶ τῷδέ τινι ὄντι. εἰ [*](497) δ’ οὐ μετέχει, τίς ὁ τρόπος καὶ πῶς ἐν αὐτῷ εὑρίσκεται ταῦτα, ὅταν λέγωμεν ζῷον δίπουν ἢ ζῷον πεζὸν ἢ ζῷον ἄπουν; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι ἐν τῷ αὐτοανθρώπῳ ὄντα σύγκειται καὶ μέμικται ὥσπερ σωρὸς τὸ ζῷον καὶ αἱ διαφοραί. ἀλλὰ πάντα ταῦτα ἄτοπα· ὁρῶμεν γὰρ ἐνταῦθα ὅτι τὰ ζῷα οὐ κατὰ σύνθεσιν καὶ ἁφήν εἰσιν, ἀλλὰ συνεχῆ καὶ ὡς εἰπεῖν κατὰ ἀνάκρασιν.

Εἰ μὲν οὖν ἓν καὶ ταὐτόν τις ἐρεῖ τῷ ἀριθμῷ τὸ ἐν τῷ χωριστῷ ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς λοιποῖς ζῷον, ταὐτά τε συμβαίνει καὶ πλείω τούτων· εἰ δὲ ἕτερον τὸ ἐν ἑκάστῳ, δῆλον ὡς οὐχὶ τῷ μὲν ἀριθμῷ ἕτερα ταῦτα ἐροῦσι, τῷ εἴδει δὲ τὰ αὐτά ἔσται γὰρ πάλιν τῶν ἰδεῶν ἰδέα), ἀλλὰ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει ἕτερα. καὶ πρῶτον μέν, ὧν ἡ οὐσία ζῷον, ἄπειρα ἔσονται καὶ ἕτερα, ὥσπερ ὁ μύρμηξ τοὺ ἵππου καὶ οὗτος λέοντος καὶ οὗτος βοὸς καὶ οὗτος ἄλλου· καὶ πῶς οἷοντε τοῦτο; ἔπειτα εἰπάτωσαν τίς ἡ φύσις τοῦ ἐν τῷ ἀνθρώπῳ ζῴου καὶ τοῦ ἐν τῷ ἵππῳ, ἐπειδὴ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει εἰσὶν ἕτερα. εἰπὼν δὲ ὅτι οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον, πῶς τὸ ζῷον οὐσίαν εἴρηκεν ἐπήγαγεν οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ὁ ἄνθρωπος, ἀλλὰ δῆλον ὡς ἐξ οὐσίας, ὥστε ἐστὶ τὸ ζῷον οὐσία. ἐπειδὴ δὲ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοουσίαν ἔλεγον αὐτὴν καθ’ αὑτήν, ἔστι δὲ καὶ τὸ αὐτοζῷον οὐσία, πολλὰ ἔσται τὸ ζῷον· οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷόν ἐστίν· οὐ γὰρ ὥσπερ λευκὸν εἰπόντες ἄλλο τι λέγομεν, ξύλον φέρε ἢ ἄνθρωπον, οὕτω καὶ τὸ ζῷον οὐσίαν λέγοντες ἄλλο τί φαμεν καὶ κατ’ ἐκεῖνο τὸ ἄλλο τοῦτο οὐσίαν λέγομεν, ἀλλὰ καθ’ αὑτό ἐστιν οὐσία· ὥστε ἐστὶ τὸ ζῷον πολλὰ ἔκ τε οὐσίας αὐτῆς καθ’ αὑτὴν οὔσης καὶ ἐκ ζῴου. εἰ δέ τις λέγει ὅτι οὐ καθ’ αὑτό ἐστι τὸ ζῷον οὐσία, ἀλλὰ κατ’ ἄλλο, ἐξ ἐκείνου, καθ’ ὃ τὸ ζῷον οὐσία λέγεται, ἔσται ὁ ἄνθρωπος, καὶ ἐκεῖνο ἔσται γένος τοῦ ἀνθρώπου, ἀλλ’ οὐ τὸ ζῷον. ἔτι ἐπειδὴ ὁ ἄνθρωπος χωριστὸς καὶ καθ’ αὑτόν ἐστι, καὶ τὸ δίπουν δηλονότι καὶ τὸ πεζὸν καθ’ αὑτά εἰσι κὼ ἰδέαι. οὐκοῦν οὐκ ἄλλου μέν εἰσιν ἰδέαι τό τε ζῷον καὶ τὸ πεζόν, ἄλλου δὲ οὐσίαι, ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσι καὶ ἰδέαι καὶ οὐσίαι, ὥσπερ ἐγὼ οὐκ ἄλλου μέν εἰμι ἄτομος, ἄλλου δὲ ἄνθρωπος· ἀδύνατον γὰρ τὸ ἄλλου εἶναι ἐμὲ ἄνθρωπον, ἀλλὰ μὴ ἐμαυτοῦ· οὕτω καὶ τὸ ζῷον αὐτὸ ἑαυτῷ ἐστι καὶ [*](3 et 4 αὐτοῦ libii 18 μὲν L: om. Α 23 τῷ ἵππω L: τῷ om. Α 25 ἔπος L: om. A)

529
οὐσία καὶ ἰδέα, εἴ καὶ ἐν τῷ αὐτοανθρώπῳ ἐστίν, ὥσπερ καὶ ἐγὼ αὐτὸς ἑαυτῷ ἄνθρωπός εἰμι καὶ ἄτομον, εἰ καὶ ἐν τόπῳ τυγχάνω. ὥστε εἰ αὐτὸ ἑαυτῷ τὸ ζῷον καὶ οὐσία ἐστὶ καὶ ἰδέα, δῆλον ὅτι ἕκαστον τῶν ἐν ζῴοις ἤτοι ἐν τῷ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς αὐτοζῷόν ἐστι καὶ ἰδέα. τὰ δὲ εἴδη ἑτέρων εἰσὶ φύσεων, ὥσπερ καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος· καὶ τὰ αὐτοζῷα ἄρα τὰ ἐν τοῖς εἴδεσιν ἑτέρων εἰσὶ φύσεων· ὅπερ ἄτοπον. [*](498) ἔτι εἰ τῶν πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐστιν ἰδέα, τῷ δ’ ἀριθμῷ διαφέρει, ὡς δέδεικται, τὸ ἐν τῷ αὐτοίππῳ ζῷον καὶ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς πᾶσα γὰρ ἰδέα μία τῷ ἀριθμῷ), ἔσται καὶ ἐκείνων ἰδέα· ὥστε ὥσπερ ἐστὶν ἄλλος ἄνθρωπος καθ’ αὑτὸν παρὰ τοὺς καθ’ ἕκαστα καὶ αἰσθητούς, οὕτως ἔστι καὶ τῶν αὐτοζῴων καὶ τῶν ἰδεῶν ἄλλη τις ἰδέα καὶ ἄλλο αὐτοζῷον. καὶ πῶς ἐκ τοῦ τοιούτου αὐτοζῴου ἔσται τὸ ἐν τῷ αὐτοανθρώπῳ αὐτοζῷον; ἔτι εἴπερ τῶν αἰσθητῶν εἰσιν αἱ ἰδέαι, ταῦτά τε ἅπερ εἴρηται συμβαίνει καὶ τούτων ἀτοπώτερα. ἐπειδὴ γὰρ ἀνάγκη ἐστὶν ἐξ ὧν λέγουσιν εἶναι καὶ αὐτοζῷον αὐτὸ καθ’ αὑτό, ὥσπερ οὖν ὁ αὐτοάνθρωπος ἕτερός ἐστι παρὰ τοὺς καθ’ ἕκαστα, οὕτω καὶ τὸ αὐτοζῷον ἕτερον ὀφείλει εἶναι παρὰ ζῷα τὰ τινά, ἃ οὔτε ἄνθρωπός εἰσιν οὔτε ἵππος οὔτε ἄλλο οὐδέν, ἀλλὰ τοῦτο αὐτό, ζῷα· εἰ δὲ μή εἰσί τινα ζῷα ἅπερ τοῦτο αὐτό εἰσι, ζῷα, ὥσπερ οἱ ἄνθρωποι τοῦτο αὐτό, ἄνθρωποι τίς γάρ πω ἐθεάσατο ζῷον ὃ μήτε ἄνθρωπός ἐστι μήτε μύρμηξ μήτε ἄλλο τι), οὐδὲ αὐτοζῷόν ἐστιν· ἡ γὰρ ἰδέα τινῶν ἐστιν ἰδέα. εἰ δὲ μή ἐστιν αὐτοζῷον, ζῷον, φανερὸν ὡς οὐδὲ αὐτοάνθρωπος οὐδ’ ὅλως ἰδέα. εἰ δὲ λέγοι τις ὡς ἔστι μὲν αὐτοζῷον, ἀλλ’ οὐκ ἔστιν ἰδέα ζῴων τοῦτο αὐτὸ ζῴων ὄντων, ἀλλὰ τοῦ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἵπποις καὶ βουσί, ψεῦδος ἐρεῖ· τοῦ γὰρ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἁπλῶς τῶν ἀνθρώπων ὅλων ὡς ὅλων ὁ αὐτοάνθρωπός ἐστιν ἰδέα ὅλος ὡς ὅλος· ὡσαύτως καὶ ὁ αὐτοΐππος ὅλος ὡς ὅλος ἐστὶν ἰδέα τῶν κατὰ μέρος ἵππων ὅλων ὡς ὅλων· ὥστε εἴπερ ἔστιν αὐτοζῷον καὶ ἰδέα, ζῴων ὀφείλει εἶναι ἰδέα μηδὲν ἄλλο ὄντων ἢ τοῦτο αὐτό, ζῷα. οὕτω δὴ ἐνστὰς πρὸς τοὺς τὰς ἰδέας τιθεμένους καὶ ἐλέγξας αὐτοὺς συμπεραίνεται λέγων εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, ἀδύνατον εἴδη εἶναι τῶν καθ’ ἕκαστα, ὥς τινές φασιν.

[*](p. 1039b20)

ἐπεὶ δὲ ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος· λέγω δ’ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία σὺν τῇ ὕλῃ.

εἰπὼν πρότερον ὅτι οἱ λόγοι τοῦ τί ἦν εἶναί εἰσι καὶ τῶν εἰδῶν, τῶν δὲ καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, καὶ ἐπαγγειλάμενος τοῦτο δείξειν, νῦν τὴν ὑπόσχεσιν ἐκπληροῖ καὶ δείκνυσιν ὅτι τῶν καθ’ ἕκαστα οὔκ εἰσιν ὁρισμοί.

[*](3 τῶν LF: τὸν Α 6 ταῖς ἰδέαις L ὅπερ LS: ὅπως γὰρ Α 18 αὐτό, ζῷα LS: αὐτοζῷα Α 19 αὐτό, ἄνθρωποι LS: αὐτοάνθρωποι Α 20 ὃ] ἵνα LF 22 λέγοι S: λέγει Α et fort. L ὡς L: om. A 28 ζῴων S Bonitz: ζῷον AL ὀφείλει εἶναι ἰδέα LS: ὁ φύσει εἶναι Α 29 δὴ LF: δὲ Α 35 ὁρισμὸς LF: ὁ ὁρισμὸς Α δείξειν LF: δεῖξαι A)
530

πρότερον δὲ ποιεῖται διαίρεσιν τῆς οὐσίας ποσαχῶς λέγεται, δείξῃ ποίας οὐσίας οὐκ ἔστιν ὁρισμός. λέγει δὴ ὅτι ἐπειδὴ | ἡ οὐσία ἑτέρα τό τε [*](499) σύνολον καὶ ὁ λόγος, λέγω δὲ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία ὁ λόγος συνειλημμένος τῇ ὕλῃ, ἡ δὲ λόγος ὅλως καὶ τί ἦν εἶναι, ὅσαι μὲν οὖν εἰσιν οὐσίαι συνειλημμέναι τῇ ὕλῃ καὶ ὅλως σύνθετοι, τούτων ἔστι φθορὰ καὶ γένεσις, τοῦ δὲ λόγου καὶ τοῦ εἴδους οὐκ ἔστι φθορὰ οὐδὲ γένεσις· οὐ γὰρ γίνεται τὸ οἰκίᾳ εἶναι καὶ τὸ εἶδος τῆς οἰκίας, ἀλλ’ ἥδε ἡ κατὰ μέρος οἰκία, ἐν ἡ τὸ εἶδος ἀχρόνως καὶ ἄνευ γενέσεως γίνεται καὶ φθείρεται. καὶ διὰ τοῦτο οὐκ ἔστι τῶν αἰσθητῶν οὐσιῶν καὶ καθ’ ἕκαστα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξις, ὅτι ἔχουσιν ὕλην, ἧς ἡ φύσις διὰ τὸ ἐνδέχεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, τουτέστιν διὰ τὸ μὴ δύνασθαι ἀεὶ τὸ αὐτὸ στέγειν εἶδος ἀλλ’ ἄλλοτε δεκτικὴν εἶναι ἄλλων, φθαρτὰ πάντα τὰ καθ’ ἕκαστα αὐτῶν. ταῦτα θεὶς τρέπεται εἰς τὴν τοῦ μὴ εἶναι τῶν καθ’ ἕκαστα ὁρισμοὺς δεῖξιν. γυμνάζει δὲ τὸν λόγον ἐπὶ τὰς ἰδέας καὶ αὗται γὰρ καθ’ ἕκαστά εἰσιν) ἐκ τοῦ μᾶλλον τὴν δεῖξιν ποιούμενος. εἰ γὰρ αὗται αἳ δοκοῦσιν εἶναι ἀίδιοι, ὅμως διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι οὔκ εἰσιν αὐτῶν ὁρισμοί πολλῷ μᾶλλον οὐκ ἔσονται τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν. τέως δὲ πρῶτον συλλογίζεται λέγων μὴ εἶναι τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα ὁρισμοὺς μηδὲ ἀπόδειξιν δυνάμει ὧδε. οἱ ὁρισμοὶ καὶ αἱ ἀποδείξεις τῶν ἀναγκαίων καὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν εἰσί, τὰ καθ’ ἕκαστα ἐνδέχεται ἄλλως ἔχειν, τῶν καθ’ ἕκαστα ἄρα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξίς ἐστιν. ὥσπερ γάρ, φησίν, οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἷναι ἐπιστήμην ποτὲ δ’ ἄγνοιαν, ὥσπερ οὐδὲ τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον εἶναι ποτὲ δὲ μή (δόξα γάρ ἐστι τὸ ποτὲ μὲν ὡς ἐπιστήμη ὄν, ποτὲ δ’ ὡς ἄγνοια), οὕτως οὐδὲ ἀπόδειξιν οὐδ’ ὁρισμὸν ἐνδέχεται εἶναι τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀλλὰ δόξαν. κατασκευάζει δὲ τὸ μὴ ὁρισμὸν μηδ᾿ ἀπόδειξιν εἶναι τῶν καθ’ ἕκαστα καὶ ἄλλως λέγων ἄδηλά τε γὰρ τὰ φθειρόμενα τοῖς ἔχουσιν ἐπιστήμην ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ· εἰ δὲ ὧν ἐστιν ἐπιστήμη καὶ ὁρισμὸς δῆλά ἐστι κατὰ πάντα τρόπον, τὰ δὲ καθ’ ἕκαστα ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ ἄδηλά ἐστι, τῶν καθ’ ἕκαστα ἄρα οὔτε ἀπόδειξίς ἐστιν οὔθ’ ὁρισμός. καὶ ἄλλως· ὧν ἐστιν ἀποοειςις καὶ ὁρισμὸς, τούτων η αποοειςις ἀπόλλυται εἴτε του ἔχοντος τὴν ἀπόδειξιν φθαρέντος, εἴτε τοῦ οὗ ἐστιν ἀπόδειξις, ἢ ἀμφοτέρων, καὶ τοῦ ἔχοντος τὴν ἀπόδειξιν καὶ τοῦ ἀποδεικτοῦ, ὡς ἐν τῷ Α τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηται. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα συμβαίνει σωζομένου καὶ τοῦ ἀποδεικτοῦ καὶ τοῦ ἔχοντος τὸν λόγον καὶ τὴν ἀπόδειξιν καὶ τοῦ λόγου τοῦ ἐν τῇ ψυχῇ καὶ μὴ λήθης γεγονυίας μὴ εἶναι μήτε | ὁρισμὸν μήτε ἀπόδειξιν· ὅταν γὰρ ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ οὗ τὸν λόγον [*](500) ἔχομεν, σωζομένου ἐμοῦ καὶ τοῦ πράγματος οὗ τὸν λόγον ἔχω καὶ [*](2 λέγει MS Bonitz: λέγω AL 11 ἀεὶ LFS: om. Α 13 τῶν LFS: τοῦ Α 14 ἐπὶ τῶν ἰδεῶν coni. Bonitz coll. p. 531,11 22 ἐστιν LFS: εἰσιν A 23 εἶναι LF: om. Α 25 εἶναι — ἀπόδειξιν (27) LFS: om. Α 34. 35 ἐν τῷ Α τῶν Ὑστέρ ἀναλυτικῶν] fort, respicit c. 18)

531
αὐτοῦ τοῦ λόγου καὶ λήθης μὴ μεσολαβησάσης, ἀγνοῶ εἰ ὅλως ἐστίν. διὸ δεῖ τῶν πρὸς ὅρο ν, τουτέστι τῶν πρὸς ὅρον τινὸς πραγματευομένων, ἤτοι δεῖ ἕκαστον τῶν περὶ ὅρον τινὸς ἀτόμου πράγματος σκοπούντων καὶ ζητούντων ἀποδοῦναι αὐτοῦ τὸ τί ἐστι, μ ἡ ἀγνοεῖν ὅτι ἀεὶ ἀναιρεῖν ἔστιν ἤτοι ἀναιρεθήσεται αἰεὶ ὁ τοιοῦτος ὁρισμός· παντὸς γὰρ ἀναιρεῖν ἔστι τὸν ὁρισμὸν τοῦ καθ’ ἕκαστα. ὥστε ὁ τὸ κα9 ἕκαστον ὁριζόμενος οὐδὲν ἄλλο π οἴει ἢ αἰτίας δίδωσιν τοῦ ἀναιρεῖν ἑκάστῳ τῶν βουλομένων αἰεί τι ἀναιρεῖν καὶ ἀνασκευάζειν.

[*](p. 1040a8)

οὐδὲ δὴ ἰδέαν οὐδεμίαν ἔστιν ὁρίσασθαι· τῶν γὰρ καθ´ ἕκαστον ἡ ἰδέα.

ἐπὶ τῶν ἰδεῶν, ὡς εἴπομεν, γυμνάζει τὸν λόγον, δεικνὺς ὅτι τῶν ἰδεῶν οὔκ εἰσιν ὁρισμοὶ διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι αὐτά. εἰ δὲ ιούπω μή εἰσι, σχολῇ γ’ ἄν τῶν αἰσθητῶν εἶεν. ἅμα δὲ δείκνυσιν ὅτι εἴδη αὐτὰ καθ’ αὑτὰ καὶ χωριστὰ οὔκ εἰσιν. λέγει γὰρ ὅτι εἴπερ ἔστιν ὁρισμὸς αὐτοανθρώπου (ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος), ἀναγκαῖόν ἐστιν ὀνόμασι χρήσασθαι· ἄνευ γὰρ ὀνομάτων πράγματα σημαινόντων οὐκ ἔστιν ὁρισμός. εἰ δ’ ἀναγκαῖόν ἐστι τὸν ὁριούμενον τὸν αὐτοάνθρωπον ὀνόμασι χρήσασθαι, ἢ συνήθεσι καὶ γνωρίμοις ὀνόμασι χρήσεται, λέγω δὴ ‘Eλληνικοῖς, ἢ δνόματ́α ἕτερα θήσεται καὶ ἄγνωστα. ἀλλὰ μὴν ὀνόματα οὐ ποιήσει ἕτερα παρὰ τὰ συνήθη· ὁ γὰρ ἀλλοτρίοις ὀνόμασι καὶ ἀγνώστοις χρώμενος ταὐτὸν ποιεῖ τῷ μὴ χρωμένῳ ὀνόμασι μηδὲ ὅλως λέγοντι, καὶ ὥσπερ ὁ μὴ χρόιαενος ὀνόμασι μηδὲ λέγων οὐχ ὁρίζεται, οὕτω καὶ ὁ ἀλλοτρίοις ὀνόμασι χρώμενος ποιεῖ. λείπεται ἄρα χρήσασθαι συνήθεσιν ὀνόμασι καὶ γνωρίμοις· τὰ δὲ γνώριμα καὶ κείμενα κοινὰ πᾶσίν ἐστι καὶ ὑπάρχει πολλΟῖς. οἷον εἴ τις ὁριζόμενος τὸν Ἀλέξανδρον λέγει Ἀλέξανδρός ἐστι ζῷον ἰσχνὸν λευκὸν ἢ ἕτερόν τι, τὸ ζῷον ἰσχνὸν λευκὸν οὐ μόνῳ τῷ Ἀλεξάνδρῳ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· ὥστε πάλιν οὐχ ἑνός ἐστιν οὗτος ὁ ὁρισμὸς ἀλλὰ καὶ ἄλλων πολλῶν. οὐκ ἄρα ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. τοῦτο δὴ συμβήσεται καὶ ἐπὶ τῶν ἰδεῶν. εἰ γάρ τις λέγει ὅτι αὐτοἄνθρωπός ἐστι ζῷον πεζόν, οὗτος ὁ ὁρισμὸς καὶ ἄλλοις ὑπάρχει. οὐκ ἄρα ἔστιν ὁρίσασθαι τὴν ἰδέαν. εἰ οὖν οἱ ὁρισμοὶ μόνοις ἐκείνοις ὑπάρχουσιν ὧν εἰσιν ὁρισμοί, καὶ ἀντιστρέφουσι τὰ ὁριστὰ πρὸς τοὺς ὁρισμοὺς καὶ οὗτοι πρὸς ἐκεῖνα, εἴπερ ἐστὶ τοῦ αὐτοανθρώπου μόνου τὸ ζῷον πεζὸν ὁρισμός, οὐχ ὑπάρξει καὶ ἄλλοις καὶ ἀντιστρέψει· ἀλλ’ ὑπάρχει καὶ οὐκ ἀντιστρέφει. οὐκ ἄρα ἔστι τὴν ἰδέαν ὁρίσασθαι. εἰ δέ τις, φησί, λέγοι ὅτι τὸ ζῷον καὶ τὸ ἰσχνὸν καὶ τὸ λευκὸν χωρὶς μὲν ὑπάρξει πολλοῖς, ἅμα δὲ οὐδενὶ εἰ μὴ μόνῳ τῷ Ἀλεξάνδρῳ, | ὁμοίως καὶ τὸ ζῷον καὶ τὸ πεζὸν χωρὶς μὲν καὶ [*](501) [*](7 τοῦ ἀναιρεῖν LF: om. Α 9 ὁρίσασθαι MS: ἀναιρεῖν AL 13 δὲ L: Offl. Α 16. 17 ἄνευ — χρήσασθαι LS: om. A Id ὁρισμός S: ἀριθμός L 17 ὁριούμενον scripsi (qui debet definire S): ὁρισμένον L 18 abte συνήθεσι add. οὖν A δὴ L: δὲ A 21 ὀνόμασι LS: ὀνόματι A 21. 22 μηδὲ ὅλως–ὀνόμασι LS: om. A)

532
ἄλλοις, ἅμα δὲ τῷ αὐτοανθρώπῳ μόνῳ, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν χωρὶς μὲν ἕκαστον πολλοῖς ὑπάρχει, ἅμα δὲ μόνῳ τῶ ἀνθρώπῳ· εἰ δὴ ταῦτά τις λέγοι, πρῶτον μέν, φησί, λεκτέον ὅτι καὶ ἀμφοῖν, οἷον τὸ ζῷον δίπουν ὑπάρξει τῷ ζῴῳ καὶ πάλιν τὸ ζῷον δίπουν τῷ δίποδι, ὥστε πάλιν οὐχ ἑνὶ ὑπάρξει τὸ ζῷον δίπουν ἀλλὰ δυσίν· ἐπειδὴ γὰρ τὸ ζῷον ἕτερόν ἐστι τοῦ δίποδος, τὸ ζῷον δίπουν ὑπάρξει τῷ δίποδι χωρὶς καὶ πάλιν τὸ ζῶον δίπουν τῷ ζῴῳ χωρίς. ἔσται δὲ τὸ λεγόμενον ἐκδηλότερον ἐπὶ τοῦ Ἀλεξάνδρου· ἐπειδὴ γὰρ ὁ Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, τὸ ἰσχνὸν καὶ φιλόσοφον καὶ λευκὸν ἕτερα ὄντα τοῦ Ἀφροδισιέως (ἅπαντα γάρ εἰσιν ὁ Ἀλέξανδρος, οὐ μὴν τὰ τρία μόνα), ὑπάρξουσι τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ ὁ Ἀφροδισιεὺς καὶ τὸ ἰσχνὸν καὶ φιλόσοφον ἕτερά εἰσι τοῦ λευκοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ λευκῷ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ τὸ φιλόσοφον καὶ ὁ λευκὸς καὶ ὁ Ἀφροδισιεὺς ἕτερά εἰσι τοῦ ἰσχνοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ ἰσχνῷ Ἀλεξάνδρῳ· ἄνδρω· ὥστε ὁ ὁρισμὸς ὁ λέγων ὅτι Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, οὐχ ἑνός ἐστιν, ἀλλὰ τοῦ ἰσχνοῦ Ἀλεξάνδρου καὶ τοῦ λευκοῦ Ἀλεξάνδρου καὶ τοῦ φιλοσόφου Ἀλεξάνδρου καὶ τοῦ Ἀφροδισιέως Ἀλεξάνδρου, οἵπερ εἰσὶν ἕτεροι· ὁ γὰρ ἰσχνὸς Ἀλέξανδρος, ᾗ ἰσχνός, ἕτερός ἐστι τοῦ λευκοῦ Ἀλεξάνδρου. οὐκ ἄρα ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. αὕτη δὲ ἡ ἐπιχείρησις ἔνδοξός ἐστι καὶ οὐ πραγματώδης, ὡς αἱ λοιπαί· ἐκεῖναι γὰρ ἀναγκαῖαι καὶ ἀληθεῖς. εἰπὼν δὲ ὅτι τὸ ζῷον δίπουν ὑπάρξει καὶ ἀμφοῖν, τῷ τε ζῴῳ καὶ τῷ δίποδι, ἐπήγαγε καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοὺ συνθέτου, τουτέστιν ἀναγκαῖόν ἐστιν ὑπάρχειν τὸ ζῷον δίπουν ἔν τε τῷ δίποδι χωρὶς καὶ ἐν τῷ ζῴῳ πάλιν ἰδίως. ἐπειδὴ γὰρ καθ’ αὑτά εἰσι τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, εἶτα συνελθόντα γεγόνασι μέρη τοῦ συνθέτου, οἷον τοῦ αὐτοανθρώπου, ἀνάγκη καὶ τὸ ζῷον δίπουν κατηγορεῖν τοῦ δίποδος τοῦ καθ’ αὑτὸ ὄντος καὶ πάλιν τοῦ ζῴου· καὶ αὐτὸ γὰρ καθ’ αὑτό ἐστιν. δύναται τὸ καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοῦ συνθέτου συντάττεσθαι τῷ ἀνάγκη ἄρα ὑπάρχειν καὶ ἄλλῳ ταῦτα, τουτέστιν ἀνάγκη τὸ ζῷον καὶ τὸ δίπουν ἀίδια ὄντα καὶ κοινὰ καὶ ἄλλοις ὑπάρχειν. οὐ μόνον δὲ τὸ ζῷον καὶ τὸ δίπουν πρότερά ἐστι τοῦ αὐτοανθρώπου, ἀλλὰ καὶ χωριστὰ αὐτὰ καθ’ αὑτά, εἴπερ καὶ ὁ αὐτοάνθρωπος· ἡ γὰρ οὐδὲν ἔσται χωριστόν, ἢ εἴπερ ἔστιν ὁ αὐτοάνθρωπος, ἀνάγκη εἶναι καὶ τὸ ζῷον χωριστὸν καὶ καθ’ αὑτό. εἰπὼν δὲ ἢ γὰρ οὐδ’ ἐν ἢ ἄμφω, πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν εἰ μὲν οὖν μηδέν ἐστι χωριστόν, οὐκ ἔσται τὸ ζῷον παρὰ τὰ εἴδη ἀλλ’ ἐν αὐτοῖς· εἰ δέ ἐστι καὶ τὸ εἶδος καὶ τὸ γένος χωριστόν, δῆλον ὡς καὶ ἡ διαφορά, καὶ ἔσονται πρότερα τοῦ αὐτο|ανθρώπου, καὶ συναναιρήσουσιν ἀλλ’ οὐκ ἄν [*](502) συναναιρεθῶσι τῷ αὐτοανθρώπῳ· τούτου γάρ ἐστι ἐστι τὸ ταῦτα δ οὐκ ἀνταναιρεῖται. ἔσονται ἄρα πρότεραι τῶν ἰδεῶν ἰδέαι. είπὼν δὲ [*](21 δὲ LS: om. A 27 αὐτοανθρώπου LFS: ἀνθρώπου Α 28 τοῦ ζώου Bonitz: τὸ ζῷον Α LFS 37 ζῷον] γένος Metaph. vulg. 40 συναναιρεθεῖεν coni. Bonitz)
533
ἀνωτέρω ὅτι εἰ δέ τις λέγοι ὅτι χωρὶς μὲν πολλοῖς ὑπάρξει, ἅμα δὲ μόνῳ τούτῳ, καί εἰπὼν λεκτέον πρῶτον μέν ὅτι καὶ ἀμφοῖν, οὐκ ἐποιήσατο τὴν ἀπόδοσιν τοῦ μέν συνδέσμου, εἰπὼν ὅτι ἔπειτα δέ, ἀλλ’ εἶπεν ὅτι ἔτι ἐξ ἰδεῶν ἰδέαι· ἀσυνθετώτερα γάρ· ὡς εἷναι τό ἔτι ἀντὶ τοῦ ἔπειτα. εἰ γάρ ἐστιν ἰδέ ὁ ἄνθρωπος, πολλῷ μᾶλλον ἔσται τὸ ζῷον καὶ τὸ δίπουν, ὅσῳ καὶ ἀσυνθετώτερα. ἔτι τὸ ζῷον καὶ τὸ δίπουν ἢ ὅ τι ἄν ἄλλο εἴη, ὅπερ ληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμόν, δεήσει ἐπὶ πολλῶν κατηγορεῖσθαι· εἰ γὰρ μή, πῶς γνωρισθήσεται; εἰ γὰρ αἱ ἰδέαι ἐκ τῶν τῇδέ εἰσι γνώριμοι, εἰ μὴ κατηγοροῦνται ἅπερ, ὡς εἴρηται, παραληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμὸν ἐπὶ πολλῶν πῶς γνωρισθήσονται; εἰ δὲ λέγονται ἐπὶ πολλῶν, δῆλον ὡς οὒκ εἰσιν ἑνὸς ἀλλὰ πολλῶν. οὐκ ἄρα εἰσὶ τῶν καθ’ ἕκαστα ὁρισμοί. ἀλλ’ οὐ κατηγορηθήσονται ἐπὶ πολλῶν, φαίη ἄν τις, τὰ εἰς τὸν τῆς ἰδέας λόγον παραληφθησόμενα. ἀλλ’ εἰ μὴ κατηγοροῦνται, ἐπειδὴ δέδεικται ὅτι ἐξ ὧν αἱ ἰδέαι κἀκεῖνα ἰὸέαι εἰσίν, ἔσονται ἰδέαι ἅπερ οὐ κατηγορηθήσονται ἐπὶ πλειόνων· οὐ δοκεῖ δὲ τοῖς ταύτας τιθεμένοις, ἀλλὰ πᾶσαν ἰδέν μεθεκτήν φασι καὶ ἐπὶ πλειόνων.

[*](p. 1040a27)

Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατόν ἐστιν ὁρίσασθαι ἐν τοῖς ἀιδίοις.

Δείξας ὅτι τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἐστιν οὔτ’ ἀπόδειξις λέγει ὅτι, ὥσπερ εἴρηται, λανθάνει ὡς ἀδύνατόν ἐστιν ὁρίσασθαι τὰ ἀίδια διὰ τὸ μοναδικὰ εἶναι· καὶ μάλιστα, φησίν, ὅσα ἐστὶ μοναχά, οἷόν ἐστιν ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ· οὐ μόνον γὰρ ἁμαρτάνουσι τοιαῦτα λαμβάνοντες εἴς τὸν τοῦ ἡλίου ὁρισμόν, ὧν ἀφαιρουμένων πάλιν ἔσται ὁ ἥλιος· καίτοι οὐ δοκεῖ τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων ἑνὸς τούτων ἀφαιρουμένου εἶναι τὸ ὁριστόν· ἂν γὰρ τοὺ ἀνθρώπου ἢ τὸ πεζὸν ἡ τὸ δίπουν ἀφέλῃς ἢ τὸ ζῷον, οὐκέτι ἔσται ὁ ἄνθρωπος· ὥστε εἴπερ ἦσαν τὰ εἰς ὁρισμὸν τοὐ ἡλίου παραλαμβανόμενα συστατικὰ τῆς οὐσίας αὐτοῦ, ἑνὸς τούτων ἀφαιρουμένου οὐκέτι ἄν ἦν ἥλιος. ἀλλὰ δύναται εἶναι. πόθεν δὲ τοῦτο γίνεται; ἐκ τοῦ πειρᾶσθαι ὁρισμοὺς τῶν καθ’ ἕκαστα ἀποδιδόναι, ὧν οὗκ εἰσιν ὁρισμοί. οὐκ ἄρα καλῶς ὁρίζονται. οὐ μόνον δὲ τοιαῦτα λαμβάνουσιν ἀλλ’ ἀγνοοῦσι καὶ ὅτι οὐκ ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. εἰ γὰρ τοῦτο ᾔδεσαν, οὐκ ἄν ὅλως ὁρίσαι ταῦτα ἐπεχείρουν, ἐξ οὗ καὶ τοιαῦτα λαμβάνειν αὐτοῖς συμβαίνει. καὶ τίθησι τίνα ἔστι τὰ εἰς τὸν τοῦ ἡλίου ὁρισμὸν παραλαμβανόμενα μὴ καλῶς, τό τε περὶ γῆν ἰὸν καὶ τὸ [*](503) νυκτικρυφές· ἐπειδὴ γὰρ τὸ περὶ γῆν ἰέναι ἢ τὸ ἐν νυκτὶ κρύπτεσθαι εἰς ὁρισμὸν τοῦ ἡλίου παραλαμβάνουσι δῆλον ὅτι συστατικά εἰσι τῆς τοῦ ἡλίου οὐσίας; ὥστε ἄν τις ἀφέληται τοῦ ἡλίου τὸ περὶ γῆν ἰέναι ἢ τὸ νυκτικρυφές, οὐκέτι ἔστι ὁ ἥλιος. ἢ ὅλως ἐὰν στῇ ὁ ἥλιος, οὔτε περὶ γῆν διε- [*](3 ἔτι] ἔπειτα δὲ εἰ Metaph. vulg. 4 ἀσυνθετώτερα FS: συνθετώτεραι A: συνετώτεραι L 30 δὲ LF: om. Α 32 οὐκ ἂν LS: οὐ γὰρ κὰν A)

534
λεύσεται οὔτε τῇ νυκτὶ κρυφήσεται· εἰ δὲ τοῦτο, οὐκ ἔσται. ἀλλ’ ἄτοπον εἰ μὴ ἔστι διὰ τὸ ἵστασθαι ἡ διὰ τὸ μὴ ὑπὸ γῆν διιέναι ἢ ἐν νυκτὶ κρύπτεσθαι· οὐσία γάρ τίς ἐστιν ὁ ἥλιος, τὸ δὲ κρύπτεσθαι συμβεβηκός· πῶς οὖν τοῦ συμβεβηκότος ἀναιρουμένου ἀναιρεθήσεται οὐσία; ἄλλως τέ εἰσί τινες τόποι κατὰ τὸν βόρειον πόλον, καθ’ οὗς ὁ ἥλιος οὐ κρύπτεται καὶ ὅμως ἔστιν. οὐκ ἔδει δὲ εἶναι, εἴπερ τὸ κρύπτεσθαι εἰς τὴν οὐσίαν κὼ τὸ τί ἦν εἶναι ἡλίῳ συνέτεινεν. ἔτι, φησίν, ὅσα ἐπ’ ἄλλου ἐνδέχεται, τουτέστιν, ἔτι εἴπερ ἦσαν ἐκτὸς τοῦδε τοῦ κόσμου ἄλλοι κόσμοι, ὡς ὁ Δημόκριτος ἔφασκε, δῆλον ὅτι καὶ οἱ ἐν ἐκείνοις τοῖς κόσμοις ἥλιοι περὶ γῆν ἄν διήρχοντο ἢ τῇ νυκτὶ ἐκρύπτοντο, ὥστε ὁ λόγος ὁ τοῦδε τοῦ ἡλίου κοινὸς ἂν ἦν καὶ ἥρμοζε κἀκείνοις. ἀλλ’ ὑπέκειτο εἷς εἶναι ἥλιος, ὥσπερ Κλέων ἢ Καλλίας, καὶ μόνου τοῦδε εἷναι τὸν λόγον· εἰ δὴ ὁ τοιοῦτος λόγος, φημὶ δὴ τὸ νυκτικρυφὲς καὶ τὸ περὶ γῆν ἰόν, καὶ ἐπ’ ἄλλοις ἐφαρμόζει, δῆλον ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. οὕτως δὴ δείξας ὅτι τῶν καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, μαρτύρεται καὶ τοὺς τὰς ἰδέας τιθεμένους, λέγων ὅτι διὰ τί οὐδεὶς αὐτῶν ὅρον λέγει τινὸς ἰδέας, ἀλλὰ πάσας ἀορίστους καταλιμπάνουσι καί φασι μὴ εἶναι ὁρισμὸν τῶν ἰδεῶν; ἢ δῆλον διὰ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα. ὥστε, φησί γένοιτ’ ἂν καὶ ἐκ τῶν τὰς ἰδέας λεγόντων ἀληθὲς τὸ νῦν εἰρημμένον, τοῦτο δ’ ἐστὶ τὸ μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα.

[*](p. 1040b5)

Φανερὸν δ’ ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν αἱ πλεῖσται δυνάμεις εἰσί.

ἐπειδὴ γὰρ οὐσίας ἐκεῖνά φαμεν ὅσα καθ’ αὑτὰ ὄντα δύναται τὸ οἰκεῖον ἔργον ἀποτελεῖν οὐσία γὰρ οὐδὲν ἄλλο ἐστὶν ἡ τὸ ἀφ’ οὗ τὸ ἑκάστου ἔργον ἐκπληροῦται· οὐσία γὰρ καὶ εἶδος Σωκράτους ἡ τοῦ Σωκράτους ψυχή, ἀφ’ ἧς αὐτῷ τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἔργον ἐκπληροῦν), λέγει ὅτι καὶ τὰ μέρη τῶν ζῴων, χεῖρες καὶ πόδες, ἅπερ μάλιστα δοκοῦσιν εἶναι οὐσίαι, φανερόν ἐστιν ἐκ τούτων ὡς οὔκ εἰσιν οὐσίαι ἀλλὰ δυνάμεις. οὐσίας γάρ ἐστι τὸ καθ’ αὑτὴν οὖσαν τὸ καθό ἐστιν αὐτῆς ἔργον ἐκπληροῦν, ἡ δὲ χεὶρ τοῦ ὅλου χωρισθεῖσα τὸ ἔργον αὐτῆς ἡ χεὶρ οὐκ ἐκπληροῖ, καίτοι καθ’ αὑτὴν οὖσα. οὐ γὰρ ἐν τῷ τοιονδὶ σχῆμα ἔχειν χείρ ἐστιν, ἀλλ’ ἐν τῷ ἐκπληροῦν τὸ ἑπόμενον τῷ τοιονδὶ σχῆμα ἔχοντι ἔργον· ἐπεὶ εἴ γε κατὰ τὸ τοιονδὶ σχῆμα ἕκαστον οὐσίωτο, ἦν ἂν καὶ ἡ τοῦ ἀνδριάντος χεὶρ χείρ οὐκ ἔστι δέ), καὶ ὁ ἀνδριὰς | ἄνθρωπος. [*](504) ἀλλ’ εἰ μετὰ τοῦ ὅλου ὄντα τὰ μέρη τῶν ζώων οὔκ εἰσιν ἐνεργείᾳ οὐσίαι ἀλλὰ δυνάμει ἐκεῖνα γὰρ ἐλέγετο εἶναι ἐνεργείᾳ οὐσίαι, ἅπερ εἰσὶν αὐτὰ καθ’ αὑτὰ καὶ ἐκπληροῦσι τὸ οἰκεῖον ἔργον), ἆρά γε χωρισθέντα [*](4 τέ L: τό Α 11 ἥλιος L: ὁ ἥλιος Α 13 τὸ περὶ L: τὸ om. Α 15 μαρτύρεται LFS: μαρτύρεσθαι Α 18 καὶ LFS: om. Α 30 ἦ χεὶρ LF: ἧ χεῖρον Α)

535
καὶ καθ’ αὑτὰ ὄντα λέγονται οὐσίαι; ἤ, ὡς πολλάκις εἴρηται, ἐπειδὴ οὐκ ἐν τῷ τοιῳδὶ σχήματι ἡ χεὶρ καὶ ὁ ποὺς οὐσίωται, ἀλλ’ ἐν τῇ ἀπὸ τῆς ψυχῆς αὐτοῖς ᾗ τοιαῦτά ἐστιν ἐνδιδομένῃ δυνάμει, ὥστε τὸ οἰκεῖον ἔργον ἐκπληροῦν, εἴ μὲν τοῦ ὅλου χωρισθέντα ἠδύναντο τὴν ἀπὸ τῆς ψυχῆς ἐνδιδομένην αὐτοῖς δύναμιν δέχεσθαι καὶ διὰ ταύτης ἐκπληροῦν τὸ οἰκεῖον ἔργον, ἐλέγοντο ἄν οὐσίαι· ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι γενέσθαι, ὄντα μὲν μετὰ τοῦ ὅλου λέγοντι δυνάμει οὐσίαι, ὅταν δὲ χωρισθῶσιν, οὐ λέγονται οὐσίαι σύνθετοι, καίτοι σύνθετοι οὖσαι· ἀλλ’ ὡς τὸ πῦρ πρὸς αὐτά ὕλη γὰρ αὐτῶν τὸ πῦρ) οὕτω ταῦτα πρὸς τὸν Σωκράτην. ὕλη γὰρ καὶ αὐτὰ τοῦ ἐκ ψυχῆς καὶ σώματος Σωκράτους· τὸ γὰρ σῶμα ὕλη, ἡ δὲ ψυχὴ τὸ εἶδος. καὶ δῆλον ὡς τῆς χειρὸς καὶ τῶν τοιούτων οὐ πάντῃ ἀποφάσκει τὴν οὐσίαν. ἀλλὰ τὴν μὲν ὡς ὕλην λεγομένην οὐσίαν δίδωσιν αὐτοῖς, τὴν δ᾿ ὡς ἐξ ὕλης καὶ εἴδους οὐ συγχωρεῖ, διὰ τὸ ἕκαστον εἰδοποιεῖσθαι τῇ οἰκείᾳ ἐνεργεία, ταῦτα δὲ ἐστερῆσθαι αὐτῆς. ὅταν οὗν, φησί, χωρισθῇ τὰ μόρια τοῦ ὅλου καὶ ὧσι καθ’ αὑτά, ὡς ὕλη πάντα εἰσί, καὶ ὡς γῆ καὶ πῦρ καὶ ἀήρ. καὶ τὴν αἰτίαν τοῦ ὅπως καὶ μετὰ τὸ χωρισθῆναι οὔκ εἰσιν οὐσίαι προσέθηκεν εἰπὼν οὐδὲν γὰρ αὐτῶν ἕν ἐστιν, ἴσον λέγων τῷ ὅτι ἡ οὐσία σὺν τῷ τὸ οἰκεῖον ἔργον ἐκπληροῦν καὶ ἓν εἶναι ὀφείλει ἐνεργεία· τὰ δὲ μόρια ἐπειδὰν χωρισθέντα σωρηδὸν κέηται, οὗκ εἰσιν οὔκ εἰσιν ἐνεργεία ἓν ἀλλὰ δυνάμει. ὥσπερ γὰρ ὁ σωρὸς τῶν χρυσίνων ἢ τῶν καττιτερίνων ψηγμάτων δυνάμει ἐστὶν ἕν, ὅταν δὲ τὸ πῦρ τήξῃ πάντα καὶ ὡς εἴπ’ εἰν πέψῃ καὶ ἓν γένηται, τότε εἰσὶν ἐνεργεία ἕν, οὕτω καὶ τὰ μόρια σωρηδὸν καὶ κατὰ παράθεσιν κείμενα δυνάμει εἰσὶν ἕν, ἀλλ’ οὐκ ἐνεργείᾳ. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὁ ὄρρος· καὶ εἴη ἄν λέγων ὅτι ὥσπερ ὁ ὄρρος πρὶν ἢ πεφθῇ, τουτέστι πρὶν ἢ παγῇ καὶ ὅλως τυρωθῇ, οὐ λέγεται ἓν ἐνεργείᾳ ἀλλὰ δυνάμει, ἐπειδὰν δὲ τυρωθῇ τότε λέγεται ἕν, οὕτω καὶ ἐπὶ τῶν μορίων. μάλιστα δέ, φησίν, ὑπολάβοι ἄν τις τὰ τῶν ἐμψύχων μόρια, καὶ τούτων οὐ πάντων ἀλλά τινων, ὁμοίως δὲ καὶ τῆς ψυχῆς, πάρεγγυς τοῦ καὶ ἐνεργεία μετὰ τοῦ ὅλου ὄντα οὐσίας αὐτὰ λέγειν καὶ δυνάμει· ἐπειδὴ γὰρ καὶ μετὰ τὸ χωρισθῆναι καὶ καθ’ αὑτὰ εἶναι δύναται κινεῖσθαι καὶ αἰσθάνεσθαι, δόξειεν ἂν εἶναι καὶ ἐνεργείᾳ καὶ δυνάμει· δυνάμει μὲν γὰρ ὅτε μετὰ τοῦ ὅλου εἰσίν, ἐνεργείᾳ δὲ ὅτι, ἐπειδὴ χωρισθέντα κινεῖται καὶ αἰσθάνεται, δοκεῖ ὡς καὶ | μετὰ τοὐ ὅλου ὅταν ᾖ καθ’ αὑτά ἐστι καὶ [*](505) οὐ συνέχει τῷ ὅλῳ. ὅτι δὲ πολλὰ μόρια τῶν ζῴων χωρισθέντα κινεῖται, δῆλον· οἱ γὰρ ὄφεις δίχα τεμνόμενοι κινοῦνται; ἀλλὰ καὶ πόδες ἀκρίδων καὶ φαλαγγίων, ἃ καὶ σηψιδακῆ λέγει, καὶ ἄλλων πολλῶν χωρισθέντων, ἐπειδὰν χωρισθέντα ἠρεμῇ, εἴ τις αὐτῶν ἅψοιτο, αἰσθάνεται καὶ κινεῖται. εἰπὼν οὖν ὅτι σύνεγγυς τοῦ δυνάμει καὶ ἐντελεχείᾳ εἰσί, λέγει ὅτι ὅμως κὢ χωρισθέντα κινῆται καὶ αἰσθάνηται, ἀλλ’ οὖν ὅταν μετὰ τοὺ ὅλου [*](1 λέγονται] ἔσονται LF 2 ἀλλ’ LS: in lac. om. Α 15 ὦσι M: εἰσὶ AL 17 ἐν LF: om. Α 18 τὼ ὅτι Μ: τῷ om. ALF 19 κέηται Brandis: κεῖται ALF 23 δὲ L: om. Α 25 ἡ πεφθῇ L: ἐπεφθῇ A 38 ὅτι (post οὖν) LF: om. Α)
536
ὑπάρχῃ καὶ ὦσιν ἓν καὶ συνεχῆ, δυνάμει εἰσὶν οὐσίαι καὶ οὐκ ἐνεργεία. ἐπειδὴ δέ τινα παρὰ φύσιν εἰσὶ συνεχῆ, ὥσπερ πολλῶν δάκτυλοι συνημμένοι καὶ οὐ διακεκριμένοι, ἐπήγαγε τὸ ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει, ἴσον λέγων τῷ ἐκεῖνά φημι κυρίως ἕν, ὅσα ἐκ φύσεως εἰσι συνεχῆ, ἀλλὰ μὴ βίᾳ καὶ συμφύσει· ταῦτα γὰρ πηρώματά ἐστιν, ἀλλ’ οὐ κατὰ φύσιν.

[*](p. 1040b16)

ἐπειδὴ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ οὐ‘σία ἡ τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμῷ.

Δείξας ὅτι ὁ καθόλου ἄνθρωπος καὶ ἁπλῶς πᾶν εἶδος οὐκ ἔστιν οὐσία, δείκνυσιν ὅτι οὐδὲ τὸ ἓν ἢ τὸ ὄν, ὥσπερ ἔλεγον οἱ τὰ εἴδη τιθέμενοι τὸ αὐτοὲν καὶ αὐτοόν, ἐστὶν οὐσία. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ὂν λέγεται ὥσπερ καὶ τὸ ἕν ἔδειξε γὰρ ἐν τῷ Γ τῆσδε τῆς πραγματείας ὡς ἀκολουθεῖ ἀλλήλοις τό τε ἓν καὶ τὸ ὄν, καὶ εἴ τι ἕν, τοῦτο καὶ ὄν ἐστι, καὶ ἔμπαλιν εἴ τι ὄν, τοῦτο καὶ ἕν), ἐπειδὴ τοίνυν λέγεται τὸ ἓν ὥσπερ καὶ τὸ ὄν, καὶ ἡ οὐσία ἡ τοῦ ἑνὸς μία ἐμοῦ γὰρ ἑνὸς ὄντος καὶ ἡ οὐσία ἡ ἐμὴ μία ἐστίν· οὐδὲν γὰρ ἄλλο τί εἰμι ἀλλ’ ἢ ἡ οὐσία μου), καὶ ἔμπαλιν ὧν μία τῷ ἀριθμῷ ἡ οὐσία, ἐκεῖνα ἕν εἰσι τῷ ἀριθμῷ, δῆλον ὡς οὔτε τὸ ἓν οὔτε τὸ ὄν ἐστιν οὐσία τῶν πραγμάτων, ἀλλὰ κατηγορήματα μόνον καὶ ὀνόματα λεγόμενα κατὰ πραγμάτων. ὥσπερ γὰρ τοῦ πυρὸς κατηγορεῖται τὸ στοιχεῖον λέγομεν γὰρ τὸ πῦρ στοιχεῖον), ὁμοίως καὶ ἡ ἀρχή, καὶ οὐ δήπου ἂν εἴποι τις ὅτι οὐσία τοῦ πυρὸς τὸ στοιχείῳ εἶναί ἐστιν, ἀλλ’ οὐσία μὲν αὐτοῦ ἐστι τὸ θερμὸν καὶ ξηρόν, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ κατηγορήματά τινα καὶ ὀνόματα κατὰ τοῦ πυρὸς λεγόμενα, οὕτω καὶ τὸ ὂν καὶ τὸ ἓν ὀνόματά εἰσι ψιλὰ κατὰ πραγμάτων λεγόμενα, οὐ μὴν οὐσίαι καὶ φύσεις σεῖς τῶν πραγμάτων εἰσίν. εἰ γὰρ ἦν οὐσία τῶν πραγμάτων τὸ στοιχεῖον ἢ τὸ ἓν ἢ τὸ ὄν, οὐκ ἂν ἀκούσαντες στοιχεῖον ἢ ἓν ἐζητοῦμεν τί ἐστι τὸ ὑπὸ τοῦ ἑνὸς δηλούμενον ἢ ὑπὸ τοῦ στοιχείου, ἀλλ’ ἐν ἠρεμίᾳ ἦμεν· νῦν δὲ ἓν ἀκούσαντες ἢ ὂν ἢ στοιχεῖον ζητοῦμεν, ἵνα εἰς γνωριμώτερόν τι ἀναγάγωμεν, καὶ εἰπόντος φέρε ὅτι τὸ λεγόμενον ἓν πῦρ ἐστιν ἢ τὸ λεγόμενον στοιχεῖον ὕδωρ, γνωριμώτερόν τι ἀκηκόαμεν, καὶ ὁ ἀκούσας ἠρέμησε μηδὲν ἔτι πολυπραγμονῶν ἢ ζητῶν. μᾶλλον μὲν οὗν, φησί, τὸ ἓν καὶ τὸ ὂν οὐσίαι εἰσὶ τοῦ στοιχείου καὶ τῆς ἀρχῆς, | τουτέστι μᾶλλον μὲν δηλωτικά [*](506) εἰσι τὸ ἓν καὶ ὂν οὐσίας καὶ σημαίνουσιν οὐσίαν ἤπερ τὸ στοιχεῖον· πρῶτον μὲν ὅτι τὸ ἓν καὶ τὸ ὂν καὶ ἐν τοῖς νοητοῖς καὶ αἰσθητοῖς καὶ ἁπλῶς ἐν πᾶσι θεωρεῖται, τὸ δὲ στοιχεῖον οὐδὲ ἐν τοῖς αἰσθητοῖς πᾶσιν· ὡσαύτως οὐδὲ ἡ ἀρχὴ ἐν ἅπασι θεωρεῖται· ἔπειτα ὅτι τὸ στοιχεῖον τῶν πρός τι ἐστὶ τὸ δὲ ἓν τῶν καθ’ αὑτό, τὰ δὲ καθ’ αὑτὸ μᾶλλον σημαντικά εἰσιν οὐσιῶν καὶ ὡς εἰπεῖν ἐγγίζει τῇ οὐσίᾳ ἤπερ τὰ πρός τι. ὅμως δὲ εἰ καὶ μᾶλλον οὐσίας δηλωτικά ἐστιν, ἀλλ’ οὖν οὔκ εἰσιν οὐσίαι, [*](1 ὦσιν M: εἰσὶν ALF 11 γάμμα Μ: βῆτα ALFS; cf. Γ2 15 οὐδὲν L: οὐδὲ Α 17. 18 ἀλλὰ — πραγμάτων LS: om. Α 21 ξηρόν L: τὸ ξηρόν A)

537
εἴπερ μηδ’ ἄλλο μηδὲν τῶν κοινῶν οὐσία. καὶ συλλογίσαιτ’ ἄν τι οὐδὲν τῶν κοινῶν καὶ κατὰ τῶν πολλῶν λεγομένων οὐσία ἐστί (τοῦτο γὰρ δέδεικται)· τὸ ἓν καὶ τὸ ὂν τῶν κοινῶν καὶ κατὰ πολλῶν λεγομένων εἰσί· τὸ ἓν ἄρα καὶ τὸ ὂν οὔκ εἰσιν οὐσίαι. καὶ ἄλλως· οὐδεμία οὐσία οὐδενὶ ἑτέρῳ ὄντι παρ’ αὐτὴν ὑπάρχει, ἀλλ’ αὐτὴ ἐν αὑτῇ ἐστι καὶ τῷ ἔχοντι αὐτήν· καὶ τὸ ἓν καὶ τὸ ὂν ἑτέροις ὑπάρχει· τὸ ἓν ἄρ καὶ τὸ ὂν οὔκ εἴσιν οὐσίαι. ὅτι δὲ ἡ οὐσία οὐκ ἐνυπάρχει ἑτέρῳ ἀλλ’ ἐν αὑτῇ ἐστι, δῆλον. ἐγὼ γὰρ οὐσία ὢν οὐχ ὑπάρχω τινὶ ἀλλ’ ἐν ἑαυτῷ εἰμι καὶ ἡ ἐμὴ οὐσία ἐν ἐμοί ἐστιν· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἐμὴ οὐσία ἢ ἐγώ. ἔτι τὸ ἐν, φησί, πολλαχῇ οὐκ ἄν εἴη ἅμα, τουτέστιν ἡ μία οὐσία, ὁ Σωκράτης φημὶ ἢ ὁ Καλλίας, οὐ δύναται ἅμα εἶναι καὶ ἐν Λυκείῳ καὶ ἐν ἀγορᾷ· τὸ δὲ κοινὸν ἓν τὸ κατὰ τῶν ἑνῶν κατηγορούμενον διὰ τὸ ὁμοίωμα τυγχάνειν τῶν καθ’ ἕκαστα, αὐτό τε καὶ πᾶν καθόλου ἅμα πολλαχῇ ἐστιν· ἓν γὰρ καὶ ἐν Ἀθήναις καὶ ἐν Θήβαις καὶ ἐν Λιβύῃ καὶ ὅλως πανταχῇ ἐστι· τὸ ἓν ἄρα τὸ κοινὸν οὐκ ἔστιν οὐσία. γράφ’ ἔται δὲ καὶ ἔτι τὸ ὅν, καὶ εἴη ἂν διὰ ταύτης τῆς γραφὴς λέγων ὅτι τὸ ὄν, τουτέστι τὸ ὑπάρχον οὐσίᾳ, πολλαχῇ ἅμα οὐ δύναται εἶναι· τὸ δὲ κοινὸν ἓν καὶ ὂν ἅμα πολλαχῇ εἰσι· τὸ ἓν ἄρα καὶ ὃν οὔκ εἰσιν οὐσίαι. ὥστε δῆλον ὡς εἴπερ αἱ οὐσίαι χωρὶς καθ’ αὑτὰς δύνανται εἶναι, τὰ δὲ καθόλου δέδεικται ὅτι οὔκ εἰσιν οὐσίαι ἀλλὰ τῶν κατὰ μέρος ὁμοιώματα, φανερὸν ὡς οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ’ ἕκαστα καὶ χωρίς, ἀλλ᾿ ἐν αὐτοῖς τὸ εἶναι ἔχει.

[*](p. 1040b27)

Ἀλλ᾿ οἱ τὰ εἴδη λέγοντες εἷναι τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά.

ἐπειδὴ τὸ τῆς οὐσίας ἐξαίρετόν ἐστι τὸ εἶναι καθ’ αὑτήν, οἱ δὲ τὰ εἴδη λέγοντες οὐσίας αὐτὰ ἔλεγον, κατ’ αὐτὸ τοῦτο χωρίζοντες καὶ καθ’ αὑτὰ λέγοντες εἶναι ἔλεγον ὀρθῶς· τῷ ὄντι γὰρ εἴπερ ἦσαν τὰ εἴδη οὐσίαι, χωριστὰ καὶ καθ’ αὑτὰ εἴησαν ἄν. ᾗ μὲν οὖν οὐσίας τὰ εἴδη λέγοντες χωριστὰ καὶ καθ’ αὑτὰ ἐτίθεντο, ἔλεγον ὀρθῶς· ᾗ δὲ πάλιν τὸ ἓν εἶδος, οἷον τὸν αὐτοάνθρωπον, οὐσίαν λέγοντες ἐπὶ πολλῶν ἐκατηγόρουν, οὐκ ἔλεγον ὀρθῶς· οὐδεμία γὰρ οὐσία, ὡς δέδεικται, ἐπὶ πολλῶν λέγεται. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς τὰ εἴδη οὐσίας | λέγοντες κατὰ πολλῶν [*](507) ἐκατηγόρουν αὐτά, λέγων ‘αἴτιον δὲ τοῦ ταῦτα οὐσίας λέγοντας κατηγορεῖν κατὰ πολλῶν· ἐρωτώμενοι γὰρ τίνες εἰσὶν αἱ τοιαῦται οὐσίαι, αἵπερ εἰσὶν ἄφθαρτοι καὶ παρὰ τὰς καθ’ ἕκαστα καὶ αἰσθητάς, καὶ μὴ ἔχοντες ἀποδοῦναι καὶ εἰπεῖν, παρῆγον τὸν Καλλίαν καὶ Κάλλιππον καὶ Φαίδωνα, λέγοντες ὡς ὁ καθόλου ἄνθρωπος οὗτοι οὔκ εἰσιν, τῇ δὲ αὐτοανθρώπου μεθέξει οὗτοι ὑπάρχουσι· μετέχουσι γὰρ οἱ κατὰ μέρος ἅπαντες ἄνθρωποι [*](1 μηδὲν M Bonitz: οὐδὲν AL 4 ἄρα LS: ἀλλὰ Α 8 τινὶ ἄλλῳ ἀλλ’ e S coni. Bonitz 12 ἑνῶν] ἕνων A: ἔνων L 28 καθ’ αὐτὰ LF: καθ’ αὑτὰς Α οὑν L: φησίν A 37 οὔκ M: om. ALFS δὲ Μ: γὰρ ALFS)

538
τοῦ αὐτοανθρώπου.’ ποιοῦσιν οὖν ταύτας τὰς ἰδέας, τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, τὰς αὐτὰς τῷ εἴδει τοῖς φθαρτοῖς· προστιθέντες γὰρ τῷ αἰσθητῷ ἀνθρώπῳ τὸ αὐτό τοῦτο γὰρ εἶπε ῥῆμα καταχρηστικῶς), χειροτονοῦσι καὶ ποιοῦσι καθόλου ἄνθρωπον, λέγοντες αὐτοάνθρωπον καὶ αὐτοΐππον. τῷ γὰρ ἀνθρώπῳ, ὡς εἴρηται, εἰ προστεθείη τὸ αὐτό, γίνεται αὐτοάνθρωπος. καίτοι κἄν κατ’ ἀλήθειαν ἦσαν αἱ ἰδέαι καὶ ἐν ὑπάρξει ὑπῆρχον, κἂν ἡμεῖς μὴ ἑωράκειμεν, ἦσαν ἄν. τίς οὖν ἀνάγκη ἦν δεικνύναι αὐτὰς ἐν τοῖς αἰσθητοῖς; ἔδει γὰρ αὐτοὺς ἐρωτωμένους τίνες εἰσὶν αὗται αἱ οὐσίαι, πρὸς τὸν πυνθανόμενον ἀποκρίνεσθαι ὅτι νοοῦμεν μὲν αὐτοάνθρωπον, ἀλλ’ οὖν ἐν τῷ νοητῷ κόσμῳ ὄντα οὐ δυνάμεθα αὐτὸν δεῖξαι, οὐ μὴν παράγειν τοὺς καθ’ ἕκαστα καὶ λέγειν ὡς ὁ αὐτοάνθρωπος οὗτοί εἰσιν· ἐν τούτοις γάρ ἐστι, καὶ τῆ μετουσίᾳ ἐκείνου οὗτοί εἰσιν. ἀλλ’ ὡς ἔοικε τοῦτο ἐκεῖνοι ἐποίουν δεδιότες, ὡς εἰ μὴ θεασάμενοι τύχοιμεν αὐτό, οὐδὲ δύναται εἶναι. καίτοι καὶ τῶν ἀστέρων πολλούς, οἷον τὸν Κάνωβον, οὐχ ὁρῶμεν, ἀλλ’ ὅμως οὐδὲν ἧττόν ἐστιν οὐσία παρ’ οὓς ἡμεῖς ὁρῶμεν. οὕτως οὖν τί ἐκώλυεν, εἴπερ ἦν ὁ αὐτοάνθρωπος, καὶ ἡμῶν μὴ ἑωρακότων εἶναι. ὥστε καὶ νῦν εἰ μὴ ἔχομεν ἰδεῖν τὰ εἴδη, ἀλλ’ οὖν, φησίν, εἶναί τινας οὐσίας, οὐχ οἵας οἱ τἀς ἰδέας τιθέμενοι ἔλεγον ἀλλ’ ἀσωμάτους καὶ νοεράς, ἀναγκαῖον. τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω τοῦτο δεῖξαι, λέγω δὴ τὸ εἶναί τινας οὐσίας παρὰ τὰς αἰσθητάς, κἄν μὴ ἡμεῖς ταύτας ἰδεῖν δυνώμεθα. ταῦτα εἰπὼν καὶ δείξας συμπεραίνεται λέγων ὅτι μὲν οὖν οὔτε τῶν καθόλου λεγομένων οὐδέν ἐστιν οὐσία οὔτε ἐστὶν οὐσία οὐδεμία ἐξ ἐνεργείᾳ οὐσιῶν δῆλον.

[*](p. 1041a6)

Τί δὲ χρὴ λέγειν καὶ ὁποῖόν τι τὴν οὐσίαν πάλιν ἄλλην ἀρχὴν ποιησάμενοι λέγωμεν.

Ἰσως γάρ, φησίν, ἐκ τούτων τῶν οὐσιῶν δῆλον ἔσται καὶ περὶ ἐκείνης τῆς οὐσίας τῆς ἀσωμάτου καὶ κεχωρισμένης τῶν αἰσθητῶν. καὶ ὅρα τὸ εὐμέθοδον τοῦ θαυμαστοῦ τοῦδε ἀνδρὸς καὶ ἀγχινούστατον, ὅπως ἀνιχνεύει δαιμονίως ἄγαν καὶ ποικίλως τὴν τῆς πρώτης οὐσίας εὕρεσιν, τοῦ πολυτιμήτου φημὶ καὶ πολυποθήτου καὶ πάντων πατρὸς θεοῦ· ζητεῖ γὰρ ἐνταῦθα ὅτι τί ποτέ | ἐστι τὸ τὴν ὕλην κινῆσαν εἰς τὸ τὰ εἴδη εἰληφέναι, καὶ [*](508) δείκνυσιν ὅτι τὸ πρῶτον εἶδός ἐστιν, ὅπερ καὶ οὐσίαν χρὴ λέγειν. ἀλλ’ εἰ τὸ εἶδος τὸ ἐν τοῖς καθ’ ἕκαστά ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ τάττον αὐτήν, δῆλον ὡς ἔστι τι εἶδος τὸ κινοῦν καὶ τάττον καὶ ποιοῦν ἔχειν τὰ τῇδε ὅπως ἔχει, καὶ ἔστι τοῦτο ὁ πολυύμνητος θεός.

[*](5 εἰ LFS: om. Α 6 κἂν εἰ coni. Bouitz 13 τύχοιμεν M: τύχωμεν ALF 14. 15 ἀλλ’ ὅμως — ὁρῶμεν LF: om. AS 20. 21 δυνώμεθα Brandis Bonitz: δυνάμεθα ALM 29. 30 πολυτιμήτου FM: πολυτίμου AL 33. 34 ἐστι — εἶδος LS: om. Α)
539
[*](p. 1041a9)

Ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτεον.

Ὠσπερ εἶπον, διὰ τούτων ἐπιζητεῖ τί ποτέ ἐστιν τὸ τὴν ὕλην κινοῦν εἰς τὸ γίνεσθαι τὰ πράγματα, καί φησιν ὅτι ἐπειδὴ ἡ οὐσία, λέγων οὐσίαν τὸ εἶδος, ἀρχὴ καὶ αἰτία ἐστίν καὶ ὅρα πῶς ἐκ προοιμίων τὸ οἰκεῖον ὑποφαίνει βούλημα), ἐντεῦθεν μετιτέον. δεῖ δὲ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ὑπομνησθῆναι ἡμᾶς ὅτι τὸ διὰ τί ἐπὶ μὴ ὄντων οὐ ζητεῖται ἀλλ’ ἐπὶ ὄντων. ὁ γὰρ ζητῶν διὰ τί τοῦτο, ζητεῖ διὰ τί τόδε ὑπάρχει τῳδί, ὥστε τὸ διὰ τί καὶ ἐπὶ ὄντων ζητεῖ καὶ ἐπὶ ὑπαρχόντων ἄλλων ἐν ἄλλοις. ζητεῖται οὖν, φησί, τὸ διὰ τί, ὅτι διὰ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ γὰρ ζητεῖν ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἢ τὸ αὐτὸ ζητεῖν ἐστι, τουτέστι διὰ τί αὐτὸ ἐν ἑαυτῷ ἐστιν, ἢ ἄλλο. εἰ μὲν οὗν λέγει τις, διὰ τί ὁ μουσικὸς ἄνθρωπος τοῦτο αὐτὸ μουσικὸς ἄνθρωπός ἐστιν οὐδέν ἐστι ζητεῖν. εἰ δὲ διὰ τῆς τοῦ διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστι ζητήσεως τοῦτο λέγει, ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικός ἐστι καὶ διὰ τί τὸ μουσικὸν ἐν τῷ ἀνθρώπῳ ὑπάρχει, μὴ προστιθεὶς τὸ ἄνθρωπος, εὔλογος ἡ ζήτησις· ζητεῖ γὰρ δᾶ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ μὲν οὗν διὰ τί αὐτό ἐστιν αὐτό, τουτέστι τὸ μὲν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι ζητεῖν, οὐδέν ἐστι ζητεῖν· αἱ γὰρ ζητήσεις περὶ φύσεως ἑτέρων ἐν ἑτέροις ὑπαρχόντων εἰσίν, οἷον διὰ τί ὁ ἄνθρωπος ζῷον· τὸ γὰρ ζῷον ἕτερόν ἐστι παρὰ τὸν ἄνθρωπον, ὥστε περὶ ἑτέρων αἱ ζητήσεις ἀλλ’ οὐ περὶ ἑαυτῶν. εἰπὼν δὲ ὅτι αἱ ζητήσεις περὶ ἄλλων ἐν ἄλλοις ὄντων εἰσίν, ἐπήγαγε δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα; ἴσον λέγων ὅτι ἐπειδὰν ζητῆται τὸ διὰ τί, δῆλον εἶναι ὀφείλει ὡς ὑπάρχει τόδε ἐν τῳδὶ καὶ ὅτι εἰσίν· ἐπὶ γὰρ τῶν μὴ ὄντων τῶν τὸ διὰ τί οὐ ζητεῖται. εἰ γὰρ ζητεῖται ὅτι διὰ τί ἡ σελήνη ἐκλείπει, δῆλον εἶναι χρὴ ὅτι ὑπάρχει τῆ σελήνῃ τὸ ἐκλείπειν. θεὶς οὖν τοῦτο μεταξὺ πάλιν ἐπανέδρα|μεν ἐπὶ τὸ πρότερον, λέγων αὐτὸ δὲ ὅτι αὐτό, [*](509) εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. καὶ εἴη ἄν λέγων ὅτι τὸ μὲν οὖν ζητεῖν διὰ τί ὁ ἄνθρωπος μουσικός ἐστιν, εὔλογος ἡ ζήτησις, τὸ δὲ λέγειν ὅτι αὐτὸ διὰ τί αὐτό, τουτέστιν ὅτι ὁ ἄνθρωπος διὰ τί ἐστιν ἀνθρωπος, καὶ ὁ ἵππος διὰ τί ἵππος, καὶ ὁ βοῦς διὰ τί βοῦς, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. ἐρεῖ γὰρ ὁ προσδιαλεγόμενος διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος καὶ διότι βοῦς. ὧν δὲ ἡ αἰτία μία, καὶ ἐκεῖνα ἐν· ὥστε ἔσται ὁ βοῦς καὶ ὁ ἄνθρωπος ἓν τῷ ἀριθμῷ. εἰ δέ γε τοῦτο ἄλογον καὶ ἀδύνατον, οὐ χρὴ ζητεῖν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ἴσως δέ, φησίν, ἐρωτηθείς τις διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, οὐκ ἐρεῖ διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος, ἀλλ’ ὅτι διὰ [*](3 τούτων LFS: τοῦτο Α 7 ὑπομνησθῆναι LF: ὑπομνῆσαι A 8 ζητῶν τὸ διὰ τί LF 10 ὅτι διὰ τί om. F 20 ἑτέραις LF 22 περὶ αὐτῶν coui. Bonitz 29 αἰτία MS: om. ALF)

540
τοῦτο ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν. τὸ δὲ λέγειν ὅτι διὰ τοῦτο ἄνθρωπος ἄνθρωπός ἐστιν ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν, οὐδὲν ἄλλο ἐστὶν ἢ τό λέγειν ὅτι διότι εἷς ἐστιν. ἀλλ’ αὕτη ἡ αἰτία κοινὴ κατὰ πάντων καὶ σύντομος τυγχάνει καὶ οὐδεμίαν ἔχει δυσχέρειαν· εὔκολον γάρ ἐστιν ἐρωτωμένων ἡμῶν, διὰ τί τὸ λευκὸν λευκόν ἐστι, λέγειν διότι ἕν ἐστι, καὶ διὰ τί ὁ βοῦς βοῦς ἐστι, διότι εἷς ἐστιν· ὧν δὲ ὁ λόγος, ὥσπερ εἴρηται, εἷς, καὶ αὐτὰ ἕν. εἰ δὲ ταῦτα ἄτοπα καὶ ἀδύνατα, οὐ χρὴ οὕτω προτείνειν τὰς ἐρωτήσεις καὶ ζητήσεις, ἀλλὰ ζητεῖν διὰ τί ὁ ἄνθρωπός ἐστι ζῷον τοιονδί, τουτέστι διὰ τί ὁ ἄνθρωπός ἐστι φέρε εἰπεῖν ζῷον λευκὸν ἢ δίπουν. ὁ δὴ τοῦτο ζητῶν φανερὸν ὡς οὐ ζητεῖ διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, ἀλλὰ ζητεῖ, ὅτι τὸ δίπουν καὶ τὸ λευκόν, ἕτερον ὂν τοῦ ἀνθρώπου, διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ. τοῦτο δ’ ὅπερ ζητεῖ διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ δεῖ δῆλον εἶναι ὅτι ὑπάρχει αὐτῶ· εἰ γὰρ ἄδηλόν ἐστιν ὅτι ὑπάρχει, οὐδέν ἐστι ζητεῖν. θεὶς οὖν κἀνταῦθα μεταξὺ τὸ ὅτι δ’ ὑπάρχςι δεῖ δῆλον εἷναι, πάλιν λέγει παραδείγματα τοῦ ὅπως αἱ ζητήσεις ἄλλα κατ’ ἄλλων ζητοῦσι, λέγων οἷον διὰ τί βροντᾷ; ὅταν γὰρ ζητῶμεν διὰ τί βροντᾷ, τοῦτο ζητοῦμεν διὰ τί ψόφος ἐν τοῖς νέφεσι γίνεται· ὁ δὲ ψόφος τῶν νεφῶν ἕτερος, καὶ ζητεῖται ἄλλο κατ’ ἄλλου, ὁ ψόφος κατὰ τοῦ νέφους. καὶ πάλιν ὅταν ζητῶμεν διά τί οἱ πλίνθοι καὶ οἱ λίθοι οἰκία ἐστίν, ἄλλο κατ’ ἄλλου ζητοῦμεν. ζητοῦμεν γὰρ διὰ τί τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστίν. οὕτως οὖν δείξας ὅπως χρὴ τὰς ζητήσεις ἐπὶ παντὸς τοῦ πράγματος ποιεῖσθαι, λέγει ὅτι φανερόν ἐστιν, ὅταν ζητῶμεν διὰ τί ψόφος ἐν τῷ νέφει ἐστίν, ἢ οἰκία ἐν λίθοις καὶ ξύλοις οὐδὲν ἄλλο | ζητοῦμεν ἢ [*](510) τὸ αἴτιον. λέγοντες γὰρ ὅτι διὰ τί τόδε ἐν τῳδί, τοῦτό φαμεν τί τὸ αἴτιον τὸ κινῆσαν τὴν ὕλην γενέσθαι τόδε, οἷον οἰκία ἢ ἄνθρωπος ἢ βροντή. ὃ δὴ αἴτιον τὸ τὴν ὕλην κινοῦν ἐπ’ ἐνίων, φησίν, ἐστὶ τὸ τίνος ἕνεκα καὶ τὸ τέλος ἤτοι τὸ εἶδος· τὸ γὰρ εἶδος τέλος, οἷον ἐπὶ οἰκίας ἢ κλίνης· τέλος γὰρ οἰκίας τὸ τὰ ἐν αὐτῇ ἀνεπίβατα κλέπταις διατηρεῖν, τοῦτο δ’ αὐτῇ ὑπάρχει ἐκ τοὐ τοιουδὶ εἴδους· κλίνης πάλιν τέλος ἐστὶ τὸ τὸν ἄνθρωπον ἀναπαύεσθαι ἐπ’ αὐτῆς. ἐπ’ ἐνίων δὲ τὸ κινῆσαν, οἷον τὸ ποιητικόν αἴτιον γὰρ καὶ τοῦτο)· ὥστε δῆλον ὅτι ἐπὶ τῆς οἰκίας καὶ τῆς κλίνης οὐ μόνον τὸ τίνος ἕνεκα ζητεῖται, ἀλλὰ καὶ τὸ κινῆσαν. ζητηθήσεται γὰρ τί τὸ κινῆσαν τοὺς Ἕλληνας στρατεύεσθαι ἐπὶ τὴν Τροίαν, τοῦτο δ’ ἐστὶ τὸ τὸν Ἀλέξανδρον ἁρπάσαι τὴν Ἑλένην· καὶ πάλιν τὸ κινῆσαν τοὺς λίθους καὶ τὰ ξύλα καὶ ποιῆσαν οἰκίαν. καὶ οἶμαι τὸ ἴσως διὰ τοῦτο πρόσκειται τῷ οἷον ἴσως ἐπὶ οἰκίας, ὡς εἰ ἔλεγε ποτὲ μὲν ἴσως ζητηθήσεται τὸ τίνος ἕνεκα, ποτὲ δὲ τὸ κινῆσαν. τὸ δὲ τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι, ὡς εἰπεῖν λογικῶς, παρέλκον ἐστὶ καὶ ὑπό τινος ἐνταῦθα παραρριφθέν· [*](12 τὸ δίπουν MS Brandis Bonitz: τοδὶ τὸ δίπουν ALF 13 ζητεῖ διὰ τί M Bonitz: post ζητεῖ add. ὅτι ALF 16 δεῖ LS: in lac. om. Α ὅπως L: ὅπερ Α 19 ἕτερος LFS: ἕτερον Α 20 ζητῶμεν LFS: ζητήσωμεν A 32 ὅτι ὡς ἐπὶ LF)
541
περὶ γὰρ τούτου μετ’ ὀλίγον ἐρεῖ. εἰπὼν δὲ αἴτιον γὰρ καὶ τοῦτο οἷον τὸ ποιητικόν, λέγ’ εἰ ἀλλὰ τὸ τοιοῦτον μέν τοιοῦτον λέγων τὸ ποιητικὸν αἴτιον), ἐπὶ τῶν γινομένων καὶ φθειρομένων ζητεῖται· ἐπὶ γὰρ τῆς γινομένης οἰκίας ζητεῖται τὸ ποιητικόν ὁμοίως καὶ ἐπὶ τῆς φθειρομένης τὸ κινοῦν τοιωσδὶ τοὺς λίθους, θάτερον δέ, οἷον τὸ εἰδικόν, καὶ ἐπὶ τῶν γινομένων καὶ ἐπὶ τῶν ἤδη ὄντων. καὶ ἐπὶ τοῦ γινομένου γὰρ ἀνθρώπου ζητεῖται τί τὸ αἴτιον τοῦ τοιωσδὶ τὴν ὕλην κινεῖσθαι, καὶ ἐπὶ τοῦ ὄντος ὁμοίως τί τὸ αἴτιον τὸ τὴν ὕλην κινῆσαν καὶ ποιῆσαν αὐτὴν εἶναι τόδε τι, οἷον Σωκράτη ἢ Πλάτωνα.

[*](p. 1041a32)

Λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς μὴ καταλληλως λεγομενοις.

Εἰπὼν ὅτι ἡ τοῦ διὰ τί ζήτησις αἰτίου ζήτησίς ἐστιν, ὅτι τί τὸ κινῆσαν τὴν ὕλην εἰς τὸ γεγονέναι τόδε τι καὶ ὅπερ ἐστί, λέγει ὅτι ἐν τοῖς μὴ καλῶς καὶ καταλλήλως λεγομένοις λανθάνει τοῦτο καὶ δοκεῖ ὅτι ἡ τοῦ διὰ τί ζήτησις οὐκ ἔστιν αἰτίου ζήτησις, οἷον ὅταν ζητῆται τί ἐστιν ἄνθρωπος, τουτέστι διὰ τί ἐστιν ἄνθρωπος; τὸ γὰρ τί ἀντὶ τοῦ διὰ τί νῦν εἴληπται. ὅταν οὖν ζητῆται διὰ τί ἐστιν ἄνθρωπος, φησί, διὰ τὸ ἁπλῶς λέγεσθαι οὐ δοκεῖ ὅτι τοῦτο ζητεῖται, λέγω δὴ ὅτι τί ἐστι τὸ τὴν ὕλην κινῆσαν ὡς ἄν ἄνθρωπος γένηται; διὰ οὖν τὸ ἁπλῶς λέγεσθαι καὶ μὴ διορίζειν ὅτι τάδε τόδε, οὐ δοκεῖ· δεῖ δὲ διαρθρώσαντας ζητεῖν, οἷον λέγειν ὅτι διὰ τί τάδε, χεῖρές φημι καὶ πόδες καὶ σάρκες, τόδε εἰσίν, ἤτοι ἄνθρωπος; καὶ ὅταν τοῦτο λέγωμεν, δῆλόν ἐστιν ὅτι ζητοῦμεν τί ἐστι τὸ [*](511) τὴν ὕλην κινῆσαν καὶ ἐγένετο ἄνθρωπος. εἰ δὲ μὴ διορίζει τις καὶ λέγει ὅτι διὰ τί αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα ἄνθρωπός ἐστιν, ἀλλὰ διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι, ζητεῖν καὶ μὴ ζητεῖν ἐστιν. ἡ μὲν γὰρ ὅλως ζητεῖ, ζητεῖ· ᾗ δὲ μὴ καλῶς, οὐ ζητεῖ. γράφεται δὲ καὶ λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς κατ’ ἀλλήλων λεγομένοις, τουτέστιν ἐν τοῖς κατ’ ἄλλων κατηγορουμένοις, ὅταν μὴ καλῶς κατηγορηθῇ, λανθάνει ὅτι τὸ αἴτιον ζητεῖται. ἐπειδὴ δὲ δεῖ τὸν ζητοῦντα περί τινος ἔχειν καὶ γινώσκειν ὅτι ὑπάρχει τόδε τῷδε, ἐστὶ δῆλον ὡς ὅταν ζητῇ τὸ διὰ τί, τὴν ὕλην ζητεῖ πῶς καὶ ὑπὸ τίνος κινηθεῖσα γέγονεν ὅπερ ἐστίν. οἷον ὅταν λέγῃ, διὰ τί ὁ ἄνθρωπος τοδί ἐστιν, ἢ μὴ τοῦτο, ἀλλ’ ὅτι διὰ τί τὸ σῶμα τουτὶ τοδὶ ἔχον ἐστί, τοῦτο ζητεῖ, τί τὸ αἴτιον τὸ κινῆσαν τοδὶ τὸ σῶμα ὡδὶ ἔχειν; καὶ πάλιν ὅταν λέγῃ ὅτι διὰ τί ἡ οἰκία τοδί, ἤτοι διὰ τί τὰ ξύλα καὶ οἱ λίθοι οἰκία ἐστί, τοῦτο ζητεῖ ὅτι διὰ τί ταδὶ ὑπάρχει ὃ ἦν οἰκία, τουτέστι τί τὸ κινῆσαν ταδὶ καὶ ποιῆσαν αὐτὰ οἰκίαν; [*](1 ἐρεῖ LFS: λέγει Α 10 τὸ ζητούμενον S Bonitz, cf. 27: τὸ om. AL 12 τοῦ διὰ τί MS, cf. p. 542,1: τοῦ διὰ τί ἐστι AL 13 ὕλην καὶ γεγονυῖαν τόδε τι L 20 τάδε τόδε A2LS: τάδε om. A1 22. 23 τί ἐστι — κινῆσαν καὶ ἐγένετο ἄνθρωπος] yuid — movent et hominem effecerit S 27 καταλλήλως L 31 τὸ σῶμα LF: τὸ om. Α)

542
ὥστε δῆλον ὅτι ἡ τοῦ διὰ τί ζήτησις ἐξαιρέτως ἐπὶ τῶν φυσικῶν αἰτίου ἐστὶ ζήτησις. τοῦτο δὲ τὸ αἴτιόν ἐστι τὸ εἶδος ᾧ τι ἔστι, τουτέστιν ἐν ᾧ ἡ ὕλη ἐστίν, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. δῆλον ἄρα γέγονε τί ποτε ἐστὶν ἡ οὐσία, ὅτι τὸ εἶδος. εἰ δή, ὥσπερ εἴρηται, τὸ εἶδός ἐστι τὸ τάττον καὶ ποιοῦν, φανερὸν ὅτι ἔστι τι εἶδος τὸ κοσμοῦν καὶ ποιοῦν ἔχειν τὸν κόσμον, ὥσπερ ἔχει. ἐπειδὴ οὖν τὸ διὰ τί ζήτησίς ἐστιν ἄλλου ἐν ἄλλῳ ὑπάρχοντος, δῆλον ὅτι ἐπὶ τῶν ἁπλῶν καὶ μόνως εἰδῶν οὐκ ἔστι ζήτησις, οὐδὲ τὸ διὰ τί, ἀλλ’ ἕτερος τρόπος ζητήσεως, καὶ ἐρεῖ, ὅταν περὶ ἐκείνων λέγῃ, τίς ὁ τρόπος τῆς τῶν ἁπλῶν ζητήσεως.

[*](p. 1041b11)

Ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πὰν.

Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ὅλως τὸ σύνθετον. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, μὴ ὡς σωρὸς κατὰ ἁφὴν ἀλλ’ ὡς ἡ βα συλλαβή, δῆλον ὡς ἡ συλλαβὴ ἤτοι τὸ εἶδος τῆς συλλαβῆς τὸ συντεταγμένον μετὰ τῆς ὕλης αὕτη δ’ ἐστὶ τὰ στοιχεῖα τό τε βῆτα καὶ ἄλφα) ἕτερόν ἐστι παρὰ τὰ στοιχεῖα, καὶ οὐκ ἔστιν ἡ συλλαβὴ τὰ στοιχεῖα, οὐδέ ἐστι τὸ β καὶ τὸ α ταὐτὸν τῇ βᾶ συλλαβῇ. διαλυθείσης γὰρ τῆς συλλαβῆς τὸ μὲν β καὶ α ἔστιν, ἢ δὲ βᾶ συλλαβὴ οὐκ ἔστιν, ὥστε ἕτερόν ἐστι τὸ τῆς συλλαβῆς εἶδος καὶ ἕτερα τὰ στοιχεῖα. εἰ δ’ ἦν ταὐτά, προτιθεμένου τοῦ α εἶτα τοῦ β ἦν ἂν τὸ αβ πάλιν βᾶ συλλαβή. ἀλλ’ οὐκ ἔστιν. οὐκ ἄρα ταὐτόν ἐστι τὸ εἶδος καὶ ἡ ὕλη. ὡσαύτως | οὐδὲ ἡ γῆ καὶ τὸ πῦρ ταὐτόν [*](512) τόν ἐστι τῇ σαρκὶ καὶ τῷ σαρκείῳ εἴδει· τῆς γὰρ σαρκὸς διαλυθείσης πῦρ καὶ γῆ ἐστι, σὰρξ δὲ οὐκ ἔστιν. ἐκ δὴ τούτων φανερόν ἐστιν ὅτι οὐ μόνον τὸ φωνῆεν ἤτοι τὸ ἄλφα καὶ τὸ σύμφωνον τὸ βῆτα ἔστιν, ἢ τὸ πῦρ καὶ ἡ γῆ, ἀλλ’ ἔστι τι καὶ παρὰ ταῦτα ἥ τε συλλαβὴ καὶ ἡ σάρξ. οὕτως οὖν δαιμονίως δείξας ὅτι τὸ εἶδος ἕτερόν ἐστι παρὰ τὴν ὅλην καὶ ἔστι τι, δείκνυσιν ὅτι ἀρχὴ μὲν καὶ αἴτιόν ἐστιν, στοιχεῖον δὲ οὐκ ἔστι τὸ εἶδος, ἀλλὰ μόνον ἡ ὕλη. τὸ εἶδος οὖν, φησίν, ἀνάγκη ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν λέγοι τις ὅτι στοιχεῖόν ἐστιν ἔστω δὲ ἐπὶ σαρκὸς ὁ λόγος) ἐπειδή, ὡς δέδεικται ὅτι τὸ εἶδός ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ γινόμενον ὅπερ ἐστίν, εἴπερ ἐστὶν ἡ σὰρξ καὶ τὸ εἶδος στοιχεῖον, δῆλον ὅτι κινηθήσεται, ἐπειδὴ στοιχεῖόν ἐστιν, αὐτή τε καὶ τὸ πῦρ ὑπό τινος εἴδους, καὶ γενήσεταί τι ἐξ αὐτῶν. ἐκεῖνο δὴ τὸ εἶδος τὸ κινῆσαν αὐτὰ πάλιν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν στοιχεῖον, ἐπειδὴ στοιχεῖόν ἐστιν αὐτό τε καὶ ἡ σὰρξ καὶ τὸ πῦρ, κινηθήσονται ὑπ’ ἄλλου εἴδους καὶ γενήσονταί τι· πάλιν οὖν ἐκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, [*](5 τὸ κοσμοῦν LF: τὸ om. Α 10 ὥστε Metaph., cf. 14: ὡς τὸ AL: ὡς M 19 ἡ δὲ βα F: δὲ om. L: βα om. Α 32 γινόμενον] efficiens S 32 ἡ LF: om. Α τὸ εἶδος LF: om. Α 35 μὲν L: om. A 37 ἐκ στοιχείων LF: ἐκ τῶν στοιχείων Α)

543
καὶ τοῦτο εἰς ἄπειρον. ἐκ τούτου οὖν. φησί, τούτου λέγων τοῦ κινήσαντος, καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σάρξ· καὶ πάλιν ἐξ ἐκείνου καὶ τῆς σαρκὸς καὶ εἴ τινος ἄλλου ἔσται ἄλλο. ὥστε δῆλον ὅτι τὸ εἶδος οὐκ ἔστι στοιχεῖον. εἴ δ’ ἐστί, φησίν, ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον, ὥστε οὐχ ἑνὸς ἀλλ’ ἐκ πλειόνων ἐστὶν ἢ ἐκεῖνο ἐκεῖνο γὰρ ἐν ἐστιν), ὥστε παρ’ ἐκεῖνό εἰσι τὰ ἐξ ὧν ἐστιν. τὸ δὲ παρὰ τὸ ἓν δῆλον ὅτι ἢ δύο ἐστὶν ἢ τρία ἢ ἄλλος τις ἀριθμός. ὥστε εἴπερ ἐστὶν ἐκ στοιχείων, ἐπειδὴ τὸ ἐκ στοιχείων ὑπό τινος γίνεται τοῦτο ὅπερ ἐστίν, ἐκεῖνο τὸ ποιῆσαν αὐτὸ στοιχεῖον οὐκ ἔσται (δέδεικται γὰρ ὅτι τὸ ποιοῦν τὸ εἶδός ἐστιν, τὸ δὲ εἶδος στοιχεῖον οὐκ ἔστιν· καὶ τοῦτο γὰρ ἤδη δέδεικται)· εἰ ἔσται ἄρα κἀκεῖνο ἐκ στοιχείων, πάλιν οὗν τὸ ποιῆσαν ἐκεῖνο ἔσται ἐκ στοιχείων, καὶ τοῦτο εἰς ἄπειρον. ὃ δὲ ἐπὶ τῆς σαρκὸς εἴρηται, τοῦτο ἐπὶ τῆς συλλαβῆς καὶ ἐπὶ πάντων ῥηθήσεται. οὐκ ἄρα οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων· ὥστε ἔστι τι τοῦτο τὸ τὴν ὕλην κινοῦν καὶ ποιοῦν σάρκα καὶ συλλαβήν· τοῦτο δέ ἐστι τὸ εἶδος καὶ ἡ ἑκάστου οὐσία. τοῦτο γὰρ πρῶτον αἴτιον τοῦ εἷναι τὰ πράγματα ὅπερ εἶά. δείξας οὖν ὅτι τὸ εἶδος οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων συμπεραίνεται λέγων ἐπεὶ δ’ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων (τὸ γὰρ ἐν τῷ ἀνθρώπῳ λευκὸν οὐκ ἔστιν οὐσία τοῦ ἀνθρώπου), ἀλλ’ ἐκεῖνά εἰσι τῶν πραγμάτων οὐσίαι ὅσα κτὰ φύσιν καὶ ὑπὸ φύσεως καὶ εἰς τὸ τί ἦν εἶναι αὐτοῖς συμβάλλεται, φανερὸν ἄρα ὅτι αὕτη ἡ φύσις λέγοι δ’ ἄν φύσιν τὸ εἶδος) ἐστὶν οὐσία, ἥτις στοιχεῖον οὐκ ἔστιν ἀλλ’ ἀρχή. στοιχεῖον δ’ ἐστὶν εἰς ὃ ἐνυπάρχον ὡς ὕλη διαιρεῖται τὸ πρᾶγμα· στοιχεῖον γάρ ἐστι [*](513) τῆς συλλαβῆς τὸ α καὶ β, εἰς ἃ διαιρεῖται. ὥστε δῆλον γέγονεν ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν, τοῦτο δ’ ἦν ὅτι τίνα ἐστὶ τὰ τῶν οὐσιῶν αἴτια· εὕρηται γὰρ ὅτι τὰ ειοη.

[*](1. 2 κινήσαντος scripsi: κινήσοντος LF: κινηθέντος A 4 δ’ ἐστί LF: δέ τίς Α 5 ἐστὶν ἢ LFS: εἰσὶν ἢ Α 6 ἐν LFS: om. Α 9 ὅπερ S Bonitz: εἴπερ ALF 11. 12 πάλιν—στοιχείων LFS: om. Α 23 “lege ὕλην” Bonitz 23. 24 τὸ πρᾶγμα — διαιρεῖται LF: om. AM 25 ἀρχῆς ἐζητοῦμεν LF: ἐκείνου ζητοῦμεν AM)
544

Τὰ ἐν τῷ πρὸ τούτου βιβλίῳ καὶ τῷ πρὸ ἐκείνου λεχθέντα, οὐχὶ πάντα ἦ γὰρ ἂν πάλιν τὰ αὐτὰ συνέβη λέγειν) ἀλλὰ τὰ κυριώτερα (ταῦτα γὰρ καὶ κεφαλὴν εἶπεν), ἀνακεφαλαιοῦται, καὶ τὴν αἰτίαν τοῦ τίνος ἕνεκεν ἐκεῖνα εἶπε λέγει. λέγει δὲ ὅτι συλλογίσασθαι δεῖ, καὶ τί τὸ συλλογίσασθαι σημαίνει ἐπήγαγεν ὅτι συναγαγεῖν τὸ κεφάλαιον ἤτοι τὰ κυριώτερα καὶ τέλος ἐπιθεῖναι. καλῶς δὲ τὸ τέλος εἶπεν· ἀπὸ γὰρ τοῦ μετὰ τοῦτο βιβλίου ἀρχὴν ποιεῖται λέγειν περὶ δυνάμεως τε καὶ ἐνεργείας καὶ τῶν λοιπῶν, περὶ ὧν τὸν λόγον ποιήσεται. ἐπανακεφαλαιοῦται δὴ λέγων εἴρηται δὴ ὅτι τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ ἀρχαὶ καὶ στοιχεῖα, αἴτια μὲν λέγων τὰ εἴδη, ἀρχὰς δὲ τὸ ποιητικὸν καὶ τελικόν, στοιχεῖα δὲ τὴν ὕλην. ἀλλὰ τῶν οὐσιῶν αἱ μέν εἰσιν ὑπὸ πάντων ὁμολογούμεναι, περὶ δὲ ἐνίων ἴδια τινὲς ἀπεφήναντο. καὶ τίνα τίνα ταῦτα ἐφεξῆς καταλέγει. οὐρανὸν δὲ ἤτοι τὸν ξύμπαντα κόσμον λέγει, μόρια δ’ αὐτοῦ τὰς σφαίρας καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὰ ζῷα· ἢ οὐρανὸν λέγει τὸ κυκλοφορικὸν ἅπαν σῶμα, μόρια δὲ τοὺς ἐν αὐτῷ ἐμπεπηγμένους ἀστέρας. λέγει δὲ καὶ τίνα ἐστὶν ἅπερ ἴδια ἀπεφήναντό τινες, λέγων τινὰς τοὺς περὶ Πλάτωνα, ὅτι αἱ ἰδέαι καὶ τὰ μαθηματικά. ἄλλας δὲ πάλιν, φησίν, οὐσίας εἶναι ἐκ τῶν λόγων συμβαἴ’νει τὸ τί ἦν εἶναι καὶ τὸ ὑποκείμενον, λέγων ὑποκείμενον τὴν ὕλην. καλῶς δὲ τὸ ἐκ τῶν λόγων εἶπεν· ὁ λόγος γὰρ τὸ εἶδος ἀπὸ τῆς ὕλης χωρίζει· αὐτὸ γὰρ καθ’ αὑτὸ εἶναι ἐνεργείᾳ χωρὶς τῆς ὕλης ἀδύνατον. ἔτι ἄλλως, φησί, συμβαίνει τὸ γένος εἶναι μᾶλλον οὐσίαν ἤπερ τὰ εἴδη καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα. τοῦτο δὲ οὐχ ὡς ἀρεσκόμενος λέγει· αὐτὸς γάρ ἐστιν ὁ δείξας ὅτι τὰ γένη καὶ τὰ εἴδη καὶ ἁπλῶς τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἀλλ’ ὁμοιώματα τῶν κατὰ μέρος καὶ ὅλως ποιά· οὐκ ἀρεσκόμενος οὗν τοῦτο λέγει, ἀλλ’ ὡς εἰ ἔλεγεν, ἔτι ἄλλως τὰ γένη τῶν εἰδῶν οὐσίαι μᾶλλον κατὰ τοὺς τοῦτο δοξάζοντας. καὶ ὅτι [*](1 Tit. σχόλιον εἰς τὸ ἦτα τῶν μετὰ τὰ φυσικά. τοῦτο τὸ βιβλίον περὶ τοῦ καθ’ αὐτὸ ὄντος Α: σχόλια εἰς τὸ ἦτα τῶν ἀριστοτέλους μετὰ τὰ φυσικά Μ: tit. om. LF 2 καὶ τοῖς μετ’ ἐκεῖνο λεχθέντα LF 6 κυριώτερα MS: καιριώτερα ALF 13 ἰδίᾳ Metaph. vulg. 13. 14 ταῦτα σαφῶς καταλέγουσιν LF 16 κυκλοφορητικὸν LF 20 τὸ ἐκ LF: τὸ om. Α 21 ἐνεργείᾳ LF: om. A 23 οὐσίαν LFS: οὐσίας Α)

545
οὐκ ἀρεσκόμενος τοῦτό φησιν ἀλλὰ συγχωρῶν διὰ τὸ μήπω δεῖξαι κυρίως ὅτι οὔκ εἰσιν ἰδέαι δείξει δὲ ἐν τῷ Μ), δῆλον πεποίηκε μετ’ ὀλίγον [*](514) εἰπὼν ἔτι τοίνυν οὔτε τὸ καθόλου οὐσία οὔτε τὸ γένος. εἰπὼν δὲ ὅτι ἔτι ἄλλως τὸ γένος μᾶλλον τῶν εἰδῶν καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα ἐπήγαγε τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσιν, καὶ δεῖ ὑποστίζειν εἰς τὸ τῷ γένει. καὶ εἴη λέγων ὅτι καὶ αἱ ἰδέαι συνάπτουσιν ἤτοι κοινωνοῦσι τῷ καθόλου καὶ τῷ γένει· ὥσπερ γὰρ τὸ καθόλου καὶ τὸ γένος ἓν ὃν ἐπὶ πολλῶν θεωρεῖται, οὕτω καὶ οἱ τὰς ἰδέας τιθέμενοι περὶ αὐτῶν λέγουσιν· ὁ γὰρ αὐτοάνθρωπος, φασίν, ἐν τοῖς κατὰ μέρος ἐστίν. τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τὸν αὐτὸν λόγον οὐσίαι δοκοῦσιν εἶναι, ἤτοι ἐπίσης γὰρ καὶ τὸ καθόλου ἐπὶ πολλῶν θεωρεῖται καὶ ἡ ἰδέα. ἀλλὰ μὴν τὰ καθόλου οὐ καθ’ αὑτὰ οὐδ’ οὐσίαι· οὐδ’ ἄρα αἱ ἰδέαι. ἀλλ’ ἐπειδὴ τὰ αἴτια τῶν οὐσιῶν ζητεῖται, οὐσία δὲ καὶ τὸ τί ἦν εἶναι, τούτου δέ ἐστιν ὁ λόγος ὁρισμός, διὰ τοῦτο διώρισται 15 καὶ περὶ ὁρισμοῦ καὶ τοῦ καθ’ αὑτό. ἐπεὶ δὲ πάλιν ὁ ὁρισμὸς λόγος, ὁ δὲ λόγος μέρη ἔχει, ἀναγκαῖον ἦν καὶ περὶ μερῶν ἰδεῖν, ποῖά τέ ἐστι τὰ τῆς οὐσίας καὶ τοῦ εἴδους μέρη καὶ ποῖα οὐκ ἔστι τοῦ εἴδους ἀλλὰ τῆς ὕλης. οὐ μόνον δὲ περὶ τούτων ἀναγκαῖον ἦν ἰδεῖν, ἀλλὰ καὶ περὶ τῶν μερῶν τοῦ ὁρισμοῦ καὶ τοῦ ὡρισμένου, ἤτοι τοῦ τί ἦν εἶναι, εἰ ταὐτὰ ἢ ἕτερά ἐστιν. ἔτι, φησί, δέδεικται ὅτι οὔτε τὸ καθόλου ἐστὶν οὐσία οὔτε τὸ γένος. περὶ δὲ τῶν ἰδεῶν καἰ τῶν μαθηματικῶν ὕστερον ἐπισκώψασθαι ἐπαγγέλλεται. ἐπειδὴ γὰρ οὐσίας ταύτας παρὰ τὰς αἰσθητάς φασιν εἶναι οἱ τιθέμενοι αὐτάς, ἄξιόν ἐστιν ἰδεῖν εἴτε εἰσὶν εἴτε καὶ μή. ἀλλὰ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον, νῦν δὲ περὶ τῶν ὁμολογουμένων παρὰ πᾶσιν οὐσιῶν ἐπέλθωμεν. αἱ δὲ ὁμολογούμεναι παρὰ πᾶσιν οὐσίαι εἰσὶν αἱ αἰσθηταί, πᾶσαι δὲ αἱ αἰσθηταὶ οὐσίαι ὕλην ἔχουσιν. ἔστι δὲ οὐσία τὰ ὑποκείμενα ἤτοι τὰ προκείμενα, τουτέστιν αἱ αἰσθηταὶ οὐσίαι περὶ ὧν ὁ λόγος. ἄλλως μὲν ἡ ὕλη, ἄλλως δὲ ὁ λόγος· ἡ μὲν γὰρ ὕλη ἐστὶν οὐσία ὡς ὑποκείμενον καὶ ἀόριστον, ὁ δὲ λόγος καὶ τὸ εἶδος ὡς κατηγορούμενον καὶ ὁριστικόν. εἰπὼν δὲ ὅτι ἄλλως μὲν ἡ ὕλη ἄλλως δὲ ὁ λόγος, τί λέγει ὕλην ἐξηγεῖται λέγων λέγω δὲ ὕλην ἣ μὴ τόδε τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ τόδε, κὼ οὐ λέγει τὴν πρώτην μόνην καὶ ἀνείδεον ἀλλὰ σὺν ἐκείνῃ καὶ τὰς ἄλλας. ὡς γὰρ ἐκείνη οὐκ ἔστι τόδε τι ἐνεργείᾳ ἀλλὰ δυνάμει, οὕτω καὶ ὁ χαλκὸς οὐκ ἔστι τόδε τι, οἷον φέρε 35 ἀνδριάς, καὶ] ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἄλλως μὲν οὖν ἐστιν ἡ ὕλη οὐσία καὶ ἄλλως ὁ λόγος καὶ ἡ μορφή, ὃ τόδε τι ὂν τῷ λόγῳ ἐστὶ χωριστόν ἀλλ’ οὐ κατ’ ἐνέργειαν. τρίτη δ’ ἐστὶν οὐσία 30 τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους, οὗ μόνον ἐστὶ γένεσις, ὡς δέδεικται, καὶ φθορά, καὶ χωριστὸν κυρίως καὶ καθ’ αὑτὸ ὄν, ἀλλ’ οὐ τῷ λόγῳ [*](5 τῶ δὲ LFS: τὸ δὲ Α αἱ ἰδέαι F: αἱ om. AL 11 τὸ c. S Bonitz: ὁ ALF 12 τὰ LFS: τὸ Α 26 αἱ (post εἰσὶν et δὲ) LF: om. Α 27 τὰ ὑποκείμενα LF: τὸ ὑποκείμενον Α Metaph. vulg. 28 δὲ ἡ ὁ λόγος LF 33 ἐκείνη FM: ἐκείνοις Α: Μί’ L 35 καὶ c. S del. Bonitz 38 τὸ ἐξ LFS: καὶ τὸ ἐξ Α δέδεικται] Z 8)
546
μόνῳ, ὥσπερ τὸ εἶδος. | εἰπὼν δὲ ὅτι τὸ εἶδος τῷ λόγῳ μόνον ἐστὶ χωριστόν, [*](515) λέγει ὅτι τῶν κατὰ τὸν λόγον οὐσιῶν κατὰ λόγον οὐσίας, ὡς πολλάκις εἴρηται, λέγων τὰ εἴδη) αἱ μὲν αἱ δ’ οὔ, τουτέστιν αἱ μέν εἰσι τῷ λόγῳ χωρισταί, αἱ δὲ καὶ ἀπλῶς. ἐπειδὴ γὰρ τὸ ἑκάστου εἶδος ἡ ἑκάστου ψυχὴ τυγχάνει ἡ μὲν γὰρ τοιάδε μορφὴ οὐδέποτε χωρίς ἐστι τῆς ὕλης), ἡ δὲ ψυχὴ οὐ πᾶσα ἀλλ’ ἡ λογικὴ χωρίζεται, διὰ τοῦτο τὰς μέν φησι χωρίζεσθαι τὰς δι’ οὔ. μήποτε δὲ οὐ περὶ τῆς μορφῆς τοῦτο εἴρηται (καίτοι καὶ τούτου ἀληθοῦς ὄντος· οὐδέποτε γὰρ ἡ βρότειος μορφὴ ἄνευ ὕλης εἶναι δύναται), ἀλλά περὶ τῶν ἀλόγων ψυχῶν, ὅτι αὗται μὲν οὐ χωρίζονται, ἀλλὰ μόναι αἱ λογικαί.

[*](p. 1042a32)

Ὅτι δ’ ἐστὶν οὐσία καὶ ἡ ὕλη δῆλον.

εἰπὼν ὅτι οὐσία ἐστὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ τὸ ἐκ τούτων, δείκνυσιν ἐκ τῆς τῶν ὁμολογουμένων οὐσιῶν ἀναλογίας ὅτι ἡ ὕλη οὐσία ἐστίν. ὥσπερ γὰρ οὐσίαν φαμὲν τὸν Σωκράτην ὅτι ὑπόκειται ταῖς ἀντικειμέναις μεταβολαῖς καὶ ἔστιν ἐκείνων γινομένων καὶ ἀπογινομένων, οὕτως ἐπεὶ καὶ ἡ ὕλη τῶν εἰδῶν γινομένων ἐν αὐτῇ καὶ ἀπογινομένων ἡ αὐτὴ μένει καὶ ἔστιν, ἐκεῖνα δὲ οὐκ ἔστι, φανερὸν ὅτι οὐσία ἐστὶ καὶ μᾶλλον τοῦ εἴδους οὐσία κατά γε τοῦτο, εἰ καὶ τὰ πρεσβεῖα ἄλως τῷ εἴδει ἀπονέμεται, εἴ γε ὁρίζει αὐτὴν καὶ εἰ κατὰ τὸ εἶδος τὰ πράγματα λέγεται. ὥσπερ οὖν τῇ κατὰ τόπον μεταβολῇ ὑπόκειται ὁ Σωκράτης καὶ νῦν μέν ἐστιν Ἀθήναζε πάλιν δὲ Θήβαζε, καὶ νῦν μὲν αὔξεται ἄλλοτε δὲ φθίνει, καὶ νῦν μὲν ὑγιαίνει πάλιν δὲ νοσεῖ, ὁμοίως τούτῳ καὶ ἡ ὕλη ὑπόκειται τῇ κατὰ γένεσιν οὐσίᾳ, καὶ νῦν μέν ἐστιν ἐν γενέσει καὶ γίνεται τόδε τι ἀπολαβοῦσα τόδε τὸ εἶδος, πάλιν δ’ ἐστὶν ἐν φθορᾷ καὶ ἀποβολῇ τοῦ ὅπερ πρότερον ἀπειλήφει εἴδους· καὶ νῦν μέν ἐστιν ὑποκείμενον ὡς τόδε τι· ὅταν μὲν γὰρ μετὰ τοῦ εἴδους ᾖ, ἐπειδὴ τὸ σύνθετόν ἐστι τὸ ὑποκείμενον τῷ λευκῷ καὶ μέλανι καὶ τῇ νόσῳ καὶ ὑγιείᾳ, λέγομεν ὅτι ἡ ὕλη ὑπόκειται τούτοις ὡς τόδε τι· ὅταν δὲ χωρὶς εἴδους νοῆται, ὑποκεῖσθαι λέγεται τῷ εἴδει ὡς στέρησις. εἰπὼν δὲ ὅτι ἡ ὕλη νῦν μὲν ἐν γενέσει ἐστὶ νῦν δὲ ἐν φθορᾷ, λέγει ὅτι καὶ ἀκολουθοῦσι ταύτῃ αἱ ἄλλαι μεταβολαί· καὶ εἴη ἂν λέγων ὅτι ὅσα μὲν ἔχει ὕλην γενητὴν καὶ φθαρτήν, τουτέστι γενέσει καὶ φθορᾷ ὑποκειμένην, ἐκεῖνα ἔχει ὕλην καὶ αὐξήσεως καὶ μειώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς καὶ ἀλλοιώσεως. τὸ γὰρ εἶδος τοῦτο γάρ ἐστιν, ὡς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς δέδεικται, τὸ αὐξόμενον καὶ φθῖνον, ἀλλ’ οὐχὶ ἡ ὕλη) τὸ δὴ εἶδος ὡς ὕλη ὑπόκειται τῇ αὐξήσει καὶ φθίσει. ἀλλὰ καὶ τόπον τὰ τοιαύτην ὕλην ἔχοντα ἀμείβει καὶ ἀλλοιοῦται, τὰ μὲν οὖν ἔχοντα ὕλην γενητὴν καὶ φθαρτήν. ταύτῃ τᾖ | ὕλῃ, τουτέστιν αὐτοῖς [*](516) [*](6. 7 διὰ—τὰς δ’ οὔ MS: om. ALF 16 ἐν αὐτῇ LFS: om. Α 18. 19 εἴ γε et 19 καὶ εἰ Α: ἧ τε et καὶ ἧ LF 23 ἀπολαβοῦσα c. S Bonitz: ἀποβάλλουσα libri 24 πρότερον LF: om. Α 26 ᾖ Bonitz: ἢ M: ἐστίν LF: om. Α 33. 34 ἐν τῆ Περὶ γενέσεως καὶ φθορᾶς] Α 5 34 φθῖνον L: φθινόμενον A)

547
τοῖς ἔχουσιν αὐτήν, ἕπονται καὶ αἱ ἄλλαι μεταβολαί. τῶν δ᾿ ἄλλων ἢ μιᾷ ἢ δυσὶν αὕτη οὐκ ἀκολουθεῖ, τουτέστι τῶν δ’ ἄλλων μεταβολῶν ἢ μιᾷ μεταβολῇ οὐκ ἀκολουθεῖ ἢ δυσίν· ὅπερ ἴσον ἐστὶ τῷ τοῖς δ’ ἔχουσι τὰς ἄλλας μεταβολὰ. ἢ ἑνὶ ἀκολουθεῖ ἢ δυσίν, οὐ μὴν πᾶσι. τῷ μὲν δὴ ἔχοντι ὕλην αὐξήσεως καὶ μειώσεως ἐξ ἀνάγκης ἕπεται τὸ ἔχειν ὕλην καὶ γενέσεως καὶ φθορᾶς, τὸ δ’ ἔχον ὕλην τῆς κατὰ τόπον μεταβολῆς οὐκ ἀνάγκη ἐστὶν ἔχειν γενέσεως καὶ φθορᾶς. ὁ γὰρ ἥλιος ὕλην μὲν τῆς κατὰ τόπον μεταβολῆς ἔχει (μεταβαίνει γὰρ ἀπὸ βορείων ἐπὶ τὰ νότια καὶ ἀπὸ τούτων ἐπὶ τὰ βόρεια), γενητὴν δὲ καὶ φθαρτὴν ὕλην οὐκ ἔχει· ἄφθαρτος γὰρ καὶ ἀγένητος. ἡ δὲ σελήνη ὕλην ἔχουσα τῆς κατὰ τόπον μεταβολῆς ἔχει καὶ τῆς κατ’ ἀλλοίωσιν· τὸ γὰρ δέχεσθαι τούς φωτισμοὺς ἐκ τοῦ ἡλίου αὐτὸ τοῦτο ἀλλοίωσίς ἐστι· γενητὴν δὲ ὕλην καὶ φθαρτὴν οὐκ ἔχει. ὥστε ταῖς δυσὶν οὐχ ἕπεται ἡ γένεσις καὶ ἡ φθορά, τῇ τε κατὰ τόπον καὶ τῇ κατ’ ἀλλοίωσιν, καὶ ταύταις οὐ πάσαις ἀλλά τισιν. τῇ δὲ αὐξήσει καὶ μειώσει ἕπεται αὕτη. αὐτὸς δὲ τῇ μὲν κατὰ τόπον εἰπὼν ἕπεσθαι τῇ ἀλλοιώσει παρέλιπεν.

[*](p. 1042b7)

τίς μὲν οὖν διαφορὰ τοῦ ἁπλῶς γίνεσθαι καὶ μὴ ἁπλῶς ἐν τοῖς Φυσικοῖς εἴρηται.

Δείξας ὅτι καὶ ἡ ὕλη οὐσία ἐστίν, εἰπὼν δὲ καὶ ὅτι τὰ ἔχοντα ὕλην γενητὴν καὶ φθαρτὴν ἔχουσι καὶ αὐξήσεως καὶ φθίσεως καὶ τῶν λοιπῶν μεταβολῶν, οὐ μὴν τὰ ἔχοντα ὕλην τοῦ κατὰ τόπον κινεῖσθαι ἀνάγκη ἔχειν καὶ γενητὴν καὶ φθαρτήν, #x003E; εἰκὸς ἦν ζητεῖν καὶ τί ἐστι τὸ ἁπλῶς γίνεσθαι καὶ τί τὸ μὴ ἁπλῶς καὶ ὅλως τίς ἡ τούτων διαφορά, φησὶν ὅτι περὶ τούτων εἴρηται ἐν τοῖς Φυσικοῖς. εἶπε γὰρ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, μάλιστα δὲ ἐν τῇ Περὶ γενέσεως, ὅτι ἡ ἀπὸ τῶν χειρόνων εἰδῶν μεταβολή, οἷον ἡ ἀπὸ ἀέρος εἰς πῦρ, ἐπὶ τὰ κρείττω ἁπλῆ μέν ἐστι γένεσις τὶς δὲ φθορά, ἡ δὲ ἀπὸ τοῦ κρείττονος εἴδους ἐπὶ τὸ χεῖρον ἁπλῆ μὲν φωρὰ τὶς δὲ γένεσις. ἀπολογίαν δὲ πεποιηκὼς περὶ τούτων λέγει ὅτι

[*](p. 1024b9)

Ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη ὁμολογεῖται οὐσία εἶναι.

Καὶ γὰρ δέδεικται. ἢ λέγοι ἂν ὅτι ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη οὐσία, ἥτις πάντα ἐστὶ δυνάμει, ὁμολογεῖται παρὰ πάντων καὶ λέγεται καὶ ἔγνωσται πάντες γὰρ τὴν ὑλικὴν αἰτίαν εἶπον καὶ μνείαν αὐτῆς πεποιήκασιν οἱ φυσικοί, τῆς δὲ εἰδικῆς οὐδεὶς ἐφρόντισεν, ἢ ἐπ’ ὀλίγον), λοιπόν ἐστιν εἰπεῖν | καὶ περὶ τῆς ἐνεργείᾳ οὐσίας τῶν αἰσθητῶν, τίς ἐστιν· ἐνεργείᾳ οὐσίαν τῶν [*](517) [*](6 οὐκ—μεταβολῆς (8) LFS: om. A1: ταύτην μὲν τὴν ὕλην pro his inserit Α2 15 αὐτὸςπαρέλιπεν] cum loci mutationem non consequi generctlionis et interitus mutationem dixisset illud, neque alterationem, praetermisit S 19 δὲ καὶ ὅτι LF: δὲ ὅτι καὶ Α 22 ἐπεὶ c. S addidi 23. 24 φησὶν—τούτων LFS: om. Α 24 ἐν τῇ Φυσικῇ ἀκροάσει] E 1 25 ἐν τῇ Περὶ γενέσεως] Α3 33 ὑλικὴν LFS: ὕλην Α)

548
αἰσθητῶν λέγων τὸ ἑκάστου εἶδος. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ τοῦ εἴδους δόξας ἐπισκέπτεται, καὶ οὕτω τὸ οἰκεῖον τίθησι βούλημα. λέγει δὴ ὅτι Δημόκριτος μὲν τὸ μὲν ὑποκείμενον καὶ τὴν ὕλην ἓν ἔλεγε τὰς γὰρ ἀτόμους ὑπετίθετο ὡς ὑλικὰ αἴτια), εἰδοποιοὺς ποιοὺς δὲ διαφορὰς τρεῖς, τὸν ῥυσμὸν ὅ ἐστι σχῆμα, καὶ τὴν τροπὴν ὅ ἐστι θέσις, καὶ τὴν διαθιγὴν ὅ ἐστι τάξις. θεὶς οὖν τοῦτο εὐθὺς ἐλέγχει αὐτὸν ὡς οὐ καλῶς οἰόμενον τρεῖς μόνας εἶναι τὰς εἰδοποιοὺς διαφοράς. φαίνονται γάρ, φησίν, ὅτι οὐ μόνον αἱ παρ’ αὐτοῦ λεγόμεναι διαφοραί εἰσιν, ἀλλὰ καὶ ἄλλαι πλείους αἵπερ οὐκ ἀνάγονται ὑπὸ τὰς Δημοκρίτου διαφοράς, οἷον τὸ μὲν μελίκρατον, φησί, συνθέσει τοῦ ὕδατος καὶ τοῦ μέλιτος εἰδοποιεῖται, καὶ ἔστιν ἡ σύνθεσις εἰδοποιὸς τοῦ μελικράτου, ἥτις σύνθεσις οὔτε σχῆμά ἐστιν οὔτε τάξις οὔτε θέσις. ἄλλο γὰρ θέσις καὶ ἄλλο σύνθεσις· θέσις μὲν γὰρ λέγεται ὅταν ἄνω ἢ κάτω κέηται ἢ ἐπ’ εὐθείας ἢ ἄλλως πὼς, σύνθεσις δὲ ὅταν ἕτερά τινα ἅμα συγκραθῶσιν, ἕτερα δὲ ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ὅτι δὲ σύνθεσίς ἐστιν ἐν τῷ μέλα κάτ δῆλον· ἐπειδὴ γὰρ σύνθετόν ἐστι, δῆλον ὡς ἔστιν ἐν αὐτῷ σύνθεσις. τὰ μὲν οὖν συνθέσει εἰδοποιεῖται τὰ δὲ δεσμῷ· τοῦ γὰρ φακέλου εἶδος ὁ δεσμός ἐστιν· τὰ δὲ εἰδοποιεῖται κόλλῃ, ὡς τὸ κοντάκιον ἢ καὶ τὸ βιβλίον, τὰ δὲ γόμφῳ, ὡς τὸ κιβώτιον· τὰ δὲ γόμφῳ ἅμα καὶ δεσμῷ καὶ ὅλως ἐν πλείοσιν. τὰ δὲ εἰδοποιεῖται θέσει ὥσπερ ὁ οὐδὸς καὶ τὸ ὑπέρθυρον· τούτων γὰρ εἶδος ἡ τοιαύτη θέσις ἐστίν. εἰ γὰρ οὐδὸς τεθείη ἔνθα τὸ ὑπέρθυρον κεῖται, καὶ τὸ ὑπέρθυρον ὅπου ὁ οὐδός, γενήσεται τὸ μὲν ὑπέρθυρον οὐδὸς καὶ ὁ οὐδὸς ὑπέρθυρον, ὥστε τῇ τοιαδὶ θέσει καὶ τῷ ὡδί πὼς κεῖσθαι εἰδοποιεῖται. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἄν τεθὲν ἄλλως ἢ ὡς κεῖται ἀπέβαλε τὸ οὐδὸς εἶναι· ὥστε εἶδός ἐστι τοῦ οὐδοῦ ἡ τοιαδὶ θέσις. τὰ δὲ εἰδοποιεῖ ὁ χρόνος, τό τε δεῖπνον καὶ τὸ ἄριστον· ταῦτα γὰρ τῷ χρόνῳ μόνῳ διαφέρει. τὰ δὲ εἰδοποιεῖται τῷ τόπῳ, ὡς τὰ πνεύματα· ἀπὸ γὰρ τῶν τόπων ἐξ ὧν πνέουσιν, οἱ μὲν λέγονται ἀπαρκτίαι οἱ δὲ νότοι, ἄλλοι δὲ ζέφυροι καὶ ἄλλοι ἀπηλιῶται. κατὰ γὰρ τὴν ὕλην ἀδιάφοροι τυγχάνουσιν· ὕλη γὰρ παντὸς ἀνέμου ἡ ξηρὰ ἀναθυμίασις, ὡς ἐν τοῖς Μετεώροις δέδεικται. τὰ δὲ εἰδοποιεῖται ταῖς αἰσθηταῖς ποιότησι, σκληρότητι μαλακότητι καὶ τοῖς ὁμοίοις· καὶ τὰ μὲν ἐνίοις τούτων καὶ γὰρ τὸ ὕδωρ ὑγρότητι καὶ ψυχρότητι), τὰ δὲ καὶ ἐν πλείοσι, καὶ ὅλως ὑπεροχῇ ᾖ καὶ ἐλλείψει. ἡ μὲν γὰρ μάνωσις ὑπεροχή | τις, ἡ δὲ πύκνωσις ἔλλειψίς τις. ὥστε, 518 φησί, δῆλον ὅτι καὶ τὸ ἔστιν ἤτοι τὸ εἶναι ἑκάστῳ καὶ τὸ εἶδος αὐτοῖς τοσαυταχῶς λεχθήσεται· εἶδος γὰρ οὐδοῦ καὶ τὸ εἶναι οὐδῷ τὸ οὕτως αὐ- τὸν κεῖσθαί ἐστι, καὶ τὸ κρυστάλλῳ εἶναι τὸ οὕτω πεπυκνῶσθαι. καὶ ἁπλῶς πᾶσι τούτοις τὰ μὲν ὁρισθήσεται τῷ ὡδὶ μεμῖχθαι, ὥσπερ τὸ μελίκρατον, [*](4 ἔλεγε A2LFS: λέγει A1 9 δημοκριτείους LF 10 συνθέσει LFS: σύνθετον ἐκ Α 13 κέηται Bonitz: κῆται F: κεῖται AL 14 ἅμα LF: ἃ μὲν Α 20 et 33 ἐν πλείοσιν ALF: sic etiam Metaph. p. 1042 b 18 cod. Ab: πλείοσιν ἑνός M Bonitz 23 τοιᾳδὲ LF: τοιαύτῃ Α 30 ἐν τοῖς Μετεώροις] Meteor. Β4 34 ἡ μὲν—ἔλλειψίς sic libii omnes 37 κρυστάλλῳ Μ: κρύσταλλον ALF 38 ὤσπερ—ταύτῃ γὰρ (p. 549,1) LFS: om. Α)
549
τὰ δὲ τῷ ὡδὶ δεδέσθαι ὡς φάκελος καὶ χείρ· ταύτῃ γὰρ τὸ ’στι τῷ ὡδὶ δεδέσθαι· καὶ τὰ λοιπὰ ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ λάβ’ ἱν τὰ τῶν διαφορῶν γένη· αὗται γὰρ ἀρχαὶ καὶ αἰτίαι ἔσονται ἑκάστοις τοῦ εἶναι τοῦθ’ ὅπερ εἰσίν, οἷον τοῖς μὲν ἀρχὴ ἔσται εἰδοποιὸς τὸ μᾶλλον, ὥσπερ Θαλῆς ἔλεγεν ὅτι τὸ ὕδωρ μᾶλλον μανωθὲν γίνεται ἀὴρ καὶ ἔτι μᾶλλον πῦρ. ταῦτα δέ, φησί, πάντα τό τε μᾶλλον καὶ τὸ ἧττον καὶ μανὸν καὶ πυκνὸν καὶ τὰ τοιαῦτα ὑπεροχή ἐστι καὶ ἔλλειψις. εἰ δέ τι, φησίν, ἐστὶν εἰδοποιούμενον σχήματί τινι, ὥσπερ τὰ μαθηματικά (ταῦτα γὰρ τοῖς σχήμασιν εἰδοποιεῖται, ὕλη δὲ αὐτῶν τὸ μαθηματικὸν σῶμα), ἢ εἰ μὴ σχήματι ἀλλὰ λειότητι ὡς τὰ κάτοπτρα (ταῦτα γὰρ τῇ λειότητι εἰδοποιεῖται), ἢ εἰ μὴ λειότητι ἀλλὰ τραχύτητι ὡς αἱ μυλίαι λίθοι, εἰ οὗν ἐστί τινα τούτοις εἰδοποιούμενα, ταῦτα τὰ εἰδοποιοῦντα πάντα ἥ τε λειότης καὶ τὸ σχῆμα καὶ ἡ τραχύτης ἀναχθήσονται εἰς τὸ εὐθὺ καὶ καμπύλον· λεῖον γὰρ λέγεται τὸ ἐπ’ εὐθείας πὼς ἔχον τὰ μόρια κείμενα, τραχὺ δὲ τὸ μὴ οὕτως ἀλλὰ κοιλότητάς τινας ἢ ὅλως καμπυλότητας καὶ ἀνωμαλίας. ἄλλοις δὲ πάλιν τὸ εἶναί ἐστι τὸ μεμῖχθαι, ὡς τῷ μελικράτῳ, τὸ δὲ μὴ εἶναι τὸ μὴ μεμῖχθαι. ὥστε δῆλον ὡς εἴπερ ἡ οὐσία καὶ τὸ εἶδος αἴτιόν ἐστι τοῦ εἷναι ἕκαστον τοῦθ’ ὅπερ ἐστίν, ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι ἕκαστον· οἷον εἰ ζητοίη τις τί τὸ αἴτιον τοῦ τὸ κάτοπτρον εἷναι τοῦθ’ ὅπερ ἐστίν, ἐν τῷ εὐθεῖ καὶ καμπύλῳ καὶ τοῖς λοιποῖς ζητείτω καὶ εὑρήσει ἓν ἐκ τούτων ὅτι αἴτιον· ἓν γὰρ ἐκ τούτων αἴτιόν ἐστι τοῦ εἶναι τὸ κάτοπτρον τοῦθ’ ὅπερ ἐστί, τὸ εὐθύ· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰπὼν δὲ ὅτι εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον ἐν τούτοις ζητητέον, λέγει ὅτι οὐσία μὲν οὖν οὐδὲν τούτων, λέγων τὴν λειότητα τὴν τραχύτητα τὸν οὐδόν, οὐχὶ τὸ ξύλον τοῦτο γὰρ δῆλον ὅτι οὐσία ἐστίν) ἀλλὰ τὸ τοῦ οὐδοῦ εἶδος. εἰ γὰρ ἦν οὐσία τὸ εἶδος τοῦ οὐδοῦ, οὐκ ἄν μετατεθεὶς εὐθὺς ἀπέβαλε τὸ εἶναι οὐδός, μηδὲν παθὼν ἀλλὰ μόνον τὸ μεταπεσεῖν ἀφ’ οὗπερ ἔκειτο. οὔτε οὖν καθ’ αὑτὸ τὸ τοῦ οὐδοῦ εἶδος νο|ούμενόν ἐστιν οὐσία, οὔτε συνδυασθὲν μετὰ τοῦ ξύλου. ὁμοίως δὲ πᾶν τεχνητὸν εἶδος οὐκ ἔστιν οὐσία. ὅμως δέ, φησίν, ἐπειδὴ ἀναλογίαν ἔχουσι πρὸς τὰς οὐσίας (ὃν γὰρ λόγον ἔχει τὸ ἀνθρώπειον εἶδος καὶ ἵππειον πρὸς τὴν ὑποκειμένην αὐτοῖς ὕλην, τοῦτον ἔχει καὶ ἡ τοιαδὶ θέσις, τοῦτο δ’ ἐστὶ τὸ τοῦ οὐδοῦ εἶδος, πρὸς τὸ ὑποκείμενον αὐτῷ ξύλον καὶ τὸ τοῦ ἀνδριάντος πρὸς τὸν χαλκὸν καὶ τὸ τοῦ κατόπτρου πρὸς τὸν σίδηρον· ὁμοίως δὲ καὶ τὰ λοιπὰ πρὸς τὰ ὑποκείμενα αὐτοῖς ἔχει), ἐπειδὴ οὗν τὸν αὐτὸν ἔχουσι λόγον ὥσπερ ἐπὶ τῶν οὐσιῶν τοὺς ὁρισμοὺς ἀποδιδόντες οὐ τὸ σύνθετον ὁριζόμεθα ἀλλὰ τὸ εἶδος, οὕτω χρὴ καὶ ἐπὶ τούτων ποιεῖν καὶ ὁρίζεσθαι μὴ τὰ σύνθετα ἀλλὰ τὰ εἴδη. διὸ εἰ οὐδὸν δέοι ὁρίσασθαι, τὸ εἶδος αὐτὸ [*](4 τοῦθ’ LF: 0111. Α τὸ μᾶλλον LFS: τὸ μᾶλλον καὶ ἧττον Α 10. 11 ὡς τὰ — τραχύτητι LFS: om. Α 12 εἰδοποιούμενα ταῦτα τὰ LFS: om. Α ἥ τε λειότης LFS: ἡ τελειότης A 24 οὑν LFS: om. Α 29 τεχνητὸν LF: τεχνικὸν Α 31 ἔχει LF: om. Α 38 ἀλλὰ LFS: om. Α διὸ LFS: οἶον Α)
550
τοῦ οὐδοῦ ὁριστέον, καὶ οἰκίας οἷον ὅτι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ πνευμάτων. ἐπ’ ἐνίων δέ, φησίν, οὐ τὸ εἶδος ὁρίζεται ἀλλὰ τὸ οὗ ἕνεκα, οἷον εἰ λέγοιμεν ὅτι κιβώτιόν ἐστιν ἀγγεῖον χρημάτων φυλακτικόν, τὸ οὗ ἕνεκα ἀποδεδώκαμεν· ἕνεκα γὰρ τοῦ τὰ χρήματα φυλάττεσθαι τὸ κιβώτειον εἶδος τῇ τοιαδὶ ὕλῃ ὁ τεχνίτης περιτέθεικε. τοῦτο δὴ θεὶς μεταξὺ πάλιν λέγει ὅτι εἰ δὲ κρύσταλλον ὁριζόμεθα ἐροῦμεν ὕδωρ πεπηγὸς ἢ πεπυκνωμένον ὡδί, εἰ δὲ συμφωνίαν, εἴποιμεν ἂν ὅτι συμφωνία μῖξίς ἐστι τοιαδὶ ὀξέων καὶ βαρέων φθόγγων. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. ἡ δὲ λέξις ἡ ὅμως δὲ τὸ ἀνάλογον ἐν ἑκάστῳ, καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἡ ἐν|έργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα ἔχει τινὰ ἀσάφειαν. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. οὐδὲν τούτων οὐσία ἐστὶν οὐδὲ συνδυαζόμενον τῇ ὕλῃ· ὅμως ἐν ἑκάστῳ τούτων ἤτοι τοῦ οὐδοῦ καὶ τῶν ἄλλων τὸ ἀνάλογόν ἐστι, τουτέστιν ἔχουσιν ἀναλογίαν πρὸς τὰς οὐσίας, καὶ ὥσπερ ἐν ταῖς οὐσίαις τὸ κατηγορούμενον τῆς ὕλης οὐδὲν ἕτερόν ἐστιν ἢ αὐτὴ ἡ ἐνέργεια, τουτέστιν αὐτὸ τὸ εἶδος, ὃ δὴ καὶ ὁριζόμεθα τοῦτο γὰρ δεῖ προσυπακούειν), οὕτω καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς, τοῖς μὴ οὐσιῶν οὖσιν ἀλλὰ τεχνητῶν, τὰ εἴδη ὁριστέον.

[*](p. 1043a12)

Φανερὸν δὴ ἐκ τούτων ὅτι ἡ ἐνέργεια ἄλλη ἄλλης ὕλης.

ἐπειδὴ γὰρ ὕλη κρυστάλλου μὲν ὕδωρ ἐστὶν ἀλλ’ οὐ σῖτος, σωροῦ δὲ σῖτος ἀλλ’ οὐχ ὕδωρ, οἰκίας δὲ ξύλα καὶ λίθοι ἀλλ’ οὐχ ὕδωρ καὶ μέλι (ταῦτα γὰρ ὕλη τοῦ μελικράτου), δῆλον ὡς ἄλλη ἐνέργεια καὶ εἶδος ἄλλην ὕλην ἔχει καὶ ἄλλη ἄλλην, καὶ ἔμπαλιν ἄλλης ὕλης ἄλλη τυγχάνει οὖσα ἐνέργεια καὶ ἄλλης ἄλλη. τοῦ μὲν ὕδατος καὶ μέλιτος ἐνέργεια καὶ εἶδος ἡ σύνθε|σις, τῶν δὲ σίτων καὶ κριθῶν μῖξις καὶ ἄλλων ἄλλη. καὶ διὰ τὸ [*](520) πᾶν εἶδος φυσικόν τε καὶ τεχνητὸν ἐν ὕλῃ τὸ εἶναι ἔχειν τινὲς ὁριζόμενοι τὴν ὕλην ἀποδιδόασιν, ὥσπερ οἱ λέγοντες οἰκία ἐστὶ ξύλα καὶ λίθοι καὶ πλίνθοι, ἢ ὀργή ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος,. οἱ δὴ οὕτως ὁριζόμενοι τὴν δυνάμει οἰκίαν καὶ τὴν δυνάμει ὀργὴν ὁρίζονται· ὕλη γὰρ τῆς μὲν οἰκίας τὰ ξύλα καὶ οἱ λίθοι, τῆς δὲ ὀργῆς τὸ αἷμα, ἃ δὴ δύνανται τὰ μὲν οἰκία, τὸ δὲ ὀργὴ γενέσθαι. οἱ δὲ λέγοντες ὅτι οἰκία ἐστὶν ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, ἢ ἄλλο τι τοιοῦτον προσθέντες, τὸ εἶδος καὶ τὴν ἐνέργειαν ὁρίζονταί τε καὶ λέγουσιν. οἱ δὲ φάσκοντες ὡς οἰκία ἐστὶ ξύλα καὶ λίθοι ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, τὴν ἐξ ὕλης καὶ εἴδους οἰκίαν ὁρίζονται. ὁ μὲν γὰρ ἐκ τῶν διαφορῶν λόγος ἐστὶν ὁ τοῦ εἴδους, ὁ δ’ ἐκ τῶν ξύλων καὶ λίθων τῆς ὕλης, ὁ δ’ ἐξ ἀμφοῖν τῆς συνθέτου οἰκίας, ὁποίας καὶ Ἀρχύτας ἀπεδέχετο τὰς ἐκ τῶν [*](1 καὶ οἰκίας οἶον] si domum, domus formam, in hunc modum S 6 ἐροῦμεν LFS: αἱροῦμεν Α 9 ante διάνοια add. οἶμαι LF 9. 10 ἡ δὲ LF: εἰ δὲ Α 17 δεῖ LFS: δὴ Α 24 τοῦ μὲν—μέλιτος ALFS: inter lineam scriptum ἤτοι μελικράτου habet Α 31 τὸ δὲ LFS: τὰ δὲ A)

551
διαφορῶν καὶ τῆς ὕλης· ὁριζόμενος γὰρ τὴν νηνεμίαν ἔλεγεν ὅτι νηνεμία ἐστὶν ἠρεμία ἐν πλήθει ἀέρος· ὕλη μὲν γὰρ ὁ ἀήρ, εἶδος δὲ καὶ ἐνέ ἡ ἠρεμία. καὶ πάλιν γαλήνη ἐστὶν ὁμαλότης θαλάσσης· τὸ μὲν ὑποκείμενον ὡς ὕλη ἡ θάλασσα, ἡ ὁμαλότης δὲ τὸ εἶδος. οὕτω μὲν οὖν ἀκριβῶς καὶ θειότατα τὰ περὶ τούτων διορίσας συμπεραίνεται, λέγων ὅτι φανερόν ἐστ’ ἱν ἐκ τῶν εἰρημένων τίς ἡ αἰσθητὴ οὐσία καὶ πῶς, ὅτι ἡ μέν ἐστιν ὡς ὕλη καὶ δυνάμει, ἡ δ’ ὡς τὸ εἶδος καὶ ἡ ἐνέργεια, ἡ δὲ τρίτη ἐκ τούτων.

[*](p. 1043a29)

Δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει, πότερον σημαινει τὸ ὄνομα.

Ὃ ζητεῖ σαφῶς καταλέγει, οὐ λύει δὲ ὡς σαφοῦς οὔσης τῆς λύσεως. ζητεῖ γὰρ πότερον τὰ ὀνόματα τῶν συνθέτων εἰσὶ σημεῖα ἢ τῶν εἰδῶν; οἷον ἡ γραμμὴ πότερον σημαίνει ὅτι δυὰς ἐν μήκει, ὅπερ ἐστὶ τὸ σύνθετον (εἶδος μὲν γὰρ ἡ δυάς, ὕλη δὲ τὸ μῆκος, δυάδα δὲ λέγει τὴν γραμμήν, ὅτι, ὥσπερ ἐν τοῖς ἀριθμοῖς πρώτη διάστασις ἡ δυάς ἐστιν, οὕτως ἐν τοῖς μήκεσιν ἡ γραμμή), πότερον οὖν ἡ γραμμὴ τὸ ὅτι δυὰς ἐν μήκει σημαίνει, ἢ ὅτι δυὰς τὸ εἶδος μόνον; καὶ τὸ ζῷον πότερον τὸ σύνθετον δηλοῖ, ψυχὴ ἐν σώματι ἡ ψυχή; αὕτη γὰρ οὐσία καὶ ἐνέργεια καὶ εἶδος σώματός τινος. οὕτω μὲν οὖν ζητήσας οὐ λύει, ὡς δήλου ὄντος ὅτι τὰ ὀνόματα τῶν εἰδῶν εἰσι σημαντικά, ἀλλ’ οὐ τῶν συνθέτων. ἐπειδὴ γὰρ τὸ ὄνομα σημεῖόν ἐστι τοῦ οὗ ἐστιν ὁ ὁρισμὸς δηλωτικός, οἱ δὲ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, φανερὸν ὅτι καὶ τὰ ὀνόματά τῶν εἰδῶν εἰσιν. εἰπὼν δὲ ὅτι τὸ ζῷον πότερον τῆς ψυχῆς ἐστι δηλωτικὸν ἢ τοῦ συναμφοτέρου, λέγει ὅτι εἴη δ’ ἄν καὶ ἐπ’ ἀμφοτέροις τὸ ζῷον, | τουτέστι λέγεται τὸ ζῷον καὶ ἐπὶ [*](521) τῆς ψυχῆς καὶ ἐπὶ τοῦ συνθέτου, ἀλλ’ οὐχ ὡς ἑνὶ λεγόμενον, λεγόμενον, ἀλλ᾿ ὡς πρὸς ἕν. ἐπειδὴ γὰρ ἔχει καὶ ἡ ψυχὴ ὀρεκτικὰς δυνάμεις, ἔχει δὲ καὶ τὸ σύνθετον, πρὸς τοῦτο ἀφορῶντες λέγομεν ἀμφότερα ζῷα. ἐπειδὴ δὲ τὴν τοιαύτην ζήτησιν, λέγω δὴ τὸ πότερον τὸ ζῷον τὴν σύνθετον οὐσίαν δηλοῖ ἢ τὴν ψυχήν, ἔγνω μηδὲν πρὸς τὰ προκείμενα συντελοῦσαν, λέγει ὅτι ἀλλὰ ταῦτα πρὸς μέν τι ἄλλο διαφέρει, τουτέστι πρὸς μὲν τὰς διαλεκτικὰς συνουσίας ὠφελεῖταί τις παρὰ τὸ γινώσκειν εἴτε τὸ σύνθετον δηλοῖ εἴτε μή, πρὸς δὲ τὴν ζήτησιν τῆς οὐσίας τῆς αἰσθητῆς οὐδέν. οὕτω δὴ ἀποπεμψάμενος τὴν τοιαύτην ζήτησιν διευθετεῖ τὰ περὶ τοῦ εἴδους, λέγων ὅτι τὸ τί ἦν εἶναι οὐκ ἐπὶ τοῦ συνθέτου λέγεται, ἀλλὰ τῷ εἴδει ὑπάρχει καὶ τῇ ἐνεργείᾳ, καὶ ἐπὶ μὲν τῶν ἁπλῶν τὸ ὕδωρ εἶναι καὶ ὕδατι ταὐτόν ἐστι, καὶ ψυχὴ καὶ ψυχῇ εἶναι, ἄνθρωπος δὲ καὶ ἀνθρώπῳ οὐ ταὐτόν, ἀλλ’ ἄνθρωπον εἰπόντες λέγομεν Σωκράτη καὶ Πλάτωνα καὶ ὅλως τὸ σύνθετον, ἀνθρώπῳ δὲ τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. τὸ δὲ εἰ μὴ καὶ [*](12 γὰρ MS: om. ALF 18 ἐν σώματι LF: ἐν τῷ σώματι Α 25 συνθέτου] εἴδους LF 31 ὠφελεῖ τὸ γινώσκειν LF 33 δὴ LF: δὲ Α 34 λέγεται LFS: λογίζεται Α)

552
ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται θήσεται τοιοῦτον ἄν εἴη· εἰ μέν, φησί, λέγει τις τὴν ψυχὴν ἄνθρωπον καὶ κατηγορεῖται τὸ ἄνθρωπος κατὰ τῆς ψυχῆς, ἐπειδὴ ψυχὴ καὶ τὸ ψυχῇ εἶναι ταὐτὸν σημαίνει, εἴη ἄν καὶ ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι ταὐτόν· εἰ δὲ μή, οὐκ ἔσται. καὶ οὕτω, φησί, τινὶ μὲν τινὶ δ’ οὔ, τουτέστιν εἰ λέγει τις ἄνθρωπον τὴν ψυχήν, ἔσται ταὐτὸν ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ ἄνθρωπον λαμβάνει τὸν σύνθετον ἐκ ψυχῆς καὶ σώματος ἤτοι τὸν ἐξ εἴδους καὶ ὕλης, οὐκ ἔσται ταὐτὸν ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι, ἀλλὰ τινὶ μέν, οἷον ἐπὶ τῆς ψυχῆς, ἔσται; τινὶ δέ, οἷον ἐπὶ τοῦ ἀνθρώπου τοῦ συνθέτου, οὐκ ἔσται.

[*](p. 1043b4)

Οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως.

Δείξας ἐν τῷ τέλει τοῦ πρὸ τούτου βιβλίου ὅτι ἡ συλλαβή, ἤτοι αὐτὸ τὸ τῆς συλλαβῆς εἶδος, ἕτερόν ἐστι τῶν στοιχείων, καὶ ὅτι οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων, πάλιν τὰ περὶ ἐκείνων διαρθροῖ, λέγων ὅτι ἡ συλλαβή, αὐτὸ τὸ τῆς συλλαβῆς φὴ μί’ εἶδος, οὐκ ἔστιν ἐκ στοιχείων καὶ τῆς συνθέσεως. οὐ γὰρ ὡς τὸ μέλι καὶ τὸ ὕδωρ αὐτὰ καθ’ αὑτὰ ὄντα καὶ συνελθόντα ἀπετέλεσαν τὸ μελίκρατον, οὕτω καὶ ἡ σύνθεσις αὐτὴ καθ’ αὑτὴν οὖσα καὶ τὰ στοιχεῖα συνῆλθον καὶ ἀπετέλεσαν τὴν συλλαβήν. οὔτε δὴ οὖν ἡ συλλαβὴ ἐκ συνθέσεως ἐστι καὶ τῶν στοιχείων οὔτε ἡ οἰκία ἐκ πλίνθων καὶ συνθέσεως, ἀλλὰ τὸ εἶδος τῆς συλλαβῆς ἐστι τὸ ἀποτέλεσμα τὸ ἐκ τοῦ αβ, καὶ τὸ βᾶ ἤτοι ἡ συλλαβὴ οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοιαδὶ τῶν στοιχείων σύνθεσις· | οὐ μήν ἐστιν ἡ συλλαβὴ ἐκ [*](522) τῆς συνθέσεως καὶ τῶν στοιχείων. οὐ γάρ ἐστι, φησίν, ἡ σύνθεσις οὐδ’ ἡ μῖξις ἐκ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις. ὃ δὴ ἀσαφῶς ἡρμήνευται καὶ ἐλλιπῶς· δεῖ γὰρ προσυπακούειν τὸ τινός, τὸ δὲ ἐκ τούτων ἀντὶ τοῦ μετὰ τούτων, ἵν’ ᾖ πλῆρες τοιοῦτον ᾿οὐ γάρ ἐστιν ἡ σύνθεσις οὐδ’ ἡ μῖξίς τινος μετὰ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις.’ καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον. εἰ ἔστιν ἡ σύνθεσις ὕδατος, εἰ τύχοι, καὶ μέλιτος, οὔ συνῆλθεν ἡ μῖξίς τινι τούτων ἢ τῷ ὕδατι ἢ τῷ μέλιτι ἢ καὶ ἀμφοῖν, καὶ ἀπετέλεσαν τὸ μελίκρατον· εἰ μὲν γὰρ ἦν ἡ μῖξις πρᾶγμά τι τῶν δυναμένων καθ’ αὑτὸ εἶναι, εἰκὸς ἦν λέγειν ὅτι μετά τινος τούτων τοῦ τε ὕδατος καὶ τοῦ μέλιτος ἢ μετὰ ἀμφοῖν συνελθοῦσα ἀπετέλεσε τὸ μελίκρατον· ἐπεὶ δὲ οὐκ ἔστιν, οὐ λέγεται τοῦτο, ἀλλὰ τὸ μελίκρατόν ἐστιν αὐτὴ ἡ μῖξις. αὐτὸς δὲ εἰς παράδειγμα καὶ σαφήνειαν τῶν λεγομένων τὸν οὐδὸν παρήγαγε λέγων οἷον εἰ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ ἡ θέσις· τουτέστιν εἰ ἔστιν οὐδὸς ἤτοι εἰ ἔστι τὸ τοὐ οὐδοῦ εἶδος ἡ θέσις καὶ τὸ [*](2 κατηγορεῖται LFS: κατηγορεῖ τε Α 7 τὸν—ὕλης LFS: καὶ εἴδους τῶν ἐξ ὕλης Α 8 ἔσται LF: om. Α 12 ἤτοι M: om. ALF 13 ἕτερόν FM: ἕτερά Α: ἕτερα (sic) L 17 αὐτὴ LF: αὕτη Α 22 ἐκ LF: ἡ ἐκ Α 25 προσυπακούειν LF: ὑπακούειν Α 26. 27 ἶν’ ᾗ — μετὰ τούτων LFS: om. Α · 36 τουτέστιν—ἡ θέσις LFS: om. Α)

553
ὡδὶ κεῖσθαι, οὐκ ἐκ τοῦ οὐδοῦ οὖν] ἡ θέσις, ἀλλὰ μᾶλλον οὖτος ἐξ ἐκείνης· ἡ τοιαδὶ γὰρ θέσις τὸν οὐδὸν εἰδοποιεῖ. οὐδὲ δή, φησίν, ὁ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ τὸ δίπουν, ἀλλὰ τὸ ἐκ τούτων ἀποτέλεσμα, ὃ παρὰ ταῦτά ἐστιν· ταῦτα μὲν γὰρ ὕλη, τὸ δ’ ἐκ τούτων ὁ ἄνθρωπος. ὅπερ, λέγω δὴ τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείου, τὶ δέ ἐστι τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν ἡ οὐσία ἤτοι τὸ εἶδος, ὃ καὶ κυρίως οὐσίαν λέγουσιν ἐξαιροῦντες τῷ λόγῳ καὶ χωρίζοντες τὴν ὕλην. μήποτε δὲ τὸ ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσι περὶ τῶν τὰς ἰδέας λεγόντων εἴρηται, ὅτι ὅπερ εἶδος χωρίζοντες τῆς ὕλης καὶ καθ’ αὑτὸ εἶναι λέγοντες οὐσίαν αὐτό φασιν. εἰ δή, ὡς πολλάκις δέδεικται, τὸ εἶδός ἐστι τὸ αἴτιον τὸ κινοῦν τὴν ὕλην καὶ ποιοῦν ὅπερ ἐστί, δῆλον ὡς εἴ τις ὅλως οὐσίαν λέγοι, οὐδὲν ἄλλ’ ἢ τὸ εἶδός φησιν.

[*](p. 1043b14)

Ἀνάγκη δὴ ταύτην ἢ ἀίδιον εἶναι ἢ φθαρτήν.

ἐπειδὴ εἶπεν ὅτι τὸ εἶδός ἐστιν αἴτιον τού τὴν ὕλην κινεῖσθαι καὶ ὅπερ ἐστὶ γίγνεσθαι, καὶ εἰ λέγοι τις οὐσίαν, δηλονότι τῷ εἴδει τὸ τῆς οὐσίας ὄνομα μᾶλλον ἂν συνάπτοι, λέγει ὅτι ἀνάγκη ταύτην ἢ ἀίδιον εἶναι ἢ φθαρτὴν ἄνευ τοὐ φθείρεσθαι καὶ γεγονέναι χωρὶς τοῦ γίνεσθαι, τουτέστιν ἄνευ φθορᾶς φθείρεσθαι καὶ ἄνευ γενέσεως εἶναι. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι τὸ εἶδος οὐθεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται τοδὶ τὸ | εἶδος οἷον σφαῖρα, καὶ ὅλως τὸ ἐκ τούτων τοῦ τε εἴδους καὶ [*](523) τῆς ὕλης. ἀλλ’ ὅτι μὲν τὸ εἶδος οὐ γίνεται δῆλον· εἰ δέ γε εἰσὶ χωρισταὶ οὐσίαι καὶ ἰδέαι, οὐδέν πω δῆλον, πλὴν ὅτι ἐπ’ ἐνίων οὐκ ἐνδέχεται ἰδέας εἶναι φανερόν· οὐ γὰρ ἔστιν αὐτοοικία οὐδὲ αὐτοκιβώτιον. ἴσως δέ, φησίν, οὐδὲ οὐσίαι εἰσὶ τὰ ὑπὸ τέχνης γινόμενα εἴδη καὶ ὅλως τὰ μὴ ὑπὸ φύσεως συνεστηκότα, ἀλλὰ μόνην ἄν τις οὐσίαν εἴποι καὶ ἀληθῶς τὴν φύσιν καὶ τὸ εἶδος τὸ ἐν τοῖς φθαρτοῖς, τουτέστι τὸ φυσικὸν εἶδος καὶ ἐν τοῖς καθ’ ἕκαστα καὶ φθαρτοῖς ὄν. εἰ δὲ οὔκ εἰσιν οὐσίαι τὰ τεχνητὰ εἴδη, δῆλον ὡς οὐδέ εἰσιν αὐτῶν ἰδέαι· αἱ ἰδέαι γὰρ τῶν οὐσιῶν εἰσιν.

[*](p. 1043b23)

Ὥστε ἡ ἀπορία, ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν, ἔχει τινὰ καιρόν.

Δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· ὥστε ἡ ἀπορία καιρὸν ἔχει, ἣν οἱ Ἀντισθένειοι ἠπόρουν, λυθῆναι ἐξ ὧν εἴπομεν. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἄλλα ἐστὶ τὰ ὡς εἴδους μέρη καὶ ἄλλα τὰ ὡς ὕλης, ἐκ τούτων λυθήσεται ἡ τῶν Ἀντισθενείων ἀπορία. [*](1 οὐκ ἐκ — θέσις MS, cf. Metaph. p. 1043bb9: οὐκ ἔστιν ὁ οὐδὸς ἐκ τῆς θέσεως ALF ouv om. S: del. Bonitz 5 post δίπουν add. ἡ οὐσία Α: om. LFS 7, 8 ἐξαιροῦντες τὴν ὕλην καὶ χωρίζοντες τῷ λόγῳ LF 17 φθαρτὴν FM: φθαρτὸν AL 22 οὐδέν πω LF: οὐδέπω Α 25 μόνην LF: μόνον Α 29 ἣν οἱ LF: οἱ om. Α 32 ὥστε LFS: ὥσπερ Α)

554
ἔστι δ’ αὐτῶν ἡ ἀπορία, ὅτι οὐκ ἔστιν ὁρίσασθαι, οὐδ’ ἔστιν ὁρισμός τινος. τοῦτο δὲ κατεσκεύαζον ὡδί. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, ἀλλ’ ἐκ πλειόνων τοῦτο γὰρ εἶπε λόγον μακρόν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λόγος μακρός ἐστιν, ἀλλ’ οὐχ ὡς τὸ ἄνθρωπος ὄνομα), ἐπειδὴ οὖν ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, οὐκ ἔστιν ὁρίσασθαι. λέγουσι δὲ ὅτι, ὅταν εἴπωμεν ζῷον λογικόν, σύνθετόν τι λέγομεν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν τοῦ ζῴου, εἴδους δὲ τοῦ λογικοῦ, καὶ ἔτι προστεθὲν τὸ θνητὸν σύνθετον. εἰ δὲ τοῦτο, τὰ μὲν σύνθετα ἐπεξερχόμεθα καὶ οἱονεὶ ἀριθμοῦμεν πόσα τινὰ τυγχάνει, ζῷον λογικὸν λέγοντες, καὶ πάλιν ζῷον λογικὸν θνητόν, ὁρισμὸν δὲ οὔ φαμεν. λέγει δὴ ὁ Ἀριστοτέλης ὅτι ἡ ἀπορία αὕτη λύεται ἐξ ὧν εἴπομεν· ἐπειδὴ γὰρ δέδεικται ὅτι τὸ ζῷον πεζὸν δίπουν τοῦ εἴδους ἐστὶ μέρη, οὐ τῆς ὕλης, πῶς ἐστι δυνατὸν λέγειν ὅτι τὸ ζῷόν ἐστιν ὕλη τὸ δὲ λογικὸν εἶδος, ἢ πάλιν τὸ ζῷον λογικὸν ὕλη τὸ δὲ θνητὸν εἶδος; εἰ μὲν γὰρ ἦσαν τῆς ὕλης μέρη τὸ ζῷον, τὸ θνητόν. τὸ λογικόν, ἐχρῆν ταῦτα λέγειν, ὅτι τὸ ζῷον καὶ τὸ λογικὸν ὕλη ἐστί, τὸ δὲ θνητὸν εἶδος, καὶ λέγοντες ζῷον θνητὸν λέγουσι τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους· ἐπεὶ δὲ οὔκ εἰσιν ὑλικά, οὐ τὸ σύνθετον λέγουσιν, ἀλλὰ τὰ μέρη τοῦ εἴδους· ὥστε ἔστιν ὁρισμός. οὐκ ἔστιν οὖν, φασίν, ὁρίσασθαι, ἀλλὰ ὁποῖον μέν ἐστιν ἄνθρωπος ἢ βοῦς ἐνδέχεται διδάξαι, ὁρίσασθαι δὲ οὔ· οἷον ὁρίσασθαι μὲν καὶ εἰπεῖν τί ἐστιν ἄργυρος οὐχ οἷόν τε, ὁποῖον δέ, δυνατόν, οἷον ἐρωτηθέντα ὁποῖόν ἐστιν ἄργυρος, εἰπεῖν ὅτι οἷον καττίτερος. ὥστε, φασί, λόγον μὲν ἔστιν εἰπεῖν οὐσίας συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους, εἴδους δὲ ὅρον ἢ ὕλης ἐξ ὧν ἡ σύνθετός ἐστιν οὐσία οὐκ ἔστιν ἀποδοῦναι. εἰπὼν δὲ ὅτι συνθέτου | ἔστιν οὐσίας ἀποδοῦναι ὁρισμόν, [*](524) προσέθηκε τὸ ἐάν τε αἰσθητῆς ἐάν τε νοητῆς. ἀλλ’ ὅτι μὲν αἱ αἰσθηταὶ οὐσίαι σύνθετοί εἰσι, φανερόν· ὅτι δέ εἰσι καὶ νοηταὶ σύνθετοι, δῆλον· τὰ γὰρ μαθηματικὰ ἐξ ὕλης καὶ εἴδους εἰσίν· ὁ γὰρ νοητὸς κύκλος ἐξ ὕλης μὲν τοῦ διαστήματος, εἴδους δὲ τοῦ τοιουδὶ σχήματος. οὐχ ὡς ἀρεσκόμενος δὲ καὶ τὰ μαθηματικὰ οὐσίας εἶπεν, ἀλλ’ ἴσως καὶ τοῦτο τῶν Ἀντισθενείων λεγόντων εἴρηκεν αὐτὰ οὐσίας. τῆς μὲν οὖν συνθέτου φασὶν οὐσίας, εἴτε αἰσθητή ἐστιν εἴτε νοητή, ἔστιν ὁρισμὸν ἀποδοῦναι, ἐξ ὧν δ’ αὕτη, οὐκ ἔστιν, εἴπερ τὸ ζῷον λογικὸν καὶ ὅλως ὁ ὅρος τὶ κατά τινος σημαίνει, καὶ τὸ μέν ἐστιν εἶδος τὸ δὲ ὕλη.

[*](p. 1043b32)

Φανερὸν δὲ καὶ διότι, εἴπερ εἰσὶν οἱ ἀριθμοὶ οὐσίαι, οὕτω εἰσίν.

Δείξας ὅτι τὸ εἶδός ἐστιν ἡ κυρίως οὐσία, καὶ εἰπὼν ὅτι εἴπερ ὅλως λέγομεν οὐσίαν, τὸ εἶδος ἂν λέγοιμεν, ἐπειδὴ ὁμοιότητάς τινας ἔχουσιν οἱ [*](10 δὴ LFS: δὲ Α 21 ἐρωτηθέντα Brandis Bonitz: ἐρωτηθέντες ALFM 24 συνθέτου Brandis Bonitz: συνθέτης ALF 29 δὲ LF: om. A 31 εἴτε — εἴτε LFS: ἥτε — ἥτε Α 34 οἱ ἀριθμοὶ ALF: πὼς ἀριθμοὶ αἱ Metaph., cf. p. 555,2.3 37 λέγομεν LF: λέγωμεν Α)

555
ἀριθμοὶ πρός τε τὸ εἶδος καὶ τὴν οὐσίαν, λέγει ὅτι ἐὰν διὰ τὸ ὁμοιότητα ἔχειν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη λέγωσι τὰ εἴδη ἀριθμοὺς καὶ ἐπὶ τούτῳ καὶ τὰς οὐσίας, ἔχει τινὰ λόγον τὸ ὑπ’ αὐτῶν λεγόμενον, καὶ καλῶς τοῦτο λέγεται· εἰ δ’ ἄλλως πὼς, ὅτι ὁ ἀριθμός ἐστι μονάδων πλῆθος, οὐ καλῶς. καὶ λέγει τὰς ὁμοιότητας τοῦ ἀριθμοῦ καὶ τοῦ ὁρισμοῦ, τοῦ δὲ ὁρισμοῦ λέγων φανερὸν ὅτι καὶ τοὐ ὁριστοῦ λέγει. ὁ ὁρισμός, φησίν, ἀριθμός τίς ἐστιν. ὥσπερ γάρ, φησίν, ὁ ἀριθμὸς εἰς μονάδας ἀδιαιρέτους διαιρεῖται, οὕτω καὶ ὁ ὁρισμὸς διαιρεῖται εἰς ἀδιαίρετα. εἰ γὰρ καὶ διαιρεῖται τὸ ζῷον εἰς τοὺς λόγους τοῦ ἐμψύχου καὶ αἰσθητοῦ, ἀλλ’ οὗν οὐκ ἐπ’ ἄπειρον τοῦτο γενήσεται, ἁλλὰ καταντήσομεν εἴς τι μὴ διαιρούμενον εἰς λόγους. καὶ ὥσπερ ἀπὸ τοὐ ἀριθμοῦ κἄν τοὐλάχιστον ἀφαιρεθῇ ἡ προστεθῇ, οὐκέτι μένει ὁ ἀριθμός ἄν γὰρ ἀπὸ τοῦ ὀκτὼ μονάδα ἢ ἀφέλῃς ἢ προσθῇς, οὐκέτι ὁ ὀκτὼ μένει), οὕτω καὶ ἀπὸ τοῦ ὁρισμοῦ ἢ τοῦ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὁρισμός, ἂν ἀφέλῃς τι ἡ προσθῇς, οὐκέτι μένει τὸ αὐτό. καὶ ὥ,περ δεῖ εἶναί τι τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ δι’ οὗ ἐστιν εἷς, οὕτω καὶ ἐπὶ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι· ὅπερ, φημὶ δὴ τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ ἕν ποιοῦν, τί ποτέ ἐστιν, οὐκ ἔχουσιν εἰπεῖν οἱ οὐσίαν αὐτὸν λέγοντες. ἢ γάρ, φησίν, οὐκ ἔστιν εἷς ἀριθμός, ἀλλ’ οἷον σωρός ἐστιν, ἢ εἴπερ ἔστι, λεκτέον τί τὸ ποιοῦν ἓν ἐκ πολλῶν. ἀλλ’ οὔτε τὸ τὸν ἀριθμὸν ἕνα ποιοῦν ἔχουσι λέγειν τί ποτέ ἐστιν, οὔτε τὸ τὸν ὁρισμόν. καὶ τοῦτο εἰκότως συμβαίνει· τοῦ γὰρ αὐτοῦ λόγου. ἐξ οὗ γὰρ λόγου καὶ αἰτίου συμβαίνει αὐτοῖς μὴ ἔχειν λέγειν τίνι εἷς ὁ ἀριθμός, ἐκ τοῦ αὐτοῦ τούτου καὶ τὸ περὶ τοῦ ὁρισμοῦ προσγίνεται. ἀλλὰ καὶ ὅτι μὲν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι ἕν ἐστι δῆλον, ἀλλ’ οὐχ ὡς λέγουσί τινες, ὅτι μονάς τίς [*](525) ἐστιν ἢ στιγμή (μονάδα γὰρ τὸ εἶδος, δυάδα δὲ τὴν ὕλην ὁ Πλάτων ἔλεγεν)· ἀλλ’ ἔστιν ἓν ἐνεργείᾳ καὶ φύσει τις ἑκάστη οὐσία, ἀλλ’ οὐ δυνάμει. καὶ ὥσπερ οὐδ’ ὁ ἀριθμὸς ἔχει τὸ μᾶλλον (οὐθεὶς γάρ ἐστιν [ὁ] ἀριθμὸς ἀριθμοῦ μᾶλλον ἀριθμός) οὐδ’ ἡ κατὰ τὸ εἶδος οὐσία ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδὲ εἶδος εἴδους μᾶλλον οὐσία, ἀλλ’ εἴπερ ἐστὶ μᾶλλον οὐσία τὸ εἶδος, τῆς κατὰ τὴν ὕλην οὐσίας εἴη ἄν μᾶλλον οὐσία, ἀλλ’ οὐχὶ τῆς κατὰ τὸ εἶδος. ταῦτα εἰπὼν συμπεραίνεται ὅτι περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς ἐνδέχεται, ὅτι ἡ σύνθετος γίνεται, τὸ δὲ εἶδος οὐ γίνεται, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς εἶπε γὰρ προσεχῶς ὅπως χρὴ τοὺς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνάγειν) ἔστω μέχρι τούτων διωρισμένον· τίνι δὲ ὁ ἀριθμὸς εἷς ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι, νῦν μὲν οὔ φησιν, ἐρεῖ δὲ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου, ὅταν λέγῃ “περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρισμοὺς καὶ τοὺς ἀριθμούς” καὶ τὰ ἑξῆς.

[*](2 λέγωσι F: λέγουσι AL 3 τὰς om. LF 4 πῶς LF: om. Α 9 ἐπ’ ἄπειρον LFS: ἐπ’ om. A 12 ὁ ἀριθμός LF: ὁ om. Α ἢ ἀφέλῃς LF: ἢ om. A 13 ὁ ὀκτὼ LF: ὁ om. Α 17 οἱ οὐσίαν LFS: οἱ om. Α 22 τούτου] τούτοις LF 27 οὐθεὶς — τὸ μᾶλλον (28) LFS: om. Α ὁ delevi 33 ἀριθμὸν S: ὁρισμὸν ALF 37 περὶ δὲ κτλ.] c. 6 p. 1045a7)
556
[*](p. 1044a15)

Περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου.

Συμπερανάμενος τὰ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους λεχθέντα, καὶ εἰπὼν ὅτι περὶ γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν πῶς ἐνδέχεται γίνεσθαι, ὅτι αἱ σύνθετοι γίνονται, τὸ δὲ εἶδος οὐθεὶς ποιεῖ, καὶ τὰ ἑξῆς, λέγει ὅτι δεῖ μὴ λανθάνειν ὡς εἰ καὶ ἐκ τῆς ἀνειδέου ὕλης ὡς πρώτης πάντα γίνεται, καὶ αὕτη ἐστὶν ὡς ἀρχὴ ὑλικὴ τῶν γινομένων, ἢ προσεχέστερον ἐκ τῶν αὐτῶν ὡς πρώτων, λέγων τὰ τέσσαρα στοιχεῖα, εἰ δὴ ἐκ τούτων τὰ γινόμενα ὡς πρώτων γίνονται, ὅμως ἔστι τις ἑκάστου οἰκεία καὶ προσεχὴς ὕλη. ὡς τοῦ ἀνδριάντος χαλκός, οὕτως φλέγματος ὡς πρώτη καὶ προσεχὴς ὕλη τὰ γλυκέα καὶ λιπαρά· ὕλη γὰρ φλέγματος τὸ γλυκὺ καὶ λιπαρόν, χολῆς δὲ τὰ πικρὰ ἡ ἄλλ’ ἄττα. ταῦτα δέ, φησί, τό τε γλυκὺ καὶ λιπαρὸν καὶ πικρόν, ἴσως εἰσὶν ἐκ τοῦ αὐτοῦ ἤιοι τῶν τεσσάρων στοιχείων. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τὴν πρώτην ὕλην ἐξ ἐκείνης γὰρ καὶ τὰ τέσσαρα), ἢ διὰ τὸ μὴ νῦν περὶ αὐτῶν, εἴτε ἐκ τῶν στοιχείων εἰσὶ τὰ γλυκέα καὶ πικρὰ εἴτε μή. προκεῖσθαι λέγειν αὐτῷ. καίτοι δὲ εἰ καὶ ἔστιν ἑκάστου οἰκεία τις ὕλη, ὅμως συμβαίνει πλείους ὕλας εἶναι τοῦ αὐτοῦ, ὅταν ἔστι τῆς ὕλης ὕλη, οἷον εἰ | ἐκ τοῦ γλυκέος ἐστὶ τὸ λιπαρόν, [*](526) ἐκ δὲ τοῦ λιπαροῦ τὸ φλέγμα, τοῦ φλέγματός εἰσιν ὗλαι δύο, τὸ μὲν λιπαρὸν προσεχής, τὸ δὲ γλυκὺ πορρωτέρα. εἰπὼν δὲ ὅτι γίνεται τὸ φλέγμα ἐκ λιπαροῦ λέγει ὅτι γίνεται καὶ ἐκ χολῆς τῷ ἀναλύεσθαι εἰς τὴν πρώτην ὕλην τὴν χολήν. ἐπειδὴ γὰρ εἰδοπεποιημενέστερός ἐστι χυμὸς ἡ χολὴ τοῦ φλέγματος (τὸ γὰρ φλέγμα ἄπεπτός ἐστι πάντῃ καὶ διὰ τοῦτο πρῶτον τὸ φλέγμα ἐκ τῆς τῶν τροφῶν ἀπεψίας γεννᾶται), ἐκ μὲν οὖν τῶν τεσσάρων στοιχείων γίνεται τὰ γλυκέα καὶ λιπαρά, ἐκ δὲ τούτων τὸ φλέγμα καὶ ἐξ αὑτοῦ χολή· εἰ δὴ ἀναλυθήσεσθαι συμβαίνει τὴν χολὴν εἰς τὰ στοιχεῖα, γενήσεται δηλαδὴ ἐκ ταύτης τὸ φλέγμα, ἐκ δὲ τούτου τὰ στοιχεῖα. διαφέρει δ’ ὅτι ἡ μὲν ἀπὸ τοῦ φλέγματος ὡς πρὸς τὴν χολὴν ὁδὸς γένεσίς ἐστιν ἁπλῆ, φθορὰ δέ τις, ἡ δὲ ἀπὸ τῆς χολῆς πρὸς τὸ φλέγμα φθορὰ καὶ ὅλως ἀνάλυσις ὡς πρὸς τὴν πρώτην ὕλην. ὥστε ἄλλως μὲν γίνεται τὸ φλέγμα ἐκ τοῦ γλυκέος καὶ λιπαροῦ, ἄλλως δὲ ἀπὸ τῆς χολῆς· ἐκ μὲν γὰρ τοῦ γλυκέος καὶ λιπαροῦ ὡς ἀπὸ ὕλης καὶ στερήσεως γίνεται τὸ φλέγμα ὡς εἶδος, ἐκ δὲ τῆς χολῆς ὡς ἀπὸ εἴδους καὶ ἕξεως ὕλη καὶ ὅλως στέρησις. τὸ γὰρ ἐκ τοῦδε τόδε, φησί, διχῶς λέγεται, ἢ ὅτι πρὸ ὁδοῦ ἔσται, πρὸ ὁδοῦ λέγων τὴν ἀπὸ τοῦ χείρονος εἴδους καὶ στερήσει ἀναλογοῦντος ὡς πρὸς τὸ κρεῖττον εἶδος μεταβολήν, ἢ ὅταν ἀναλυθέντος εἰς τὴν ἀρχήν, [*](2 πρῶτα Α 10 ὡς τοῦ] ὡς γὰρ τοῦ e S coni. Bonitz 14 ἴσως e S add. Bonitz: om. ALF 15 περὶ τοῦ εἴτε LF 16. 17 εἰ καὶ LFS: εἰκὸς Α 18 ἔστι] lege ᾖ 19 ἐκ δὲ τοῦ λιπαροῦ LFS: om. Α 20 τὸ φλέγμα LF: καὶ φλέγμα Α 20 ἁπλῆ LF: ἁπλῶς Α 32 τὸ φλέγμα c. S Bonitz: ἡ χολή ALF 36 ὅταν] ὅτι Metaph. 36. p. 557,1 μεταβολήν — κρεῖττον εἶδος LFS: om. Α)

557
τουτέστιν ἢ ὅταν τὸ κρεῖττον εἶδος ἀναλύηται εἰς τὸ χεῖρον. καὶ ἔστι πρὸ ὁδοῦ μὲν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή, ἀνάλυσις δὲ εἰς ἀρχὴν ἀέρος εἰς ὕδωρ. οὐ μόνον δὲ τοῦ ἑνὸς εἴδους συμβαίνει πλείονας ὕλας, ἀλλὰ καὶ ἐκ μιᾶς ὕλης ἕτερα γίνεσθαι εἴδη διὰ τὴν κινοῦσαν ἀρχήν. ἐπειδὴ γὰρ ἐν τῇ τοῦ χαλκέως ἔνεστι ψυχῇ εἴδη πολλά, ἐκ τῆς αὐτῆς ὕλης οἷον τοῦ χαλκοῦ ποιήσει λέβητα ξέστην χύτραν, ἕτερα ὄντα ἅλ’ ἀλλήλων. οὐ πάντων δὲ τῶν ἑτέρων ὄντων ἡ αὐτή ἐστιν ὕλη, ἀλλ’ ἐνίων ἑτέρων ὄντων καὶ ἡ ὕλη ἑτέρα ἐξ ἀνάγκης ἐστίν· ὁ γὰρ πρίων καὶ ἡ κλίνη ἕτερα ὄντα καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑτέραν ἔχουσιν· οὐ γὰρ γενήσεται πρίων ἐκ ξύλου εἰ μὴ ὁμωνύμως, ἀλλ’ ἐκ σιδήρου, οὐδ’ ἔστιν ἐπὶ τῷ τεχνίτῃ ἐξ ἐρίου ἢ ξύλου πρίονα ποιῆσαι. εἰ δ’ ἐνδέχεται, φησί, τὸ αὐτὸ ἐξ ἄλλης καὶ ἄλλης ποιῆσαι, δῆλον, φησίν, ὅτι ἡ τέχνη ἡ αὐτή ἐστιν. εἰ γὰρ ξέστην ἐνδέχεται καὶ ἐκ χαλκοῦ καὶ ἐξ ἀργύρου ποιῆσαι, φανερὸν ὅτι ἡ αὐτὴ τέχνη τοῦτο ποιεῖ· εἰ γὰρ καὶ αἱ ὗλαι ἕτεραί εἰσι καὶ τὰ τὴν ὕλην κινοῦντα, ἤτοι αἱ τέχναι ἢ οἱ τεχνῖται (οὐδὲν γὰρ διαφέρει), καὶ τὰ γεγονότα ἐκ τῶν διαφόρων τεχνῶν καὶ ὑλῶν ἕτερα ἔσται. καὶ ὁ κεραμεὺς γὰρ καὶ ὁ χαλκεὺς ἀμφότεροι χύτραν ποιοῦσιν, ὁ μὲν ἐκ πηλοῦ ὁ δὲ χαλκεὺς ἐκ χαλκοῦ, ἑτέρων οὐσῶν καὶ τῶν τεχνῶν καὶ τῶν ὑλῶν. | ἢ οὔκ εἰσι πάντῃ [*](527) ἕτεραι αἱ τέχναι, ἀλλ’ ᾗ μὲν ὁ χαλκεὺς ποιεῖ πυράγραν καὶ σκέπαρνον ὁ δὲ κεραμεὺς οὐ ποιεῖ, καὶ οὗτος μὲν ἀμφορέα ὁ δὲ χαλκεὺς οὔ, ἕτεραί εἴσιν, ᾗ δὲ ἀμφότεραι ποιοῦσι χύτραν, ταύτῃ εἰσὶν αἱ αὐταὶ κατὰ μόνον τοῦτο, ὅπερ ἀμφότεραι δύνανται ποιεῖν. ταῦτα εἰπὼν διορίζει καὶ τὰ περὶ τῶν αἰτίων, ὅτι ἐπειδὴ τετραχῶς λέγεται, ὅταν τις ζητῇ τὸ αἴτιον, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας, οὐ τὰς πόρρω δὲ ἀλλὰ τὰς προσεχεῖς· οἷον ζητεῖ τις τίς ἀνθρώπου αἰτία ὡς ὕλη, οὐ χρὴ ἀποδιδόναι ὅτι τὰ τέσσαρα στοιχεῖα, ἀλλ’ ὅτι τὸ καταμήνιον, τὸ δ’ ὡς κινοῦν τὸ σπέρμα· οὐ γάρ ἐστι τὰ τέσσαρα στοιχεῖα τοῦ ἀνθρώπου ἧ ἄνθρωπος στοιχεῖα, ἀλλ’ ἡ σύνθετον σῶμα· ὅταν δὲ ζητῇ τις τὸ ὡς εἶδος αἴτιον τὸ τί ἦν εἶναι ἀποδοτέον. τί δ᾿ ὡς τὸ οὗ ἕνεκα: τὸ τέλος. ἰστέον δὲ ὅτι τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος ἐπὶ τῶν φυσικῶν ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν τεχνητῶν οὐ τὸ αὐτό. οὐ γὰρ τὸ αὐτό ἐστι τὸ τοῦ κιβωτίου εἶδος καὶ τὸ οὗ ἕνεκα τὸ κιβώτιον γέγονεν, ἀλλ’ εἶδος μέν ἐστι τὸ τοιονδὶ σχῆμα, οὗ δὲ ἕνεκα τὸ φυλάττεσθαι τὰ ἐν αὐτῷ χρήματα.

[*](p. 1044b3)

Περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γεννητὰς ἀνάγκη

οὕτω μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς.

εἰπὼν ὅτι ἐπειδὴ τὰ αἴτια τέτταρα, τὰ τέτταρα ἐρωτωμένους δεῖ [*](16 καὶ ὁ] exspectes ἀλλ’ ὁ 20 οὔ LF: οὐδὲ (sic) Α 23 λέγεται—ζητῇ τὸ LFS: λέγειν, ὃ γάρ τις ζητεῖ τὸ Α 25 οἷον εἰ e S coni. Bonitz 26 τὸ δ’ ὡς LFS: τὸ διὰ τὸ Α 31 τὸ τοῦ LF: τὸ 0111. Α 34 οὐσίας LFS: αἰτίας Α 36 ἐρωτωμένους M: ἐρωτωμένοις LF: ἐρωτώμενα Α δεῖ AM: δέον LF)

558
ἀποδιδόναι, λέγει ὅτι περὶ μὲν τὰς φυσικὰς οὐσίας καὶ γεννητάς, οὐχὶ δὲ καὶ τὰς ἀγεννήτους, ἀνάγκη οὕτω μετιέναι καὶ ἀποδιδόναι τὰ προσεχῆ αἴτια, εἴ τις μέτεισιν ὀρθῶς. ἀλλ’ εἴπερ τὰ αἴτια ἀποδοτέον ἡμῖν ἐστι, δεῖ μὴ ἀγνοεῖν αὐτά· ὃ γάρ τις ἀγνοεῖ, πῶς ἄν καὶ ἀποδώσει; περὶ δὲ τῶν φυσικῶν μὲν ἀιδίων δὲ οὐσιῶν λέγει δὲ τὴν ξύμπασαν τῶν ὀκτὼ σφαιρῶν ἑνάδα) ἄλλος λόγος· ἴσως γὰρ οὐκ ἔχει ὕλην· εἰ γὰρ μὴ ἔχει, οὐδ’ ἄν ἐπ’. αὐτῆς τὸ ὑλικὸν ἀποδοθείη. τὸ δὲ ἔνια πρόσκειται, ὅτι κἄν τὸ κυκλοφορητικὸν σῶμα οὐ συγχωρῇ τις μὴ ἔχειν ὕλην, ἀλλὰ τῆς γε ἐκλείψεως φυσικόν τι οὔσης τί ἄν ἐρεῖ τὴν ὕλην; εἰπὼν δὲ ὅτι ἴσως οὐκ ἔχει ὕλην, λέγει ὅτι ἢ εἰ καὶ ἔχει, ἀλλ’ οὖν οὐ γενητὴν καὶ φθαρτὴν ἀλλὰ μόνον κατὰ τόπον κινητήν. οὐδὲ δὴ τῶν φύσει μέν, μὴ οὐσιῶν δὲ ἀλλὰ παθῶν ἔστιν ὕλη, ἀλλ’ ὑποκείμενον μὲν αὐτοῖς ἔστιν, ὕλη δὲ οὐκ ἔστιν. οὐ γὰρ πᾶν τὸ ὑποκείμενόν τινι ὕλη ἐστὶ τοῦ ᾧ ὑπόκειται· τῆς γὰρ ἐκλείψεως τί ἂν εἴη ὑλικὸν αἴτιον; δῆλον ὡς οὐδέν. ἀλλ’ ἔστι μὲν ἡ σελήνη ὑποκείμενον τῇ ἐκλείψει, ὕλη δὲ αὐτῆς οὐκ ἔστιν. εἰ γὰρ ἦν ἡ σελήνη ὕλη τῆς ἐκλείψεως, εἶδος δὲ ἡ ἔκλειψις, μὴ οὔσης τῆς ἐκλείψεως οὐδὲ σελήνη ὅν ἦν· τῶν γὰρ εἰδῶν μὴ ὄντων οὐδὲ τὰ κατ’ αὐτὰ πράγματά | ἐστιν. ἀλλὰ [*](528) μὴν ἐκλείψεως μὴ οὔσης σελήνη ἔστιν, ὥστε δηλονότι οὔτε ἔκλειψίς ἐστιν εἶδος τῆς σελήνης, οὔθ’ αὕτη ὕλη τῆς ἐκλείψεως· ἀλλ’ ὑλικὸν μὲν αἴτιον τῆς ἐκλείψεως οὐκ ἔστιν, οὐδὲ δὴ τὸ οὗ ἕνεκα, καὶ διὰ τοῦτο οὐ πειρατέον ἀποδοῦναι, ποιητικὸν δ’ ἐστὶν ἡ γῆ ἡ φθείρουσα τὸ φῶς. τὸ δ᾿ ὡς εἶδος αἴτιον τῆς ἐκλείψεως ἐστι μὲν ὁ λόγος, ἀλλ’ ἄδηλος, ἄν μὴ μετὰ τῆς αἰτίας ᾖ· οἷον εἰ λέγοι τις ὅτι ἔκλειψίς ἐστι στέρησις φωτός, ἄδηλόν ἐστιν εἰ οὗτός ἐστιν ὁ λόγος καὶ τὸ εἶδος τῆς ἐκλείψεως· καὶ γὰρ καὶ τὸ σκότος στέρησις φωτός ἐστιν, ἀλλ’ οὐκ ἔστιν ἔκλειψις. εἰ δὲ λέγει ὅτι στέρησίς ἐστιν ἡ ἔκλειψις φωτὸς ὑπὸ γῆς ἐν μέσῳ γενομένης, οὗτός ἐστιν ὁ λόγος τῆς ἐκλείψεως σὺν τῷ αἰτίῳ. ὕπνου δὲ πάλιν ἄδηλόν ἐστι τί τὸ πρῶτον πάσχον, ὥστε ἀποδοῦναι λόγον αὐτοῦ, ἀλλ’ ἐρεῖ τις ὡς τὸ ζῷόν ἐστι πρῶτον τὸ πάσχον. ἀλλ’ εἰπάτω καὶ τοῦτο τὸ ζῷον κατὰ τί καί τί παθὸν ὑπνώττει, ἢ τί τῶν ἐν αὐτῷ τὸ πρῶτον πεπονθὸς ὕπνωσε; πρότερον γὰρ ἄλλο τι παθὸν τὸ ζῷον ὑπνώττει. πότερον οὖν τοῦτο καρδία ἐστίν, ὡς αὐτὸς οὗτός φησιν, ἡ ἐγκέφαλος, ὡς ὁ Πλάτων’; οὗτος μὲν γὰρ ἀρχὴν τῶν ζῴων τὴν καρδίαν λέγων φησὶν ὅτι ὥσπερ ἐπὶ τοῦ κόσμου αἱ ἀναχθεῖσαι ἀτμίδες καὶ ψυχθεῖσαι εἰς ὕδωρ συνίστανται καὶ πάλιν κατέρχονται, οὕτω καὶ ἐπὶ τῶν ζῴων τῶν ἐκ τοῦ πέττειν ἀνιουσῶν εἰς τὸν ἐγκέφαλον ἀτμίδων, ἐπειδήπερ φύσει τυγχάνει ὢν ψυχρὸς ὁ ἐγκέφαλος, ψυχοομένων ὑπ’ ἐκείνου κατέρχεσθαι καὶ ἐπιπίπτειν τῇ καρδίᾳ, καὶ σβεννυμένου τοῦ ἐν αὐτῇ οὐ παντελῶς δὲ θερμοῦ ὑπνώττειν τὸ ζῷον, μέχρις ἄν [*](4 ἀποδώσει scripsi: ἀποδόσει Α: ἀποδώσειε LF 7 ἀποδοθείη LF: ἀποδοθῇ Α 8 σῶμα LFS: om. Α 10 οὖν LF: om. Α 13 τοῦ ᾧ LF: τούτῳ ᾦ Α 25 στέρησις (ante φωτός) LFS: στερήσει Α 28 ὥστε — τὸ πάσχον (29) LFS: om. Α 29 καὶ τί LF: om. Α 31 παθὸν LF: παθεῖν Α 37 ἐπιπίπτειν LFS: ἐπιπέττειν Α)
559
διαλυθεῖσι πάλιν ἀναχθῶσι, καὶ οὕτως δὴ ἀνίσταται τὸ ζῷον. ἄδηλον οὖν, φησίν, ἐστὶν ἐπὶ τοῦ ὕπνου τί τὸ πρῶτον πάσχον καὶ ὑπὸ τίνος, καὶ τί τὸ πάθος τὸ ἐκείνου, τουτέστι τί ἐστι τὸ τοῦ πάσχοντος πάθος καὶ μὴ τοῦ ὅλου ζῴου; ὅτι ἀκινησία τοιαδί, δυνάμει λέγων ὡς εἴ τις ὁρισμὸν ἀποδοῦναι τοῦ ὕπνου βούλεται, μὴ λεγέτω ὅτι ὕπνος ἐστὶν ἀκινησία τῶν τοῦ ζῴου αἰσθήσεων· τοῦτο γὰρ κατὰ τῆς ὅλης τοὐ ὅλου ζῴου ἠρεμίας εἴρηται καὶ ὅλῳ τῶ ζῴῳ ἐφαρμόττει ἀλλ’ οὐ τῷ ὕπνῳ· δεῖ δὲ τὸν τοῦ ὕπνου ὁρισμὸν μόνῳ τῷ ὕπνῳ ἐφαρμόττειν. μήποτε δὲ τὸ ἀκινησία τοιαδὶ ἐπὶ τοῦ ὕπνου εἴρηται, ἵνα ᾖ λέγων ὅτι δεῖ τὸ τοῦ ὕπνου πάθος ἀποδιδόναι, ὅτι ὕπνος ἐστὶν ἀκινησία τοιαδί. καὶ αὕτη τῷ τί πάσχειν τὸ πρῶτον; τουτέστι καὶ αὕτη ἡ ἀκινησία δηλούτω καὶ ἐν τῷ τί πάσχειν τὸ πρῶτον ὁ ὕπνος γίνεται, ἤτοι δηλούτω καὶ τί πρῶτον πεπονθὸς ὁ ὕπνος γέγονε, πότερον ἡ καρδία ἢ ἄλλο τι. |

ταῦτα εἰπὼν πάλιν διορίζει σαφέστερον τίνων ἔστιν ὕλη καὶ τίνων [*](529) οὐκ ἔστι, λέγων ἐπειδὴ δ’ ἔνια ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὔκ εἰσιν, ὡς αἱ στιγμαὶ καὶ αἱ ἁφαὶ καὶ ὅλως τὰ εἴδη· τὸ γὰρ εἶδος ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν γίνεται, ὡς ἔδειξεν ἐν τῷ H τῆς Φυσικῆς ἀκροάσεως. καὶ κατασκευάζει αὐτὸ τοῦτο τὸ μὴ γίνεσθαι τὸ εἶδος λέγων οὐ γὰρ τὸ λευκὸν γίνεται ἀλλὰ τὸ λευκὸν ξύλον, τουτέστι τὸ ξύλον λευκαίνεται, τὸ δὲ λευκὸν ἐν ἀτόμῳ νῦν ἐπιγίνεται. ἐπεὶ τοίνυν ἔνια ἄνευ γενέσεως εἰσί τε καὶ αὖ πάλιν οὔκ εἰσι, πᾶν δὲ τὸ γινόμενον ἔκ τινος γίνεται καὶ τὶ γίνεται, λευκόν φημι ἢ ἄνθρωπος, οὐ πάντα ἄν τἀναντία γίνοιντο ἐξ ἀλλήλων· ἀλλ’ ἑτέρως ὁ λευκὸς ἄνθρωπος ἐκ τοῦ μέλανος γίνεται ἀνθρώπου καὶ ἑτέρως τὸ λευκὸν ἐκ μέλανος· ὁ μὲν γὰρ λευκὸς ἄνθρωπος ὡς ἐξ ὕλης τοῦ μέλανος γίνεται ἀνθρώπου, τὸ δὲ λευκὸν ἐκ τοὐ μέλανος ὡς τόδε μετὰ τόδε, ὥσπερ δεῖπνον μετὰ τὸ ἄριστον. οὐδ’ ἔστι παντὸς ὕλη, ἀλλ’ ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα τούτων ἔστιν ὕλη, ὅσα δ’ ἄνευ τοῦ μεταβάλλειν ἔστι καὶ οὐκ ἔστι, ὡς ἁφαί, τούτων οὐκ ἔστιν ὕλη.

[*](p. 1044b29)

ἔχει δ’ ἀπορίαν πῶς πρὸς τὰ ἐναντία ἡ ὕλη ἑκάστου ἔχει.

ἐπειδὴ ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, ἔστι δὲ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἆρα, φησί, καὶ δυνάμει νοσῶδές ἐστι, καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ τοῦ μὲν καθ’ ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τουτέστι τῆς μὲν ὑγιείας ἐστὶ τὸ σῶμα ὕλη ὡς ἕξεως καὶ εἴδους, τῆς δὲ νόσου ὡς στερήσεως καὶ φθορᾶς τῆς παρὰ φύσιν· ὁμοίως καὶ τὸ ὕδωρ τοῦ μὲν οἴνου ὡς εἴδους ἐστὶν ὕλη τοῦ δὲ ὄξους ὡς στερήσεως. ἀπορία δέ τίς ἐστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους. [*](1 διαλυθεῖσαι FS et fort. L: διαλυθῶσι Α 5 βούλεται LF: βούλοιτο Α 9 ὅτι δεῖ LFS: ὅτι τί δεῖ Α 17. 18 ἐν τῷ Η τῆς Φυσικῆς ἄκρ’.] c. 3 26 post μετὰ τόδε inter liueas add. καὶ ὡς εἶδος ἐκ στερήσεως Α: om. LFS 27 ὅσοις LF)

560
καὶ ἄλλην τινὰ ἀπορίαν ἐκτίθεται λέγουσαν, διὰ τί οὐχ ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους καὶ ἔστι δυνάμει ὄξος ὁ οἶνος γίνεται γὰρ ἐξ οἴνου ὄξος), καὶ ὁ ζῶν δὲ διὰ τί οὐκ ἔστι δυνάμει νεκρός, καὶ ἔστιν ὕλη ὁ ζῶν τοῦ νεκροῦ; καὶ λύει λέγων ἢ οὔ, ἀλλὰ κατὰ συμβεβηκὸς αἰ φθοραί. καὶ εἴη ἄν λέγων ὅτι οὔτε ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους οὔθ’ ὁ ζῶν τοῦ νεκροῦ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί λέγων φθορὰς τὰ χείρονα εἴδη, ἃ τῆς πρὸς αὐτὰ ὁδοῦ ὕλην ἔχουσι τὰ κρείττονα τῶν εἰδῶν)· ἡ γὰρ τοῦ ζῴου ὕλη κατὰ φθορὰν καὶ στέρησίν ἐστιν ὕλη καὶ δύναμις τοῦ νεκροῦ, ἀλλ’ οὐχὶ τὸ ζῷον. τοῦ λέγεσθαι γὰρ ὕλην τὸ ζῷον τοῦ νεκροῦ αἰτία ἐστὶν ἡ ἐν αὐτῷ ὕλη. ἐπεὶ γὰρ ἡ τοῦ ζῴου ὕλη δύναται καὶ νεκροῦ γενέσθαι ὅλη, διὰ τοῦτο λέγεται τὸ ζῷον κατὰ συμβεβηκὸς ὕλη τοῦ νεκροῦ. ὡσαύΤως δὲ καὶ ἐπὶ τοῦ οἴνου· διότι γὰρ τὸ ὕδωρ, ὅπερ ἐστὶν ὕλη τοῦ οἴνου, δύναται καὶ τοῦ ὄξους εἶναι ὕλη, λέγομεν κατὰ συμβεβηκὸς τὸν οἶνον ὕλην τοῦ ὄξους. ὥσπερ γὰρ ἐξ ἡμέρας νὺξ γίνεται καὶ οὐ δήπου ἐστὶν ἡ ἡμέρα ὕλη τῆς νυκτός, οὕτω καὶ ἐκ ζῴου νεκρὸς καὶ ἐξ οἴνου ὄξος. εἰ δέ, [*](530) φησίν, ἐκ νεκροῦ δεῖ ζῷον γενέσθαι, εἰς τὰ τέσσαρα στοιχεῖα πρότερον ἀναλυθήσεται ὁ νεκρὸς καὶ οὕτως ἐξ αὐτῶν γενήσεται ζῷον, καὶ τὸ ὄξος εἰς τὴν τοῦ οἴνου ὕλην, τὸ ὕδωρ, καὶ οὕτως οἶνον.

[*](p. 1045a7)

Περὶ δὲ τῆς ἀπορίας τῆς εἴρη μένῃς περί τε τοὺς ὁρισμους καὶ περὶ τοὺς ἀριθμούς, τί τὸ αἴτιον τοῦ ἓν εἶναι;

Καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας περὶ τούτου καὶ τὴν λύσιν μὴ ἐπενεγκών, καὶ ἐν τούτῳ πάλιν ταύτης μνησθεὶς καὶ ὁμοίως τὴν λύσιν ὑπερθέμενος, νῦν λύει τὴν δὶς ζητηθεῖσαν ζήτησιν καὶ τῆς λύσεως μὴ τετυχηκυῖαν. ἦν δὲ ἡ ἀπορία ὅτι ἐπειδὴ ἐκ πλειόνων οἱ ὁρισμοὶ τυγχάνουσι, τί ποτέ ἐστι τὸ ταῦτα ἑνοῦν καὶ ποιοῦν ἕν; τί γάρ ἐστι τὸ τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἓν ποιοῦν, εἰκότως ἄν τις ζητήσειε. πάντων γάρ, φησίν, ὅσα πλείω μέρη ἔχει καὶ μὴ ἔστι τὸ πᾶν οἷον σωρός, ἀλλὰ συνεχές τε καὶ ἕτερον τὸ ὅλον παρὰ τὰ μόρια τὸ γὰρ ὅλον ἕτερόν ἐστιν ἑκάστου τῶν ἐν αὐτῷ μερῶν ἢ μορίων), ἔστι τι αἴτιον τοῦ ἓν εἶναι· τοῦτο γὰρ ἐλλείπει τῇ λέξει. ὥσπερ γὰρ ἐν τοῖς σώμασι τοῖς μέν ἐστιν ἁφὴ τοῦ ἓν εἶναι αἰτία, τοῖς δὲ γλισχρότης ἡ γλισχρότης γάρ ἐστιν αἰτία τοῦ ἓν εἶναι τὸν ἰξὸν καὶ μὴ διαπίπτειν μηδὲ διαχέεσθαι ὡς γῆ καὶ τὸ ὕδωρ), οὕτω καὶ ὁ ὁρισμὸς ἐπειδὴ εἷς ἐστιν οὐ συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς, ἀλλὰ διὰ τὸ ἑνός τινος εἶναι εἷς ἐστι, τί δή ποτέ ἐστι τὸ ποιοῦν ἓν τὸν ὁρισμὸν καὶ τὸ οὗ ἐστιν ὁ ὁρισμός, καὶ οὐκ ἔστι πολλὰ τὸ ζῷον πεζὸν δίπουν; ἄλλως τε καὶ εἰ ἔστιν, ὥσπερ φασὶν οἱ τάς ἰδέας λέγοντες, αὐτοζῷον καὶ αὐτοδίπουν, τί τὸ ἑνοῦν αὐτὰ καὶ ποιοῦν ἕν; αὐτὸς δὲ εἰπὼν ὅτι ἄλλως τε [*](6 ἃ] ἀπὸ LF 9 ὕλην FS: ὕῃ AL 14 ἡ ἡμέρα LF: ἡ 0111. Α 20 καὶ περὶ τοὺς ἀριθμούς FS: om. AL 36 φασὶν e S add. Bonitz 37 τί τὸ ἑνοῦν — αὐτοδίπουν (p. 561,1) LFS: om. Α)

561
καὶ εἰ ἔστιν αὐτό τι ζῷον καὶ αὐτοδίπουν επήγαγε διὰ τί τὰρ οὐκ ἐκεῖνα αὐτοάνθρωπός ἐστι καὶ τὰ ἑξῆς. καὶ εἴη ἄν τὸ λεγόμενον κατὰ συγχώρησιν ἐρωτώμενον, ὡς εἰ ἔλεγεν ‘ἀλλ’ εἴπερ οὐκ ἔχουσιν εἰπεῖν τίν ἐστι τὸ αὐτοζῷον καὶ αὐτοδίπουν, διὰ τί οὐκ ἔσται αὐτὰ αὐτοάνθρωπος καὶ οὕτως ἔσονται οἱ τῇδ’ ἄνθρωποι κατὰ μέθεξιν οὐκ ἀνθρώπου οὐδενός; τουτέστι καὶ ἔσονται κατὰ μέθεξιν οὐκ ἀπὸ τοῦ αὐτοανθρώπου· κεχώρισθον γὰρ ἀλλήλοιν τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν. εἰ γὰρ ἡνωμένω ἐτυγχανέτην τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, ἦν ἄν αὐτοῖν ἀποτέλεσμα ὁ αὐτοάνθρωπος, καὶ οὕτω συνέβαινεν εἶναι τοὺς τῇδε ἀνθρώπους κατὰ μέθεξιν τοῦ αὐτοανθρώπου. ἐπεὶ δὲ κεχώρισθον, ὑπόκεινται δὲ συνιστάνειν καὶ οὕτω τὸν αὐτοάνθρωπον, ἔσονται οἱ ἄνθρωποι οὐ κατὰ μέθεξιν ἀνθρώπου [*](531) οὐδενός, ἀλλὰ δυοῖν, ζῴου καὶ δίποδος, καὶ ἔσται ὁ ἄνθρωπος οὐχ ἓν ἀλλὰ πλείω, ζῷον καὶ δίπουν. τί οὖν ἐστι τὸ ἑνοῦν αὐτά; οὕτω δὴ τὸν λόγον οἶμαι συγχωρῶν, ἐρωτήσας λέγει φανερὸν εἶναι ὅτι οὐκ ἐνδέχεται λῦσαι τὴν ἀπορίαν, ἐξ ὧν εἰώθασιν ὁρίζεσθαι καὶ μετιέναι τὰ περὶ τοὺς ὁρισμούς, μεθέξεις τινὰς καὶ ἄλλ’ ἄττα λέγοντες. εἰ δ’ ἔστιν, ὅπερ λέγομεν, πάντα ἐξ ὕλης καὶ εἴδους, καὶ τὸ μέν ἐστι δυνάμει καὶ ὕλη, τὸ δὲ ἐνεργείᾳ καὶ εἶδος, δόξειεν ἄν οὐδεμίαν ἀπορίαν ἔχειν τὸ ζητούμενον. τίς γὰρ ἄν ἀπορήσειεν ὅτι διὰ τί ὁ χαλκὸς καὶ τὸ ἐν αὐτῷ τῆς σφαίρας εἶδος ἕν ἐστιν; εἰ μὲν γὰρ ἐτύγχανεν ὂν τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ χωρίς, καθάπερ οἱ τὰς ἰδέας πρεσβεύοντες τυγχάνουσι λέγοντες, καὶ ἡ ὕλη ὡσαύτως, τότε ἄν ἦν ὡς ἀληθῶς ἄπορον τί τὸ ἑνοῦν τὰ κεχωρισμένα καὶ καθ’ αὑτὰ ὄντα· ἐπειδὴ δὲ οὐκ ἔστι καθ’ αὑτὸ ἐν ὑποστάσει ὄν, ἀλλὰ τῆς ὕλης οἷον τοῦ χαλκοῦ ὡδὶ ὑπὸ τοῦ τεχνίτου κινουμένου ἀχρόνως ἐπιγίνεται, τίνα τοῦτο ἀπορίαν ἔχει, ὅτι τί τὸ ἑνῶσαν αὐτὰ καὶ ποιῆσαν ἕν; ἡ γὰρ ἀπορία, φησίν, αὕτη ἐστὶν ἡ αὐτὴ κἄν εἰ ὅρος εἴη ἱματίου ὁ στρογγύλος χαλκός καὶ εἴη ἄν λέγων ὅτι εἴ τις τῇ χαλκῇ σφαίρᾳ θεῖτο ὄνομα ἱμάτιον, εἶτα ὁριζόμενος λέγοι ὅτι ἱμάτιόν ἐστι στρογγύλος χαλκός· δύναται γὰρ εἷναι τὸ ἱμάτιον ὄνομα δηλωτικὸν τοῦ στρογγύλου χαλκοῦ, ὥσπερ καὶ τὸ ἄνθρωπος ὄνομα τοὐ ζῴου πεζοῦ δίποδος), ἡ οὖν ἀπορία ἡ ζητοῦσα, ὅτι τί ἐστι τὸ ποιοῦν τὸ ζῷον πεζὸν δίπουν ἕν, ἡ αὐτή ἐστι τῇ λεγούσῃ ὅτι τί ἐστι τὸ ποιῆσαν ἓν τὸν στρογγύλον χαλκόν, καὶ οὐ φαίνεται ἔχουσα δυσχερές τι, ἐπειδὴ τὸ μέν ἐστιν ὕλη, τὸ ζῷον πεζόν, τὸ δ’ εἶδος, τὸ δίπουν, καὶ ὁ μὲν χαλκὸς ὕλη, εἶδος δὲ τὸ στρογγύλον. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴτιον παρὰ τὸ ποιῆσαν ἤτοι τὸ ποιητικὸν αἴτιον ἐν ὅσως ἐστὶ γένεσις. τὸ δὴ ἓν] ποιῆσαν τὴν δυνάμει οὖσαν ὕλην τόδε τι ἐνεργείᾳ γενέσθαι ὃ ἦν δυνάμει, οἷον τὸν χαλκὸν δυνάμει ὄντα σφαῖραν ἐνεργείᾳ γενέσθαι σφαῖραν, ὁ τεχνίτης ἐστὶ καὶ οὐδὲν ἕτερον. ἀλλὰ καὶ τὴν δυνάμει οὖσαν ὕλην ζῷον [*](1. 2 οὐκ ἐκεῖνα LFS: οὐ κἀκεῖνα Α 2 ἐκεῖνα αὐτὰ ὁ ἄνθρωπός ἐστι Metaph. vulg. 5 οὐδενός] οὐδ’ ἑνός coni. Bonitz 6. 7 κεχώρισθον scripsi: καχώριστον LF: κεχώρισται Α 8 ἐτυγχάνετον libri 9 συνέβαινεν A-LF: A2LF: συμβαίνει Α1 10 δὲ κεχώρισθον scripsi: δὲ κεχώριστον LF: δ’ ἐκεχώριστο Α 11 ἄνθρωποι LFS: αὐτοάνθρωποι Α 12 οὐδ’ ἑνός coni. Bonitz 20 ἐτύγχανεν L: εἰ τυγχάνει Α 28. 29 ἱμάτιον—εἶναι τὸ LFS: om. Α 36 ἓν om. S: del. Bonitz)
562
οὐδὲν ἴσμεν ἕτερον αὐτὴν ποιῆσαν ἐνεργείᾳ ζῷον ἢ τὴν φύσιν τοιωσδὶ πλάσασαν αὐτὴν καὶ ἀλλοιώσασαν. εἰ δ’ ἦν τὸ εἶδος καθ’ αὑτό, πῶς ἂν τοῦτο μετὰ τῆς ὕλης ἥνωσεν, ἀδιανόητον παντελῶς. εἰπὼν δὲ ὅτι οὐδὲν γάρ ἐστιν ἕτερον τοῦ τὴν δυνάμει σφαῖραν ἐνεργείᾳ εἶναι σφαῖραν, ἐπήγαγεν ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ, ἑκάτερον λέγων τὸν ἄνθρωπον καὶ τὴν σφαῖραν· προσεχῶς γὰρ περὶ τούτοιν ἔλεγεν. ἔστι δὲ ὃ λέγει ᾿ἀλλ᾿ ἑκατέρῳ τὸ τί ἦν εἶναι τοῦτ’ ἦν, τουτέστι τῷ μὲν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ ζῷον πεζὸν δίπουν ἐστί, τῇ δὲ σφαίρᾳ τὸ σχῆμα | τοιονδί.᾿ ἢ οὖν τοῦτο λέγει διὰ τοῦ ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι [*](532) ἑκατέρῳ, ἢ λέγοι ἄν ὅτι ἑκατέρῳ ἡ ἐνέργεια τὸ τί ἦν εἶναί ἐστιν· ἡ ἐνέργεια γὰρ τῆς ὕλης, ἥπερ ἐστὶ δυνάμει σφαῖρα, τὸ τί ἦν εἶναι σφαίρᾳ ἐστίν, καὶ ἡ τῆς δυνάμει ὁμοίως ὕλης ζῴου ἐνέργεια τὸ τί ἦν εἶναι ζῴῳ ἐστίν. ἀλλ’ εἰ καὶ ἡ ἐνέργεια τῆς ὅλης τὸ τί ἦν εἶναί ἐστιν, οὐ χρὴ λανθάνειν ὅτι τῶν ὑλῶν ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή· ἐπειδὴ γὰρ καὶ τὰ γένη ὕλῃ ἀναλογεῖ, τὸ μὲν ζῷόν ἐστι νοητὴ ὕλη καὶ ὕλη τοὐ εἴδους, αἱ δὲ σάρκες καὶ τὰ ὀστᾶ αἰσθητή· καὶ πάλιν τὸ μὲν σχῆμα νοητή, ὁ δὲ χαλκὸς αἰσθητή. ἀλλὰ τὸ μὲν σχῆμα τοῦ λόγου καὶ τοῦ εἴδους, ὁ δὲ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ τὰ νεῦρα ὁ μὲν τοῦ συνθέτου ἐκ χαλκοῦ καὶ τοῦ τοιουδὶ σχήματος, τὰ δὲ πάλιν καὶ αὐτὰ τοῦ συνθέτου ἀνθρώπου.

[*](p. 1045a36)

Ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν.

Μνησθεὶς πάλιν τῆς ὕλης, καὶ τοῦτο οὐ παρέργως ἀλλ’ ἵνα τὰ περὶ τῶν δέκα γενικωτάτων γενῶν διορίσῃ, καὶ εἰπὼν ὅτι ἔστι δέ τις ὅλη ἡ μὲν νοητὴ ἡ δὲ αἰσθητή, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ἕκαστόν ἐστιν ὅπερ ἕν τι καὶ ἁπλῶς ἓν καὶ κυρίως ἓν ὥσπερ καὶ ὄν. τὰ μὲν γὰρ ἄλλα τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν ἑαυτῶν συνέχειαν λέγεται ἕν, τὰ δὲ μὴ ἔχοντα ὕλην μήτε αἰσθητὴν μήτε νοητὴν εὐθὺς ἀπλῶς ἕν εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, ἦσαν ἂν ἓν ὡς τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν συνέχειαν· ἐπεὶ δὲ οὐκ ἐν ὕλῃ τυγχάνει ὄντα ἀλλ’ ἀμοιρεῖ καὶ γεγύμνωται αὐτῆς, εἰσὶν ἁπλῶς καὶ κυρίως ἕν. τίνα δέ ἐστι τὰ μήτε αἰσθητὴν μήτε νοητὴν ἔχοντα ὕλην λέγει, τὸ τό ’δε λέγων τὸ τόδε τὴν οὐσίαν), τὸ ποιόν, τὸ ποσόν. ἀλλ’ ὅτι μὲν αὐτοῖς οὐκ ἔστι νοητὴ ὅλη, δῆλον· ἐπειδὴ γὰρ νοητὴν ὕλην τὰ γένη φαμέν, τούτων δ’ οὐδέν ἐστι γένος γενικώτατα γάρ εἰσι γένη καὶ οὐκ ἔστι τις ὑπεραναβεβηκυῖα ταῦτα φύσις), δῆλον ὅτι οὐκ ἔστιν αὐτοῖς ὕλη νοητή. ἀλλὰ μὴν οὐδὲ αἰσθητή· ἡ γὰρ αἰσθητὴ ὕλη συνθέτων ἐστὶν ὕλη καὶ αἰσθητῶν, ἀλλ’ οὐχὶ τῶν ἁπλῶν καὶ νοητῶν, ταῦτα δὲ τὸ τόδε καὶ τὸ ποσὸν καὶ τὰ λοιπὰ καὶ ἁπλᾶ ἐστι καὶ νοητά. καίτοι δὲ τοιαῦτα ὄντα οὔκ [*](1 οὐδὲν—ζῷον LFS: om. Α 3 post ἀδιανόητον add. ἂν ἦν Α: om. LS 11 σφαίρᾳ Bonitz: σφαῖρα ALF 12 ζῴῳ A2S: om. A1LF 22 τις ὑάλη] τῆς ὕλης Metaph. 23 μήτε — εὐθὺς (24) LFS: om. Α 24 ὅπερ ἕν τι εἶναι Metaph., cf. p. 563,7 20 ὕλην LFS: om. Α 34 ὑπεραναβεβηκυῖα LF: ὑπερβεβηκυᾶ Α 35 ὕλη (post ἐστὶν) LF: ἡ ὕλη Α 37 καὶ ἁπλᾶ LF: τῶν ἀύλων Α)

563
εἰσι χωριστὰ οἷον αὐτοουσία ἢ αὐτοποιὸν ἢ αὐτοποσόν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς καὶ καθ’ ἕκαστα. καὶ μή τις λεγέτω ὅτι ἐπειδὴ ἐν τοῖς καθ’ ἕκαστα ἔστιν, ἔχει ὕλην αὐτά· ἡ μὲν γὰρ οὐσία ἥδε ἔχει ὕλην καὶ ὑποκείμενον τόδε, ἡ δ’ ἀπλῶς οὐσία οὐδαμῶς· εὑρίσκεται γὰρ καὶ ἐν τοῖς ἀσωμάτοις καὶ ὅλως ἀύλοις. ἀλλ’ ὅπερ μὲν ἐρεῖν διὰ τούτων βούλεται, οἶμαι, ταῦτά ἐστιν. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε· ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ὅπερ ἐν τι εἶναι ἕκαστόν ἐστιν, ὥσπερ καὶ οπερ οντι, το τοοε, το ποιον, το ποσον· ειτα το ουχ ως εν γενει τῷ ὄντι καὶ τῷ ἑνί, εἶθ᾿ οὕτως, διὸ οὐκ ἔστιν ἐν τοῖς ὁρισμοῖς οὔτε τὸ ὂν οὔτε τὸ ἓν καὶ τὰ ἑξῆς ἕως τοῦ εὐθὺς γὰρ ἕκαστόν ἐστιν ὄν τι καὶ εν τι, καὶ οὕτως τὸ οὐδ᾿ ὡς χωριστῶν ὄντων παρὰ τὰ καθ’ ἕκαστα. λέγει δὲ ὅτι εἰ καὶ ὅπερ ὄν τι καὶ ὅπερ ἕν τι ἐστὶ τὸ τόδε, τὸ | ποσόν, τὸ ποιόν, ἀλλ’ οὖν οὐκ ἔστι γένος αὐτῶν οὔτε τὸ ὂν [*](533) οὔτε τὸ ἕν· γενικώτατα γάρ εἰσι γένη, κατηγορεῖται δ’ αὐτῶν, ὡς πολλάκις εἴρηται. τὸ ὂν καὶ τὸ ἓν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. καὶ διὰ τὸ μηδὲ εἶναι αὐτῶν γένος τὸ ὃν καὶ τὸ ἐν, οὐδὲ λαμβάνεται ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὁρισμοὺς λέγων τὰς ὑπογραφάς· οἱ γὰρ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν εἰσι, τούτων δ’ οὐκ ἔστι γένη. εἰ δὴ τοῦτο, οὐδὲ ὁρισμοὶ αὐτῶν εἰσιν, καὶ ἔστι τοῦ τόδε καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν εὐθὺς τὸ τί ἦν εἶναι τὸ ὅν τι εἶναι καὶ ὄν τι· καὶ διὰ τοῦτο, λέγω δὴ διὰ τὸ εἶναι αὐτοῖς τὸ τί ἦν εἶναι τὸ ὅπερ ἕν τι καὶ ὅπερ ὄν τι. οὐδ’ ἔστιν ἕτερόν τι αἴτιον οὐδενὶ τούτων τοῦ ἓν εἷναι καὶ ὄν· εἰ μὲν γὰρ ἦν γένος ἡ τὸ ὂν ἢ τὸ ἓν τοῦ τόδε καὶ τοῦ ποσοῦ, ὥσπερ ἀνθρώπου τὸ ζῷον, ἦν ἄν οὕτως αἴτιόν τι τοῦ ἓν εἶναι αὐτὰ καὶ ὄν. ἐπεὶ δ’ εὐθὺς ὅπερ ὄν τί εἰσι καὶ ὅπερ ἕν, οὐκ ἔστιν οὐδὲν οὐδέπω αἴτιον τοῦ ἓν εἶναι αὐτὰ ἢ ὄν. ἀλλ’ εἰ καὶ τοιαῦτά ἐστιν ἥ τε οὐσία καὶ τὸ ποιὸν καὶ τὸ ποσόν, ὅμως οὔκ εἰσι χωριστὰ τῶν καθ’ ἕκαστα ἀλλ’ ἐν αὐτοῖς. ταῦτα δὲ εἰπὼν πάλιν ἐπανατρέχει ἐπὶ τὰ πρότερα, λέγων διὰ ταύτην δὲ τὴν ἀπορίαν, τὴν ζητοῦσαν τί ποιέ ἐστιν αἴτιον τοῦ ἓν εἶναι τὸ ζῷον πεζὸν δίπουν, οἱ μὲν μέθεξίν φασιν, ὥσπερ ὁ Πλάτων’ μεθέξει τῶν ἰδεῶν εἶναι τὰ τῇδε, τί δὲ τὸ αἴτιον τῆς μεθέξεως ἐστι, καὶ ὅλως τί τὸ μετέχειν καὶ ὅπως τοῦτο δυνατὸν συμβαίνειν, ἀποροῦσι καὶ οὐκ ἔχουσιν εἰπεῖν. οἱ δέ φασι συνουσίαν ψυχῆς, ὥσπερ Λυκόφρων ὁ σοφιστὴς τὴν ἐπιστήμην λέγων συνουσίαν τοῦ ἐπίστασθαι καὶ ψυχῆς. κάλλιον δ’ ἄν καὶ σαφέστερον ἦν, εἰ οὕτω πὼς εἶχεν ἡ γραφὴ ᾿τὴν ἐπιστήμην τοὐ ἐπίστασθαι συνουσίαν καὶ ψυχῆς.’ ἐρωτώμενος γὰρ ὁ Λυκόφρων, τί τὸ αἴτιον τοῦ τὴν ἐπιστήμην καὶ τὴν ψυχὴν ἓν εἶναι, ἔλεγεν ὅτι ἡ συνουσία. οἱ δὲ τὸ ζῆν ἔλεγον ὥς ἐστι σύνδεσμος ψυχῆς ἐν τῷ σώματι. καίτοι, φησί, τοῦτο ἁρμόσει ἐπὶ πάντων λέγειν. εἰ γάρ μέ τις ἔροιτο, τί τὸ αἴτιον τοῦ ἐπιφάνειαν καὶ λευκὸν ἓν εἶναι, ἕτοιμον εἰπεῖν ὅτι σύνδεσμος λευκοῦ καὶ σώματος, καὶ τὸ ὑγιαίνειν ὅτι σύνδεσμος ἢ συνουσία ἢ σύνθεσις ψυχῆς καὶ ὑγιείας. τοῦτο δὲ γελοῖον. ἡ μὲν γὰρ [*](1 ἡ αὐτοποσόν LF: om. A 23 οὕτως] ὄντως LF 37 ζῆν LFS: ζῷον A)
564
σύνθεσις ἐπ’ ἐκείνων λέγεται τῶν χωρὶς καθ’ αὑτὰ ἐνεργείᾳ ὄντων, εἶτα συντεθέντων, ὥσπερ ἐπὶ τοῦ μελικράτου, ἡ δὲ ὑγίεια καθ’ αὑτὴν μὴ οὖσα καὶ χωρὶς πῶς μετὰ ψυχῆς συνετέθη; ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὸ χαλκοῦν τρίγωνον σύνθεσίς ἐστι χαλκοῦ καὶ τριγώνου εὔηθες. οὐ γὰρ ἦν καθ’ αὑτὸ τὸ τρίγωνον καὶ συνετέθη μετὰ τοῦ χαλκοῦ ἀλλὰ τοῦ χαλκοῦ τῶ··. κινουμένου γίνεται τὸ τρίγωνον. αἴτιον δέ, φησίν, αὐτοῖς τοῦ ταῦτα λέγειν, ὅτι ζητοῦντες τί τὸ αἴτιον τοῦ τὸν χαλκὸν τὸν δυνάμει ὄντα τρίγωνον ποιῆσαι αὐτὸν ἐνεργείᾳ τρίγωνον, καὶ μὴ δυνάμενοι λόγον ἑνοποιὸν ἤτοι αἰτίαν καὶ διαφορὰν ἀποδοῦναι τοῦ πῶς ἕν εἰσι, ταῦτα ἔλεγον· εἰ | γὰρ [*](534) ἠδυνήθησαν εὑρεῖν καὶ ἀποδοῦναι λόγον καὶ αἰτίαν ἑνοποιόν, τουτέστι τὸ ἑνοῦν τὸ δυνάμει ἤτοι τὴν ὕλην καὶ τὴν ἐνέργειαν, τουτέστι τὸ εἶδος, οὐκ ἂν εἰς τοιαῦτα ἐξετράπησαν. ὥσπερ δὲ πολλάκις εἴρηται ὅτι ἡ ὕλη ἡ ἐσχάτη αὕτη δ’ ἐστὶν ἡ προσεχής· νῦν γὰρ ἐσχάτην αὐτὴν εἶπε) καὶ τὸ εἶδος ἕν ἐστιν· ὥστε τοῦ ταῦτα ἓν εἶ ’ναι οὐκ ἄλλο τι τὸ αἴτιον ἢ τὸ κινοῦν τὴν ὕλην ἐκ δυνάμεως εἰς ἐνέργειαν. ὅσα δέ, ὥσπερ εἴρηται, μὴ ἔχει ὕλην, πάντα ἁπλῶς καὶ κυρίως ὅπερ ἕν τί εἰσι καὶ ὅπερ ὄν. καὶ ὅρα δὴ τὸ διδασκαλικὸν καὶ δαιμόνιον τοῦδε τοῦ ἀνδρός, ὅπως ἐκ τῶν ὑστέρων (οὐ γὰρ ἄλλως ἐνῆν τοῦτο ποιῆσαι) καὶ ἡμῖν γνωρίμων ἐπὶ τὸν πολυτίμητον πατέρα καὶ ποιητὴν πάντων θεὸν ἀγαγεῖν ἡμᾶς μεθοδεύει, καὶ δεῖξαι ὅτι ὡς ὁ χαλκεὺς αἴτιός ἐστι τοῦ τὸν χαλκὸν καὶ τὴν σφαῖραν ἓν εἶναι, οὕτως καὶ ἡ ἑνοποιὸς αὐτοῦ καὶ δημιουργικὴ δύναμις πάντων τῶν ὄντων αἰτία ἐστὶ τοῦ ἔχειν ὥσπερ ἔχει.

[*](2 συντεθέντων LFS: συνθέτων Α 5 τὸ τρίγωνον LF: τὸ om. Α 10 τουτέστι S Bonitz: τουτί Α: τοῦτί L 15 εἰς LFS: om. Α 17 ὅπως LF: ὅπερ A)
565

Εἰπὼν ἐν τῷ Z καὶ Η περὶ τοῦ καθ’ αὑτὸ ὄντος, ἐν τούτῳ λέγει περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐπειδὴ γὰρ τὸ ὂν λέγεται καὶ κατὰ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ἡ δὲ παροῦσα μέθοδος περὶ τοῦ ὄντος ἐστίν, ἐν τῷ παρόντι βιβλίῳ λέγει περὶ δυνάμεως καὶ ενεργείας. λέγει δὲ περὶ ἐνεργείας ἀναγκαίως· ὡς γὰρ δείξει, τὸ πρῶτον αἴτιον, ὃ ζητοῦμεν ἐνταῦθα, οὐδὲν ἄλλο ἐστὶν ἢ ἐνέργεια. ὑπομιμνήσκει δὲ πάλιν ἡμᾶς τῶν ῥηθέντων καὶ δειχθέντων, ὅτι περὶ τοῦ πρώτου ὄντος, τοῦτο δ᾿ ἐστὶν ἡ οὐσία, δι’ ἣν καὶ αἱ ἄλλαι κατηγορίαι ὄντα λέγονται κατὰ γὰρ τὸν λόγον τῆς οὐσίας ἤτοι κατ᾿ αὐτὴν τὴν οὐσίαν, ὁ γὰρ λόγος τῆς οὐσίας αὐτὴ ἡ οὐσία ἐστί, πάντα τὰ ὄντα λέγεται) εἴρηται. καὶ τὴν αἰτίαν τοῦ διὰ τὴν οὐσίαν πάντα ὄντα λέγεσθαι ἐπήγαγεν, εἰπὼν πάντα γὰρ ἕξει τὸν τῆς οὐσίας λόγον, ὥσπερ εἴπομεν ἐν τοῖς πρώτοις. εἰ γὰρ ἀκριβῶς τις ὁρίζεται τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν, εἰς τὸν ὁρισμὸν αὐτῶν ἐξ ἀνάγκης τὴν οὐσίαν παραλήψεται, ὥσπερ καὶ εἰς τὸν τῆς σιμότητος τὴν ῥῖνα· εἰ δὲ τοῦτο, δῆλον ὡς διὰ ταύτην ὄντα λέγεται. περὶ δὴ τούτων πάντων εἴρηται. ἐπεὶ δὲ τὸ ὂν λέγεται τὸ μὲν τὸ τί καὶ οὐσία, τὸ δὲ ποιόν, | καὶ τὰ μὲν δυνάμει τὰ δ᾿ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον ἐκ παραλλήλου [*](535) δὲ τὸ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον κεῖται), διοριστέον καὶ περὶ δυνάμεως καὶ ἐνεργείας, καὶ πρῶτον περὶ τῆς κυρίως δυνάμεως. λέγοι δὲ ἄν κυρίως δύναμιν τὴν πρώτην καὶ ἀνείδεον ὕλην· δυνάμει γὰρ πάντα ἐστίν· ἥτις κἂν πρώτη δύναμίς ἐστιν, ἀλλ’ οὖν οὐκ ἔστι χρησιμωτάτη πρὸς ὃ βουλόμεθα νῦν· ἄυλον γάρ τι καὶ ἁπλοῦν καὶ ἀσώματον ζητοῦμεν νῦν, ἀλλ᾿ οὐκ ἔνυλόν τι καὶ σύνθετον. τὸ δὲ ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις μις καὶ ἡ ἐνέργεια τῶν μόνον λεγομένων κατά κινησιν τοιουτον [*](1 Tit. σχόλια—ἀριστοτέλους A: om. LF: Ἀριστοτέλους A: om. Ἀριστοτέλους post τῶν ponit M 10 ἤτοιοὐσίας LFS: om. A ἡ οὐσία ἡ om. A 11 τοῦ LF: τὴν A 14 αὐτῶν LFS: αὐτὸν A 16 δὴ LFS: γὰρ δὴ Α 17 πάντων LF: om. A 19 τὸ ἐνεργείᾳ LFS: τὸ ἔργον Α 20 καὶ πρῶτον — δυνάμεως LF: om. Α 21 πάπα LFS: πώς Α 23 νῦν (post ζητοῦμεν) LF: om. Α 25 κατὰ LF: καὶ τὴν A)

566
ἂν εἴη· τὸ δυνάμει καὶ ἐνεργείᾳ ὂν ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον ὄντος· ἔχει γὰρ ἀμφότερα, τό τε δυνάμει καὶ ἐνεργείᾳ, ἐκεῖ δὲ τὸ δυνάμει μόνον, τὸ δὲ τὰ δύο πλουτῆσαν τοῦ τὸ ἓν ἐπὶ πλέον ἐστίν. οὐ μόνον δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἅμα ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον, ἀλλὰ καὶ τοῦ ἐνεργείᾳ μόνον. τὴν δὲ δύναμιν κίνησιν εἶπε νῦν, ἢ κίνησιν τὴν ἐνέργειαν εἶπεν, ἵν’ ᾖ τὸ λεγόμενον ᾿ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν κατὰ κίνησιν τοι κατ’ ἐνέργειαν μόνον λεγομένων.’ ἔστι δὲ δυνάμει μόνον ἡ πρώτη καὶ ἀνείδεος ὕλη, δυνάμει δὲ καὶ ἐνεργείᾳ πῦρ γῆ καὶ τὰ σύστοιχα τούτοις· τὸ γὰρ ἐνεργείᾳ ὂν πῦρ δυνάμει ἐστὶν ἀήρ. ἀλλ’ εἰ καὶ ἐπὶ πλέον ἐστὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ τοῦ δυνάμει μόνον ἢ τοῦ ἐνεργείᾳ μόνον, ὅμως εἰπόντες περὶ τῆς κυρίως δυνάμεως ἐν τοῖς περὶ τῆς ἐνεργείας ὁρισμοῖς δηλώσομεν, φησί, καὶ περὶ τῶν ἄλλων δυνάμεων. καὶ ὅτι μὲν πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι λέγεται οὐ χρὴ νῦν δεικνύναι· δ·ιώρισται γὰρ πρότερον. τούτων δὲ τῶν δυνάμεων ὅσαι ὁμωνύμως λέγονται ἀφείσθωσαν· ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, ὥσπερ ἐν γεωμετρίᾳ· ἐκεῖ γὰρ λέγεται ὅτι εἰ ἔστιν ἥδε ἡ εὐθεῖα διπλασία τῆσδε, καὶ ὃ δύναται τετράγωνον τετραπλάσιόν ἐστι τοὐ τετραγώνου ὃ δύναται ἡ λοιπή. τοῦτο δὲ φανερὸν ἔσται ἐπὶ ἀριθμοῦ· ὁ γὰρ τέσσαρα διπλάσιος ὢν τοῦ δύο τὸ ἀπὸ τοῦ τέσσαρα τετράγωνον, ὅ ἐστι τὸ κέ, τετραπλάσιόν ἐστι τοῦ ἀπὸ τοῦ δύο, ὅπερ ἐστὶ τὸ τέσσαρα. τοῦτο δὴ καθ’ ὁμοιότητα λέγεται τῆς κυρίως δυνάμεως· διὰ γὰρ τὸ τὴν κυρίως δύναμιν πάντα δύνασθαι, δύναται δέ τι καὶ ἡ εὐθεῖα, λέγεται καὶ αὕτη δύναμις. λέγεται οὖν δὴ δυνατὰ καθ’ ὁμοιότητα καὶ ἀδύνατα τῷ εἶναί πὼς ἢ μὴ εἶναι· διπλασίου γὰρ οὕσης τῆς εὐθείας λέγεται δύνασθαι τετραπλάσιον, μὴ οὔσης δὲ λέγεται μὴ δύνασθαι.

[*](p. 1046a9)

Ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρ’ ’χα ἴ’ τινές εἰσι, καὶ πρὸς πρώτη μίαν λέγονται.

Επειδὴ γάρ, ὡς εἴρηται, δύναμις ἡ ὕλη λέγεται, εἰσὶ δὲ τοῦ αὐτοῦ πλείους ὗλαι, ὥσπερ ἐλέγομεν τοῦ φλέγματος τά τε γλυκέα καὶ λιπαρά, αὗται δὴ αἱ ὗλαι τὸ γλυκὺ καὶ λιπαρὸν ἀρχαί τινές εἰσι καὶ δυνάμις τοῦ αὐτοῦ εἴδους, φημὶ δὴ τοῦ φλέγματος, καὶ λέγονται δυνάμεις διὰ τὴν πρώτην | καὶ μίαν δύναμιν, τὴν ἀνείδεον ὕλην, ἥτις ἀρχὴ καὶ αἰτία ἐστὶ τοῦ [*](536) μεταβάλλειν τὸ ἐν ᾧ ἐστιν. ἔστω δὲ τὸ λεγόμενον δῆλον ἐπὶ τοῦ κηροῦ· ὁ γὰρ κηρὸς ἐν ἄλλῳ ὤν, φέρε εἰπεῖν τῷ κηρίνῳ ἀνδριάντι, ἀρχὴ καὶ δύναμίς ἐστι τοῦ μεταβάλλειν τε καὶ πάσχειν τὸν ἀνδριάντα ὑπ’ ἄλλου τοῦ τέμνοντος ἢ τήκοντος αὐτόν. τὸ δὲ ᾗ ἄλλο πρόσκειται, ἐπειδὴ νοσῶν τις ἰάσαιτ’ ἂν ἑαυτόν, καὶ ἔστιν ἐν αὐτῷ ἡ δύναμις τοῦ ὡδὶ παθεῖν αὐτόν, ἀλλ’ οὐ καθ’ αὑτὸ τοῦτο ὑπάρχει αὐτῷ ἀλλὰ καθὸ ἄλλο. ἐπειδὴ δὲ τῶν [*](2 ἐκεῖ Α: ἐκείνη F et fort. L: ἐκεῖνο c. S coni. Bonitz 14 πρότερον] Δ 12 15 ἔνιαι LF: ἔνια Α 19 ἀπὸ Brandis Bonitz: ὑπὸ ALFM 20 δὴ LF: δὲ Α 23 τῶ FM: τὸ AL 30 δὴ M: δὲ Α: om. LF 34 ὤν F: ἄν AL)

567
δυνάμεων αἱ μέν εἰσιν αἴτιαι τοῦ μεταβάλλειν τὰ ἐν οἶς εἰσιν ἐπὶ τὸ χε ρον, αἱ δὲ οὔκ εἰσι, διορίζει καὶ περὶ αὐτῶν λέγων ἡ μὲν γὰρ τοῦ πα θεῖν ἐστι δύναμις, ἡ ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, τουτέστι τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν αὐτῷ τῷ πάσχοντι ὡς ἀρχὴ μεταβολῆς, οὐχὶ τοῦ μὴ πάσχειν ἀλλὰ τοῦ πάσχειν ὑπ’ ἄλλου, ὥσπερ εἴρηται ἐπὶ τοῦ κηρίνου ἀνδριάντος. ἡ μὲν οὑν τῶν δυνάμεων ἐστι τοιαύτη, ἡ δέ ἐστιν οὐκ ἀρχὴ τοῦ πάσχειν ὑπ ἄλλου, ἀλλὰ μᾶλλον ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον. ἡ γὰρ σκληρότης ἡ ἐν τῷ σιδήρῳ ἕξις ἐστὶ τοῦ μὴ πάσχειν τὸν σίδηρον καὶ φθείρεσθαι θ’ ἄλλου. ἐπειδὴ δέ τινα πάσχει, ὥσπερ ἡ σελήνη τοὺς φωτισμοὺς ὑπὸ τοῦ ἡλίου δεχομένη, καὶ ὅμως οὐκ ἔστι τοῦτο φθορά, ἐπήγαγε τὸ τῆς ἐπὶ τὸ χεῖρον, ἴσον λέγων τῷ ἡ δύναμις ἡ ὡς ἕξις λεγομένη οὐχὶ τοῦ μὴ μεταβάλλειν ἐπὶ τὸ κρεῖττόν ἐστιν αἰτία, ἀλλὰ τοῦ μὴ μεταβάλλειν ὑπὸ ἀρχῆς τινος μεταβλητικῆς ἐπὶ τὸ χεῖρον. εἰπὼν δὲ ὅτι καὶ ἡ ἀρχὴ καὶ ἡ αἰτία τοῦ πάσχειν, ὁμοίως καὶ τοῦ μὴ πάσχειν δυνάμεις λέγονται, δείκνυσι κνυσι τοῦτο διὰ τοῦ εἰπεῖν ἐν γἁρ τούτοις ἔνεστι πᾶσι τοῖς ὅροις ὁ τῆς πρώτης δυνάμεως λόγος, τουτέστιν ἐν τούτοις πᾶσι τοῖς τῆς δυνάμεως προσδιορισμοῖς ἔνεστιν ὁ λόγος καὶ ὁ ὁρισμὸς τῆς πρώτης δυνάμεως. ἐπειδὴ γὰρ ὁ λόγος τῆς πρώτης δυνάμεως ἐστι τὸ ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ᾗ ἄλλο, καὶ πάλιν μαλακότης ἐστὶν ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, ὥστε ἔνεστιν ὁ λόγος τῆς πρώτης δυνάμεως καὶ ἐν τοῖς ἄλλοις· εἰ δὲ τοῦτο, καλῶς ἄρα λέγονται δυνάμεις. πάλιν τῶν δυνάμεων αἱ μέν εἰσι τοῦ μόνον παθεῖν αἱ δὲ τοῦ καλῶς· πῶς δὲ ταῦτα λέγεται, εἴρηται ἡμῖν ἐν τῷ Δ ταύτης τῆς πραγματείας πλατύτερον, ὅτε περὶ τῶν τῆς δυνάμεως σημαινομένων ἔλεγεν. δῆλον ἄρα ἐστὶν ὅτι ἐν τοῖς τούτων τῶν δυνάμεων λόγοις ἐνυπάρχουσί πὼς οἱ τῶν πρώτων δυνάμεων λόγοι. τὸ δὲ πῶς πρόσκειται, ἐπειδὴ οὐχ ὡσαύτως καὶ ἵν’ οὕτως εἴποιμι ἀπαραλλάκτως ὁ τῆς πρώτης δυνάμεως λόγος ἔνεστιν ἐν τῷ | τῆς σκληρότητος [*](537) λόγῳ· ἐκείνης μὲν γὰρ ὁ λόγος ἐστὶν ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἡ ἄλλο, τῆς δὲ σκληρότητος ἀρχὴ τοῦ μεταβάλλειν.

[*](p. 1046a19)

Φανερὸν οὖν ὅτι ἔστι μὲν ὡς μία δύναμις τοῦ ποιεῖν τε καὶ πάσχειν.

Ὥσπερ γὰρ ἡ ἀπὸ Ἀθήνηθεν εἰς Θήβας τῆ ἀπὸ Θήβηθεν Ἀθήναζε ὁδὸς τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα οὐκ ἔστι τῷ μὲν ὑποκειμέωῳ ἐστὶν ἡ αὐτή, τῷ λόγῳ δὲ οὐχ ἡ αὐτή), ὡσαύτως δὲ ἔχει καὶ ἡ ἀπὸ τοῦ διδάσκοντος ὡς πρὸς τὸν μανθάνοντα ἐνέργεια καὶ ὁδός, τῷ μὲν ὑποκειμένῳ ἐστὶν ἡ αὐτὴ τῷ λόγῳ δὲ ἑτέρα ἀπὸ μὲν γὰρ τοῦ διδασκά- [*](3 μεταβολῆς LS: μεταβολῆ Α 5 τῷ L: om. Α 21 ᾗ LS: ἢ ᾖ Α 24 ἐν τῷ Δ] c. 12 26 λόγοις LF: ὅροις Α ἐνυπάρχουσι LF: ὑπάρχουσι Α 28. 29 et 30 σκληρότητος] mottitudinis S 30 τοῦ μεταβάλλειν] immo τοῦ μὴ μεταβάλλειν ὐπ’ ἄλλου 34 τρόπον δέ — ἐστὶν ἡ αὐτή (35) LS: om. Α 35 ἔχει fort, delendum est)

568
λοῦ ὡς πρὸς τὸν μανθάνοντα θεωρουμένη λέγεται δίδαξις, ἀπὸ δὲ τούτου ὡς πρὸς τὸν διδάσκαλον μάθησις)· οὕτω δὴ καὶ ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα ἑτέρα. ἡ γὰρ δύναμις τοῦ πυρὸς οἷον ἡ θερμότης ἡ παρ’ αὐτοῦ τῷ ὕδατι ἐνδιδομένη ἐστὶ μὲν ἡ αὐτή, ἐστὶ δὲ ὡς οὐχ ἡ αὐτή· ἀπὸ μὲν γὰρ τοῦ πυρὸς ὡς πρὸς τὸ ὕδωρ θεωρουμένη λέγεται ποίησις, ἔμπαλιν δὲ πάθησις. ἔστι μὲν οὖν, φησίν, ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινα ἡ αὐτή· δυνατὸν γὰρ λέγεται ἢ ἐν τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν ὑπ’ Μου, ὥσπερ τὸ ὕδωρ δύναμιν γὰρ ἔχει τοὐ θερμανθῆναι ὑπὸ τοῦ πυρός) ἢ ἐν τῷ ἄλλο ὑπ’ αὐτοῦ· δυνατὸν γὰρ λέγεται τὸ πῦρ ὅτι δύναμιν ἔχει τὸ ὕδωρ φέρε παθεῖν ὑπ’ αὐτοῦ. τῶν δὴ δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι· διὰ γὰρ τὸ ἔχειν τινὰ δύναμιν καὶ ἀρχήν, καὶ ὅλως διὰ τὸ εἶναι τὴν ὕλην ἀρχήν τινα, πάσχει τὸ πάσχον καὶ ἄλλο ὑπ’ ἄνου ἄλλου· καυστὸν γάρ ἐστι τὸ λιπαρὸν καὶ θλαστὸν τὸ ὑπεῖκον ὡδί, διὰ τὸ ἔχειν δύναμίν τινα καὶ ὕλην τοῦ τὸ μὲν καίεσθαι τὸ δὲ θλᾶσθαι. καὶ τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι ἡ δὲ ἐν τῷ ποιοῦντι. τὸ γὰρ θερμὸν καὶ ἡ οἰκοδομικὴ τὸ μὲν ἐν τῷ πυρί ἐστιν, ἡ δὲ ἐν τῷ οἰκοδόμῳ, τοῖς ποιοῦσιν. ὥστε εἰ τὸ ποιοῦν ἕτερόν ἐστι τοῦ πάσχοντος, δῆλον ὅτι τὸ συμπεφυκὸς καὶ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πῦρ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πάσχον ἕτερον εἶναι δεῖ τοῦ ποιοῦντος. ὥσπερ δὲ ἡ δύναμις καὶ τὸ δυνατὸν ἕξις ἐστίν, οὕτως ἡ ἀδυναμία ἡ τῇ τοιαύτῃ δυνάμει ἐναντία στέρησίς ἐστιν. ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμία. ἡ γὰρ τοῦ πυρὸς δύναμις καθ’ ἣν θερμαίνει ἀδυναμία ἐστίν· ἀδυνατεῖ γὰρ μὴ θερμαίνειν τὰ παρακείμενα καὶ πλησιάζοντα αὐτῷ, ὥστε ἀδυναμία ἐστὶ τὸ μὴ δύνασθαι μὴ θερμαίνειν. ἀδύνατον γάρ φαμεν καὶ ἀδυναμίαν ἔχειν τὸ μὴ ἔχον δύναμιν τοῦ ποιῆσαι τόδε τι. καὶ ἡ τοῦ σιδήρου δύναμις, καθ’ ἣν οὐ δύναται εὐκόλως τέμνεσθαι, ἀδυναμία ἐστὶ καὶ αἱ λοιπαὶ ὡσαύτως· ὥστε ἄλλον μέν τινα | τοόπον εἰσὶ δυνάμεις. [*](538) ἄλλ’ ὂν δὲ ἀδυναμίαι. ὥσπερ δὲ ἡ δύναμις λέγεται πολλαχῶς, οὕτω καὶ ἡ στέρησις· καὶ γὰρ τὸ μὴ ἔχον, εἴτε πέφυκεν ἔχειν εἴτε μή, στέρησιν ἔχειν λέγεται καὶ ἡ ἐν αὐτῷ τοιαδὶ διάθεσις στέρησις, καὶ τὸ πεφυκὸς ἔχειν ἂν μὴ ἔχῃ ἢ ὅτε πέφυκεν ἔχειν, ἢ ὡδί, οἷον παντελῶς, ἢ κἂν ὁπωσοῦν. παντελῶς δὲ στέρησιν ἔχει ὄψεως ὁ ἀμφοῖν τοῖν ὀφθαλμοῖν ἐστερημένος καὶ μηδ’ ὅλως ὁρῶν, ὁπωσοῦν δὲ στέρησιν ἔχειν λέγεται ὁ ὁρῶν μὲν μὴ καλῶς δέ. ἐπ’ ἐνίων δὲ πά ἱν, ἄν πεφυκότα ἔχειν τι ἀφαιρεθῶσι βίᾳ, ὅπερ ἔχειν πεφύκασιν ἐστερῆσθαι τούτου λέγομεν.

[*](p. 1046a36)

Ἐπεὶ δ’ αἱ μὲν ἐν τοῖς ἀψύχοις ἐνυπάρχουσιν ἀρχαὶ τοιαύται.

Ἐπειδή, φησί, τῶν δυνάμεων αἱ μὲν ἀρχαὶ ἐνυπάρχουσιν ἐν τοῖς [*](5 ὡς οὐχ LF: ὡς om. Α 9 γὰρ LF: om. Α 9. 10 ἐν τῷ LF: ἐν om. Α 11 παθεῖν LFS: εἰπεῖν Α 14 τὸ ὑπεῖκον LFS: καὶ ὑπεῖκον Α)

569
ἀψύχοις, ὡς ἡ θερμότης ἐν τῷ πυρί, αἱ δὲ ἐν τοῖς ἐμψύχοις καὶ ἐν ψυχῇ, οὐκ ἐν τῷ ἀλόγῳ μέρει αὐτῆς ἀλλ’ ἐν τῷ λογιστικῷ, ὥσπερ ἡ ἰατρική, δῆλον ὅτι καὶ τῶν δυνάμεων αἱ μὲν ἔσονται αλογοι αἱ δὲ μετὰ λόγου. διὸ πᾶσαι αἱ τέχναι αἵ τε ποιητικαί, ἥ τε οἰκοδομικὴ καὶ ἡ ναυπηγική, καὶ αἱ ἐπιστῆμαι κοινότερον δὲ τέχνας εἶπε τὰς ἐπιστήμας) δυνάμ εἰσίν· ἀρχαὶ γάρ εἰσι μεταβλητικαὶ ἐν ἄλλῳ. ἡ γὰρ ἐπιστήμη ἐν τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς οὖσα μεταβάλλει τὴν ψυχὴν καὶ κινεῖ εἰς θεωρήματά τινα καὶ ζητήσεις. εἰ οὖν πᾶσα δύναμις ἐνεργείας ἐστὶ δύναμις, αἱ δὲ ἐπιστῆμαι καὶ αἱ τέχναι μεταβάλλουσι τὴν ψυχὴν εἰς τὸ ἐνερ περί τι, καλῶς ἄρα δυνάμεις αὐτὰς ἐκάλεσεν. διαφέρουσι δὲ αἱ ἄλογοι δυνάμις τῶν μετὰ λόγου, ὅτι αἱ μὲν μετὰ λόγου πᾶσαι τἀναντία ποιοῦσιν· ἰατρικὴ γὰρ ὑγίειαν καὶ νόσον· αἱ δ’ ἄλογοι μία ἑνός. ἡ γὰρ θερμότης μόνον θερμαίνει, εἰ δέ ποτε καὶ ψύχει, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· τῇ γὰρ αὐτῆς ἀπουσίᾳ συμβαίνει γίνεσθαι ψῦξιν. αἴτιον δὲ τοῦ τὰς μετὰ λόγου τῶν ἐναντίων εἶναι ποιητικάς, ὅτι, φησίν, ὁ λόγος ἐστὶν ἡ ἐπιστήμη, τουτέστιν ἡ μετὰ λόγου δύναμις ἐπιστημονική τις γνῶσίς ἐστιν, ὁ δὲ λόγος καὶ ἡ ἐπιστημονικὴ γνῶσις δηλοῖ καὶ γνωρίζει οὐ τὸ πρᾶγμα μόνον καὶ τὴν ἕξιν, ἀλλὰ καὶ τὴν στέρησιν, πρᾶγμα μὲν καὶ ἕξιν οἷον τὴν ὑγίειαν, στέρησιν δὲ οἷον τὴν νόσον. πλὴν οὐχ ὡσαύτως ἀμφότερα, ἀλλὰ τὴν μὲν ἕξιν καθ’ αὑτὸ τὴν δὲ στέρησιν κατὰ συμβεβηκός. καὶ τρόπον μέν τινα ἀμφότερα ὁ λόγος οἶδε, τρόπον δέ τινα καὶ μᾶλλον τὸ ὑπάρχον ἤτοι τὴν ἕξιν. ὥστε αἱ τοιαῦται ἐπιστῆμαι, ἤτοι αἱ μετὰ λόγου, τῶν ἐναντίων εἰσίν, ἀλλὰ τῶν μὲν ἕξεων, ὥσπερ εἴρηται, καθ’ αὑτό, τῶν δὲ στερήσεων οὐ καθ’ αὑτό. καὶ γὰρ ὁ λόγος τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀποφορᾷ [*](539) τουτέστι στερήσει τὸ γὰρ ἀποφορᾷ τοῦ στερήσει ἐστὶ δηλωτικόν) οἶδε τὸ ἐναντίον. εἰδὼς γὰρ καθ’ αὑτὸ ὅτι ὑγίειά ἐστι συμμετρία τῶν ἐν τῷ ζῴῳ θερμῶν καὶ ὑγρῶν, τῇ ταύτης στερήσει, λέγω δὴ τῇ ἀσυμμετρίᾳ, οἶδε τὴν νόσον. εἰ γὰρ ἡ κατάφασις ἢ ἡ ἕξις τὴν ὑγίειαν ἀπεργάζεται, δῆλον ὡς ἡ ἀπόφασις ἢ ἡ στέρησις οὐθὲν γὰρ διαφέρει ὡς ἂν λέγηται) τὴν νόσον. ἡ γὰρ στέρησίς ἐστιν ἡ πρώτη τὸ ἐναντίον. λέγει δὲ ἐνεργείας στέρησιν πρώτην εἰ ὅτε πέφυκεν ἔχειν καὶ ὡς πέφυκεν ἔχειν καὶ ὃ πέφυκεν ἔχειν μὴ ἔχει. δευτέραν δὲ στέρησιν τὸ ὅλως μὴ ἔχειν· τὸ γὰρ λέγειν τὸν λίθον ἐστερῆσθαι ὄψεως δευτέρα στέρησίς ἐστιν. ἡ στέρησις οὖν, φησίν, ἡ πρώτη ἐστὶ τὸ ἐναντίον τῇ ἕξει, αὕτη δ᾿ ἐστὶν ἀποφορὰ τῆς ἕξεως· ταύτην γὰρ εἶπε θάτερον. ταῦτα εἰπὼν πάλιν ἐπαναλαμβάνει τὸν λόγον καί φησιν ἐπεὶ δὲ τἀναντία οὐκ ἐγγίνεται τῷ αὐτῷ οὐδὲν γὰρ ἅμα λευκόν ἐστι καὶ μέλαν), ἡ δὲ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν, τουτέστιν ἐν τῷ λόγον ἔχοντι ἢ ἡ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν ἀντὶ τοῦ ἡ ἐπιστήμη δύναμίς ἐστιν ἐν [*](7 λογικῷ LF 18 οὐ LF: om. A 22 ὑπάρχον Α2: ὑπάρχειν A1S: ὕπαρ L 25 τοῦ δὲ τρόπον τινὰ κατὰ Metaph. 26 τὸ γὰρ ἀποφορὰ τῆς στερήσεως LF 32 λέγει LF: λέγοι A 33 μὴ ἔχει LS: om. Α 37 ἐπεὶ δὲ LF: ἐπειδὴ Α)
570
τῷ ἔχειν λόγον καὶ αἰτίαν τοῦ ἐπιστητοῦ ὅπερ ἔχει), καὶ ἔχει ἡ ψυχὴ ἀρχὴν κινήσεως τὴν ἐπιστήμην κινεῖ γὰρ αὐτήν, ὡς ἔφαμεν, εἰς θεωρήματά τινα καὶ εὑρέσεις), τὸ μὲν ὑγιεινὸν ὑγίειαν μόνον ποιεῖ καὶ τὸ θερμὸν θερμαίνει, ὁ δ’ ἐπιστήμων ἄμφω, διὰ τὸ τὸν λόγον τὸν ἐν τῷ ἐπιστήμονι ἀμφότερα γινώσκειν, εἰ καὶ μὴ ὁμοίως. ἔστι δ’ ὁ τοιοῦτος λόγος ἤτοι ἡ ἐπιστήμη ἐν ψυχῇ, ἥτις ψυχὴ ἔχει τὸν λόγον ἡ τὴν ἐπιστήμην ἀρχὴν κινήσεως. ὥστε ἡ ψυχὴ ἄμφω τήν τε ἕξιν καὶ τὴν στέρησιν ἀπὸ τῆς αὐτῆς ἀρχῆς κινήσει καὶ ποιήσει πρὸς τὸ αὐτὸ συνάψασα, σὰ, τὸ αὐτὸ λέγων τὸ λογιστικόν. συνάψασα οὖν ἄμφω, φησί, τὴν ἕξιν δηλονότι καὶ τὴν στέρησιν, ἡ ψυχὴ πρὸς τὸ αὐτό, τουτέστι τὸ λογιστικόν, ἀπὸ τῆς αὐτῆς ἀρχῆς, ἤτοι τοῦ λογιστικοῦ, ποιήσει καὶ ὑγίειαν καὶ νόσον, καὶ γράψει ὀρθῶς καὶ μὴ ὀρθῶς. καὶ ἐπὶ τούτῳ αἱ κατὰ λόγον δυνάμεις τἀναντία ποιοῦσι ταῖς ἄνευ λόγου. εἰ γὰρ αἱ μετὰ λόγου δυνάμεις ἀμφότερα ποιεῖν δύνανται, αἱ δ’ ἄνευ λόγου οὐκ ἀμφότερα ἀλλὰ τὸ ἕν, φανερὸν ὡς τἀναντία ποιοῦσι· τὸ γὰρ τὰ δύο δυνάμενον ποιεῖν ἐναντιοῦταί πὼς τῷ μὴ δυναμένῳ τὰ δύο ἀλλὰ τὸ ἓν ποιεῖν. ὥστε ἐπεὶ καὶ ἡ στέρησις καὶ ἡ ἕξις ἐν μιᾷ εἰσιν ἀρχῇ, τῷ λόγῳ, ἤτοι τῷ λογιστικῷ, ἀμφότερα ποιήσει ἡ ψυχή. φανερὸν δέ, φησί, καὶ ὅτι τῇ μὲν τοῦ εὖ δυνάμει ἀκολουθεῖ ἡ τοῦ μόνον ποιῆσαι δύναμις· τῷ γὰρ εὗ γράφοντι ἀκολουθεῖ καὶ τὸ μόνον γράφειν, τῷ δὲ μόνον γράφοντι οὐκ ἀκολουθεῖ τὸ εὖ γράφειν· διότι ἐκείνῳ μὲν πάρεστιν ἀμφοῖν δύναμις, τῷ δὲ μόνον γράφοντι οὐδαμῶς. |

[*](p. 1046b29)

εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικοί, ὅταν ἐνεργῇ [*](540) μόνον δύνασθαι.

Μεγαρικοὺς λέγοι ἂν τοὺς περὶ Εὐκλείδην· οὗτος γὰρ εἰς τὰ Μέγαρα τὸ διδασκαλεῖον εἶχε. λέγει δὴ ὅτι οἱ Μεγαρικοὶ δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσιν. ἔλεγον γὰρ ὅτι ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ τότε καὶ τὴν τοῦ οἰκοδομεῖν ἔχει δύναμιν καὶ δύναται οἰκοδομεῖν, ὅταν δὲ μὴ οἰκοδομῇ οὐ δύναται οὔτε μὴν ἔχει τὴν τοιαύτην δύναμιν, δία τὸ ταυτον εἶναι τὴν δύναμιν τῇ ἐνεργείᾳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο θεὶς λέγει ὅτι τὰ συμβαίνοντα ἄτοπα τοῖς ταῦτα λέγουσιν οὐ χαλεπόν ἐστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ἀναιροῦσι τὴν κοινὴν πάντων ὑπόληψιν. πάντες γὰρ τῷ οἰκοδόμῳ τὸ εἶναι οἰκοδόμῳ διδόασιν ἐν τῷ δύνασθαι οἰκοδομεῖν· ἐξ ὧν δ’ οὗτοι λέγουσι δῆλόν ἐστιν ὅτι ὅταν μὴ οἰκοδομῇ ὁ οἰκοδόμος οὐκ ἔσται οἰκοδόμος. τοῦτο δὲ ἄλογον τὸ μὴ εἶναι τὸν οἰκοδόμον ὅταν μὴ οἰκοδομῇ οἰκοδόμον μηδὲ ἔχειν τὴν τοιαύτην δύναμιν. ταῦτα εἰπὼν καὶ μέλλων εὐθύνειν τὴν τοιαύτην ἀπόφασιν πρὸς τὴν ταύτης εὐθύνην προλαμβάνει τινὰ ἐναργῆ ἀξιώματα, ἓν μὲν ὅτι ἀδύνατόν ἐστιν ἔχειν τινὰ τῶν ἀνθρώπων [*](2 αὐτήν LF: om. Α 25 Εὐκλείδην M: Ζήνωνα ALFS Ιο. Phil. 37 προσλαμβάνει e S coni. Bonitz)

571
οἰκοδομικὴν ἢ ἄλλην τινὰ τέχνην μἡ μαθόντα ποτὲ μηδὲ λαβόντα αὐτὴν δἰὰ μαθήσεως· οὐθεὶς γὰρ ὅλως μἡ μαθών ποτε οἰκοδομεῖν ἔσχε τὴν οἰκοδομικὴν τέχνην. ἄλλο δὲ ἀξίωμα λαμβάνει τοιοῦτον· ἀδύνατόν ἐστι τὸν μὴ ἀποβαλόντα ἢ χρόνῳ ἢ λήθῃ ἢ νόσῳ τινὶ μεγάλ’ ᾖ ἣν ἔχει τέχνην μὴ ἔχειν αὐτήν· καὶ τοῦτο γὰρ λίαν ἐστὶ προφανές. ὃ γὰρ ἔχει τις καὶ μὴ ἀποβέβληκε δῆλον ὡς ἔχει τοῦτο. τὸ δὲ οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος τοιοῦτον ἂν εἴη ὅτι τὴν τέχνην μὴ ἔχειν τότε συμβαίνει, ὅταν λήθῃ ἢ χρόνῳ ἢ πάθει ὁ ἔχων αὐτὴν ἀποβάλλῃ, οὐ μὴν τοῦ γε πράγματος καὶ τῆς ὕλης φθαρείσης· εἰ γὰρ ὑποθώμεθα ὅτι ἀνῄρηται πᾶς λίθος, οὐ συμβήσεται τῇ τούτων ἀναιρέσει ἀποβαλεῖν τὴν οἰκοδομικὴν τέχνην τὸν οἰκοδόμον, ἀλλ’ ἕξει ταύτην καὶ λίθων μὴ ὄντων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ εἰ γάρ ἐστιν ἴσον ἐστὶ τῷ εἰ ἄλη θῆ ἐστιν ἅπερ εἴπομεν, καὶ ἀδύνατόν ἐστι τὸν μὴ μαθόντα ἔχειν, καὶ ἔμπα) ἱν ἀδύνατόν ἐστι μὴ ἔχειν τὸν μὴ ἀποβαλόντα, καὶ ὅτι οὐκ ἀνάγκη τῆς ὑποκειμένης ἑκάστῃ τέχνῃ ὕλης φθαρείσης εὐθὺς τὴν τέχνην ἀποβάλλειν, ἀλλὰ καὶ ταύτης μὴ οὔσης οὐδὲν ἧττον πάλιν τὴν τέχνην ἔχει, ὅταν παύσηται ὁ οἰκοδόμος τοῦ οἰκοδομεῖν, κατὰ τὴν τῶν Μεγαρικῶν δόξαν τε καὶ ἀπόφασιν οὐχ ἕξει τὴν οἰκοδομικήν· εἰ δὲ τοῦτο, πῶς λαβὼν πάλιν εὐθὺς οἰκοδομήσει; κεῖται γὰρ ὅτι ἀδύνατόν ἐστι τὴν τοιαύτην ἔχειν τέχνην μὴ μαθόντα, αὐτὸς δὲ ἅμα τῷ παυθῆναι τοῦ íko | δομεῖν μὴ μαθὼν πάλιν εὐθὺς οἰκοδομή σοι. εἰ [*](541) δὲ ἅμ τῷ παύσασθαι τοῦ οἰκοδομεῖν εὐθὺς πάλιν οἰκοδομεῖ, δῆλον ὅτι εἶχε καὶ μὴ οἰκοδομῶν τὴν οἰκοδομικὴν καὶ ἠδύνατο οἰκοδομῆσαι. εἰ γάρ, ὡς αὐτοί φασιν, ἅμα τῷ παυθῆναι τοῦ οἰκοδομεῖν ἀπέβαλε τὴν τοῦ οἰκοδομεῖν δύναμιν, πῶς πάλιν μὴ μαθὼν μήτε διὰ μαθήσεως λαβὼν αὐτήν (τοῦτο γὰρ εἴληπται) οἰκοδομεῖ; ἄλλως τε ἐπεὶ ὑπόκειται τότε μὴ ἔχειν τὴν τέχνην, ὅταν ἢ χρόνῳ ἢ λήθῃ ἢ πάθει τινὶ ταύτην ἀποβάλλῃ, οὐδὲν δὲ γέγονε τοιοῦτον περὶ τὸν οἰκοδόμον, πῶς οἷοντε λέγειν, ὅταν μὴ οἰκοδομῇ, τὴν τοιαύτην οὐκ ἔχειν δύναμιν; τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τοῖς ἀψύχοις. ὅταν γὰρ μὴ ἐνεργῇ τὸ μέλι ἢ τὸ ψυχρὸν ἢ τὸ θερμὸν περὶ τὰς αἰσθήσεις ἡμῶν, οὐκ ἔσται κατ’ αὐτοὺς οὔτε τὸ μέλι γλυκὺ οὔτε τὸ ψυχρὸν ψυχρόν. ὥστε συμβαίνει λέγειν τὸν τοῦ Πρωταγόρου λόγον. ἐκεῖνος γὰρ ἔφασκε μὴ εἶναι μήτε γλυκὺ μήτε ἄλλο μηδέν, ἀλλ’ οἷα ἂν αὐτὰ κρίνῃ ἡ αἴσθησις, τοιαῦτα καὶ ἔστιν. εἰ δὲ ἐκεῖνος ἐλήλεγκται πρότερον ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ δέδεικται ψευδόμενος, δῆλον ὅτι καὶ οὗτοι ψεύδονται, λέγοντες ὡς ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει τὴν τοιαύτην δύναμιν, ἐξ οὗ συμβαίνει τὸ τοῦ Πρωταγόρου· ὥστε κατ’ αὐτοὺς ὅταν τὰ ζῷα ὑπνώττῃ καὶ οὐκ αἰσθάνηται σθάνηται οὐδὲ ἐνεργῇ περὶ τὰς αἰσθήσεις, οὐχ ἕξει αἴσθησιν. εἰ γὰρ τότε [*](1 μαθόντα et λαβόντα ooni. Bouitz: μαθὼν et λαβὼν libri 6 τοῦ γε LF: τοῦτο τοῦ Α 7 φθαρέντος e S add. Bonitz 12 ἀεὶ γάρ ἐστιν Metaph. vulg. 13 τὸν LF: τὸ A 14 καὶ ὅτι LF: μὴ ὅτι A 16 ἔχει LF: ἔχειν, πῶς A: οὐδὲν ἧττον ἐνδέχεται κτλ. ἔχειν, πῶς M 20 τοῦ L: om. Α 23 παυθῆναι τοῦ LF: om. A 25 τότε L: τὸ Α 26 ἢ κρόνῳ scripsi: ἢ χρόνος L: om. A 28 ἔχειν M: ἔχει AL δὴ LF: om. A 37 ἐνεργῇ M: ἐνεργεῖ AL)
572
τὰς δυνάμεις ἔχομεν ὅταν ἐνεργῶμεν, δῆλον ὡς, ὅταν ὑπνώττωμεν καὶ οὐκ ἐνεργῶμεν περὶ τὴν ὄψιν, οὐκ ἔχομεν δύναμιν τοῦ πάλιν βλέψαι· ὥστε εἰ τυφλόν ἐστι τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον ὅτε πέφυκε καὶ ἔτι ὂν καὶ μὴ φθαρέν, οἱ αὐτοὶ τυφλοὶ ἔσονται πολλάκις τῆς ἡμέρας. ἐπεῖδ’ γὰρ ἐγὼ πέφυκα ἔχειν ὄψιν ἐν ταύτῃ τῇ ἡλικίᾳ ἐν ᾗ τυγχάνω ὢν καὶ ἔτι ὑπάρχω καὶ οὐ τέθνηκα, ὅταν μύσω καὶ οὐχ ὁρῶ οὐδὲ ἐνεργῶ περὶ τοῦτο ἔσομαι τυφλός. τοῦτο δὲ ἄλογον. ἔτι εἰ τὸ ἐστερημένον δυνάμεως, οἷον τὸ ὖ ὁρᾶν, ἀδύνατόν ἐστι βλέψαι, καὶ τὸ μὴ γινόμενον κατ’ αὐτοὺς ἀδύνατόν ἐστι γενέσθαι. ἐπειδὴ γὰρ ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει δύναμιν, τὸ ’δε μὴ ἔχον δύναμιν οὐ δύναται τοῦτο ποιῆσαι οὗ τὴν δύναμιν οὐκ ἔχει, τὸ δὲ μὴ δυνάμενον ἀδύνατόν ἐστιν, ὃ δὲ ἀδύνατον γενέσθαι οὐ γενήσεταί ποτε, εἰ οὖν τοῦτο, εἴπερ τις ἵσταται καὶ μὴ ἐνεργεῖ περὶ τὸ καθῆσθαι, οὐκ ἔχει τὴν δύναμιν τοῦ καθίσαι, εἰ δὲ μὴ δύναται, ἀδύνατόν ἐστι κα. θίσαι. εἰ δ’ ἀδύνατόν ἐστι τοῦτο γενέσθαι, ὁ λέγων ἡ εἶναι ἢ ἔσεσθαι, τουτέστιν ἢ κάθηται ἢ καθεδεῖται, ψεύσεται· τὸ γὰρ ἀδύνατον τοῦτο σημαίνει τὸ μὴ δυνατὸν γενέσθαι· ὥστε ἀεὶ τὸ ἑστηκὸς ἑστήξεται οὐκ ἔχει γὰρ τὴν τοῦ καθίσαι δύναμιν), καὶ τὸ καθήμενον ἀεὶ καθεδεῖται· | ἀναστῆναι [*](542) γὰρ οὐ δύναται, ὃ δὲ μὴ δύναται ἀναστῆναι, οὐκ ἀναστήσεται· ἀεὶ δὲ ἄρα καθεδεῖται. οὐ μόνον δὲ ταῦτα συμβαίνει λέγειν αὐτοὺς τὰ ἄτοπα ὁρῶμεν γὰρ ὅτι καὶ ὁ καθήμενος ἀνίσταται καὶ ὁ ἀνιστάμενος πάλιν κάθηται), ἀλλ’ ἐξαιροῦσι καὶ κίνησιν καὶ γένεσιν· οὕτω γὰρ δεῖ τὸ ῥητὸν ὑπερβατῶς ἀναγινώσκειν. ὅτι δὲ γένεσιν ἀναιροῦσι δῆλον· πᾶσα γὰρ γένεσις ἐκ τοῦ δυνάμει πρόεισι· δύναμιν γὰρ ἔχον τόδε τι γενέσθαι τὸ καταμήνιον γίνεται· οὗτοι δὲ τὴν δύναμιν ἀναιροῦντες ἀναιροῦσι γένεσιν. εἰ δὲ γένεσιν, δῆλον ἐκ τούτου ὅτι καὶ κίνησιν· τὰ γὰρ κινούμενα δυνάμενα πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι κινηθῆναι κινοῦνται. εἰ δὴ ταῦτα ἀδύνατα, φανερὸν ὅτι ἡ δύναμις ἑτέρα ἐστὶ τῆς ἐνεργείας · ἐκεῖνοι δὲ οἱ λόγοι δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσι. τὸ γὰρ λέγειν ὅτι ὅτε ἐνεργεῖ τὸ ἐνεργοῦν περί τι τότε καὶ δύναται, τὸ τοῦτο δὴ λέγειν τὸ ποιεῖν ἐστιν ἐνέργειαν καὶ δύναμιν ταὐτόν. διὸ τοῦτο λέγοντες οὐ μικρόν τι ἀναιρεῖν ζητοῦσιν, ἀλλὰ τὰ μέγιστα γένεσιν καὶ κίνησιν. ὥστε δῆλόν ἐστιν ἐκ τούτων ὅτι ἐνδέχεται δυνατὸν μέν τι εἶναι μὴ εἶναι δέ, οἷον δυνατὸν μέν ἐστιν ἐμὲ βαδίσαι, οὐ βαδίζω δέ, ἀλλ’ οὗν βαδίσω διὰ τὸ ἐμὲ δύναμιν ἔχειν τούτου· δύναται γὰρ τὸ μὴ βαδίζον βαδίσαι καὶ τὸ βαδίζον μὴ βαδίσαι. ταῦτα εἰπὼν ὁρίζεται τί τὸ δυνατόν ἐστιν, λέγων δυνατόν ἐστιν ᾧ ἐὰν ὑπάρξῃ ἡ ἐνέργεια ἧς λέγεται δύναμιν ἔχειν, οὐδὲν ἔσται ἀδύνατον. εἰ γάρ τι δύναται καθίσαι καὶ ἐνδέχεται καθίσαι, τούτῳ εἰ ὑπάρξει τὸ καθῆσθαι, οὐδὲν ἀδύνατον συμβαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ ἵστασθαι.

[*](2 δύναμιν L: οὐ δύναμιν Α ὥστε εἰ S corr. F: ὥστε καὶ L: ὥσπερ Α 3 ἔχον LS: ἔχειν Α 4 καὶ μὴ LF: καὶ om. Α 16 δυνατὸν] δυνάμενον LF 25 ἐκ τούτου LF: τὸ τούτου Α 32 μέν τι LF: τι om. Α)
573
[*](p. 1047a30)

Ἐλήλυθε δ’ ἡ ἐνέργεια τοὔνομα ἡ πρὸς τὴν ἐντελέχειαν συντεθειμένη καὶ ἐπὶ τὰ ἄλλα ἐκ τῶν κινήσεων μάλιστα.

Ἐπειδὴ ἡ ἐνέργεια διχῶς λέγεται, ἕνα μὲν τρόπον αὐτὰ τὰ τέλη (τὸ γὰρ τῆς λευκάνσεως τέλος, τοῦτο δ’ ἐστὶ τὸ λευκόν, ἐν ᾧ πέπαυται καὶ ἔστη ἡ λεύκανσις, ἐνέργεια λέγεται· ὡσαύτως δὲ καὶ τὰ τῶν ἄλλων κινήσεων τέλη ἐνέργειαι λέγονται, ἃ δὴ καὶ κυρίως αὐτὸς ἐντελεχείας καλεῖ), ἕνα μὲν οὖν δὴ τρόπον ἡ ἐνέργεια οὕτω λέγεται, ἄλλον δὲ πάλιν ἐνέργεια λέγεται αὐτὴ ἡ κίνησις. ἔστω δὲ πάλιν ὑποδείγματος χάριν αὐτὴ ἡ λεύκανσις, ἥτις καὶ δυνάμει ἔστι καὶ ἐντελεχείᾳ, δυνάμει μὲν ὅτι οὔπω εἰς ἐντελέχειαν καὶ τὸ τέλος ἀφῖκται, ἐντελεχείᾳ δὲ ὅτι ἔχει τι τῆς ἐντελεχείας καὶ τοῦ τέλους· ἐν γὰρ τῆ λευκάνσει καὶ ὅλως τῷ λευκαινομένῳ ἔνεστί τι τοῦ λευκοῦ καὶ τῆς ἐντελεχείας. διχῶς οὖν τῆς ἐνεργείας λεγομένης λέγει ὅτι ἡ ἐνέργεια ἡ πρὸς τὴν ἐντελέχειαν καὶ τὸ τέλος συντεθειμένη, τουτέστι τὸ τὴν ἐντελέχειαν ἐνέργειαν λέγεσθαι, ἐκ τῶν κινήσεων ἐλήλυθεν. ἐπειδὴ γὰρ κυρίως ἐνέργεια ἡ κίνησις λέγεται ἡ γὰρ ἐνέργεια ἐν κινήσει θεωρεῖται), ἡ δὲ κίνησις τέλους τινός ἐστι κίνησις, λέγεται καὶ τὸ τέλος [*](543) ἐνέργεια διὰ τὸ ὡς εἴρηται τὴν ἐνέργειαν τὴν ἐν τῇ κινήσει θεωρουμένην διὰ τὸ τέλος γίνεσθαι. τὸ δὲ καὶ ἐπὶ τὰ ἄλλα οἶμαι διὰ τὰ τεχνητὰ πρόσκειται, ὡς εἰ ἔλαγεν ᾿οὐ μόνον τὰ ἐν αὑτοῖς ἔχοντα τὴν κίνησιν καὶ τὸ κινοῦν αἴτιον ἐνέργειαι λέγονται, ἀλλὰ καὶ τὰ ἄλλα, ὧν ἐκτός ἐστι τὸ κινοῦν.’ καὶ τὸ πῶς ἐκ τῶν κινήσεων καὶ ἐπὶ τὰ ἀγλα’ ἷκται τὸ τῆς ἐνεργείας ὄνομα, ἐδήλωσεν εἰπὼν δοκεῖ δὲ ἡ ἐνέργεια μάλιστα ἡ κίνησις εἶναι. καὶ τοῦτο εἰκότως· ἐν γὰρ τῷ τέλει μάλιστα ἠρεμία ἀλλ’ οὐ κίνησίς νησίς ἐστι καὶ ἐνέργεια. ἐπειδὴ δὲ πᾶν τὸ κινούμενον ἡ ἐνεργοῦν ὄν τί ἐστιν, οὔ φαμεν τὴν μὴ οὖσαν οἰκίαν ἢ τὸ μὴ ὂν ζῷον κινεῖσθαι ἢ ἐνεργεῖν. εἰ γὰρ τὸ κινούμενον ἢ ἐνεργοῦν ὄν ἐστι, τὸ μὴ ὂν οὔτε κινεῖται οὔτε ἐνεργεῖ. δι’ αὐτὸ δὴ τοῦτο οὐδ’ ἡ γένεσις κίνησίς ἐστιν, ὡς ἐν τῇ Φυσικῇ δέδεικται· τὸ γὰρ γινόμενον οὐκ ἔστι. τὰ οὖν μὴ ὄντα, ὣσπερ εἴρηται, οὔ φαμεν κινεῖσθαι, ἄλλας δέ τινας κατηγορίας προσάπτομεν αὐτοῖς, οἷον διανοητὰ καὶ ἐπιθυμητά. ἔχομεν γὰρ διάνοιαν τῆς μὴ οὔσης οἰκίας καὶ ἐπιθυμίαν ἴσως χρῄζοντες αὐτῆς μὴ οὔσης, κινεῖσθαι δ’ αὐτὰ οὐ φαμεν, ὅτι οὔκ εἰσιν ἐνέργειαι, ὅμως δυνάμενά γε ἔσεσθαι ἐνεργείᾳ. διὰ τί δέ; ὅτι τῶν μὴ ὄντων ἔνια δυνάμει εἰσίν· οὐ γὰρ πάντα· ὁ γὰρ τραγέλαφος οὐκ ἔστι δυνάμει ὡς δύνασθαι καὶ ἐνεργείᾳ ὑπάρξαι. ὅμως δὲ εἰ καὶ δυνάμει ἐστὶν ἔνια τῶν μὴ ὄντων, τὸ ἔστιν αὐτῶν κατηγορεῖται οὐχ ὅτι ἔστιν (οὐκ ἔστι γὰρ ὅτι οὐκ ἐντελεχείᾳ ἐστίν· ἐκεῖνα γάρ φαμεν εἶναι [*](2 συντιθεμένη Metaph. vulg. 7 οὕτω L: οὐ Α 18 τὰ τεχνητὰ LF: τὴν τέχνην A 19 πρόσκειται LF: ὃ πρόσκειται Α 27 28 ἐν τῇ Φυσικῇ] E 1 p. 225a25 sqq. 31 χρῄζοντες LF: εἰ χρῄζομεν Α μὴ οὔσης F: μὴ ἔστι AL 35 αὐτῶν Brandis: αὐτοῖς ALF)

574
τὰ ἐντελεχείᾳ ὄνια), ἀλλὰ κατηγορεῖται αὐτῶν τὸ ἔστιν, ὅτι δύναται γενέσθαι καὶ ἔσεσθαι.

[*](p. 1047b3)

Εἰ δέ ἐστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθεῖ, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἄλη θὲς εἶναι τὸ εἰπεῖν ὅτι δυνατὸν μὲν τοδί.

εἰπὼν ὅτι δυνατὰ μὲν λέγεται. τὰ μὴ ὄντα μὲν δυνάμενα δὲ γενέσθαι, λέγει ὅτι εἰ ἔστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθεῖ, τουτέστιν εἰ δυνατὸν λέγεταί τι, καθὸ δύναται γενέσθαι καὶ ἀκολουθεῖ αὐτῷ τὸ ἐνεργῆσαι, οὐκ οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ὅτι ἔστι μέν τι δυνατόν, οὐκ ἔσται δὲ οὐδὲ δυνήσεται εἰς ἐνέργειαν ἐλθεῖν. ἐκεῖνα γὰρ δυνατὰ λέγεται τὰ δυνάμενα εἰς ἐνέργειαν ἐλθεῖν τοῦ ὃ δύνανται. εἰ δέ τις φαίη ὅτι ἔστι μέν τι δυνατόν, οὐ μέντοι δύναται γενέσθαι καὶ εἰς ἐνέργειαν ἐκβῆναι, διαφεύγει φεύγει ἡμᾶς καὶ ἄδηλόν ἐστι τί ποτέ ἐστι τὸ ἀδύνατον. εἰ γὰρ δυνατόν φαμεν ὅπερ μὴ ὂν μὲν τεθὲν δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει, ἀδύνατον δὲ οὗ μὴ ὄντος τεθέντος δὲ ὑπάρχειν ἕπεταί τι ἀδύνατον, λέγει δέ τις ὡς ἔστι μέν τι δυνατόν, οὐ μὴν ἔσται οὐδ’ ἄν εἰς ἐνέργειαν ἐκβαίη, | πῶς γνῶμεν τὴν τοὐ δυνατοῦ καὶ ἀδυνάτου διαφοράν; οἷον ἐπειδὴ δυνατὸν [*](544) λέγεται τὸ ξύλον καίεσθαι, εἰ λέγοι τις ὅτι δυνατὸν μέν ἐστι καίεσθαι, οὐ μὴν καυθήσεται, λέγει δὲ ὁ αὐτὸς ὅτι καὶ ἡ διάμετρος δυνατὴ μὲν μετρηθῆναι, οὐ μὴν μετρηθήσεται, τί διοίσει τοῦτο ἐκείνου, ἐπειδὴ ἀμφότερα δυνατὰ λέγεται, οὐ μέντοι ἐσόμενα, ὥστε ἐπίσης καὶ τὸ ξύλον ἐστὶ καυστὸν καὶ ἡ διάμετρος μετρητή· εἰ δὲ τοῦτο, διαφεύγει ἡμᾶς ποῖόν ἐστι τὸ ἀδύνατον, πότερον τὸ τὴν διάμετρον μετρηθῆναι ἢ τὸ τὸ ξύλον καυθῆναι. ὁ μὴ λογιζόμενος οὖν, φησί, μηδὲ νοῶν τὸ ἀδύνατον τί ποτέ ἐστι, καὶ τὴν διαφορὰν ἣν ἔχει πρὸς τὸ δυνατόν, ἐκεῖνος ἄν εἴποι ὡς οὐδὲν κωλύει τι ὂν δυνατὸν εἶναι ἢ γενέσθαι μὴ εἶναι μηδ’ ἔσεσθαι. εἰ δ’ ἐγίνωσκε τὴν τοῦ ἀδυνάτου φύσιν, οὐκ ἂν οὕτως ἀπερισκέπτως καὶ ἑτοίμως ἔλεγε τὴν διάμετρον καὶ τὸ ξύλον, ὅτι ἡ μὲν δυνατή ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τὸ δὲ καυθῆναι καὶ οὐ καυθήσεται, ἀλλ’ ἐκείνην μὲν ἀνεκήρυττεν ἂν ὡς ἀδύνατός ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τοῦτο δὲ διισχυρίζετο ὅτι δυνατόν ἐστι καυθῆναι καὶ καυθήσεται. ἀλλὰ ταῦτα μὲν εἴποι ἂν ὁ ἀγνοῶν τὸ ἀδύνατον, ἐκεῖνο δέ ἐστι φανερὸν ἐκ τῶν κειμένων κεῖται δὲ ὅτι τὸ δυνάμενον γενέσθαι καὶ γενήσεται), ὅτι εἰ ὑποθώμεθα τὸ μὴ ὂν μὲν δυνάμενον δὲ γενέσθαι ὅτι ἔστιν, οὐδὲν ἀδύνατον συμβήσεται. εἰ γάρ σου καθημένου καὶ δυναμένου περιπατῆσαι ὅτε κάθησαι ὑποθοίμεθά σε περιπατεῖν, οὐδὲν ἀδύνατον συμβήσεται ἐκ τῆς ὑποθέσεως. [*](1 αὐτῶν F: αὐτοῖς AL 15 τεθέντος δὲ LF: τεθέντος καὶ A 19 ὁ αὐτὸς L: ὁ om. Α 22 ἡμᾶς M: ἡμῖν ALF 23 τὸ τὸ ξύλον LF: τὸ ξύλον Α 26 ὂν LF: ἢν Α 28 δυνατή L: δυνατὸν Α post μετρηθῆναι add. καὶ οὐ μετρηθῆναι LF 32 εἴποι ἂν F: εἴποιεν AL 35 ὅτε M: εἰ ὅτε ALF 36 ὑποθοίμεθά σε — τοῦτο (p. 575,1) LF: om. A)

575
εἰ δὴ τοῦτο ἀληθές, λέγει δέ τις ὡς δύναται μὲν οὗτος ὁ καθήμενος περιπατῆσαι, οὐ μὴν περιπατήσει, ὁμοίως καὶ ἡ διάμετρος δύναται μετρηθῆναι, οὐ μέντοι μετρηθήσεται, εἰ οὖν οὐδὲν τοῦτο ἐκείνου διαφέρει, ὥσπερ ἐπ’ ἐκείνου οὐδὲν συνέπιπτεν ἀδύνατον, οὕτως οὐδὲ ἐπὶ ταύτης. ἀλλὰ μὴν δοθέντος τοῦ τὴν διάμετρον μετρηθῆναι, συμβαίνει τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις, ὅπερ ἐστὶν ἀδυνατώτατον. τοῦτο δὲ συμβαίνει ἐκ τοῦ μὴ συνορᾶν τήν τε φύσιν καὶ τὴν διαφορὰν τοῦ ἀδυνάτου | πρὸς τὸ δυνατόν, [*](545) καὶ ἐπὶ τούτῳ λέγειν τὸ ἀδύνατον ὡς δυνατὸν μέν ἐστιν, οὐ μέντοι ἔσται. ὥστε δῆλον ἐκ τούτου ὅτι εἴ τι δυνατόν ἐστι, καὶ ἔσται. συμβαίνει δὲ τὸ ἀδύνατον τοῦτο, λέγω δὴ τὸ τὰ ἄρτια ἴσα εἶναι τοῖς περιττοῖς, οὐ παρὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι δεδόσθω ὅτι μετρεῖται ἡ διάμετρος· εἰ γὰρ παρὰ τὴν ὑπόθεσιν ἦν, συνέβαινεν ἂν ἀδύνατόν τι καὶ ἐπὶ τοῦ καθημένου λεγομένου δὲ περιπατεῖν· ἐκεῖ μὲν γὰρ τὸ συναγόμενον ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δὲ ἐνταῦθα καὶ ψεῦδος καὶ ἀδύνατον. ὥστε εἰ ταὐτὸν ἦν τὸ ψεῦδος καὶ τὸ ἀδύνατον, οὐδὲν ἂν διέφερον αἱ ὑποθέσεις ἥ τε τὸν καθήμενον περιπατεῖν ὑποτιθεμένη καὶ ἡ τὴν διάμετρον μετρεῖσθαι λέγουσα· ἐπεὶ δὲ ἕτερα ταῦτα, ἕτεραι καὶ αἱ ὑποθέσεις.

[*](p. 1047b14)

Ἅμα δὲ δῆλον καὶ ὅτι εἰ τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι.

Δείξας ὅτι ὃ δύναται γενέσθαι τι, καὶ γενήσεται τοῦτο οὗ τὴν δύναμιν ἔχει, διὰ τοῦ δεῖξαι ὡς. εἴ τις τὸ δυνάμενόν τι γενέσθαι λέγει ὅτι οὐ γενήσεται, οὗτος τὸ ἀδύνατον καὶ τὸ δυνατὸν ταὐτὸν ποιεῖ, καὶ διαφεύγει καὶ ἄγνωστον ἡμῖν γίνεται ποῖόν ἐστι τὸ ἀδύνατον, τοῦτο δεῖξας λέγει ὅτι ἐκ τούτου δῆλόν ἐστιν ὡς εἰ τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, καὶ τοῦ α δυνατοῦ ὄντος καὶ τὸ β δυνατόν ἐστι, καὶ ἀναγκαίου ἀναγκαῖον, καὶ ὑπάρχοντος τοῦ α ὑπάρξει καὶ τὸ β. εἰ δέ τις ἐνίσταται λέγων ὅτι τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, οὐ μὴν δυνατοῦ ὄντος τοῦ α ἔσται καὶ τὸ β δυνατόν, οὐδὲν κωλύει, φησίν, εἶναι τὸ β μὴ δυνατόν, δυνάμει λέγων ὡς εἰ τοῦ α δυνατοῦ ὄντος τὸ β οὐκ ἔστι δυνατόν, ἔσται ἀδύνατον· τοῦτο γὰρ ἀντίκειται τῷ δυνατῷ. ἔστω. φησί, τὸ α δυνατόν. οὐκοῦν ἐπειδὴ δυνατόν ἐστιν, εἰ τεθείη ὑπάρχον, ψεῦδος μέν, οὐ μέντοι ἀδύνατος ἡ ὑπόθεσις. ἔστω οὖν ὑπάρχον τὸ α, ὑπόκειται δὲ ὅτι του α ὄντος ἔστι καὶ τὸ β· ὥστε ἐπειδὴ τὸ α ἔστιν, ἔσται καὶ τὸ β διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. ἀλλὰ καὶ οὐκ ἔσται· τὸ γὰρ ἀδύνατον οὐκ ἂν γένοιτό ποτε. εἰ δὲ τὸ εἶναι τὸ β καὶ μὴ εἶναι ἀδύνατον, ψευδὴς ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη· αὕτη δέ ἐστιν ἡ λέγουσα ὅτι τοῦ α ὄντος δυνατοῦ [*](546) οὐκ ἔσται καὶ τὸ β τὸ ἑπόμενον τῷ α δυνατόν. δῆλον ἄρα ὅτι τοῦ α [*](8 τούτω LF: τοῦτο Α 15. 16 τὸν καθήμενον L: post τὸν add. οὐ Α 16 ὑποτιθεμένη LF: ὑποθεμένη Α 20 τοῦτο — γενήσεται (22) LF: om. Α 31 εἰ τεθείη LF: ἐκτεθείη Α 31 et 32 ὑπάρχον LF: ὑπάρχειν Α 35 καὶ μὴ εἶναι LF: μὴ ἣν Α)

576
ὄντος δυνατοῦ ἔσται καὶ τὸ β δυνατόν, εἴπερ οὕτως εἶχον τό τε α καὶ τὸ β. πῶς δὲ εἶχον, ἐπάγει, ὥστε τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι. δείξας οὖν ὅτι εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ τούτῳ ἐξ ἀνάγκης ἑπόμενον β δυνατόν ἐστι, δείκνυσιν ὅτι καὶ ὄντος τοῦ α ἔσται καὶ τὸ β, λέγων ἄν δἡ οὕτως ἐχόντων * * * τὸ αβ ἕξει ὡς ἐτέθη, ἤιοι ἂν * * * τὸ αβ ἕξει ὡς ἐτέθη. ταῦτα δὲ εἰπὼν ἐπάγει καὶ εἰ τοῦ α δυνατοῦ ὄντος ἀνάγκη τὸ β Ε; εἶναι, ὃ ἴσον ἆν εἴη τῷ εἰ ὑπόκειται καὶ δέδεικται, ὡς εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ β ἔσται δυνατόν, εἰ δὴ οὕτως ἔχοι, λέγομεν, φησίν, ὅτι εἰ καὶ εἴη τὸ α, ἀνάγκη εἶναι καὶ τὸ β· τὸ γὰρ λέγειν ὅτι εἰ τὸ α δυνατὸν εἴη, ἐξ ἀνάγκης ἕπεται τὸ εἶναι δυνατὸν καὶ τὸ β (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ τὸ γὰρ δυνατὸν εἶναι ἐξ ἀνάγκης τὸ β εἶναι, εἰ τὸ α δυνατόν), τὸ οὖν λέγειν ὅτι εἰ τὸ α δυνατόν, ἐξ ἀνάγκης καὶ τὸ εἶναι τὸ β δυνατὸν συμβαίνει, τοῦτο σημαίνει ὅτι ἐὰν ᾖ τὸ α καὶ ὅτε ᾖ, τότε εἶναι καὶ τὸ β. τὸ δὲ καὶ ὡς ἦν δυνατὸν εἶναι ἴσον ἂν εἴη τῷ καὶ εἰ ἐστιν ἀναγκαῖον τὸ α, ἔσται καὶ τὸ β ἀναγκαῖον, καὶ εἰ δυνατόν, δυνατόν.

[*](p. 1047b31)

Ἁπασῶν δὲ τῶν δυνάμεων οὐσῶν τῶν μὲν συγγενῶν, οἷον τῶν αἰσθήσεων.

Βούλεται διὰ τούτων εἰπεῖν τίνες τῶν δυνάμεων ἄνευ τοῦ προενεργῆσαι οὔκ εἰσιν ἐν οἷς εἰσι καὶ τίνες καὶ χωρὶς ὅλως τοῦ προενεργῆσαί εἰσι. καί φησιν ὅτι ἀπασῶν τῶν δυναμεων τῶν μὲν οὔσων συγγενῶν, τουτέστι συγγινομένων καὶ συμπλαττομένων ἡμῖν (αἱ γὰρ αἰσθήσεις συγγίνονται καὶ συμπλάττονται ἡμῖν· οὐ γὰρ ὕστερον ἐπιγίνονται μετὰ τὸ γεννηθῆναι τὸ ζῷον), τῶν δὲ οὐσῶν ἔθει ἡ γὰρ δύναμις καθ’ ἣν δύναται ὁ αὐλητὴς αὐλεῖν οὐ συγγεννᾶται αὐτῷ ἀλλ’ ἐξ ἔθους αὐτῷ ἐγγίνεται), τῶν δὲ μαθήσει ὡς ἡ οἰκοδομικὴ καὶ ἁπλῶς αἱ τέχναι, αἱ μὲν ἐξ ἔθους καὶ λόγου δυνάμεις ἄνευ τοῦ προενεργῆσαι οὐκ ἐγγίνονται, τὰς δ’ ἄνευ λόγου δυνάμεις εἴτε τοῦ ἐνεργεῖν εἴτε καὶ τοῦ πάσχειν οὐκ ἀνάγκη ἐστὶ προενεργῆσαι. οὔτε γὰρ τὸ πῦρ προηνέργησε καὶ οὕτως ἐγένετο αὐτῷ ἡ τοῦ κίειν δύναμις οὔτε τῷ ξύλῳ ἡ τοῦ καίεσθαι, ἀλλ’ ἅμα τῷ εἶναι καίει τὸ πλησιάζον, ὁμοίως καὶ τὸ ξύλον καίεται εἰ πλησιάζει. ἐπεὶ δὲ τὸ δυνατὸν τὶ δυνάμενον λέγεται δυνατὸν καὶ ποτέ οὐ γὰρ κατὰ πάντα τρόπον τὸ πῦρ [*](547) καίει, ἀλλ’ ὅταν πλησιάζῃ τῷ καυστῷ ἢ ὅταν μὴ ὑπό τινος κωλύηται); ὅσα μὲν κατὰ λόγον δύνανται κινεῖν, καὶ αἱ δυνάμεις αὐτῶν μετὰ λόγου, ὅσα δὲ ἀλόγως ὡς τὸ πῦρ, καὶ αἱ δυνάμεις αὐτῶν ἄλογοι. καὶ τὰς μὲν μετὰ λόγου δυνάμεις ἀνάγκη ἐν ἐμψύχῳ εἶναι, τὰς δὲ ἀλόγους ἐν ἀμφοῖν καὶ ἐν ἐμψύχῳ καὶ ἀψύχῳ. ἄλογοι γὰρ δυνάμεις ἐν ἐμψύχῳ εἰσὶν αἱ ἐν [*](4 ἂν δὴ LF: ἀντὶ Α 5 οὕτως ἐχόντων] addendum τοῦ αβ μὴ ᾖ δυνατὸν τὸ β οὕτως, οὐδὲ post ἤτοι ἂν lacunam indicavi 6 ταῦτα δὲ εἰπὼν M: om. ALF 7 δυνατὸν addidi coll. v. 8 τῶ LFM: τὸ δὲ A εἰ ὑπόκειται e S coni. Bonitz: οὕτω κεῖται libri 9 ὅτι καὶ εἰ εἴη LF 10 δυνατόν — τοῦτο γὰρ L: Post δυνατὸν εἶναι (11) ponit A 13 ὅτι LF: om. Α 19 ὅλως LF: ὕλης Α 29 τῷ (post ἅμα) LF: τὸ A 32 κωλύηται LF: κωλύεται Α)

577
ταῖς ἀλόγοις οὖσαι ψυχαῖς. καὶ τὰς μὲν ἀλόγους δυνάμεις ἀνάγκη, ὅταν πλησιάζῃ τό τε δυνάμενον ποιεῖν καὶ δυνάμενον πάσχειν, τὸ μὲν ποιεῖν ὣς δύναται ποιεῖν, τὸ δὲ πάσχειν ὡς δύναται πάσχειν, τὰς δὲ μετὰ λόγου οὐκ ἀνάγκη· οὐ γάρ ἐστιν ἀνάγκη, ὅταν ὁ διδάσκαλος πλησιάζῃ τῷ μαθητῇ, τὸν μὲν διδάσκειν τὸν δὲ μανθάνειν καὶ αἱ μὲν ἄλογοι δυνάμεις κυρίω ἑνός εἰσι ποιητικαί, οἷον ἡ τοῦ πυρὸς τοῦ θερμαίνειν (τὸ δὲ κυρίως πρόσκειταί μοι ὅτι ψύχει καὶ τὸ πῦρ κατὰ συμβεβηκὸς στραφέν πὼς καὶ ἀπελθόν), αἱ δὲ μετὰ λόγου τῶν ἐναντίων· ἡ γὰρ ἰατρικὴ ὑγιείας καὶ νόσου. εἰ δέ τις λέγοι ὅτι καὶ αἱ μετὰ λόγου δυνάμεις ἅμα τῷ πλησιάσαι (ἐξ ἀνάγκης· τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει ὥσπερ καὶ αἱ ἄλογοι ἐξ ἀνάγκης γὰρ τὸ πῦρ ἄμα τῷ πλησιάσαι τῷ καυστῷ καίει), εἰ οὖν τοῦτό τις λέγει καὶ δίδωσι τὴν ἀνάγκην ταῖς μετὰ λόγου δυνάμεσιν ὥσπερ καὶ ταῖς ἀλόγοις, οὗτος οὐδὲν ἄλλο ἀξιοῖ ἢ ἅμα τὰ ἐναντία τῷ αὐτῷ παρεῖναι. ὡς γάρ τὸ πῦρ δυνάμενον θερμαίνειν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ ἐξ ἀνάγκης θερμαίνει αὐτό, οὕτω καὶ ὁ ἰατρὸς ἐπεὶ δύναται καὶ ὑγιάζειν καὶ νοσάζειν, εἰ ἐξ ἀνάγκης ἅμα τῷ πλησιάζειν ἐνεργεῖ ἃ δύναται, ἅμα ἂν ὑγιάζοι τὸν αὐτὸν καὶ νοσάζοι. τοῦτο δὲ ἀδύνατον, τὸ τὸν αὐτὸν ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἔστι τὸ κύριον ἐν ταῖς μετὰ λόγου δυνάμεσι τὸ μὴ ἐῶν τὰ ἐναντία ποιεῖν, ἀλλὰ θάτερον, οὗ ἄν ὀρέγηται· τοῦτο δ᾿ ἐστὶν ἡ ὄρεξις ἢ προαίρεσις. ὁποτέρου γὰρ ἂν κυρίως ὀρέγηται, τοῦτο καὶ ποιήσει, ὅταν ὡς δύναται ὑπάρχῃ καὶ πλησιάζῃ τῷ παθητικῷ· οἷον εἰ δύναται ὑγιάζειν καὶ νοσάζειν., οὗ ἄν ὀρέγηται, τοῦτο ὡς δύναται ποιήσει ἀλλ’ οὐχ ὡς οὐ δύναται· ὥστε πᾶν τὸ κατὰ λόγον δυνατὸν ἀνάγκη, ὅταν ὀρέγηται, οὗτινος ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει, τοῦτο ποιεῖν. εἰ γὰρ ἔχει δύναμιν τοῦ ὑγιάζειν, τοῦτο καὶ ποιήσει. ἀλλὰ μὴν ἔχει ὁ ἰατρὸς δύναμιν τοῦ ὑγιάζειν· ὥστε παρόντος τοῦ παθητικοῦ, ἤτοι τοῦ ἀνθρώπου, καὶ ὡδὶ ἔχοντος, ἤγουν νοσοῦντος, ὑγιάσοι ἂν αὐτόν. εἰ δὲ μὴ ἔχοι δύναμιν του ὑγιάζειν, οὐ δύναται ὑγιάσαι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰ δὲ μή, ποιεῖν οὐ δυνήσεται. εἰπὼν δὲ ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν 30 καὶ ὡς ἔχει ποιήσει πρὸς τὸ παθητικόν, ἐπειδὴ ἔδει προσκεῖσθαι ἐν τῷ προσδιορισμῷ τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον, ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος ποιήσει εἰ γὰρ ἔχει δύναμιν τοῦ ποιῆσαι, κωλύεται δὲ [*](548) ὑπό τινος, πάντως οὐ ποιήσει), τοῦτο δὴ εἰπὼν καὶ μὴ προσθείς, ὡς εἴρηται, τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, λέγει ὅτι τὸ γὰρ μηδενὸς τῶν ἔξωθεν κωλύοντος προσδιορίζεσθαι οὐδὲν ἔτι δεῖ· εἰπόντες γὰρ ὅτι ὧς ἔχει συμπεριειλήφαμεν καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὡς γάρ ἐστιν ἡ δύναμις τοῦ ποιεῖν, οὕτως ἔχει αὐτήν· ἔχει δ’ οὐχ ὡς [*](1 ταῖς — ψυχαῖς LF: τοῖς — ψυχαί A 4 πλησιάζῃ LF: παρησιάζῃ Α 8 λόγου LF: om. Α τῶν LF: καὶ τῶν Α 15 αὐτό LF: αὐτῶ Α 17 τὸ τὸν LF: τὸ om. A 27 ὑγιάσοι ex ὑγιάσῃ corr. L: ὑγιάσει Α ἔχει LF 28 οὐ δυνήσεται LF 32 τῶν LF: om. Α 34 πάντως οὐ LF: οὐ πάντως A μὴ LFS: om Α)
578
ἔτυχε καὶ πάντως, ἀλλ’ ὡδί πὼς ἔχον, ἐν οἷς τῷ τε ὡς ἔχει καὶ τῷ ὡδί πὼς ἔχειν, συμπεριείληπται καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὁ γὰρ λέγων ὅτι τὸ ποιοῦν ποιεῖ ὡς ἔχει καὶ ὡδί πὼς ἔχον, λέγει καὶ τὸ μηδὲ κωλυόμενον ὑπό τινος· ἔνια γὰρ τῶν προσόντων τῷ προσδιορισμῷ, οἷον τὸ ἔχει ἢ τὸ ὡδί πὼς ἔχει, συμπεριειλημμένον ἔχει ἐν ἑαυτοῖς τό τε μηδενὸς κωλύοντος μηδὲ ἐμποδίζοντος, καὶ ἀφαιρεῖται ταῦτα, λέγω δὴ τὸ μὴ κωλύειν μηδὲ ἐμποδίζειν, καὶ οὐκ ἐᾷ κεῖσθαι ἐν τῷ προσδιορισμῷ. καὶ ἐπεὶ τὸ ποιοῦν οὕτω ποιεῖ ὡς ἔχει καὶ ὡς δύναται, οὐ ποιήσει ἅμα νόσον καὶ ὑγίειαν ὁ ἰατρός· οὐ γὰρ οὕτως ἔχει τὴν δύναμιν ὥστε ἅμα ταῦτα ποιεῖν, ἀλλὰ ἀνὰ μέρος, ἐπεὶ ὧν ἐστι, τουτέστιν ἐπεὶ ὧν ἔχει δύναμιν ὥστε ἅμα ποιεῖν αὐτά, οὕτω ποιήσει, ἤτοι ἅμα καὶ ὡς ἔχει τὴν τοῦ ποεῖν αὐτὰ δύναμιν.

[*](p. 1048a25)

ἐπεὶ δὲ περὶ τῆς κατὰ κίνησιν λεγομένης δυνάμεως εἴρηται, περὶ ἐνεργείας διορίσωμεν.

εἰπὼν περὶ τῆς κατὰ κίνησιν δυνάμεως (αὕτη δὲ ἦν ἡ πρώτη καὶ ἀνείδεος ὕλη), νῦν διορίζει καὶ περὶ ἐνεργείας τί τέ ἐστι καὶ ποῖόν τι. διορίζοντες δέ, φησί, περὶ τοῦ ἐνεργείᾳ ἅμα δῆλον ἔσται καὶ περὶ τοῦ δυνατοῦ ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο· τὸ γὰρ πῦρ (εἰλήφθω δὲ τοῦτο εἰς ὑπόδειγμα) πέφυκε θερμαίνειν, τὸ δὲ ὕδωρ πέφυκε κινεῖσθαι καὶ θερμαίνεσθαι ὑπὸ τοῦ πυρὸς ἢ ὑπ’ ἄλλου του θερμαντικοῦ. τὸ δὲ ἢ ἁπλῶς ἢ τρόπον τινὰ πρόσκειται ὅτι εἴρηκεν ἐν τῷ Δ τῆσδε τῆς πραγματείας, ὅτε περὶ τοῦ δυνατοῦ διώριζεν ὁσαχῶς λέγεται, ὅτι τὰ δυνατὰ κινεῖσθαι ἢ ὅταν ἁπλῶς καὶ ὡς ἔτυχεν εἴτε ἐπὶ τὸ χεῖρον καὶ τὴν φθορὰν εἴτε ἐπὶ τὸ κρεῖττον, λέγεται δυνατά, ἢ ὅταν μὲν ἐπὶ τὸ χεῖρον κινῇ, οὐ λέγεται δυνατά, ὅταν δὲ ἐπὶ τὸ κρεῖττον, λέγεται. τὸ οὖν ἁπλῶς εἴρηται ἀντὶ τοῦ ὡς ἔτυχε καὶ ἀδιορίστως, τὸ δὲ τρόπον τινὰ διωρισμένως, εἴτε καὶ ἄλλως. διορίζοντες δή, φησί, περὶ τοῦ ἐνεργείᾳ δῆλον ἔσται ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ | πέφυκε [*](549) κινεῖν εῖ ἢ ἄλλο ἢ κινεῖσθαι ὑπ’ ἄλλου, ἁλλ’ ὅτι τὸ δυνατὸν λέγεται καὶ ἑτέρως. διὸ ζητοῦντες, φησί, περὶ τοῦ τοιούτου τοὐ καὶ ἑτέρως δυνατοῦ λεγομένου διήλθομεν καὶ περὶ τούτων τῶν δυνατῶν τῶν πεφυκότων κινεῖν ἢ κινεῖσθαι, ὡς ἐντεῦθεν ἐσομένου κἀκείνου δήλου. ταῦτα εἰπὼν τὰ περὶ τῆς ἐνεργείας διορίζεται, ἔστι, λέγων, ἐνέργεια ὅταν ὑπάρχῃ τὸ πρᾶγμα οὐχ ὥστε μὴ ἐνεργεῖν, δυνάμενον δὲ ἐνεργῆσαι, τὸ δὲ ἐνεργείᾳ, τουτέστιν ἀλλ’ ἐκεῖνό ἐστιν ἐνέργεια τὸ οὕτως ἐνεργείᾳ ὂν καὶ ἐνεργοῦν, καθ’ ὃ πρότερον μὴ ἐνεργοῦν, δυνάμενον δὲ ἐνεργῆσαι ἤδη ἐνεργεῖ. οὕτω μὲν [*](1 ὡς ἔχει e S coni. Bonitz: ὡς ἔχειν LF: δυνατῶς ἔχειν A 4 ἔνια LF: ἔνι Α 4. 5 fort. τὸ ὡς ἔχει 9 ὁ] ᾖ LF 11 καὶ LF: om. Α αὐτὰ (ante δύναμιν) LF: om. Α 16 διορίζει LF: ὁρίζει Α 17 ἅμα LF: μὲν Α 20 του Bonitz: τοῦ ALM 21 τό δὲ L: τοῦ δὲ A 21. 22 ἐν τῷ Δ] c. 12 p. 1019a21 sqq. 25 fort. κινῆται 31 διήλθομεν] disseremus (i. e. διέλθωμεν) S 33 ὅταν ὑπάρχῃ LF: ὅτι ὑπάρχει Α: ὅτε ὑπάρχει Μ Bonitz)

579
οὖν τὸ ἑξῆς ἐστι τῶν λεγομένων καὶ οὕτως ἀναγνωστέον. εἶτα τὸ λέγομεν δὲ δυνάμει οἷον ἐν τῷ ξύλῳ Ἑρμῆν· καὶ εἰσὶ ταῦτα ἐζηηγτικὰ τοῦ μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει· πῶς δὲ λέγομεν τὸ δυνάμει ἐπάγει, οἷον ἐν τῷ ξύλῳ τῷ μὴ ἔχοντι τὸ τοῦ Ἑρμοῦ εἶδός φαμεν ὅτι ἔστιν ἐν αὐτῷ Ἑρμῆς, διότι δύναται δέξασθαι τὸ τοῦ Ἑρμοῦ εἶδος· καὶ ἐν τῇ διαμέτρῳ λέγομεν εἶναι τὴν ἡμίσειαν, ὅτι δύναται ἀπ’ αὐτῆς ἀφαιρεθῆναι καὶ εἶναι καθ’ ἑαυτὴν ἐνεργείᾳ· καὶ ἐπιστήμονα τὸν μὴ θεωροῦντα, δυνάμενον δὲ θεωρῆσαι. εἰπὼν δὴ ὅτι ἔστιν ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει καὶ μὴ ἐνεργεῖν, τὸ δὲ ἐνεργείᾳ ὂν καὶ ἤδη ἐνεργοῦν, λέγει ὅτι δῆλον δέ ἐστιν ὃ βουλόμεθα ἐνέργειαν λέγειν ἐπὶ τῶν καθ’ ἕκαστα τῇ ἐπαγωγῇ, καὶ οὐ χρὴ παντὸς πράγματος ὅρον ζητεῖν· οὐ γὰρ πάντα τοῖς ὅροις γινώσκομεν, ἐπεὶ μηδὲ πάντων εἰσὶν ὅροι, ὡς δέδεικται ἐν τῷ Z τῆσδε τῆς πραγματείας, ἀλλ’ ἔνια καὶ δι’ ἐπαγωγῆς καὶ δι’ ἀναλογίας συνορῶμεν καὶ γινώσκομεν. εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν ἐκ τῶν καθ’ ἕκαστα καὶ τῆς ἐπαγωγῆς δεῖ γινώσκειν ἀλλ’ οὐ δι’ ὅρου. ἔστω δὴ σαφηνείας ἕνεκεν ὅτι βουλόμεθα δηλῶσαι τὴν ἐνέργειαν καὶ τὸ ἐνεργεῖν τὸν Σωκράτην περὶ τὸ γράφειν. δηλώσομεν δὴ τοῦτο δι’ ἀναλογίας καὶ τῶν κατὰ μέρος οὕτως· ὡς ἔχει τὸ οἰκοδομοῦν καὶ τὸ ἐνεργοῦν ἤδη πρὸς τὸ οἰκοδομικὸν καὶ μὴ ἐνεργοῦν δυνάμενον δὲ οἰκοδομῆσαι, καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον καὶ δυνάμενον ἐγρηγορῆσαι, καὶ τὸ ὁρῶν πρὸς τὸ μύον μὲν ὄψιν δὲ ἔχον, καὶ τὸ ἀποκεκριμένον ἐκ τῆς ὕλης πρὸς τὴν ὕλην. ὃ δὴ ἀσαφῶς εἴρηται· δοκεῖ γὰρ λέγειν ὅτι καὶ τὸ χωρισθὲν εἶδος ἐκ τῆς ὕλης, οὐ τοῦτο δέ φησιν· οὐ γὰρ βούλεται οὗτος εἶδος εἶναί ποτε φυσικὸν χωρὶς ὕλης· ἀλλ’ ἀποκεκριμένον λέγοι ἂν τὸν ἀνδριάντα, ὡς τύπῳ εἰπεῖν, πρὸς τὸν χαλκὸν τὸν μήπω τὸ τοῦ ἀνδριάντος εἶδος ἔχοντα, δυνάμενον δὲ δέξασθαι τὸ τοῦ ἀνδριάντος εἶδος. καὶ πάλιν ὡς ἔχει τὸ ἀπειργασμένον κιβώτιον πρὸς τὸ ἀνέργαστον ξύλον, δυνάμενον δὲ ἐργασθῆναι καὶ γενέσθαι κιβώτιον. ὡς δὴ ταῦτα ἔχει, ἔστι τέ τι, τουτέστιν οὕτως ἔστι καὶ ὁ Σωκράτης | ὁ γράφων πρὸς τὸν μὴ [*](550) γράφοντα. τοῦτο δὴ εἰπόντες φανερόν ἐστιν ὡς δεδήλωται ἡ ἐνέργεια τοῦ Σωκράτους, ἣν ἐνεργεῖ, λέγω δὴ τὸ γράφειν. ταύτης δὲ τῆς δι’ τῆς διαφορᾶς διαφορὰν λέγων τὴν ἐξ ἀναλογίας συζυγίαν, οἷον ὡς τὸ ὁρῶν πρὸς τὸ μύον καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον), ταύτης δὴ τῆς διαφορᾶς θάτερον μόριον ἔστω ἡ ἐνέργεια, τό τε ὁρᾶν καὶ τὸ ἐγρηγορέναι, θάτερον δὲ τὸ δυνατόν, τό τε μύον καὶ τὸ καθεῦδον, ὅτι δύναται τὸ μὲν ἀναβλέψαι τὸ δὲ ἐγρηγορέναι. εἰπὼν δὴ ὅτι τῆς ἐνεργείας οὐ δεῖ ὁρισμὸν ζητεῖν, ἀλλ’ ἐξ ἀναλογίας αὐτὴν οἵα ἂν καὶ εἴη δηλοῦν δεῖ, καὶ εἰπὼν ὅπως τοῦτο ποιητέον, λέγει, εἰ καὶ πάντα τὰ ἐνεργείᾳ κατ’ ἀναλογίαν λέγειν προσήκει, [*](1 τὸ ἑξῆς LF: τὰ ἑξῆς Α 9 καὶ μὴ LF: τὸ μὴ Α 13 ἐν τῷ Z] c. 10 p. 1036a2 sqq. 18 δὴ LF: δὲ A 25. 26 τὸ τοῦ LF: om. Α 28. 29 ἔστι τέ τι AL, cf. Metaph. codd. ET: om. F Metaph. vulg. 29 τουτέστιν AF: τ’ ἔστι L ὁ γράφων M: om. ALKS 30 τοῦτο — εἰπόντες] ἐκ τούτου δὴ F δὴ LF: δὲ Α εἰπόντες AL: εἰπεῖν M 31 δὴ LF: δὲ Α 38 λέγειν Μ: λέγει ALF)
580
πλὴν οὐχ ὁμοίως πάντα λέγεται, ἀλλὰ τὰ μὲν γὰρ ὡς κίνησις πρὸς δύναμιν λέγεται, τὰ δ’ ὡς οὐσία πρὸς τὴν ὕλην, οἷον εἰ λέγοι τι, ὡς ὁ βαδίζων πρὸς τὸν καθήμενον, οὕτως Ἀλέξανδρος πρὸς τὸ καταμήνιον. τὸ μὲν γὰρ βαδίζον λέγεται ὡς κίνησις πρὸς δύναμιν, τουτέστιν ὡς πάθος πρὸς πάθος, ὁ δ’ Ἀλέξανδρος πρὸς τὸ καταμήνιον ὡς οὐσία πρὸς ὅλῳ· ὕλη γὰρ τοῦ ἀνθρώπου τὸ καταμήνιον. τὸ δὲ μεταξὺ ἐμβληθὲν τὸ ἀλλ’ ἢ τῷ ἀνάλογον ὡς τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο τόδε ἐν τῷδε ἢ πρὸς τό ’δε ὑπόμνησίς ἐστι τῆς ἀναλογίας, ὡς εἰ ἔλεγεν ὅτι τὰ ἀνάλογον λεγόμενα πῶς δὲ λεγόμενα; ὅτι ὡς τοῦτο ἐν τούτῳ, οἷον ὡς ὄψις ἐν 10 ὀφθαλμῷ νοῦς ἐν ψυχῇ, καὶ ὡς ὁ οἰκ·οδομ.ῶν πρὸς τὸ οἰκοδομούμενον ὃ γράφων πρὸς τὸ γραφόμενον, ἢ πρὸς τοῦτο, οὕτω τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο) οὐ πάντα ὁμοίως λέγεται, ἀλλά τὰ μὲν, ὡς κίνησις πρὸς δύναμιν, τὰ δ’ ὡς οὐσία πρὸς ὕλην.

[*](p. 1048b9)

Ἄλλως δὲ τὸ ἄπειρον καὶ τὸ κενὸν καὶ ὅσα τοιαῦτα, λέγεται.

Ἐπειδὴ οἱ τὸ ἄπειρον εἶναι λέγοντες ἔν τισι δυνάμει ἔλεγον εἶναι (ὲν μὲν γὰρ ἰοῖς κούφοις σώμασιν ἐνεργείᾳ, ἐν δὲ τοῖς βαρέσι δυγάμει), λέγει ὅτι τὸ δυνάμει καὶ ἐνεργείᾳ ἄλλως λέγεται ὑπάρχειν πολλοῖς τῶν ὄντων, οἷον τῷ ὁρῶντι καὶ βαδίζοντι καὶ μὴ ὁρῶντι καὶ μὴ βαδίζοντι ἄλλως λέγεται ὑπάρχειν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. λέγεται γὰρ ὁρᾶν ὁ μὴ ὁρῶν, ὅτι δύναται ἐνεργῆσαι καὶ γενέσθαι ἐνεργείᾳ ὁρῶν· ὁμοίως καὶ ὁρῶν λέγεται μὴ ὁρᾶν, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι μὴ ὁρῶν. ἄλλως οὖν τὸ δυνάμει ἐν τούτοις λέγεται καὶ ἄλλω; ἐν τῷ ἀπείρῳ καὶ κενῷ· λέγεται γὰρ δυνάμει ἄπειρον μέγεθος οὐχ ὅτι δύναται καὶ ἐνεργείᾳ γενέσθαι, ἀλλ’ ὅτι δύναται ἐπ’ ἄπειρον τέμνεσθαι. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς οὔτε ἄπειρόν ἐστιν ἐν τοῖς οὖσιν οὔτε κενόν. τὸ μὲν γὰρ ὁρώμενον, φησίν, [*](551) ὅτι ὁρᾶται, τὸ δ᾿ ὅτι ὁρᾶσθαι δυνατόν, τουτέστι τὸ μὲν γὰρ ὁρώμενον λέγεται μὴ ὁρᾶσθαι, ὅτι ὁρώμενον δύναται μὴ ὁρᾶσθαι (οὕτω γὰρ δεῖ τοῦ ῥητοῦ ἀκούειν)· τὸ δὲ μὴ ὁρώμενον λέγεται ὁρᾶσθαι. ὅτι δυνατόν ἐστιν ὁρᾶσθαι. τὸ δ’ ἄπειρον οὐχ οὕτως, ὥστε καὶ ἐσόμενον χωριστόν, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτό, ἀλλὰ τῆ γνώσει· νοοῦμεν γὰρ ἐπ’ ἄπειρον αὐξόμενον τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τεμνόμενον, ἐνεργεία δὲ οὐδέποτέ ἐστιν. καὶ τὴν αἰτίαν τοῦ πῶς δυνάμει μὲν ἀεὶ ἔστιν ἐπ’ ἄπειρον τέμνε. σθαι ἐπάγει λέγων τὸ γὰρ μὴ ὑπολείπειν· τὴν διαίρεσιν ἀποδίδωσι τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύνασθαι ἐνεργεῖν κατὰ τὴν ἐπ’ ἄπειρον τομὴν τὰ μεγέθη δίδωσι. τί δέ ἐστι τὸ διδόν; [*](1 γὰρ ὡς scripsi: ὡς γὰρ AL 2 τὴν] τινὰ Metnph. 3 ὁ M: om. AL βαδίζων LFM: βαδίζον Α 9 οἷον — γραφόμενον (11) fort, post τοῦτο (12) transponenda sunt 16 post ἄπειρον del. addendum καὶ τὸ κενὸν eoni. Bonitz 21 καὶ ὁρῶν] “lege καὶ ὁ ὀρῶν·’ Bonitz 25 ἐν τῇ Φυσικῇ] Γ 5, Δ 8 30 ὥστε] ὡς coni. Bonitz 33 ἐπ’ ἄπειρον M: om. AL 34 τῷ γὰρ Metaph. vulg.)

581
τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν. ἐπειδὴ γὰρ οὐχ ὑπολείπει ἐν τοῖς μεγέθεσιν ἡ διαίρεσις, ἀλλ’ ὃ ἄν δοθείη δύναται δίχα τέμνεσθαι, ἐπὶ πούτῳ ἡ χορηγία καὶ ἡ πηγὴ τοῦ δύνασθαι ἐπ’ ἄπειρον τέμνεσθαι ἐν τοῖς μεγέθεσι. δῶ οὐχ ὑπολείπει τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύναμιν ἔχειν τὰ μεγέθη ἐνεργεῖν κατὰ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι δίδωσιν οὐδὲν ἄλλο ἢ τὸ τὴν διαίρεσιν μὴ ὑπολείπειν. εἰ μὲν γὰρ ἡ διαίρεσις καὶ τὸ δίχα τέμνεσθαι τὰ μεγέθη ὑπελείπετο, οὐκ ἄν ἐπ’ ἄπειρον ἐτέμνετο οὐδ᾿ εἶχε τούτου δύναμιν· ἐπειδὴ δὲ οὐχ ὑπολείπει, διὰ τοῦτο ἐπ’ ἄπειρον ἔχει δύναμιν τοὺ τέμνεσθαι. καὶ τοῦτο μέν, φημὶ δὴ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι, δίδωσι τὸ μὴ υπολείπειν τὴν διαίρεσιν ἀλλ’ ἀεὶ εἶναι διαίρεσιν, τὸ δὲ χωρίζεσθαι καὶ ἐνεργείᾳ εἷναι τὸ ἄπειρον οὐ δίδωσιν.

[*](p, 1048b35)

Τὸ μὲν οὗν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον ἡμῖν ἔστω.

Ἐν τῷ Δ λέγων τὰ σημαινόμενα τῆς δυνάμεως καὶ ἐνεργείας, εἰρηκὼς ὅτι πότε δὴ τὰ τοιαῦτα καὶ | δυνάμει καὶ ἐνεργείᾳ λέγεται καὶ πότε [*](552) οὔ, ἐν ἄλλοις διοριστέον, νῦν τὰ περὶ τοὺ ἐνεργείᾳ συμπερανάμενος καὶ εἰπὼν τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, δῆλον ἡμῖν ἐκ τῶν τοιούτων ἔστω, ὅπερ ἐκεῖσε ἐπηγγείλατο εἰπεῖν, νῦν λέγει, ὅτι πότε δυνάμει ἐστὶν ἕκαστον καὶ πότε οὔ, διοριστέον· οὐ γὰρ τὰ τυχόντα λέγεται. καὶ τάχ‘α, εἴ τι συνίημι, τὴν ἑκάστῳ προσεχῆ ὕλην βουλεῖά δυνάμει λέγειν ἐκεῖνο εἶναι ὃ δύναται, τὴν δὲ πόρρω οὐδαμῶς. ἐρωτᾷ δή, ἆρα ἡ γῆ ἐστι δυνάμει ἄνθρωπος; καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὔ, ἤτοι οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ὅταν γένηται σπέρμα. καὶ οὐδὲ τότε ἐστὶ δυνάμει ἄνθρωπος, ἀλλ’ ὅταν ἐν τῷ θήλει καταβληθῇ. καὶ ἴσως οὐδὲ τοῦτο, εἰ μὴ ἐπιτήδειον εἴη τὸ δεξάμενον. ὥσπερ γὰρ οὐ πᾶν ὑπὸ ἰατρικ,ῆς ὑγιασθείη ἄν οὐδὲ ἀπὸ τύχης (οὐ γὰρ δὴ καὶ ξύλα καὶ λίθοι, καὶ διὰ τοῦτο οὐ φαμεν τὰ ξύλα δυνάμει ὑγιαντά), οὕτως οὐδὲ τὴν γῆν [*](4 διὸ M: om. AL 11 post δίδωσιν cod. F add. haec: ἐπεὶ δὲ τῶν πράξεων. τοῦτο τὸ κεφάλαιον ἐν πολλοῖς λείπ·ει, τέως φησὶ ἐπεὶ τῶν πράξεων ὧν ἐστι πέρας καὶ τοῦτο λέγει ἡ διὰ τὴν ματαιοπονίαν ἢ διὰ τὴν τοῦ οὐρανοῦ φοράν) οὐδεμία λέγεται τέλος, ἀλλ’ ἐκεῖνο τὸ ἔσχατον, οἷον ἡ περὶ τὸ ἰσχναίνειν πρᾶξις οὐκ ἔστι τέλος, ἀλλ’ ἡ ἰσχνασία, τὰ ἰσχναίνοντα δὲ ὅταν ἰσχναίνῃ, οὒ τέλος ἐστὶν ἐν κινήσει· ὥστε μὴ ὑπάρχοντος τοῦ τέλους, οὗ ἕνεκα ἡ κίνησις, οὐκ ἔστι κατὰ τοῦτο ἡ πρᾶξις. ἢ πρᾶξις μὲν λέγεται καὶ αὐτή, ἀλλ’ οὐ τελεία γε οὐδὲ τέλος, ἀλλ’ ἐν τῇ πράξει ἐνυπάρχει τὸ τέλος. οὐδὲ γὰρ ὑγίάζεται καὶ ὑγίασται τὸ αὐτό, ἀλλὰ τὸ ὑγιάζεται κίνησις ἀτελής, τὸ δὲ ὑγίασται τέλος καὶ πρᾶξις. ὁμοίως καὶ τὸ εὐδαιμονεῖ καὶ εὐδαιμόνηκε, καὶ τὸ εὑ ζῇ καὶ τὸ εὖ ἕηκε φαίνεται τὸ μὲν κίνησις τὸ δὲ πρᾶξις· οὑκ ἔστι δέ· ἔδει γάρ παύεσθαι καὶ ταῦτα, καὶ ὁ εὐδαιμονηκὼς πέρας ἂν ἔσχεν (add. τῆς εὐδαιμονίας)· ὡσαύτως καὶ ὁ εὖ ἐξηκὼς τῆς εὐζωίας. ἀλλ’ οὐκ ἔστιν ὥσπερ καὶ ἐπὶ τοῦ ἑώρακε καὶ ὁρᾷ καὶ τοῦ νενόηκε καὶ νοεῖ. τὰ γοῦν τοιαῦτα ἐνέργειαν λέγω, ἐκεῖνα δὲ τὸ ὑγιάζεται καὶ τὸ ἰσχναίνει κινήσεις ἀτελεῖς, quae ad proxima Metaph. verba p. —35 spectant: eadem fere ex alio codice neseio quo edidit Brandis; cf. Bonitz p. 551 14 ἐν τῷ Δ] c. 12 17 τέ LF: om. Α 25 οὐ πάντα LF)

582
φαμεν. ταῦτα εἰπὼν ἐπειδὴ τινὰ μὲν τῶν δυνάμει ἀπὸ διανοίας εἰς ἐνέργειαν ὡς τὰ τεχνητά, τινὰ δὲ καὶ ἀπὸ τύχης (τὸ γὰρ δυνάμενον ὑγιᾶναι ὑγιάναι ἄν καὶ ἀπὸ τύχης), ὑποτίθεται ἡμῖν ὅπως ὁρίζεσθαι χρὴ οὐ μόνον τὸ ἀπὸ διανοίας εἰς ἐνέργειαν ἄγον τὸ δυνάμενον ἀχθῆναι, ἀλλὰ καὶ τὸ γινόμενον. λέγει οὖν ὅτι ὅρος μἑν τοῦ μὲν ἀπὸ διανοίας [ἐν] ἐντελεχείᾳ γινομένου ἐκ τοῦ δυνάμει ὄντος, τουτέστιν ὁρισθείη ἄν τὸ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἰόν, ἐλθὸν δὲ οὐκ ἀπὸ τύχης ἀλλ’ ἀπὸ διανοίας, οὑτωσί. καὶ τοῦτο θεὶς ἐπάγει τὸν ὁρισμὸν ὅταν βουληθέντος γίνηται μηδενὸς κωλύοντος τῶν ἐκτός· ὥστε εἴποι τις ὅτι τὸ ἀγόμενον ἀπὸ διανοίας ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν ἐκεῖνό ἐστιν, ὅπερ εἰς ἐνέργειαν ἄγεται, ὅτε καὶ ἡνίκα βουληθῇ τὸ ἄγον μηδενὸς κωλύοντος τῶν ἐκτός. οἷον ὁ ἰατρὸς ἐκ τοῦ δυνάμει εἰς ὑγίειαν ἄγει τὸν νοσοῦντα, ὅταν βουληθεὶς οὐδὲν κωλύῃ τῶν ἐκτός, ἢ τόπος ἢ χρόνος ἢ ἄλλο τι. ὅταν μὲν οὖν ὁρίζηταί τις τὴν ἐνέργειαν τοῦ ποιοῦντος ἀπὸ διανοίας οὕτως ὁρίσαιτο ἄν· ὅταν δὲ τοῦ παθόντος, οὕτως ὅταν μηδὲν κωλύῃ τῶν ἐν αὐτῷ. ἐρεῖ γάρ τις ὅτι ἀπὸ διανοίας ὁ νοσῶν ὑγιάζεται, ὅταν οὐθὲν τῶν ἐν αὐτῷ κωλύῃ ὑγιασθῆναι, ἀλλ’ ἐπιτηδείως πάντα τὰ ἐν αὐτῷ μέρη ἔχῃ δέξασθαι τὴν ὑγίειαν. ὁμοίως δυνάμει οἰκία λέγεται τὰ ξύλα καὶ οἱ λίθοι, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τούτ’ ᾦ. τί δὲ σημαίνει τοῦτο, ἐπήγαγε καὶ τῇ ὕλῃ, ἴσον λέγων τῷ ὅτι τότε ταδὶ λέγεται οἰκία δυνάμει, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τῇ ὕλῃ, οὐδ’ ἔστι τῶν ἐν τῇ ὕλῃ, ὃ δεῖ προσγενέσθαι ἢ μεταβαλεῖν. εἰ γὰρ δεῖ προσγενέσθαι ξύλα ἢ λίθους ἢ εἴπερ πλεονάζει ἀπογενέσθαι ἢ μεταβαλεῖν ὥστε ὄντα ἀργὰ δεῖσθαι τοῦ πρισθῆναι ἢ | λεανθῆναι, [*](553) οὐ λέγεται οἰκία· εἰ δὲ μηδὲν δεῖ ἐν τῇ ὕλῃ ἢ προσγενέσθαι ἢ ἀπογενέσθαι ἢ μεταβαλεῖν, τότε εἰσί τε καὶ λέγονται δυνάμει οἰκία· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅσων ἔξωθεν ἡ ἀρχὴ τῆς γενέσεως, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, καὶ ὅσων ἐν αὐτῷ τῷ ἔχοντι ταύτην τὴν ἀρχήν, ὡς τὰ φυσικὰ δυνάμει λέγεται, ὅταν μηδενὸς τῶν ἔξωθεν ἐμποδίζοντος ἔσται δι’ αὑτοῦ, τουτέστιν ἐνεργεῖ ἀφ’ ἑαυτοῦ, εἰ φυσικὸν εἴη, ὃ ἐδύνατο ἐνεργῆσαι· τὸ γὰρ δι᾿ αὑτοῦ οὐ πρὸς ἄμφω ἀπεδόθη καὶ τὰ τεχνητὰ καὶ τὰ φυσικά, ἀλλὰ πρὸς μόνα τὰ φυσικά. οἷον τὸ σπέρμα (ἔστω δὲ ὁ σῖτος) ὅταν ἐν τῷ ἀγγείῳ εἴη, οὐ λέγεται δυνάμει στάχυς· δεῖ γὰρ ἐν ἄλλῳ ἤτοι ἐν τῇ γῇ πεσεῖν καὶ μεταβάλλειν. ὅταν δὲ ἐν τῇ γῇ πέσῃ καὶ ἤδη διὰ τῆς ἐν αὐτῷ φυσικῆς ἀρχῆς ᾖ τοιοῦτον, τουτέστι δυνάμενον βλαστάνειν, τότε λέγεται δυνάμει στάχυς. ἐκεῖνο δέ, λέγω δὴ ὁ ἐν τῷ ἀγγείῳ σῖτος, οὐ λέγεται δυνάμει ἄσταχυς, ὅτι ἑτέρας ἀρχῆς δεῖται οἷον τῆς γῆς, καὶ ἡ γῆ οὐ λέγεται δυνάμει ἀνδριάς, ὅτι μεταβάλλουσα οὐ γίνεται ἀνδριὰς ἀλλὰ χαλκός, ὁ δὲ χαλκὸς λέγεται, ὅτι μεταβάλλων γίνεται ἀνδριάς.

[*](4 ἄγον M: ἄγων AL 5 γινόμενον M Bonitz: λεγόμενον ALF: fort. ἀγόμενον 6 γινομένου LF: γενομένου Α 10 ἀπὸ e S coni. Bonitz: ἀντὶ AL ἐκεῖνο LF: om. A 20 ταδὶ LF: τοδὶ Α 22 λίθους M: λίθοι ALF 23 ὄντα e S Bonitz: μὴ ὄντα ALF 24 μηδὲν M: μήτε ALF 28 ὅταν] ὅσα Metaph. 29 et 30 αὐτοῦ libri 29 ἐνεργεῖ ἐνεργεῖν Α 32 et 35 στάχυς F: ὁ στάχυς AL)
583
[*](p. 1049a18)

Ἔοικε δ’ ὃ λέγομεν οὐ τόδε ἀλλ’ ἐκείνινον, οἷον τὸ κιβώτιον οὐ ξύλον ἁλλἁ ξύλινον.

ἐπειδὴ ἡ ὕλη δυνάμει ἐστὶ τὰ εἴδη καὶ ἑτέρα ἐστὶ τοῦ εἴδους, διὰ τοῦτο οὔ φαμεν τὸ σύνθετον τὴν ὕλην· οὐ γὰρ λέγομεν τὸ κιβώτιον ξύλον, ἀλλὰ παρωνυμιάζοντές φαμεν αὐτὸ ἐκείνινον, οἷον ξύλινον. ἢ οὐ τοῦτο ἄν διὰ τούτου λέγοι, ἀλλ’ ὅτι δῆλον ἐκ τούτου ἐστὶν ὡς ἡ πόρρω ὕλη οὐ λέγεται δυνάμει. τί δή ποτε; ὅτι οὐ παρωνυμιάζομεν τὰ πράγματα ἐκ τῆς πόρρω ἀλλ’ ἐκ τῆς προσεχοῦς· λέγομεν γὰρ τὸ κιβώτιον ξύλινον ἐκ τῆς προσεχοῦς, ἀλλ’ οὐ γήινον ἐκ τῆς πόρρω. ἢ οὐδὲ τοῦτο ἄν εἴη τὸ λεγόμενον, ἀλλ’ οἶμαι κανόνα ἡμῖν παραδίδωσιν ὅπως τὴν ἐσχάτην ὕλην γνωριοῦμεν, καὶ ἧς οὐκ ἔστιν ἄλλη προτέρα, δυνάμει λέγων ὅτι ὅσα μὲν ἐξ ἄλλων παρωνυμιάζονται ἐκεῖνα προσεχεῖς εἰσιν ὗλαι, καὶ οὐκ ἔστιν οὐδεμία τούτων ἐσχάτη·. εἰς ἣν δὲ καταντήσομεν, ἥτις οὐκ ἐξ ἄλλης παρωνθμιάζεται, αὕτη ἐστὶν ἡ ἐσχάτη. καὶ ὅ τι βούλεται διὰ τούτων λέγειν, δῆλον πεποίηκεν εἰπὼν πάλιν ἡ γῆ εἰ οὕτω μὴ ἄλλο. τουτέστιν πάλιν ἡ γῆ εἰ οὕτως, τουτέστιν εἰ παρωνύμως λέγεται, οἷον ἀέρινος, καὶ οὐ λέγεται ἄλλο, οἷον γῆ ἁπλῶς, ὃ ἄλλο λέγεται καὶ οὐκ ἐκείνινον, τὸ ὕστερον ἁπλῶς καὶ κυρίως ἐκεῖνό ἐστιν. οἷον πρῶτον μὲν ὡς πρὸς τὸ κιβώτιον τὸ ξύλον, ὕστερον δὲ ἡ γῆ· ἀλλ’ οὐχὶ καὶ τὸ ἁπλῶς ὕστερον αὕτη ἐστίν, ἀλλ’ ἡ ἐσχάτη | ὕλη. εἰ δή, ὥσπερ εἴρηται, ἔστι τι πρῶτον ὃ γὰρ πρότερον [*](554) ὕστερον εἶπε, τοῦτο νῦν πρῶτον ἐκάλεσεν ἄλλον τρόπον· κάτωθεν γὰρ ἀρχομένοις πρῶτόν ἐστιν), εἰ ἔστιν οὗν πρῶτόν τι καὶ οὐ κατ’ ἄλλο λέγεται οὐδ’ ἀπό τινος παρονομάζεται, τοῦτό ἐστιν ἡ πρώτη ὕλη· οἷον ἡ γῆ ἀερίνη, οὗτος δὲ πύρινος, τὸ δὲ πῦρ μὴ κατ’ ἄλλο, τὸ πῦρ ἔσται ἡ πρώτη ὕλη τόδε τι οὖσα καὶ μὴ ἀπό τινος λεγομένη. καὶ κατὰ τοῦτο διαφέρει ἔρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον (καθόλου λέγων νῦν ἁπλῶς πᾶν τὸ κατηγορούμενον, ἄντε οὐσία ᾖ ἄντε συμβεβηκός, ὑποκείμενον δὲ τὴν οὐσίαν) κατὰ δὴ τοῦτο διαφέρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον τῷ τὸ μὲν ὑποκείμενον εἶναι τόδε τι καὶ λέγεσθαι παρωνύμως ἀπὸ τῶν παθῶν, τὰ δὲ πάθη ἐξ αὐτῶν οὐκέτι. καὶ λέγεται τῆς μουσικῆς γεγονυίας τῇ ψυχῇ ἡ ψυχὴ οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ ὁ ἄνθρωπος οὐ λευκότης ἀλλὰ λευκόν, οὐδὲ βάδισις ἢ κίνησις ἀλλὰ βαδίζον ἢ κινούμενον, καὶ ἁπλῶς ὥσπερ λέγεται τὸ ἐκείνινον, οὕτω δὴ καὶ τὸ λευκὸν κατὰ ταύτην τὴν ἔννοιαν· κἀκεῖνο γὰρ καὶ τοῦτο παρωνύμως λέγεται· τὸ γὰρ λευκὸν ἴσον δύναται τῷ ξύλινον, οἱονεὶ λεύκινον. καὶ ὅσα μὲν οὕτω οἷον λευκὸν ἢ μουσικὸν καὶ ὅλως ὡς τὰ κατὰ πάθος λέγεται, τὸ ἔσχατον καὶ τὸ ὑποκείμενον αὐτοῖς ἐστιν οὐσία. ὅσα δὲ μὴ οὕτως ἀλλ’ εἶδος καὶ τόδε τι τὸ κατηγορούμενον. εἰ γὰρ λέγοιμι λευκόν, οὔ φημι εἶδός τι καὶ τόδε τι, εἰ δὲ φαίην ἀνδριάντα, τὸ ἀνδριὰς εἶδός τί ἐστι καὶ τόδε τι, ὁμοίως δὲ καὶ [*](6 ἡ L: om. A 12 προσεχεῖς LF: προσεχῆ Α 16 τουτέστιν L: om. Α: οὕτως τουτέστιν εἰ θὼ, F 21 ἔσχατον εἶπε LF 23 παρωνυμιάζεται LF 27 ᾖ M: ἐστὶν Α: εἴη LF 29 εἶναι LF: om. A 33 δὴ LF: om. Α 39 ἀνδριάντα Bonitz: ἀνδριὰς ALFM)

584
<ei> εἰκόνα καὶ οἰκίαν. τὰ δ’ ὑποκείμενα τῷ ἀνδριάντι ἢ τῇ οἰκίᾳ ἢ τῇ εἰκόνι οὐχ ὡς εἴδη ὑπόκειται αὐτ·οῖ-̀ ἀλλ’ ὡς ὕλη καὶ ὑλικὴ οὐσία. καὶ ὅρα δὴ τγ̀.ίν διαφορὰν τῶν ὡς εἴδη λεγομένων πρὸς τὴν τῶν ὡς πάθη, ὅτι ἐπὶ μὲν τῶν παθῶν λέγεται ἰὰ ὑποκείμενα ἀπ’ αὐτῶν (ἀπὸ γὰρ τῆς μουσικῆς μουσικὸς καὶ ἀπὸ τοῦ λευκοῦ λευκός), τὰ δὲ πάθη ἀπὸ τῶν ὑποκειμένων οὐ λέγεται εἰ μὴ κατὰ συμβεβηὶός· φαμὲν γάρ ποτε τὸ λευκὸν ἄνθρωπον εἶναι κατὰ συμβεβηκός, καθ’ αὑτὸ δ οὔ· ἀνάπαλιν δὲ ἐπὶ τῶν ὡς εἴδη λεγομένων τὰ μὲν εδ̓η λέγεται ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου· φαμὲν γὰρ τὸν ἀνδριάντα χαλκοῦν, ἁλλ’ οὐ τὸν χαλκὸν ἀνδριάντα, καὶ τὸ κιβώτιον ξύλινον, ἀλλ’ οὐ τὸ ξύλον κιβώτιον. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι ὀρθῶς τὸ ἐκείνινον λέγεται κατὰ τὴν ὕλην καὶ τὰ παίῃ ἐπειδὴ γὰρ καὶ τὰ πάθη ὑπὸ τοῦ ὑποκειμένου ὁρίζεται (καθ’ αὑτὸ γὰρ τὸ λευκὸν ἀόριστόν ἐστιν· οὐδὲ γάρ ὅλω, δύναται χωρίς τινος ὑποκειμένου εἶναι), ὁμοίως δὲ καὶ ἡ ὕλη ὑπὸ τοῦ εἴδους, εὐλόγως κατὰ θατέρου λεγόμενον τὸ ἐκείνινον λέγεται καὶ κατὰ θα.ιέρου. |

[*](p. 1049b4)

ἐπεὶ δὲ τὸ πρότερον διώρισται ποσα·χῶς λέγεται.

[*](555)

Τὸ προκείμενόν ἐστι δεῖξαι ὡ̣ς ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ (λόγον λέγων τὴν γνῶσιν) καὶ χρόνῳ καὶ φύσει. καὶ λέγει ὅτι ἐπειδὴ διώρισται πρότερον (ἐν τῷ Δ γάρ τοῦτο διώρισται ταύτης τῆ̣ς πραγματείας), ὁσαχῶς λέγεται τὸ πρότερον, φανερὸν ὅτι ἡ ἐνέργεια τῆς δυνάμεω, προτέρα ἐστίν, οὐ μόνον τῆς ὁρισθείσης δυνάμε,ως πρὸ ὀλίγου, ἥ τις ἐλέγειο ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ᾗ ἄl̀λο, ἀλλ’ ὅλως ἡ ἐνέργεια πάσης ἀρχῆς κινητικῆς ἢ στατικῆς προτέρα ἐστίν. ἀρχὴν δὲ κινητικὴν καὶ οτατικὴν τὴν φύσιν λέγει· οὕτω γὰρ αὐτὴν ἐν τῇ Φ̣υσ̣ιχ̣ῇ ὡρίσατο, ὅτι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτῳ καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. εἰπὼν δὲ τὴν φύσιν ἀρχὴν κινητικήν, καὶ πρότερον τὴν δύναμιν ἀρχὴν κινητικήν, ἐπήγαγε καὶ γὰρ ἡ φύσις ἐν ταὐτῷ γένει τῇ δυνάμει, ὡς εἰ ἔλεγε ‘καὶ γὰρ ἡ φύσις καὶ ἡ δύναμις ἀρχαὶ κινητικαί.’ ἔδει δὲ εἰπεῖν ὅτι ἡ ἐνέργεια καὶ τῆς φύσεώς ἐστι προτέρα· ἀλλ’ ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ φύσις ὡς ἐν γένει εἰσί, καὶ γένος ἐστὶν ἡ ἀρχὴ ἡ κινητικὴ τῆς τε δυνάμεως καὶ τῆς φύσεως, ἀντὶ τοῦ φάναι φύσεως εἴργται ἀρχῆς κινητικῆς. διαφέρει δὲ δυνάμεως ἡ φύσις, ὅτι ἡ δύναμις ἐν ἄλλῳ οὔσα ᾖ ἄλλο ἐν ἐκείνῳ ἐστίν, ἡ δὲ φύσις ἐν ᾧ ἐστιν οὐχ ᾗ ἄλλο ἐν ἐκείνῳ· ἐστίν, ἀλλ’ ᾗ αὐτὸ καὶ καθ’ αὑτό· ἡ γὰρ Δίωνος φύσις ᾗ τοιοῦτόζ̣ ἐστιν ὑπάρχει ἐν αὐτῷ καὶ καθ’ αὑτό. ἔστιν οὖν, φῆσί, πάσης δυνάμεως τῆς τε ὁρισθείσης καὶ τῆς φύσεως (δύναμιν λέων καὶ τὴν φύσιν διὰ τὸ ἐν τῷ αὐτῶ γένει εἶναι τῆς δυνάμεως, ὥσπερ εἴρηται) ἡ ἐνέργεια προτέρα καὶ λό-ιῳ καὶ φύσει. τῷ δὲ χρόνῳ τρόπον μέν τινά ἐστι [*](1 εἰ addendum censet Bonitz 14 καὶ F: om. AL 18 πρότερον LF : ora, Λ ἐν τῷ Δ] c. 11 2o ἐν τῇ Φυσικῇ] Β 1 p. 192»»21 sqq. 25 φύσιν L: φυσικὴν. Α̣ 27 ταὐτῷ γίγνεται· ἐν τατῶ γὰρ γένει Metaph. vulg. καὶ γὰρ – κινητικαί (28) Μ: om. AL 28 δὲ Μ: om. AL 29 ὡς ἐν γένει L: ἐν om. Λ: ἐν ταὐτῷ γένει coni. Bonitz 34. 35 φισί, πάσης L: om. Α)

585
προτέρα, τρόπον δέ τινα ὑστέρα. καὶ τέως ὅτι τῷ λόγῳ προτέρα ἐστὶ δείκνυσιν ὧδε. τὸ πρώτως, φησί, δυνατόν, τουτέστιν ἡ προσεχὴς δύναμις ἤτοι ἡ προσεχ.ὴς ὕλη, δυνατὴ λέγεται διὰ τὸ ἐνδέχεσθαι ἐνεργῆσαι· δυνατὸν γάρ φαμεν τὸν χαλκὸν γενέσθαι ἀνδριάντα, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι ἀνδριάς· ὁμοίως οἰκοδομικὸν λέγεται τὸ δυνάμενον οἰκοδομεῖν καὶ ἐνεργεῖν περὶ τοῦτο, καὶ ὁρατικὸν τὸ ἐνεργεῖν δυνάμενον περὶ τὸ ὁρᾶν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ οὖν ἡ δύναμις τῇ ἐνεργείᾳ γινώσκεται, ἀνάγκη τὸν λόγον καὶ τὴν γνῶσιν προϋπάρχειν τῆς ἐνεργείας τοῦ λόγου καὶ τῆς νώσεως τῆς δυνάμεως. τὸ γὰρ δι’ οὗ τι διδάσκεται πρότερόν ἐστι τοῦ διδασκομένου, ὡς τὸ αἴτιον τοῦ αἰτιατοῦ. ὅτι δὲ πρότερον φανερόν· ἐπειδὴ γάρ φαμεν ὅτι δυνατόν ἐστι τὸ δυνάμενον ἐνεργῆσαι, καὶ διὰ τῆς ἐνεργείας τὴν δύναμιν σαφῆ ποιεῖν σπεύδομεν, δῆλον ὡς γνωριμωτέραν καὶ προτέραν [*](556) οὖσαν τῆς δυνάμεως λαμ·βάνομεν τὴν ἐνέργειαν εἰς τὴν γνῶσιν τῆς δυνάμεως, ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐμάθομεν.

[*](p. 1049b17)

τῷ δὲ χρόνῳ πρότερον ὧδε· τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερον.

Δείξας ὅτι τῷ λόγῳ προτέρα ἐνέργεια δυνάμεως δείκνυσιν ὅτι τῷ χρόνῳ τρόπον μέν τινά ἐστιν ἐνέργεια δυνάμεως προτέρα, τρόπον δέ τινα οὐκ ἔστιν. λαμβάνει δὲ εἰς τὴν τούτου δεῖξιν λίαν ὁμολογούμενον καὶ ἐναργὲς ἀξίωμα ἢ λῆμμα, ὅτι τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερόν ἐστιν. ὁ γὰρ Σωφρονίσκος ὁ τὸν Σωκράτην ἐνεργήσας, τουτέστι ποιήσας, τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ Σωφρονίσκῳ ἀλλ’ οὐ τῷ ἀριθμῷ, πρότερός ἐστι Σωκράτους· ὁ γὰρ Σωφρονίσκος καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ αὐτοί εἰσι, τῷ δ’ ἀριθμῷ οὔ. τὸ μὲν οὖν τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν, ὥσπερ εἴρηται, πρότερον, τὸ δὲ γεγονός, ἓ ὂν καὶ ταὐτὸν τῷ ἀριθμῷ, ὕστερον ἀλλὰ καὶ ὁ σῖτος ὁ καταβληθεὶς ἐν τῇ γῇ καὶ ποιήσας ἕτερον σῖτον τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ ποιήσαντι πρότερός ἐστι τοὐ ποιηθέντος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοῦτο προληφθὲν λέγει ὅτι εἰ μὲν ὡς πρὸς τὸ γεγονὸς καὶ τὸ ποιηθὲν ἀποβλέγειέ τις, ἐστὶ τὸ σπέρμα καὶ ἡ ὕλη καὶ ὅλως ἡ δύναμις (δύναμιν γὰρ τὴν ὕλην λέγει) προτέρα τῷ χρόνῳ τοῦ εἴδους καὶ τῆς ἐνεργείας. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον, ἅπερ δυνάμει ἦσαν Σωκράτης, ἐνεργείᾳ δὲ οὔπω, πρότερά εἰσι τῷ χρόνῳ τοῦ Σωκράτους, καὶ τουδὶ τῶ σίτου ἡ ὕλη ἥτις ἦν δυνάμει ὅδε ὁ σῖτος, προτέρα ἦν τῷ χρόνῳ αὐτοῦ. εἰ μὲν οὖν, ὡς εἴρηται, πρὸς τὴν ὕλην ἐπιβλέψειέ τις καὶ τὴν δύναμιν, εὑρήσει τὴν δύναμιν ἐνεργείας προτέραν. ἐπεὶ δὲ τ.ὸ σπέρμα ἐξ ἐνεργείᾳ ὄντος ἀνθρώπου γέγονε καὶ τὸ ὁρατικὸν ἐκ τοῦ ἐνεργείᾳ ὁρῶντος καὶ τὰ λοιπὰ ὡσαύτως, ἐστὶν ἡ ἐνέργεια δυνάμεως προτέρα τῷ χρόνῳ. ἀλλὰ τούτων, φησί, λέγων τούτων τῶν ὑλῶν καὶ δυνάμεων.‘ ἐστὶ προτέρα [*](15 ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς] Α 1 16 ὧδε] sic etiam Metaph. Ab: om. Metaph. vulff. 39 καὶ δυνάμεων LF: om. Α)

586
τῷ χρόνῳ ἑτέρα ἐνέργεια, ἐξ ὧν ἐνεργειῶν γεγόνασιν αἱ δυνάμεις. ἀεὶ γὰρ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου, ὄντων δυνάμει ἄνθρωπος, γίνεται ὁ ἐνεργείᾳ ἄνθρωπος, ἀλλὰ πάλιν τὸ σπέρμα καὶ τὸ καταμήνιον ὑπὸ ἐνεργείᾳ ἀνθρώπων γίνεται· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐνεργείᾳ γίνεται καὶ μουσικὸς ὑπὸ μουσικοῦ, καὶ ἀεὶ τὰ γινόμενα ἐκ κινοῦντός τινος | πρώτου γίνεται. εἴρηται δὲ ἐν τῷ Ζ ἐκεῖσε γὰρ περὶ οὐσίας εἶπεν) ὅτι [*](557) πᾶν τὸ γινόμενον ἔκ τινος γίνεταί τι, καὶ τοῦτο τὸ γινόμενον φυσικῶς ἀλλ’ οὐ τεχνητῶς τῷ εἴδει ἐστὶ τὸ αὐτὸ τῷ κινοῦντι· ὥστε καὶ προτέρα ἐνέργεια δυνάμεως. εἰ δὲ πᾶν τὸ γινόμενον τὶ γίνεται καὶ ὑπό τινος πρώτου κινοῦντος, ἀδύνατον ἐστιν οἰκοδόμον εἶναι μὴ οἱκοδομησαντα μηοεν ἢ κιθαριστὴν μὴ κιθαρίσαντα· ὁ γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν. ἐξ οὗ, λέγω δὴ ἐκ τοῦ πᾶν τὸ γινόμενον ἐκ κινοῦντος πρώτου καὶ ἐνεργεία ὄντος γίνεσθαι, οἱ σοφιστικοὶ ἔλεγχοι ἐγίνοντο. ἠρώτων γὰρ οἱ σοφισταί, μᾶλλον δὲ καὶ νῦν ἐρωτῶσιν, ἆρά γε ὁ μὴ ἔχων ἐπιστήμην τινὸς ποιήσει τὴν ἐπιστήμην; καὶ τὸ μὲν πρότερον σημαινόμενον τῆς ἐπιστήμης ἐλάμβανον ἐπ’ αὐτῆς τῆς ἐν τῇ ψυχῇ ἕξεως, τὸ δὲ ᾿ποιήσει τὴν ἐπιστήμην,’ ἐπιστήμην ἐνταῦθα τὸ ἐπιστητὸν λέγοντες τὸ κατὰ τὴν ἐπιστήμην λεγόμενον. κοινότερον δὲ νῦν καὶ τὰς τέχνας ἐπιστήμας εἴρηκεν. ἠρώτων οὗν οὕτως, καὶ ἀπεκρίναντο οἱ προσδιαλεγόμενοι ὅτι οὐ ποιήσει· ὁ γὰρ μὴ ἔχων τὴν τοῦ ποιεῖν ἀνδριάντα ἐπιστήμην οὐκ ἂν ποιήσειεν ἀνδριάντα. οὕτω δὴ τὸν λόγον ἐρωτῶντες οἱ σοφισταὶ καὶ λαμβάνοντες παρὰ τῶν προσδιαλεγομένων ὅτι οὐ ποιήσει τὸ τῆς ἐπιστήμης ὁ μὴ ἔχων τὴν ἐπιστήμην, ἐπῆγον ὅτι ὁ μανθάνων κιθαρίζειν μὴ ἔχων τὴν τοῦ κιθαρίζειν ἐπιστήμην κιθαρίζει· εἰ γὰρ εἶχεν, οὐκ ἂν ἐμάνθανεν· ὁ ἄρα μὴ ἔχων τινὸς ἐπιστήμην καὶ ποιήσει καὶ οὐ ποιήσει τὸ τῆς ἐπιστήμης· ὅπερ ἄτοπον. καὶ λύει τὸ σόφισμα λέγων ὅτι ἀλλὰ διὰ τὸ τοῦ γινομένου γεγενῆσθαί τι καὶ ὅλως τοῦ κινουμένου κεκινῆσθαι, καὶ προσυπακουστέον τοῦ δεῖξαι ἡμάς, ἵν’. ᾖ τὸ πᾶν τοιοῦτον· ἀλλὰ διὰ τὸ δεῖξαι ἡμᾶς ὅτι παντὸς τοὐ γινομένου καὶ κινουμένου γεγενῆσθαί τι καὶ κεκινῆσθαι λύεται τὸ σόφισμα. ἔδειξε γὰρ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς ἀκροάσεως βιβλίοις ἐκεῖνα γὰρ Περὶ κινήσεως λέγει) ὅτι πᾶν τὸ κινούμενον πρότερον κεκίνηται καὶ πᾶν τὸ κεκινημένον πρότερον ἐκινήθη. εἰ δὲ τοῦτο, καὶ ὁ μανθάνων κιθαρίζειν κιθαρίζων πρότερον κεκιθάρικεν· τὸ δὲ κεκιθαρικέναι τὸ ἠρεμῆσαί ἐστιν ἔν τινι μέρει τῆς κιθαρίσεως, ὥστε ἔχων τι πρότερον εἰ καὶ μὴ τὸ πᾶν τῆς ἐπιστήμης κιθαρίζει, καὶ ὅλως ἐκεῖνο ὃ ποιεῖ ἔχει εἰ καὶ ἄρρυθμόν ἐστιν. οὐκ ἄμ ὃ οὐκ ἔχει ποιεῖ ἀλλ’ ὅπερ ἔχει. ὥστε, φησί, δῆλον καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως κατὰ γένεσιν καὶ χρόνον. ἐν γὰρ τῷ γίνεσθαι προηγεῖται τὸ γεγενῆσθαι, ὅπερ ἐστὶ τέλος τινὸς γενέσεως.

[*](1. 2 εἰ γὰρ καὶ ἀεὶ e S coni. Bonitz 2 ὄντοιν L fort. ἀνθρώπου 3. 4 ὑπὸ ἐνεργείᾳ e S Bonitz: ὑπὸ ἐνεργείας AL 6 ἐν τῶ Ζ] c. 8 21 δὴ LF: δὲ Α 31 τῆς Φυσικῆς ἀκροάσεως] Z 6 p. 236b32 sqq. 36 ἄρρυθμον Bonitz: ἄρυθμον AL: ἀριθμόν M)
587
[*](p. 1050a4)

Ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα.

Δείκνυσιν ὅτι ἡ ἐνέργεια καὶ τῇ φύσει καὶ τῷ τέλει προτέρα ἐστὶ δυνάμεως. δείκνυσι δὲ τοῦτο κατηγορικῶς ἐν | πρώτῳ σχήματι ὧδε· ἡ [*](558) ἐνέργει γενέσει ὑστέρα ἐστί, τὰ τῇ γενέσει ὕστερα τῇ φύσει καὶ τῷ τέλει πρότερα· ἡ ἐνέργεια ἄρα τῷ εἴδει καὶ τῇ οὐσίᾳ καὶ τῷ τέλει προτέρα ἐστίν. ὅτι δὲ τὰ τῆ γενέσει ὕστερα τῇ φύσει πρότερα φανερόν. ὡς γὰρ ὁ οἰκοδόμος πρότερον τὸ τῆς οἰκίας εἶδος ἀνατυποῖ παρ’ ἑαυτῷ καὶ οὕτω καταβάλλεται θεμέλιον καὶ τοίχους καὶ ὄροφον, οὕτω καὶ ἡ φύσις σκοπὸν ἔχουσα ἄνδρα, εἰ τύχοι, ποιῆσαι (ἕνεκα γάρ του ποιεῖ, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται) πρότερον μὲν σπέρμα καὶ καταμήνιον, εἶτα καρδίαν, εἶτα ἧπαρ, εἶτα σάρκας, νεῦρα, ὀστᾶ, εἶτα βρέφος, εἶτα παῖδα, εἶτα ἔφηβον, εἶτα ἄνδρα ποιεῖ· ὥστε τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, τὰ δὲ τῇ φύσει ὕστερα, σπέρμα καὶ καταμήνιον, ἡμὶν πρότερα. ἔστιν οὖν τῇ φύσει ὁ μὲν ἀνὴρ πρότερος παιδὸς καὶ παῖς σπέρματος. ἀλλ’ ὁ μὲν παῖς ἤδη ἔχει τὸ εἶδος καὶ τὴν ἐνέργειαν, καὶ τὸ σπέρμα οὐκ ἔχει ἀλλὰ δύναται. δείκνυσι δὲ τὸ αὐτὸ τοῦτο καὶ ἄλλως, λέγων, οὗ ἕνεκα πάντα γίνεται, τοῦτο τέλος ἐστίν, < καὶ> ὡς ἐπ’ ἀρχὴν καὶ πρότερον πρὸς τὰ γινόμενα βαδίζει· πάντα δὲ ἕνεκα τῆς ἐνεργείας γίνεται· ἡ ἐνέργεια ἄρ καὶ τέλος καὶ προτέρα δυνάμεως. εἰ οὖν ἡ γένεσις ὁδός ἐστιν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν καὶ ἕνεκα τῆς ἐνεργείας ἐστίν, ἡδ᾿ ἐνέργεια τὸ οὗ ἕνεκα καὶ τέλος, τὸ δὲ τέλος ἀρχὴ καὶ πρότερον διὰ γὰρ τὴν ἐνέργειαν ἡ δύναμις καὶ ἡ γένεσις), δῆλον ἄρα ὅτι ἡ ἐνέργεια καὶ τῷ τελείῳ δυνάμεώς ἐστι προτέρα. ὅτι δὲ ἕνεκα τῆς ἐνεργείας ἡ δύναμίς ἐστι, καὶ ἐπὶ τούτῳ ἡ ἐνέργεια δυνάμεως προτέρα τὸ γὰρ οὗ ἕνεκα ὡς τέλειον πρότερον τοῦ ἕνεκά του), δῆλον. ἔχουσι γὰρ τὰ ζῷα τὴν ὄψιν ἤτοι τὴν ὀπτικὴν δύναμιν ἕνεκα τοῦ ὁρᾶν καὶ ἐνεργεῖν, οὐ μὴν ὁρῶσι καὶ ἐνεργοῦσιν, ἵνα ὄψιν ἤτοι δύναμιν ἔχωσιν. ὁμοίως δὲ τὴν δύναμιν τοῦ οἰκοδομεῖν αὕτη δ’ ἐστὶν ἡ οἰκοδομική) ἔχουσιν, ἵνα οἰκοδομῶσιν, ἀλλ’ οὐκ οἰκοδομοῦσιν καὶ τὴν ἐνέργειαν ἔχουσιν, ἵνα οἰκοδομικὴν ἔχωσιν· καὶ τὴν θεωρητικήν, ἵνα θεωρῶσιν, ἀλλ’ οὐ θεωροῦσιν, ἵνα θεωρητικὴν ἔχωσιν. ἐπειδὴ δὲ οἱ μελετῶντες θεωροῦσιν ἵνα δυνηθῶσι θεωρεῖω, ἔμελλέ τις λέγειν ὡς αὕτη ἡ περὶ τὸ μελετᾶν ἐνέργεια ἕνεκα τῆς περὶ τὸ δύνασθαι θεωρεῖν δυνάμεως ἐστι· ψεῦδος ἄρα ὡς αἱ δυνάμεις ἕνεκα τῶν ἐνεργειῶν εἰσιν, ἀλλ’ αὗται μᾶλλον διὰ τὰς δυνάμεις, καὶ εἰ τοῦτο, προτέρα ἡ δύναμις τῆς ἐνεργείας· τὸ γὰρ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ἐπειδὴ οὗν | ταῦτα πρὸς τὰ [*](559) λεγόμενα ἀντέπιπτε, λύων φησίν, ὡς οἱ μελετῶντες οὐ θεωροῦσιν· εἰ μὲν [*](3 τῷ L: om. A 5 γενέσει (ante ὑστέρα) e S Bonitz: γενέσεως AL 10 του L: τούτου Α 10. 11 ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως] immo Β 8 18 καὶ e S addendum censet Bonitz 20 ὁδός Brandis: εἶδος AL 23 ante τελείῳ add. εἴδει καὶ τῶ L 30 31 καὶ τὴν θεωρητικήν—ἔχωσιν LFS: om. Α 32 θεωροῦσιν] ἐνεργοῦσιν LF)

588
γὰρ ἐθεώρουν, δυνατὸν ἦν λέγειν ὅτι θεωροῦσιν, ἵνα τὴν τοῦ δύνασθαι θεωρεῖν δύναμιν σχήσουσιν, ἐπειδὴ δὲ οὐ θεωροῦσιν, οὐκ ἔστι τοῦτο λέγειν. λύσας οὖν αὐτὴν κατὰ ἔνστασιν λύει αὑτὴν καὶ κατὰ ἀντιπαράστσιν, λέγων ἀλλ’ ἢ ὡδί, τουτέστιν οἱ μελετῶντες ἢ τρόπον τινὰ θεωροῦσιν, ἢ ὅτι οὐ δέονται τοῦ θεωρεῖν· ὃ ἴσον ἂν εἴη τῷ ἢ οὐ δέονται τῆς κατὰ μελέτην θεωρίας, ἀλλὰ καὶ αὕτη ἡ κατὰ τὴν μελέτην θεωρία, ἀτελὴς οὖσα καὶ σχεδὸν μηδέν, ἕνεκα τῆς τελειοτάτης καὶ κυριωτάτης γίνεται θεωρίας. ἔτι ἡ ὕλη δυνάμει ἐστὶ καὶ λέγεται, ὅτι δύναται εἰς τὸ εἶδος ἐλθεῖν· ὅταν δὲ ἔλθῃ καὶ ἐνεργείᾳ ᾗ, ἐν τῷ εἴδει ἵσταται, ὥστε κἂν τούτῳ προτέρα ὡς ἐφετὸν καὶ τάσσον καὶ εἰς κόσμον ἄγον δυνάμεως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, φησί, καὶ ὧν τὸ τέλος κίνησις· τῆς γὰρ ὀρχηστικῆς τὸ τέλος οὐδὲν ἄλλο ἐστὶν ἡ τὸ τοιωσδὶ κινεῖσθαι· καὶ τούτων ὸὴ ἐνέργεια δυνάμεως προτέρα. διόπερ ὥσπερ οἱ διδάσκοντες τὸν μανθάνοντα τότε οἴονται εἰς τέλος τῆς ἐπιστήμης ἐλθεῖν καὶ τέλος ἀποδεδωκέναι, ὅταν αὐτὸν κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντα ἀποδείξωσιν (ἡ γὰρ ἐνέργεια τὸ ἔργον, τὸ δὲ ἔργον· τὸ τέλος, ἡ ἐνέργεια ἄρα τὸ τέλος· ὥστε ὅταν ἐνεργῇ, τότε οἴονται τὸ τέλος ἔχειν· οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως), οὕτω καὶ ἡ φύσις τότε οἴεται τὸ γενόμενον τέλος ἀπειληφέναι, ὅταν εἰς τὴν ἐνέργειαν ἔλθῃ. τὸ δὲ εἰ γὰρ μὴ οὕτω γένηται, ὁ Πάσωνος ἔσται Ἑρμῆς, συνεχές ἐστι τῷ διὸ ὥσπερ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξαντες. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. εἰ γὰρ μὴ οὕτω γένηται, τουτέστιν, εἰ μὴ οἱ διδάδκοντες ἐνεργοῦντα ἐπιδείξωσι τὸν μανθάνοντα, ἀλλὰ φάσκωσιν ὡς ἐδιδάχθη παρ’ αὐτῶν, κἂν μὴ ἐνεργῇ; ἄδηλόν ἐστιν εἴτε ἔχει τὴν ἐπιστήμην εἴτε καὶ μή· ἐκ γὰρ τῶν ἔργων κρίνομεν πάντα τεχνίτην καὶ ἐπιστήμονα· εἰ γάρ μὴ ἐνεργεῖ, πόθεν δῆλον· ὅτι ἔχει τὴν ἐπιστήμην; ἄδηλον γὰρ εἴτε ἐντὸς ἔχει αὐτὴν εἴτε ἐκτός, τουτέστιν εἴτε ἔχει εἴτε μὴ ἔχει, ὡς καὶ ὁ Πάσωνος Ἑρμῆς· ἄδηλ’ ὂν γὰρ εἴτε ἐντός ἐστι τοῦ λίθου εἴτε ἐκτός. ἡ δὲ κατὰ τὸν Πάσωνα ἱστορία, ὅτῳ φίλον καὶ ταύτην εἰδέναι, τοιαύτη τίς ἐστιν. οὗτος ὁ Πάσων ἑρμογλύφος ὢν πεποίηκεν ἔν τινι λίθῳ τὸ τοῦ Ἑρμοῦ εἶδος, καὶ ἑωρᾶτο ἐν τῷ λίθῳ ὁ Ἑρμῆς· εἴτε δὲ ἐκτὸς ἦν τοῦ λίθου εἴτε ἐντός, οὐ δῆλον ἦν. ἐκτ·ὸς μὲν εἶναι λέγειν οὐχ οἷόν τε ἦν. εἰ γὰρ ἦν ἐκτός, ἔδει τὸν λίθον ἐγκεκολαμμένον εἶναι καὶ ἔχειν ἀνωμαλίας, οὗτος δὲ ἅπα λειότατος ἦν, ὥσπερ τὰ κάτοπτρα. διὰ τοῦτο μὲν οὗν ἐκτὸς εἶναι οὐκ ἦν δυνατὸν λέγειν. ἀλλά μὴν οὐδ’ ἐντός· εἰ μὲν γὰρ εἶχεν ἁρμονίας ἢ ὅλως ἐφαρμογάς τινας ὁ λίθος ἐν ᾧ ἦν τὸ τοὺ Ἑρμοῦ πρόχειρον ἦν λέγειν ὅτι ἐν ἑτέρῳ [*](560) λίθῳ τὸν Ἑρμῆν πεποιηκὼς ἐκτὸς ἐπέθηκε τοὺς λειοτάτους λίθους καὶ ἀπέκλεισε τὸν Ἑρμῆν ἐντός, ὁρᾶται δὲ διὰ τὸ λαμπροὺς καὶ διαφανεστάτους, ὁμοίως δὲ καὶ λείους τοὺς ἐπικειμένους λίθους εἶναι, ὥσπερ εἴ τις ἐν κηρῷ πλασας τι κήρινον καὶ ἐκτὸς ἐπιθεὶς ὕελον ἢ ἄλλο τι τῶν [*](2 σχήσουσιν L: σχήσωσιν Α 12 ἢ τὸ LF: τὸ om. Α 15 ἡ LF: εἰ AM 19 γίγνεται Metaph. 23 φάσκωσιν Brandis Bonitz: φάσκουσιν ALM 34 διὰ τοῦτο LF: διά ταῦτα Α 40 ἐπιθεὶς ὕελον M: ἐπιθήσας ὕελλον AL)
589
διαφανῶν, ὁρᾶται τὸ ἐντὸς αὐτῆς κήρινον εἶδος. εἰ μὲν οὗν τοῦτο ἦν, εἰκὸς ἦν ταῦτα λέγειν· ἐπειδὴ δὲ πάντῃ συνεχὴς ἦν ὁ λίθος καὶ εἷς καὶ οὐδεμίαν ἔχων ἁρμονίαν καὶ ἐφαρμογήν, οὐκ ἐνῆν τοῦτο λέγειν. ὥστε ἄδηλος ἦν ὁ Ἐρμῆς κἄν ἐντὸς κἄν ἐκτὸς ὑπῆρχεν, ἐκτὸς μὲν ὅτι ἀνωμαλίαν οὐδεμίαν ὁ λίθος. ὥσπερ εἴρηται, εἶχεν, ἐντὸς δὲ ὅτι οὐχ οἷόν τε ἦν ὑπονοῆσαι πῶς ἐντὸς τοῦ λίθου πεποίηκε τὸν Ἑρμῆν, συνεχοῦς ὄντος.

[*](p. 1050a23)

Ἐπεὶ δὲ τῶν μὲν ἔσχατον ἡ χρῆσις, οἷον ὄψεως ἡ δοασις.

Πρὸ τῆς τῶν λεγομένων σαφηνείας ἀνάγκη ἐστὶν ὑπομνησθῆναι ἡμᾶς τινων, ἵν’ ἐκ τούτων εὐπαρακολούθητοι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις γενώμεθα. ἰστέον δὲ ὅτι ἡ ὄψις, καθ’ ἣν ὁρῶμεν, καὶ δύναμίς ἐστι καὶ ἐνέργεια, δύναμις μὲν ὡς πρ.ὸς τὴν ὅρασιν ἡ γὰρ ὄψις δύναμίς ἐστι καθ’ ἣν ὁρᾶν δυνάμεθα, ἐνέργεια δὲ ἡ ὅρασις), ἐστὶ μὲν δὴ ὡς πρὸς τὴν ὅρασιν δύναμις, ὡς πρὸς δὲ τὸ μὴ ὄψιν ἔχον, δυνάμενον δὲ λαβεῖν. ἐστὶν ἐνέργεια καὶ ἕξις. ἐπειδὴ γὰρ τὸν μὴ ἔχοντα ὄψιν καὶ δυνάμενον σχεῖν φαμεν δύνασθαι ὄψιν ἔχειν, ὅταν δὲ ἕξει, οὔ φαμεν δύνασθαι ὄψιν ἔχειν, φανερὸν ὡς ἡ ὄψις ἐνέργειά ἐστιν. ἀλλὰ καὶ ἡ οἰκοδομικὴ καὶ ἐνέργειά ἐστι καὶ δύναμις, δύναμις μὲν πρὸς τὴν οἰκοδόμησιν, ἐνέργεια δὲ πρὸς τὴν στέρησιν ἣν ὁ οἰκοδόμος εἶχε πρὸ τοῦ τὴν οἰκοδομικὴν ἐσχηκέναι· ἐκ γὰρ τοῦ δυνάμει οἰκοδόμου γέγονεν ἐνεργείᾳ οἰκοδόμος. οὐ μόνον δ’ οὕτω περὶ τῶν ἕξεων λέγεται, ἀλλὰ καὶ περὶ αὐτῶν τῶν ἐχόντων ταύτας· ὁ γὰρ γεωμέτρης ὁ μὴ ἐνεργῶν πρὸς τὸν ἐνεργοῦντα δυνάμει ἐσιὶ γεωμέτρης, πρὸς δὲ τὸ παιδίον τὸ δυνάμενον γενέσθαι γεωμετρικὸν ἐνεργεία. ἀλλὰ περὶ μὲν τούτων πάνυ πλατύτερόν μοι ἐν τῇ Περὶ ψυχῆς εἴρηται, καὶ νῦν ἕνεκα τῶν λεγομένων μένων μετρίως ὑπέμνησται. ὁ δ᾿ Ἀριστοτέλης διὰ τῶν προκειμένων τόδε φησίν· ἐπειδὴ τῶν μὲν ἔσχατον καὶ τέλος ἐστὶν αὐτὴ ἡ χρῆσις, λέγων χρῆσιν τὴν ἐνέργειαν, καὶ οὐδὲν γίνεται παρὰ τὴν ἐνέργειαν ἕτερόν τι (ὄψεως γὰρ χρῆσις καὶ ἐνέργεια τὸ ὁρᾶν ἐστι καὶ οὐδὲν ἕτερον γίνεται παρὰ τὴν ὅρασιν οὐδὲ παρὰ τὴν ὄρχησιν), ἐπ’ ἐνίων δὲ γίνεται (οἰκοδομικῆς κῆς γὰρ χρῆσις καὶ ἐνέργεια ἠ οἰκοδόμησις, ἀλλὰ καὶ γίνεται ἕτερόν τι παρὰ τὴν οἰκοδομικὴν ἡ οἰκία)· ἐπειδὴ οὖν, φησί, ταῦτα οὕτως ἔχει, οὐδὲν ἧττον καὶ ἐπὶ | τούτων ὧν μηδέν ἐστι παρὰ τὴν ἐνέργειαν, εἴαν, ἔστι τι [*](561) τέλος, ἀλλ’ ὥσπερ ἔστι τέλος ὧν ἔστι τι παρὰ τὴν ἐνέργειαν, οὕτως ἔστι Τέλος καὶ τῶν μὴ ὧν ἔστι τι παρὰ τὴν χρῆσιν. ἔστι μὲν οὖν, φησί, καὶ ἔνθα οἷον ἐπὶ τῆς οἰκοδομικῆς τέλος, ἀλλ’ ἔνθα οἷον ἐπὶ τῆς ὄψεως μᾶλλον τέλος τῆς δυνάμεως ἐστι, δύναμιν λέγων τὴν ὀπτικὴν δύναμιν, αὐτήν φημι τὴν ὄψιν, τέλος δὲ καὶ ἐνέργειαν τὴν ὅρασιν. ὅπως δὲ ταῦτα λέγεται, εἴρηται προσεχῶς. καὶ ἔστιν ἴσον τὸ ἔνθα δὲ μᾶλλον τέλος τῆς δυ [*](19 εἶχε L: ἔχει A 24 ἐν τῇ Περὶ ψυχῆς] v. Bonitzii praef. p. XXII εἴρηται L: γίνεται in lac. Α2 29 ὄρχησιν MS: ὀρχηστικήν AL 32 ἔστι τι M: τί ἐστι AL 34 μὴ ὧν] ὧν μὴ coni. Bonitz)

590
νάμεώς ἐστιν τῷ ἔστι μὲν καὶ ἡ ὄψις τέλος, ἀλλά μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς δυνάμεως, τουτέστι τῆς ὄψεως. πῶς δὲ μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς ὄψεως δείκνυσιν ἐξ ἀναλογίας τῆς οἰκοδομικῆς, λέγων ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ, καὶ ἅμα γίνεται καὶ ἔστι τῆ οἰκίᾳ, δυνάμει λέγων, ὡς ἡ οἰκοδόμησις πρὸς τὴν οἰκοδομικήν, ἡ ὅρασις πρὸς τὴν ὄψιν. ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλον τέλος τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις ἄρα τῆς ὄψεως. καὶ ἔστι τῆς προσλήψεως τῆς ᾿ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλόν ἐστι τέλος τῆς οἰκοδομικῆς᾿ κατασκευὴ τὸ ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ἅμα γίνεται καὶ ἔστι τῇ οἰκίᾳ. ἐπειδὴ γὰρ ἔργον τῆς οἰκοδομήσεως ἡ οἰκία ἐστίν ἅμα δὲ τῷ γίνεσθαι νεσθαι τὴν οἰκίαν γίνεται καὶ ἡ οἰκοδόμησις καὶ ἔστι (καὶ γὰρ μὴ γινομένης οἰκίας οὐδὲ οἰκοδόμησις γίνεται, καὶ ἔμπαλιν μὴ οἰκοδομήσεως οὐδὲ οἰκία), εἰ δὴ τὸ ἔργον κρεῖττόν ἐστι τῶν δυνάμεων (διὰ γὰρ τὸ ἔργον καὶ τὴν δύναμιν ἔχομεν· ἅμα γὰρ τῶ ἔργῳ ἔστι καὶ ἡ ἐνέργεια· ἡ δὲ δύναμις οἷον ἡ οἰκοδομικὴ καὶ οἰκίας μὴ γινομένης ἔστι), φανερὸν ὡς ἡ ἐνέργει δυνάμεως προτέρα καὶ μᾶλλον τέλος· εἰ δὲ τοῦτο, καὶ ἡ ὅρασις τῆς ὄψεως. εἴρηται γὰρ ὡς η οἰκοδόμησις πρὸς τὴν οικοδομικην η ὅρασις πρὸς τὴν ὄψιν.

[*](p. 1050a30)

Ὅσων μὲν οὖν ἕτερόν τί ἐστι παρὰ τὴν χρῆσιν τὸ γινόμενον, τούτων μὲν ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστί.

Δείξας ὅτι καὶ ὧν μὴ ἔστι τι τέλος παρὰ τὴν χρῆσιν, καὶ τούτων τὰ τέλη καὶ αἱ ἐνέργειαι μᾶλλόν εἰσι τῶν δυνάμεων καὶ κρείττω, νῦν λέγει καὶ τίνων μὲν αἱ ἐνέργειαι ἐν τῷ ποιουμένῳ εἰσί, τίνων δὲ ἐν τῷ ποιοῦντι, καί φησιν ὅτι ἐπειδὴ ἅμα τῷ οἰκοδομουμένῳ καὶ ὑφαινομένῳ ἡ αἰκοδόμησις καὶ ἡ ὕφανσίς ἐστι, φανερὸν ὅτι ἐν αὐτοῖς ἐστιν ἡ οἰκοδόμησις καὶ ἡ ὕφανσις. εἰ γὰρ ἐν τῷ οἰκοδομοῦντι ἦν ἡ οἰκοδόμησις ἀλλὰ μὴ ἐν τῷ οἰκοδομουμένῳ, ἦν ἂν ἡ οἰκοδόμησις μὴ ὄντος τοῦ οἰκοδομουμένου· τοῦτο δὲ ἀδύνατον· ἐν ἄρα τῷ οἰκοδομουμένῳ ἐστὶν ἡ οἰκοδόμησις καὶ τῷ ὑφαινομένῳ ἡ ὕφανσις. ὥστε καὶ ἐντεῦθεν δῆλον ὅτι ἐπειδὴ ἡ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ ἐστί, κρεῖττον δ’ ἐστὶ τῆς οἰκοδομικῆς τὸ οἰκοδομούμενον, κρείττων ἄρα καὶ ἡ οἰκοδόμησις τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις τῆς ὄψεως. ὅσων μὲν οὖν ἔστι τι παρὰ | τὴν χρῆσιν, τούτων ἡ ἐνέργεια ἐν [*](562) τῷ ποιουμένῳ ἐστίν. ὅσων δὲ μὴ ἔστι παρὰ τὴν ἐνέργειαν ἄλλο τι, ἐν αὐτοῖς ἐστιν ἡ ἐνέργεια· ἡ γὰρ ὅρασις ἐν τῷ ὁρῶντι ἀλλ’ οὐκ ἐν τῷ ὁρωμένῳ, καὶ ἡ ζωὴ ἐν τῇ ψυχῇ· ἐνέργεια γὰρ ψυχῆς ἡ ζωὴ ὡς ὅρασις ὄψεως. διὸ καὶ ἡ εὐδαιμονία ἐν τῇ ψυχῇ ἐστι· ζωὴ γὰρ ποιά τίς ἐστιν. ὥστε ἐκ πάντων τῶν λεχθέντων ἐκδηλότατόν ἐστιν, ὅτι ἡ οὐσία καὶ τὸ εἶδος ἐνέργειά ἐστιν. εἰ γὰρ τότε λέγομεν ἐνεργῆσαι τὸν εὐδαίμονα, [*](5 ἡ ὅρασις—οἰκοδομικῆς (6) LS: om. Α 10 ἔργον LF: τὸ ἔργον Α 26 27 ἐν τῆ οἰκοδομουμένῳ L: τῶ om. Α)

591
ὅταν τὸ εἶδος τῆς εὐδαιμονίας αὐτήν φημι τὴν εὐδαιμονίαν, ἀπολάβῃ μακαρίως, καὶ τὸ καταμήνιον τὸ τοῦ ἀνθρώπου, τί χρὴ ἄλλο τι μαντεύεσθαι ἢ ὅτι τὸ εἰδός ἐστιν ἡ ἐνέργεια; καὶ συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ οὐσίᾳ ἡ ἐνέργεια δυνάμεως· καὶ ὥσπερ εἴρηται, τοῦ χρόνου ἀεὶ προλαμβάνει ἡ ἐνέργεια ἑτέρα πρὸ ἑτέρας. ἐνεργείᾳ γὰρ ὄντος τοῦ Σωκράτους πρὸ αὐτοῦ ἦν ἐνεργείᾳ ὁ Σωφρονίσκος· καὶ ἀεὶ οὕτως ἕως τῆς τοῦ ἀεὶ κινοῦντος· ἐκείνης γὰρ τῆς ἐνεργείας εἴας οὐ προηγεῖται ἐνέργεια, ἀλλὰ πρώτη πάντων καὶ αἰτία τοῦ εἶναί ἐστιν.

[*](p. 1050b6)

Ἀλλὰ μὴν καὶ κυριωτέρως· τὰ μὲν γὰρ ἀίδια πρότερα τῇ οὐσίᾳ τῶν φθαρτῶν.

Δείξας ὅτι ἡ ἐνέργεια δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ καὶ χρόνῳ καὶ οὐσίᾳ, νῦν δείκνυσιν ὡς οὐχ ἀπλῶς οὕτως ἐστὶ προτέρα ἀλλὰ καὶ κυριωτερως ἤτοι τιμιωτέρως. ἡ δὲ δειςις πρόεισι δία τινος ἴων ἐν τοῖς τόποις παραδιδομένων τόπων τόπου, λέγοντος ὅτι τὰ τοῖς κυριωτέροις καὶ κρείττοσιν ὑπάρχοντα κυριώτερά ἐστι καὶ κρείττονα. εἰ δὲ τοῦτο, εἴπερ ἐστὶν ἡ ἐνέργεια ἐν τοῖς ἀιδίοις, ἡ δὲ δύναμις ἐν τοῖς μὴ ἀιδίοις, κρείττω δὲ τὰ ἀίδια καὶ κυριώτερα, κρείττων ἄρα καὶ ἡ ἐνέργεια ἐν τοῖς ἀιδίοις οὖσα δυνάμεως οὔσης ἐν τοῖς μὴ ἀιδίοις. τὰ μὲν οὗν ἀίδια, φησί, τῶν φθαρτῶν πρότερα τῇ οὐσίᾳ, ἔστι δ’ οὐδὲν δυνάμει τῶν ἀιδίων, ἀλλ’ ἐνέργειαι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται· ὥστε εἴπερ εἰσὶν ἐνέργειαι τὰ ἀίδια, κρείττων ἡ ἐνέργεια ἡ ἐν τοῖς κρείττοσιν οὖσα δυνάμεως. εἰπὼν δὲ ὅτι ἐν τοῖς ἀιδίοις οὐκ ἔστι δύναμις, δείκνυσιν αὐτὸ λέγων λόγος δὲ καὶ αἰτία τοῦ μὴ εἶναι δύναμιν ἐν τοῖς ἀιδίοις ἀλλ’ εἰσὶν ἐνέργειαι ὅδε· πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι. καὶ τοῦτο πᾶσιν ὡμολογημένον ἐστί. ὁ γὰρ ἔχων δύναμιν τοῦ ὑγιάζειν, ὁ αὐτὸς καὶ τοῦ μὴ ὑγιάζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὴ πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι, καὶ τὸ μὴ δυνατὸν ὑπάρχειν οὐκ ἂν ὑπάρξειεν οὐδενί, πᾶν δὲ τὸ δυνατὸν ἐνδέχεται μὴ ἐνεργεῖν οὐ γὰρ ἀεὶ ὁ ὑγιάζειν δυνάμενος ὑγιάζει), δῆλον ὡς [*](563) ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ ἐνδεχόμενον μὴ εἶναι δύναται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι φθαρτόν ἐστιν ἢ ἁπλῶς, ὥσπερ τὸ ὕδωρ καὶ πάντα τὰ ἐν γενέσει (φθείρεται γὰρ τὸ ὕδωρ ἀέρος γινομένου καὶ οὗτος ὕδατος), ἢ οὐκ ἔστιν ἁπλῶς φθαρτόν, ἀλλὰ τοῦτο αὐτὸ ὃ λέγεται ἐνδέχεσθαι μὴ εἶναι ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν. ὁ γὰρ ἥλιος ἁπλῶς μὲν φθαρτὸς οὐκ ἔστιν, ἐν [*](2 καὶ τὸ — ἀνθρώπου AL: ante τὸ τοῦ fort, addendum ὅταν· καὶ τὸ καταμήνιον τότε λέγομεν ἄνθρωπον ὅταν αὐτὸ τὸ εἶδος τοῦ ἀνθρώπου ἀπολάβῃ Brandis Bonitz 6 et 7 ἐνεργείᾳ L: ἐνέργεια Α 13 οὐσίᾳ Bonitz: αἰτίᾳ ALF 14. 15 ἐν τοῖς τόποις] Γ 1 p. 116 b 12 sqq. 17 ἀιδίοις—ἐν τοῖς LF: om. Α 21 ἐν τῷ Περὶ ἑρμηνείας] c. 9 24 ἀλλ’ ὅτι εἰσὶν coni. Bonitz 26 ὁ αὐτὸς c. S Bonitz: ὁ om. ALF 29 οὐ γὰρ M: οὔτε ALF)

592
αἰγοκέρωτι δὲ ὢν δύναται ἐν κριῷ γενέσθαι καὶ ἔστι κατά γε τοῦτο μὴ ὢν καὶ φθαρτός, ἀλλ’ οὐχ ἁπλῶς, ὡς εἴρηται, ἀλλὰ καθὸ δυνάμενος ἐν κριῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ καὶ τὸ δίπηχυ φυτὸν δυνάμενον ἑξάπηχυ εἶναι φθαρτὸν λέγεται, οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτο, ἀλλὰ ὅτι ὃ δύναται τοῦτο οὐκ ἔστιν· τὸ γὰρ δυνάμενον εἶναι μήπω δὲ ὂν ἐφθαρμένον τρόπον τινά φαμεν. καὶ τὸ δυνάμενον λευκὸν εἶναι καὶ μὴ ὂν οὐχ ἀπλῶς ἐστι φθαρτὸν ἀλλὰ τῷ ποιῷ· ἁπλῶς δὲ φθαρτόν ἐστι τὸ κατὰ οὐσίαν δυνάμενον φθαρῆναι. ὥστε εἴπερ δυνατά φαμεν ἢ τὰ ἁπλῶς δυνάμενα φθαρῆναι ἢ τὰ· πῇ, οὐδὲν τῶν ἀιδίων καὶ ἁπλῶς ἀφθάρτων δυνάμει ἐστὶν ἁπλῶς, ὡς δύνασθαι τὴν φύσιν αὐτοῦ καὶ τὴν οὐσίαν φθαρῆναι. καὶ τὰ μὲν ὑπερκόσμια πάντα οὗτε ἁπλῶς εἰσι δυνάμει οὔτε κατά τι, τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα κατά τι εἶναι δυνατὰ οὐδὲν κωλύει, οἷον ποιὸν ἢ ποῦ, ποιὸν μὲν ὅτι ἡ σελήνη διχοτόμος οὖσα δύναται γενέσθαι πλησιφαής, ποῦ δὲ ὅτι ἐν διδύμοις ὢν ὁ ἥλιος δύναται γενέσθαι ἐν ταύρῳ. δῆλον ἄρα ὅτι ἐνεργείᾳ εἰσὶ τὰ ἀπλῶς ἄφθαρτα καὶ οὐ δυνάμει. οὔτε δὴ οὐδὲν τῶν ἁπλῶς ἀιδίων ἐστὶ δυνάμει οὔτε τῶν ἐξ ἀνάγκης ὄντων. εἰ γὰρ τὰ δυνατὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέεται, τὰ δ’ ἀναγκαῖα ἀεὶ ὡσαύτως ἔχει, οὐδὲν τῶν ἀναγκαίων ἄν εἴη δυνάμει. τὸ δὲ καίτοι ταῦτα πρῶτα, λέγων ταῦτα τὰ ἀίδια, ἴσον τῷ ἀλλὰ μὴν ταῦτα πρῶτα εἴρηται. καὶ ἤρτηται τοῖς ἄνω· εἰπὼν γὰρ ὅτι ἐν τοῖς πρώτοις καὶ ἀφθάρτοις τὸ δυνάμει οὐκ ἔστι καὶ δείξας αὐτὸ ἐπήγαγε τὸ καίτοι ταῦτα πρῶτα, ὡς εἰ ἔλεγεν ᾿ὅσα μὲν οὖν εἰσι πρῶτα, ἐν τούτοις τὸ δυνάμει οὐκ ἔστιν· ἀλλὰ μὴν τὰ ἀίδια πρῶτα· ἐν αὐτοῖς ἄρα τὸ δυνάμει οὐκ ἔστι.’ καὶ τοῦ ὅτι πρῶτα τὰ ἀίδια αἰτίαν ἐπήγαγεν εἰπὼν εἰ γὰρ αὐτὰ μὴ ἦν, οὐδὲν ἂν ἦν. εἰ γὰρ μὴ ἦν τὰ ἀίδια οὐδὲ.ν ἂν τῶν μὴ ἀιδίων ἦν. οὐ μόνον δὲ ἐν ταῖς ἀιδίοις οὐσίαις τὸ δυνάμει οὐκ ἔστιν, ἀλλ’ οὐδὲ εἴ τις ἔστιν ἀίδιος κίνησις, οὐδ’ εἴ τι κινούμενον ἀίδιον δύναμιν ἔχει τοῦ μὴ εἶναι, ἀλλὰ μόνην τὴν πόθεν ποῖ. ὁ γὰρ ἥλιος, ὡς καὶ ἔναγχος εἴρηται, ἀπὸ κριοῦ γίνεται εἰς ταῦρον, καὶ οὐδὲν κωλύει ἀίδιον αὐτὸν ὄντα ἔχειν δύναμιν τούτου, λέγω δὴ τοῦ κινεῖσθαι πόθεν ποῖ. καὶ διὰ | τὸ μὴ ἔχειν δύναμιν τὴν ἁπλῶς, ἀλλὰ μόνον τὴν πόθεν ποῖ, [*](564) ἀεὶ ἐνεργεῖ καὶ ἥλιος καὶ σελήνη, καὶ οὐ φοβητέον, ὡς Ἐμπεδοκλῆς καὶ οἱ περὶ αὐτὸν οἴονται, μή ποτε στῇ. οὐ γὰρ κάμνει ὁ ἥλιος καὶ ὁ οὐρανὸς κινούμενος. οὐ γάρ ἐστιν ἡ κίνησις αὐτοῖς περὶ δύναμιν τῆς ἀντιφάσεως· οὐ γὰρ δυνάμενοι κινεῖσθαι δύνανται καὶ μὴ κινεῖσθαι, ὥσπερ τὰ φθαρτά· τούτων μὲν γὰρ ἡ κίνησις ἐπίπονός ἐστι, τοῦ δὲ οὐρανοῦ καὶ τοῦ ἡλίου ἡ συνεχὴς κίνησις οὐδαμῶς. ἡ γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα οὐδ’ ἐνέργεια αἰτία τούτου, τουτέστιν ἡ ὑλικὴ οὐσία ἤτοι ἡ ὕλη ἐστὶν αἰτία τούτου, λέγω δὴ τοῦ κάμνειν καὶ τοῦ δύναμιν ἔχειν τῆς ἀντιφάσεως. τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα ὕλην δυναμένην τἀναντία οὐκ ἔχει, ὥστε οὐδὲ κάμνει κινούμενα.

[*](1. 2 μὴ ὢ καὶ φθαρτός LF: μὴ ὂν καὶ φθαρτόν Α 11 κυκλοφορητικὸν Α 16 τὰ δυνατὰ LF: τὰ om. A 21 τὸ καίτοι LF: τὸ om. Α 23 οὐκ ἔστι LF: οὐκέτι Α 32 οἴονται F: οἴεται AL)
593
[*](p. 1050b28)

Μιμεῖται δὲ τὰ φθαρτὰ καὶ τἂ ἐν μεταβολῇ ὄντα, οἷον γῆ καὶ πῦρ.

εἰπὼν ὅτι ἐν τοῖς ἀιδίοις τὸ ἁπλῶς δυνάμει οὔκ ἐστιν, ἀλλ’, εἰ ἄρα, τὸ πῇ, λέγει ὅτι εἰ καὶ ἐν τοῖς φθαρτοῖς ἐστι τὸ δυνάμει, ἀλλ’ οὖν τὰ φθαρτὰ καὶ τὰ ἐν μεταβολῇ ὄντα μιμεῖται τὰ ἄφθαρτα. καὶ ποῖά ἐστι τὰ φθαρτὰ τὰ ἀίδια μιμούμενα ἐπάγει οἷον γῆ καὶ πῦρ. καὶ πῶς μιμεῖται ταῦτα ἥ τε γῆ καὶ τὸ πῦρ τὰ ἀίδια λέγει· ὡς γὰρ τὰ κυκλοφορητικὰ σώματα ἐν κινήσει εἰσὶ καὶ ἐνεργείᾳ, οὕτω καὶ ταῦτα ἀεὶ κινεῖται καὶ ἔχει καθ’ αὑτὰ κίνησίν τινα ἀεί· τὸ μὲν γὰρ πῦρ συμπεριφέρεται ἀεὶ τῇ σεληνιακῇ ἢ τῇ τοῦ παντὸς φορᾷ, ἡ δὲ γῆ ἢ μανοῦται ἢ πυκνοῦται ἢ ὅλως πάσχει, ὥστε κατὰ τὴν συνεχῆ ταύτην κίνησιν μιμεῖται τὰ ἀίδια. οὐ μόνον δὲ κατὰ τὴν συνεχῆ κίνησιν μιμεῖται τὰ φθαρτὰ τὰ ἀίδια, ἀλλὰ καὶ κατὰ τὸ ἄφθαρτον· αἱ γὰρ ὁλότητες τῶν ὑπὸ σελήνην σωμάτων, πυρὸς ἀέρος ὕδατος καὶ γῆς, ἄφθαρτοί εἰσιν. ἀλλὰ τὰ μὲν οὐράνια σώματα, ὥσπερ εἴρηται, οὐκ ἔχει δύναμιν ἰῆς ἀντιφάσεως, αἱ δ’ ἄλλαι δυνάμεις ἐξ ὧν διώρισται τῆς ἀντιφάσεως εἰσι, τουτέστι περὶ ὧν διώρισται. ἡ γὰρ ἰατρικὴ τοῦ ὑγιάζειν καὶ νοσάζειν καὶ αἱ ἄλλαι ὡσαύτως αἱ μετὰ λόγου· διαφέρουσι δὲ τῶν ἄνευ λόγου, ὅτι αἱ μετὰ λόγου οὐκ ἀνάγκη ἅμα τῷ παρεῖναι τό τε δυνάμενον ποιεῖν καὶ πάσχειν τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, αἱ δ’ ἄλογοι δύνανται ἅμα τῷ παρεῖναι ποιεῖν καὶ τῷ μὴ παρεῖναι μὴ ποιεῖν. τὸ γὰρ θερμαντικὸν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ τὸ μὲν θερμαίνει τὸ δὲ θερμαίνεται. ἐπειδὴ δὲ ὁ Πλάτων’ ἰδέας μὲν ἐτίθετο ἀνθρώπων καὶ ἵππων καὶ ἐπιστημῶν αὐτοεπιστήμην γὰρ λέγει ὥσπερ καὶ αὐτοάνθρωπον), ἰδέαν δὲ ἐπιστημόνων ἀνθρώπων καὶ λευκῶν ἀνθρώπων καὶ ὅλως τῶν κατὰ συμβεβηκὸς ὄντων οὐκ εἶναι ἐβούλετο, ἐκ τῶν εἰπημένων πρὸς ταύτην τὴν δόξαν ἀντιλογίαν πορίζεται καί φησιν εἴπερ εἰσὶ φύσεις τοιαῦται ἢ οὐσίαι οἵας λέγουσιν | οἱ ἐν τοῖς λόγοις ἤτοι τοῖς [*](565) μαθήμασιν ἐντετραφότες, πολὺ μᾶλλον ἐπιστῆμον εἴη ἄν τι ζῷον ἤπερ αὐτοεπιστήμη ταῦτα γὰρ τὸ κινούμενον καὶ τὸ ἐπιστῆμόν εἰσιν οὐσίαι καὶ ἐνέργειαι, ἐκεῖνα δέ, ἡ ἐπιστήμη καὶ ἡ κίνησις, δυνάμεις εἰσὶ τοῦ τ’ ἐπιστήμονος καὶ τοῦ κινουμένου, μὴ δυνάμεναι καθ’ αὑτὰς εἶναι.

[*](p. 1051a4)

Ὄτι δὲ βελτίων καὶ τιμιωτέρα τῆς σπουδαίας δυνάμεως ἡ ἐνέργεια, ἐκ τῶνδε δῆλον.

Δείξας ὅτι ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα καὶ συμπεραινόμενος εἰπὼν “ὅτι μὲν οὖν πρότερον ἐνέργεια δυνάμεως καὶ πάσης ἀρχῆς μεταβλητικῆς” ἤτοι καὶ πάσης δυνάμεως καὶ φύσεως, “φανερόν,” τοῦτο δείξας πάλιν δείκνυσιν ὅτι οὐ μόνον τῆς μὴ σπουδαίας δυνάμεως ἡ ἐνέργεια προτέρα ἀλλὰ καὶ τῆς σπουδαίας. ὅτι δέ εἰσι δυνάμεις καὶ σπουδαῖαι καὶ μὴ σπουδαῖαι πᾶσι δῆλον ὧν γὰρ δυνάμεων αἱ ἐνέργειαι σπουδαῖαι, καὶ [*](1 φθαρτὰ] ἄφθαρτα Metaph. vulg. 21 μὲν LF: om. Α Comment. Arist. I Alex, in Metaph, 38)

594
αἱ δυνάμεις καθ’ ἃς δύνανται ταύτας ἐνεργεῖν σπουδαῖαί εἰσι. τέως δέ, φησί, φανερόν ἐστιν ὅτι ὅσα κατὰ τὸ δύνασθαι λέγεται, ταὐτόν ἐστι δυνατὸν τἀναντία. ὃ γὰρ δύναται ὑγιαίνειν, τοῦτο καὶ νοσεῖν ἅμα. καὶ οὐ τοῦτό φησιν ὅτι ἅμα νοσεῖ καὶ ὑγιαίνει, ἀλλ’ ὅτι ἅμα ἔχει τὴν τοῦ νοσεῖν καὶ ὑγιαίνειν δύναμιν ἡ αὐτὴ γὰρ δύναμις τοῦ ὑγιαίνειν καὶ κάμνειν καὶ τοῦ ἠρεμεῖν καὶ κινεῖσθαι, καὶ ὥσπερ εἴρηται, ἡ μὲν τῶν ἐναντίων δύναμις ἅμα ὑπάρχει, τὰ δ’ ἐναντία ἅμα καὶ τὰς ἐνεργείας ἀδύνατον ὑπάρχειν· ἀδύνατον γὰρ ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἀνάγκη θάτερον τῶν ἐναντίων εἶναι τἀγαθόν. οἷον τὸ μὲν θερμὸν φέρε εἰπεῖν ἀγαθόν, τὸ δὲ ψυχρὸν φαῦλον, καὶ ὑγίεια μὲν ἀγαθόν, νόσος δὲ φαῦλον, καὶ ὅλως ὅσα εἴδει καὶ ἕξει ἀναλογεῖ ἀγαθά ἐστιν, ὅσα δὲ στερήσει καὶ ἀποφάσει φαῦλα. εἰπὼν δὴ ὅτι τῶν ἐναντίων ἀνάγκη θάτερον εἶναι ἀγαθόν, ἐπάγει τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον· ἡ ἄρα ἐνέργεια βελτίων. καὶ ἔστιν οἶμαι κατασκευὴ τοῦ ὅτι ἡ ἐνέργεια καὶ τῆς σπουδαίας δυνάμεως βελτίων ἐστίν. ἀσαφῶς δὲ ὄντως ἐπήγγελται καὶ μαντείας δεόμενον. μένον. ἔστι δὲ τὸ μὲν διὰ τοῦ τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον λεγόμενον τοιοῦτον. τὸ τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν ἔστω δὴ τοῦτο εἰς ὑπόδειγμα), τὸ οὖν τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν ὁμοίως ἔχει καὶ τοῦ νοσεῖν· εἰ δὲ μή, οὐδετέρου· διὰ τίνα γάρ ποτε αἰτίαν ἔχει μὲν δύναμιν τοῦ ὑγιαίνειν, μὴ ἐπίσης δ’ ἔχει καὶ τοῦ νοσεῖν; καὶ οὕτω δείξας ὅτι ἀμφοτέρων τὴν δύναμιν ὁμοίως ἔχει, ὅπως διὰ τούτου συνήγαγε τὸ τὴν ἐνέργειαν βελτίω εἶναι καὶ τῆς σπουδαίας δυνάμεως, λίαν ἐστὶ μεμελανωμένον. συναγεται δὲ οἶμαι οὑτωσί. τόπος παρεδόθη αὐτῷ ἐν τοῖς Τοπι κοῖς λέγων ‘τὸ ἄμικτον τοῦ χείρονος κρεῖττον καὶ βέλτιόν [*](566) ἐστι τοῦ μεμιγμένου μετὰ τοῦ χείρονος.᾿ εἰ δὲ τοῦτο ἀληθές, καὶ ἡ σπουδαία δύναμις μέμικται τῇ τοῦ χείρονος δυνάμει ὁ γὰρ ἔχων τὴν σπουδαίαν δύναμιν καὶ κατ’ ἐκείνην πράττων καὶ ἐνεργῶν περὶ τὰ σπουδαῖα, οὗτος οὐκ ἀπώλεσε τὴν τοῦ χείρονος δύναμιν ἀλλ’ ἔχει αὐτήν, ὥστε τῇ σπουδαίᾳ δυνάμει ἐπιμέμικται ἡ τοῦ χείρονος δύναμις), εἰ δὴ ἡ σπουδαία δύναμις ἐπιμέμικται τῇ τοῦ χείρονος δυνάμει, ἡ δὲ ἐνέργεια τοῦ κρείττονος οὐ σύνεστι τῇ τοῦ χείρονος ἐνεργείᾳ, ἀλλ’ ἔστιν εἰλικρινὴς καὶ ἄμικτος, κρείττων ἄρα ἐστὶ τῆς σπουδαίας δυνάμεως διὰ τὸ τὰ ἄμικτα, ὡς ὁ τόπος διορίζεται, τῶν μεμιγμένων κρείττονα εἶναι. ἔμπαλιν δὲ ἐπὶ τῶν κακῶν ἡ ἐνέργεια τοῦ κακοῦ χείρων ἐστὶ τῆς δυνάμεως, διότι ἡ δύναμις τοῦ κακοῦ ἐπιμέμικται τῇ τοῦ ἀγαθοῦ δυνάμει, ἡ δὲ τοῦ κακοῦ ἐνέργεια ἄμικτός ἐστι τῇ τοῦ ἀγαθοῦ ἐνεργείᾳ.

[*](p. 1051a17)

Δῆλον ἄρα ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα.

τοῦ Πλάτωνος λέγοντος ὅτι τοῦ ἀγαθοῦ ὄντος φύσεως τινος, ὥσπερ ὁ καθόλου ἄνθρωπος ὁ κατηγορούμενος κατὰ τῶν μερικῶν ἀνθρώπων [*](10 φαῦλον, ὑγίεια δὲ ALF 14 καὶ ἐστιν LF: καὶ om. A 22 βελτίω LF: βελτίων Α 24 ἐν τοῖς Τοπικοῖς] Γ 5 p. 119a27)

595
ἕτερος ὢν αὐτῶν, οὕτως καἲ τὸ ἀγαθὸν ἕτερόν ἐστι τῶν καθ᾿ ἕκαστα ἀγαθῶν καὶ λέγεται κατ’ αὐτῶν, τῶν δ᾿ ἐναντίων ἄν θάτερον ᾖ, καὶ θάτερόν ἐστιν ἔστιν ἄα καὶ τὸ κακὸν ἕτερόν τι παρὰ τὰ καθ’ ἕκαστα κατ’ αὐτῶν λεγόμενον λέγει ὁ Ἀριστοτέλης ὅτι δῆλ’ ὄν ἐστιν ἐκ τῶν δειχθέντων (δέδεικται δὲ ὅτι κακὸν χεῖρόν ἐστι τῆς δυνάμεως), ἐκ τῶν οὗν δειχθέντων, φησί, δῆλόν ἐστιν ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα. ἐκείνων γάρ φαμεν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα ὅσα εἰσὶν ἐνέργειαι, τὸ δὲ κακὸν τοσοῦτον δέει τοῦ ἐνέργεια εἶναι ὅσον ὅτι καὶ χεῖρόν ἐστι δυνάμεως. ὅτι δὲ ἐπὶ τῶν ἐνεργειῶν λαμβάνεται τὸ κοινὸν δῆλον· λέγομεν γὰρ καθόλου ἄνθρωπον τῶν καθ’ ἕκαστα ἀνθρώπων ἐνεργείᾳ ὄντων καὶ καθόλου ἵππον καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καθόλου δὲ μὴ ἄνθρωπον ἢ μὴ ἵππον οὔ φαμεν διὰ τὸ στερήσεις εἶναι τὸν μὴ ἄνθρωπον τοῦ ἀνθρώπου που καὶ τὸν μὴ ἵππον τοῦ ἵππου. εἰ δὲ καὶ τὸ κακὸν στέρησίς ἐστι τοῦ ἀγαθοῦ καὶ τῆς ἐνεργείας; καὶ παρυφίσταται τοῖς πράγμασι διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα αὕτη γὰρ τὴν ἐνέργειαν καὶ τὸ ἀγαθὸν σκοπὸν ἔχουσα δέξασθαι καὶ μὴ δυνηθεῖσα ἔσχηκε τὸ κακὸν καὶ τὴν στέρησιν), οὐκ ἂν εἴη τι κακὸν παρὰ τὰ πράγματα. εἰ δὲ τὸ κακὸν διὰ τὴν ὕλην κὼ τὴν δύναμιν παρυφίσταται τοῖς πράγμασι, καὶ ἔστιν ἁμαρτήματα τῆς δυνάμεως, ἐν δὲ τοῖς ἀιδίοις δέδεικται ὅτι δύναμις οὐκ ἔστιν (ἐνέργεται γάρ εἰσιν), οὐκ ἔστιν ἄρα ἐν ἐκείνοις οὔτε κακὸν οὔτε ἁμάρτημα οὔτε [*](567) διεφθαρμένον. ἡ γὰρ διαφθορὰ τῶν κακῶν ἐστιν.

[*](p. 1051a21)

Εὑρίσκεται γὰρ καὶ τὰ διαγράμματα ἐνεργείᾳ διαιπρουντες γὰρ εὑρίσκουσιν.

Ἀντιλέγει πρὸς τοὺς τὰ μαθήματα ἐνεργείας λέγοντας καὶ οὐσίας, λέγων μὴ εἶναι ἐνεργείας ἀλλὰ δυνάμεις· τὰ δὲ δυνάμει οὐκ οὐσία. καὶ λέγει ὅτι τὰ διαγράμματα ἐνεργείᾳ διαιροῦντες εὑρίσκονται, τουτέστιν ἐνεργήσας ὁ νοῦς καὶ διαίρεσιν ποιησάμενος εὑρίσκει αὐτὰ καὶ τὸ εἶναι αὐτοῖς δίδωσι. πρὸ δὲ τοῦ ἐνεργῆσαι δυνάμει εἰσίν· εἰ δὲ ἦ ’σαν ἐνεργείᾳ (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ διῃρημένα), ἅμα τῷ θεάσασθαί τινα τὴν ἐν τῷ ἡμικυκλίῳ γωνίαν δήλη ἄν ἦν αὐτῷ ὅτι ὀρθή ἐστιν. ὥσπερ γὰρ οἰκίας οὔσης ἐνεργείᾳ ἅμα τῷ ἰδεῖν αὐτὴν δῆλόν ἐστιν ἡμῖν ὅτι οἰκία ἐστὶ καὶ οὐ δεόμεθα διαιρέσεῶς τινος ἢ ἀποδείξεως, οὕτω καὶ τὰ μαθήματα εἰ ἦσαν ἐνεργείᾳ, ἅμα τῷ ἰδεῖν δύο στερεὰ παραλληλεπίπεδα ἔγνωστο ἂν ἡμῖν ὅτι ἀντιπεπόνθασιν αἱ βάσεις πρὸς τὸ ὕψος, καὶ ὡς τὸ ὕψος ἔμπαλιν πρὸς τὸ ὕψος, ἡ βάσις πρὸς τὴν βάσιν. νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ διαιροῦμεν καί φαμεν ὅτι ἔστωσαν αἱ ἐφεστηκυῖαι εὐθεῖαι πρὸς ὀρθὰς ταῖς βάσεσι, καὶ ἔστω ἥδε ἡ εὐθεῖα τῇδε ἴση, καὶ ἄλα ἄττα διαιπροῦμεν καὶ λέγομεν, καὶ οὕτως ἐκ τῆς κατ’ ὀλίγον διαιρέσεως καὶ ἐκ τῶν [*](4 λεγόμενον M: λεγόμενα ALF 5.6 δέδεικται—δειχθέντων LFS: om. Α 10 ἐνεργείᾳ F: ἐνεργειῶν ALM 12 τὸν μὲν μὴ LF 22 γὰρ] δὲ Metaph. vulg. 31 ἐνεργείᾳ L: ἐνεργείας Α 33 post δύο addendum esse ἶσα coni. Bonitz 37 ἥδε L: om. Α)

596
δείξεων τῶν κατὰ τὰς διαιρέσεις γινομένων δῆλα ἡμῖν καὶ φανερὰ τὰ διαγράμματα γίνεται· ὥστε οὔκ εἰσιν ἐνεργείᾳ ἀλλὰ δυνάμει. εἰ δὲ τοῦτο ἀληθές, οὔκ εἰσιν οὐσίαι. αἱ γὰρ οὐσίαι καί τινος περὶ αὐτὰς μὴ ἐνεργοῦντος μηδὲ δεικνύντος εἰσί, ταῦτα δὲ τοῦ νοὸς περὶ αὐτὰ μὴ ἐνηργηκότος καὶ ὅλως μὴ εὑρηκότος καὶ τὸ εἶναι αὐτοῖς δεδωκότος οὐ δύνανται εἰνὶ. καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος, ἐπισκεπτέον δ’ ἡ μῖν πῶς τὰ καθ’ ἕκαστα λέγεται καὶ ὅπως ἑκάστη λέξις ἔχει. διὰ τί, φησί, δύο ὀρθαὶ τρίγωνον, τουτέστι διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐρωτηθέντες φαμὲν διότι αἱ περὶ μίαν στιγμὴν γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν. ἔστω δὴ τρίγωνον τὸ αβγ. εἴ τις ἔροιτο διὰ τί αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι, φαμὲν ὅτι αἱ δύο αἱ περὶ μίαν στιγμὴν δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ταύταις δὲ ἴσαι εἰσὶν αἱ τρεῖς τοῦ τριγώνου γωνίαι. εἰ δὴ ἐκεῖνος τοῦτο προῄδει ὅτι αἱ περὶ μίαν στιγμὴν ἤτοι τὸ γ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ ἀγάγωμεν τὴν βγ ἐπὶ τὸ δ τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ οὖν ἀνῆκτο ἡ παρ’ ἁ τὴν πλευράν), καὶ δείξομεν ὅτι αἱ ὑπὸ βαγ, αγβ, γβα, ἴσαι εἰσὶ ταῖς ὑπὸ αγβ, αγδ, δῆλον εὐθύς ἐστιν ἐκείνῳ τοῦτο ἰδόντι. ὅτι αἱ τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι. ὥστε οὔκ | εἰσιν [*](568) ἐνεργείᾳ τὰ διαγράμματα. εἰ γὰρ ἦσαν, δῆλον ἂν ἦν εὐθὺς ἰδόντι τρίγωνον ὅτι αἱ τρεῖς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὥσπερ τὴν οἰκίαν θεασαμένοις εὐθὺς δῆλόν ἐστιν ὅτι οἰκία ἐστίν οὐκ ἔστι δὲ εἰ μὴ δειχθῶσιν ὅτι αἱ περὶ μίαν στιγμὴν ἴσαι εἰσί. πάλιν ἐρωτώμενοι ὅτι διὰ τί ἐν ἡμικυκλίῳ ὀρθή ἐστι καὶ καθόλου διὰ τί ὀρθή ἐστιν, ὡς εἰ ἔλεγεν ὅτι ἢ οὕτως ἐρωτηθείημεν ‘διὰ τί ἐν ἡμικυκλίῳ ὀρθὴ᾿ ἢ οὕτω καθόλου διὰ τί ἡ ἐν ἡμικυκλίῳ ὀρθή’, ἐρωτώμενοι δὴ τοῦτό φαμεν ὅτι ἐὰν ἴσαι αἰ τρεῖς, ἥ τε βάσις δύο καὶ ἡ ἐκ μέσου σταθεῖσα ὀρθή, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι· τουτέστι τῷ προεγνωκότι ὅτι ἐὰν αἱ τρεῖς εὐθεῖαι ἥ τε ἐπισταθεῖσα καὶ < αἱ> ἐκ μέσου δύο ἴσαι εἰσίν, ἐξ ἀνάγκης ἐκ τούτου δείκνυται ὅτι ὀρθή ἐστιν ἡ ἐν ἡμικυκλίῳ. εἰ γὰρ διαίρεσιν ποιήσομεν καὶ δείξομεν αὐτῷ ὅτι εὐθεῖαί εἰσι, δῆλον αὐτῷ γίνεται ὅτι ὀρθή ἐστιν. ἐπεὶ δὲ ἀσαφῶς καὶ αἰνιγματωδῶς τὸ παράδειγμα ἐπῆκται διὰ τὴν συνήθη βραχυλογίαν αὐτῷ, ῥητέον ὅπως δείκνυται ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχειώσεων βιβλίῳ ὅτι ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστιν, ἵνα ἐκ τούτου σαφὲς τὸ ἐνταῦθα λεγόμενον γένηται. ἔστω κύκλος ὁ αβγ, κέντρον δὲ αὐτοῦ τὸ ε, διάμετρος ἡ βγ, καὶ ἐπεζεύχθω ἡ βᾶ γα, ἤχθω δὲ πρὸς ὀρθὰς τῇ βγ ἡ αε καὶ διήχθω ἡ βᾶ ἐπὶ τὸ ζ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ εβ τῇ ἔα (ἐκ γὰρ τοῦ κέντρου) τῶν δὲ ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἴση ἄρα ἐστὶν ἡ ὑπὸ εαβ γωνία τῇ ὑπὸ αβε. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ εγα τῇ ὑπὸ εαγ. ὅλη ἄρα ἡ ὑπὸ βαγ ἴση ἐστὶ ταῖς ὑπὸ αβγ [*](3 αὐτὰς LF: αὐτὰ Α 15 εἰ οὖν c. S Bonitz: εἰ οm. AL 21 στιγμὴν δυσὶν ὀρθαῖς ἕσαι εἰσί coni. Bonitz 22 καὶ in Metaph. non legitur 24 δὴ L: μὴ Α 25 ἐπισταθεῖσα Metaph., cf. 26. 27 et p. 597,9 27 αἱ addidi: καὶ ἐκ μέσου δύο L: καὶ om. A: ἐκ μέσου καὶ αἱ δύο βάσεις M Bonitz 28 γὰρ M: old. AL 29 εὐθεῖαι] exspectes ἴσαι 31 ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχειώσεων] cf. Euclid, elem. Ill 31 37 δὴ LF: δὲ Α)
597
βγα. ἐστὶ δὲ καὶ ἡ ὑπὸ ζαγ ἐκτὸς τοῦ τριγώνου τοῦ αβγ δυσὶ ταῖς ὑπὸ αβγ αγβ ἴση, τὰ δὲ τῷ αὐτῷ ἴσα ἀλλήλοις ἐστὶν ἴσα· ἴση ἄρα καὶ ἡ ὑπὸ βαγ τῇ ὑπὸ ζαγ. ἐὰν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ποιῇ, ὀρθαί εἰσιν αἱ γωνίαι. ὀρθὴ ἄρα ἐστὶ καὶ ἡ ὑπὸ βαγ καὶ ἡ ὑπὸ ζαγ· ἴσαι γὰρ ἐδείχθησαν. οὕτω μὲν οὗν ἐκεῖσε δείκνυται ὅτι ἡ ἐν ἡμικυκλίῳ ὀρθή ἐστιν. αὐτὸς δὲ εἶπεν ὅτι ἐὰν ἴσαι αἱ τρεῖς, καὶ τίνες αὗται ἐπάγει, ἥ τε βάσις δύο, τουτέστιν ἡ βγ τοῦ αβγ τριγώνου (διῂρηται γὰρ εἰς δύο ἴσας τήν τε εβ καὶ εγ· κέντρον γάρ ἐστι τὸ ε) καὶ ἡ ἐκ τοῦ μέσου ἐπισταθεῖσα ὀρθή, τουτέστι καὶ ἐὰν ἡ ἄε εὐθεῖα ἐκ μέσου ἢ ἐν τῷ μέσῳ ἤτοι ἐν τῷ κέντρῳ ἐπισταθῇ πρὸς ὀρθάς, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι, ἤτοι φανερὸν γίνεται τῷ προειδότι ὅτι ἐὰν οὕτως αἱ εὐθεῖαι ἔχωσι, δειχθήσεται ἡ ἐν | ἡμικυκλίῳ ὀρθή. φανερὸν [*](569) ἄρα ὅτι δυνάμει ὄντα καὶ ἐνεργήσας περὶ αὐτὰ ὁ νοῦς εὑρίσκεται· αὐτὸς γάρ ἐστιν ὁ αἴτιος ὁ ἄγων αὐτὰ εἰς ἐνέργειαν. ὥστε ἐξ ἐνεργείας ἡ δύναμις, ἤτοι ἐκ τοῦ ἐνεργεῖν ἡ δύναμις τῶν μαθημάτων εἰς ἐνέργειαν ἄγεται, καὶ ἐπὶ τούτῳ ποιοῦντες γινώσκουσιν. δῆλον ἄρα καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια τῶν τὰ αὐτὰ ποιουσῶν δυνάμεων προτέρα· ἡ δὲ κατ’ ἀριθμὸν ἐνέργεια δυνάμεως ὑστέρα· εἴρηται γὰρ ἔναγχος ὅτι τῶν τὸ αὐτὸ εἶδος ποιουσῶν ἡ ἐνέργεια δυνάμεως προτέρα, ὡς ἐπὶ τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους ἐλέγομεν, τῷ δ’ ἀριθμῷ ὑστέρα.

[*](p. 1051a34)

ἐπειδὴ δὲ τὸ ὂν λέγομεν καὶ τὸ μὴ ὂν τὸ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν.

τῶν πραγμάτων τῶν μὲν ὄντων τοιούτων ὥστε ἐνδέχεσθαι περὶ αὐτὰ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι, τῶν δὲ ὡς ἀεὶ ἀληθεύειν, τῶν δὲ ὡς ἀεὶ ψεύδεσθαι, πρόκειται αὐτῷ περὶ τοιούτων διορίσαι, τίνα ἐστὶ τὰ ἐν οἷς ἀεὶ ἀληθεύομεν, καὶ τίνα τὰ ποτὲ μὲν ποτὲ δὲ μή, καὶ τίνα τὰ ἐν οἷς ἀεὶ ψευδόμεθα. πρῶτον δὲ διδάσκει ἁπλῶς καὶ καθόλου πότε γίνεται ἡ ἀλήθεια καὶ πότε τὸ ψεῦδος· καὶ οὕτω λέγει περὶ ὧν εἴπομεν προκεῖσθαι αὐτῷ εἰπεῖν. λέγει οὖν ὅτι ἐπεὶ τὸ ὂν λέγεται καὶ τὸ μὴ ὂν τὰ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν, οἷον ὂν λέγεται ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι κατηγορίαι, τὰ δὲ λέγεται ὄντα κατὰ δύναμιν ἢ ἐνέργειαν τούτων· λέγεται γὰρ ὂν καὶ λευκὸν καὶ τὸ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέσθαι λευκόν, ἀλλὰ λέγεται λευκὸν καὶ τὸ ἤδη ἐνεργείᾳ ὂν λευκόν, λέγεται δὲ πάλιν ἀὴρ καὶ τὸ μήπω ὂν ἀὴρ δυνάμενον δὲ γενέσθαι, ἀλλὰ λέγεται καὶ ὁ ὢν ἤδη. οὐ μόνον δὲ ὄντα λέγεται τὸ μὴ ὂν λευκὸν μηδ’ ἀήρ, δυνάμενα δὲ γενέσθαι, ἀλλὰ καὶ τἀναντία, τουτέστιν ἀλλὰ λέγεται καὶ μὴ ὄντα· τὸ γὰρ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέ [*](4. 5 ἡ ὑπὸ ζαγ L: ὑπὸ om. Α 10 ἢ ἐν τῷ μέσῳ LS: om. Α 11 δῆλον LS: om. Α 13 ἄρα L: om. Α 18. 19 εἴρηται—προτέρα LFS: om. Α 21 λέγεται Metaph. vulg., cf. 29 23 ὄντων M: οὐσῶν AL 25 τοιούιων] τούτων coni. Bonitz 27 διδάσκει] διορίζει LF 32 ἢ L: καὶ A)

598
σθαι λέγεται καὶ μὴ ὄν. κυριώτατα δὲ ὄν ἐστι τὸ ἀληθές, μὴ ὅν δὲ τὸ ψεῦδος· τὸ μὲν γὰρ καθημένου Σωκράτους λέγειν αὐτὸν καθῆσθαι ἀληθὲς ὂν κυριώτατόν ἐστιν ὄν, καθημένου δὲ λέγειν αὐτὸν μὴ καθῆσθαι ψεῦδος καὶ μὴ ὄν. ἄλλως δὲ ἐπὶ τῶν πραγμάτων ἐστὶ τὸ ὡς ἀληθῶς ὂν καὶ ἄλλως ἐπὶ τοῦ λόγου. ὅταν γὰρ ὑπάρχῃ τὸ καθῆσθαι τῷ Σωκράτει, ἔστι τὸ τοιοῦτον ἄλη θὲς καὶ ὂν ἐπὶ τοῦ πράγματος· ἐπὶ τοῦ λόγου δέ ἐστιν; ὅταν ἐγὼ τὸ ὑπάρχον περὶ αὐτὸν λέγω ὅτι ὑπάρχει αὐτῷ, οἷον ὄτα ὅταν φῶ ὅτι Σωκράτης κάθηται, ὑπάρχοντος αὐτῷ τοῦ καθῆσθαι· ὥστε ἀληθεύω μέν, ὅταν τὸ διῃρημένον καὶ μὴ | ὑπάρχον τῷ Σωκράτει οἴωμαι μὴ [*](570) ὑπάρχειν, ψεύδομαι δὲ οἰόμενος ὑπάρχειν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, πότε ἔστιν ἢ οὐκ ἔστι τὸ ἀληθὲς λεγόμενον ἢ ψεῦδος; τουτέστι πότε ἐστὶν ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθὴς καὶ πότε οὐκ ἔστιν; οὐ γὰρ διὰ τὸ ἡμᾶς οἴεσθαι καὶ λέγειν ὅτι Σωκράτης κάθηται ἢ λευκός ἐστιν, ὑπάρχειν ἀληθὲς αὐτῷ ταῦτα, ἀλλ’ ἔμπαλιν διὰ τὸ ὑπάρχειν αὐτῷ ταῦτα ἡμεῖς ἀληθεύομεν. οὐ γὰρ διὰ τοὺς λόγους, ὡς ἐν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας δέδεικται, τὰ πράγματά ἐστιν, ἀλλὰ διὰ τὰ πράγματα οἱ λόγοι ἀληθεύουσιν ἢ ψεύδονται. οὕτω δὴ περὶ τούτων διορισάμενος λέγει. ὅτι εἰ δὴ τά μὲν ἀεὶ σύγκειται καὶ ἀδύνατα διαιρεθῆναι (ἀεὶ γὰρ σύγκειται τὸ σφαιροειδὲς τῷ ἡλίῳ καὶ τὸ ἀσύμμετρον τῇ διαμέτρῳ καὶ ἀδύνατόν ἐστιν αὐτοῖν ταῦτα διαιρεθῆναι), τὰ δ’ ἀεὶ διῂρηται καὶ ἀδύνατα συντεθῆναι (ἀεὶ γὰρ διῄρηται ἀνθρώπου τὸ ἄψυχον καὶ ἀδύνατόν ἐστιν αὐτῷ τοῦτο συντεθῆναι), τὰ δ’ ἐνδέχεται τἀναντία συγκειμένου γὰρ τοῦ καθῆσθαι τῷ Σωκράτει ἐνδέχεται διαιρεθῆναι αὐτοῦ), ἐστὶ δὲ τὸ μὲν εἷναι καὶ τὸ ἀληθές, ἵνα πάλιν τοῦτο ὑπομνησθεῖμεν, τὸ συγκεῖσθαι τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ καὶ ἓν εἶναι, τὸ δὲ· μὴ εἶναι καὶ τὸ ψεῦδός ἐστι τὸ μὴ συγκεῖσθαι ἀλλὰ πλείω εἶναι καὶ κεχωρισμένα ἀπ’. ἀλλήλων· εἰ δή, ὥσπερ εἴρηται, τὰ μὲν ἀεὶ σύγκειται τὰ δὲ ἀεὶ διῄρηται τά δ᾿ ἐνδέχεται τἀναντία, περὶ μὲν τὰ ἐνδεχόμενα τἀναντία ἡ αὐτὴ γίνεται ψευδὴς καὶ ἀληθὴς δόξα, καὶ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, οἷον εἰ σοῦ καθημένου δοξάζω ὅτι κάθησαι ἀληθεύω, εἰ δ’ ἀναστάντος στάντος σου ἔτι τὴν αὐτὴν ἔχω δόξαν τὴν ὅτι κάθησαι, ἡ αὐτὴ δόξα γέγγονε γόνε καὶ ἀληθὴς καὶ ψευδής, ἀληθὴς μὲν πρότερον ὅτε σοῦ καθημένου τοῦτο αὐτὸ ἐδόξαζον, ὕστερον δὲ ψευδής. περὶ δὲ τὰ ἀδύνατα ἄλλως ἔχειν οὐκ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, ἀλλ’ εἰ μὲν δοξάζω ὅτι ὁ ἥλιος σφαῖρά ἐστιν ἀεὶ ἀληθεύσω· οὐ γὰρ ἐνδέχεται χωρισθῆναι αὐτοῦ τοῦτο τὸ σχῆμα, ὥστε δοξαζων αὐτὸν σφαῖραν ψεύδεσθαι, ὥσπερ ἀπό σου χωρισθὲν τὸ καθῆσθαι ψεύδομαι δ·οξάζων σε καθῆσθαι, ἀλλ’ ἀ.εί ἐστιν ὁ ἥλιος σφαῖρα· ὥστε καὶ ἐγὼ ἀεὶ δοξάζων τοῦτο ἀεὶ ἀληθεύσω, ἀλλ’ οὐ ποτὲ μὲν ποτὲ δ’ οὔ. πάλιν ὁ δοξάζων σύμμετρον τὴν πλευρὰν τῇ διαμέτρω ἀεὶ ψεύδειαι· οὐ γάρ δύναται σύμμετρος γενέσθαι, ὥστε οὐκ ἄν ἀληθεύσειέ ποτε ἀλλ᾿ ἀεὶ ψεύσεται.

[*](4 ἀληθῶς] fort. ἀληθὲς 13. 14 ὑπάρχειν ἀληθὲς] ὑπάρχει LF 15. 16 τοῦ Περὶ ἑρμηνείας] c. 9 p. 18b37 sqq. 40 ψεύδεται L: ψεύδεσθαι Α)
599
[*](p. 1051b17)

Περὶ δὲ δὴ τὰ ἀσύνθετα τί τὸ εἶναι ἢ μὴ εἶναι καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος.

Περὶ μὲν τῶν συνθέτων πῶς τὸ εἶναι καὶ τὸ ἀληθές ἐστι καὶ τὸ μὴ εἷναι καὶ τὸ ψεῦδος, εἴρηται, περὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων καὶ ὧν [*](571) οὐδέν τι κατηγορεῖται (εἰ γὰρ κατηγορεῖται, σύνθετον ἔσται πάντως), πῶς, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, τουτέστι πῶς ἐν αὐτοῖς τὸ εἷναί ἐστι καὶ μὴ εἶναι, ἤτοι πῶς ἔχουσι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι καὶ πῶς συμβαίνει ἐπ’ αὐτοῖς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; οὐ γάρ ἐστι τὰ ἁπλά σύνθετα, ἵνα λέγωμεν ὡς ὅταν συγκεηται ο κατηγορουμενος καὶ ὑποκείμενος καὶ φωμεν αὐτὸν συγκεῖσθαι ἀληθεύομεν, μὴ συγκειμένου δὲ καὶ λεγομένου συγκεῖσθαι ψευδόμεθα, ὥσπερ ἐπὶ τοὺ λευκοῦ ξύλου ἔχει καὶ ἐπὶ πάντων τῶν συνθέτων ἐπὶ τούτων μὲν γὰρ λέγοντες περὶ τοῦ λευκοῦ ξύλου ὅτι τὸ ξύλον λευκόν ἐστιν ἀληθεύομεν, μὴ λευκὸν δὲ ψευδόμεθα· ἐπὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων τοῦτο οὐ συμβαίνει, οὐδὲ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως ὑπάρξει ἐπὶ τούτων τε καὶ ἐπ’ ἐκείνων ἤτοι τῶν συνθέτων, ἀλλὰ κατ’ ἄλλον δηλαδὴ τρόπον. εἰ γὰρ ὁμοίως ἐπ’ ἀμφοῖν ὑπάρξει, ἀδιάφορα ἔσται, ὅπερ ἄλογον· πολλὴ γὰρ πάνυ τῶν συνθέτων ἡ διαφορὰ πρὸς τὰ ἀσύνθετα. οὕτω δὴ τὸν λόγον ἐρωτήσας ἀποκρίνεται λέγων ἢ ὥσπερ οὐδὲ τὸ ἀληθὲς ἐπὶ τούτων τὸ αὐτό, οὕτως οὐδὲ τὸ εἶναι, ὃ ἴσον ἄν εἴη τῷ ὥσπερ ἐπὶ τῶν ἀσυνθέτων ἄλλως ἀληθεύομεν καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συνθέτων, οὕτω καὶ τὸ εἶναι ἄλλως ἐστὶ τοῖς ἀσυνθέτοις καὶ ἑτέρως τοῖς συνθέτοις. ἐπειδὴ γὰρ ὡς τὸ πρᾶγμα ἔχει, οὕτω καὶ ὁ περὶ αὐτὸ λόγος καὶ ἡ ἀλήθεια, ὡς δ’ ἄν ἕξει τὰ ἁπλᾶ, οὕτως ἕξει καὶ ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ ἔμπαλιν ὡς ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ αὐτά· καὶ ἔσται τὸ μὲν ἀληθές, ὅταν αὐτοῦ θιγγάνῃ ὁ νοῦς, τὸ δὲ ψεῦδος, ὅταν μὴ θιγγάνῃ, τουτέστιν ἄγνοια· καταχρηστικώτερον γὰρ ἀντὶ τοῦ ἄγνοια εἶπε τὸ ψεῦδος. ὅτι δὲ ἐν τῇ λέξει τῇ ἀλλ’ ἔστι τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος τὸ ψεῦδος καταχρηστικώτερον καὶ κοινότερον ἀντὶ τῆς ἀγνοίας ἔλαβε, δῆλον πεποίηκεν εἰπὼν τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές, ἤτοι τὸ θιγεῖν καὶ φάσιν ἔχειν, ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν, ἀληθές, τὸ δ᾿ ἀγνοεῖν ἐστι τὸ μὴ θιγγάνειν, ὥστε τὸ ψεῦδος ἀντὶ τοῦ ἀγνοεῖν εἴληπται. ἐπὶ μὲν οὗν τῶν ἁπλῶν, ὥσπερ εἴρηται, ἢ θιγγάνει ὁ νοῦς αὐτῶν καὶ καθάπερ εἰσὶν ἅπτεται τῆς φύσεως αὐτῶν καὶ ἁπλῇ ἐπιβολῇ, ὥσπερ καὶ ἡ ὄψις τῶν χρωμάτων· καὶ ἀληθεύει οὐχ ὡς καταφάσκων αὐτῶν τι ἀλλ’ οἷον ὁρῶν αὐτά, ὡς καὶ ἡ ὄψις τὰ χρώματα· οὐδὲ γὰρ αὕτη τι καταφάσκει αὐτῶν ἀλλὰ μόνον ὁρᾷ. ὅταν οὗν ταῦτα οἷον ὁρᾷ ὁ νοῦς, φάσιν αὐτῶν ἔχει ἀλλ’ οὐ κατάφασιν· ἡ γὰρ κατάφασις ἐπὶ συνθέτου λέγεται ὑποκειμένου καὶ κατηγορουμένου. ἢ οὖν θιγγάνει καὶ ἅπτεται αὐτῶν καὶ ἀληθεύει, ἢ οὐ θιγμὲν [*](3 L: δὲ A 9 συγκέηται Μ: σύγκειται ALF φῶμεν M: φαμὲν ALF 28 ἀντὶ LF: ἀπὸ Α 29 φάναι LS: ζητῆσαι Α φάσιν L: φύσιν Α 32 καθάπερ εἰσὶν M: κατὰ ἀπέρεισιν AL)

600
γάνει οὐδ’ οἷον ὁρᾷ αὐτὰ οὐδ’ ὅλως ἐννοεῖ τι περὶ αὐτῶν, καὶ λέγεται ἔχειν περὶ αὐτῶν ἄγνοιαν, οὐ μὴν ψεύδεσθαι, | ἐπεὶ οὐδ’ ἡ ὄψις ὅταν [*](572) ἐν νυκτὶ μὴ ὁρᾷ τὰ χρώματα, λέγεται ψεύδεσθαι ἀλλ’ ἀγνοεῖν αὐτά. τὸ γὰρ ψεύδεσθαι ἐπὶ συνθέτων λέγεται, ὅταν τὸ μὴ ὂν τόδε τι λέγῃ εἶναι αὐτό, οἷον τὸ μὴ ὂν λευκὸν ξύλον λέγῃ αὐτὸ λευκόν, ἡ τὸ ὂν λέγῃ μὴ ὄν, οἷον τὸ ἄνθρωπον μὴ εἶναι ζῷον. ὥστε ἀληθεύει μὲν περὶ τὰ ἁπλᾶ ὁ νοῦς, ὅταν καθάπερ εἰσὶ καὶ ἁπλαῖς ἐπιβολαῖς ἅπτηται αὐτῶν. ἔστι μὲν οὖν περὶ τὰ ἁπλᾶ ἀληθεύεσθαι, ὅταν αὐτῶν θιγγάνῃ ὁ νοῦς, καὶ οἷον φάσιν ἔχειν ἀλλ’ οὐ κατάφασιν, ἀπατηθῆναι δὲ ἢ ψεύδεσθαι περὶ αὐτὰ οὐκ ἐνδέχεται ἡ γὰρ ἀπάτη καὶ τὸ ψεῦδος περὶ τὰ σύνθετα ὑφίσταται, ὅταν τὸ μὴ κατά τινος ὑπάρχον ὑπάρχειν λέγηται ἡ τὸ ὑπάρχον μὴ ὑπάρχειν. εἰπὼν δὲ ὅτι ἀπατηθῇ ’ναι περὶ τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς οὐκ ἔστ’ ἱν οὐ γὰρ χωρίζονται τῶν ὧν εἰσιν ὁρισμοί, ὡς τὸ καθῆσθαι καὶ γράφειν τῶν καθημένων καὶ γραφόντων), λέγει ὅτι οὐδὲ περὶ τὰς μὴ συνθέτους καὶ ἁπλᾶς ἔστιν ἀπατηθῆναι οὐσίας, περὶ ὧν ἤδη πεπαύμεθα λέγοντες κατὰ συμβεβηκὸς δὲ ἔστιν ἀπατηθῆναι, εἴ τις τὸ μὴ θιγγάνειν ἀπάτην βούλεται λέγειν. εἰσὶ δὲ πᾶσαι αἱ ἁπλαῖ οὐσίαι ἐνέργειαι, ἀλλ’ οὐ δυνάμει· πρῶτον μὲν ὡς εἴπερ ἦσαν δυνάμει, ἐγίνοντο ἂν περὶ αὐτὰς ἀπάται. εἰ γὰρ εἶχον ἔννοιαν περὶ τῆς ἁπλῆς οὐσίας ὡς ἔστι τοδί, αὕτη δὲ δυνάμει οὖσα τόδε τι κεκίνητο εἰς ὃ ἐδύνατο, ἠπατήθησαν ἄν· ὥσπερ γὰρ ὁ καθήμενος ὅταν σταίη, ὁ καθήμενον ἔτι αὐτὸν ὑπολαμβάνων ἀπατᾶται καὶ ψεύδεται, οὕτω δὴ συνέπεσεν ἄν καὶ ἐπ’ αὐτῆς. ἔπειτα εἰ ἦσαν δυνάμει, ἐγίνοντο ἂν καὶ ἐφθείροντο· τὸ γὰρ δυνάμενον τόδε τι γενέσθαι γίνεται ἐκεῖνο ὅπως δύναται· καὶ εἰ ἐγίνοντο, ἔκ τινος ἄν ἐγίνοντο καὶ τοῦτο εἰς ἄπειρον. νὺν δὲ τὸ ὂν αὐτὸ οὐ γίνετ’ αἰ. καὶ εἴη ἂν λέγων ὅτι τὸ κυρίως ὂν καὶ ἡ ἁπλῆ ὑπερούσιος οὐσία καὶ ἀκινήτως κινοῦσα, ὁ πολυτίμητος θεός, οὐ γίνεται οὐδὲ φθείρεται. ἢ τὸ νῦν δὲ τὸ ὃν αὐτὸ οὐ γίνεται οὐδὲ γθείρεται ἴσον ἄν εἴη τῷ νὺν δὲ τὸ ὂν καὶ ἡ οὐσία τοῦ ἁπλοῦ, ὁποῖον ἄν ποτε εἴη, οὐ γίνεται οὐδὲ φθείρεται· πᾶν γὰρ τὸ γινόμενον μένον σύνθετόν ἐστιν. ὅσα δέ, φησί, τῶν ὄντων ἐστὶν ὅπερ εἶναί τι καὶ ἐνεργείᾳ, τουτέσιιν ὅσα ἐστὶν ὅπερ ὄντα καὶ ἐνεργείᾳ, τουτέστιν ὅσα εἰσὶν ἐνέργειαι καὶ εἴδη, περὶ ταῦτα οὐκ ἔστιν ἀπατηθῆναι, ἀλλ’ ἢ ἅπτεσθαι αὐτῶν τὸν νοῦν καὶ ἀληθεύειν ἢ μὴ ἅπτεσθαι, καὶ οὐκ ἔστι τοῦτο ἀπάτη. καὶ ζητεῖται τὸ τί ἐστι περὶ αὐτῶν οὐχ ὡς κατηγοροῦντες αὐτῶν τι, ἀλλὰ μόνον νοοῦντες καὶ οἱονεὶ ὁρῶντες. τὸ δὲ ταῦτα οἷον ὁρᾶν ἐγγίνεται τοῖς εἰς ἄκρον ἐπιστήμης ἐλθοῦσι καὶ εὖ ζήσασιν.

[*](p. 1051b33)

Tὸ δὲ εἶναι ὡς τὸ ἀληθὲς καὶ τὸ μὴ εἷναι ὡς τὸ [*](573) ψεῦδος, ἓν μέν ἐστιν, εἰ σύγκειται, ἀληθές.

Τὸ ὂν τὸ ὡς ἀληθές, φησί, καὶ τὸ μὴ ὃν τὸ ὡς τὸ ψεῦδος, ἕνα μέν [*](7 καθάπερ εἰσὶ Μ: κατὰ ἀπέρεισιν AL 9 ψευσθῆναι LF 15 περὶ ὧν M Bonitz: καὶ ὅλως AL 30 ὅσα δὴ Metaph. 33 αὐτῶν—μὴ ἅπτεσθαι LFS: οm. Α 39 μέν LF: δὲ A)

601
ἐστι τρόπον, εἰ σύγκειται ὁ κατηγορούμενος τῷ ὑποκειμένω καί φαμεν αὐτὸν συγκεῖσθαι, τοῦτό ἐστιν ὂν τὸ ὡς ἀληθές· εἰ δὲ μὴ σύγκειται, λέγεται δὲ συγκεῖσθαι, μὴ ὂν τὸ ὡς ψεῦδος. τὸ δὲ ἕν, τουτέστιν ἄλλον δὲ τρόπον, εἴπερ ὂν οὕτως ὡς ἐστί, ἤτοι ἄνπερ ἐστὶν ἁπλοῦν, οὕτως ἐστὶν ἡ περὶ αὐτὸ ἀλήθει, οὐχ ὥστε καταφάσκειν τι αὐτοῦ ἀλλὰ κατά τινα φάσιν αὐτὸ νοεῖν καὶ οἷον ὁρᾶν. εἰ δὲ μὴ οὕτως, δηλονότι εἰ δὲ μή ἐστιν ἁπλοῦν, οὐκ ἔστι περὶ αὐτὸ τὸ ἄλη μόνον μόνον θιγγάνοντα. καὶ σαφηνίζει αὐτὸ λέγων τὸ δὲ ἀληθὲς τὸ νοεῖν ταῦτα, ἀπάτη δὲ περὶ αὐτὰ οὐκ ἔστιν ἀλλ’ ἄγνοια, ἄγνοια δ’ οὐχ οἵα ἡ τυφλότης ὡς μὴ δυνηθῆναί ποτε νοῆσαι, ἀλλὰ τοιαύτη οἵα ὑπάρχει, ὅταν τις μὴ περί τινος λογίζηται· ἡ δὲ τυφλότης τοιοῦτόν ἐστιν, ὁποία ἐστὶν ἡ ἄγνοια ὅταν τὸ νοητικὸν μηδαμῶς τις ἔχῃ· ὁ γὰρ τούτου ἐστερημένος οὐδέποτε ἄν τι νοήσειεν, ὥσπερ οὐδὲ ὁ ἐστερημένος τῶν ὀφθαλμῶν βλέψειέ ποτε.

[*](p. 1052a4)

Φανερὸν δὲ καὶ ὅτι καὶ περὶ τῶν ἀκινήτων οὐκ ἔστιν ἀπάτη κατὰ τὸ ποιέ, εἴ τις ὑπολαμβάνει ἀκίνητα. Εἰ ἡ κατὰ τὸ ποιὲ ἀπάτη περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἐστί, τὰ δὲ ἀκίνητα καὶ ἀίδια οὐκ ἐνδέχεται ἄλλως ἔχειν, οὐκ ἂν εἴη περὶ αὐτὰ ἀπάτη ἡ κατὰ τὸ ποτέ, ἀλλ’ ἢ ὥσπερ εἴρηται πρὸ ὀλίγου, ἢ ἀεὶ ἀπατηθήσεται ἢ ἀεὶ ἀληθεύσει. εἰ γάρ τις καὶ μὴ οἴοιτο μεταβάλλειν τὸ τρίγωνον ἀλλ’ ἀκίνητον αὐτὸ ὑπολαμβάνοι, οὐκ ἂν ὑπολάβοι ὡς αἱ τρεῖς αὐτοῦ γωνίαι ποτὲ μὲν δυσὶν ὀρθαῖς ἴσαι εἰσὶ ποτὲ δὲ οὔ. εἰ γὰρ τοῦτο νοήσοι, ὑπολήψοιτο ἂν αὐτὸ καὶ μεταβάλλειν ἀλλ’ ὑπόκειται ὑπολαμβάνειν αὐτὸ ἀμετάβλητον. ἀλλὰ τοῦτο μὲν ὑπολαβεῖν οὐκ ἐνδέχεται, ἀλλὰ τὶ μὲν τὶ δ’ οὔ, τουτέστιν ἄρτιον μὲν ἀριθμὸν πρῶιον ὑπολαμβάνειν μηδένα εἶναι ἐνδέχεται, ἢ τινὰς μὲν εἶναι ἀρτίους πρώτους τινὰς δὲ οὔ, καὶ τοῦτο ἐνδέχεται· τὸ δὲ τὸν δύο λαβεῖν αὐτὸν καθ’ αὑτὸν καὶ ὑπολαμβάνειν αὐτὸν ποτὲ μὲν ἄρτιον πρῶτον ποτε ’δε οὐ πρῶτον, οὐκ ενοεχεται. τὸ ’δε οὐ γὰρ ἔτι τινὰ μὲν τινὰ δὲ οὐκ οἴησεται τοιοῦτον ἂν εἴη· οὐ γὰρ οἰήσεται ὁ τοὺς ἀριθμούς, ὥσπερ τὸ τρίγωνον, ἀκινήτους οἰόμενος ὅτι τὶς μὲν ἀριθμὸς πρῶτος ὢν ποτὲ ἔσται καὶ μὴ πρῶτος, ὁ δὲ κινουμένους αὐτοὺς οἰόμενος οὗτος τοῦτο πείσεται· ὥστε ἢ ἀληθεύσει, εἰ τὸν δύο ἄρτιον ὑπολαμβάνει, ἢ ἀεὶ ψεύσεται, εἰ μὴ οὕτως αὐτὸν ἔχειν ὑπολήψεται. μέχρι τῶν ὧδε πεπλήρωνται αἱ εἰς τὸ Θ τῶν Μετὰ τὰ φυσικὰ σχολαί.

[*](13 βλέψει LF 20 ὑπολαμβάνοι MF: ὑπολαμβάνει AL ὑπολάβοι Μ: ὑπολάβῃ ALF 22 ὑπολήψοιτο M: ὑπολήψαιτο ALF 32 33 μέχρι—σχολαί οm. LF)
602

Ἐπεὶ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοὲν ἐδόξαζον, τοῦτο αὐτὸ λέγοντες εἶναι τὴν φύσιν αὐτοῦ καὶ ἐν τούτῳ οὐσιῶσθαι ἐν τῷ ἓν εἶναι (οὐδὲ γὰρ ὥσπερ ὁ Σωκράτης ἓν ὂν ὑπόκειται αὐτός, κατηγορεῖται δὲ αὐτοῦ τὸ ἕν, οὕτως ἔλεγον καὶ ὡς αὐτοενὶ ὑποχεῖσθαί τινα φύσιν, λέγεσθαι δὲ κατ’ αὐτῆς τὸ αὐτοέν, οὔτε ὡς οἱ φυσικοὶ μίαν λέγοντες τὴν ἀρχὴν ὑπετίθουν αὐτῇ πῦρ ἢ ὕδωρ ἢ ἀέρα, ἀλλ’ οὐσιῶσθαι αὐτὸ ἐν τῷ ἓν εἶναι, καὶ εἶναι αὐτοῦ φύσιν τὸ ἕν, μηδὲ ὂν αὐτὸ λέγοντες ἀλλὰ μόνον ἕν· καὶ ὅτῳ φίλον πῶς ταῦτα λέγουσι μαθεῖν; ἐντυγχανέτω τὸν ἐπιγραφάμενον Παρμενίδην ἢ Περὶ ἰδεῶν τοῦ Πλάτωνος διάλογον) — ἐπειδὴ οὖν ταύτην εἶχον περὶ τοῦ ἑνὸς τὴν ἔννοιαν, ζητῆσαι ἐν τῷ παρόντι βιβλίῳ προτίθεται εἰ ἔστι τι τοιοῦτον ἓν ἢ μή. πρότερον δὲ διαίρεσιν ποιεῖται τοῦ ἑνὸς καὶ λέγει τίνα ἐστὶ τὰ κυρίως σημαινόμενα τοῦ ἑνὸς καὶ πῶς τὸ ἓν τέως ἐν τοῖς αἰσθητοῖς εἶναι ὑπολαμβάνομεν. λέγει δὲ ὅτι τῷ ἑνὶ πανταχοῦ ὡς ἀρχῇ μέτρου χρώμεθα καὶ ἐν ἀριθμοῖς καὶ ἐν μεγέθεσι καὶ ἐν μέλεσι· τὴν γὰρ δίεσιν ἀρχὴν τῶν μελῶν ποιούμεθα. περὶ δὴ τούτων καὶ ἄλλων τοιούτων πρότερον τὸν λόγον ποιεῖται, καὶ οὕτω ζητεῖ εἰ δύναται εἶναί τι τοῦτο αὐτὸ ἔχον φύσιν τὸ ἕν, εἶτα ζητεῖ καὶ περὶ τῶν ἐναντίων τίνα ἐστὶ καὶ ὅλως περὶ τῶν ἀντικειμένων καὶ πῶς εἰσι. τὰ μὲν οὖν ἐνταῦθα λεχθησόμενα τοιαῦτα, ἰτέον δὲ ἡμῖν ἐπὶ τὴν τῶν λεγομένων σαφήνειαν.

[*](p. 1052a15)

Τὸ ἓν ὅτι μὲν λέγεται πλεοναχῶς, ἐν τοῖς περὶ ποσαχῶς διῃρημένοις εἴρηται πρότερον.

Ἐν τῷ Δ τῆσδε τῆς πραγματείας εἴρηκε περὶ τῶν τοῦ ἑνὸς σημαινομένων, ὅτε καὶ περὶ ἰῶν ἄλλων ἁπάντων ὧν ἐκεῖσε ἐμνήσθη ἐπεσκέπτετο ποσαχῶς ἕκαστον λέγεται. καὶ νῦν πάλιν. ὑπομιμνήσκει λέγων τὸ ἓν [*](1 Tit. σχόλια —μετὰ τὰ φυσικά Μ: σχόλια εἰς τὸ ἰῶτα Α: om. LF 2 αὐτὸ LF: οm. Α 4 ἓν ὢν LK αὐτός LF: αὐτό Α 5 ὡς delendum censet Bonitz 7 εἷναι (post ἓν) LFS: om. Α 13 πῶς τὸ ἓν LF; τὸ om. Α 23 ἐν τῷ Δ] c. 6)

603
ὅτι μὲν λέγεται πλεοναχῶς εἴρηται ἐν ἐκείνοις· οἱ συγκεφαλαιού- συγκεφαλαιούμενοι δὲ τρόποι τῶν πρώτων καὶ καθ’ αὑτὰ λέγ’ ομένων ἐν, τουτἐστιν οἱ πρῶτοι τῶν τοῦ ἑνὸς σημαινομένων τρόποι, ἀλλὰ μὴ οἱ κατὰ συμβεβηκὸς λεγόμενοι (οὗτοι γὰρ πάμπολλοί εἰσιν), οἱ πρῶτοι δὴ τέσσῶές εἰσι, καὶ τίνες οὗτοι καταλέγει. τό τε γὰρ συνεχές, φησίν, ἓν λέγεται· τὸ δὲ συνεχὲς ἢ ἁπλῶς καὶ καθόλου λέγεται (ἁπλῶς συνεχὲς καὶ οὐ κυρίως λέγεται τὸ ἁφῇ καὶ δεσμῷ ἢ κόλλῃ), τὸ δὴ συνεχὲς ἓν λέγελέγεται ἢ τὸ ἁπλῶς ὂν συνεχές, ἢ τὸ μάλιστά γε τῇ φύσει συνεχὲς ἕν ἐστιν· | φúσει δὲ συνεχῆ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ ὅλως τὰ ἐκ φύσεως γινόὦνα [*](575) ἀλλὰ μὴ ἀπὸ τέχνης. καὶ τούτων πάλιν τῶν φύσει συνεχῶν μάλιστα καὶ κυριώτατα ἓν λέγεται οὗ ἡ κίνησις ἀδιαιρετωτέρα καὶ μᾶλλον ἁ πλῆ. τοιοῦτον δ’ ἄν εἴη τὸ κυκλοφορητικὸν σῶμα· τῶν μὲν γὰρ ζῴων αἱ κινήσεις οὔκ εἰσιν ἁπλαῖ, οὐδ’ ἀδιαίρετοι. ᾗ μὲν γὰρ στάσει διαλαμβἁνονιαι (ἐν γὰρ ταῖς τῶν ποδῶν ἀντερείσεσιν, ὅτε κινοῦνται, στάσεις γίνονται) οὔκ εἰσιν άπλαἰ· ᾗ δὲ οὐ πᾶν ἅμα τὸ ζῷσν κινεῖται ἀλλ’ οὐδὲ τὰ μόρια αὐτοῦ (κινουμένου γὰρ τοῦ δεξιοῦ ποδὸς καὶ προηγουμένου ὁ λαιὸς ἵσταται, πάλιν τούτου προηγεῖσθαι μέλλοντά ἵσταται· ὁ δεξιός) εἰσὶ διαιρεταί· διαιροῦνται γὰρ ἐν ταrς στάσεσι. τοῦ δ’ οὐρανοῦ ἅτε ἄρθρα μὴ ἔχοντος ἀλλ’ ἑνὸς ὸ́νιος καὶ συνεχοῦς, οὐ δυνατήν ἐστι τὸ μὲν αὐτοῦ κινεῖσθαι τὸ δὲ μή, ἀλλ’ ἅπαντα τὰ μόρια αὐτοῦ ἅμα κινοῦνται· ὥστε κυριώτερον ἓν τῶν ἐνταῦθα τὸ κυκλοφορητικόν ἐστιν. ὅτι δὲ τοῦτο λέγει κυρίως ἕν, μετ’ ὀλίγον καὶ αὐτὸς δηλώσει. ἔτι, φησί, τοιοῦτον καὶ μᾶλλον, τουτέστιν ἔτι ἓν λέγεται καὶ μᾶλλον ἓν τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος. καὶ συμπεριείληφε διὰ τούτου τοῦ τρόπου πάντα τὰ φυσικὰ μεγέθη τά τε κ̀υκ̀ὶ‘)φορητικ̓ὰ καὶ τὰ ὑπὸ σελήνην. ἐπειδὴ δὲ εἶδός τί ἐστι καὶ ἡ ναῦς καὶ ἡ οἰκία, λἔ̀ιει μάλιστα δὲ εἴ τι φύσει τοιοῦτόν ἑστι καὶ μἡ βίᾳ, ὥσπερ ὅσα κόλλῃ ἢ γὁμφῳ ἢ συνδέσμῳ. γόμφῳ μέν ἐστιν ἓν ἡ ναῦς, κιβώτιον, συνδέσμῳ ὁ φάκελος κόλλῃ δὲ βιβλίον. ὅ σὰ δὴ ἔχει μορφὴν καὶ εἶδος φύσει ἀλλὰ μὴ βίᾳ , ωασπερ ὅσα γόμφῳ ἐστὶν ὡς ἡ ναῦς, ἀλλ’ ἔχει ἐν ἑαυτοῖς τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ἓν λέγεται. ταῦτα δ’ ἐστὶ τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ὧν ἡ κίνησις μία καὶ ἀδιαίρετος τόπῳ καὶ χρόνῳ. εἰ γὰρ ἐν ἄλλῳ θὲν τόπῳ κινεῖταί τι, ἐν ἄλλῳ δὲ ἕτερον, ἐξ ἀνάγκης διαιρετή ἐστιν ἡ κίνησις, ὥσπερ ἔχει ἡ τῶν ζῴων βάδισις· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ κινεῖται ὁ δεξιὸς ποὺς καὶ ἐν ἄλλῳ ὁ λαιός. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἔκδηλον ὅτι εἴ τι φύσει κινήσεως ἁ ρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην, ὅτι τοῦτο πρῶτον μέγεθος ἕν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. δέδέδεικταί ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὡς ἡ κατὰ τόπον κίνησις προτέρα ἐστὶ τῶν ἄλλων κινήσεων, αὐξήσεως φθίσεως καὶ τῶν ἄλλων, τῆς [*](1 ὅτι μὲν LF: μὲν ὅτι Α 3 τῶν τοῦ LF: τῶν ora. Α 6 ἁπλῶς δὲ συνεχὲς coni. Bonitz 17. 18 διαιρεταί LF: διαιρετοί Α 19. 20 τὶ μὲν et τὶ δὲ LF 33 post τόπῳ fort, addendum ἡ χρόνῳ 34 ἡ τῶν LF: ἡ om. Α 36 φύσει κινήσεως Bouitz: φύσει Α: φύσεως LFM: κινήσεως S 38 ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως] c. 7)
604
δὲ κατὰ τόπον πάλιν δέδεικται ἐκεῖσε προτέρα ἡ κύκλῳ. τούτων ἐκεῖσε δειχθέντων λέγει, ἐπειδὴ τὸ κυκλοφορητικὸν σῶμα ἀρχὴν ἔχει ἐν ἑαυτῷ κινήσεως, ἡ δὲ κύκλῳ κίνησις πρώτη ἐστὶ τῆς κατὰ τόπον, ἥτις πάλιν ἡ κατὰ τόπον πρώτη τῶν ἄλλων, τὸ κυκλοφορητικὸν σῶμα δῆλον ὅτι πρῶτόν ἐστι μέγεθος· ἡ γὰρ τῶν μορίων αὐτοῦ κίνησις οὐκ ἐν ἄλλῳ καὶ [*](576) ἄλλῳ χρόνῳ γίνεται, ἀλλ’ ἅμα πάντα ἐν τῷ αὐτῷ χρόνῳ κινοῦνται. ἔστιν οὖν, ὥσπερ εἴρηται, ἡ κυκλοφορία πρώτη τῆς φορᾶς. καὶ τὸ ἔχον ἄρα ταύτην τὴν ἀρχὴν πρῶτόν ἐστι μέγεθος τοῦ ἔχοντος τὴν τῆς φορᾶς ἀρχήν. τὰ μὲν δὴ οὕτως ἓν λέγεται ἢ τὸ συνεχὲς ἢ τὸ ὅλον ὅλον δὲ ποῖον λέγεται εἴρηται ἐν τῷ Δ), τὰ δὲ λέγεται ἓν ὧν ἄν ὁ λόγος εἷς ᾖ. καὶ τίνων ὁ λόγος εἷς ἐστιν ἐπάγει· ὧν ἡ νόησις μία καὶ ἡ ἐπιστήμη. τίνων δὲ πάλιν ἡ νόησίς ἐστι μία ἐπιφέρει, ὧν ἁ διαιρετὸς ἡ νόησις. ἡ δὲ τοῦ ἀδιαιρέτου καὶ κυρίως ἑνὸς ἡ ἀδιαίρετος νόησίς ἐστιν ἢ εἴδει ἢ ἀριθμῷ. ὥστε ἐξ ὧν λέγει ὁ μὲν καθόλου ἄνθρωπος καὶ ἵππος καὶ ὅλως τὰ εἰδικώτατα εἴδη, καὶ ὁ Σωκράτης καὶ ὁ Πλάτων’ καὶ ἁπλῶς τὰ ἄτομά εἰσιν ἕν, τὸ δὲ ζῷον τὸ καθόλου ἓν οὐκ ἔστιν, ὅτι διαιρεῖται εἴς τε τὸ ζῷον πτηνὸν καὶ εἰς τὸ ζῷον πεζὸν καὶ εἰς τὸ ζῷον ἔνυδρον, ὧν αἱ νοήσεις καὶ ἐπιστῆμαι διάφοροι· ἄλλη γὰρ νόησις καὶ ἐπιστήμη ζῴου πτηνοῦ καὶ ἄλλη ζῴου πεζοῦ. ὁ δὲ ἄνθρωπος οὐ διαιρεῖται εἰς ἕτερα εἴδη εἰδικώτατον ὂν εἶδος, οὐδὲ οἱ κατὰ μέρος πολλῷ μᾶλλον ἄνθρωποι διαιποῦνται εἰς ἀνθρώπους. εἰ δὴ ἓν λέγομεν ὧν ἡ κίνησις μία καὶ ὧν ἡ νόησις καὶ ἡ ἐπιστήμη ἡ αὐτή, ταῦτα δὲ διὰ τὸ εἶδος συμβαίνει, ἓν ἄν εἴη πρῶτον τὸ ταῖς οὐσίαις αἴτιον τοῦ ἑνός· τοῦτο δ’ ἐστὶ τὸ εἶδος. καὶ ἐπανακεφαλαιοῦται διὰ βραχέων τὰ λεχθέντα λέγων λέγεται μὲν οὖν τὸ ἓν τοσαυταχῶς, τό τε συνεχὲς φύσει καὶ τὸ ὅλον ὁ γὰρ μονόχειρ συνεχὴς μέν ἐσ·τιν, ἀλλ’ οὐ καὶ ὅλος, ὥστε διαφέρει), καὶ τὸ καθ’ ἕκαστον καὶ ἄτομον, καὶ τὸ καθόλου καὶ τὸ εἶδος. λέγεται δ’ ἓν πάπα ταῦτα ἐν τῷ ἢ τὴν κίνησιν εἶναι ἀδιαίρετον ἢ τὴν νόησιν ἢ τὸν λόγον καὶ τὸ εἶδος.

[*](p 1052b1)

Δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος.

Ἐπειδὴ ἑτέρα ἐστὶν ἡ φύσις τοῦ ἑνὸς καὶ ἕτερα τὰ καθ’ ὧν κατηγορεῖται ἄλλο γὰρ Σωκράτης καὶ (ἄλλο τὸ ἓν τὸ κατὰ τοῦ Σωκράτους κατηγορούμενον), λέγει ὅτι δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις ποῖά τε τῶν φυσικῶν πραγμάτων ἓν λέγεται καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἷναι καὶ τὸν λόγον καὶ τὴν φύσιν τοῦ ἑνὸς ζητοῦσα. τοῦτο δὴ θεὶς ἐπάγει ὅτι τὸ μὲν ἓν λέγεται τοσαυταχῶς ὁσαχῶς διωρίσθη (διωρίσθη δὲ τετραχῶς), καὶ ἕκαστον τῶν ὄντων ἓν λέγεται ᾧ ἄν τις τῶν τοῦ ἑνὸς διορισθέντων [*](8 τῆς φορᾶς LF: τῆς om. A 10 ἐν τῷ Δ] c. 26 20 ὃν] ὢν LF οἱ L: om. Α 32 ἕτερα τὰ LF: ἑτέρα τοῦ Α)

605
τρόπων ὑπάρξῃ. τὸ δὲ | ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνὸς ὁτὲ μὲν τούτων [*](577) τινὶ ὑπάρξει, λέγων τούτων, τὸ συνεχὲς φύσει, τὸ ὅλον, τὸ ἔχον μορφὴν καὶ εἶδος καὶ ὅσα ἄλλα εἴρηται, ὁτὲ δὲ ἡ φύσις τοῦ ἑνὸς ὑπάρξει ἄλλῳ τινὶ ἑτέρῳ ὄντι τῶν ἀπηριθμημένων, ὅπερ ἕτερον ἐγγὺς τῷ ὀνόματί ἐστι, τουτέστι μᾶλλον τῶν ἄλλων τῷ ἑνὶ ἐγγίζει καὶ πλησιαίτερον ἐκείνων τῇ τοῦ ἑνός ἐστι φύσει καὶ κυριωτέρως τὸ ἓν κατὰ τούτου λέγεται, καὶ ἔστι μεταξὺ τῆς τοῦ ἑνὸς φύσεως καὶ τοῦ συνεχοῦς καὶ τοῦ ὅλου καὶ τῶν τοιούτων. τοῦτο δὲ τὸ μᾶλλον ἐγγίζον τῷ ἑνὶ ὁποῖόν ἐστι μετ’ ὀλίγον εἰσόμεθα, ὅταν καὶ αὐτὸς περὶ αὐτοῦ λέγῃ, ὅταν λέγῃ οὑτωσί μάλιστα δὲ τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ κυριώττατα τοῦ ποσοῦ. ἔστιν οὖν ἄλλο ὃ καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστιν, ἐκεῖνα δὲ τὰ ἀπηριθμημένα ἓν δυνάμει εἰσὶν ἕν, ἤτοι φύσεις τινὲς καὶ κατ’ αὐτῶν λέγεται τὸ ἕν. ἀλλὰ μὴν καὶ ἐκεῖνο τὸ παρὰ τὰ ἄλλα, ὃ καὶ μᾶλλον ἐγγὺς τοῦ ὀνόματός ἐστι, φύσις τίς ἐστι καὶ κατηγορεῖται καὶ ἐκείνου τὸ ἕν· οὐ γὰρ οὐσίωται ἐν τῶ ἑνὶ εἶναι. καὶ οἶμαι τὸ δυνάμει ἐκεῖνα ἴσον ἐστὶ τῶ ἐκεῖνα, τό τε συνεχὲς καὶ τὰ λοιπά, ὡς πρὸς τὸ ἄλλο, ὃ καὶ μᾶλλον ἐγγύς ἐστι τῷ ὀνόματι, ἐξεταζόμενα δυνάμει εἰσὶν ἕν, καθ’ αὑτὸ δὲ τοῦτο. μή ποτε δὲ ἐπειδή ὡς ἐρεῖ, τὸ ἕν, ὅ περ ἐγγὺς τῷ ὀνόματί ἐστιν, οὐδὲν ἄλλο τυγχάνει ὂν ἢ τὸ μέτρον καὶ ἀρχὴ τοῦ ποσοῦ ᾗ ποσόν, καὶ τούτου μάλιστα τὸ μέτρον τοῦ διωρισμένου ποσοῦ, ὅπερ ἐστὶν ἡ μονάς, δι’ ἣν λέγεται καὶ ἡ δίεσις ἓν καὶ μέτρον καὶ ἀρχὴ τῶν φθόγγων καὶ τοῦ βάρους ἡ λίτρα, μήποτε οὖν διὰ ταῦτα πόρρω ᾐνίξατο τοῦτο, λέγων, ὅτι ἡ μονὰς ἐγγύς ἐστι τῷ ὀνόματι, τὰ ἄλλα ἥ τε δίεσις καὶ ἡ λίτρα καὶ ἡ ποδιαία γραμμὴ καὶ τὰ ἄλλα ὧν ἐκεῖσε μνημονεύσει δυνάμει εἰσὶν ἓν καὶ οὐ καθ’ αὑτό. τὸ δὲ ὥσπερ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι δι’ ὁρίζοντα καὶ τὰ ἑξῆς συνεχές ἐστι τοῖς ἄνω τοῖς δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται. καὶ ἔστιν ἡ πᾶσα τοῦ λόγου συνέχεια τοιαύτη· δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις τὰ ὑποκείμενα, καθ’ ὧν τὸ ἓν λέγεται, καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἶναι καὶ τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ἑνὸς ζητοῦσα, ὥσπερ καὶ περὶ στοιχείου καὶ αἰτίου· διαφέρει γὰρ τὸ ζητεῖν τίς φύσις καὶ λόγος τοῦ στοιχείου, ὅτι ἐξ οὗ πρώτου φέρε εἰπεῖν ἐλαχίστου καὶ εἰς ὃ ἔσχατον ἐλάχιστον τὰ ἐκ τούτου ἀναλύεται, τῆς ζητήσεως, ἥπερ ζητεῖ τίνων τὸ στοιχεῖον καὶ ἡ τοιαύτη φύσις κατηγορεῖται, καὶ τίνι συνέβη [*](578) στοιχείῳ εἶναι, πότερον τῷ πυρὶ ἢ ἄλλῳ τινί. ὅτι δὲ διάφοροι αἱ τοιαῦται ζητήσεις δῆλον· ἄλλον γὰρ ἀποδίδομεν τοῦ πράγματος, λέγω δὴ τοῦ πυρός, ὅρον καὶ ἄλλον τοῦ ὀνόματος, ὄνομα λέγων αὐτὸ τὸ κατηγόρημα ἤτοι τὸ στοιχεῖον. κατηγορεῖται γὰρ τὸ στοιχεῖον κατὰ τοῦ πυρός· φαμὲν γὰρ τό πῦρ στοιχεῖον. καὶ ἔστι, φησί, τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστιν· ὅταν μὲν γὰρ ὡς πῦρ ἐξετάζῃ τις αὐτὸ καὶ τὴν φύσιν αὐτοῦ τίς ἐστιν, ὅτι ξηρὰ καὶ θερμή, μὴ πολυπραγμονῶν εἴτε γίνεταί τι [*](2 τινὶ LFS: ἑνὶ Α 11 καὶ μᾶλλον LF: καὶ om. Α 17 καθ’ αὑτὸ LFS: καὶ καθ’ αὑτὸ Α 23 καὶ ἡ λίτρα L: om. Α 38 φαμὲν LF: φανερὸν Α)
606
ἐξ αὐτοῦ εἴτε καὶ μή, οὐκ ἔστι στοιχεῖον·· ὅταν δὲ ὡς πρᾶγμα καὶ φύσιν τινά, ὅτι ἐξ αὐτοῦ γίνεται τὰ ἄλλα καὶ εἰς αὐτὸ ἀναλύεται, ἐστὶ στοιχεῖον. ἢ τὸ ἔστι τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστι λέγοι ἂν ὅτι ἐπειδὴ κυρίως καὶ πρώτη ἀρχὴ πάντων καὶ στοιχεῖον ἡ ἀνείδεός ἐστιν ὕλη, τρόπον μέν τινα τὸ πῦρ ὡς πρὸς αὐτὴν συγκρινόμενον οὐκ ἔστι στοιχεῖον, τρόπον δέ τινά ἐστιν· τὰ γὰρ σύνθετα πάντα προσεχῶς ἐξ αὐτοῦ καὶ γῆς καὶ ὕδατος κ·αὶ ὕδατος συνίσταται. τὸ δὲ ὄνομα οἷον τὸ στοιχεῖον ὃ κατὰ τοῦ πυρὸς λέγεται, σημαντικόν ἐστιν τοῦ ἔστι τι ὃ γέγονεν ἐκ τούτου πρώτου τοῦ πυρός, ἐνυπάρχοντος τοῦ πυρὸς τῷ γεγονότι ἐξ αὐτοῦ ἤτοι τῷ στοιχειωτῷ, διὰ τὸ συμβεβηκέναι τῷ πυρὶ τοδί, τουτέστι τὸ ἐξ αὐτοῦ ὡς πρώτου ἐνυπάρχοντος εἶναι τὰ ἄλλα. ὅτι γὰρ συμβέβηκε τῷ πυρὶ ἐξ αὐτοῦ πρώτου γίνεσθαί τινα ἐνυπάρχοντι τοῖς ἐξ αὐτοῦ γινομένοις, διὰ τοῦτο λέγεται στοιχεῖον. τὸ δ’ ἔστιν ἴσως καθ’ αὑτὸ καὶ τὸ ἄπειρον πρόσκειται, ἐπειδὴ οἱ ἓν τὸ στοιχεῖον λέγοντες καὶ ἄπειρον αὐτὸ ὑπετίθεντο λέγοι δ’ ἂν ὅτι ἴσως ἐστὶ καὶ τὸ ἄπειρον στοιχεῖον, ὡς εἰ ἔλεγε ‘τοῦτο γὰρ πάνυ πολλὰς εὐθύνας δεδωκὸς λεγέσθω νῦν κατὰ πολλὴν ἄδειαν στοιχεῖον᾿ ὡς οὖν ἐπὶ τοῦ στοιχείου ἔχει, οὕτω καὶ ἐπὶ τοῦ αἰ· τίου καὶ τοῦ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων. τὸ δὲ διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, εἴ τι συνίημι, οὐδεμίαν πρὸς τὰ προσεχῶς λεχθέντα ἀκολουθίαν ἔχει, ἀλλ’ οἶμαι ἐπανάληψίς· ἐστι τῶν περὶ τοῦ ἑνός, ἵνα ἀκολούθως εἴποι καὶ ποῖόν ἐστιν ἐκεῖνο τὸ ἕν, ὅπερ μάλιστα ἐγγὺς τῷ ὀνόματί ἐστιν. καὶ εἴη ἄν λέγων διὰ τούτου ὅτι τὸ ἑνὶ εἶναι ἤτοι ἡ φύσις τοῦ ἑνός, τοῦτό ἐστι τὸ ἀδιαίρετον εἶναι· ὅπερ ἓν οὐ καθ’ αὑτό ἐστιν ἀλλὰ τόδε τι, ἄνθρωπος, εἰ τύχοι, μονὰς ἢ λίθος ἣ τι ἄλλο ἰδίᾳ χωριστὸν ὄν, ἤτοι ἀδιαίρετον ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ ἢ τῷ ὅλῳ καὶ ἀδιαιρέτῳ. τίνα δέ ἐστι ταῦτα, εἴρηται πολλάκις.

[*](p. 1052b18)

Μάλιστα δὲ τὸ μέτρον εἶναι πρῷον ἑκάστου γένους [*](579) καὶ κυριώτατα τοῦ ποσοῦ.

εἰπὼν ὅτι τὸ ἑνὶ εἶναί ἐστι τὸ ἀδιαιρέτῳ εἶναι ἢ τόπῳ ἢ εἴδει καὶ τὰ λοιπὰ ὅσα κατελεξάμην, μάλιστα δέ, φησί, τὸ ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνός ἐστι τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ ὑποκειμένου, κυριώτατα δὲ ἕν ἐστι τὸ πρῶτον μέτρον τοῦ ποσοῦ· ἔστι γὰρ καὶ ψόφων καὶ μελῶν μέτρον, ἀλλὰ κυριώτατα ἓν καὶ μέτρον τοῦ ποσοῦ ἐστι, καὶ τοῦτό ἐστι τὸ ἕν, ὅπερ πρὸ ὀλίγου ἔλεγεν ὅτι μάλιστα ἐλλίζει τῷ ὀνόματι, τὸ πρῶτον μέτρον τοῦ ποσοῦ. ἐντεῦθεν γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἐλήλυθε, [*](7 καὶ γῆς EM: καὶ om. AL 8 τοῦ (ante ἔστι) LF: οἷον Α 10 στοιχειωτῷ F: στοιχείῳ τῷ AL τοδί, τουτέστι τὸ F: om. AL 14 καὶ L: τὸ Α 15 λέγοι δ’ ἄν M: λέγει AL 20 τῶν Μ: τὰ AL 22 ὅτι L: om. Α 24 τύχοι L: τύχῃ Α 25 ἰδίᾳ χωριστὸν LFS, of. Metaph. cod. Αb: ἀδιαχώριστον Α Metaph. vulg. 30 κατέλεξε λέγει LF φησί om. LF 31 εἶναι—πρῶτον μέτρον (32) LF: om. A 33 τοῦ F: τὸ AL 34. 35 τὸ πρῶτον LF: τῷ πρῶτον Α)

607
καὶ λέγεται ἓν καὶ μέτρον τὸ στάδιον τῶν ἑκατὸν σταδίων καὶ ἡ δίεσις τῶν φθόγγων καὶ ἡ λίτρα τοῦ βάρους. ἔστιν οὖν μέτρον καὶ κυρίως ἓν ᾧ τὸ ποσὸν γινώσκεται· γινώσκεται δὲ τὸ ποσὸν ᾗ ποσὸν ἢ ἑνί, ὡς ὁ δέκα ἀριθμὸς τῇ μονάδι, ἢ ἀριθμῷ, ὡς ὁ ἑκατὸν τῷ δέκα ἀριθμῷ· μονὰς γάρ ἐστιν ὁ δέκα ἀριθμὸς ὡς πρὸς τὸν ἑκατόν. κυριώτερον δὲ πᾶς ἀριθμὸς τῷ ἑνὶ γινώσκεται· εἰ μὲν οὖν τῇ μονάδι, αὐτόθεν δῆλον ὅτι τῷ ἑνί, εἰ δ’ ἀριθμῷ ὡς ὁ ἑκατὸν ὑπὸ τοῦ δέκα, τῇ δεκάδι ὡς ἑνὶ πάλιν χρώμεθα ὥστε δῆλον ὅτι πᾶν ποσὸν ᾗ ποσὸν τῷ ἑνὶ γινώσκεται, καὶ ᾧ πρώτῳ πόσα ἐστὶ τὰ ἀπηριθμημένα, εἴτε εἴκοσιν εἴτε ἑκατὸν εἴτε ἄλλος ὁστισοῦν ἀριθμός, γινώσκεται, τοῦτο ἕν ἐστιν ἢ ἀνάλογόν γε ἑνί. ὥστε καὶ τὸ στάδιον, εἰ ὑπ’ αὐτοῦ πρώτου τὰ ἑκατὸν ἔγνωμεν στάδια, ἕν ἐστι. καὶ διὰ τοῦ τὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμός. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἀριθμοῦ καὶ τοῖς ἄλλοις μέτρον λέγεται ᾧ πρώτῳ ἕκαστον γινώσκεται, καὶ ἔστιν ἐν ἑκάστῳ τὸ μέτρον ἓν καὶ χρώμεθα ὡς ἑνί. ἐν γὰρ τοῖς μήκεσιν ᾧ πρώτῳ γινώσκεται τὸ μετρηθὲν μῆκος ὡς ἑνὶ χρώμεθα, ὡσαύτως καὶ ἐν πλάτει καὶ ἐν βάρει καὶ ἐν τάχει. εἰπὼν δὲ ὅτι ἐν μήκει, ἐν πλάτει καὶ ἐν βάθει, καὶ προσθεὶς ἐν βάρει, ἐν τάχει, τὴν αἰτίαν τίθησιν τοῦ ὅπως τὰς μὲν τρεῖς διαστάσεις εἴρηκεν, μῆκος πλάτος βάθος, ἐπὶ δὲ τοῦ βάρους εἰπὼν βάρος οὐκ εἶπε καὶ κοῦφον, ὁμοίως εἰπὼν τάχος οὐκ εἶπε καὶ βραδυτῆτα. φησὶ δὴ ὅτι τὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις, ὡς εἰ ἔλεγε διὰ τοῦτο εἰπὼν βάρος οὐκ εἶπόν καὶ κουφότητα, καὶ τάχος οὐ βραδυτῆτα, ὅτι τὸ βάρος δύναται δηλοῦν καὶ τὸ κοῦφον, καὶ ἔστι κοινὸν ἀμφοῖν τοῦ τε βάρους καὶ τοῦ κούφου· ὡσαύτως καὶ τὸ τάχος τὴν βραδυτῆτα.’ καὶ λέγει ὅπως δηλωτικόν ἐστι τὸ βάρος αὐτοῦ τε τοῦ βάρους καὶ τοῦ κούφου. διττὸν γάρ ἐστιν ἑκάτερον· βαρὺ γὰρ λέγεται καὶ τό τινος βαρύτερον, λέγεται δὲ βαρὺ καὶ τὸ ὁποιανοῦν ἔχον βαρύτητα. ἀλλὰ καὶ ταχὺ λέγεται καὶ τό τινος ταχύτερον, λέγεται δὲ καὶ τὸ ὁποσηνοῦν ἔχον ταχυτῆτα. εἰ δὴ ταῦθ’ οὕτως ἔχει [*](580) τὸ βαρὺ δηλοῖ καὶ τὴν γῆν, ἥπερ ἐστὶν ἁπλῶς βαρύ, δηλοῖ καὶ τὸν ἀέρα, ὃς ὡς μὲν πρὸς τὸ ὕδωρ κοῦφος, ὡς δὲ πρὸς τὸ πῦρ βαρύς ἐστι. δηλοῖ ἄρα ἀμφότερα τὸ βαρύ, τήν τε γῆν ἀπλῶς οὖσαν βαρεῖαν καὶ τὸν ἀέρα κοῦφον ὄντα ὡς πρὸς αὐτήν. ἀλλὰ καὶ τὸ τάχος δηλοῖ μὲν καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν, δηλοῖ δὲ καὶ τὴν τοῦ Σωκράτους, ἥτις τοῦ Σωκράτους εἰ καὶ πάνυ λίαν ἐστὶ βραδεῖα καὶ σχεδὸν οὐδὲ κίνησις ὡς πρὸς τὴν τῆς ἀπλανοῦς ἐξεταζομένη, ὅμως ἐστὶν ἄλλης τινὸς ταχυτέρα, οἷον τῆς κινήσεως τῆς χελώνης. δῆλον ἄρα ὡς καὶ τὸ τάχος σημαντικόν ἐστι τῆς βραδυτῆτος. λέγεται δὴ βάρος καὶ τὸ ὁποσηνοῦν ἔχον ῥοπην καὶ βαρύτητα καὶ τὸ ἔχον ὑπεροχὴν καί τινος ὃν βαρύτερον, καὶ τάχος καὶ τὸ ὁπηλικηνοῦν κίνησιν καὶ ταχυτῆτα καὶ τὸ ὑπεροχὴν κινήσεως καὶ τὸ ταχύτερον [*](1 μέτρον τὸ LF: post μέτρον add. μὲν Α 7 τῇ δεκάδι] τὴν δεκάδα AL 13 πρώτῳ LS: τρόπῳ Α 18 τοῦ ὅπως LF: τοῦ οm. A 25 ἐστιν] φησιν L 28 ὁποσηνοῦν Bonitz: ὁπωσοῦν ALM 29 legendum δηλοῖ δὲ καὶ τὸν 31 τὸ βαρύ LF: om. Α 32 τῆς L: τοῦ Α)
608
ὄν τινος. ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος, οἷον τοῦ Σωκράτους, καὶ βάρος τοῦ κουφοτέρου, οἷον τοῦ ἀέρος.

[*](p. 1052b31)

’Ev πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον.

εἰπὼν ὅτι ἀρχὴ μέν ἐστι καὶ μέτρον ἐν πλάτει ἐν βάθει ἐν βάρει, καὶ τὴν αἰτίαν θεὶς τοῦ τίνος ἕνεκεν ἐν βάρει εἰπὼν καὶ ἐν τάχει οὐκ εἶπε καὶ ἐν κουφότητι καὶ βραδυτῆτι, λέγει ὅτι ἐν ἅπασι τούτοις τῷ τε βάρει καῖ’ τοῖς λοιποῖς μέτρον καὶ ἀρχὴ τὸ ἕν ἐστι καὶ ἀδιαίρετον, καὶ πιστοῦται τὸ ὡς ἀδιαιρέτῳ τῷ μέτρῳ καὶ τῇ ἀρχῇ ἐν ἅπασι κεχρῆσθαι τῇ τῆς ποδιαίας παραθέσει ἐπεὶ γάρ, φησί, καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ γραμμῇ. καὶ οὐ τοῦτο λέγει ὅτι ἄτομός ἐστι, πᾶσα γὰρ γραμμὴ διαιρετή· οὐδὲ γὰρ σύγκειται ἐκ στιγμῶν), ἀλλ’ ὅτι ὡς πρὸς τὸ μέγεθος τῆς μετρουμένης ὑπὸ τῆς ποδιαίας ἄτομον αὐτὴν ὑπολογίζεσθαι χρή. ὡς γὰρ ἡ δεκὰς μονάδι ἔοικε πρὸς τὴν ἑκατοντάδα, οὕτως εἰ καὶ τὴν Ἀθήνηθεν ὡς Δἴγυπτον γραμμὴν ἡ ποδιαία μετρεῖ, ἀδιαίρετός ἐστι καὶ σημείου λόγον ἔχει πρὸς αὐτήν, ὥσπερ καὶ τὴν ὅλην γῆν τηλικαύτην οὖσαν τὸ μέγεθος σημεῖον πρὸς τὴν ἀπλανῆ πιστεύομεν. ὥστε πανταχοῦ τὸ μέτρον ὥσπερ ἕν τι ζητοῦσι καὶ ἀδιαίρετον· τοῦτο δέ, φησί, τὸ ἁπλοῦν, τουτέστι τοῦτο δὲ τὸ μέτρον ὅπερ ὡς ἀδιαίρετον ζητοῦσιν, ἁπλοῦν ἐστιν ἡ τῶ ποιῶ ἢ τῶ ποσῷ, τῶ μὲν ποσῷ ἁπλοῦν ἡ μονάς, δὲ ποιῷ, ἐπειδὴ καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λευκῶν φύσεις μετροῦμεν, τούτων τὸ μέτρον ἁπλοῦν ἐστι τῷ ποιῷ ἀλλ’ οὐ τῷ ποσῷ· τὸ γὰρ ἁπλοῦν τῷ ποσῷ ἀδιαίρετον, ξηρὰ δὲ καὶ ὑγρὰ διαιρετά. ἀλλὰ καὶ τὸ λευκὸν διαιρετὸν κατὰ συμβεβηκός, τῷ τὸ ἐν ᾧ ἐστι διαιρετὸν εἶναι. ταῦτα εἰπὼν λέγει καὶ ποῖόν ἐστι κυρίως καὶ ἀκριβέστατα ἓν ὡς ἀδιαίρετον καὶ ὁποῖον οὐκ | ἔστι, καί φησιν ὅπου μὲν οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν ἢ προσθεῖναι [*](581) τοῦτο ἀκριβὲς τὸ μέτρον καὶ ἁπλῶς ἓν καὶ ἀδιαίρετον. διὰ τοῦτο δὴ ἀκριβέστατον μέτρον τὸ τοῦ ἀριθμοῦ ἡ μονάς· οὐκ ἔστι γὰρ προσθεῖναι τῇ μονάδι ἢ ἀφελεῖν· ἀδιαίρετον γὰρ αὐτὴν τίθεται. ἀπὸ σταδίου δὲ καὶ ταλάντου καὶ ἀεὶ τοῦ μείζονος μᾶλλον ἂν ἀφέλοι τις ἢ τοῦ ἐλάττονός· μᾶλλον γὰρ ἀπὸ τοῦ μείζονος ἀφελεῖν τις. δύναται ἢ ἀπὸ τοῦ βραχυτάτου· εἰ δὲ μᾶλλον ἀφελεῖν δυνατὸν ἀπὸ τοῦ μείζονος, δῆλον ὡς καὶ μᾶλλον προσθεῖναι· τὸ γὰρ ἀφαιρεθὲν δυνάμεθα πάντως προσθεῖναι. τὸ δὲ ἐν δὲ τοῖς ἄλλοις μιμοῦ μιμοῦνται τὸ τοιοῦτον μεταξὺ παρεμβέβληται. λέγοι δ’ ἂν δι’ αὐτοῦ ὅτι ἀπὸ τοῦ μέτρου τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, κατὰ μίμησιν δὴ τοὐ μέτρου τοῦ ἀριθμοῦ καὶ τὰ ἄλλα ἀδιαίρετά φασι καὶ μέτρα, τὴν ποδιαίαν λέγων τἆλλα καὶ τὸ στάδιον. καὶ εἴρηται ὅπως ἀδοαίρετον τὸ στάδιον λέγεται, ὅτι πρὸς τὸ μῆκος ὃ μετρεῖ ἕκαστον τούτων [*](12 γὰρ σύγκειται L: post γὰρ add. ἂν Α 15 τὴν ἀπὸ ἀθήνηθεν μέχρις αἰγύπτου LF 17 πεπιστεύκαμεν LF 21 μετροῦσι LF 28 δὴ L: δὲ A 31 βραχυτέρου coni. Bonitz 33 ἐν δὲ L: δὲ οm. Α)

609
ἀδιαίρετον εἷναι νομίζομεν, ὥσπερ καὶ τὴν ἅπασαν γῆν ὡς πρὸς τὴν ἀπλανῆ. ὥστε ἀφ’ οὗ πρώτου κατὰ τὴν αἴσθησιν μὴ ἐνδέχεται, τουτέστιν ὅπερ πρῶτον ἀναίσθητον καὶ ἀμερὲς καὶ ἀδιαίρετον καὶ ὅλως μὴ ἐνδεχόμενον διαιρεθῆναι νομίζουσι, τοῦτο μέτρον ἐστί. καὶ ἐλέχθη πῶς ἀδιαίρετα λέγεται, ὅτι ὡς πρὸς τὰ μετρούμενα. πρὸς γὰρ τὸν ἐν ‘Pόδῳ κολοσσὸν ἢ τὸν Καύκασον τὸ ὄρος ἡ λίτρα οὐδενὸς βάρους αἴσθησιν ἐμποιεῖ, ἀλλ’ ἀναίσθητος πάντῃ πάντως δοκεῖ· καὶ τότε δὴ ἴσασι τὸ ποσὸν τῆς ξηρότητος ἢ τοῦ βάρους, ὅταν εἰδῶσι διὰ τούτου τοῦ μέτρου τοῦ ἀμεροῦς καὶ ἀναισθήτου δοκοῦντος ὁπόσον ἐστὶ τὸ μετρηθέν. καὶ δὴ τὴν κίνησιν τῇ ἁπλῇ καὶ ταχυτάτη καὶ βραχείᾳ κρίνουσιν. ἐν γὰρ τῇ ἀστρολογίᾳ ἓν καὶ ἀρχὴ καὶ μέτρον ἡ τοιαύτη κίνησίς ἐστιν· ἔστι δὲ κίνησις ἁπλὴ καὶ ταχυτάτη καὶ διὰ τοῦτο βραχεῖα ἡ τῆς ἀπλανοῦς, αὕτη ἄρα μέτρον καὶ ἕν. καὶ ἐν μουσικῇ ἡ δίεσις· ἔστι δὲ ἡ δίεσις ὁ λίαν σμικρότατος φθόγγος τῆς χορδῆς, οὗ δὴ καὶ πρῶιον αἰσθανόμεθα καὶ ἀναίσθητοι τοῦ βραχυτέρου καὶ σμικροτέρου ἐκείνου ἐσμέν, εἰ τέως ἔστι σμικρότερος ἐκείνου. ἀλλὰ καὶ ἐν φωνῇ μέτρον τὸ στοιχεῖον. καὶ ἔστι ταῦτα πάντα ἓν οὕτως ὡς ἀδιαίρετα, οὐχ ὡς κοινὸν δέ τι καὶ γένος τὸ ἓν κατ’ αὐτῶν λέγεται, ἀλλ’ ὡς ὁμώνυμος φωνή, ὥσπερ εἴρηται, ἢ μᾶλλον ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.

[*](p. 1053a14)

οὐκ ἀεὶ δὲ τῷ ἀριθμῷ ᾦ ἓν τὸ μέτρον, ἀλλ’ ἐνίοτε πλείω, οἷον ἡ δίεσις μὴ κατὰ τὴν ἀκοὴν ἀλλ’ ἐν τοῖς λόγοις.

ἐπειδὴ τὸ μέτρον διττόν, ὅ τε λόγος αὐτοῦ καὶ αὐτό, οἷον ὅ τε λόγος τοῦ πήχεος καὶ τὸ εἶδος αὐτοῦ τὸ ἐν τῇ ψυχῇ ἡμῶν καὶ αὐτὸς ὁ ξύλινος πῆχυς, καὶ ἡ δίεσις ὁμοίως διττή, ὅ τε λόγος αὐτῆς καὶ τὸ εἶδος καὶ αὐτὸς ὁ αἰσθητὸς τοῖς ὠσὶ φθόγγος, καὶ ἡ διάμετρος, τό τε εἶδος αὐτῆς καὶ αὐτὴ ἡ γραμμὴ ἡ ἐν τῷδε τῷ τετραγώνῳ οὖσα, καὶ ἐπὶ τῶν ἄλλων [*](582) ὡσαύτως λέγει ὅτι τὸ μέτρον οὐκ ἀεὶ τῷ ἀριθμῷ ἕν ἐστιν, ἀλλ’ ἐνίοτε πλείω. αἱ διέσεις γάρ, φησί, δύο, ἀλλ’ οὐχὶ κατὰ τὴν ἀκοήν· αὕτη γὰρ μία τῷ ἀριθμῷ ἐστιν· ἀλλὰ μία μὲν αὕτη, ἑτέρα δὲ ἡ κατὰ τὸν λόγον καὶ τὸ εἶδος. καὶ αἱ φωναί λέγων φωνὰς νῦν τὰ στοιχεῖα τῶν φωνῶν, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ τὰ λοιπά) πλείονές εἰσιν, αὐτό τε τὸ ἄλφα καὶ τὸ ἐν τῷδε τῷ χάρτῃ γεγραμμένον. ὅτι δὲ ταῖς φωναῖς τῶν στοιχείων ὡς ἀρχαῖς καὶ μέτροις χρώμεθα διὰ τὸ ἐλαχίστοις εἶναι δῆλον. ἡ γὰρ κράτης. περιπατεῖ φωνὴ διαιρεῖται εἴς τε τὴν Σωκράτης καὶ εἰς τὴν περιπατεῖ· ἔστι δὲ ἡ Σωκράτης φωνὴ ἑτέρα τῆς [Σωκράτης] περιπατεῖ. ἀλλὰ καὶ ἡ Σωκράτης φωνὴ πάλιν διαιρεῖται εἴς τε τὴν (??) καὶ (??) καὶ συλλαβήν, καί εἰσιν ἕτεραι· καὶ ἡ ’γὼ συλλαβὴ εἴς τε τὸ σ καὶ ω, καὶ ἔστιν ὁ ὑπὸ τοῦ ω ἀποτελούμενος φθόγγος ἕτερος τοῦ ὑπὸ τοῦ σ. ὁ δὲ [*](7 πάντως—τῆς τῆς LFS: οm. A 19 ἓν LF: τὸ ἕν Α 21 οἷον αἱ διέσεις δύο μὴ κατὰ Metaph. vulg., cf. 28 28 οὐχὶ] οὐχ ἡ L: οὐχ αἱ F 35 ἔτι δὲ—περιπατεῖ AL: ἐστι scripsi et alterum Σωκράτης delevi: om. Bonitz 37 τὸ σ FM: τὴν σ AL)

610
ὑπὸ τοῦ ω φθόγγος εἰς ἕτερον οὐ διαιρεῖται. ὥστε [ἐν] τούτοις τὰς φωνὰς μετροῦμεν ἐλαχίστοις τε οὖσι καὶ σημείοις ἐοικόσιν· ὡς γὰρ τὰ σημεῖα ἀδιαίρετα, οὕτω καὶ οἱ ὑπό τούτων φθόγγοι. καὶ ἡ διάμετρος δὲ δυσὶ μετρεῖται. εἰ γὰρ μετρεῖται φέρε εἰπεῖν δακτύλῳ, ὁ δάκτυλος διττὸς τό τε τοῦ δακτύλου τί ἦν εἶναι καὶ τὸ εἶδος καὶ αὐτὸς οὑτοσὶ ὁ μετρῶν αὐτήν· ὁμοίως καὶ ἡ πλευρὰ δυσὶ μετρεῖται μέγεθος οὖσα, εἴτε δάκτυλος εἴη τὸ μετροῦν εἴτε ἄλλο τι· διττὸν γὰρ κἀκεῖνο ἔσται. δῆλον δὴ γέγονεν ἐκ πάντων ὅτι μέτρον πάντων τὸ ἕν ἐστιν· δέδεικται γὰρ ὅτι πᾶν ὧπερ ἄν ὡς μέτρῳ τις χρῷτο ὡς ἑνὶ τούτῳ χρῆται, ὅτι τὸ μετρούμενον διαιροῦντες εἰς αὐτό, οἷον τὸ δεκάπηχυ μέγεθος διαιροῦντες εἰς δέκα πήχεις, γνωρίζομεν τοὺς ἐξ ὧν ἐστι πήχεις ὁπόσοι εἰσίν. διαιρεῖται δὲ τὸ δεκάπηχυ ἢ κατὰ τὸ εἶδος ἡ κατὰ τὸ ποσόν, κατὰ μὲν τὸ εἶδος, ὅταν διέλωμεν αὐτὸ εἰς τὰ ἐξ ὧν συνίσταται, πυρὸς γῆς καὶ τοῖν μεταξύ, ἢ εἰς τὸ μέγεθος τὸ τοιονδί· κατὰ μέγεθος δέ, ὅταν διαιρεθῇ εἰς δέκα πήχεις. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν ἐξηγήσατο. μήποτε δὲ ἐπειδὴ, ὡς εἴρηται, ὁ πῆχυς διττὸς λέγεται, τό τε εἶδος αὐτοῦ καὶ ὁ λόγος καὶ οὑτοσὶ ὁ μερικὸς καὶ αἰσθητός, λέγει ὅτι τὸ δεκάπηχυ ἢ εἰς τοὺς λόγους τῶν ἐν αὐτῷ δέκα πηχῶν διαιρεῖται ἄτμητον ὃν κατὰ μέγεθος καὶ ἕν, ἢ οὐκ εἰς τοὺς λόγους ἀλλὰ κατὰ μέγεθος διαιρεθὲν οὐκέτι ἕν ἐστι καὶ συνεχὲς ἀλλὰ πλείω, ὥσπερ ἄν εἰ τὸν Σωκράτην διέλοιμεν εἴς τε τὸ ζῷον καὶ τὸ πεζὸν δίπουν, | ἕνα καὶ συνεχῆ αὐτὸν διατηροῦμεν, εἰ δὲ εἰς κεφαλὴν καὶ χεῖρας διέλοιμεν, [*](583) οὐ τῇ ἐπινοίᾳ ἀλλὰ κατ’ ἀλήθειαν οὐκέτι εἷς ἐστιν· οὕτως καὶ ἐπὶ τοῦ δεκαπήχεος ἔχει. δῆλον ἄρα ὅτι τὸ ἓν ἀδιαίρετον, ὅτι τὸ πρῶτον καὶ μέτρον ἕκαστον ἀδιαίρετον λαμβάνουσιν. οὐχ ὁμοίως δὲ τὴν ποδιαίαν γραμμὴν καὶ τὴν μονάδα ἀδιαίρετον λαμβάνομεν, ἀλλὰ τὴν μὲν μονάδα πάντη πάντως ἀδιαίρετον, τὴν δὲ ποδιαίαν ὡς πρὸς ὃ μετρεῖ μέγεθος καὶ πρὸς τὴν αἴσθησιν· ἀναίσθητος γὰρ καὶ ἀμερὴς δοκεῖ πρὸς τὸ ὑπ’ αὐτῆς μετρούμενον, καθάπερ εἴρηται καὶ πρότερον, ἐπεὶ καθ’ αὑτὴν ἡ ποδιαία ὡς μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετή. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τοὺς λέγοντας ἐξ ἀτόμων συγκεῖσθαι τὰ μεγέθη, ἢ διὰ τὴν ἀσθένειαν τοῦ τε ὀργάνου, ᾧ χρῆται εἰς τὴν τμῆσιν, καὶ τοῦ τέμνοντος ζῴου, ἐπεὶ τῇ οἰκείᾳ φύσει πᾶν μέγεθος τμητόν ἐστιν. τὸ δὲ μέτρον, φησίν, ἀεὶ συγγενές ἐστι τῷ μετρουμένῳ οὐ γὰρ μετροῦμεν μέγεθος γλυκύτητι ἀλλὰ μεγέθει καὶ φωνὴν φωνῇ καὶ βάρος βάρει καὶ μονάδας μονάδι. οὕτω γὰρ εἰκός ἐστι λέγειν ἀλλ’ οὐχὶ ὅτι τὸ τῶν ἀριθμῶν μέτρον ἀριθμός ἐστι· συμβήσεται γὰρ λέγειν τὴν μονάδα ἀριθμὸν μέτρον οὖσαν. ὁ δ’ ἀξιῶν τοῦτο, λέγω δὴ τὸ λέγειν ὅτι ὥσπερ τὸ μέτρον τῶν φωνῶν φωνή ἐστιν, οὕτω καὶ τὸ μέτρον τῶν ἀριθμῶν ἀριθμός, οὐχ ὁμοίως ἀξιοῖ. ἀλλ’ ὥσπερ ἄν εἴπερ ἠξίου ὅτι τὸ τῶν μονάδων μέτρον ἔστω μονάδες ἀλλὰ μὴ μονάς, ψεῦδος ἄν ἠξίου, [*](1 ἐν ALF: c. S del. Bonitz 2 γὰρ LF: om. Α 6 μέγεθος—ἔσται (7) M Bonitz: ὄντα μεγέθη ἥτε διάμετρος καὶ ὁ δάκτυλος AL: ἥ τε—δάκτυλος om. F: κύκλος pro δάκτυλος S 8 ὧπερ M: ὅπερ ALF 21 διέλοιμεν scripsi: διέλομεν AL 28 ἐπεὶ LF: αὐτῶν Α)
611
οὕτως καὶ ὁ τὸ τῶν ἀριθμῶν μέτρον ἀξιῶν ἀριθμὸν εἶναι ψεῦδος ἀξιοῖ. οἱ γὰρ ἀριθμοὶ μονάδες εἰσίν, τῶν δὲ μονάδων οὐκ ἄν εἴη μέτρον ὁ ἀριθμός, ἀλλ’ ἡ μονάς. ἐπειδὴ δὲ μέτρον ἐκεῖνό φαμεν τὸ ποιοῦν ἡμᾶς γνωρίζειν τὸ πρᾶγμα, ποιεῖ δὲ ἡμᾶς καὶ ἡ ἐπιστήμη γνωρίζειν τὰ πράγματα ὥσπερ καὶ ἡ αἴσθησις, φαμὲν καὶ αὐτὰς μέτρον, ἐπ’ εἰ κατὰ ἀλήθειαν ἡ τε ἐπιστήμη καὶ ἡ αἴσθησις μετροῦνται ὑπὸ τῶν πραγμάτων ἀλλ’ οὐ μετροῦσιν αὐτά· ὅπου γὰρ ἄν ὁρίσῃ ἤτοι περιορίσῃ καὶ περικλείσῃ τὰ αἰσθητὰ καὶ ἐπιστητά, ἐκεῖσε ἵστανται καὶ περαιτέρω προβαίνειν οὐ δύνανται δυσκόλων γάρ τινων ὄντων πραγμάτων ἄχρι τινὸς αὐτοῖς πρόσεισιν ἡ ἐπιστήμη εἴκουσι καὶ δίοδον διδοῦσιν, εἶτα ὡσπερεὶ ἀποφράττουσιν αὐτὴν καὶ περαιτέρω προβαίνειν οὐκ ἐῶσιν· ὥστε ἐμέτρησαν τὴν δύναμιν αὐτῆς, καὶ ὅσον μὲν ἠδύναντο χωρῆσαι, συνεχώρησαν τούτου ἐφάψασθαι, ὅσον δὲ μή, ἐκώλυσαν. τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τῆς αἰσθήσεως· ὥστε μετροῦνται ἀλλ’ οὐ μετροῦσιν. ἀλλὰ συμβαίνει ὥσπερ ἂν εἴ τινος ἐμὲ μετροῦντος ἔγνων τυχὸν ὅτι δίπηχύς εἰμι, διὰ τὸ δὶς τὸν πῆχυν ἐμοὶ ἐπιβαλεῖν, εἶτα ἔλεγον ὅτι ἐμὲ ἐμέτρησα· καταχρηστικώτερον γὰρ ἄν εἶπον τοῦτο· διότι γὰρ ἔγνων ὁπόσος εἰμί, τοῦτο ἔμελλον λέγειν, ἐπεὶ τῇ ἀληθείᾳ [*](584) ἐμετρήθην· οὕτω καὶ τὴν ἐπιστήμην φαμὲν μετρεῖν, ὅτι ποιεῖ ἡμᾶς εἰδέναι, ἐπεὶ μετρεῖται ὑπὸ τῶν πραγμάτων. ὁ δὲ Πρωταγόρας μέτρον πάντων τὸν ἄνθρωπόν φησιν, ὥσπερ εἰ τὸν ἐπιστήμονα εἰπὼν ἢ τὸν αἰσθανόμενον μέτρον. τοῦτο εἰπεῖν αὐτῷ συνέβη, ὅτι ἔχουσιν ὁ μὲν αἴσθησιν ὁ δὲ ἐπιστήμην, ἅ φαμεν μέτρα τῶν ὑποκειμένων· ὥστε τὸν ἄνθρωπον μέτρον λέγων ὁ Πρωταγόρας, τὴν ἐπιστήμην φησὶ μέτρον καὶ τὴν αἴσθησιν. οὐδὲν οὖν λέγων περιττὸν καὶ σοφὸν δοκεῖ σοφόν τι λέγειν. τίς οὖν ἀνάγκη ἦν εἰπεῖν ὅτι ὁ ἄνθρωπος μέτρον, ἀλλὰ μὴ ὅτι ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις;

[*](p. 1053b4)

Ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι μέτρον τι, καὶ κυριώτατα τοῦ ποσοῦ, φανερόν.

Δείξας ὅτι τῷ ἑνὶ πάντες ὡς μέτρῳ χρῶνται καὶ μάλιστα τῷ ἐν τῷ ποσῷ, ὃ καὶ μᾶλλον τῷ τοῦ ἑνὸς ὀνόματι ἐγγίζειν ἔφησεν, συμπεραίνεται τὸν λόγον λέγων ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι μέτρον, καὶ κυριώτατα μέτρον τὸ ἐν τῷ ποσῷ ἕν, δῆλον· ὅπερ μέτρον ἀφορίζουσιν ἤτοι ὀνομάζουσιν, ἢ ἀφορίζουσιν ἀντὶ τοῦ γινώσκουσι κατὰ τὸ ὄνομα τοῦ ἑνός. ἢ τὸ ἀφορίζουσιν ἀντὶ τοῦ χωρίζουσιν ἀπὸ τῶν ὐπ’ αὐτοῦ μετρουμένων κατὰ τὸ ὄνομα τοῦ ἑνός· τὰ γὰρ μεμετρημένα ἢ διπήχη κατὰ τὴν δυάδα λέγεται ἢ τριπήχη κατὰ τὴν τριάδα ἢ κατὰ ἄλλον ὁντιναοῦν ἀριθμόν, μόνον δὲ τὸ μετροῦν, αὐτὸ δὴ τὸ μέτρον, κατὰ τὴν μονάδα ὠνόμασται ἐν ἅπασι τοῖς μετρουμένοις. μέτρον δὲ τὸ μὲν ἔσται, ἐὰν ᾖ διαιρετὸν κατὰ [*](14. 15 τινος—μετροῦντος F: τις ἐμὲ μετρήσας AL 22 ἅς φαμεν LF 27 ἓν LF: om. Α 28 ποσοῦ, εἶτα τοῦ ποιοῦ, φανερόν Metaph. 29 πάντες LF: πάντη Α 38 διαιρετὸν] ἀδιαίρετον coni. Bonitz)

612
τὸ ποσόν, ὡς ἡ ποδιαία, τὸ δὲ κατὰ τὸ ποιόν, ὡς τὸ λευκόν· τὸ γὰρ λευκὸν κατὰ ποιὸν διαιρεῖται. ἐπεὶ οὗν τὸ μὲν μέτρον πῶς μέν ἐστι διαιρετὸν πῶς δὲ ἀδιαίρετον, ἡ μὲν μονὰς πάντῃ πάντως καὶ ἁπλῶς ἐστιν ἀδιαίρετος· τὰ δὲ λοιπὰ ἡ ἓν ἀδιαίρετα, ᾗ δὲ μεγέθη διαιρετά. ἐγὼ γὰρ ᾗ ἕν εἰμι ἀδιαίρετός εἰμι· οὐ γάρ εἰμι εἷς καὶ πολλοὶ ὡς ὁ καθόλου ἄνθρωπος, ὥστε καὶ διαιρεῖσθαί με εἰς ἑτέρους ἀνθρώπους· ὡς δὲ ποσὸν πάντῃ εἰμὶ διαιρετός. οὕτως οὖν τὰ περὶ τοῦ ἑνὸς διορίσας

[*](p. 1053b9)

Ζητητέον, φησί, ποτέρως ἔχει, καθάπερ ἐν τοῖς διαπορή μασιν ἐπήλθομεν, τί ἐστι τὸ ἓν καὶ πῶς δεῖ περὶ αὐτοῦ λαβεῖν.

Πότερον οὖν οὐσία τίς ἐστι καὶ ἐν τῷ ἓν εἶναι οὐσίωται, καθάπερ οἵ τε Πυθαγόρειοί φασι πρότερον καὶ ὁ Πλάτων’ ὕστερον, ἢ μᾶλλον ὑπόκειται τῷ ἑνὶ φύσις τις, καὶ πῶς δεῖ γνωριμωτέρως λεχθῆναι, ἆρα ὥσπερ οἱ περὶ φύσεως φασιν· ἐκείνων γὰρ ὁ μὲν Ἐμπεδοκλῆς ἓν τὴν φιλίαν εἴρηκεν, Ἀναξιμένης δὲ τὸν ἀέρα, ἄλλοι δὲ τὸ [*](585) ἄπειρον, ὥστε τούτων ἕκαστος τῷ ἑνὶ φύσιν τινὰ ὑπετίθετο. ταῦτα θεὶς εὐθύνει τὸν λόγον δεικνὺς μὴ εἶναί τι ἓν αὐτὸ καθ’ αὑτὸ καὶ οὐσιωμένον ἐν τούτῳ, συλλογιζόμενος ὧδε· τὸ ἓν καθόλου ἐστίν· οὐδὲν τῶν καθόλου οὐσία τυγχάνει, τὸ ἓν ἄρα οὐκ ἔστιν οὐσία. καὶ ὅτι μὲν τὸ ἓν καθόλου ἐστί πώς φησι κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖται. ὅτι δὲ καὶ τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, δέδεικται ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ὅτε ἔλεγε περὶ ὅρου καὶ τῆς οὐσίας. εἰ δὴ ὥσπερ ἐκεῖσε δέδεικται μηθὲν τῶν καθόλου οὐσία ἐστίν, οὐδ’ αὐτὸ τοῦτο τὸ ὡς ἓν καὶ παρὰ τὰ πολλὰ ὑπάρχον οὐσία ἐστί· κοινὸν γάρ ἐστι τὸ παρὰ τὰ πολλὰ καὶ κτὰ τῶν πολλῶν λεγόμενον καὶ μόνον κατηγόρημα καὶ ὄνομα ἀλλ’ οὐ φύσις τις· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, δῆλον ὅτι οὐδὲ τὸ ἓν οὐσία τίς ἐστιν. εἰ γὰρ τὰ καθόλου οὐκ οὐσίαι, τὸ ἓν καὶ τὸ ὄν, ὅσῳ τῶν ἄλλων ἐστὶ καθολικώτερα κατὰ γὰρ τῶν δέκα γενικωτάτων γενῶν κατηγορεῖται), τοσούτῳ οὐκ ἔσονται οὐσίαι· ὥστε οὔτε τὰ γένη λέγων γένη ἢ τὰ δέκα γενικώτατα γένη ἢ ἁπλῶς πᾶν ὃ ἄν εἴη καθόλου) εἰσὶ φύσεις τινὲς καὶ οὐσίαι χωρισταὶ τῶν κατὰ μέρος, οὔτε τὸ ἓν γένος ἐνδέχεται εἶναι καὶ φύσις τις αὐτὴ καθ’ αὑτήν, δι’ ἅσπερ αἰτίας οὐδὲ τὸ ὃν οὐδ’ ἡ καθόλου οὐσία δύναται εἶναι. αἱ δ’ αἰτίαι εἴρηνται ἐν τῷ Z ταύτης τῆς πραγματείας.

[*](p. 1053b24)

Ἔτι δ’ ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. λέγεται δ’ ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν.

Καὶ τοῦτο ἐπιχείρημα δεικτικόν ἐστι τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν, [*](1.2 τὸ γὰρ λευκὸν LF: om. Α 2 μὴ διαιρεῖται coni. Bonitz 8 Κατὰ δὲ τὴν οὐσίαν καὶ τὴν φύσιν ζητητέον Metaph. 14 ἆρα F: ἄρα AL 15 Ἀναξιμένης M Brandis Boaitz: Ἀναξίμανδρος ALFS et Io. Phil. 21 et 32 ἐν τῷ Z] c. 13 30 πᾶν ὃ ἄν LF: ὃ ἂν ὃν ἄν Α)

613
λέγων ὅτι ἐὰν ἐπὶ τῶν ἐννέα κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν οὐδέν τι δύναται ἓν εἶναι καὶ καθ’ αὑτὸ ὑφεστὼς ἀλλ’ ἑκάστῳ ἑνὶ ὑπόκειται ἢ λευκὸν ἢ ψόφος ἢ ἄλλο τι, εἰκότως οὐδὲ ἐν τῇ οὐσίᾳ ἔσται τι ἕν, ᾧ μὴ ὑπόκειται ἢ Σωκράτης ἢ θεὸς ἢ ἄλλο τι. ὁμοίως δὴ ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκείσεταί τι, ἀλλ’ αὐτὸ ἔσται οὐσί. λέγεται δὲ τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς, ὅτι καὶ ἀντιστρέφει, ὡς ἐδείχθη ἐν ταύτῃ τῇ πραγματείᾳ· ὥστε εἴπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν καί τις φύσις ἑτέρα παρὰ τὸ ἕν, ὁμοίως δὲ καὶ ἐν τοῖς ποσοῖς, ζητητέον τί τὸ ἓν ὥσπερ καὶ τὸ ὄν· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι τοῦτο αὐτὸ τὸ ἓν εἶναι καὶ ἡ φύσις ἐστὶν αὐτοῦ. ὅτι δὲ ἐν ταῖς παρὰ τὴν οὐσίαν κατηγορίαις ὑπόκειταί τις φύσις τῷ ἑνὶ δῆλον. ἔστι γὰρ ἐν χρώμασί τι τὸ ἓν οἷον τὸ λευκόν, τὰ δ’ ἄλλα ὥσπερ τὸ φαιὸν καὶ ἐρυθρὸν ἐκ τούτου τέ εἰσι καὶ τοῦ μέλανος. τὸ δὲ μέλαν ἐστὶ στέρησις λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· στέρησις γὰρ φωτὸς τὸ σκότος ἐστίν. [*](586) ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· οὐδεμίαν γὰρ κατ’ ἐμὲ ἀκολουθίαν ἔχει πρὸς τὰ λεγόμενα. ἔστι μὲν οὖν, ὡς εἴρηται, ἐν χρώμασί τι τὸ ἓν οἷον λευκόν· ὥστε εἰ πάντα τὰ ὄντα χρώματα ἦν καὶ μηδὲν ἦν τῶν ἄλλων, ἦν ἄν ἀριθμός τις τὰ ὄντα, τουτέστιν ἦν ἄν ἀριθμός τις τῶν χρωμάτων. αὐτὸς δὲ εἶπεν ἦν ἄν ἀριθμός, εἶτα ἐπήγαγεν ἀλλὰ τίνων; καὶ ἐρωτήσας διὰ τοῦ ἀλλὰ τίνων; ἀποκρίνεται λέγων δῆλον ὅτι χρωμάτων, ὡς εἰ ἔλεγεν ὅτι οὐκ αὐτὸ τοῦτο ἀριθμὸς ἦν ἄν, ἀλλ’ ἀριθμὸς χρωμάτων. ὅτι δὲ ἀριθμὸς ἂν ἦν τῶν χρωμάτων, δῆλον. ἢ γὰρ δέκα ἦν ἂν ἢ χίλια ἢ δεκάκις μύρια ἢ ἄλλος ὁστισοῦν ἀριθμός· ὥστε καὶ τὸ ἓν τὸ μέτρον τοῦ τοιούτου ἀριθμοῦ ἦν ἄν τι, οἷον τὸ λευκὸν τὸ μετροῦν τὰ λευκὰ τοῦ τῶν λευκῶν ἀριθμοῦ ἦν ἄν τι, καὶ ἦν ἂν ὡς ἡ μονὰς πρὸς τοὺς ἀριθμοὺς οὕτω τὸ ἐν τῷ λευκῷ ἓν πρὸς τὸν ἐν τοῖς λευκοῖς ἀριθμόν. καὶ εἰ μέλη τὰ ὄντα ἦν, ἀριθμὸς ἄν τις ἦν τῶν μελῶν, καὶ τὸ ἓν ἡ δίεσις μέτρον αὐτῶν, καὶ οὐκ ἂν ἦν ὁ τῶν μελῶν ἀριθμὸς οὐσία καὶ ἐν αὐτῷ τούτῳ, ἐν τῷ ἀριθμὸς εἶναι, οὐσίωτο, ἀλλ’ ἀριθμὸς μελῶν. ἀλλὰ καὶ εἰ πάντα τὰ ὄνια φθόγγοι ἦσαν. ἦν ἂν ἀριθμὸς τῶν στοιχείων, ὧν εἰσιν οἱ φθόγγοι, καὶ τὸ ἓν μέτρον τῶν στοιχείων ἦν ἄν στοιχεῖον φωνῆεν δηλαδὴ ἢ σύμφωνον. καὶ εἰ σχήματα ἦν τὰ ὄντα, ἦν ἂν ἀριθμὸς τῶν σχημάτων, καὶ τὸ ἓν τρίγωνον. ὥστε εἴπερ καὶ ἐν τοῖς πάθεσι καὶ ἐν τοῖς ποσοῖς καὶ ποιοῖς καὶ ἐν κινήσει ἀριθμῶν ὄντων, καὶ ἐν ἅπασιν ἑνός τινος, καὶ ἔστιν ἐπὶ πάντων τῶν τοιούτων ἀριθμὸς καὶ τὸ ἓν τινὸς ἀριθμὸς καὶ τινὸς ἕν, καὶ οὐκ ἐν τούτῳ αὐτῷ ἐν τῷ ἑνὶ εἶναι οὐσίωται, δεδειγμένον ἂν εἴη ἐκ τούτων ὅτι καὶ ἐπὶ τῶν οὐσιῶν οὕτως ἔχειν ἀνάγκη πᾶσα· ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τῆς οὐσίας. οὕτως οὖν δείξας ἐκ τῆς ἐπαγωγῆς [*](1 fort. λέγον 3 ᾧ M: ὃ ALF 5 ἔχειν M: ἔχει ALF τοῦ ἐν μὲν τοῖς ποιοῖς coni. Bonitz 6 ὡς LF: om. Α 8 ὡς ἐδείχθη] Γ 2 p. 1003b22 sqq.)
614
ὅτι τὸ ἓν κατηγόρημά ἐστιν ἀλλ’ οὐκ οὐσία, συμπεραίνεται λέγων ὅτι μὲν οὖν τὸ ἓν ἐν ἅπαντι γένει ἐστί τις φύσις καὶ ὑπόκειταί τι αὐτῷ, ἀλλ’ οὐδενός ἐστι φύσις αὐτὸ τοῦτο τὸ ἓν εἶναι, τουτέστιν οὐκ ἔστι τις φύσις αὐτὸ τὸ ἓν καθ’ αὑτὴν οὖσα, φανερόν, καὶ ὥσπερ ἐν χρώμασιν ἓν ἀκούσαντες τὸ ἓν χρῶμά τι ζητοῦμεν, λευκὸν φέρε ἢ μέλαν, οὕτω καὶ ἐν οὐσίᾳ τὸ ἓν ἢ ἄνθρωπον ἢ ἄλλο τι ζητητέον. ἐπειδὴ δὲ ἀνωτέρω εἴρηκεν ὅτι τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς λέγεται. λέγει ὅτι δὲ τὸ αὐτὸ ὅπερ ἐστὶν ἓν καὶ ὄν ἐστι καὶ πάλιν, δῆλον τῷ τε παρακολουθεῖν ἰσαχῶς ταῖς | κατηγορίαις καὶ μὴ εἶναι ἐν μηδεμιᾷ, μήτε ἐν τῇ τί ἐστι, λέγων [*](587) τί ἐστι τὴν οὐσίαν, μήτε ἐν τῇ ποιόν, ὅπερ ἓν ὑπάρχον οὐ καὶ ὅν ἐστιν ἢ ὂν οὐ καὶ ἕν, ἁλλ’ ὁ μοί ὡς ἔχει, καὶ ὥσπερ τὸ ὂν ἐν πᾶσίν ἐστιν οὕτω καὶ τὸ ἕν.

[*](p. 1054a16)

Καὶ οὐ τῷ προσκατηγορεῖσθαι ἕτερόν τι τὸ εἷς ἄν. θρωπος τοῦ ἄνθρωπος.

Οἶμαι δ’ ἔνστασίν τινα δυναμένην φέρεσθαι πρὸς τὸν δεικνύντα λόγον ὅτι τὸ ἓν οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ οὐδ’ οὐσία τις, διὰ τούτου λύει. ἡ δὲ ἔνστασις τοιαύτη τις ἄν εἴη. εἰ μή ἐστι τὸ ἓν φύσις τις ἀλλ’ ὄνομα μόνον, πῶς φαμεν ὅτι τὸ ζῷον ἕν ἐστι καὶ κατηγόρηται μὲν τὸ ἔστι κατὰ τοῦ ζῴου, προσκεκατηγόρηται δὲ τῷ ἔστι τὸ ὅν; ὁμοίως φαμὲν ὅτι ἔστιν ὁ ἄνθρωπος εἷς καὶ γέγονε· κἀνταῦθα τρίτον προσκατηγορούμενον τὸ εἷς. ὥστε ἔστι τὸ ἕν, ὃ κατὰ τοῦ ζῴου ἢ τοῦ ἀνθρώπου ἐκατηγορήθη, ἕτερον αὐτῶν ὂν καὶ φύσις τις καὶ οὐσία. λύει οὖν ταύτην τὴν ἔνστασιν, λέγων οὐ διὰ τὸ προσκατηγορεῖσθαι τὸ εἷς τοῦ ἀνθρώπου δυνατὸν λέγειν ὅτι τὸ εἰπεῖν ἄνθρωπος ἕτερόν ἐστι τοῦ λέγειν εἷς ἄνθρωπος καὶ διὰ τοῦτο τὸ ἓν ἔστι τι· ὥσπερ γὰρ οὐ τὸ ἔστι φύσις τίς ἐστιν αὐτὴ καθ’ αὑτὴν καὶ οὕτω κατηγορεῖται τοῦ ἀνθρώπου, οὕτως οὐδὲ τὸ ἕν. καὶ διὰ τοῦτο τὸ ἄνθρωπος ταὐτόν ἐστι τῷ εἷς ἄνθρωπος, καὶ τὸ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑκάστῳ εἶναι· τὸ γὰρ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑνὶ ἵππῳ.

[*](p. 1054a20)

Ἀντίκειται δὲ τὸ ἓν καὶ πολλὰ κατὰ πλείους τρόπους. Καὶ ταῦτα δείκνυσιν ὅτι οὐκ ἔστι τὸ ἓν οὐσία, εἴπερ τῇ οὐσίᾳ οὐδὲν ἀντίκειται· ἅμα τε οὖν τοῦτο δείκνυσι καὶ ἅμα τὰ τῷ ἑνὶ πάντα παρακολουθοῦντα διορίζει, ὧν πρῶτόν ἐστι τὸ ἀντικεῖσθαι αὐτῷ τὰ πολλὰ κτὰ πλείους τρόπους, ὧν, φησί, τρόπων καθ’ ἕνα μὲν ἀντίκειται τὸ ἓν καὶ τὰ πολλὰ ὡς ἀδιαίρετον καὶ διαιρετόν, τὸ μὲν ἓν ὡς ἀδιαίρετον, τὰ δὲ πολλὰ ὡς διαιρετόν· τὸ μὲν γὰρ ἢ διαιρεθὲν ἢ μὴ διαιρεθὲν μὲν διῃρημένον δὲ ὑπονοούμενον πλῆθός τι καὶ πολλὰ λέγεται, τὸ δ’ ἀδιαίρετον, ὡς τὸ σημεῖον [*](2 γένει M: om. ALF 8 καὶ ἔμπαλιν coni. Bonitz 1 1 τὸ ὃν LF: τὸ ἓν Α 12 καὶ τὸ ὄν LF 13 οὐ τῷ] τῷ μὴ Μetaph. vulg. 18 τὸ ἓν ζῷον ἕν LF 28 τὸ γὰρ ἑνὶ ALFM: τὸ γὰρ ἵππῳ εἶναι coni. Bonitz 29 καὶ τὰ πολλὰ Metaph. vulg. 30 καὶ διὰ ταῦτα e S coni. Bonitz)

615
καὶ ἡ μονάς, καὶ διαιρετὸν μὲν ὡς ἡ ποδιαία γραμμὴ μὴ διαιρεθὲν δέ, ἓν λέγεται. ἐπεὶ δὲ αἱ ἀντιθέσεις τετραχῶς, τὸ ἓν καὶ τὰ πολλὰ ὡς τὰ ἐναντία ἀντίκειται, καὶ οὗτε ὡς τὰ πρός τι οὔτε ὡς ἕξις καὶ στέρησις οὔτε ὡς κατάφασις καὶ ἀπόφασις. εἰ δὲ τοῦτο, οὐκ ἄν εἴη τὸ ἓν οὐσία, εἴπερ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον. λέγεται δὲ τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου καὶ δηλοῦται τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου αὐτοῦ τοῦ διαιρετοῦ· δηλοῦται δὲ ἐξ αὐτοῦ διὰ τὸ τὸ διαιρετὸν καὶ τὸ πλῆθος μᾶλλον αἰσθητὸν εἶναι· ἐκ γὰρ τοῦ ταῦτα διαιρεῖν ἡμᾶς καὶ καταντᾶν εἰς βραχύτατόν τι ὃ μὴ δυνάμεθα τεμεῖν, εἰς ἔννοιαν ἥκομεν τοὐ ἑνὸς καὶ ἀδιαιρέτου, ὥστε τῷ λόγῳ καὶ τῇ γνώσει διὰ τὴν αἴσθησιν πρότερον τὸ πλῆθος [*](588) τοῦ ἑνός, τῇ δὲ φύσει τὸ ἓν τοῦ πλήθους.

[*](p. 1054a29)

Ἔστι δὲ τοῦ μὲν ἑνός, φησίν, ὥσπερ καὶ ἐν τῇ διαιέσει διεγράψαμεν.

Πεποίηκε γὰρ διαίρεσιν ἐν τοῖς Περὶ τἀγαθοῦ, ὡς καὶ ἐν ἄλλοις εἴπομεν, δι’ ἧς ἅπαντα τὰ ἐναντία εἴς τε τὸ πλῆθος καὶ τὸ ἓν ἀνήγαγεν. ἔστι δὴ τοῦ μὲν ἑνὸς τὸ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον, τοῦ δὲ πλήθους τὸ ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον.

[*](p. 1054 a 32)

Λεγομένου δὲ τοῦ ταὐτοῦ πολλαχῶς, ἕνα μὲν τρόπον κατ’ ἀριθμόν.

ἐπειδή, φησί, τὸ ταὐτὸν πολλαχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται. ὅτι δὲ τὸ ταὐτὸν πολλαχῶς λέγεται λέγει· ἕνα μὲν τρόπον ταὐτὸν λέγεται τὸ κατ’ ἀριθμόν, ὃ λέγομεν ἐνίοτε ταὐτὸ τοῦτο· λέγομεν γάρ ποτε ὅτι τὸ μουσικὸν ταὐτόν ἐστι τῷ λευκῷ διὰ τὸ τὸν Σωκράτην, ἐν ᾧ εἰσι, τὸν αὐτὸν εἶναι καὶ ἕνα τῷ ἀριθμῷ. ἄλλον δὲ τρόπον τὸ ταὐτὸν λέγεται, ἂν καὶ λόγῳ καὶ ἀριθμῷ ᾖ σὺ γὰρ σαυτῷ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ τῇ ὕλῃ ταὐτόν) ὁ αὐτὸς καὶ εἷς εἶ. ἔτι ταὐτὰ λέγεται ὧν ὁ λόγος τῆς πρώτης οὐσίας λέγων πρώτην οὐσίαν τὴν προσεχῆ οὐσίαν) εἷς ᾖ, οἷον αἱ ἴσαι γραμμαὶ εὐθεῖαι αἱ αὐταὶ λέγονται διὰ τὸ ἴσον. ὁμοίως ταὐτὰ λέγονται τὰ ἴσα καὶ ἰσογώνια τετράγωνα, καίτοι πλείω· ἀλλ’ ἡ ἰσότης ἑνότης τις ἐν τούτοις ἐστὶ καὶ ἑνοῖ αὐτὰ καὶ ταὐτὰ ἀπεργάζεταί τε καὶ ποιεῖ. ὅμοια δὲ λέγονται ἂν ὦσι ταὐτὰ καὶ οὐκ ὦσι· τὸ γὰρ μεῖζον τετράγωνον τῷ ἐλάττονι τετραγώνῳ ἐστὶ ταὐτὸν καὶ οὐκ ἔστιν· ᾗ μὲν γὰρ ὁ λόγος αὐτῶν καὶ τὸ εἶδος οὐ διαφέρει ἀλλὰ τὸ αὐτό ἐστιν, εἰσὶ ταὐτά, ἡ δὲ τὸ μέν ἐστι μεῖζον τὸ δὲ ἔλαττον, οὔκ εἰσι ταὐτά· κατὰ δὴ τὸ μεῖζον καὶ ἔλαττον οὐ λέγοντι ταὐτὰ ἀλλ’ ὅμοια. ὅμοια οὖν, φησί, λέγονται ἂν [*](6 τὸ ἀδιαίρετον LF: τὸ om. Α 13 post διαιρέσει add. τῶν ἐναντίων Metaph. vulg. 14. 15 εἴπομεν] cf. p. 250,20 262,19 18 καὶ ἕνα μὲν L, ut Metaph. libri plerique 22 ταὐτὸν LF: om. Α τὸ L: τὸν Α 24 εἰσι LF: ἐστι Α 36 ἄν] τὰ coni. Bonitz)

616
μὴ ταὐτὰ ἁπλῶς ὄντα ἀλλὰ κατά τι διαφέροντα, τυγχάνοντα δὲ μὴ διάφορα κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ τὸ αὐτὸ μὲν ἔχοντα εἶδος, κατὰ δὲ τὰ σύνθετα διαφέροντα· καὶ γὰρ Σωκράτης καὶ Πλάτων’ ὡς ἄνθρωποι ἀδιάφοροι, ὡς δὲ ἄτομοι διάφοροι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μηδὲ κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν συγκειμένην, κατὰ τὸ εἶδος ταὐτά, ὥσπερ εἴπομεν ἐπὶ τῶν τετραγώνων. ἀλλὰ καὶ αἱ ἄνισοι εὐθεῖαι ὅμοιαι λέγονται, διότι ἁπλῶς οὔκ εἰσιν αἱ αὐταὶ ἀλλὰ διαφέρουσι κατὰ τὸ ἄνισον, κατὰ δὲ τὸν λόγον καὶ τὴν οὐσίαν οὐ διαφέρουσιν εὐθεῖαι γάρ εἰσι. τὰ δὲ ὅμοια λέγεται, ἄν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐγγίνεται, μήτε μᾶλλον μήτε ἧττον ἡ. οἷον ἐν τῷ λευκῷ ἐγγίνεται τὸ μᾶλλον καὶ ἧττον· ἔστι γὰρ λευκὸν λευκοῦ μᾶλλον καὶ ἧττον· ἄν οὖν δύο τινὰ ἔχοντα λευκόν, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον ἐγγίνεται, μή ἐστι τὰ ἐν αὐτοῖς λευκὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον [*](589) ἀλλ’ ὁμοίως ἀμφοῖν ἡ λευκότης ὑπάρχει, λέγεται ὅμοια. ὅμοια οὖν ταῦτα λέγεται, ὅτι τὸ ἐν αὐτοῖς λευκὸν οὐκ ἔστι τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καίτοι δυνατοῦ ὄντος τοῦ τὸ μὲν εἶναι μᾶλλον λευκὸν τὸ δὲ ἧττον. τὰ δὲ ὅμοια λέγεται ἐναντίως τοῖς προσεχῶς λεχθεῖσιν, οἷον εἴ τινα δύο εἴη, ἀμφότερα δὲ λευκά, ἐστὶ δὲ τοῦ μὲν τὸ λευκὸν μᾶλλον τοῦ δὲ ἧττον, ὅμοια λέγεται, ὅτι τὸ αὐτὸ εἶδος ἔχουσι· λευκὰ γὰρ ἀμφότερα. τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ τὰ δὲ ἄν ᾖ τὸ αὐτὸ πάθος καὶ ἓν τὸ εἶδος καὶ διὰ τῶν ἑξῆς. τὰ δ’ ὅμοια λέγεται ἢ ἄν τὰ πλείω ἔχῃ τὰ αὐτὰ ἢ ἄν τὰ πρόχειρα, λέγων πρόχειρα τὰ μᾶλλον τῇ αἰσθήσει ὑποπίπτοντα. ἀλλ’ ἐπὶ τῶν παραδειγμάτων ἔστω σαφὲς τὸ λεγόμενον. ἔστω δὴ τὸ α καὶ β καὶ γ, καὶ τὸ μὲν α ἔστω λευκὸν καὶ βαρὺ καὶ σκληρόν, τὸ δὲ β λευκὸν καὶ βαρὺ καὶ μαλακόν, τὸ δὲ γ λευκὸν καὶ μαλακόν· μᾶλλον δὴ τὸ β ἐστὶν ὅμοιον τῷ α ἤπερ τὸ γ, διότι τὸ μὲν γ ἓν μόνον ἔχει τοῦ α τὸ λευκόν, τὸ δὲ β δύο τό τε λευκὸν καὶ τὸ βαρύ. τὸ μὲν οὖν β τῷ α ὅμοιον λέγεται καθὸ τὰ πλείω ἔχει· ὁ δὲ καττίτερος τῷ ἀργύρῳ κατὰ τὸ πρόχειρον, οἷον τὸ λευκόν· μᾶλλον γὰρ τὸ ἐν αὐτοῖς λευκὸν ὑποπίπτει τῇ αἰσθήσει ἢ τὸ βαρύ. καὶ ὁ χρυσὸς τῷ πυρὶ κατὰ τὸ ξανθὸν ἢ πυρρόν. ὥστε ἐπεὶ τὸ ταὐτὸν καὶ ὅμοιον πολλαχῶς λέγεται, καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται.

[*](p. 1054b 14)

Καὶ τὸ μὲν ἄλλο ἀντικειμένως καὶ τὸ αὐτό.

Διὰ τούτων πρόκειται δεῖξαι ὅπως τὸ ἄλλο καὶ τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτόν, καὶ ἐρεῖ ὅτι τὸ μὲν ἄλλο ἀντίκειται τῷ ταὐτῷ, καὶ διὰ τοῦτο ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων λέγονται, καὶ διαιροῦσι τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν. τοῦτο δέ, λέγω δὴ τὸ ἐπὶ πάντων διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἴδιόν ἐστι τῶν ἀντιφατικῶς ἀντικειμένων. τὸ δὲ ἕτερον. [*](7 ὅμοιαι M: ὅμοιοι ALF 9 λέγεται M: λέγοιτο ALF 14 λέγεται ὅμοια M: λέγεταιὅμοιον ALF 16 τοῦ LF: om. Α 20 τὸ εἶδος] τῷ εἴδει Metaph. vulg. 30 ἡ πυρόν libri 38 ἀντιφατικῶς LF: ἀντιφαντικῶς Α)

617
καὶ ταὐτὸν οὐ διαιροῦσιν ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων· εἰ δὲ τοῦτο, οὐκ ἀντιφατικῶς ἀντίκεινται. τὸ μὲν οὖν ἄλλο, φησί καὶ τὸ ταὐτὸ ἀντίκειται, καὶ ἐπὶ τούτῳ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸν ἢ ἄλλο· πᾶν γὰρ καὶ ὂν καὶ μὴ ὂν πρὸς ἅπαν ἢ ταὐτόν ἐστιν ἢ ἄλλο εὐθὺς τὸ μὴ ὂν πρὸς τὸ ὂν ἄλλο ἐστίν. εἰπὼν δὲ ὅτι τὸ ἄλλο καὶ τὸ ταὐτὸν ἀντίκειται, πρὸ τοῦ εἰπεῖν πῶς τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτό, μεταξὺ πάλιν περὶ τοὺ ὁμοίου λέγει, λέγων τὸ δὲ ἂν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος ἴδιος, λέγων ἴδιον τὸ ἕτερον, ὥσπερ ἄν εἴ τις εἴποι διιὸν εἶναι τὸ τρίγωνον τοῦ κύκλου ἀντὶ τοῦ ἕτερον. καὶ εἴη ἄν λέγων ὅτι εἰ μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος, τουτ έστιν εἰ μὴ διάφορός [*](590) ἐστιν ἢ ὁ λόγος ἢ ἡ ὕλη, οὐ λέγεται ὅμοιον. ἄν γὰρ καὶ ὁ λόγος καὶ ἡ ὕλη εἰσὶ τὰ αὐτά, οὐ λέγονται ὅμοια ἀλλὰ ταὐτά. ταὐτοὶ γὰρ λέγονται οἱ χαλκοῖ ἀνδριάντες, ἀλλ’ οὐχ ὅμοιοι, ἐπ’ εἰ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὰ αὐτὰ ἔχουσιν. ἄν δὲ ὁ μὲν ᾖ χαλκοῦς ὁ δὲ χρυσοῦς, λέγονται ὅμοιοι διαφέρουσι γὰρ κατὰ τὴν ὕλην. πάλιν εἰ εἴη τρίπους καὶ λέβης ἀμφότεροι ἐκ χαλκοῦ, λέγονται καὶ οὗτοι ὅμοιοι, ὅτι τῷ εἴδει διαφέροντες τῇ ὕλῃ ἀδιάφοροί εἰσιν. λέγεται δὲ ὅμοιον καὶ τὸ πλησιαίτερον· λέγεται γὰρ ὅμοιον τὸ πράσινον χρῶμα τῷ φοινικῷ· πλησιαίτερον γάρ ἐστιν ἤπερ τὸ ἁλουργόν. πάλιν ἡ ῥητὴ εὐθεῖα πρὸς ῥητὴν ὁμοία λέγεται, ὡς ἐν τοῖς μαθηματικοῖς. ταῦτα μεταξὺ περὶ τοῦ ὁμοίου παρεμβαλών, λέγει περὶ τοῦ ἑτέρου καὶ τοῦ ταὐτοῦ. ἢ τὸ μὲν ἕτερον ἢ ταὐτὸν πᾶν πρὸς ἅπαν λέγεται, ὅσα καὶ ἓν καὶ ὄν, τουτέστιν ὅσα εἰσὶ καὶ ἓν καὶ ὄντα, ἢ ταὐτὰ λέγεται ἡ ἕτερα ἐπὶ δὲ τῶν μὴ ὄντων οὐ λέγεται. καὶ τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἀντίφασίς ἐστι τοῦ ταὐτοῦ, ἴσον λέγων τῷ οὐ γὰρ ἀντιφατικῶς ἀντίκειται τὸ ταὐτὸν καὶ ἕτερον, ἵνα λέγηται καὶ ἐπὶ τῶν μὴ ὄντων, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων, τὸ δὲ μὴ ταὐτὸ λέγεται καὶ ἐπὶ τῶν μὴ ὄντων. ὥστε τὸ ταὐτὸν καὶ ἕτερον ἢ ἓν θέλει εἶναι ἢ οὐχ ἕν, ὑπάρχον καὶ ἓν καὶ ὄν. καὶ συμπεραίνεται λέγων τὸ μὲν οὖν ἕτερον καὶ ταὐτὸν οὕτως ἀντίκεινται ὡς ἐπὶ μόνων τῶν ὄντων τὸ μὲν ἀληθεύεσθαι λεγόμενον τὸ δὲ μή.

[*](p. 1054b 23)

Διαφορὰ δὲ καὶ ἑτερότης ἄλλο.

Διακρίνει καὶ τὴν διαφορὰν ἀπὸ τῆς ἑτερότητος, ἄλλο λέγων εἶναι διαφορὰν καὶ ἄλλο ἑτερότητα. τὸ μὲν γὰρ ἕτερον, φησίν, οὐκ ἀνάγκη κατά τι κοινωνεῖν· ἡ γὰρ οὐσία ἑτέρα οὖσα τοῦ ποιοῦ οὐ κοινωνοῦσιν ἀλλήλοις κτά τι· τέως δὲ πᾶν ὃ ἄν ᾖ ὂν ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· τὸ δὲ διάφορόν τινος τινὶ διάφορον. ὃ δὲ λέγει, οἶμαι, τοιοῦτόν ἐστιν· τὸ δὲ διάφορόν τινος τινὶ κατά τι κοινωνεῖ· ὁ γὰρ ἵππος τοῦ ἀνθρώπου διαφέρει, [*](2 ἀντιφατικῶς LF: ἀντιφαντικῶς Α 8 ἴδιος] εἴς Metaph. vulg. 17 καὶ τὸ πλησιαίτερον] διὸ σὺ καὶ ὁ πλησίον ἕτερος Μetaph. vulg. πλησιαίτερον LF: πλησιέστερον Α λέγεται γὰρ LF: λέγουσι γὰρ Α 21 πᾶν LF: om. Α 33. 34 κατά τι LF: om. Α 34 ποσοῦ LF ἀλλήλοις LF: ἀλλήλων Α)

618
καὶ ὅμως κοινωνοῦσι κατὰ τὸ ζῷον. ὥστε ἀνάγκη ταὐτό τι εἶναι, ᾧ κοὶ. νωνοῦσι διαφέροντα ὄντα. τοῦτο δὲ τὸ ταὐτό, τουτέστι τοῦτο δὲ καθ’ ὃ κοινωνοῦσι διάφορα ὄντα, ἢ γένος ἢ εἶδός ἐστιν. ὁ μὲν γὰρ Σωκράτης καὶ Πλάτων διάφοροι ὄντες τῷ εἴδει καὶ τῷ γένει κοινωνοῦσιν, ἵππος δὲ καὶ ἄνθρωπος τῷ γένει μόνῳ. αὐτὸς δέ φησιν ὅτι γένει μὲν ὧν μή ἐστι κοινὴ ἡ ὕλη, ὡς ἔχει ἡ οὐσία καὶ τὸ ποσόν· τούτοιν γὰρ οὐκ ἔστι κοινὴ ὕλη. σημεῖον δὲ ὅτι οὐκ ἔστι γένεσις εἰς ἄλληλα· οὔτε γὰρ ἡ οὐσία ποσὸν γίνεται οὔτε τὸ ποσὸν οὐσία, ὥσπερ ὁ ἀὴρ ὕδωρ καὶ τὸ ὕδωρ ἀήρ. εἴδει δὲ διαφέρουσι, φησίν, ὧν τὸ αὐτὸ γένος. γένος δέ ἐστι, φησίν, [*](591) ἐν ᾧ ἀμφότερα τὰ διάφορα κατὰ τὴν οὐσίαν ταὐτόν εἰσιν· ἵππος γὰρ καὶ ἄνθρωπος κατὰ τὴν τοῦ ζῴου οὐσίαν οἱ αὐτοί. ὥστε καὶ τἀναντία διάφορα· κοινὸν γὰρ ἔχουσι τὸ ὑποκείμενον τὴν οὐσίαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος τὸ ζῷον, πορρωτέρω δὲ τὴν οὐσίαν.

[*](p. 1054b32)

Ὅτι δὲ καλῶς τοῦτο ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπαγωγῆς.

Ὅτι, φησί, καλῶς ὑποτιθέμεθα, διάφορα λέγοντες εἶναι τὰ τινὶ κοινωνοῦντα, ἐκ τῶν καθ’ ἕκαστα δῆλον· πάντα γὰρ τὰ διαφέροντα οὐ μόνον ἐστὶν ἕτερα ἀλλὰ καὶ ταὐτά, ὡς ὁ ἵππος καὶ ὁ ἄνθρωπος. ὥστε τὰ μὲν διάφορα καὶ ἕτερα, τὰ δὲ ἕτερα οὐ διάφορα· ἡ γὰρ ἐν Σωκράτει καὶ Πλάτωνι, οὐχ ἡ προσεχὴς ἀλλ’ ἡ πόρρω καὶ ἀνείδεος ὕλη ἕτεραι μέν εἰσι, διάφοροι δὲ οὔκ εἰσι· κατὰ τί γὰρ ἂν διαφέροιεν ἀνείδεοι οὖσι; ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα, λέγων τὰ μὲν τὰ ἕτερα τὰ μὲν οὖν ἕτερα κατὰ τὸ γένος ἐστὶν τε, τὰ δ’ ἐν τῇ αὐτῇ συστοιχία, τουτέστι τὰ δὲ ὅμοια ἐν τῇ αὐτῇ τυγχάνουσι σειρά, ὥστε ἐν τῷ αὐτῷ γένει καὶ τὰ αὐτὰ τῷ γένει. εἴρηται δ’ ἐν τῷ Δ ποῖά φαμεν ταὐτὰ τῷ γένει.

Ἐπεὶ δὲ τῶν διαφερόντων τὰ μὲν πλεῖον διαφέρει τὰ δ’ ἔλαττον πλεῖον γὰρ διαφέρει τὸ ἁλουργὸν τοῦ ἐρυθροῦ, ἔλαττον δὲ τοῦ πρασίνου), ἔστι τις καὶ μεγίστη διαφορά, καὶ αὕτη ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. μεγίστη δὲ διαφορά ἐστιν ἡ τοῦ λευκοῦ πρὸς τὸ μέλαν. ὥστε κατὰ τοῦτο εἴη ἂν τῇ οὐσίᾳ ἐναντίον τὸ ποσόν· πλεῖστον γὰρ ἀλλήλων διεστήκασιν· ἐναντία δὲ οὐχ ὥστε καὶ μεταβάλλειν εἰς ἄλληλα ἢ εἶναι ἀναιρετικὰ ἀλλήλων, ἀλλ’ ἢ μόνον κατὰ τὴν πλείστην ἀπ’ ἀλλήλων διάστασιν. εἰπὼν δὲ ὅτι ‘τὴν μεγίστην διαφορὰν λέγω ἐναντιότητα᾿ λέγει ὅτι δ’ ἡ μεγίστη διαφορὰ ἡ ἐναντιότης ἐστὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς.

[*](35 p. 1055a6)

Τὰ μὲν γὰρ γένει διαφέροντα.

Οἶμαι δὲ γένος νῦν λέγει τὴν ὕλην, καὶ εἴη ἂν λέγων ὅτι τὰ γένει διαφέροντα, ἀντὶ τοῦ τὰ μὴ τὴν αὐτὴν ἔχοντα ὕλην, ὡς ἡ οὐσία καὶ [*](6 ἡ ὕλη LF: ἡ om. Α 20 ἕτεραι LF: ἕτεροι Α 25 ἐν τῷ Δ] c. 9 33 ὅτιλέγω LF: μεγίστην διαφορὰν τὴν Α 36 λέγει Μ: λέγειν ALF)

619
τὸ ποσόν, οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα οὐδὲ γίνονται ἐξ ἀλλήλων, ἀλλ ἀπέχει πλεῖστον, καὶ οὐ συμβλητά, τουτέστιν οὐδὲν αὐτοῖς κοινόν· συμβλητὰ γὰρ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε τὰ ἔχοντα κοινόν τι. τοῖς δὲ διαφέρουσι τῷ εἴδει αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν ὡς ἐσχάτων. γίνεται μὲν γὰρ ἐκ φαιοῦ λευκόν, ἀλλ’ οὐκ ἔστι τὸ φαιὸν καὶ τὸ λευκὸν ἡ ἐσχάτη καὶ πλεῖστον ἀπέχουσα ἐναντιότης, ἀλλὰ τὸ λευκὸν καὶ μέλαν· ἀλλ’ ὅμως τὸ λευκὸν ἐκ | τοῦ φαιοῦ ὡς ἐξ ἐσχάτου γίνεται. [*](592) ὥστε τῶν κυρίως ἐσχάτων ἐστὶ τὸ διάστημα μέγιστον. εἰ δὴ τὰ ἐναντία ἔσχατα, τὸ δὲ τῶν ἐσχάτων διάστημα μέγιστον, τῶν ἐναντίων ἄρα τὸ διάστημα μέγιστον. καλῶς ἄρα ἐλέγετο, ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. οὕτως οὖν δείξας ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις, δείκνυσι καὶ ὅτι ἡ μεγίστη διαφορὰ τέλειος, ὥστε ἂν ἡ ἐναντιότης μεγίστη διαφορά, αὕτη δὲ τέλειος, ἡ ἐναντιότης ἄρα τέλειος. ἀλλ’ εἰ τοῦτο, καὶ ἓν ἑνὶ ἐναντίον· τῷ γὰρ τελείῳ δῆλον ὡς ἓν τέλειον ἀντικείσεται. δείκνυσιν οὖν ὅτι ἡ μεγίστη διαφορὰ τέλειος. τὸ μέγιστον γάρ, φησίν, ἐν ἑκάστῳ γένει καὶ ὑποκειμένῳ τέλειον· μέγιστον γάρ φαμεν, οὗ μὴ ἔστιν ὑπερβολή· μέγιστος γὰρ ὁ κόσμος, ὅτι οὐκ ἔστι τι τὸ ὑπερβάλλον αὐτοῦ. ἀλλὰ καὶ τέλειόν φαμεν οὗ μή ἐστιν ἔξω δυνατόν τι λαβεῖν. ἀλλὰ μὴν καὶ ἡ τελεία διαφορὰ τέλος ἔχει, τοῦ δὲ τέλους οὐδὲν ἔστιν ἔξω λαβεῖν· ἐν παντὶ γὰρ τὸ τέλος ἔσχατον καὶ περιέχει τὸ οὗ ἐστι τέλος· διὸ οὐδέν ἐστιν ἔξω αὐτοῦ οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον. ὥστε εἰ καὶ τὰ ἄλλα τῷ ἔχε ἱν τέλος λέγεται τέλεια, ἡ δὲ μεγίστη διαφορὰ τέλος ἔχει, καὶ αὕτη ἄρα τέλειός ἐστιν. ἐπειδὴ δὲ πολλαχῶς λέγεται τὰ ἐναντία (εἴρηται γὰρ ὅτι τὰ ἐναντία λέγεται τὰ ἐν τῷ αὐτῷ γένει ὄντα καὶ τὰ ἐν τῷ αὐτῷ ὑποκειμένῳ καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν, καὶ ὅσα ἄλλα εἴρηται ἐν τῷ Δ, ὅτε περὶ τούτων ἔλεγεν), ἐπεὶ οὖν πολλαχῶς λέγεται, ἀκολουθήσει αὐτοῖς τὸ τελείως οὕτως, ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς· εἰ γὰρ ὑπάρχει αὐτοῖς τὸ ἐναντίοις εἶναι διὰ τὸ ἐν τῇ αὐτῇ δυνάμει εἶναι, καὶ τὸ τέλειον οὕτως ὑπάρξει. οἷον τοῖς μὲν ἐναντίοις καὶ ἐν τῷ αὐτῷ γένει οὖσιν ἀκολουθήσει τὸ τέλειον ὡδί· τέλειος δὲ ἐναντιότης τῶν ἐν τῷ αὐτῷ γένει ὄντων ἐστίν, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν. τοῖς δ’ ὑπὸ τὴν αὐτὴν δύναμιν ὡδί· ἔστι γὰρ τέλειος ἐναντιότης τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν. πάλιν τέλειος ἐναντιότης ἐστὶ τῶν ὑπὸ διάφορα γένη ὄντων, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν τι. καὶ ἐπὶ τῶν θλῶν ὁμοίως.

[*](p. 1055a 19)

Τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ ἐνδέχεται ἑνὶ πλείω ἐναντία εἶναι.

Εἴπερ ἐναντιότης ἐστὶν ἡ μεγίστη διαφορὰ καὶ ἧς μηδὲν ἔστιν ἔξω [*](3 ἐν τῆ Περὶ γενέσεως καὶ φθορᾶς] Β 4. 5 11 ἐναντίωσις LF: ἐναντιότης utrobique A 14 δῆλον ὡς LF: om. A 25. 26 ἐν τῷ Δ] c. 10 28 ἐναντίοις LF: ἐναντία Α 30 δὲ] fort. γὰρ)

620
τι λαβεῖν, φανερὸν ὡς ἓν ἑνὶ ἐναντίον. τοῦ γὰρ ἐσχάτου ἐσχατώτερόν τι οὐκ ἔστι, τὰ δὲ ἐναντία τὰ ἔσχατα, ὥστε οὐκ ἄν εἴη πλείω δυοῖν τὰ ἔσχατα. ἄλλως τε πᾶσα ἐναντιότης ἕν ἐστι διάστημα, παντὸς δὲ ἑνὸς διαστήματος δύο τὰ ἔσχατα, ὥστε καὶ πάσης ἐναντιότητος δύο τὰ ἔσχατα. ὅλως δὲ εἰ ἔστιν ἐναντιότης | διαφορά, ἡ δὲ διαφορὰ δυοῖν, καὶ [*](593) ἡ τέλειος, τουτέστιν ἡ διαφορὰ δυοῖν ἔσται.

[*](p. 1055a23)

Ἀνάγκη δὲ καὶ τοὺς ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων.

Ὅπερ ἡμεῖς προείπομεν, αὐτὸς νῦν λέγει. φησὶ γὰρ ὅτι ὁ ὁρισμὸς τῶν ἐν τῷ αὐτῷ γένει ἐναντίων ἀληθεύσει καὶ ἐν τοῖς ὑπὸ τὴν αὐτὴν δύναμιν καὶ ἐν τοῖς ἄλλοις· καὶ γὰρ ἡ ἐν αὐτοῖς τέλειος διαφορὰ πλεῖστον διαφέρει. ὥστε ῥητέον ὡς τέλειος διαφορὰ τῶν ὑπὸ τὴν αὐτὴν δύναμίν ἐστιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ δὲ δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, οἶμαι, λύσις ἐστὶν ἐνστάσεως δυναμένης φέρεσθαι πρὸς τὸν ἓν ἑνὶ ἐναντίον λέγοντα λόγον. εἴποι γὰρ ἄν τις ὡς εἰ διὰ τοῦτο ἓν ἑνὶ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα δύο εἰσίν, ἰδοὺ πλεῖστον ἀφέστηκε τοῦ λευκοῦ τὸ μέλαν, ἀλλ’ ἔτι μᾶλλον ἡ γραμμή· τί γὰρ κοινὸν γραμμῆς καὶ λευκοῦ; ὥστε δύο κατὰ πολὺ ἀφεστηκότα ἐστὶ τοῦ λευκοῦ, τό τε μέλαν καὶ ἡ γραμμή· εἰ δὲ τοῦτο, καὶ δύο ἐναντία ἐστὸν αὐτῷ. πρὸς ταύτην οὖν οἶμαι τὴν ἔνστασιν τοῦτο ἐπῆκται τὸ λέγον δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορά, τουτέστι τὰ ὑπὸ ἕτερα γένη καὶ μὴ ὑπάλληλα ὄντα οὐ χρὴ ἀντιτιθέναι, ἀλλὰ τὰ ὑπὸ τὸ αὐτό. ἀλλὰ πῶς αὐτὸς εἴρηκεν ὅτι ἡ οὐσία καὶ τὸ ποσὸν πλεῖστον ἀφεστήκασι γένη ὄντα ἕτερα; ἢ τὰ μὲν γενικώτατα γένη ἀντιτεθήσονται ὥσπερ εἴπομεν, τὰ δὲ ὑπ’ αὐτὰ οὐδαμῶς. οὐ γὰρ ἀντίκειται ζῷον λευκῷ ἢ τοῦτο γραμμῇ· δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω καὶ ὑπ’ ἀλλότρια γένη ὄντα οὐκ ἔστι διαφορὰ ἤτοι ἐναντιότης. τούτων δὲ αὕτη μεγίστη, τουτέστι τῶν δ’ ἐν τῷ αὐτῷ γένει αὕτη ἡ ἐναντιότης ἡ μεγίστη ἐστὶ διαφορὰ καὶ ἐναντία τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον διαφέροντα· ἡ γὰρ τούτων διαφορὰ μεγίστη καὶ τέλειός ἐστιν. ὡσαύτως καὶ τὰ πλεῖστον ἐν τῶ αὐτῶ δεκτικῷ διαφέροντα ἐναντία· ἡ γὰρ ὕλη καὶ τὸ ὑποκείμενον αὐτοῖς τὸ αὐτό. καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν· ἡ γὰρ νόσος καὶ ἡ ὑγίεια πλεῖστον ἀφεστήκασιν ἀλλήλων ὄντα ὑπὸ τὴν αὐτὴν δύναμιν τὴν ἰατρικήν· ἡ γὰρ ἰατρικὴ περὶ ἕν τι γένος ἐστὶ τὰ σώματα, περὶ δὲ τὰ σώματά ἐστι τἀναντία ὑγίεια καὶ νόσος· ἡ αὐτὴ ἄρα δύναμίς ἐστι τῶν ἐναντίων.

[*](11 καὶ γὰρ καὶ ἡ LF 20 ἐστὸν scripsi: ἔστον LF: ἔστω A: ἔσται Bonitz 24 αὐτὸς εἴρηκεν] cf. p. 618, 28 sqq. 26 ὐπ’ αὐτὰ c. S Bonitz: ὑφ’ αὐτὰ ALF λευκῷ LF: λευκοῦ Α 27 καὶ LF: 0111. Α 31 πλεῖστον FS: om. AL)
621
[*](p. 1055a33)

Πρώτη δ’ ἐναντιότης ἐστὶν ἕξις καὶ στέρησις, οὐ πασα δέ.

Τὸ γὰρ φαιὸν στέρησίς ἐστι λευκοῦ, καὶ οὐ δήπου τὸ φαιὸν καὶ τὸ λευκὸν πρώτη ἐναντιότης, ἀλλ’ ἡ τέλειος ἐναντιότης αὕτη ἐστὶ πρώτη. τὰ δ’ ἄλλα κατὰ ταῦτα λεχθήσονται ἐναντία. τὸ γὰρ λευκὸν σῶμα ἐναντίον λέγεται τῷ μέλανι σώματι διὰ τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ ἡ ὑγίανσις δὲ λῆψις οὖσα ὑγιείας ἐναντία | λέγεται τῇ νοσάνσει ἀποβολῇ οὔσῃ ὑγιείας [*](594) λήψει δὲ νόσου. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

[*](p. 1055a38)

Εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιοτης.

Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι ἡ στέρησις καὶ τὰ ἐναντία ὑπὸ τὴν ἀντίφασίν ἐστι, καὶ τρόπον τινά, ὡς ἐρεῖ ἀντιφάσεις εἰσὶν ἥ τε στέρησις καὶ τὰ ἐναντία. ἀλλ’ εἰ τοῦτο, μᾶλλόν ἐστιν ἀντίθεσις ἡ ἀντίφασις καὶ στερήσεως καὶ τῶν ἐναντίων· καὶ εἰ τοῦτο, πῶς λέγουσιν ὅτι ἐν τῷ πέμπρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας γυμνάζων τοὺς ἀκροατὰς λέγει ὅτι μᾶλλον ἡ ἀντίφασις ἀντίκειται ἤπερ τὰ ἐναντία, ἐπεὶ αὐτὸς τὴν ἐναντιότητα μᾶλλον ἀντικεῖσθαι τῆς ἀντιφάσεως βούλεται, δείκνυσιν οὖν, ὡς εἴρηται, ὅτι ὑπὸ τὴν ἀντίφασίν εἰσιν ἥ τε στέρησις καὶ τἀναντία· τέως δὲ πρῶτον δείκνυσιν ὅτι τὰ ἐναντία οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα, ὃ ταὐτόν ἐστι τῷ ὡς κατάφασις καὶ ἀπόφασις, συλλογιζόμενος ἐν τῷ β σχήματι ὧδε· ἀντιφάσεως οὐδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἔστι τι μεταξύ, τὰ ἐναντία ἄρα οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα. εἰ οὖν, φησίν, ἀντίκεινται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, τῶν δὲ τριῶν πρώτη ἡ ἀντίφασις, μεταξὺ δὲ ἀντιφάσεως οὐκ ἔστι τι, ἐπί τινων δὲ ἐναντίων ἐνδέχεται εἶναί τι μεταξύ, δῆλον ὡς οὐ ταὐτὸν ἀντίφασις καὶ τὰ ἐναντία.

[*](p. 1055b3)

Ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν.

Καὶ τοῦτο θεὶς πρὸ τοῦ πῶς ἐστιν ἀντίφασις εἰπεῖν διαίρεσιν ποιεῖται τῆς στερήσεως λέγων ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν λέγεται ἐστερὴσθαι ἢ ὃ ἄν πεφυκὸς ἔχειν μὴ ἔχῃ, ἢ ὅλως ἢ πῶς ἀφορισθέν. ἀδύνατον μὲν γὰρ ὅλως ἔχειν τὸν λίθον ὄψιν καὶ λέγεται καὶ αὐτὸς ἐστερῆσθαι ὄψεως. πέφυκε δὲ ἔχειν τὸ παιδίον ἐν τῇ διετίᾳ ὀδόντας, καὶ εἰ μὴ ἔχει, λέγεται ὀδόντων ἐστερῆσθαι. τὸ δὲ ἢ ὅλως ἢ πῶς ἀφορισθὲν ἐπανάληψίς ἐστιν· καὶ ἔστι τὸ μὲν ἢ ὅλως ἴσον τῷ μηδαμῶς ἔχον ἢ μὴ [*](7 ἐναντία LF: ἐναντίον Α 15 τοῦ Περὶ ἑρμηνείας] c. 14 23 ἀντίκεινται LF: ἀντίκειται Α. 31 μὲν γὰρ M: om. ALF)

622
πεφυκὸς ἔχειν, λεγόμενον δὲ ἐστερῆσθαι· τὸ δὲ ἢ πῶς πρόσκειται, ὅτι ἐλέγετο ἐν τῷ Δ τῆσδε τῆς πραγματείας ὅτι καὶ τὸ ἔχον φαύλους πόδας ἐστερῆσθαι ποδῶν λέγεται, καὶ ἀπύρηνα ὁμοίως τὰ πυρῆνας ἔχοντα βραχυτάτους. ὅτι δὲ τὸ ἐστερῆσθαι πολλαχῶς λέγεται, ὑπομιμνήσκει ἡμᾶς διὰ τῶν ἐν τῷ Δ ῥηθέντων, λέγων πολλαχῶς γὰρ τὸ ὖ τὸ λέγεται, ὥσπερ δι.ῄρηται ἡμῖν ἐν ἄλλοις. εἴπερ οὗν ἡ τὸ ἀδύνατον ἔχειν λέγουσα στέρησις τὸ μὴ δυνατὸν δηλοῖ, τὸ δὲ μὴ δυνατὸν ἀπόφασίς ἐστι τοῦ δυνατοῦ, ὁμοίως δὲ καὶ τὸ μὴ ἴν τοῦ ἔχειν, εἰκότως ἄρα ἐλέγετο ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστιν ἢ ἀδυναμία διορισθεῖσα ἢ συνειλημμένη τῷ δεκτικῷ. ὅταν μὲν γὰρ φῶ τυφλότης, αὐτὴν διωρισάμην καὶ ἐδήλωσα τὴν ἀδυναμίαν ἤτοι αὐτὴν τὴν στέρησιν μόνην· ἄν δὲ τυφλὸν εἴπω, τὴν τυφλότητα μετὰ τοῦ ὑποκειμένου αὐτῇ ἐσήμανα· τὸ γὰρ τυφλὸν [*](595) αὐτή ἐστιν ἡ στέρησις μετὰ τοῦ ὑποκειμένου, ὥσπερ καὶ ὅταν εἴποι τις λευκότητα, δηλοῖ τὸ εἶδος τῆς λευκότητος καὶ τὴν φύσιν αὐτῆς, ὅταν δὲ λευκόν, τὸ σῶμα τὸ λελευκασμένον. ἀλλὰ πῶς μεταξὺ στερήσεως τινος ἔστι τι; ὅταν γὰρ λέγω ὅτι οὔτε ἴσον οὔτε ἄνισόν ἐστιν, ἐμφαίνω ὅτι ἔστι τι μεταξύ· ἀντιφάσεως δὲ ὅτι οὐκ ἔστι τι μεταξὺ δέδεικται, ὅτε ἐδείκνυεν ὡς οὐ συναληθεύει ἡ ἀντίφασις. ἢ ὅτι ἡ μὲν ἀντίφασις ἀορισταίνει λέγοντες γὰρ ὅτι ἴσον ἐστίν, ἴσον οὐκ ἔστιν, ἡ ἀπόφασις τὸ ἴσον μόνον ἀναιρεῖ, οὐδὲν δὲ τίθησιν· ἡ δὲ στέρησις, οἷον τὸ ἄνισον, καὶ τὸ ἴσον ἀναιρεῖ καὶ τίθησί τινα καὶ ἐναντιότητα. μεταξὺ δὲ ἐναντίων τινῶν εἶναί τι οὐδὲν κωλύει, εἰ μὴ καὶ ἀνάγκη. διὰ δὴ τοῦτο ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, καὶ ὅτι. ὃ καὶ μᾶλλον ἀληθές, ἡ μὲν ἀντίφασις ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, διὰ τὸ ὡς εἴρηται τὴν ἀπόφασιν μόνον τὸ ὑπὸ τῆς καταφάσεως δηλωθὲν ἀποφάσκειν, ἡ δὲ στέρησις ἐπὶ τῶν παρὰ τὸ ποσὸν κατηγοριῶν συμψεύδεται· ὡς γὰρ ἡ καταφασις ἡ ὅτι ἡ ψυχὴ ἢ τὸ λευκὸν ἴσα ἐστὶ λέγουσα ψεύδεται, οὕτω καὶ ἡ στέρησις ἡ ὅτι ἡ ψυχὴ ἄνισός ἐστιν ἀποφαινομένη ἢ ὅτι τὸ λευκόν. διὰ οὖν τὸ συμψεύδεσθαι αὐτὰς ἔχει χώραν ἡ μεσότης ἡ λέγουσα ὅτι ἡ ψυχὴ οὔτε ἴση ἐστὶν οὔτε ἄνισος, ὁμοίως δὲ καὶ ἐπὶ πάντων τῶν συμψευδομένων· ἐπὶ δὲ τῆς ἀντιφάσεως οὐδαμῶς. τῆς γὰρ καταφάσεως τῆς ὅτι ἡ ψυχὴ ἴση ἐστὶ λεγούσης ψευδομένης, ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ ἴση οὐκ ἔστι λέγουσα ἀληθεύει, διὰ τὸ μόνον, ὡς εἴρηται, ἀναιρεῖν τὸ ἴσον, μηθὲν δὲ ἕτερον τιθέναι. διὰ ταῦτα δὴ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, στερήσεως δέ τινος ἔστι. καὶ τὴν αἰτίαν τοῦ τῆς στερήσεως εἶναί τι μεταξύ, τῆς δ’ ἀντιφάσεως μὴ εἶναι συντόμως ἐπήγαγεν εἰπὼν ἴσον μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν, ὃ ταὐτόν ἐστι τῷ ἡ μὲν ἀντίφασις ἡ λέγουσα ὅτι πᾶν ἢ ἴσον ἐστὶν ἢ οὐκ ἴσον ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἡ δὲ στέρησις, ὡς ἐπὶ τῆς ψυχῆς εἴρηται, συμψεύδεται τῇ ἕξει, καὶ διὰ τοῦτο ἔχει χώραν ἐπὶ ταύταιν [*](2 et 5 ἐν τῷ Δ] c. 22 6 διήρηται LF: εἴρηται Α 12 εἴπω M Bonitz: ἐρῶ ALF αὐτῇ LF: αὐτῆς A 20 καὶ τὸ ἴσον LF: om. Α 21 τίθησι M: θέσιν ALF 29 αὐτὰς LF: αὐτὸς Α 36 δ’ LF: om. Α 38 ἢ ἴσον LF: ἡ om. Α)
623
ἡ μεσότης. οὐκ ἐπὶ πάντων δὲ συμψεύδεται ἡ στέρησις τῇ ἕξει καὶ αὕτη τῇ στερήσει· ἐπὶ γὰρ τοῦ δεκτικοῦ καὶ ὑποκειμένου αὐταῖν διαιροῦ σί’ τὸ ψεῦδος ἀπὸ τῆς ἀληθείας. ἐπὶ γὰρ τοῦ ποσοῦ τῆς ἕξεως ψευδομένης ἀληθεύει ἡ στέρησις. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον.

[*](p. 1055b11)

ἰ δὴ αἱ μὲν γενέσεις τῇ ὕλῃ ἐκ τῶν ἐναντίων.

Δείξας ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστι δείκνυσιν ὅτι καὶ ἡ ἐναντιότης. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι αἱ ἐναντιότητες στερήσεις [*](596) εἰσίν· εἰ οὖν αἱ ἐναντιότητες στερήσεις, αἱ δὲ στερήσεις ἀντιφάσεις τινές, καὶ αἱ ἐναντιότητες ἄρα ἀντιφάσεις εἰσί. δείκνυσι δ’ ὑποθετικῶς τὸ προκείμενον ὧδε. εἰ οὖν αἱ γενέσεις τῶν ἐναντίων, γίνονται δὲ διὰ τὴν ὑποκειμένην αὐτοῖς ὕλην, εἰ οὖν αἱ γενέσεις ἐν τῇ ὕλῃ τῇ ὑποκειμένῃ ἐκ τῶν ἐναντίων εἰσί, πᾶσα δὲ γένεσις ἢ ἐκ τοῦ εἴδους ἐστὶ καὶ τῆς τοῦ εἴδους ἕξεως τοῦτο δ’ ἐκ παραλλήλου κεῖται) ἢ ἐκ τῆς τοῦ εἴδους στερήσεως, ἐκδηλότατόν ἐστιν ὅτι ἡ ἐναντιότης στέρησίς ἐστιν. εἰ γὰρ τὸ μουσικὸν ἐκ τοῦ ἀμούσου, ὅπερ ἐστὶ στέρησις, γίνεται, πᾶσα δὲ γένεσις ἐκ τοῦ ἐναντίου, τὸ μουσικὸν ἄρ καὶ τὸ ἄμουσον καὶ ἐναντιότης καὶ στέρησίς ἐστι. τοῦτο δὴ καὶ ἐπὶ τῶν ἄλλων οὕτως εὕροις ἄν. ὅτι δὲ πᾶσα γένεσις ἢ ἐκ τοῦ εἴδους καὶ τῆς ἕξεως ἢ ἐκ τῆς στερήσεώς ἐστι, δέδεικται ἐν τῇ Περὶ γενέσεως, ἀλλὰ καὶ νῦν ὑπομνηστέον. ὅταν γὰρ ἐκ τοῦ μουσικοῦ ἢ τοῦ λευκοῦ γένηται ἄμουσον ἢ μέλαν, ἐξ εἴδους γέγονεν ἡ γένεσις καὶ ἕξεως· διώρισται γὰρ ἐν τῇ Περὶ γενέσεως ὡς τὰ κρείττονα τῶν εἰδῶν καὶ ἕξεις εἰσὶ καὶ μᾶλλον εἴδη, τὰ δὲ χείρονα στερήσεις· ὅταν δὲ ἐξ ἀμούσου ἢ μέλανος γένηται μουσικὸν ἢ λευκόν, ἐκ στερήσεως ἐστιν αὕτη ἡ γένεσις. ὥστε εἰ τὸ μέλαν καὶ τὸ λευκὸν ἐναντία, τὸ δὲ μέλαν στέρησίς ἐστι λευκοῦ καὶ τὸ ἄμουσον μουσικοῦ, φανερὸν ὅτι πᾶσα ἐναντιότης στέρησίς ἐστι καὶ ἕξις. οὐ πᾶσα δὲ στέρησις ἐναντιότης. αἴτιον δὲ τοῦ μὴ πᾶσαν στέρησιν ἐναντιότητα λέγεσθαι ὅτι πολλαχῶς ἡ στέρησις λέγεται· στέρησις γὰρ καὶ τὸ φαιὸν λέγεται τοῦ λευκοῦ, ἐναντίον δ’ οὐκ ἔστι κυρίως· ἐναντία γάρ ἐστιν ἐξ ὧν ἐσχάτων, ὡς ἡ λευκοῦ καὶ μέλανος ἐξ ἀλλήλων ἔχει γένεσις, καὶ ὥσπερ εἴρηται ἔναγχος, ἐναντία ἐστὶν ὧν τὸ διάστημα μέγιστόν ἐστιν, ἡ δὲ τοῦ λευκοῦ καὶ φαιοῦ ἀπ’ ἀλλήλων διάστασις οὐ μεγίστη. ὥστε τὸ φαιὸν στέρησις μέν ἐστι λευκοῦ, ἐναντιότης δὲ τὸ φαιὸν καὶ λευκὸν οὐκ ἔστιν. οὐκ ἄρα πᾶσα στέρησις ἐναντιότης. ὅτι δὲ πᾶσα ἐναντιότης στέρησίς ἐστι, φανερόν, φησίν, ἐκ τῆς ἐπαγωγῆς. πᾶσα γὰρ ἐναντιότης ἔχει στέρησιν· εὐθὺς γὰρ ἡ ψυχρότης στέρησιν ἔχει θερμοῦ, καὶ ἡ μελανία λευκοῦ, καὶ ἡ ἀνισότης ἰσότητος, καὶ ἡ ἀνομοιότης ὁμοιότητος, καὶ ἡ κακία ἀρετῆς. ἐκ τούτου δὲ ποριζόμεθα ὡς ἡ στέρησις οὐχ ἕτερόν τί ἐστιν ἢ θάτερον τῶν ἐναντίων, ἤτοι τὸ ἓν μόριον τῆς ἐναντιότητος· [*](6 ἐστι L: om. Α 11 αὐτοῖς L: αὐτῆς Α 14 ἐκδηλότατον F idemque e S coni. Bonitz: λευκότατον AL 17 δὴ LF: δὲ Α οὕτως LF: om. Α 19 et 21 ἐν τῆ Περὶ γενέσεως] A 3)

624
τὸ γὰρ μέλαν τὸ ἓν τῆς ἐναντιώσεως ἐστιν. εἰ γὰρ ὅλη ἡ ἐναντιότης τὰ δύο ἐστὶ τὸ λευκὸν καὶ μέλαν, τὸ μέλαν ἄρα τὸ ἕτερόν ἐστι τῶν ἐναντίων. πᾶσα δὴ ἐναντιότης στέρησιν ἔχει καὶ ἔστιν ἡ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. οὐχ ὁμοίως δὲ πάντα ἐστερῆσθαι λέγεται, ἀλλὰ διαφέρει, ὥσπερ εἴρηται. καὶ εἴρηται ὅτι τὸ μὲν ἐστερῆσθαι | λέγεται, [*](597) ἄν μόνον ᾖ ἐστερημένον. ὁ γὰρ λίθος ἐστερῆσθαι ὄψεως λέγεται οὐχ ὡς τὰ πεφυκότα μὲν ἔχειν καὶ μὴ ἔχοντα, ἀλλ’ ὅτι μόνον οὐκ ἔχει. τὸ δὲ ἐὰν ἢ ποτὲ πεφυκὸς ἔχειν μὴ ἔχῃ ὅτε πέφυκεν ἔχειν, ἢ εἰ ἐπεφύκει ἔν τινι μορίῳ ἔχειν, ὡς ἐν τῷ ὀφθαλμῷ ὄψιν, μὴ ἔχῃ, ἢ τῷ κυρίῳ. ὁ γὰρ τῆς δεξιᾶς χειρὸς στερηθεὶς ἄχειρ λέγεται ὅτι τοῦ κυριωτέρου μέρους ἐστέρηται· κυριώτερον γὰρ ἡ δεξιὰ τῆς λαιᾶς· πάντῃ δὲ ἄχειρ λέγεται ὁ ἀμφοῖν ταῖν χεροῖν στερηθείς. διὸ ὅσων μὲν ἐναντίων ἐστὶ τὸ ὑποκείμενον ὡρισμένον, οἷον περιττοῦ καὶ ἀρτίου ὁ ἀριθμός, τούτων οὐδέν ἐστι μεταξύ· ὅσων δὲ οὐχ ὡρισμένον, τούτων ἔστιν. οὐχ ὡρισμένον δὲ τὸ ὑποκείμενόν ἐστιν ἀγαθῷ καὶ κακῷ· ἐν ἁπάσαις γὰρ ταῖς κατηγορίαις ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, ὥστε ἀόριστον αὐτῶν τὸ ὑποκείμενον, καὶ διὰ τοῦτό εἰσί τινα οὔτε ἀγαθὰ οὔτε κακά· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. φανερὸν τοίνυν γέγονε διὰ τῆς ἐπαγωγῆς ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν καὶ ἔστι πᾶσα ἐναντιότης στέρησις. συλλογιστέον δή· τὰ ἐναντία στερήσεις. πᾶσαι αἱ στερήσεις ἀντιφάσεις εἰσί τινες, καὶ τὰ ἐναντία ἄρα ὑπὸ τὴν ἀντίφασίν φασίν εἰσιν ὥσπερ καὶ αἱ στερήσεις. τὸ δὲ ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ πολλὰ τοιοῦτον ἄν εἴη. εἰ πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀνάγεται καὶ εἴρηταί μοι πολλάκις ὅτι διαίρεσιν πεποίηκε, καθ’ ἣν πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν ἀνήγαγε καὶ τὰ πολλά), τὸ δὲ ἓν καὶ τὰ πολλὰ ἀντίφασίς τίς ἐστιν, ὡς δειχθήσεται, πάντα ἄρα τὰ ἐναντία ὑπ’ αὐτὴν ἀνάγεται.

[*](p. 1055b30)

Ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά.

Ζητεῖ πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, πότερον ὡς τἀναντία, ὡς στέρησις καὶ ἕξις, ὡς τὰ πρός τι, ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ὁμοίως δὴ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ κατὰ ποῖον τουτωνὶ τῶν τρόπων ἀντίκειται; καὶ τέως ὅτι τὸ ἓν καὶ τὰ πολλὰ ἀντικείμενά ἐστι δείκνυσι λέγων ‘εἰ γὰρ τὸ πότερον ἐν τοῖς ἀντικειμένοις εἰώθαμεν λέγειν, λέγεται δὲ τὸ πότερον καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, δῆλον ὅτι ἀντικείμενά ἐστιν.’ ἀλλὰ καὶ ὅτι τὸ πότερον ἐπὶ τῶν ἀντικειμένων λέγεται δῆλον· λέγομεν γὰρ πότερον λευκόν ἐστιν ἢ μέλαν καὶ πότερον λευκὸν ἢ οὐ λευκόν. πότερον δὲ τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ οὐ] λευκόν, οὔ φαμεν διὰ τὸ μὴ ἀντικεῖσθαι | τὸν ἄνθρωπον καὶ τὸ λευκόν, εἰ μὴ ἐξ ὑποθέσεως· εἰ γὰρ [*](598) [*](9 ἔχῃ scripsi: ἔχει ALF καὶ μὴ ἔχει M 12 ἐναντίων LF: ἐναντίω Α 19 ἐναντιότης LF: ἐναντία Α 26 αὐτὴν LF: αὐτὰ Α 37 οὐ c. S del. Bonitz)

625
ὑποθοῖτό τις μηδέν τι ἄλλο εἶναι τῶν ἀπάντων εἰ μὴ μόνον ἄνθρωπον καὶ λευκόν, δυνησόμεθα λέγειν τούτου ὑποκειμένου, πότερον τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ λευκόν; καὶ πάλιν εἰ θείημεν ὡς ἔστιν ἐν τῇδε τῇ οἰκίᾳ σήμερον ἐξ ἀνάγκης ἢ ἐλεύσεσθαι Κλέωνα ἢ Καλλίαν, μηδένα δὲ ἕτερον, ἐροῦμεν διὰ τὴν ὑπόθεσιν, πότερον Κλέων ἐστὶν ἢ Καλλίας ὁ ἐληλυθώς; εἰ δὲ καὶ ἄλλοι τινὲς ἤμελλον ἐλεύσεσθαι, οὐκ ἐροῦμεν τὸ πότερον Καλλίας ἐστὶν ὁ ἐληλυθὼς ἢ Κλέων, διὰ τὸ ἐνδέχεσθαι μηδέτερον εἶναι τούτων τὸν ἐλθόντα, ἀλλ’ ἕτερον οἷον τὸν Σωκράτην.

[*](p. 1055b36)

Ἀλλ’ οὐκ ἀνάγκη.

’Ev οὐδενὶ γένει καὶ ὑποκειμένῳ δυνατόν ἐστι τὸ πότερον ἐρωτᾶν ἀλλ’ ἐξ ὑποθέσεως, ἐπὶ δὲ τῶν ἀντικειμένων ἐξ ἀνάγκης. ἀλλὰ καὶ τοῦτο τὸ ἐξ ὑποθέσεως ἐκ τῶν κυρίως ἀντικειμένων ἐλήλυθεν· διὰ γὰρ τὸ μὴ δύασθαι ἅμα τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ δύνασθαι ἅμα αὐτοὺς ἐληλυθέναι ἀλλὰ τὸν μὲν πρότερον τὸν δὲ ὕστερον ἀλλὰ καὶ οὗτος ὁποῖος ἄν τύχῃ εἴτε Κλέων εἴτε Καλλίας) διὰ οὖν τὸ μὴ δύνασθαι τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ ἅμα αὐτοὺς ἐληλυθέναι, λέγεται τὸ πότερος ἦλθεν· εἰ γὰρ ἐνεδέχετο ἅμα αὐτοὺς ἐλθεῖν, γελοῖον τὸ ἐρωτᾶν πότερος ἦλθεν. εἰ δὲ καὶ ἅμα ἐνδεχομένων ἐλθεῖν ἐρωτᾷ τις τὸ πότερος ἦλθεν, εὐθὺς εἰς τὸ ἓν καὶ τὰ πολλὰ ἐμπίπτει, τουτέστιν εἰς τὴν ἀντίφασιν, οἷον ἀμφότεροι ἦλθον ἢ ὁ εἷς. καὶ οὕτω πάλιν τὸ πότερον ἐπὶ ἀντιφάσεως λέγεται. εἰ δὴ ἐν τοῖς ἀντικειμένοις, ὥσπερ εἴρηται, ἡ τοῦ ποτέρου ζήτησις, λέγομεν δὲ καὶ πότερον μεῖζον ἢ ἴσον ἢ ἔλασσον, τίς ἔσται ἡ ἀντίθεσις τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον καὶ κατὰ τίνα τῶν τοῦ ἀντικειμένου τρόπων ἀντίκεινται; οὔτε γὰρ τὸ ἴσον ἑνὶ μόνῳ οἷον τῷ μείζονι ἢ τῷ ἐλάσσονι ἀντίκειται. τίς γάρ ἐστι λόγος τοῦ τῷ μείζονι μὲν ἀντικεῖσθαι τὸ ἴσον τῷ ἐλάττονι δὲ μή, ἢ ἔμπαλιν τῷ ἐλάττονι μὲν ἀλλ’ οὐ καὶ τῶ μείζονι; ἀλλὰ μὴν εἴπερ ἀντικείσονται τῷ ἴσῳ καὶ τὸ μεῖζον καὶ τὸ ἔλασσον, ἔσονται δύο ἑνὶ ἐναντία, δέδεικται δὲ ὅτι ἓν ἑνὶ ἐναντίον.

[*](p. 1056a7)

Ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον.

Ἀλλὰ μὴν τὸ ἄνισον δηλωτικόν ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ὥστε εἰ ἐναντίον τῷ ἴσῳ τὸ ἄνισον, καὶ οὕτως δύο εἰσὶν ἐναντία. εἰ δὲ τὸ ἄνισον ἀμφότερα δηλοῖ, τὸ μεῖζον καὶ ἔλασσον οὐκ εἰκός ἐστι λέγειν ὅτι τὸ ἄνισον χρὴ ὡς ἕν τι ὄνομα λαμβάνειν καὶ ἀντιτιθέναι τῷ ἴσῳ, καὶ οὕτως ἐπάγειν ὅτι ἓν τὸ ἄνισον ἑνὶ τῷ ἴσῳ ἐναντίον. τοῦτο γὰρ τοῖς ὑπὸ τὴν δυάδα τὸ ἄνισον ἀνάγουσι βοηθεῖ· ἐπειδὴ γὰρ τὸ ἄνισον δυοῖν ἐστι [*](13 et 16 ὑπόκειται] exspectes ὑποκεῖσθαι 14 ἀλλὰ—ἐληλυθέναι (17) ALF: om. Bonitz 19 τὸ πότερος ἦλθεν] fort.: τὸ πότερον, cf. 21 24 ἀντικειμένου LF: ὑποκειμένου Α 27 μὴν F: μὲν AL Comment. Arist. I Alex, in Metaph. 40)

626
δηλωτικόν, εὐλόγως αὐτὸ ὑπὸ τὴν δυάδα ἀνάγουσι. οὐ σί’. τῷ δὲ λέγοντι ὡς ἐπειδὴ τὸ ἄνισον ἕν ἐστιν ὄνομα καὶ ἀντιτιθέμενον τῷ ἴσῳ, ὡς ἓν ἑνὶ ἀντιτίθεται, οὐδαμῶς βοηθεῖ· οὐ γὰρ τὰ ὀνόματά εἰσι τὰ ἀντικείμενα, ἀλλὰ τὰ ὑπὸ τῶν ὀνομάτων σημαινόμενα πράγματα. ὥστε εἰ καὶ ἕν ἐστι τὸ [*](590) ἄνισον ὄνομα, ἀλλ’ ἐπειδὴ δυοῖν ἐστι δηλωτικόν, ὁ τοῦτο τῷ ἴσῳ ἀντιτιθεὶς δύο ἑνὶ ἀντέθηκεν· ὥστε ἔσονται τῷ ἑνὶ δύο ἐναντία, ὅπερ ἀδύνατον. ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐκ ἔστι, τὸ ἴσον ἄρα οὐκ ἔστιν αὐτοῖς ἐναντίον. ἄλλως τε εἰ ἐναντιότητα λέγομεν τὴν μεγίστην καὶ τελείαν διάστασιν, οὐκ ἂν εἴη μεταξύ τινος· μεταξὺ γάρ τινος οὖσα συμβαίνει αὐτὴν μὴ εἶναι τελείαν. καὶ ἡ μὲν ἐναντιότης μεταξύ τινος, ὡς εἴρηται, οὐκ ἔστιν, αὕτη δὲ μᾶλλον ἔχει ἑαυτῆς τι μεταξύ, ὡς τὸ φαιὸν ἡ λευκότης καὶ μελανία. δέσεολταο ἄρα ὅτι τὸ ἴσον τῷ μείζονι καὶ ἐλάττονι οὐκ ἀντίκειται ὡς τὰ ἐναντία συμβαίνει γὰρ δύο ἑνὶ εἶναι ἐναντία καὶ τὰ λοιπὰ ὡς εἴρηται.

[*](p. 1056a15)

Λείπεται δὴ ἢ ὡς ἀπόφασιν ἀντικεῖσθαι ἢ <ὡς> στέρησιν.

Δείξας τὴν τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον ἀντίθεσιν μὴ οὖσαν ὡς τὰ ἐναντία, λέγει λειπόμενον εἶναι ἀντικεῖσθαι αὐτὰ ἢ ὡς ἀπόφασιν ἢ ὡς στέρησιν. τέως δὲ τὸ λέγειν ὅτι καθ’ ἕνα τῶν δύο τούτων τρόπων ἢ τῷ μείζονι μόνῳ ἀντίκειται τῷ δὲ ἐλάσσονι μή, ἢ τῷ ἐλάσσονι μὲν μόνῳ τῷ μείζονι δὲ μή, οὐκ ἐνδέχεται. διὰ τί γὰρ ἑνὶ ὁτῳοῦν αὐτοῖν καὶ οὐκ ἀμφοῖν ἀντικείσεται; ἀπορήσας οὖν λύει λέγων ἀμφοῖν ἄρα ἀπόφασις στερητική, τουτέστιν ἀντίκειται ἄρα τὸ ἴσον τῷ μείζονι καὶ ἐλάσσονι ὡς ἀπόφασις στερητική. τὸ γὰρ ἴσον ἀπόφασίς ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ἴσον γάρ ἐστι τὸ μήτε μεῖζον μήτε ἔλασσον, καὶ ἐπὶ τούτῳ ἀντικεῖσθαι αὐτοῖς ὡς ἀπόφασις στερητικὴ πρὸς ἀμφότερα λέγεται, οἷον πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. πρὸς θάτερον δὲ οὐ λέγεται μόνον τὸ πότερον· οὐ γὰρ λέγομεν πότερον ἴσον ἢ μεῖζον ἢ ἔμπαλιν πότερον ἴσον ἢ ἔλασσον, ἀλλ’ ἀεὶ τρία, τουτέστιν ἀλλ’ ἀεὶ τὸ πότερον πρὸς τὰ τρία λέγεται, ἀλλ’ οὐ πρὸς τὰ δύο, ἀλλὰ πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. εἰπὼν δὲ ὅτι τὸ ἴσον ἀπόφασίς ἐστι στερητικὴ τοῦ μείζονος καὶ ἐλάττονος ἐπάγει οὐ στέρησις δὲ ἐξ ἀνάγκης· οὐ γὰρ πᾶν ἴσ’ ὂν ἢ μεῖζον ἢ ἔλασ’ σὸν, ἀπόφασιν στερητικὴν λέγων τὴν ἐπὶ μιᾶς κατηγορίας διαιροῦσαν τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἐπὶ δὲ τῶν ἄλλων συμψευδομένην τῇ καταφάσει, ὥσπερ τὸ ἴσον ἐπὶ μόνου τοῦ ποσοῦ. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλασσον· ἐπὶ δὲ τῶν ἄλλων ψεύδεται· τὸ γὰρ λευκὸν οὔτε ἴσον ἐστὶν οὔτε μεῖζον ἢ ἔλασσον. ἔστιν οὖν στερητικὴ ἀπόφασις ἢ στερητικὴ στέρησις ἀμφοτέρως γὰρ γράφεται) αὕτη ἡ ἐπὶ μιᾶς κατηγορίας μετὰ τῆς οἰκείας καταφάσεως τὸ ψεῦδος διαιροῦσα καὶ τὴν ἀλήθειαν. ἀναγκαία δὲ στέρησίς ἐστιν ἢ ἀπόφασις ἡ ἐπὶ πάντων καὶ ὄντων [*](15 ὡς ante στέρησιν addidi coll. 1. 17 17 εἶναι LF: om. Α 19 ἀντικείσετα LF 31 ἴσον ὃ μὴ μεῖζον Metaph. 32 στέρησιν στερητικὴν λέγων ἀπόφασιν τὴν ἐπὶ LF)

627
καὶ μὴ ὄντων διαιροῦσα τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· αὕτη δέ ἐστιν ἡ κυρίως ἀπόφασις. ἡ γὰρ ἴσον οὐκ ἔστιν ἀπόφασις μετὰ τῆς ἴσον ἐστὶ [*](600) καταφάσεως· διαιρεῖ ἐπὶ πάντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τῆς γὰρ ὅτι ἡ ψυχὴ ἴση ἐστὶ καταφάσεως ψευδομένης ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἴση ἀληθής ἐστιν. οὐκ ἔστιν οὖν τὸ ἴσον στέρησις ἀναγκαία· οὐ γὰρ ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· οὐ γὰρ πᾶν ἢ ἴσον ἢ μεῖζον ἢ ἔλασσόν ἐστιν οὐδὲν γὰρ τούτων ἡ ψυχὴ ἢ τὸ λευκόν), ἀλλ’ ἐν οἷς πέφυκε τὸ ἴσον εἶναι πέφυκε δ’ ἐν τῷ ποσῷ ἴδιον γὰρ ποσοῦ τὸ ἴσον καὶ ἄνισον), ἐν τούτοις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, ὥστε τὸ ἴσον στέρησίς ἐστι μεγάλου καὶ μικροῦ. τὸ δὲ πεφυκὸς μέγα ἢ μικρὸν εἶναι πρόσκειται αὐτῷ ὡς εἰ ἔλεγεν ‘οὐ πᾶν λέγω ἴσον ἀλλὰ τὸ πεφυκὸς μέγα εἶναι ἢ μικρόν’. τὴν γὰρ ψυχὴν ἴσην οὔ φαμεν· οὐδὲ γὰρ πέφυκε μεγάλη εἶναι ἢ μικρά· ἀμερὴς γὰρ καὶ ἄποσος· τὸν δὲ πῆχύν φαμεν, διότι ἴσος μέν ἐστιν ἑτέρῳ πήχει, μείζων δὲ τοῦ ἡμίσεος, ἐλάσσων δὲ τῶν δύο πήχεων. ἔστιν οὖν τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική διὸ καὶ μεταξύ ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος. καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τῷ τε ἀγαθῷ καὶ τῷ κακῷ ἀντίκειται· ἀνώνυμον δέ ἐστι τὸ μήτε ἀγαθὸν μήτε κακόν. καὶ τὴν αἰτίαν τοῦ ἀνώνυμον εἶναι ἐπήνεγκεν, εἰπὼν πολλαχῶς γὰρ λέγεται ἑκάτερον τό τε ἀγαθὸν καὶ τὸ κακόν. ἐπὶ γὰρ τῶν δέκα κατηγοριῶν ἐστι καὶ ἀγαθὸν καὶ κακόν· καὶ γὰρ καὶ ἐν οὐσίᾳ ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ταῖς ἄλλαις. εἰ δὲ τοῦτο, ἀόριστον ἄρα τὸ μεταξύ, ὥστε καὶ ἀνώνυμον τὰ γὰρ ἀόριστα καὶ ἀνώνυμα. ἀλλὰ μᾶλλον ὠνομασμένον ἐστὶ τὸ μήτε λευκὸν μήτε μέλαν ὅμως οὐδὲ τοῦτο λέγεται ἕν, ἀλλὰ μήτε λευκὸν μήτε μέλαν ἐστὶ καὶ τὸ φαιὸν καὶ τὸ ἁλουργὸν καὶ τὸ πράσινον καὶ τὰ λοιπά. ὅμως ὡρισμένα εἰσὶ τὰ χρώματα καὶ μέτρῳ οὐ πάνυ πολλῷ ἀλλὰ βραχεῖ ὑποπίπτουσιν, ἐφ’ ὧν λέγεται στερητικῶς ἡ ἀπόφασις αὕτη, λέγων ἀπόφασιν ταύτην τὸ μήτε λευκὸν μήτε μέλαν. ταύτην δέ, φησί, τὴν ἀπόφασιν ἀνάγκη ἢ φαιὸν εἶναι ἢ ὠχρὸν ἢ τοιοῦτόν τι ἄλλο. ὥστε ἐπειδὴ ἡ τοιαύτη ἀπόφασις ἐν τοῖς ἐν τῷ αὐτῷ γένει ἢ τῇ αὐτῇ κατηγορίᾳ οὖσι λέγεται τοῖς λέγουσιν ὅτι μεταξὺ χειρὸς καὶ ὑποδήματος οὐκ ἔστι τὸ μήτε χεὶρ μήτε ὑπόδημα ὄν, οὐκ ὀρθῶς αὐτοῖς ἐπιτιμῶσιν οἱ λέγοντες ὅτι ἔστι μεταξὺ χειρὸς καὶ ὑποδήματος τὸ μήτε χεὶρ μήτε ὑπόδημα διὰ τὸ καὶ μεταξὺ ἀγαθοῦ καὶ κακοῦ εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν. οὐκ ὀρθῶς οὖν ἐκείνοις οὗτοι ἐπιτιμῶσιν· οὐ γάρ ἐστι πάντων [*](601) μεταξύ, οὐδ’ ἀνάγκη τοῦτο συμβαίνειν. ἡ μὲν γὰρ συναπόφασις λέγων συναπόφασιν τὸ μήτε ἀγαθὸν μήτε κακὸν διὰ τὸ συναποφάσκειν ἀμφότερα, καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν), ἡ μὲν δὴ συναπόφασις τῶν ὁμολογουμένως ἀντικειμένων ἐστί, καὶ ὧν ἐστί τι μεταξὺ καὶ διάστημα, δι’ οὗ γίνεται ἡ [*](7 οὐδὲν scripsi: οὐδὲ libri 18 καὶ τῷ κακῷ LF: τῷ oib. A 24 τῷ γὰρ ἀορίστῳ LF 26 μέλαν ἐστὶ LF: post μέλαν add. τοιοῦτο δ’ Α φαιόν, ἔστι καὶ LF 40*)
628
μεταβολὴ ἐκ τοῦδε εἰς τόδε, οἷον ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν καὶ ἔμπαλιν. πάλιν. ἡ δὲ χεὶρ καὶ τὸ ὑπόδημα ὁμολογουμένως μὴ ὄντα ἀντικείμενα πῶς ἄν εἴη τούτων συναπόφασις; οὔτε γὰρ ἀντικείμενά εἰσιν, οὔτε ἔστιν αὐτῶν διαφορά ἐν ἄλλῳ γὰρ γένει· ὧν δ’ ἐστὶ συναπόφασις, ταῦτα ὁμογενῆ ἐστιν. οὕτω γὰρ τοῦ ῥητοῦ τοῦ ἐν ἄλλῳ γὰρ γένει, ὧν αἱ συναποφάσεις εἰσί, χρὴ ἀκούειν· εἰ γὰρ μὴ οὕτως, ἀδιανόητον ἔσται τὸ λεγόμενον καὶ ἐναντίον τοῖς λεγομένοις. δύναται καὶ ὡς ἐλλιπὲς εἰρῆσθαι τὸ ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις εἰσί, καὶ εἰ προστεθείη τῷ γένει τὸ οὔκ εἰσιν, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ἱέν ἄλλῳ γὰρ γένει οὔκ εἰσιν ὧν αἱ συναποφάσεις εἰσί’, σαφὲς ἄν εἴη τὸ λεγόμενον. τὸ δὲ ‘οὔτε γὰρ ἀντικείμενά ἐστιν οὔτε ἔστιν αὐτῶν διαφορὰ᾿ λέγοι ἂν διαφορὰν τὴν διαιρετικὴν τοῦ γένους, οἷόν ἐστιν ἐπὶ χρώματος μὲν τὸ διακριτικὸν καὶ συγκριτικόν, ἐπὶ ζῴου δὲ λογικοῦ τὸ θνητὸν καὶ ἀθάνατον. καὶ εἴη ἄν λέγων ὅτι τοῦ ὑποδήματος καὶ τῆς χειρὸς οὐκ ἔστι συναπόφασις, ὅτι οὐδὲ ἔστιν αὐτῶν διαφορά. καὶ τὴν αἰτίαν τοῦ μὴ εἶναι ἀντιδιῃρημένας ἐν αὐτοῖς διαφορὰς προσέθηκεν, εἰπὼν ἐν ἄλλῳ γὰρ γένει εἰσίν· ὧν δὲ ἔστι συναπόφασις, ἐν τῷ αὐτῷ εἰσι γένει. καὶ ἄλλως, ὧν εἰσιν αἱ συναποφάσεις, φάσεις, ἕν ἐστι τὸ ὑποκείμενον καὶ τὸ αὐτό, τοῦ δὲ ὑποδήματος καὶ τῆς χειρὸς προσεχὲς οὐδέν ἐστιν ὑποκείμενον.

[*](p. 1056b3)

Ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀπορήσειεν ἄν τις.

Ζητήσας ὅτι τὸ ἓν καὶ τὰ πολλὰ πῶς ἀντίκειται καὶ μνησθεὶς τοῦ ἴσου καὶ μείζονος καὶ ἐλάσσονος μεταξὺ καὶ εἰπὼν ὅπως ἀντίκεινται, ἀνατρέχει ἐπὶ τὸ ἓν καὶ τὰ πολλά, λέγων ‘ὁμοίως τῷ ἴσῳ καὶ μείζονι καὶ ἐλάττονι ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά᾿, λέγων ἱεῖ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχέ τις ἀντικεῖσθαι ταῦτα νομίσειε, συμβαίνει ἔνια ἀδύνατα.’ τὸ γὰρ ἕν, φησίν, ὀλίγον ἢ ὀλίγα ἔσται, τὸ δὲ ὀλίγον ἢ τὰ ὀλίγα πλῆθός εἰσιν· λέγεται γὰρ καὶ ὀλίγον πλῆθος καὶ ὀλίγα πλήθη. τὸ δὲ πλῆθος διαιρετόν· τὸ ἓν ἄρα ἐστὶ διαιρετόν, ὅπερ ἄτοπον. πῶς δὲ τὸ ἓν ὀλίγον ἐστίν, ἐντεῦθεν δῆλον. τὰ πολλὰ ἀντίκεινται τοῖς ὀλίγοις, τὰ δὲ δύο πολλά· εἰ δὲ τὰ δύο πολλά, τίνι μᾶλλον τοῦ ἑνὸς ὀλίγῳ ἀντικείσονται; οὐδενὶ δηλονότι ἄλλῳ ἀλλ’ αὐτῷ τῷ ἑνί. τὰ δύο ἄρα πολλὰ ὄντα τῷ ἑνὶ ὡς ὀλίγῳ ἀντίκεινται. ἀλλὰ μὴν τὸ ὀλίγον πλῆθος, τοῦτο δὲ διαιρετόν· τὸ ἓν | ἄρα διαιρετόν. ὅτι δὲ τὰ δύο πολλά ἐστι, δῆλον εἰ γὰρ τὸ διπλάσιον [*](602) πλασίον πολλαπλάσιον, τὸ δὲ διπλάσιον ἐκ τοῦ δύο ἔσχε τὸ διπλάσιον λέ- γεσθαι, καὶ τὰ δύο ἄρα πολλαπλάσιον. ἀλλὰ τὸ πολλαπλάσιον πολλά ἐστι, καὶ τὰ δύο ἄρα πολλά· εἰ δὲ τὰ δύο πολλά, τὸ ἓν ἔσται ὀλίγον. πρὸς τί γὰρ ἄλλο τὰ δύο πολλὰ λεχθήσεται, εἰ μὴ πρὸς τὸ ἓν καὶ τὸ ὀλίγον; τοῦ γὰρ < ἑνὸς> οὐκ ἔστιν οὐδὲν ἔλαττον καὶ ὀλιγώτερον· ὥστε εἰ τὰ δύο [*](16 γὰρ L: om. Α 17. 18 συναποφάσεις L: ἀποφάσεις Α 26 ἀντίκεινται LF: ἀντίκειται Α 38. 39 τοῦ γὰρ—ἐν ὀλίγον (p. 629,1) L: om. AF 39 ἑνὸς addidi)

629
καὶ τὸ ἓν ὀλίγον. ἔτι ὥσπερ ἐν μήκει τὸ μακρὸν καὶ τὸ βραχύ, οὕτως ἐν πλήθει τὸ πολὺ καὶ ὀλίγον, καὶ ὃ ἂν ᾖ πολὺ καὶ πολλά τὸ γὰρ πολὺ πλῆθος πολλά ἐστι), καὶ τὰ πολλὰ πολύ· τὰ γὰρ πολλὰ δένδρα λέγονται πολὺ πλῆθος. εἰ μή τι ἄρα, φησί. διαφέρει ἐπὶ συνεχεῖ ἀορίστῳ, συνεχὲς λέγων ἀόριστον, εἴ τί περ ὑγρόν, ὡς τὸ ὕδωρ καὶ ὁ ἀήρ. ἀόριστα γὰρ οἰκείῳ ὄντα ὅρῳ, ἀλλοτρίῳ εὐόριστά ἐστι, λέγω δὴ τῷ ἐν ᾧ εἰσιν ἀγγείῳ. ὑγρὸν γὰρ ἐν τῇ Περὶ γενέσεως ἐλέγετο, ὃ δυσόριστον ὂν οἰκείῳ ὅρῳ εὐόριστόν ἐστιν ἀλλοτρίῳ. τὸ οὖν ὕδωρ συνεχὲς ἀόριστον ὂν πολὺ λέγεται, πολλὰ δὲ οὕ. εἰ οὖν τὸ ὀλίγον λέγεται ὀλίγα, τὸ ὀλίγον πλῆθός τί ἐστιν· ἀλλ’ εἰ τοῦτο, καὶ ἡ μονὰς πλῆθός τί ἐστιν, ἐπειδὴ καὶ ὀλίγον. ταῦτα εἰπὼν λέγει πῶς τὸ ἓν καὶ τὰ πολλὰ ἀντίκειται, τᾶι, ἅμα δὲ λύει καὶ τὸν παραλογισμόν, ἐξ οὗ συνάγεται ὅτι τὸ ἓν πλῆθός τί ἐστιν. ψευδὴς γάρ ἐστιν ἡ πρότασις ἡ πᾶν πολὺ καὶ πολλὰ λέγουσα, ἐξ ἧς ὁμοιότητος συνήγετο καὶ πᾶν τὸ ὀλίγον ὀλίγα. λέγει οὖν ὅτι ἴσως τὰ πολλὰ λέγεται καὶ πολύ, καὶ ἔμπαλιν, οὐκ ἐπὶ πάντων δέ, ἀλλὰ διαφέρει· τὸ γὰρ ὕδωρ πολὺ μὲν λέγεται, πολλὰ δὲ οὐδαμῶς, ἀλλ’ ὅσα διαιρετά ἐστι λέγεται πολλά, λέγων νῦν διαιρετὰ οὐ τὰ ἀδιαίρετα δυνάμενα δὲ διαιρεθῆναι, ἀλλὰ τὰ ἤδη κατ’ ἐνέργειαν διῃρημένα. ὅσα δὴ οὖν, φησί, διῃρημένα εἰσὶν ἐνεργείᾳ, ἐν τούτοις λέγεται τὰ πολλά· ὥστε ἕνα μὲν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἀπλῶς ἢ πρός τι· τοὺς γὰρ ἑκατὸν ἄνδρας πολλούς φαμεν οὐχ ἀπλῶς ἀλλὰ πρὸς τοὺς δέκα, ἁπλῶς δὲ πολλοὶ οἱ ἑκατὸν λέγονται, ὅταν αὐτοὶ καθ’ αὑτοὺς θεωρῶνται μὴ προσλογιζομένων τῶν δέκα. ὁμοίως δὲ καὶ τὸ ὀλίγον κατὰ τὸν αὐτὸν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ἔλλειψιν· οἱ γὰρ δέκα ἄνδρες πλῆθός τί εἰσιν ἔχοντες ἔλλειψιν πρὸς τοὺς ἑκατόν. ἄλλον δὲ τρόπον πολλὰ λέγεται, ὅταν ᾖ πλῆθος ὡς ἀριθμός· αἱ γὰρ ἑκατὸν μονάδες πρὸς τὰς δέκα πολλαὶ λέγονται, ὅπερ πολύ, λέγω δὴ τὺ ὡς ἀριθμὸς πολύ, ἀντίκειται τῷ ἑνὶ ὡς μέτρον μετρητῷ ἑκατοντάκις γὰρ ἡ μονὰς πολλαπλασιασθεῖσα τὸν ἑκατὸν πεποίηκεν. οὕτως γὰρ λέγομεν ἓν καὶ πολλὰ ἐπὶ τοῦ ἀριθμοῦ, ὥσπερ εἴ τις εἴποι ἓν καὶ τὰ ἕνα· ὁ γὰρ δέκα ἀριθμὸς δεκάκις ἐστὶ τὸ ἕν, ὥσπερ καὶ τὰ δέκα λευκὰ δεκάκις τὸ ἓν λευκόν. ἔστιν οὖν | τὰ πολλὰ καὶ τὸ ἓν [*](603) ἐν ἀριθμοῖς ὡς τὰ μεμετρημένα καὶ τὸ μέτρον καὶ τὸ μετρητόν τὸ δὲ μέτρον καὶ τὸ μετρητὸν ἐκ παραλλήλου κεῖται)· ὥστε τὰ πολλὰ καὶ τὸ ἓν ὡς τὰ πρός τι ἀντίκεινται, λέγω δὴ ὡς τὸ μέτρον καὶ τὸ μεμετρημένον. οὕτω καὶ τὰ πολλαπλάσια λέγεται· ἕκαστος γὰρ ἀριθμὸς πολλά ἐστιν, ὅτι πολλὰ ἕνα· ὁ γὰρ δέκα δέκα ἕνα ἐστίν· μετρητὸς γάρ ἐστι τῷ ἑνί, καὶ ἔστιν ἕκαστος ἀριθμὸς ἢ τὸ ἐν ἀριθμῷ πολλαπλάσιον ὡς τὸ ἀντικείμενον τῷ ἑνί, οὐχ ὡς τῷ ὀλίγῳ· τῶ γὰρ ὀλίγῳ τὸ μὴ ἐν ἀριθμῷ πολὺ [*](5 ἀορίστῳ] εὐορίστῳ Metaph. vulg. 7 ἐν τῆ Περὶ γενέσεως] Β 2 p. 329 b 30 12 παραλογισμόν LF: παρόντα συλλογισμόν Α 14 οὖν LF: 0111. Α 18 ἤδη LF: εἴδη Α 23 δὲ LF: orn. Α 28 exspectes ὡς μέτρῳ μετρητόν 31. 32 ἓν ἐν LS: ἐν οm. Α 34 ante λέγω add. ὡσαύτως LF 37. 38 τὸ ἀντικείμενον LF: τὰ ἀντικείμενα Α)
630
ἀντίκειται. οὕτω μὲν οὖν ἐστι καὶ τὰ δύο πολλὰ ὡς μετρηθέντα ὑπὸ τῆς μονάδος, ὡς δὲ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἀπλῶς ἢ πρός τι οὐκ ἔστιν, ἀλλ’ ἔστι τῶν τοῦ ἀριθμοῦ πολλῶν πρῶτον πολὺ τὸ δύο· καὶ τὰ τρία γὰρ καὶ τὰ πέντε καὶ τὰ εἴκοσι καὶ τὰ λοιπὰ πολλά ἐστιν, ἀλλὰ πρῶτον τὸ δύο ἐν ἀριθμοῖς πολύ ἐστιν. πολὺ μὲν οὖν ἐστι πρῶτον, ὀλίγα δὲ ἀπλῶς· ὀλιγώτερος γὰρ ἀριθμός, εἰ δεῖ τέως ἀριθμὸν τὸν δύο λέγειν, οὐκ ἔστιν· ἡ γὰρ μονὰς οὐδ’ ὅλως ἐστὶν ἀριθμός. εἰ οὖν ἁπλῶς ἡ δυὰς ὀλίγον πλῆθος γάρ ἐστιν ἔλλειψιν ἔχον πρῶτον) ἡ μονὰς ἄρα οὐκ ἔστιν ὀλίγον· τὸ γὰρ ὀλίγον καὶ πλῆθος. εἰ δὲ μή ἐστιν ὀλίγον, ψεύδεται ἄρα ἡ λέγουσα πρότασις ὅτι τὰ ὀλίγα καὶ ὀλίγον καὶ τὸ ὀλίγον ὀλίγα, ἐξ ἧς συνήγετο ὅτι τὸ ἓν πλῆθός ἐστιν.

[*](p. 1056b28)

Διὸ οὐκ ὀρθῶς ἀπέστη Ἀναξαγόρας εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν.

Ἐπειδὴ τοῖς πολλοῖς τὸ ὀλίγον δέδεικται ὅτι ἀντίκειται καὶ τὰ πολλὰ τῷ ὀλίγῳ, ἐστὶ δὲ ἁπλῶς ὀλίγον ἡ δυάς, ἔδει, φησί, τὸν Ἀναξαγόραν μὴ οὕτως εἰπόντα ἀπηλλάχθαι ὅτι ἦν ὁμοῦ πάντα χρήματα ἄπειρα καὶ πλήθει καὶ σμικρότητι, ἀλλ’ εἰπεῖν ὅτι καὶ ὀλιγότητι. καὶ τοῦτο εἰπὼν οὐκ ἄν αὐτὰ ἄπειρα ἔφασκε· τὸ γὰρ ὀλίγον ἀπλῶς τὰ δύο ἐστί, τὰ δὲ δύο οὐκ ἄπειρα. τὸ δὴ ὀλίγον ἁπλῶς διὰ τὰ δύο ἐστὶν ἀλλ’ οὐχὶ διὰ τὴν μονάδα, ὥσπερ φασί τινες· ἡ γὰρ μονὰς ἐλάσσων μὲν λέγεται τῆς δυάδος, ὀλίγη δὲ οὐ λέγεται διὰ τὸ ὀλίγον ἐν πλήθει θεωρεῖσθαι. τοῦτο δὲ μεταξὺ τῷ Ἀναξαγόρᾳ ἐγκαλέσας πάλιν ἐπὶ τὸ ἓν καὶ τὰ πολλὰ ἀνατρέχει, λέγων ἀντίκειται δὴ τὸ ἓν καὶ τὸ πολὺ τὰ ἐν ἀριθμοῖς ὡς μέτρον μετρητῷ· ταῦτα δέ, οἷον τὸ μέτρον καὶ τὸ μετρητόν, ἀντίκειται ὡς τὰ πρός τι, οὐ τὰ καθ’ αὑτὰ πρός τι, ἀλλ’ ὡς τὰ πρός τι τὰ μὴ καθ’ αὑτά· εἴρηκε γὰρ ἐν τῷ Δ ὅτι τῶν πρός τι τὰ μέν εἰσι καθ’ αὑτά, τὰ δὲ οὐ καθ’ αὑτά, καὶ καθ’ αὑτὰ μὲν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, μὴ καθ’ αὑτὰ δὲ ὄψις καὶ διάνοια. | λέγεται γὰρ ἡ ὄψις τῶν πρός τι, [*](604) οὐχ ὅτι αὐτὴ ἄλλου λέγεται οἷον τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὅτι ἄλλο πρὸς αὐτὴν οἷον τὸ ὁρατόν, καὶ ἡ διάνοια λέγεται τῶν πρός τι, οὐχ ὅτι αὕτη ψυχῆς λέγεται διάνοια ἀλλ’ ὅτι πρὸς αὐτὴν λέγεται τὸ διανοητόν. καὶ εἴρηταά μοι περὶ τούτων ἐκεῖσε ἀκριβέστερον. ἀντίκειται οὖν τὸ τοιοῦτον ἓν καὶ τὰ πολλὰ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι. εἴρηται δέ, φησίν, ἐν ἄλλοις, λέγων καὶ αἰνιττόμενος τὸ Δ, ὅτι τὰ πρός τι διχῶς λέγεται, τὰ μὲν ὡς ἐναντία, ὡς τὸ διπλάσιον φέρε καὶ ἥμισυ, τὰ δὲ ὡς ἐπιστήμη πρὸς ἐπιστητόν. ἡ γὰρ ἐπιστήμη τῶν πρός τι λέγεται, οὐχ ὅτι ἄλλου λέγεται οἷον τοῦ ἐπιστήμονος, ἀλλ’ ὅτι τὸ ἐπιστητὸν λέγεται πρὸς αὐτήν. [*](6 ὀλιγώτερος L: ὀλιγώτερα Α 21 “lege διὰ τὸ τὸ ὀλίγον” Bonitz 24 οἷο—μτρητόν Μ Brandis Bonitz: οἷον τὸ ἓν καὶ τὸ πολὺ τὰ ἐν ἀριθμῷ ALFS 26 ἐν τῷ Δ] c. 15 28 γὰρ LF: om. Α 29 οἷον τοῦ ὀφθαλμοῦ LF: om. Α 30 αὕτη] αὐτὴ coni. Bonitz 35 ἐναντία L: ἐναντίον Α)

631
τὸ δὲ ἐν, φησίν, ἔλαττον μὲν τῶν δύο λέγεσθαι οὐδὲν κωλύει, ὀλίγον δ οὐ λέγεται· οὐ γὰρ ἂρ πᾶν ἔλαττον καὶ ὀλίγον. τὸ δὲ πλῆθος οἷον ὡς γένος ἐστὶ τοῦ ἀριθμοῦ· κατηγορεῖται γὰρ καὶ τῶν ἐν τῷ ἀριθμῷ πολλῶν καὶ τῶν μὴ ἐν τῷ ἀριθμῷ. πῶς δὲ οἷον γένος ἐστὶ τοῦ ἀριθμοῦ ἐπάγει. ἐστὶ γὰρ ὁ ἀριθμὸς πλῆθος ἑνὶ μετρητόν· ὁ γὰρ δέκα πλῆθός τι ὢν τῷ ἑνὶ μετρεῖται. καὶ ἀντίκειται τὸ ἓν καὶ ὁ ἀριθμὸς οὐχ ὡς τὰ ἐναντία ἀλλ᾿ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι, ὥσπερ εἴρηται· ᾗ γάρ ἐστι τὸ ἓν μέτρον ὁ δὲ ἀριθμὸς μετρητόν, ταύτῃ ἀντίκεινται. καὶ ἐπὶ τούτῳ οὐ πᾶν, ὃ ἄν ᾖ ἓν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν, ἀλλ’ εἰσὶ πολλὰ ἓν καὶ ἀδιαίρετα τὰ ἐν ταῖς ἀκτῖσι τοῦ ἡλίου ὁρώμενα ξύσματα, καὶ οὔκ εἰσιν ἀριθμός, εἰ τάχα καὶ ἔστιν ἀριθμὸς αὐτῶν. ἢ ἴσον ἄν εἴη τὸ διὸ οὐ πᾶν ὃ ἄν ᾖ ἓν ἀριθμός ἐστιν, οἷον εἴ τι ἀδιαίρετον, τῷ οὐκ εἴ τι ἓν ὂν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν. ὁ γὰρ δέκα ὡς δέκα ἀριθμὸς ἕν ἐστιν, ἀλλὰ διαιρεῖται εἰς μονάδας· ὥστε τὸ ἓν καὶ ἀδιαίρετον οὐκ ἔστιν ἀριθμός. καλλίων δέ, οἶμαι, ἡ προτέρα ἐξήγησις. ἰστέον δὲ ὅτι ἐν ἀριθμῷ πολλ·ὰ λέγει αὐτὰς καθ’ αὑτὰς τὰς μονάδας νοουμένας, μὴ ἐν ἀριθμῷ δὲ πολλὰ τὰ παρωνύμως ἀπὸ τῶν μονάδων λεγόμενα, οἷον δέκα ἄνδρας καὶ τὰ ὅμοια.

[*](p. 1057a7)

Ὁμοίως δὲ λεγομένη ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν οὐχ ὁμοίως ἀποδίδωσιν.

Ὥσπερ τὸ ἓν πρὸς τὰ πολλὰ λέγεται λέγεται δὲ ὡς μέτρον πρὸς μετρητόν), οὕτω καὶ ἡ ἐπιστήμη, φησί, πρὸς τὸ ἐπιστητὸν ὡς μέτρον πρὸς μετρητόν, πλὴν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὅτι ὡς τὸ ἕν ἐστι μέτρον, οὕτω καὶ ἡ ἐπιστήμη· οὐκ ἔστι δέ, ἀλλὰ μᾶλλον μετρεῖται ὑπὸ τοῦ ἐπιστητοῦ. δόξειε μὲν γὰρ ἄν, φησί, μέτρον ἡ ἐπιστήμη εἶναι, τὸ δὲ ἐπιστητὸν τὸ μετρούμενον, συμβαίνει δὲ πᾶσαν ἐπιστήμην τὸ ἐπιστητὸν εἶναι ὅταν γὰρ ἡ ἐπιστήμη καταλήψηται καὶ γνῷ τὸ ἐπιστητόν, τρόπον τινὰ ἐπιστητὸν γίνεται· ὅπερ γὰρ τὸ ἐπιστητόν, ὥσπερ καὶ ὁ νοῦς τὸ νοητόν· ὑπὸ γὰρ τῶν ἐπιστητῶν ἥ τε ἐπιστήμη καὶ ὁ νοῦς ὑπὸ τῶν νοητῶν τελειοῦνται, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται)· τὸ δὲ ἐπιστητὸν ἐπιστήμη οὐκ ἔστιν. καὶ [*](605) διὰ τοῦτο τρόπον τινὰ μετρεῖται ἡ ἐπιστήμη τῷ ἐπιστητῷ. περὶ τούτου δὲ εἴρηκε καὶ πρότερον· ἔνθα δὴ ἔδει καὶ ταῦτα τετάχθαι, καὶ ἡμεῖς περὶ τούτων ἐκεῖσε εἴπομεν. τὸ δὲ πλῆθος, φησίν, οὔτε τῷ ὀλίγῳ ἐναν·τίον οὔτε τῷ ἑνί· οἷον γὰρ γένος ἐστὶ τοῦτο· ἀλλὰ τούτῳ μέν λέγων τούτῳ τῷ ὀλίγῳ) τῷ ὀλίγῳ, φησίν, ἀντίκειται τὸ πολὺ ὡς ὑπερέχον πλῆθος ὑπερεχομένῳ πλήθει. τὸ δὲ ἕν, ὥσπερ εἴρηται, τὸ μέν ἐστι διαιρετόν τὸ γὰρ πηχυαῖον μέγεθος ὂν διαιρετόν ἐστιν), τὸ δέ ἐστιν ἓν τὸ ὡς πρός τι, [*](1 δὲ LF: om. Α 7 μὴ om. LF post τι add. καὶ οὐχ ὡς τὰ κατὰ συμβεβηκὸς LF 26 καταλήψηται sic AL: καταλήψεται FM 28 ὑπὸ F: om. AL 29 ἐν τῆ Περὶ ψυχῆς] Γ 4 30 δὲ LF: om. Α 33 γένος ἐστὶ τοῦτο LF: τὸ γένος ἐστὶ τούτῳ Α 35 post ἐστι iterant ὥσπερ εἴρηται AL)

632
ὡς ἡ μονάς· μέτρον γάρ ἐστι τοὐ ἀριθμοῦ, τὸ δὲ μέτρον τῶν πρός τι· ὥστε τὸ τοιοῦτον ἓν τῶν πρός τί ἐστιν. τῷ οὖν ἑνὶ τῷ διαιρετῷ ἀντίκειται τὸ πολὺ ὡς ὀλίγῳ, τῷ δὲ ἀδιαιρέτῳ οὐκ ἀντίκειται. τὸ δὲ ἕτερον ἕν ἐστι τὸ ἀδιαίρετον τὸ ὡς πρός τι. καὶ σαφηνίζει ἐπὶ παραδείγματος ὅπως τὸ ἓν τῶν πρός τί ἐστι, λέγων ὥσπερ ἡ ἐπιστήμη ἐπιστητῷ, ἂν ᾖ ἀριθμὸς τὸ δὲ ἓν μέτρον, τουτέστιν ὥσπερ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν τῶν πρός τί ἐστιν, οὕτω καὶ ἐπὶ τοὐ ἀριθμοῦ ὑποληπτέον· ἔστω γὰρ ἡ ἐπιστήμη ἀριθμός, τὸ δὲ ἐπιστητὸν ἓν καὶ μέτρον· ἡ ἐπιστήμη ἄρα ἤτοι ὁ ἀριθμὸς καὶ τὸ ἐπιστητὸν τὸ ἓν τῶν πρός τί εἰσιν.

[*](9 post εἰσιν initium capitis VII Metaph. Ἐπεὶ δὲ τῶν ἐναντίων ἐνδέχεται εἶναί τι μεταξὺ καὶ ἐνίων ἔστιν ἀνάγκη add. Α: om. LF)
633

’Ev τῷ παρόντι βιβλίῳ δεκάτῳ ὄντι τῆς ὅλης πραγματείας, κάππα δὲ ἐπιγραφομένῳ, ἐπαναλαμβάνει τὰ ἀποδειχθέντα αὐτῷ καὶ ἀναγνωρίζει ἡμῖν ὡς ἡ τοιαύτη πραγματεία ἑτέρα ἐστὶ τῆς φυσικῆς καὶ τῆς μαθηματικῆς καὶ μόνη ἀξία καλεῖσθαι σοφία. ἀλλ’ ἡ μὲν πρόθεσις τοῦ παρόντος βιβλίου αὕτη ἐστίν, ἄνωθεν δὲ πάλιν ῥητέον. ζητήσας ἐν τοῖς πρώτοις λόγοις περὶ τῆς πασῶν κρείττονος ἐπιστήμης πότερον τῶν πρακτικῶν τίς ἐστιν ἢ τῶν θεωρητικῶν, ἔδειξεν ὅτι πάσης πρακτικῆς ἡ ὁποιαοῦν θεωρητικὴ κρείττων ἐστί, πάλιν δὲ τῶν θεωρητικῶν πασῶν ἡ σοφία, ἣν ἐνταῦθα ζητοῦμεν, διὰ τὸ κρείττους εἶναι τὰς τῆς σοφίας ἀρχὰς τῶν τῶν ἄλλων ἐπιστημῶν ἀρχῶν. ἐπεὶ δὲ ἄδηλον ἦν εἰ ὅλως εἰσὶν ἀρχαὶ τῆς [*](606) προκειμένης ἐπιστήμης, ἐτράπετο εἰς τοῦτο καὶ ἔδειξεν ὅτι εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης καὶ χρῆται ἀρχαῖς. εἶτα μέλλων δεῖξαι τίνες εἰσὶν αἱ τῆς σοφίας ἀρχαί, καὶ ὅτι κρείττους τῶν ταῖς ἄλλαις ὑποβεβλημένων ἐπιστήμαις ἀρχαί, ἱστόρησε τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ ἀρχῶν δόξας, καὶ ἀποσεισάμενος εἴ τι τούτοις περὶ αὐτῶν μὴ καλῶς εἴρηται, ἀκόλουθον ἔγνω εἰπεῖν τὴν περὶ τῶν ζητουμένων ἀρχῶν αὐτῷ βούλησίν τε καὶ δόξαν. ἐπεὶ δὲ πᾶσα γνῶσις καὶ μάθησις ἐκ τῶν σαφεστέρων γίνεται, εἶπεν ὅτι “ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον. ἔστι γὰρ τοῖς εὐπορεῖν βουλομένοις προύργου τὸ διαπορῆσαι καλῶς.’’ καὶ ἀπορήσας ἐν τῷ Β ταύτης τῆς πραγ- ματείας ὅσα ἐκεῖσε αὐτῷ ἠπόρηται, ἐν τοῖς μετὰ τὸ Β ἄχρι τοῦ παρόντος, ὃ κάππα τοῖς Περιπατητικοῖς ἔθος καλεῖν, λέγων τὰ δοκοῦντα αὐτῷ τε καὶ τῇ ἀληθείᾳ εἶναι ἐχόμενα τῆς πραγματείας ταύτης, ἔλυσε τῶν ἐκεῖ ἀπορηθέντων ῥηθέντων ὅσα τοῖς λεγομένοις ἀκολούθως καὶ οἰκείως παρενέπιπτε. μέλλων δὲ καὶ τὰ λοιπὰ λῦσαι διά τε τοῦ παρόντος βιβλίου καὶ τῶν ἐφεξῆς, πάλιν ὑπομιμνήσκει ἀπὸ τῶν ἐκεῖσε ἀπορηθέντων ὅσα ἢ ὅλως οὐ τετύχηκε λύσεως ἢ οὐκ αὐταρκῶς. καὶ πρότερόν φησιν ὅτι μὲν ἡ προκειμένη ἡμῖν σοφία ἐπιστήμη τίς ἐστιν ἀρχὰς ἔχουσα δῆλον ἡμῖν ἐκ τῶν πρώτων λόγων [*](1 σχόλια—φυσικά Α, qui titulum post ῥητέον (6) ponit: ἀριστοτέλους add. M: om. 19 ἀνάγκη κτλ.] Β 1 p. 995a24 20 εὐπορεῖν ex Metaph. Β 1 Bonitz: ἀπορεῖν ALFS 26 λοιπὰ L: πολλὰ AS 27 ἢ—τετύχηκε L: ὅλως οὔτε ἔσχηκεν Α)

634
γέγονεν, ἐν οἷς διηποροῦμέν τε πρὸς τὰ ὑπὸ τῶν ἄλλων περὶ ἀρχῶν εἰρημένα καὶ ἐζητοῦμεν εἴτε καλῶς λέγουσιν εἴτε μὴ καλῶς. τὰ περὶ ἐκείνων γὰρ σκοποῦντες ἅμα ἀπεδείκνυμεν ὅτι ἡ ζητουμένη σοφία ἀρχαῖς χρῆται.

[*](p. 1059a20)

Ἀπορήσειε δ’ ἄν τις, πότερον μίαν ὑπολαβεῖν εἶναι δεῖ τὴν σοφίαν.

Ἀνάμνησιν, ὥς μοι εἴρηται, τῶν ἐν τῷ Β ταύτης τῆς πραγματείας ἀπορηθέντων ποιεῖται, καί φησιν ἀπορήσειεν ἄν τις πότερον ἡ σοφία μία τίς ἐστιν ἐπιστήμη ἢ πλείους, μία δὲ οὐχ οὕτως ὥς φαμεν τὴν ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ φυσικὴν καὶ ἀστρονομίαν ἁπάσας μίαν, ὅτι πᾶσαι ἐν μιᾷ τυγχάνουσιν οὖσαι τῇ τοῦ Σωκράτους ψυχῇ λέγονται γὰρ καὶ αὖται μία τις, ὅτι ἅπασαι ἐν μιᾷ ψυχῇ συναθροισθεῖσαι ἀπετέλεσαν μίαν τινὰ καθολικωτέραν ἑκάστης ὁποιασοῦν τούτων), οὐχ οὕτω δὴ ζητοῦμεν εἰ ἔστιν ἡ σοφία μία, ἀλλ’ εἰ μία ἐστὶ τῷ ἀριθμῷ ἢ οὐκ ἔστι μία τῷ ἀριθμῷ ἀλλὰ πλείους. καὶ εἰπὼν πρῶτον συλλογίζεται ὅτι οὐ μία, λέγων τῆς μιᾶς ἐπιστήμης τῷ ἀριθμῷ αἰ ἀρχαὶ ἐναντίαι εἰσί· τῶν γὰρ ἐναντίων μία ἡ ἐπιστήμη καὶ ἡ μία τῶν ἐναντίων· τῆς δὲ σοφίας αἱ ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι· καὶ συμπεραίνει, ἡ προκειμένη ἄρα ἐπιστήμη, ἡ σοφία, οὐκ ἔστι μία. ἀλλὰ καὶ ὅτι αἱ | τῆς σοφίας ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι δείκνυσιν [*](607) οὕτω. τῆς σοφίας αἱ ἀρχαὶ αἱ πρώτισται οὐσίαι καὶ ἀίδιοί εἰσι· τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον· τῆς σοφίας ἄρα αἱ ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι. εἰ γὰρ ταῖς μερικαῖς ταύταις καὶ αἰσθηταῖς οὐσίαις οὐδέν ἐστιν ἐναντίον, ταῖς νοηταῖς καὶ ἀιδίοις, εἰπεῖν δὲ καὶ ὑπερουσίοις τί ἄν εἴη ἐναντίον; τοῦτο καὶ ἐπινοηθῆναι φαυλότατον. τοιαύτη μὲν ἡ ἐπιχείρησις, καθ’ ἣν ἐνέστη ὅτι ἡ σοφία οὐκ ἔστι μία. ἐπιχειρεῖ δὲ καὶ εἰς τοὐναντίον λέγων ‘εἰ δὲ μὴ ἔστι μία ἀλλὰ πλείους, τίνες αὗται, πότερον ἀριθμητικὴ ἡ ἄλλη τις, καὶ πότερον ἑπτὰ ἢ πέντε ἢ ἄλλος τις ἀριθμός, ἔχει οἷον ἂν ῥηθείη πολλὴν ἀπορίαν.’ ἀλλὰ καὶ τὰς ἀποδεικτικὰς ἀρχάς εἰσὶ δὲ τὸ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τὸ εἰ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα, καὶ τὰ ὅμοια), τὸ περὶ τούτων θεωρῆσαι μιᾶς ἐστιν ἢ πλειόνων; εἰ μὲν γὰρ μιᾶς, οἷον φέρε τῆς ἀριθμητικῆς, διὰ τίνα λόγον ταύτης ἐστὶ τοῦτο καὶ οὐ τῆς γεωμετρίας, ἢ διὰ τί ταύτης καὶ οὐκ ἄλλης ὁποιασοῦν; εἰ δὲ μὴ μιᾶς ἐστι τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπισκέπτεσθαι ἀλλὰ πλειόνων, ποίας δεῖ ταύτας τιθέναι, πρακτικὰς ἢ θεωρητικάς; καὶ τῶν θεωρητικῶν φυσικὴν ἢ ἄλλην τινά; ἔτι πασῶν τῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη ἢ οὔ; εἰ μὲν γὰρ μή ἐστι μία πασῶν τῶν οὐσιῶν, ποίων οὐσιῶν ποία ἐστὶ χαλεπὸν ἀποδοῦναι. εἰ δὲ πάλιν τις θήσει πασῶν τῶν οὐσιῶν μίαν εἶναι ἐπιστήμην, ἄδηλον πῶς πλειόνων ἐνδέχεται μίαν εἶναι· ἡ γὰρ μία τῶν ἐναντίων, αἱ δὲ οὐσίαι οὐκ ἐναντίαι. ἔτι ζητήσειεν ἄν τις εἰ ἡ ἀπόδειξις [*](18 καὶ M: 0111. AL 20 πρώτισται L: πρώτιστοι Α 29 καὶ τὰ τῷ αὐτῷ L 39 εἰ Brandis Bonitz: om. ALM)

635
περὶ τὰς οὐσίας ἐστὶν ἢ περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ταῖς οὐσίαις. ἢ εἰ ἔστιν ἡ ἀπόδειξις περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, τῶν δὲ οὐσιῶν καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξις οὐκ ἔστιν, ὡς δέδεικται ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν, οὐκ ἄν εἴη τῶν οὐσιῶν ἡ ἀπόδειξις, ἀλλ’ ἑτέρα τις. ἀλλ’ ἐὰν ἡ τῶν οὐσιῶν ἑτέρα τῆς τῶν συμβεβηκότων, τίς ἐστιν ἑκατέρα αὐτῶν, καὶ ποία τούτων ἡ σοφία, ἡ τῶν συμβεβηκότων ἢ ἡ τῶν οὐσιῶν; καί φησιν ὅτι ἐπ’ εἰ ἡ ἀποδεικτικὴ σοφία περὶ τὰ συμβεβηκότα ἐστίν, ἡ περὶ τὰ πρῶτα, τουτέστιν ἡ περὶ τὰς πρώτας ἀρχὰς οἷαι ἄν καὶ εἶεν, Μίνη ἐστὶν ἡ τῶν οὐσιῶν. οὔτε οὖν ἐν οὐδενὶ τούτων τὴν ἐπιζητουμένην σοφίαν θετέον, οὔτε περὶ τὰς ἐν τοῖς Φυσικοῖς εἰρημένας αἰτίας, ὕλην, εἶδος, ποιητικὸν καὶ τελικόν. καὶ ὅτι περὶ ὕλην καὶ εἶδος καὶ ποιητικὸν οὐκ ἔστιν, εἴρηται ἐν τοῖς πρώτοις ταύτης τῆς πραγματείας βιβλίοις. ἄυλος γὰρ ἦν ἣν ἐνταῦθα ζητοῦμεν ἀρχήν, ἀλλ’ οὐδέ ἐστί τι ταύτης ποιητικόν αὕτη γάρ ἐστι τὸ πάντων πρῶτον καὶ πάντων | αἴτιον), [*](608) ἀλλὰ καὶ ὑπὲρ εἶδος αὕτη· εἰδῶν γὰρ ποιητική. ὅτι δὲ οὐδὲ περὶ τελικόν ἐστιν ἡ σοφία, δείκνυσι λέγων οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος· ἕνεκα γάρ τινος τὸ τελικόν φησιν, αὐτὸ δὲ εἶπε καὶ τἀγαθόν. εἰπὼν δὲ οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος δέδωκεν ἡμῖν προσυπακούειν ὅτι οὕτε περὶ τὰ λοιπὰ τρία, εἶδος ὕλην ποιητικόν· ὁ γὰρ σύνδεσμος ὁ γάρ ἐλλείποντός ἐστιν ἀποδοτικός. δείκνυσιν οὖν τὸ προκείμενον οὕτως. ἡ σοφία περὶ τὰ ἀκίνητα· τὸ ἀγαθὸν καὶ τὸ ἕνεκά τινος ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι· παντέλεια γὰρ ἐκεῖνα καὶ ἀνενδεῆ καὶ οὐδενὸς ἐφιέμενα· καὶ συμπεραίνει ἡ σοφία ἄρα οὐκ ἔστι περὶ τὸ ἕνεκά του. εἰπὼν δὲ ὅτι ἡ σοφία περὶ τὸ ἕνεκά του οὐκ ἔστι, λέγει ἐν τίσιν ἔστι τὸ ἕνεκά του. τὸ ἕνεκά του, φησί, τοιοῦτον δ’ ἐστὶ τἀγαθόν, ἐν τοῖς πρακτοῖς ὑπάρχει· ὃ γάρ τις πράττει, ἕνεκεν ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ πράττει. ἐν τοῖς πρακτοῖς οὖν τἀγαθὸν καὶ ἐν τοῖς οὖσιν ἐν κινήσει, ἤτοι τοῖς φυσικοῖς καὶ τεχνητοῖς. καὶ τοῦτο πρῶτον κινεῖ· τὸ γὰρ ἀγαθὸν ἢ τὸ φαινόμενον ὀφθὲν ἐκίνησε τὴν ὄψιν καὶ αὕτη τὴν φαντασίαν καὶ αὕτη τὴν ὄρεξιν καὶ αὕτη τὸ ζῷον, ὥστε τὸ πρῶτον κινοῦν τὸ ἕνεκά του καὶ τὸ ἀγαθόν ἐστιν. εἰ δὴ ἡ σοφία περὶ τὰ ἀκίνητα, ἐν δὲ τοῖς ἀκινήτοις τὸ ἕνεκά τινος οὐκ ἔστιν, ἡ σοφία ἄρα οὐκ ἔστι πεῖ τὸ ἕνεκά του.

[*](p. 1059a38)

Ὅλως δ’ ἀπορίαν ἔχει, πότερόν ποτε περὶ τὰς αἰσθητὰς οὐσίας ἐστίν.

Τὸ λεγόμενόν ἐστιν· ἡ ζητουμένη ἐπιστήμη περὶ αἰσθητάς ἐστιν οὐσίας ἢ οὐ περὶ αἰσθητὰς ἀλλὰ περί τινας ἑτέρας. ἀλλ’ εἰ περὶ ἑτέρας καὶ οὐ περὶ τὰς αἰσθητάς, τίνες οὖσαι τυγχάνουσιν αἵπερ εἰσὶ παρὰ τὰς αἰσθητάς, περὶ ἅς ἐστιν ἡ σοφία, πότερον τὰ εἴδη, τουτέστιν αἱ ἰδέαι, ἢ [*](1. 2 ἢ εἰ L: εἰ om. Α 2 ἡ L: οm. Α 3. 4 ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν] c. 3 16 ἕνεκά τινος] οὗ ἕνεκεν Metaph. vulg. 17. 18 τὸ τελικὸν—τινος LS: om. Α 19 γάρ L: τέ Α 25 πρακτοῖς S: πρακτικοῖς AL 26 πρακτοῖς L: πρακτικοῖς Α)

636
τὰ μαθηματικά; ἀλλ’ ὅτι μὲν οὗν οὔκ εἰσιν ἰδέαι δέδεικται διὰ πλειόνων· κἄν δῶμεν εἶναι τὰ εἴδη, διὰ τί. φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη, τουτέστι διὰ τί, ὥσπερ μεταξὺ τοῦ αὐτοτριγώνου καὶ τῶν αἰσθητῶν τριγώνων εἶναί φασι τὰ μαθηματικὰ τρίγωνα ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ ὄντα, ἀλλ’ οὐ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντα οὐχ οὕτως ἐστὶ μεταξὺ τοῦ αὐτοανθρώπου καὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων τρίτος ἄνθρωπος ἐν ὑπάρξει καὶ καθ’ αὑτὸν ὤν; τὸν γὰρ αὐτοάνθρωπον εἶπε παρ’ αὐτόν, τουτέστι παρὰ τὸν αὐτοάνθρωπον. ἐνστὰς οὖν οὕτω πρὸς τὰς ἰδέας ἐπιχειρεῖ καὶ εἰς τοὐναντίον, λέγων εἰ δ’ αὖ μή ἐστιν ὡς λέγουσι, τουτέστιν εἰ δὲ μὴ δῶμεν μηδὲ συγχωρήσομεν εἶναι ἰδέας, περὶ ποῖα πραγματεύεσθαι φήσομεν τὸν μαθηματικόν; οὐ γὰρ δὴ περὶ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά· οὐδὲν γὰρ | τῶν [*](609) ἐνταῦθα μῆκος ἀπλατὲς ἢ εὐθὺ ἢ σφαῖρα κατὰ σημεῖον ἁπτομένη τοῦ ἐπιπέδου. περὶ γὰρ τοιαῦτα ὁ μαθηματικὸς πραγματεύεται καὶ ταῦτα ζητεῖ. εἰ οὖν ἐνταῦθα οὐδέν ἐστι τοιοῦτον, εἰ μὴ δῶμεν εἶναι αὐτομῆκος καὶ αὐτοσφαῖραν, ἔσται ὁ μαθηματικὸς περὶ τὰ μὴ ὄντα, οὐδεμία δὲ ἐπιστήμη περὶ τὸ μὴ ὄν ἐστι. ταῦτα εἰπὼν οὐδὲν πρὸς τοῦτο λέγει ὡς πολλάκις εὐθύνας ταύτην τὴν δόξαν, λέγει δὲ ὅτι οὐδὲ περὶ τὰ μαθηματικά ἐστιν ἡ σοφία· οὐδὲν γὰρ αὐτῶν ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ ὑπάρχον, ἀλλ’ ἐν μόνῃ τῇ ἐπινοίᾳ ἔχει τὸ εἶναι, ἡ δὲ σοφία περὶ τὰ καθ’ αὑτὸ ὄντα καὶ ὄντως ὄντα ἐστίν. οὔτε δὴ τῶν μαθηματικῶν ἐστιν ἡ σοφία οὔτε τῶν αἰσθητῶν καὶ μερικῶν οὐσιῶν· ταῦτα γὰρ φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀιδίων.

[*](p. 1059b14)

Ὅλως δ’ ἀπορήσειεν ἄν τις, ποίας ἐστὶν ἐπιστήμης τὸ διαπορῆσαι περὶ τῆς τῶν μαθηματικῶν ὕλης.

Καὶ τοῦτο ζητήσειεν ἄν τις, φησί, ποίας ἐπιστήμης ἐστὶ τὸ ζητεῖν τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην. τῆς φυσικῆς προφανῶς οὐκ ἔστιν· αὕτη γὰρ περὶ τῶν ἐχόντων ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτοῖς τοῦ κινεῖσθαι καὶ ἵστασθαι] ἐστὶ καὶ περὶ τὴν ὑποκειμένην τούτοις ὕλην, τὰ δὲ μαθηματικὰ ἀκίνητα. ἀλλ’ οὐδὲ τῆς ἀποδεικτικῆς. ἡ γὰρ ἀποδεικτικὴ τὸ γένος καὶ τὸ ὑποκείμενον τοῖς μαθηματικοῖς λαβοῦσα ὡς ὁμολογούμενον, οἷον ὅτι ἔστω τὸ μέγεθος, ζητεῖ τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ, τί τὸ εὐθὺ καὶ τί τὸ συμπίπτειν τὰς εὐθείας ἢ μὴ συμπίπτειν, οὐ μὴν τὴν τοῦ μεγέθους ἢ ὅ τί ποτ’ ἄν εἴη τὸ τοῖς μαθηματικοῖς ὑποκείμενον φύσιν ζητεῖ. τὸ δὲ περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται ἐλλιπῶς καὶ λίαν ἀρχαιοπρεπῶς εἴρηται· εἴη δ’ ἄν ἴσον τῷ αὐτὸ τοῦτο τὸ γένος καὶ τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην ὁμολογούμενον λαβὼν ὅτι ἔστι τοδί, τὴν ζήτησιν καὶ τὴν σκέψιν ποιεῖται [*](7 καθ’ αὐτὸν L: καθ’ αὑτὸ Α 14 καὶ τοιαῦτα ζητεῖ L 27 προφανῶς L: προ- φανῆς Α 29 τοῦ κινεῖσθαι καὶ ἵστασθαι c. S del. Bonitz τούτοις L: om. Α 31 ὡς L: om. Α)

637
τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτό· τοῦτο γὰρ δεῖ προσυπακούειν. εἰ οὖν μήτε τῆς φυσικῆς ἐστι μήτε τῆς ἀποδεικτικῆς τὸ ζητεῖν τὴν τῶν μαθηματικῶν ὕλην, τὸ λειπόμενόν ἐστι τὴν σοφίαν περὶ αὐτῆς ζητεῖν.

Ταῦτα εἰπὼν ἔτι, φησίν, ἀπορήσειεν ἄν τις εἰ ἡ ζητουμένη σοφία περὶ τὰς ἀρχάς ἐστι καὶ τὰ καλούμενα ὑπό τινων στοιχεῖα λέγει δὲ πῦρ καὶ γῆν καὶ τὰ τούτων μεταξύ) ἢ οὔ. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ταῦτα δὲ πάντες ἐνυπάρχοντα τοῖς συνθέτοις τιθέασι, δυνάμει λέγων ‘ἢ οὐκ ἔστι περὶ τὰς τοιαύτας ἀρχὰς ἡ ζητουμένη σοφία· αἱ μὲν γὰρ τοιαῦται ἀρχαί, τὸ πῦρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἐνυπάρχουσι τοῖς συνθέτοις ζῴοις καὶ φυτοῖς καὶ τοῖς τοιούτοις, καὶ | ὅτι τούτοις [*](610) ἐνυπάρχουσι, πάντες ὁμολογοῦσιν· ἡ δὲ σοφία τῶν χωριστῶν ἐστι καὶ παντελῶς ἀμεθέκτων.’ τῶν μὲν οὖν τοιούτων ἀρχῶν καὶ στοιχείων οὐκ ἔστιν ἡ σοφία, μάλιστα δὲ δόξειεν ἂν εἶναι τῶν καθόλου· πᾶς γὰρ λόγος καὶ πᾶσα ἐπιστήμη τῶν καθόλου, αὕτη δὲ ὅσῳ τῶν ἄλλων μᾶλλον τιμιωτέρα καὶ καθολικωτέρα, τοσούτῳ μᾶλλον τῶν καθολικωτάτων ἔσται, καθολικώτατα δὲ πάντων τὸ ἓν καὶ τὸ ὄν. ταῦτα γὰρ τῶν πάντων περιεκ- τικά· ἅπαν γὰρ οὐσίαν τινὰ καὶ φύσιν ἔχον καὶ ὕπαρξιν καὶ ὄν ἐστι καὶ ἕν. διὰ τὸ καθολικώτατα δὴ εἶναι καὶ διὰ τὸ συναναιρεῖν, μὴ συναναιρεῖσθαι δέ, ἔσονται τὸ ὂν καὶ τὸ ἓν ἀρχαί. τοῦτο γὰρ τῆς ἀρχῆς οἰκειότατον τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι. ὅτι δὲ συναναιρεῖ δῆλον· μὴ γὰρ ὄντος τοῦ ἑνὸς ἢ τοῦ ὄντος οὐδὲν ἔσται τῶν ἀπὸ τούτων λεγο- μένων. οὕτω ἐπιχειρήσας ὅτι μάλιστα τὸ ὂν καὶ τὸ ἓν ἔσονται ἀρχαί, ἐνίσταται πρὸς τοῦτο λέγων ᾗ δὲ τὰς διαφορὰς αὐτῶν ἀνάγκη μετέ- χειν. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὡς μὲν καθολικώτατα τὸ ὂν καὶ τὸ ἓν δόξειεν ἄν εἶναι ἀρχαί· καθὸ δὲ συμβαίνει ταῦτα κατηγορεῖσθαι τῶν διαφορῶν ἡ γὰρ λογικότης καὶ ὄν ἐστι καὶ ἕν, καὶ ἡ θνητότης καὶ αἱ λοιπαί), τὰ δὲ γένη τῶν διαφορῶν ὅτι οὐ κατηγορεῖται ἀπειράκις εἴρηται, ταύτῃ οὐκ ἔσονται τὸ ὂν καὶ ἓν γένη καὶ ἀρχαὶ ἀλλ’ ὀνόματα μόνον. καθὸ οὖν, φησίν, εἴ τις τὸ ὃν καὶ τὸ ἓν ἀρχὰς θήσει, συμβαίνει τούτων μετέχειν τὰς διαφοράς, τουτέστι κατηγορεῖσθαι ταῦτα τῶν διαφορῶν, κατὰ τοῦτο οὐκ ἄν δόξειε τιθέναι αὐτὰ γένη καὶ ἀρχάς.

[*](p. 1059b34)

Ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοιούτου.

Κἀνταῦθα λείπει τὸ ἔτι ζητήσειεν ἄν τις πότερον τὰ γένη εἰσὶν ἀρχαὶ ἢ τὰ εἴδη. καὶ ἔστι τὸ μὲν ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλού- στερον τοῦ ἧττον τοιούτου κατασκευαστικὸν τοῦ ὅτι μᾶλλον ἀρχαὶ τὰ εἴδη τῶν γενῶν. πρόεισι δὲ ἡ ἐπιχείρησις ἐπὶ ἀξιώματι τῷ τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ τῶν ἀπλουστέρων οἰκεῖον γὰρ ἀρχῇ τὸ ἁπλοῦν. [*](9 καὶ ὁ ἀὴρ L: om. Α 13 ἂν L: om. Α 17 ἔχον L: ἔχει Α 18 δὴ L: δεῖ Ἁ 22 et 29 τὸ ἓν L: τὸ om. Α 25 δόξειεν ἄν εἶναι M Bonitz: δοξάζουσιν ὥς εἰσιν Α: δόξουσιν ὥς εἰσιν L)

638
ἐπεὶ οὗν τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ ἤπερ τὰ ἁπλούστερα, τὰ δὲ γένη συνθετώτερα καθὸ πλειόνων περιεκτικά, τὰ δὲ εἴδη ἁπλούστερα ᾗ πάλιν ταῦτα ἐλαττόνων περιεκτικά, τὰ εἴδη ἄν εἴη μᾶλλον ἀρχαὶ ἤπερ τὰ γένη. ἔσχατα δὲ τῶν ἐκ τοῦ γένους εἶπε τὰ εἰδικώτατα εἴδη. ἔνδοξος δὲ ἡ ἐπιχείρησις καὶ προφανῆ μᾶλλον τῶν ἄλλων ἔχουσα τὸν παραλογισυόν. οὕτω μὲν οὖν δόξειεν ἄν τὰ εἴδη μᾶλλον εἶναι ἀρχὰς ἤπερ τὰ γένη. ᾗ δὲ πάλιν τὰ γένη συναναιρεῖ τὰ εἴδη, οὐ συναναιρεῖται δὲ τοῖς εἴδεσι, δόξει ὅτι τὰ γένη εἰσὶν ἀρχαί. καὶ τοῦτο γὰρ ἀρχῆς ἀρετὴ τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι. |

[*](p. 1060a1)

ὰ μὲν οὖν τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ τοιαῦτά ἐστιν.

Εἰπὼν ὅτι τὰ τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ προσθεὶς τὸ καὶ τοιαῦτα, ὡς μηνυτικὸν τοῦ εἶναι καὶ ἄλλας ἀπορίας παρὰ τὰς εἰρημένας εὐθὺς ἐπάγει ἀπορίαν λέγων ἔτι δεῖ θεῖναί τι παρὰ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἔσται ἡ σοφία, ἢ οὔ, ἀλλὰ τῶν καθ’ ἕκαστά ἐστιν ἡ σοφία, διὰ τὸ μηθὲν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα; καὶ λύει λέγων ὅτι τὰ καθ’ ἕκαστα φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀιδίων. ἀλλ’ οὐδὲ τῶν παρὰ τὰ καθ’ ἕκαστά ἐστιν ἡ σοφία. τὰ γὰρ παρὰ τὰ καθ’ ἕκαστα ἢ γένη ἢ εἴδη. ταῦτα δὲ ἐν τοῖς καθ’ ἕκαστα, καὶ εἰσὶν ὁμοιώματα τῶν ἐν οἷς ὑπάρχουσιν, ἡ δὲ σοφία περὶ τὰ ὄντως ὄντα καὶ ἀμέθεκτα. αἰνιξάμενος δὲ διὰ τοῦ εἰπεῖν ὅτι διότι γὰρ τοῦτο ἀδύνατον εἴρηται, ὅτι περὶ ἄλλα τινά ἐστιν ἡ σοφία καὶ οὐ περὶ τὰ γένη ἢ τὰ εἴδη. ἐπάγει καὶ γὰρ ὅλως ἀπορίαν ἔχει πότερον δεῖ ὑπολαβεῖν οὐσίαν εἶναι χωριστήν, ἴσον λέγων εἰ μὴ ἔστιν ἕτερά τινα περὶ ἃ ἔσται ἡ σοφία, ἀπορίαν ἔχει πότερον ἔστι τινὰ χωριστὰ παρὰ τὰς δεῦρο οὐσίας ἢ οὐκ ἔστιν, ἀλλὰ τὰ αἰσθητά ἐστι τὰ ὄντα, ἐν οἷς καὶ περὶ ἃ ἀνάγκη ὑπάρχειν τὴν σοφίαν. ἐοίκαμεν γὰρ ζητεῖν ἄλλην οὐσίαν παρὰ ταύτας καὶ σκοποῦμεν ἰδεῖν εἴ τί ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ καὶ μηδὲν ὃν τῶν αἰσθητῶν.

[*](p. 1060a13)

Ἔτι δ’ εἰ παρὰ τὰς αἰσθητὰς οὐσίας ἑτέρα οὐσία.

Τὸ ἀπορούμενον τοιοῦτον· εἰ ἔστι παρὰ τὰς αἰσθητὰς οὐσίας τις ἑτέρα, οἷόν φασί τινες τὸν αὐτοάνθρωπον, παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι, τουτέστι τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ; εἰ γὰρ ἔστιν ἀνθρώπου ἰδέα καὶ ἵππου, διὰ τί οὐ καὶ φυτοῦ; εἰ δὲ ἔστι καὶ φυτοῦ, καὶ οἰκίας καὶ ὅλως τῶν ἀψύχων διὰ τί οὐκ ἔσται; τῶν γὰρ τεχνητῶν οὔ φασιν ἰδέας οἱ ταύτας τιθέμενοι. εἰ δέ εἰσιν ἰδέαι καὶ τῶν φυσικῶν καὶ τῶν τεχνητῶν καὶ ἁπλῶς ἀπάντων τῶν αἰσθητῶν, ἄλογον τὸ ἰσαρίθμους τοῖς [*](4 ἰδικώτατα L 8 γὰρ L: om. Α 10 καὶ τοιαῦτα L: post καὶ add. τἄ Α 11 ἐστιν ἕτερα Metaph. vulg. 13 ἀπορίας L: om. Α 14 “post ἔτι adde πότερον e ” Bonitz 33 ἰδέα Bonitz: ἰδία AL)

639
τῇδε κατασκευάζειν ἰδέας. ὁ γὰρ τῶν δύο γνῶσιν σχεῖν μὴ δυνηθεὶς πολλῷ μᾶλλον τῶν τεττάρων οὐχ ἕξει· ἡ γὰρ γνῶσις τῶν ἐλαττόνων μᾶλλόν ἐστι καὶ πεπερασμενωτέρων. οὗτοι δὲ τὰς ἰδέας διὰ συστολὴν τῶν τῇδε πεποιηκότες λελήθασιν ἑαυτοὺς διπλασίονα λαμβάνοντες. εἴρηται δὲ περὶ τούτου ἐν τῷ μείζονι Α αὐταρκῶς. εἰ μὲν οὖν χωριστάς τις ἀρχὰς τὰ εἴδη λέγει, ταῦτα συμβαίνει· εἰ δὲ μὴ χωριστὴν τῶν σωμάτων λέγει τὴν ζητουμένην ἀρχήν, τίνα ταύτην φήσειεν εἶναι εἰ μὴ τὴν ἀνείδεον ὕλην; αὕτη γὰρ ἐνεργείᾳ μὲν οὐδέν ἐστιν οὐδὲ ἔχει οἰκεῖόν τι εἶδος, δυνάμει δέ ἐστι πάντα, πλὴν οὐδέποτε χωρὶς εἴδους. εἰ οὖν τὴν ἀνείδεον ὕλην λέγει τις εἶναι τὴν ζητουμένην ἀρχήν, μᾶλλον ἔσται τὸ εἶδος ἀρχὴ τὸ ταύτην ὁρίζον καὶ κοσμοῦν, καὶ οὐχὶ αὕτη. ἀλλ’ οὐδὲ τὸ εἶδος | δυνατὸν λέγειν [*](612) εἶναι τὴν ζητουμένην ἀρχήν· ἡ γὰρ ζητουμένη ἀρχὴ ἀίδιος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν. εἰ οὖν τις θείη τὴν ζητουμένην ἀρχὴν τὸ ἔνυλον εἶναι εἶδος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν ἔνυλα δὲ λέγω τὰ μετὰ τὴν σεληνιακὴν σφαῖραν), ὅλως οὐκ ἔσται ἀίδιος ἀρχὴ καὶ καθ’ αὑτὴν καὶ χωριστή. ἀλλ’ ἄτοπον ἔστι γὰρ καὶ ζητεῖται ὑπὸ τῶν χαριεστάτων καὶ σοφωτάτων. ἄλλως τε εἰ μὴ ἔστι τοιαύτη ἀρχή, πῶς ἔσται τάξις, μηδενὸς ὄντος ἀιδίου καὶ μένοντος καὶ τάττοντος ἅπαντα ὥσπερ ἔχει; εἰ δὲ ἔστι τις οὐσία καὶ ἀρχὴ οἵαν ζητοῦμεν ἀίδιος καὶ χωριστή, καὶ μία καὶ ἡ αὐτὴ τῶν ἀιδίων ἐστὶν ἀρχ’ ἡ καὶ φθαρτῶν, ἀπορία πολλή, διὰ τί πάντων ἀπὸ μιᾶς ὄντων ἀρχῆς τὰ μέν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἄτοπον γάρ. εἰ δὲ ἄλλη μὲν ἡ τῶν φθαρτῶν ἄλλη δὲ ἡ τῶν ἀφθάρτων ἀρχή, ἡ τῶν φθαρτῶν ἀρχὴ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς μὲν φθαρτά, τὰ δὲ ἀπὸ τῆς ἑτέρας ἄφθαρτα, ἀφθάρτων ἀμφοῖν οὐσῶν; εἰ δὲ φθαρτὴ ἡ τῶν φθαρτῶν ἀρχή, ἔσται τις ἄλλη εἰς ἣν φθαρήσεται, ἐκείνη δὲ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς φθαρτά; καὶ τοῦτο ὁμοίως ἐπὶ πάντων· εἰ δὲ πᾶσαι φθαρταί, εἰς ἄπειρον ἥξει· τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῷ ἐλάττονι α. εἰ δὲ δεῖ τὴν ζητουμένην ἀρχὴν ἀκίνητον εἶναι, τὸ δὲ ἓν καὶ ὂν ἀκίνητα δοκεῖ εἶναι, ταῦτα ἔσονται ἀρχαί. ἢ εἴ τις, φησί, ταῦτα ἀρχὰς θήσει, πρῶτον μέν, εἰ δέδεικται πολλάκις καὶ ἔτι δειχθήσεται ὅτι τὸ ὂν καὶ ἓν οὐ σημαίνει τόδε τι καὶ τί δύναται τὸ τόδε τι ἐπήγαγεν οὐσίαν), εἰ οὖν μὴ σημαίνει ἑκάτερον αὐτῶν οὐσίαν οὐδ’ ἔστιν οὐδέτερον τούτων οὐσία, οὐκ ἔσονται χωριστὰ καὶ καθ’ αὑτά. οὐδὲν γὰρ τῶν παρὰ τὴν οὐσίαν χωριστὸν καὶ καθ’ αὑτό, ἀλλ’ ἐν τῇ οὐσίᾳ πᾶν τὸ τοιοῦτον τὸ εἶναι ἔχει· τὰς δὲ ἀιδίους καὶ πρώτας ἀρχὰς τοιαύτας ζητοῦμεν χωριστάς τε καὶ καθ’ αὑτάς. εἰ δέ ἐστιν οὐσία καὶ τὸ ὃν καὶ τὸ ἕν, καὶ διὰ τοῦτο καὶ ἀρχαί, πάντα ἔσονται ἀρχαί· ὡς γὰρ ὧν τὸ ζῷον κατηγορεῖται πάντα ἔμψυχα αἰσθητικά ἐστιν, οὕτως εἴπερ εἰσὶν οὐσίαι τὸ ὂν καὶ τὸ ἕν, πάντα ὧν ταῦτα κατηγορεῖται [*](5 ἐν τῷ μείζονι Α] c. 9 11 λέγειν L: λέγει Α 13 θείη M: θήσειε AL: fort. θήσει 19 οἴαν L: οἶας Α 22 ἄλλη δὲ] καὶ ἄλλη L 24 οὐσῶν M: ὄντοιν ΑL 26 ἀπ’ αὐτῆς L: ὐπ’ αὐτῆς Α 32 τὸ L: om. Α 37 καὶ ἀρχαί L: ἀρχή A 38 ἀρχαί] οὐσίαι coni. Brandis 39 οὐσίαι M Bonitz: οὐσία ALS)
640
οὐσίαι ἔσονται, καὶ ἔσται καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ αἱ λοιπαὶ κατηγορίαι οὐσία· ψεῦδος δὲ τὸ εἶναι πάντα οὐσίαν. τὸ δὲ ἐπ’ ἐνίων γὰρ καὶ τὸ ἓν κατηγορεῖται οὐ παρέργως πρόσκειται, ἀλλὰ διὰ τοὺς ἀριθμοὺς καὶ τὰ πλήθη. εἰ γὰρ καὶ μονάδες εἰσίν, ἐξ ὧν οἱ ἀριθμοὶ καὶ ἐξ ὧν τὰ πλήθη, ᾗ τοσάσδε ἐν ἑαυτῷ ὁ ἀριθμὸς ἔχει μονάδας, οὐκ ἔστιν εἷς· ὁμοίως καὶ ἐπὶ τοῦ πλήθους. ἔτι, φησί, τοῖς λέγουσι τὸ αὐτοὲν οὐσίαν, ἐκ δὲ τούτου καὶ τῆς ὅλης γεννῶσι τοὺς ἀριθμοὺς πρῶτον, φάσκουσί τε καὶ [*](613) αὐτοὺς οὐσίας, ἐκ δὲ τῶν ἀριθμῶν πάλιν τἆλλα γεννῶσι, πῶς ἔσται τὸ λεγόμενον ἀληθές; ἐξ ὧν γὰρ λέγουσι, συμβαίνει τὴν δυάδα καὶ τοὺς λοιπὺς ἀριθμοὺς ἓν εἶναι καὶ κατηγορεῖσθαι κατ’ αὐτῶν τὸ ἐν· ὡς γὰρ τὰ ἐξ ὕλης καὶ τοῦ ἀνθρωπείου εἴδους ὄντα ἄνθρωποί εἰσιν, οὕτως καὶ τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ὕλης ἕν. πῶς δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος ἤτοι τῆς ὕλης πρῶτον τοὺς ἀριθμοὺς ἐποίουν, ἐκ ᾖέ τῶν ἀριθμῶν τὰ ἄλλα, εἴρηται ἐν τῶ μείζονι Α. ἀλλὰ μὴν οὐδὲ γραμμὰς οὐδὲ ἐπιφανείας θετέον τὰς ζητουμένας ἀρχάς· οὐδὲν γὰρ τούτων χωριστὸν καὶ οὐσία ἐστίν, ἀλλὰ τομαὶ μόνον, στιγμὴ γραμμῆς καὶ αὕτη ἐπιφανείας. ἄλλως τε καὶ πῶς ἄν τις τὴν στιγμὴν ἢ τὸ ταύτῃ ἰσοδυναμοῦν ἓν οὐσίαν ὑπολάβοι; πάσης γὰρ φυσικῆς οὐσίας ἐστὶ γένεσις, καὶ διὰ χρονικῆς παρατάσεως ἡ ὕπαρξις αὐτῆς γίνεται, τῆς δὲ στιγμῆς γένεσις οὐκ ἔστιν, ὡς πολλάκις δέδεικται ἐν τῇδε τῆ πραγματείᾳ. ἔτι, φησίν, ἔχει ἀπορίαν εἰ πᾶσα ἐπιστήμη περὶ τὰ καθόλου, ταὐτὸν δὲ εἰπεῖν περὶ ἀρχάς, οὐδὲν δὲ τῶν καθόλου ἐστὶν οὐσία, ὡς δέδεικται ἐν τῷ Z ταύτης τῆς πραγματείας, πῶς ἄν αἱ ἀρχαὶ οὐσίαι εἶεν. ζητοῦμεν δὲ τοιαύτας ἀρχὰς αἵτινες ἔσονται οὐσίαι καὶ αἱ κυρίως οὐσίαι. εἰ δὲ τοῦτο, οὐκ ἄρα εἰσὶν αἱ ζητούμεναι ἀρχαὶ τὰ καθόλου. ἡ μὲν οὖν διάνοια τοῦ παρέχει δ’ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου καὶ τῶν ἑξῆς αὕτη, ἡ δὲ κατὰ μέρος αὐτῶν σαφήνεια τοιαύτη. πᾶσα ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ τοῦ τοιουδί, τουτέστι τοῦ ὁμοιώματος τῶν κατὰ μέρος τὰ γὰρ καθόλου ὁμοιώματα καὶ ἀπομάξεις τῶν μερικῶν), ἡ δὲ οὐσία, ὡς δέδεικται ἐν τῷ Ζ, οὐκ ἔστι τῶν καθόλου, ἀλλὰ μερική. μᾶλλον γάρ, ἤτοι κυρίως γὰρ οὐσία τόδε τι, τουτέστι μερική ἐστι καὶ χωριστὴ καὶ καθ’ αὑτὸ ἀλλ’ οὐ τοιόνδε καὶ ὁμοίωμα. πανταχῇ γὰρ τὸ τόδε τι ἐπὶ τῆς οὐσίας τῷ Ἀριστοτέλει λαμβάνεται, ὥσπερ τὸ τοιόνδε ἐπὶ τῶν ποιοτήτων. τὰ δὲ ὁμοιώματα ποιότητες, τὸ δὲ καθόλου ὁμοίωμα· τὸ καθόλου ἄρα ὁμοίωμα καὶ ποιότης καὶ τοιόνδε. εἰ οὖν ἡ ἐπιστήμη περὶ ἀρχάς, αἱ δὲ ἀρχαὶ καθόλου, τὰ δὲ καθόλου οὐκ οὐσίαι, αἱ ἀρχαὶ ἄρα οὐκ οὐσίαι. ἔτι, φησίν, ἔστι τι παρὰ τὸ σύνολον, λέγων σύνολον τὸ ἐξ ὕλης καὶ εἴδους, ἢ οὔ; εἰ γὰρ μὴ ἔστι τι παρὰ τὰ σύνολα, ταῦτα δὲ πάντα φθαρτά, ἄτοπον τὸ τὴν σοφίαν φθαρτῶν εἶναι· δεῖ γὰρ εἶναί τινων. εἰ δὲ ἔστι τι παρὰ τὸ σύνολον, τὸ εἶδος ἄν εἴη καὶ ἡ μορφή. τοῦτο δὲ ἐπὶ τίνων μὲν χωρίζεται, ἐπὶ τίνων δ’ οὔ, [*](7 τε καὶ] δὲ καὶ coni. Bonitz 14 ἐν τῷ μείζονι Α] c. G 19 δέδεικται κτλ.] Β 5 p. 1002a32 cf. H 5 p. 1044 b 22 22 et 29 ἐν τῷ Z] c. 13 38. 39 φθαρτῶν L: τῶν φθαρτῶν A)
641
οὐ ῥᾴδιον συνιδεῖν· ἐπ’ ἐνίων γὰρ δῆλον ὡς οὐκ ἔστι χωριστὸν τὸ εἶδος, οἷον ἐπὶ οἰκίας. ἐπεὶ δὲ αἱ λογικαὶ ψυχαὶ εἴδη εἰσὶ τῶν ἐχόντων αὐτάς, ὥσπερ καὶ | αἱ ἄλογοι τῶν ἀλόγων, οὐ δέδεικται δέ που ἐν ταύτῃ τῇ [*](614) πραγματείᾳ εἰ χωρίζονται, προσέθηκε τὸ ἐπ’ ἐνίων, ἴσον λέγων ὡς εἰ μὴ ἐπὶ πάντων ἐστὶ φανερὸν εἴτε χωρίζοντι τὰ εἴδη εἴτε μή, ἐπ’ ἐνίων δ’ οὗν φανερὸν ὥς εἰσιν ἀχώριστα. ἔτι, φησίν, αἱ ἀρχαὶ τῷ εἴδει εἰσὶν αἱ αὐταὶ ἢ τῷ ἀριθμῷ. εἰ μὲν γὰρ ἀριθμῷ, ἓν ἔσται πάντα, τουτέστιν οὐκ ἔσται πλῆθος· ἐπειδὴ γὰρ τὰ ἄλφα τῷ μὲν εἴδει ἐστὶν ἓν τῶ δὲ ἀριθμῷ πολλά, διὰ τοῦτό εἰσι καὶ πολλαὶ συλλαβαὶ ἔχουσαι τὸ α, ὡς τὸ Ἀρίσταρχος, Ἀριστοτέλης· εἰ δὲ ἓν ἦν τῷ ἀριθμῷ τὸ α, μία ἄν ἦν· συλλαβὴ ἢ ἓν ὄνομα ἢ εἷς λόγος, ἐν ᾧ ἄν τὸ α ηὑρίσκετο. ἀλλὰ περὶ τούτου εἴρηταί μοι ἐν τῶ Β πλατύτερον· ἐμνήσθη γὰρ τούτου καὶ ἐκεῖσε.

[*](p. 1060b31)

Ἐπεὶ δέ ἐστιν ἡ τοῦ φιλοσόφου ἐπιστήμη τοῦ ὄντος ᾗ ὂν καθόλου καὶ οὐ κατὰ μέρος.

Θεὶς τὰς ἀπορίας ἐντεῦθεν ἐπάγει τὰς λύσεις τούτων, καὶ πρῶτον τῆς λεγούσης πότερον τῆς μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι τὴν τοῦ ὄντος ᾗ ὂν φύσιν ἢ οὔ. καὶ δείκνυσιν ὅτι μιᾶς ἐστι, λέγων ὅτι τὸ ὂν οὐχ ὁμωνύμως καθ’ ὧν λέγεται κατηγορεῖται, οὔτε μὴν συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἅπερ εἰσὶ μεταξὺ τῶν συνωνύμων καὶ ὁμωνύμων. τὰ μὲν γὰρ· ὁμώνυμα μόνου τοῦ ὀνόματος κοινωνεῖ, τὰ δὲ συνώνυμα καὶ ὀνόματος καὶ πράγματος· τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οὔτε ταὐτά εἰσι τοῖς συνωνύμοις ἐκοινώνει γὰρ ὅν καὶ τῆς φύσεως σὺν τῷ ὀνόματι) οὔτε μὴν τοῖς ὁμωνύμοις· μόνου γὰρ ἂν τοῦ ὀνόματος ἐκοινώνουν. αἱ οὖν δέκα κατηγορίαι ὧν τὸ ὂν κατηγορεῖται οὔτε συνώνυμοί εἰσιν αἱ αὐταὶ γὰρ ἄν ἦσαν καὶ οὐκ ἄν διέφερεν ἡ οὐσία τοῦ ποσοῦ οὔτε αὗ τὸ ποσὸν τῆς οὐσίας, οὐδὲ αἱ λοιπαὶ ἀλλήλων)· ἀλλὰ μὴν οὐδὲ ὁμωνύμως αὐτῶν τὸ ὂν κατηγορεῖται μετέχουσι γὰρ ὀντότητος καί εἰσιν ἐν ὑπάρξει καὶ τῆς τοῦ ὄντος οὐ πάντῃ ἐστέρηνται φύσεως, ἀλλ’ οὐ πρώτως, ἀλλὰ πρώτως μὲν ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ ἐννέα κατηγορίαι. ὥστε ᾗ μὲν μετέχουσι τοῦ ὄντος καὶ ᾗ εἰσι, ταύτῃ ἀφεστήκασι τῶν ὁμωνύμων, ᾗ δὲ οὔκ εἰσιν αἱ αὐταὶ τῇ οὐσίᾳ ἀλλ’ ἕτεραι καὶ χωρὶς αὐτῆς ἢ εἶναι ἢ ὑφίστασθαι οὐ δύνανται, ταύτῃ ἠλλοτρίωνται τῆς τῶν συνωνύμων φύσεως. ἐπεὶ οὖν τὰ ὄντα καὶ τοῦ ὀνόματος ὡς εἴρηται κοινωνοῦσι καὶ τῆς φύσεως αὐτοῦ, οὐδὲν κωλύει μίαν αὐτῶν εἶναι ἐπιστήμην. ὅτι δὲ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μίαν εἶναι ἐπιστήμην δυνατόν ἐστιν, - ἔδειξεν ἐν τῷ Β ταύτης τῆς πραγματείας. ἀλλ’ ἡ μὲν τῶν λεγομένων ἔννοια τοιαύτη ἄν εἴη· τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα. ἐπειδὴ ἡ σοφία τοῦ ἁπλῶς ὄντος ἐστὶν ᾗ ὂν καὶ οὐ τινὸς ὄντος περὶ γὰρ τὸ τὶ ὂν γεωμετρία ἐστὶ καὶ φυσικὴ καὶ αἱ λοιπαὶ αἱ κατὰ [*](615) [*](12 ἐν τῶ Β] p. 216, 12 sqq., cf. Metaph. Β 4 p. 999b24 sqq. 20 μόνου L: μόνον Α 23 ante μόνου add. κατὰ L 24 ὃν M: ἓν AL ἦσαν M: εἴησαν AL 35 ἐν τῶ Β] immo T 2 p. 1003b12 36 τοιαύτη] αὕτη L 37 ᾖ ὃν L: om. Α Comment. Arist. I Alex, in Metaph. 41)

642
μέρος), ἐπεὶ οὖν ἡ πρώτη φιλοσοφία τοῦ ὄντος ᾗ ὄν ἐστι θεωρητική οὐ γὰρ ᾗ βαρύτητα ἔχει ἢ καθὸ θερμότητα ἢ ἄλλην τινὰ τῶν αἰσθητῶν ἐναντιώσεων τοῦτο θεωρεῖ, ἀλλ’ ᾖ μόνον ὄν ἐστι καὶ ὀντότητος καὶ ὑπάρξεως μετέχει), τὸ δὲ ὂν λέγεται πολλαχῶς καὶ οὐ καθ’ ἕνα τρόπον, τουτέστιν οὐ λέγεται συνωνύμως καθ’ ὧν λέγεται.· εἰ μὲν οὖν τὸ ὄν, φησίν, ὁμωνύμως καθ’ ὧν λέγεται ἐκατηγορεῖτο καὶ κατὰ μηδὲν κοινόν, τουτέστιν εἰ μὲν τὰ ὄντα μόνου τοῦ ὀνόματος τοῦ ὄντος μετεῖχον, τῆς δὲ φύσεως τοῦ ὄντος πάντῃ πάντως ἠλλοτρίωντο, ὥστε μὴ ἐν ὑπάρξει εἶναι μηδὲ ὀντότητος μετέχειν ἀλλ’ εἶναι ταύτης ἐστερημένα, εὔλογον τὸ λέγειν μὴ εἶναι αὐτῶν μίαν ἐπιστήμην, ἅτε ὁμώνυμα ὄντα καὶ μὴ κοινωνοῦντα γένους τινὸς καὶ ὑποκειμένου· ὧν γὰρ οὐχ ἓν τὸ γένος καὶ τὸ ὑποκείμενον, τούτων οὐκ ἔστι μία ἐπιστήμη. ἐπεὶ δὲ οὐκ ἔστιν ὁμώνυμα ἀλλὰ σὺν τῷ ὀνόματι καὶ κατὰ κοινόν τί εἰσιν ὄντα, κατ’ αὐτὸ δὴ καθ’ ὃ μετέχουσιν ὑπάρξεως τινος εἴη ἄν ὑπὸ μίαν ἐπιστήμην καὶ ἔσται αὐτῶν μία ἐπιστήμη ἡ σοφία. ταῦτα εἰπὼν διὰ παραδείγματος σαφηνίζει πῶς ἐνδέχεται τοῦ ὄντος εἶναι μίαν ἐπιστήμην καὶ πῶς ὅλως ὄντα λέγεται, λέγων ‘ὡς γὰρ ἰατρικὸν λέγεται ὄργανον καὶ ἰατρικὸν θεώρημα καὶ ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν φάρμακον καὶ ὑγιεινὸν σιτίον, καὶ ἕκαστος τῶν τρόπων τούτων ὁ μὲν λέγεται ἀπὸ τοῦ ἰατρικοῦ ἔργου τοῦ ἐν τῷ νοσοῦντος σώματι γεγονότος ὑπὸ τοῦ ἰατροῦ ἀπ’ αὐτοῦ γὰρ καὶ τὸ φάρμακον καὶ τὰ λοιπὰ λέγεται ἰατρικά), ὁ δὲ ἀπὸ τῆς ὑγιείας ἀπὸ ταύτης γὰρ ὑγιεινὸν ὠνόμασται σιτίον καὶ οὖρον), οὕτω καὶ τὰ ὄντα ἀπὸ ἑνός τινος, τῆς οὐσίας, ἥπερ κυρίως ὄν ἐστι, τὴν προσηγορίαν ταύτην εἴληφε· διὰ γὰρ τὸ ἕξεις εἶναι αὐτῆς ἢ πάθη λέγεται ὄντα.’ ἐστὶ δὲ πάθος μὲν ὅταν θερμαίνηταί τι ἐπιπολαίως, διάθεσις δὲ ὅταν διατεθῇ κατὰ τὴν θερμότητα ὡς καὶ λέγεσθαι θερμόν, ἕξις δὲ ὅταν μόνιμος ἡ διάθεσις γένηται.

[*](p. 1061a10)

ἐπεὶ δὲ παντὸς τοῦ ὄντος πρὸς ἕν τι καὶ κοινὴ ἀναγωγὴ γινεται.

Τὸ λεγόμενον τοιοῦτον ἂν εἴη. ὥσπερ τὰ παρὰ τὴν οὐσίαν εἰσὶ δὲ ταῦτα ποσὸν ποιὸν ποῦ καὶ αἱ λοιπαὶ κατηγορίαι) διὰ τὸ πάθη ἢ ἕξεις εἶναι τῆς οὐσίας πρὸς ταύτην τε ἀνάγεται καὶ διὰ ταύτην ὄντα λέγεται, οὕτω καὶ ἑκάστη πασῶν τῶν ἐναντιώσεων, θερμότης ψυχρότης ξηρότης ὑγρότης ἰσότης ἀνισότης καὶ αἱ λοιπαί, πρὸς τὰς πρώτας διαφορὰς καὶ πρώτας τοὐ ὄντος ἐναντιώσεις ἀναχθήσονται καὶ ἀπὸ τούτων ἐναντιώσεις ῥηθήσονται θήσονται· ὡς γὰρ τὰ ὄντα πρὸς τὴν οὐσίαν, οὕτως αἱ ἐναντιώσεις πρὸς τὴν πρώτην τοῦ ὄντος ἐναντίωσιν. τὰ δὲ ὄντα διὰ τὴν οὐσίαν καὶ λέγεται καὶ ἔστιν ὄντα· καὶ αἱ ἐναντιώσεις ἄρα διὰ τὴν αὐτῆς πρώτην ἐναντίωσιν ῥηθήσονται ἐναντιώσεις. αὗται δέ, φησίν, αἱ πρῶται τοῦ ὄντος ἐναντιώσεις [*](6 καὶ L: καὶ ἡ Α 7 τοῦ ὄντος L: om. Α 9 ταύτης scripsi: ταύτῃ libri 18 ἕκαστος LS: ἕκαστον Α 24 τι L: om. A 27. 28 καὶ κοινὸν ἡ ἀναγωγὴ Metaph. vulg.)

643
εἴτε τὸ πλῆθος καὶ ἕν εἰσιν εἴτε | ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης εἴτε [*](616) ἄλλαι τινές, ἔστωσαν τεθεωρημέναι. εἴρηκε γὰρ τίνες αὗταί εἰσιν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ αὐτοῦ βιβλίῳ. ἐπεὶ δὲ τὰ ὄντα οὐ μόνον πρὸς τὸ κυρίως ὄν, τὴν οὐσίαν, ἀνάγεται καὶ ἀπ’ αὐτῆς ὄντα λέγεται, ἀλλὰ καὶ πρὸς τὸ κυρίως ἕν, ὅπερ καὶ αὐτὸ ἡ οὐσία ἐστίν, οὐδέν, φησί, διαφέρει εἴτε πρὸς τὸ ὂν τὴν τοῦ ὄντος ἤτοι τῶν ὄντων ἀναγωγὴν ποιούμεθα εἴτε πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ἀπὸ τοῦ ὄντος ἕνα λεχθήσεται καὶ ἀπὸ τοῦ ἑνὸς ὄντα. εἰ γὰρ καὶ ὡς ἓν καὶ ὡς ὄντα λεγόμενα ἕτερά εἰσι κατ’ αὐτὴν τὴν προφορὰν τοῦ λόγου καὶ οὐ ταὐτά, ἀλλὰ τῇ γε φύσει ταὐτόν ἐστι τὸ ὗν καὶ ἕν. καὶ ἐπεὶ καὶ ὁ βροτὸς καὶ ὁ ἄνθρωπος ἕτερα μὲν ἄν δόξαιεν κατ’ αὐτὴν τὴν τῶν δι’ ὧν δηλοῦνται στοιχείων ἐκφώνησιν (ἐστὶ γὰρ ἀρκτικὸν μὲν τοῦ βροτὸς τὸ βῆτα, τοὐ δὲ ἄνθρωπος τὸ ἄλφα), ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἕτερά εἰσιν· οὕτως οὐδὲ τὸ ὂν καὶ τὸ ἓν ἕτερα ἔσται, διότι ὑπ’ ἄλλων μὲν τὸ ὂν δηλοῦται στοιχείων ὑπ’ ἄλλων δὲ τὸ ἕν, ἀλλ’ ἔσονται τὰ αὐτά· ὃ γὰρ ὄν ἐστι τοῦτο καὶ ἓν καὶ ὅπερ ἓν καὶ ὄν. κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ καὶ μὴ ταὐτόν ἐστι τὸ ὂν καὶ ἓν ἐλλείποι ἄν τὸ τῇ ἐκφωνήσει καὶ τοῖς δι’ ὧν δηλοῦνται στοιχείοις, ἀλλ’ ἕτερα, ὅμως ἀντιστρέφει καὶ εἴ τι ὄν ἐστι καὶ ἕν ἐστι καὶ εἴ τι ἓν καὶ ὄν.

[*](p. 1061a18)

Έπεὶ δ’ ἐστὶ τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι· λέγεται γὰρ ἕκαστον αὐτῶν κατὰ στέρησιν· καίτοι γε ἔνια ἀπορήσειέ τις ἄν.

Ἀσάφειαν πεποίηκε τὸ καίτοι γε κείμενον· ἔσται δὲ σαφὲς τὸ λεγόμενον, εἰ τὸ καίτοι γε ἀφέλωμεν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ἑ πεῖ δέ ἐστι τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι, λέγεται δ’ ἕκαστον αὐτῶν κατὰ στέρησιν, ἀπορήσειέ τις ἄν πῶς λέγεται κατὰ στέρησιν καὶ τὰ ἑξῆς. ὃ δὲ ζητεῖ τοιοῦτον ἂν εἴη. ἐπειδὴ τὰ ἐναντία λέγεται κατὰ στέρησιν (ἐπὶ πάσης γὰρ τὸ χεῖρον αὐτῶν στέρησιν καλεῖ· ἐπὶ μὲν γὰρ τῆς τοῦ λευκοῦ καὶ μέλανος ἐναντιώσεως τὸ μὲν μέλαν στέρησιν τὸ δὲ λευκὸν εἶδος καὶ ἕξιν, καὶ τὸ μὲν φῶς ἕξιν τὸ δὲ σκότος στέρησίν φαμεν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), ἐπεὶ οὖν πάσης ἐναντιώσεως τὸ ἕτερον λέγεται κατὰ στέρησιν, φαμὲν δὲ καὶ τὸ φαιὸν ἐναντίον τῷ λευκῷ, καὶ ἀπλῶς τὰ μεταξὺ ἐναντία τοῖς ἄκροις, ἔσται καὶ τὸ φαιὸν στέρησις καὶ πᾶν μεταξύ. εἰ οὖν καὶ τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ, ἔστι δὲ τοῦ λευκοῦ στέρησις καὶ τὸ φαιόν, ἔσται τὸ μέλαν καὶ τὸ φαιὸν ταὐτόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν, ὧν ἐστιν ἀνὰ μέσον, τουτέστιν, ὧν ἐναντίων ἔστι τι μεταξύ, πῶς τὸ μεταξὺ στέρησις τοῦ | κρείττονος [*](617) τῆς ἐναντιώσεως λεχθήσεται; ἀνάγκη γάρ, εἰ ἐναντίον τὸ μέσον λέἐν [*](2. 3 τῷ Περὶ τἀγαθοῦ] cf. p. 250,20 et 262,19 7 ἕνα L: ὄντα Α 13 τὸ ἓν L: τὸ om. A 20 γὰρ] δ’ Metaph. vulg.; cf. 25 26 post πῶς addendum ἔνια e S coni. Bonitz 29 et 30 μὲν L: om. Α 41*)

644
γεται, καὶ στέρησιν λέγεσθαι. ταύτην τὴν ζήτησιν λύων λέγει ὅτι καὶ τὸ φαιὸν στέρησίς ἐστι τοῦ λευκοῦ, ἀλλ’ οὐχ ὥσπερ τὸ μέλαν· τὸ γὰρ μέλαν παντελῶς στέρησιν ἔχει τοῦ λευκοῦ, τὸ δὲ φαιὸν πῇ ἐστέρηται τοῦ λευκοῦ. ἀσαφῶς δὲ καὶ περινενοημένως ἀπήγγελται τὸ περὶ πάντα δὴ τὰ τοῖ αὐτὰ τὴν στέρησιν δεῖ τιθέναι, μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους· καὶ εἴη ἂν τὸ λεγόμενον, περὶ πάντα τὰ τοιαῦτα, λέγων τὰ τοιαῦτα τὰ ἔμμεσα ἐναντία, περὶ δὴ τὰ ἔμμεσα ἐναντία τὴν στέργσιν δεῖ τιθέναι, λέγων ἐνταῦθα στέρησιν τὸ φαιὸν ἡ ὅ τι ἄν εἴη τὸ μεταξύ· περὶ οὗν τὰ ἔμμεσα ἐναντία τὸ μεταξὺ αὐτῶν οὕτως δεῖ στέρησιν λέγειν, μὴ ὥστε δύνασθαι τὸν ὅλον λόγον τοῦ τελευταίου εἴδους ἤτοι τοῦ μέλανος ἀναδέξασθαι, ὥστε λέγεσθαι τὸ φαιὸν χρῶμα συγκριτικὸν ὄψεως καὶ διὰ τοῦτο ἀμέτοχον εἶναι παντελῶς τοῦ ὁρισμοῦ τοῦ λευκοῦ, οὐχ οὕτω ταῦτα χρὴ στερήσεις λέγειν, ἀλλ’ οὕτως· γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος· οὐχ οὕτω λεκτέον τὸ φαιὸν στέρησιν ὥστε μηδ’ ὅλως ἐπιδέχεσθαι τὸν τοῦ λευκοῦ ὁρισμόν, ἀλλὰ δύνασθαι μὲν τὸν τοῦ λευκοῦ ἐπιδέχεσθαι ὁρισμόν, οὐχ ὅλον δέ (ἦν γὰρ ταὐτὸν τὸ φαιὸν τῷ λευκῷ) ἀλλά πῇ. τοῦ τελευταίου οὖν εἴδους, λέγω δὴ τοῦ μέλανος, ἐστὶν ὅλος ὁ λόγος ὁ χρῶμα συγκριτικὸν ὄψεως λέγων, τοῦ δὲ φαιοῦ οὐδαμῶς· καὶ διὰ τοῦτο δύναται τὸ φαιόν πῃ δέξασθαι τὸν τοῦ λευκοῦ ὁρισμόν· καὶ εἴη ἂν ὁ τοῦ φαιοῦ ὁρισμὸς χρῶμά πῃ διακριτικὸν ὄψεως. ὥστε οὐκ ἔστι τὸ φαιὸν οὕτω στέρησις λευκοῦ. ὥσπερ τὸ μέλαν, οὐδὲ ἐστέρηται ὅλου τοῦ ὁρισμοῦ τῆς λευκότητος. τελευταῖον δὲ εἶδος εἶπε τὸ μέλαν ἢ ὅτι μετὰ τὸ φαιὸν τὸ μέλαν ἐστίν, ἢ τελευταῖον ἀντὶ τοῦ ἔσχατον· ἔσχατον γὰρ καὶ τέλος μελάνσεως τὸ μέλαν, ὥσπερ καὶ λευκάνσεως τὸ λευκόν. ὃ μὲν οὖν διὰ τούτων εἰπεῖν βούλεται, τοιοῦτον ἄν εἴη - αὐτὸς δὲ τὸν λόγον ἐπὶ τοῦ δικαίου καὶ ἀδίκου πεποίηκε λέγων οἷον εἰ ἔστιν ὁ δίκαιος ὁ καθ’ ἕξιν τινὰ πειθαρχικὸς τοῖς νόμοις, τουτέστιν, εἰ ἔστι δικαίου ὁρισμὸς τὸ καθ’ ἕξιν τινὰ πειθαρχεῖν τοῖς νόμοις, οὐ πάντως ὁ ἄδικος λέγων ἄδικον τὸν μήτε δίκαιον μήτε ἄδικον, ἀλλὰ τὸν μέσον ὄντα δικαίου καὶ ἀδίκου), οὐ πάντως οὖν, φησίν, ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ἐστερημένος ἔσται ὅλου τοῦ λόγου καὶ ὁρισμοῦ τοῦ δικαίου, ὥσπερ οὐδὲ τὸ φαιὸν τοῦ τῆς λευκότητος, ἀλλ’ ἔσται ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ὁ ἐκλείπων πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόμοις· ὥστε ᾗ μὲν ὅλως πειθαρχεῖ ἀφέστηκε τοῦ μηδ’ ὅλως πειθαρχοῦντος ἀδίκου, ᾗ δὲ ἐκλείπει καὶ οὐ πάντῃ ὡς ὁ δίκαιος πειθαρχεῖ οὐκ ἔστιν ὁ αὐτὸς τῷ δικαίῳ. καὶ κατὰ τοῦτο καθ’ ὃ ἐκλείπει πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόοις, ὑπάρξει αὐτῷ ἡ | στέρησις τοῦ δικαίου. πρόσκειται [*](618) δ’ ἐν τῷ τοῦ δικαίου ὁρισμῷ τὸ καθ’ ἕξιν, ὅτι πράξειεν ἄν τις τὰ δικαίου καὶ ἄκων βιαζόμενος· ἀλλ’ οὐχ οὗτος ὁ δίκαιος ἀλλ’ ὁ ἀπὸ ἕξεως τινος ταῦτα πράττων. τὸ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν [*](3 παντελῆ L 12 ἀμέτοχον L: ἀμετἐχον Α 16 post γὰρ addendum ἄν coni. Bonitz 22. 23 μετὰ τὸ φαιὸν L: τὸ om. Α 25 τοῦτ’ ἂν εἴη L 32 ἐκλείπων L: ἐλλείπων Α 34 et 35 ἐκλείπει L: ἐλλείπει Α 35 περὶ τὸ L: τῷ A 37 ὁρισμῷ L: om. Α 38 τὰ δίκαια L οὗτος M: οὕτως AL)
645
ἄλλων εἴρηται ἀντὶ τοῦ καὶ ἐπὶ τῶν λοιπῶν τῶν μεταξύ τινων ὄντων, οἷον φαιοῦ χλιαροῦ καὶ τῶν ὁμοίων· οὕτω γὰρ καὶ αὐτὰ στερήσεις δεῖ λέγειν ὥσπερ εἴρηται.

[*](p. 1061a28)

Καθάπερ δὲ ὁ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως τὴν θεωρίαν ποιεῖται.

Διὰ τούτων δύο τινὰ ὁμοῦ διδάσκει, πῶς ὁ φιλόσοφος τό τε ὂν σκοπεῖ καὶ τὴν περὶ τούτου θεωρίαν ποιεῖται, καὶ πῶς ἐπιστήμης ἐστὶ μιᾶς θεωρῆσαι τὸ ὂν ᾗ ὄν, λέγων καθάπερ ὁ μαθηματικὸς ἀφελὼν τῷ λόγῳ ἀπὸ τῶν σωμάτων σκληρότητας βαρύτητας μαλακότητας θερμότητας καὶ ὅλως τὰ αἰσθητά, ἤτοι τὰς αἰσθητὰς ἐναντιώσεις, μόνον καταλείπει τὸ συνεχὲς μέγεθος, τοῦτο δ’ ἐστὶ γραμμαὶ ἐπίπεδα στερεά (τούτων γάρ δηλωτικὸν τὸ τῶν μὲν ἐφ’ ἓν τῶν δ’ ἐπὶ δύο τῶν δ’ ἐπὶ τρία) καὶ τὰ τούτοις ᾗ ποσά ἐστι καὶ συνεχῆ καθ’ αὑτὰ ὑπάρχοντα σκοπεῖ (ᾖ ποσὸν ἕκαστον τούτων καὶ ᾗ συνεχές, ἀλλ’ οὐχ ᾗ βαρὺ οὐδ’ ἡ λευκὸν τὰ τούτοις συμβεβηκότα σκοπεῖ), ὥσπερ οὖν ὁ μαθηματικός, οὕτω καὶ ὁ φιλόσοφος, τὰ συμβεβηκότα καθ’ αὑτὸ τῷ ὄντι θεωρῶν, οὐχ ᾗ κινούμενόν ἐστιν οὐδ’ ᾗ ἄλλο τι τοῦτό τε καὶ τὰ τούτῳ ὑπάρχοντα θεωρεῖ, ἀλλ’ ᾗ ὄντα καὶ ᾗ ὀντότητος μετέχει· ὥστε τὰ τῷ ὄντι ᾗ ὂν συμβεβηκότα καὶ τὰς τούτου ἐναντιώσεις, εἴτε τὸ ἕν εἰσι καὶ τὸ πλῆθος εἴτε ἄλλο τι, θεωρεῖν οὐκ ἄλλης τινός ἐστι πλὴν τῆς σοφίας. ἡ μὲν γὰρ φυσικὴ οὐχ ἡ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν καθ’ ἣν δύναται κινεῖσθαι· ἥ τε διαλεκτικὴ καὶ ἡ σοφιστικὴ περὶ τὰ συμβεβηκότα τοῖς οὖσίν ἐστιν, οὐχ ἡ δὲ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ εἴτε συμβέβηκε τῳδὶ τῷ ὑποκειμένῳ εἴτε μὴ τὴν θεωρίαν ποιεῖται· ὥστε λείπεται τὸν φιλόσοφον εἶναι θεωρητικὸν τοῦ ὄντος καὶ τῶν τοιούτων ἐναντιώσεων ᾗ ὄντα εἰσίν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. κατὰ δὲ τὴν λέξιν ὅταν λέγῃ τῶν μὲν γὰρ τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ καὶ τὰ ταύταις ὑπάρχοντα, τῶν μὲν λέγοι ἂν τῶν γραμμῶν· σκοπεῖ γὰρ ὁ μαθηματικὸς τὴν τῶν κύκλων θέσιν, πότερον οὕτω κεῖνται ὥστε καθ’ ἓν σημεῖον ἀλλήλων ἅπτεσθαι ἢ ὥστε ἀλλήλους τέμνειν· ἀλλὰ καὶ αἱ εὐθεῖαι οὕτω κεῖνται ὡς ἀμβλεῖαν φέρε εἰπεῖν περιέχειν γωνίαν ἢ οὔ, καὶ πότερον αἱ εὐθεῖαι αἵδε σύμμετροί εἰσιν ἢ οὔκ εἰσι, πότερον οἱ ἐκκείμενοι ἀριθμοὶ ἡμιόλιον ἔχουσι πρὸς ἀλλήλους λόγον ἢ ἐπίτριτον ἢ ἄλλον ποιόν. ὥσπερ [*](619) δὲ ἐπὶ τῶν ποσῶν ἑτέρου ὄντος τοῦ ἐφ’ ἑνὸς συνεχοῦς τῶν ἐπὶ δύο συνεχῶν καὶ ταῦτα τῶν ἐπὶ τρία, μιᾶς ἐστι τῆς γεωμετρίας περὶ αὐτῶν θεωρεῖν (καὶ σημειωτέον ὅπως ἣν οἱ νεώτεροι στερεομετρίαν φασί, αὐτὸς φάσκει), οὕτω καὶ ἐπὶ τοῦ ὄντος, καίτοι ἑτέρων οὐσῶν τῶν ἐννέα [*](10 τὰς αἰσθητὰς L: τὰς om. Α 16 καθ’ αὐτὸ L: om. Α 23 τῳδὶ L: ἐπὶ Α 30 post καὶ addendum εἰ vel πότερον coni. Konitz 33 ποιόν Bonitz: ποῖον AL 34 fort, ἐφ’ ἓν 35 ταῦτα] legendum τούτων 36 στερεωμετρίαν ALM)

646
κατηγοριῶν τοῦ ποιοῦ καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν τῆς τε οὐσίας καὶ ἀλλήλων, οὐδὲν κωλύει μιᾶς εἶναι τὸ περὶ αὐτῶν θεωρεῖν.

[*](p. 1061b17)

ἐπεὶ δὲ καὶ ὁ μαθηματικὸς χρῆται τοῖς κοινοῖς ἰδίοις.

Κοινὰ λέγει τὰ ἀξιώματα, τό τε ἀπὸ ἴσων ἴσα ἂν ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις, καὶ τὰ λοιπά. ἰδίοις δὲ λέγοι ἄν, ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα ὁ γεωμέτρης ἰδίως ἐπὶ γραμμῶν λαμβάνει, καὶ ὡς ἐπὶ αὐταῖς μόναις ἀληθεῦον· εἰ δὲ ἐπὶ ἀριθμοῖς, οὐδὲν ὅλως προσλογίζεται. ὁμοίως καὶ ὁ ἀριθμητικὸς ὡς ἐπὶ μόνοις τοῖς ἀριθμοῖς ἀληθεῦον τοῦτο θεωρεῖ, εἰ δὲ ἐπὶ γραμμαῖς, οὐ φροντίζει. καὶ ταῦτα μὲν πρὸς τὴν λέξιν. ἡ δὲ τῶν λεγομένων διάνοια σαφής. ἔστι δὲ τὰ λεγόμενα· ἐπεὶ γὰρ καὶ ὁ μαθηματικὸς πρὸς τῷ φυσικῷ καὶ τοῖς λοιποῖς ἐπιστήμοσι χρῆται ταῖς ἀρχαῖς ὡς ἀληθέσιν ἀναποδείκτως, ὁ φιλόσοφος οὐ ποιήσει τοῦτο, ἀλλ’ ἐπισκέψεται καὶ δείξει τὰς τοιαύτας ἀρχάς, ὡς ἐνδέχεται δειχθῆναι. τὸ μὲν οὗν ἀπὸ τῶν ἴσων ἴσα ἄν ἀφαιρεθῇ, ἴσα τὰ λειπόμενα, κοινὸν μέν ἐστιν, ὥσπερ εἴπομεν, ἐπὶ πάντων καὶ χρῶνται αὐτῷ πᾶσαι αἱ ἐπιστῆμαι, ὁ δὲ μαθηματικὸς ποιεῖται τὴν τούτων θεωρίαν ὡς χρησίμων ὄντων εἰς μόνην τὴν ὑποκειμένην τοῖς μαθήμασιν ὕλην καὶ τῶν ταύτῃ καθ’ αὑτὰ ὑπαρχόντων, οὐχ ᾗ δὲ ὄντα ἐστὶ σκοπεῖ τὰς γραμμὰς καὶ γωνίας καὶ ἐπίπεδα, αἵπερ εἰσὶν ὕλη τῇ μαθηματικῇ, ἀλλ᾿ ᾗ συνεχὲς ἕκαστον αὐτῶν ἐστιν, εἴτε ἐφ’ ἓν ὡς ἡ γραμμή, εἴτε ἐπὶ δύο ὡς ἡ ἐπιφάνεια, εἴτε ἐπὶ τρία ὡς τὸ στερεόν. ἀλλ’ ἡ μὲν μαθηματικὴ καὶ αἱ λοιπαὶ περὶ τὰ μερικά εἰσι, καὶ οὕτως εἰσὶ περὶ αὐτά, ὥσπερ εἴρηται, ἡ δὲ φιλοσοφία τὰ μερικὰ οὐ θεωρεῖ, οὐδὲ σκοπεῖ εἰ ἑκάστῳ τούτων συμβέβηκέ τι· εἰ δὲ καὶ σκοπεῖ τὰ καθ’ ἕκαστα, ἀλλὰ περὶ ἕκαστον τῶν τοιούτων θεωρεῖ ᾗ ὄντα ἐστί. καὶ ὥσπερ ἡ μαθηματικὴ τὰ οἰκεῖα αὐτῇ θεωρεῖ οὐχ ἧ ὄντα ἀλλ’ ᾗ ἐφ’ ἕν εἰσι συνεχῆ ἢ καθὸ ἐπὶ δύο ἢ ἐπὶ τρία, οὕτω καὶ ἡ φυσικὴ τὰ συμβεβηκότα τοῖς φυσικοῖς καὶ τὰς ἀρχὰς τῶν φυσικῶν (ταῦτα γὰρ εἶπεν ὄντα· οὐ γὰρ μὴ ὄντα τὰ φυσικά) οὐχ ᾗ ὄντα, ἀλλ’ ᾗ κινούμενα καὶ ᾗ ἀρχὴν ἔχει τοῦ κινεῖσθαι. ἡ δὲ πρώτη ἐπιστήμη τὰ φυσικά πὼς θεωρεῖ οὐχ ᾗ κινεῖται οὐδὲ ᾗ | ἀρχὴν [*](620) ἔχει τοῦ κινεῖσθαι ἀλλ’ ἡ ὄντα εἰσίν. εἰ τάχα δὲ ἡ μὲν μαθηματικὴ τὰ ὄντα, γραμμάς φημι καὶ τὰ ὅμοια, ὡς συνεχῆ θεωρεῖ, ἡ δὲ φυσικὴ ὡς κινούμενα, καὶ οὐδετέρα τούτων ὡς ὄντα ᾗ ὄντα θεωρεῖ, ἀλλ’ οὖν ἐπειδὴ ἀποδείκνυσι καὶ ὁ μαθηματικὸς καὶ ὁ φυσικός, καὶ οὐδέποτε ψεύδονται, ὥσπερ ὁ διαλεκτικὸς καὶ ὁ σοφιστής (ὁ μὲν γὰρ διὰ τὸ βούλεσθαι πάντως πεῖσαι ἐνίοτε λαμβάνει καὶ ψευδῆ, ὁ δὲ σοφιστὴς ἀεί), ἐπεὶ οὖν ἀποδεικνύουσι καὶ οὐ ψεύδονται, ὅπερ τῆς πρώτης καὶ μᾶλλον καὶ μάλιστά ἐστι [*](2 κωλύσει L 3 ἰδίως Metapb. vulg. 6 ὁ γεωμέτρης L: ἡ γεωμετρία A ἐπὶ L: περὶ Α 8 ὅλως L: om. Α 21 ὡς ἡ ἐπιφανεία M: om. AL 30 οὐχ ἦ M: ᾖ οὐχ ᾖ AL 33 οὐδέτερα libri 34 καὶ ὁ φυσικός S Brandis Bonitz: om. AL)

647
σοφίας, ἔσονται δι’ αὐτὸ τοῦτο καὶ ἡ μαθηματικὴ καὶ ἡ φυσικὴ μέρη τῆς φιλοσοφίας.

[*](p. 1061b34)

Ἔστι δέ τις ἐν τοῖς οὖσιν ἀρχή, περὶ ἣν οὐκ ἔστι διεψεῦσθαι.

Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις· οὐχ ἁπλῶς δὲ καὶ κυρίως τοῦτο δείκνυσιν (ἐκ προυπαρχουσῶν γὰρ ἂν καὶ γνωριμωτέρων τοῦτο ἐπεποιήκει, οὐδὲν δὲ τῆς ἀντιφάσεως γνωριμώτερον), ἀλλ’ ἐλέγχει καὶ δείκνυσι ψευδομένους τοὺς τὴν ἀντίφασιν συναληθεύειν λέγοντας· καὶ τοῦτό ἐστι τὸ δεῖξαι μὴ συναληθεύειν τὴν ἀντίφασιν τὸ τοὺς τοῦτο φάσκοντας ἐλέγξαι. καὶ ἡ μὲν πρόθεσις αὕτη. λέγει δ’ ὅτι ἔστιν ἐν τοῖς οὖσιν ἀρχή, λέγων ἀρχὴν τὴν ἀντίφασιν, περὶ ἣν οὐ διαψευδόμεθα, ἔστι δὲ μάλιστα ἀναγκαῖον ποιεῖν ἡμᾶς τοὐναντίον, καὶ ἑρμηνεύων ὅπερ ἀναγκαῖον ἡμᾶς ποιεῖν τί ἐστιν ἐπήγαγε λέγων λέγω δὲ ἀληθεύειν. καὶ τοῦτο πάλιν σαφηνίζων ἐπιφέρει οἷον οὐκ ἐνδέχεται τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναι καὶ μὴ εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· τοσοῦτον ἀποδέω λέγειν ὅτι ἔστι περὶ τὴν ἀντίφασιν τὸ ψεύδεσθαι ὥστε καὶ ἀνάγκη ἀληθεύειν ἀλλ’ οὐκ ἐνδεχόμενον· ἀληθεύειν δέ φημι οὐχ ὥστε τὴν ἀντίφασιν ἀληθεύειν, ἀλλὰ θάτερον μόριον τῆς ἀντιφάσεως· φάσεως· ἢ γὰρ ἡ κατάφασις ἢ ἀπόφασις. οὐ γὰρ ἐγχωρεῖ κατὰ τὸν αὐτὸν χρόνον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα καὶ εἶναι καὶ μὴ εἶναι, οἷον καθήμενον καὶ μὴ καθήμενον, ἢ εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον. τὸ δὲ καὶ τὰ ἄλλα τὰ τοῦτον αὑτοῖς ἀντικείμενα τὸν τρόπον εἴρηκε διὰ τὰς ἕξεις καὶ στερήσεις· ἀδύνατον γὰρ ἅμα τὸ αὑτὸ καὶ ἓν ζῷον καὶ ὄψιν ἔχειν καὶ τυφλὸν εἶναι. καὶ περὶ μὲν τούτων, τῆς τε ἀντιφάσεως καὶ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων, ὥσπερ εἴρηται, κυρίως μὲν οὐκ ἔστιν ἀπόδειξις, ἀλλὰ πρὸς τὸν λέγοντα ὡς συναληθεύει ἡ ἀντίφασις ἔστιν ἀπόδειξις ἤτοι ἔλεγχος καὶ δεῖξις τοῦ ὅτι ψεύδεται· ὥστε οὐ προηγουμένως τὴν ἀντίφασιν | δείκνυμεν, ἀλλὰ τὸν ταύτην ἀναιροῦντα ἐλέγχοντες ἐκείνην βεβαιοτάτην [*](621) εἶναι ἀποφαινόμεθα. εἰπὼν δὲ ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὐκ ἔστι, τοῦ πῶς οὐκ ἔστι τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἔστιν ἐκ πιστοτέρας ἀρχῆς αὐτοῦ τούτου συλλογισμὸν ποιήσασθαι. ἐπειδὴ γὰρ πᾶσα ἀπόδειξις καὶ πᾶς ἀποδεικτικὸς συλλογισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων γίνεται, τῆς δ’ ἀντιφάσεως οὐδέν ἐστι γνωριμώτερον, οὐκ ἂν εἴη ταύτης συλλογισμὸς καὶ ἀπόδειξις· ὥστε εἰ μέλλει εἶναι ταύτης συλλογισμὸς καὶ ἀπόδειξις, δεῖ εἶναι ταύτης γνωριμώτερόν τι καὶ πιστότερον· οὐκ ἔστι δέ, οὐδ’ ἄρα ἀπόδειξις.

[*](17 ἐνδεχομένως L 19 ἡ (post ἢ) addendum censet Bonitz 22 αὑτοῖς Bonitz: αὐτοῖς AL 26 πρὸς L: om. Α 30 ἔστιν L: om. Α 33 δ’ L: om. Α)
648
[*](p. 1062a5)

Πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι διότι ψεύδεται ληπτέον τι τοιοῦτον.

Εἰπὼν ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὔκ ἐστιν, ἀλλ’ εἴπερ ἄρα, πρὸς τὸν λέγοντα τὴν ἀντίφασιν συναληθεύειν, ὑποτίθησιν ἡμῖν καὶ κανόνας τινὰς καὶ παραγγέλματα παραδίδωσι, πῶς ἄν δι’ αὐτῶν τὸν οὕτω λέγοντα ἐλέγξαιμεν. τῷ μέλλοντι καὶ διὰ φροντίδος ἔχοντι δεῖξαι ψευδόμενον τὸν ἀναιροῦντα τὴν ἀντίφασιν δεῖ λαβεῖν τοιοῦτόν τι πρᾶγμα, λίθον ἢ ξύλον ἢ ἄνθρωπον, ὅστις λίθος ἢ τὸ ξύλον κατ’ ἀλήθειαν τὸ αὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἄν μὴ τοῦτο δοκῇ τῷ τὴν ἀντίφασιν ἀναιροῦντι. οὕτω γὰρ μόνως, ἤτοι λαβόντι τι πρᾶγμα ὃ ταὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἄν μὴ τῶ ταύτην ἀναιροῦντι δοκῇ, ἐλεγχθήσεται ὁ λέγων συναληθεύειν, ἤτοι ὁ ἀναιρῶν τὴν ἀντίφασιν. ἓν μὲν οὖν τοῦτο καὶ τοιοῦτο παράγγελμα. ἄλλο δὲ δεῖ ἡμᾶς λέγειν πρὸς αὐτόν· ἄρα συνίης καὶ αἰσθάνῃ ἔχεις τε ἔννοιάν τινα καὶ γνῶσιν τῶν ὑφ’ ἡμῶν σοι λεγομένων ἢ οὔ; δεῖ γὰρ αὐτὸν καὶ αἴσθησιν ἔχειν καὶ γνῶσιν· εἰ γὰρ οὐδὲν τούτων ἔχει, ἔοικε φυτῷ, πρὸς δὲ τὸ πεφυτευμένον οὐδεὶς φρονῶν διαλέγοιτ’ ἄν. τρίτον παράγγελμα τοιοῦτον· λεκτέον πρὸς αὐτὸν ὅτι ἕκαστον τῶν ὀνομάτων ἔστω γνώριμον ἐπὶ τίνος λέγεται καὶ δηλοῦν τι· οὐ γάρ ἐστι τὸ ἄνθρωπος ὄνομα ἀσήμαντον οὐδὲ ἐπὶ τοῦ τυχόντος λέγεται. ἀλλὰ καὶ σημαίνει καὶ δηλωτικόν ἐστι τοῦ ζῴου δίποδος· ὁμοίως δὴ καὶ τὰ ἄλλα ὀνόματα οὕτως ἔχει. τέταρτον ὅτι ἓν ἕκαστον τῶν ὀνομάτων ἑνὸς ἔστω δηλωτικὸν καὶ μὴ πολλῶν· εἰ δὲ ἔστι τι ὄνομα πλείω σημαῖνον ἀλλὰ μὴ ἕν, ὥσπερ τὸ κύων, διαιρετέον καὶ ὁριστέον ἐπὶ τίνος τῶν ὑπὸ τοῦ κύων ὀνόματος σημαινομένων τὸν λόγον ποιεῖται, πότερον ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἀστέρος. τούτων γὰρ προληφθέντων τε καὶ τεθέντων, ῥᾳδίως τὸν τοιοῦτον ἐξελέγξομεν. ὥστε τέτταρα ἢ πέντε (δυνατὸν γάρ ἐστιν αὐτὰ πέντε ποιεῖν) τὰ παραγγελθέντα, ἓν μὲν καὶ πρῶτον τὸ λαβεῖν τι ὅπερ ἔσται τὸ αὐτὸ καὶ νῦν καὶ ὕστερον· δεύτερον δὲ τὸ συνιέναι ἀλλήλων καὶ γινώσκειν τὰ ὑφ’ ἑκατέρων λεγόμενα· | τρίτον τὸ ἕκαστον τῶν ὀνομάτων εἶν [*](622) γνώριμον, οἷον τὸ ἄνθρωπος ὄνομα λέγεται ἐπὶ τοὐ ζῴου δίποδος, τὸ ἵππος ἐπὶ τοῦ ζῴου τετράποδος χρεμετιστικοῦ· τέταρτον τὸ δηλωτικὰ εἶναι καὶ σημαντικά τινων πραγμάτων τὰ ὀνόματα ἀλλὰ μὴ ἀσήμαντα· πέμπτον τὸ ἑνὸς πράγματος ἕκαστον ὄνομα δηλωτικὸν εἶναι καὶ μὴ πολλῶν· εἰ δὲ καὶ πολλῶν ἐστι σημαντικόν, διορίζειν ἐπὶ τίνος τούτων τὸν λόγον ποιεῖται. ἀλλ’ ἡ μὲν τῶν προκειμένων ἔννοια τοιαύτη τις ἄν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἄν ἔχοι. πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι, τουτέστι τῷ δεικνύντι ἀνθρώπῳ καὶ ἐλέγχοντι τὸν λέγοντα τὰς ἀντικειμένας ἅμα εἶναι [*](2 ψεύδεται] ψεῦδος Metaph. vulg. 4 συναληθεύειν L: ἀληθεύειν Α 13 συνίης M Bonitz: συνιεὶς A: συνιεῖς L 10 τὸ M: τὸν AL 23 τοῦ κύων L: τοῦ om. A)

649
φάσεις· τῷ οὖν τοιούτῳ ἀνθρώπῳ πρὸ τῶν ἐλέγχων ἀναγκαῖόν ἐστι λαβεῖν τοιοῦτόν τι πρᾶγμα, ὅπερ κατὰ μὲν τὴν ἀλήθειαν τὸ αὐτὸ καὶ τῆς αὐτῆς φύσεως ἔσται· καὶ προσυπακουστέον τοῦ καὶ νῦν καὶ ὕστερον. ὁ δὴ τὸν ἀναιροῦντα τὴν ἀντίφασιν ἐλέγξαι βουλόμενος λαβέτω πρᾶγμά τι, ὅπερ νῦν τε καὶ ἐς ὕστερον κατὰ τὸ ἀληθὲς τὸ αὐτὸ ἔσται. καὶ τὴν αἰτίαν τοῦ ὅτι τὸ αὐτὸ ἔσται ἐπήγαγε διὰ τοῦ τῷ μὴ ἐνδέχεσθαι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, τουτέστι διὰ τὸ μὴ ἐνδέχεσθαι τὸν ὄντα νῦν ἄνθρωπον μὴ εἶναι καὶ ἐς ὕστερον ἄνθρωπον εἴπερ ζῇ ἀλλὰ μὴ τέθνηκεν· εἰ γὰρ ὥσπερ τήμερον ἄνθρωπός ἐστι, καὶ αὔριον εἰ ζῇ ἄνθρωπος ἔσται. τὸ δὲ μὴ δόξει δ’ εἶναι τὸ αὐτὸ συντακτέον τῷ ὃ ταὐτὸν μὲν ἔσται· τούτῳ γάρ ἐστι συνεχές. τοιοῦτον γάρ, φησί, ληπτέον ὃ τὸ αὐτὸ μὲν ἔσται, κἄν μὴ δόξῃ τοῦτο τῷ ἀναιροῦντι τὴν ἀντίφασιν. οὕτω μὲν οὖν κατὰ τὸν ὑφηγημένον τρόπον δεῖ ἡμᾶς ποιεῖν· οὕτω γὰρ ἂν μόνως ἀποδειχθείη τὸ προκείμενον ἡμῖν πρὸς τὸν φάσκοντα συναληθεύειν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ. καὶ πρὸς τούτοις τοὺς μέλλοντας κοινωνήσειν λόγου ἤτοι διαλεχθῆναι δεῖ συνιέναι αὑτῶν, τουτέστιν ἀλλήλων. καὶ τὴν αἰτίαν δι’ ἣν δεῖ συνιέναι ἀλλήλων προσέθηκεν εἰπὼν μὴ γινομένου γὰρ τούτου, ἤτοι μὴ συνιέντων γὰρ ἀλλήλων μηδὲ ὅλως νοούντων τὰ ὑπ’ ἀλλήλων λεγόμενα, πῶς ἄν κοινωνήσαιεν λόγου; καὶ πρὸς τούτοις δεῖ ἕκαστον τῶν ὀνομάτων, οἷς χρώμεθα διαλεγόμενοι, γνώριμον εἶναι καὶ ἑνὸς δηλωτικόν· εἰ δὲ πλειόνων, φανερὸν ποιεῖν ἐπὶ τίνων τῶν ὑπὸ τοὐ ὀνόματος σμηαινομένων τὸν λόγον ποιεῖται.

[*](p. 1062a16)

Ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὅ φησιν ου φησιν.

Εἰπὼν ὅσα προειλῆφθαι δεῖ πρὸς ἔλεγχον τῶν ἀναιρούντων τὴν ἀπόφασιν, ἐντεῦθεν τοὺς ἐλέγχους ἐπάγει δυνάμει λέγων· ἐπεὶ κεῖται ἡμῖν ὡς τὰ ὀνόματα ἑνός εἰσι δηλωτικὰ καὶ ὅτι ἕκαστον τῶν ὀνομάτων γνώριμόν ἐστιν ἐπὶ | τίνος λέγεται καὶ ἐπὶ τίνος οὔ, εἰ συναληθεύει ἡ ἀντίφασις, [*](623) ἀναιρεῖται τὰ κείμενα. εἰ γὰρ τὸ ἄνθρωπος ὄνομα ἑνός ἐστι δηλωτικόν, ἔστι δὲ γνώριμον καὶ τίνος δηλωτικόν (τοῦ ζῴου γὰρ δίποδος), οὖν τὸ ἄνθρωπος τὸ ζῷον δίπουν δηλοῖ, εἴπερ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐκ ἦν τὸ ἄνθρωπος ἑνὸς δηλωτικὸν οὐδὲ τοῦ ζῴου δίποδος μόνου ἀλλὰ καὶ ἄλλου, καθ’ οὗ τὸ οὐκ ἄνθρωπος λεχθήσεται. οὐκ ἄρα δυνατόν ἐστιν, εἰ τὸ ἄνθρωπος ἑνός ἐστι δηλωτικόν, ἐφ’ οὗ λέγεται ἐπὶ τούτου ἀληθεύειν καὶ τὸ μὴ ἄνθρωπο·ς. αὐτὸς δὲ εἶπεν ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὅ φησιν οὔ φησιν, τουτέστιν ὁ [*](3 τοῦ καὶ νῦν L: καὶ om. A 4 λαβέτω M: εἰλήφθω AL 5 τε L: γε Α S ἄνθρωπον L: om. Α 8.9 εἰ γὰρ ὥσπερ AL: ὥσπερ videtur delendum esse: ὥσπερ γὰρ M Bonitz 10 τῷ L: τοῦ Α 13 ὑφηγημένον L, ut coniecit Bonitz: ὑγημένον Α: εἰρημένον M 16 αὑτῶν c. S Bonitz: αὐτῶν AL 23 δὴ L: δεῖ Α ante ὃ add. τοῦτο Metaph. ὅ φησιν L, cf. 36: ὃ ὅλως εἶναί φησιν Α et Metaph. cod. E)

650
λέγων τόδε τὸ προκείμενον φέρε εἰπεῖν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, ὅ φησιν ἄνθρωπον οὐκ ἦν ἄνθρωπος, ἀλλ’ ἕτερόν τι ἦν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο ἀληθεύει ἐπ’ αὐτοῦ τὸ μὴ ἄνθρωπος. εἰ γὰρ ζῷον δίπουν ἐστὶν ὅ φησιν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τὸ ἄνθρωπος ὄνομα σημαῖνον τὸ ζῷον δίπουν οὐ σημαίνει τὸ ζῷον δίπουν. τοῦτο δὲ ἀδύνατον· κεῖται γὰρ τὰ ὀνόματα εἶναι ἑνὸς δηλωτικά· ὥστε εἰ τοῦ ζῴου δίποδος σημαντικόν ἐστι τὸ ἄνθρωπος, ψεῦδος τὸ κατ’ αὐτοῦ λέγειν καὶ τὸν μὴ ἄνθρωπον. ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔτι, φησίν, εἰ σημαίνει τι τὸ ὄνομα καὶ δηλωτικόν ἐστί τινος καὶ ἀληθῶς καθ’ οὗ κατηγορεῖται λέγεται, ἀνάγκη τοῦτο εἶναι. εἰ γὰρ τὸ πῦρ δηλωτικὸν θερμῆς καὶ ξηρᾶς φύσεως, ἀνάγκη ταύτην τὴν φύσιν θερμὴν εἶναι καὶ ξηράν. ὃ δὲ ἀνάγκη εἶναι, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι· ὥστε οὐκ ἂν ἐπ’ αὐτοῦ ἀληθεύσοι καὶ τὸ πῦρ καὶ τὸ μὴ πῦρ, ἤτοι τὸ μὴ θερμὸν μηδὲ ξηρόν. ψεῦδος ἄρα τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ.

[*](p. 1062a23)

τι δ’ εἰ μηδὲν μᾶλλον ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθεύεται.

Πληκτικώτατον τοῦτο τὸ γενναιότατον. ὃ δέ φησι τοιοῦτόν ἐστιν. εἰ μηθὲν μᾶλλον ἡ κατάφασις ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀληθεύεται ἤπερ ἡ ἀπόφασις, ἀλλ’ ἐπίσης ἀμφότεραι ἐπ’ αὐτοῦ λέγονται, ὁ λέγων τὸν Σωκράτην ἄνθρωπον οὐδὲν μᾶλλον ἀληθεύσει τοῦ λέγοντος αὐτὸν οὐκ ἄνθρωπον· εἰ δὲ ὁ λέγων αὐτὸν οὐκ ἄνθρωπον ἀληθεύει, πολλῷ μᾶλλον ὁ λέγων αὐτὸν οὐχ ἵππον ἀληθεύσει· οὐκ ἔστι γὰρ ἵππος ὁ Σωκράτης. εἰ δὲ ἀληθεύοι ἐπὶ Σωκράτους τὸ οὐχ ἵππος, ἀληθεύσει ἐπ’ αὐτοῦ καὶ τὸ ἵππος, ἐπεὶ κατ’ αὐτοὺς συναληθεύει ἡ ἀντίφασις. ἔσται ἄρα ὁ Σωκράτης, ἢ κάλλιον εἰπεῖν ὁ Πρωταγόρας, καὶ ἄνθρωπος καὶ ἵππος. πάλιν ἐπεὶ ἐπὶ τοῦ Πρωταγόρου ἀληθεύει τὸ μὴ βοῦς, ἀληθεύσει καὶ ὁ βοῦς. ἔσται ἄρα ὁ Πρωταγόρας ἄνθρωπος ἵππος βοῦς καὶ τἆλλα πάντα. καὶ ἡ μὲν διανοια τῶν λεγομένων | αὕτη. τὸ δὲ κατὰ τὴν λέξιν τὴν δόξειε δὲ κἄν [*](624) οὐχ ἵππον εἶναι φάσκων τὸν ἄνθρωπον ἢ μᾶλλον ἢ οὐχ ἧττον ἀληθεύειν ἢ οὐκ ἄνθρωπον τοιοῦτόν ἐστιν· εἰπὼν γὰρ ὅτι ὁ λέγων ἄνθρωπον, εἰ συναληθεύει ἡ ἀντίφασις, οὐδὲν μᾶλλον ἀληθεύει τοῦ λέγοντος οὐκ ἄνθρωπον, ἐπήγαγε τὸ δόξειε δὲ κἂν οὐχ ἵππον λέγων, τουτέστι καὶ ὁ λέγων τὸν ἄνθρωπον οὐχ ἵππον μᾶλλον ἀληθεύει τοῦ λέγοντος αὐτὸν μὴ ἄνθρωπον· οἰκειότερον γάρ ἐστι τὸν ἄνθρωπον λέγειν μὴ ἵππον, ἤπερ μὴ ἄνθρωπον. ὁ δὴ λέγων τὸν ἄνθρωπον μὴ ἵππον μᾶλλον ἀληθεύει ἤπερ ὁ λέγων μὴ ἄνθρωπον· ἤ, φησίν, εἰ μὴ μᾶλλον, ἀλλ’ οὐδὲ ἧττον. ταῦτα εἰπὼν ἐπάγει τούτων τῶν ἐπιχειρήσεων οὐδεμία ἐστὶν [*](14 καὶ τὸ πῦρ Α: om. L καὶ τὸ μὴ πῦρ L: om. A 20 ἐπίσης] ἐπὶ πάσης L 27 ἄρα M: om. AL 33 δόξει L)

651
ἁπλῶς καὶ κυρίως ἀπόδειξις, ἀλλὰ πρὸς τὸν τιθέμενον συναληθεύειν τὴν ἀντίφασίν ἐστιν ἀπόδειξις ἤτοι ἔλεγχος. οὕτως ἀντειπὼν πρὸς ταύτην τὴν δόξαν λέγει ὅτι ἐάν τις οὕτω τε καὶ τοιαῦτα ἠρώτα τὸν ῾ Ηράκλειτον, ταχέως ἄν ἐπεπείκει αὐτὸν μὴ λέγειν τὸ αὐτὸ καὶ ἓν καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθὸν καὶ λευκὸν καὶ οὐ λευκόν. ἀλλ’ ἐκεῖνον μὲν εἴ τις ταῦτα ἠρώτα ταχέως ἄν μετέπεισεν, αὐτὸς δὲ μὴ συνιεὶς ἑαυτοῦ μηδὲ ἐπιστήσας τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ταύτην ἔλαβε τὴν δόξαν. εἰ γὰρ ἐπέστησεν ὡς οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ἀληθὲς καὶ μὴ ἀληθὲς καὶ ἀγαθὸν καὶ μὴ ἀγαθὸν εἶναι, οὐκ ἄν ἔφασκε συναληθεύειν τὴν ἀντίφασιν.

[*](p. 1062a36)

Ὅλως δ’ εἰ τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν ἀληθές, οὐδ’ ἄν αὐτὸ τοῦτο εἴη ἀληθές.

Εἰ τὸ λεγόμενον, φησίν, ὑπὸ τοῦ Ἡρακλείτου ἐστὶν ἀληθές (τί ἐστὶ τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἐπάγει, λέγω δἑ τὸ ἐνδέχεσθαι τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναί τε καὶ μὴ εἶναι), εἰ οὖν κατὰ τὴν ῾ Ηρακλείτειον δόξαν ἀληθές ἐστι τὸ συναληθεύειν τὴν ἀντίφασιν, αὐτὸ τοῦτο, τουτέστι τὸ λέγον τοῦτο ῥητόν, ψεῦδος ἔσται. εἰ γάρ ἐστιν ἀληθὲς τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις, ἔσται ἀληθὲς τὸ λέγειν καὶ ὅτι οὐ συναληθεύει· εἰ δὲ ἀληθὲς τὸ λέγειν ὅτι οὐ συναληθεύει, ψεῦδος τὸ ἀποφαίνεσθαι ὡς συναληθεύει. ψευδὴς ἄρα ὁ ῾ Ηρακλείτειος λόγος.

[*](p. 1062b2)

Καθάπερ γὰρ καὶ διῃρημένων αὐτῶν οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀποφὰς ἲς ἀληθεύεται.

Ἔτι πρὸς Ἡράκλειτον ὁ λόγος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ καθ’ Ἡράκλειτον τὸ λέγειν ἰδίως καὶ χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπός ἐστιν ἀληθές ἐστι καὶ πάλιν χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπος οὐκ ἔστιν ἀληθὲς καὶ (ταῦτα ταῦτα δὲ εἶπε διῃρημένα), οὕτω καὶ συνῃρημένα ἡνωμένα καὶ ὡς μία κατάφασις λεγόμενα ἔσονται ἀληθῆ· ὥστε ἀληθές ἐστι λέγειν ἅμα ὅτι ὁ Σωκράτης ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. ἀλλ’ εἰ τοῦτο, ἔσται ἐπ’ αὐτοῦ καὶ ἡ ἀπόφασις ἡ ὁ Σωκράτης οὔτε ἄνθρωπός ἐστιν οὔτε οὐκ ἄνθρωπος. τοῦτο δὲ ἀλογώτατον τὸ τὸν Σωκράτην εἶναι καὶ ἄνθρωπον καὶ οὐκ ἄνθρωπον καὶ οὔτε ἄνθρωπον οὔτε οὐκ ἄνθρωπον. [*](625) διῃρημένα δέ, ὥσπερ εἶπον, λέγει τὸ χωρὶς μὲν τὴν κατάφασιν χωρὶς δὲ τὴν ἀπόφασιν λέγεσθαι· συναμφότερα δὲ καὶ συμπεπλεγμένα τὸ λέγειν αὐτὰ ὡς μίαν κατάφασιν. τὸ δὲ οὐθὲν μᾶλλον ἡ ἀπόφασις ἢ τὸ ὅλον ὡς ἐν καταφάσει τιθέμενον ἀληθεύεται ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ καθ’ ῾ Ηράκλειτον ἐν ᾧ ἂν ἡ κατάφασις ἀληθεύηται, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, οὕτω καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἅμα [*](15 τὸ L: om. Α 18 ἀληθὲς L: ἀληθεύει Α 19 συναληθεύει L: συναληθεύσει Α 21 ἡ M: om. AL 23. 24 ἄνθρωπος—Σωκράτης L: om. Α 34 ἐν καταφάσει L: ἐν τῇ καταφάσει Α)

652
ὡς μία κατάφασις λεγόμεναι ἀληθεῖς ἔσονται, οἷον ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν. εἰ ἕ τοῦτο ἀληθές, ἀληθὴς καὶ ἡ τούτου ἀπόφασις ἡ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν λέγουσα. ἔτι δ’ εἰ μηθέν ἐστιν ἀληθὲς καταφῆσαι, κἂν αὐτὸ τοῦτο ψεῦδος εἴη. τὸ εἰ μηθέν ἀληθὲς καταφῆσαι ἴσον ἐστὶ τῷ εἰ πᾶσα κατάφασις ψευδής ἐστι (πᾶν γὰρ τὸ μὴ ἀληθὲς ψεῦδος), εἰ οὖν πᾶσα κατάφασις ψευδής ἐστι, καὶ αὐτὸ τοῦτο τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδής ἐστι (τούτου γάρ ἐστι δηλωτικὸν φάναι μηδεμίαν ἀληθῆ κατάφασιν ὑπάρχειν), αὐτὸ δὴ τοῦτο ψεῦδος ἔσται. εἰ γὰρ πᾶσα κατάφασις ψευδής ἐστιν, αὐτὸ δὲ τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδὴς κατάφασίς ἐστι, ψεῦδος ἄρα τὸ λέγειν ὅτι πᾶ κατάφασις ψευδής. εἰ δ’ ἔστι τι, τουτέστιν εἰ δὲ λέγοιεν ὅτι πᾶσα κατάφασις ψευδὴς πλὴν αὐτῆς τῆς λεγούσης ὅτι πᾶσα κατάφασις ψευδής ἐστιν (αὕτη γὰρ μόνη ἐστὶν ἁπασῶν τῶν καταφάσεων ἀληθής), καὶ οὕτω ψεῦδος τὸ πᾶσαν λέγειν ψευδῆ. ὥσπερ γὰρ εἴ τις λέγει πάντα ἄνθρωπον λευκόν, εἴπερ εὑρεθῇ εἷς μὴ λευκός, ψευδὴς ἡ λέγουσα πάντα λευκόν, οὕτω καὶ ἐπὶ τούτων. ὥστε λύοιτ’ ἄν τὸ λεγόμενον ὑπὸ τῶν τὰ τοιαῦτα ἐν ἵστα μένων καὶ ἀναιρούντων τὸ διαλέγεσθαι. εἰ γάρ ἐστι ταὐτὸν ἡ κατάφασις τῇ ἀποφάσει, οὐκ ἔσται διαλέγεσθαι.

Παραπλήσιον δὲ τοῖς ὑπὸ τοῦ Ἡρακλείτου λεγομένοις, φησίν, ἐστὶ καὶ τὸ ὑπὸ τοὐ Πρωταγόρου λεγόμενον· κἀκεῖνος γὰρ ἔλεγεν ὅτι πάντων τῶν πραγμάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος, οὐδὲν ἄλλο λέγων ἢ ὅτι εἰ τοισδὶ μὲν δοκεῖ τὸ μέλι γλυκὺ τοισδὶ δὲ πικρόν, ἔστι τὸ μέλι καὶ γλυκὺ καὶ πικρὸν βεβαίως καὶ ἀμετακινήτως μένον ἐν τῷ εἶναι γλυκὺ καὶ πικρόν.

[*](p. 1062b20)

Λύοιτο δ’ ἄν αὕτη ἡ ἀπορία θεωρήσασι πόθεν ἡ ἀρχὴ τῆς ὑπολήψεως ταύτης.

Μέλλων λύειν καὶ τὸν Πρωταγόρου λόγον λέγει ὅτι ῥητέον πρῶτον τὴν αἰτίαν ἐξ ἧς ταῦτα λέγειν αὐτός τε καὶ οἱ λοιποὶ ὥρμηνται· καί φησιν ὅτι ἔνιοι μὲν ἐκ τῆς τῶν φυσιολόγων δόξης ταῦτα λέγειν ὡρμήθησαν, καὶ τίς | ἐστιν ἡ τῶν φυσιολόγων δόξα, ἐπάγει. τὸ γὰρ μηδὲν ἐκ μὴ [*](626) ὄντος γίνεσθαι τοῦτο δὲ ταὐτόν ἐστι τῷ τὸ γὰρ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλὰ πᾶν ἐξ ὄντος τινὸς καὶ ὑποκειμένου) σχεδὸν πάντων ἐστὶ τῶν φυσικῶν δόγμα κοινόν· οὕτω γὰρ τὸ τῆς λέξεως ἀκόλουθόν ἐστιν. εἶτα τὸ τοῖς δ’ ἐκ τοῦ μὴ ταὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν, τουτέστι τοῖς δὲ συνέβη τοιαῦτα περί τε τῶν πραγμάτων καὶ τῆς ἀντιφάσεως ἀποφαίνεσθαι ἐκ τοῦ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν· ὃ γὰρ τοῖσδε δοκεῖ ἡδύ, τοῦτο ἄλλοις πικρόν, ὥστε οὐχ ἅπαντες τὸ αὐτὸ ἡδὺ γινώσκουσιν, οὐδ’ αὖ πάλιν πικρόν. [*](13 ἀπασῶν L: ἀπὸ πασῶν Α 16 λύοιτ’ ἂν L: λύοις ἄν Α 27 καὶ L: om. Α 28 τε L: om. Α 37 ἄλλοις L: τοῖς ἄλλοις Α)

653
εἰπὼν δὲ ὅτι οἱ μὲν ἐκ τῆς κοινῆς τῶν φυσιολόγων δόξης ταῦτ’ ἔλεγον, οἱ δὲ ἐκ τοῦ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι. πρότερον τὴν αἰτίαν λέγει δι’ ἣν ἐκ τῆς τῶν φυσιολόγων δόξης ὥρμηνται λέγειν, ὅτι τὸ λευκὸν καὶ οὐ λευκόν ἐστιν, ὁμοίως καὶ τὸ γλυκὺ οὐ γλυκύ. ἀσαφῶς δὲ πάνυ καὶ μεμελανωμένως ἑρμηνεύει ταῦτα ἐπεὶ οὗν, φησίν, οὐ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστιν ἐπεὶ κατ ἐμέ τε τὸν Ἀριστοτέλην καὶ τὴν ἀληθείαν τὸ μὴ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος ἤτοι καθαρῶς λευκοῦ καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστι καὶ οὐ τῇ μὲν λευκοῦ τῇ δὲ μὴ λευκοῦ, ἀλλ’ ἐκ τελειοτάτου λευκοῦ (εἰ γίνεται μὴ λευκὸν ἐκ λευκοῦ πάντως γενήσεται), ἐπεὶ οὖν μὴ λευκόν, ὡς εἴρηται, ἐκ λευκοῦ γίνεται, νῦν δὲ γεγενημένον μὴ λευκόν, τουτέστι κατὰ δὲ τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν τὸ γινόμενον μὴ λευκὸν οὐ γίνεται ἐκ λευκοῦ. ὡς ἡμεῖς φαμεν, ἀλλ’ ἐκ μὴ λευκοῦ (τὸ γὰρ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γεννῶσι), κατ’ ἐκείνους δή, εἰ γίνεταί τι μὴ λευκόν, οὐδὲν ἄλλο συμβήσεται ἢ τὸ γινόμενον μὴ λευκὸν γίνεσθαι ἐκ μὴ λευκοῦ. ἔδει δὲ ἐκ λευκοῦ. εἰ δὲ γίνεται μὴ λευκὸν ἐκ μὴ λευκοῦ, γενήσεται τὸ μὴ λευκὸν κατ’ ἐκείνους ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, εἰ μὴ ὑπῆρχε τὸ λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν, τουτέστιν εἰ μὴ ὑπῆρχε τὸ μὴ λευκὸν τὸ αὐτὸ καὶ λευκόν· ὑπερβατῶς γὰρ ἀναγνωστέον. καὶ τὰ μὲν κατὰ τὴν λέξιν τοιαῦτα, ἡ δὲ τῶν προκειμένων ἔννοια τοιαύτη τις ἂν οἶμαι εἴη· οἱ ἐκ τῆς τῶν φυσιολόγων δόξης ὁρμηθέντες τοιαῦτα οἷα εἴπομεν λέγουσι, λαμβάνοντες πρότασιν ἐξ ἐπαγωγῆς ψευδῆ· ὥσπερ γάρ, φασίν, ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου γίνεται, οὕτω καὶ τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γενήσεται, ἀλλ’ οὐκ ἐκ λευκοῦ. ψευδὴς δὲ ἡ πρότασις αὕτη. εἰ γὰρ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἀλλὰ προσεχῶς ἐκ σπέρματος καὶ καταμηνίου, ἅπερ οὔκ εἰσιν ἄνθρωποι. ταύτην δὴ τὴν ψευδῆ πρότασιν τὴν ὅτι τὸ μὴ λευκὸν οὐκ ἐκ λευκοῦ ἀλλ’ ἐκ μὴ λευκοῦ γίνεται λαμβάνοντες, | καὶ ἑτέραν ψευδῆ καὶ ταύτην, ὅτι αἱ ἀποφάσεις [*](627) μὴ ὄντα καὶ μὴ ὄντων δηλωτικαί εἰσι, συνελογίζοντο οὑτωσί· εἰ τὸ μὴ λευκὸν γίνοιτο, ἐκ μὴ λευκοῦ ἂν γίνοιτο, τὸ δὲ μὴ λευκὸν μὴ ὄν ἐστι, τὸ μὴ λευκὸν ἄρα γενήσεται ἐκ μὴ ὄντος. οὐδὲν δὲ ἐκ μὴ ὄντος κατὰ τὴν τῶν φυσιολόγων δόξαν γίνεται. οὐκ ἄρα τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ ἤτοι ἐκ μὴ ὄντος γενήσεται· ἐξ ὄντος ἄρα. ἀλλ’ εἰ τὸ μὴ λευκὸν μὴ ὂν ἔσται, δηλονότι τὸ λευκὸν ὄν· ὥστε ἐπειδὴ δεῖ τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι, ἔσται ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται λευκόν, ταὐτὸν δὲ εἰπεῖν ὄν· καθὸ δὲ πάλιν τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γίνεται κατ’ ἐκείνους. ἔσται τὸ ἐξ οὗ γενήσεται τὸ μὴ λευκὸν μὴ λευκόν· τὸ ἄρα ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται ἔστι καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ τὸ ἐξ οὗ τὸ γλυκὺ καὶ γλυκὺ καὶ μὴ γλυκύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ δὲ τοῦτο, συναληθεύει ἡ ἀντίφασις. ταύτην δὴ λύων τὴν ἀπορίαν λέγει ὅτι ἀληθές ἐστι τὸ λέγειν [*](2. 3 δι’ ἣν L: δι’ ἧς Α 5 ἐκ in Metaph. non legitur 7 τε L: τὸ Α 8 οὐδαμῆ L 10 οὖν μὴ L: ante μὴ add. τὸ Α 17. 18 ὑπῆρχε μὴ λευκὸν τὸ αὐτὸ καὶ λευκόν Metaph. 27. 28 οὐκ—γίνεται L: ἐκ μὴ λευκοῦ ἀλλ’ οὐκ ἐκ λευκοῦ Α)
654
ὅτι τὸ μὴ λευκὸν ἐκ τοῦ μὴ ὄντος γίνεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος. εἴρηται δὲ περὶ τούτων ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως. ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ ἐν ἀρχῇ τῆς λέξεως λεγόμενα, πῶς φησι τὸ μὴ λευκὸν ἐκ τοῦ τελείως λευκοῦ γίνεσθαι· γίνεται γὰρ μὴ λευκόν τι, οἷον τὸ φαιόν, ἐκ μὴ λευκοῦ, οἷον τοῦ μέλανος. ἤ, οἶμαι, πρὸς τὴν ἡμετέραν φαντασίαν ἀποβλέψας τοῦτο εἴρηκεν· ἐπειδὴ γὰρ πᾶν τὸ γινόμενον ἐκ τῆς ἀποφάσεως αὐτοῦ γίνεται, ἅμα τῷ ἀκοῦσαι ὅτι γίνεται μὴ λευκόν, εὐθὺ τὴν ἀπόφασιν αὐτοῦ τὸ λευκὸν φανταζόμεθα.

[*](p. 1062b23)

Τό γε μὴν ὁμοίως προσέχειν ταῖς δόξις καὶ ταῖς φαντασίαις τῶν πρὸς αὑτοὺς ἀμφισβητούντων εὔηθες.

Τὸ πρὸς αὑτοὺς σημαίνει τὸ πρὸς ἀλλήλους. τὸ δὲ λεγόμενόν ἐστι λύσις τοῦ λέγοντος λόγου τὸ αὐτὸ καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ λευκὸν καὶ μὴ λευκόν, διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν. φησὶ δὴ ὅτι τὸ προσέχειν ταῖς δόξαις τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων * * παντελῶς γὰρ ἀλόγιστον τὸ λέγειν τὸ αὐτὸ γλυκὺ καὶ οὐ γλυκὺ διὰ τὸ τῷ μὲν ὑγιαίνοντι δοκεῖν γλυκὺ τῷ δὲ νοσοῦντι μὴ γλυκύ. δῆλον γὰρ ὡς οἱ νοσοῦντες ψεύδονται· ὅτε γὰρ καὶ ὑγίαινον, οὐκ ἐδόκει αὐτοῖς μὴ γλυκὺ ἀλλὰ γλυκύ. δοκεῖ δὲ αὐτοῖς, ἐπειδὰν νοσήσωσι, πικρὸν διὰ τὸ λωβηθῆναι αὐτῶν τὸ αἰσθητήριον καὶ κριτήριον τῶν τοιούτων χυμῶν. τούτου δ’ οὕτως ἔχοντος | τοὺς μὲν ὑγιαίνοντας, ἅτε [*](628) τὸ αἰσθητήριον ἔχοντας ὑγιές, νομιστέον μέτρον τῶν πραγμάτων, καὶ τοιαῦτα λεκτέον τὰ πράγματα, οἷα ἄν αὐτοὶ εἶναι φῶσι, τοῖς δὲ νοσοῦσι μὴ πειστέον. ὁμοίως καὶ ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ· ὅσα γὰρ ἄν εἴπωσιν ἀγαθὰ οἱ σπουδαῖοι, ταῦτα καὶ λεκτέον ἀγαθά, ὅσα δ’ ἄν οἱ φαῦλοι, οὐ ῥητέον· ὡς γὰρ ἔχουσιν οἱ ὑγιαίνοντες πρὸς τοὺς νοσοῦντας, οὕτως οἱ σπουδαῖοι πρὸς τοὺς φαύλους.

[*](p. 1063a6)

οὐδὲν γὰρ διαφέρει τοῦτο ἀξιοῦν ἢ τὰ φαινόμενα τοῖς ὑπὸ τὴν ὄψιν ὑποβάλλουσι.

Τὸ λεγόμενόν ἐστιν ὅτι τὸ λέγειν ὡς, ἐπειδὴ τῷ ὑγιαίνοντι φαίνεται γλυκὺ τὸ μέλι, τῷ νοσοῦντι δὲ πικρόν, ἔστι τὸ αὐτὸ καὶ γλυκὺ καὶ πικρόν, τοῦτο οὐδὲν διαφέρει τοῦ λέγειν ὡς, ἐπειδὴ τὸν δάκτυλον ὑποβαλὼν καὶ κινήσας τὴν ὄψιν, τὸ ἓν δύο μοι φαίνεται, ἄν δὲ μὴ κινῶ, πάλιν ἐν ἐστι, τὸ αὐτὸ καὶ ἓν καὶ οὐχ ἕν· ἄτοπον γὰρ τὸ λέγειν ὅτι τὸ ἓν δύο ἐστίν, [*](1 τὸ M: om. AL 3 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 8 8 εὐθὺ L: om. Α 10 ταῖς δόξαις καὶ ταῖς L: om. Α 11 τῶν πρὸς αὐτοὺς om. Α αὑτοὺς Boaitz: αὐτοὺς LM εὔηθες om. L 12 αὑτοὺς L: αὐτοὺς Α 13. 14 καὶ λευκόν L: καὶ om. Α 16 post ἀμφισβητούντων addendum εὔηθες τὸ αὐτὸ L: αὐτὸ τὸ Α 18 ὅτε M: ὅταν AL γὰρ LM: om. A 21 τοιούτων] λεχθέντων Metaph. 28 τοῦτο ἀξιοῦν M: τοῦ ἀξιοῦν AL)

655
ἐπειδὴ ἠρεμοῦσα ἡ ὄψις ἓν αὐτὸ ὁρᾷ κινουμένη δὲ καὶ παραφερομένη δύο. ὡς οὖν τοῦτο γελοῖον, οὕτω καὶ τὸ λέγειν ὅτι τὸ αὐτὸ καὶ γλυκύ ἐστι καὶ οὐ γλυκὺ διὰ τὸ τῷδε μὲν φαίνεσθαι γλυκὺ τῷδε δὲ οὐ γλυκύ. ταῦτα εἰπὼν λέγει ὅλως δὲ ἄτοπον διὰ τὸ ὁρᾶν ὅτι τὰ δεῦρο καὶ περὶ τὴν γῆν ἐν ῥοῇ ἐστιν, ἀπὸ τούτων τοιαῦτα ἀποφαίνεσθαι κατὰ τῆς ἀληθείας. ἔδει δὲ μᾶλλον ἐκ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μηδεμίαν μεταβολὴν ποιουμένων πλὴν τὴν κατὰ τόπον, ἐκ τούτων τἀληθῆ θηρεύειν. κόσμον δὲ λέγοι ἄν τὰς σφαίρας καὶ τοὺς ἐν αὐταῖς ἀστέρας.

[*](p. 1063a17)

Ἕτι δ’ εἰ κίνησίς ἐστι καὶ κινούμενόν τι, κινεῖται δὲ πὰν ἐκ τινος.

Καὶ τοῦτο κατὰ τῶν λεγόντων συναληθεύειν τὴν ἀντίφασιν. λέγει δὲ ἐπειδὴ κινήσεως οὔσης ἀνάγκη εἶναι καὶ κινούμενόν τι, πᾶν δὲ τὸ κινούμενον ἔκ τινος εἴς τι κινεῖται, ἐπειδὴ ταῦθ’ οὕτως ἔχει, δεῖ ἄρα τὸ κινούμενον εἶναι ἐν ἐκείνῳ, τουτέστι συμβαίνει ἄρα κατὰ τοὺς φάσκοντας συναληθεύειν τὴν ἀντίφασιν, εἶναι τὸ κινούμενον εἰς ὃ κινεῖται καὶ μὴ εἶναι, ὁμοίως εἶναι ἐν ᾧ ἐκινήθη καὶ μὴ εἶναι. πῶς δὲ τοῦτο συμβαίνει, οὕτως ἔσται δῆλον. ἐπεὶ γὰρ τὸ ἔκ τινος κινηθῆναι μέλλον ἠρεμοῦν ἐν ἐκείνῳ ἐξ ἐκείνου κινεῖται, καθὸ ἐν ἐκείνῳ ἠρεμεῖ, ἔστιν ἐν ἐκείνῳ καὶ οὐκ ἔστι, διὰ τὸ συναληθεύειν τὴν ἀντίφασιν. εἰ γὰρ μέλλει τι κινεῖσθαι ἐκ λευκοῦ, ἔστιν ἐν τῷ λευκῷ καὶ ἠρεμεῖ ἐν αὐτῷ. ἀλλ’ ἐπεὶ κατ’ αὐτοὺς ἐπὶ τοὐ λευκοῦ ἀληθεύει καὶ τὸ μὴ λευκόν, οὐκ ἔσται ἐν τῷ λευκῷ· ἔστιν ἄρα ἐν τῷ λευκῷ καὶ οὐκ ἔστιν. πάλιν ἐπεὶ κινεῖται εἰς τὸ μέλαν, οὐκ ἔστι μέλαν· ἀλλ’ ἐπεὶ τὸ μὴ μέλαν κατ’ αὐτοὺς καὶ μέλαν ἐστί, κινεῖται εἰς τὸ μέλαν καὶ γίνεται ἐν τούτῳ, τουτέστι καὶ | ἔστιν ἐν τῷ μέλανι· τὸ γὰρ γίνεται ἀντὶ τοῦ ἔστιν εἴληπται αὐτῷ νῦν. [*](629) τὸ δὲ ἐπαχθὲν τούτοις τὸ τὸ δὲ κατὰ τὴν ἀντίφασιν μὴ ἀληθεύεσθαι κατ’ αὐτοὺς πάνυ πολλὴν ἀσάφειαν ἐνεποίησεν. κεῖται γὰρ τὸ τό ἄρθρον καὶ ὁ δέ σύνδεσμος ἀντὶ τοῦ ἢ συνδέσμου· ἔδει γὰρ ἀντὶ τοῦ τὸ δὲ κατὰ τὴν ἀντίφασιν εἶναι ἢ κατὰ τὴν ἀντίφασιν μὴ συναληθεύεσθαι. καὶ εἴη ἄν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· εἰ ἔστι κίνησις καὶ κινούμενόν τι, κινεῖται δὲ πᾶρ ἔκ τινος εἴς τι, ἢ ἔσται διὰ τὰ ὐπ αὐτῶν λεγόμενα τὸ κινούμενον, ἐξ οὗ κινεῖται, καὶ οὐκ ἔσται, ἢ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν. εἰ οὖν ἐκεῖνα ἀδύνατα, ἀληθὲς ἂν εἴη τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν.

[*](p. 1063a22)

Καὶ εἰ κατὰ τὸ ποσὸν συνεχῶς τὰ δεῦρο ῥεῖ καὶ κινειται.

Ἐπειδὴ τὰ πράγματα διὰ μὲν τὸ εἶδος ἔχουσι καὶ τὸ εἶναι καὶ τὸ [*](8 λέγει omisso ἄν L 13 ταῦθ’ L: τοῦθ’ A 20 τι LS: τις Α 23 τὸ μὴ μέλαν L: μὴ om. Α 33 ante τὴν fort, addendum δεῖ 37 μὲν τὸ L: τὸ μὲν τὸ Α)

656
λέγεσθαι ὃ λέγονται, διὰ δὲ τὴν ὕλην (ταύτην γὰρ εἶπε ποσόν, ὥσπερ ὀλίγον εἴποι ἂν τὸ εἶδος ποιόν) διὰ οὖν τὴν ὕλην ἔχουσι τὸ συνεχῶς ῥεῖν, λέγει ὡς εἴ τις συγχωρήσει τὰ δεῦρο συνεχῶς κατὰ τὴν ὕλην ῥεῖν καίπερ οὐκ ὂν ἀληθές (οὔτε γὰρ τὰ αὐξόμενα καὶ εἰς ἐπίδοσιν ἀγόμενα ῥεῖ, οὔτε μὴν λίθοι καὶ ἄλλα πάμπολλα), διὰ τί κατὰ τὸ ποιὸν καὶ τὸ εἶδος οὐκ ἄν μένοι; τὸ γὰρ ποιὸν ἤτοι τὸ εἶδος καὶ ἡ οὐσία οὐ ῥεῖ, ἀλλὰ τὸ αὐτὸ μένει. εἰ οὑν φαίνονται οὔτοι κατηγορουντες κατὰ του αυτου και ἑνὸς τὰ κατὰ τὰς ἀντιφάσεις, τουτέστι τὰς ἀντιφάσεις, ἐκ τοῦ ὑπειληφέναι τὸ ποσὸν καὶ τὴν ὕλην μὴ μένειν, μένει δὲ τὸ ποιὸν καὶ τὸ εἶδος καὶ ὡρισμένον τυγχάνει, δι’ οὗ καὶ τὸ εἶναι τοῖς πράγμασι δίδοται, διὰ τοῦτο μᾶλλον οὐκ ἂν λεχθείη ἐπ’ αὐτῶν ἡ ἀντίφασις. εἰ γὰρ διὰ τὸ ὑπολαμβάνειν αὐτὰ συνεχῶς ῥεῖν φασι συναληθεύειν τὴν ἀντίφασιν, εἰ μὴ ῥεῖ, οὐ συναληθεύσει. ἔτι, φησίν, εἰ συναληθεύει ἡ ἀντίφασις, ἔσται ὁ ἄρτος καὶ μὴ ἄρτος. ὅταν οὖν προστάξῃ αὐτοῖς ὁ ἰατρὸς φαγεῖν ἄριον καὶ προσενέγκωσιν αὐτοῖς ἄρτον, διὰ τί οὔ φασιν ὅτι τουτὶ ἄρτος οὐκ ἔστι καὶ ἀπόφερε τοῦτον, ἀλλὰ προσίενται ὡς ἄρτον καὶ ἐσθίουσιν; ἐξ αὐτῶν δὴ τῶν ἔργων δεικνύουσιν ὅτι οὐχ ὡς λέγουσιν οὕτω καὶ φρονοῦσιν. τὸ δὲ οὐδὲν ἄν οιεχοι φαγεῖν τὸ οιεχοι ἀντὶ του οιαφεροι. οὐδὲν ἄν οὖν διαφέροι φαγεῖν καὶ μὴ φαγεῖν, εἴ γε τὸ φαγεῖν ταὐτὸν τῷ μὴ φαγεῖν. τὸ δὲ καίτοι οὐκ ἔδει μὴ διαμενούσης παγίως μηδεμιᾶς φύσεως ἀντὶ τοὐ οὐκ ἔδει ὃ προσφέρονται ὡς ἄρτον εἶναι ἄρτον μηδὲν κατ’ αὐτοὺς ἐν ταὐτότητι μένον ἐν οὐδενὶ χρόνῳ. ἔτι, φησίν, ἐπεὶ συνεχῶς κατ’ αὐτοὺς ἀλλοιούμεθα καὶ μηδέποτε διαμένομεν οἱ αὐτοί, διὰ τοῦτο οὐδέποτε ἡμῖν τὰ αὐτὰ φαίνεται καὶ οὐ διὰ τὸ τὰ πράγματα εἶναι καὶ ἡδέα καὶ μὴ ἡδέα καὶ ἀγαθὰ καὶ μὴ ἀγαθά. ὡς γὰρ τοῖς κάμνουσι διὰ τὸ μὴ ὁμοίαν ἔχειν τὴν ἕξιν νῦν τε | κάμνουσι καὶ πρότερον ὅτε ὑγίαινον οὐχ ὁμοίως φαίνονται [*](630) τὰ κατὰ τὰς αἰσθήσεις ἀπὸ τῶν αἰσθητῶν ἐγγινόμενα αἰσθήματα, τὸν αὐτὸν δὴ τρόπον ἀναγκαῖόν ἐστιν ἔχειν, καὶ προσυπακουστέον τοῦ καὶ ἐφ’ ἡμῖν· ὥστε τὰ μὲν πράγματα τὰ αὐτά ἐστιν, ἡμῖν δ’ ἄλλτοε ἄλλα φαίνεται τῆς εἰρημένης, λέγω δὴ συνεχοῦς, μεταβολῆς γινομένης ἐν ἡμῖν. εἰ δὴ συνεχῶς ἡμάς λέγει τις μεταβάλλειν, τὰ εἰρημένα ἕψεται. εἰ δὲ μὴ μεταβάλλομεν ἀλλ’ οἱ αὐτοὶ διατελοῦμεν ὄντες καὶ ἐν ταυτόητι ὑπάρχοντες, εἰσὶν ἄρα τινὰ μένοντα καὶ μὴ ῥέοντα, περὶ ἃ οὐκ ἂν συναληθεύοι ἡ ἀντίφασις.

[*](p. 1063b7)

Πρὸς μὲν οὗν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι.

Διδάσκει ἡμᾶς διὰ τούτων τίνες τῶν ταῦτα λεγόντων εὐίατοί τέ εἰσι καὶ ταύτης ἀποσχέσθαι τῆς δόξης δύνανται, τίνες δὲ οὔ. ὅσοι μὲν οὖν, [*](1 λέγονται L: λέγεται Α 2 οὖν L: γοῦν Α 5 τὸ ποιὸν καὶ L: om. Α 19 ef γε—μὴ φαγεῖν] εἰ γὰρ τὸ φαγεῖν ταὐτὸν τῷ μὴ φαγεῖν ἔδει μὴ φαγεῖν L 26 τὴν ἕξιν νῦν L: post ἕξιν add. αὐτοῖς Α 35 τὰς εἰρημένας ἀπορίας Metaph.)

657
φησίν, οὕτω διετέθησαν ὑπὸ τῶν πεισάντων αὐτοὺς λόγων ὥστε μὴ μόνον λέγειν ὅτι ὁ δεικνὺς λόγος ὅτι τὸ αὐτὸ καὶ λευκὸν καὶ οὐ λευκόν ἐστιν ἀληθὴς καὶ ἀναντίρρητός ἐστιν, ἀλλὰ λέγειν ὅτι καὶ τουτὶ ὅπερ ὁρῶ καὶ ὡς ἄνθρωπον ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πρὸς τούτους οὐ ῥᾴδιον ἢ καὶ ὅλως ἀδύνατον διαλῦσαι τοὺς δι’ ὧν ἀνεπείσθησαν ταῦτά τε λέγειν καὶ φρονεῖν λόγους, μὴ τιθέντων αὐτῶν μηδὲ συγχωρούντων τι, μήτε μὴν ἀπαιτούντων λόγον ὃς ἂν λῦσαι δυνηθείη τοὺς δι’ ὧν ἀνεπείσθησαν λόγους. εἰ γὰρ τοσοῦτον αὐτοὺς ἠσπάσαντο ὥστε μηδὲ τῇ ἑαυτῶν αἰσθήσει πιστεύειν, ἀλλὰ λέγειν ὅτι ὃν ὁρῶ Σωκράτην καὶ ὡς ἄνθρωπον αὐτὸν ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πῶς ἄν οὗτοι ἀνέξονται ἀκοῦσαί τινος τἀναντία κατασκευάζοντος ἢ ὅλως συγχωρήσαιέν τι; εἰ δὲ μὴ τίθενται μηδὲ συγχωροῦσί τι, πῶς ἂν αὐτοὺς λύσομεν; πᾶς γὰρ λόγος καὶ πᾶσα ἀπόδειξις ἐκ τοῦ τιθέναι τι καὶ ὁμολογεῖν γίνεται. ἐλλιπῶς δὲ πάνυ εἴρηται ἐν ἀρχῇ ἡ λέξις ἡ λέγουσα πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι· ἐλλείποι δὲ ἂν τὸ καὶ λέγοντας αὐτοῖς φαίνεσθαι καὶ τὰ πράγματα τοιαῦτα. ὥστε ἔσται τὸ πλῆρες τοιοῦτον· πρὸς μὲν οὖν τοὺς ἔχοντας ἀπορίας ἐκ λόγου τινὸς γενομένου πρὸς αὐτούς, καὶ πείσαντος αὐτοὺς λέγειν ὅτι καὶ τὰ πράγματα αὐτοῖς τοιαῦτα φαίνεται οἷα καὶ λέγουσι, πρὸς δὴ τοὺς τοιούτους λόγος καὶ ἔλεγχος οὐκ ἔστι. πρὸς δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας ὅτι τουτὶ μὲν ἄνθρωπός ἐστιν, οὐ φαίνεται δὲ ἡμῖν καὶ μὴ ἄνθρωπος, ἀλλὰ διὰ τοὺς πεπεικότας ἡμᾶς λόγους λέγομεν γομεν αὐτὸ καὶ ἄνθρωπον καὶ μὴ ἄνθρωπον, πρὸς τούτους ῥᾴδιον ἀπαντᾶν καὶ λύειν τὰ τούτων ἄπορα ἐκ τῶν προειρημένων· οὗτοι γὰρ διὰ τὸ πιστεύειν τῇ αἰσθήσει διψῶσιν ἀκοῦσαι καὶ λόγου σύμφωνα τοῖς φαινομένοις φθεγγομένου. | ὥστε φανερὸν ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐκ ἐνδέχεται τὰς ἀντικειμένας φάσεις περὶ τοῦ αὐτοῦ καθ’ ἕνα χρόνον ἀληθεύειν, οὐδὲ τὰ ἐναντία, διὰ τὸ λέγεσθαι κατὰ στέρησιν καὶ ἕξιν· στέρησιν δὲ καὶ ἕξιν τοῦ αὐτοῦ ἅμα εἶναι οὐκ ἐνδέχεται. ὅτι δὲ τἀναντία κατὰ στέρησιν λέγεται, δῆλον, φησίν, ἐπ’ ἀρχὴν τοὺς λόγους ἀναλύουσι τοὺς τῶν ἐναντίων, τουτέστι τοὺς λόγους λαμβάνουσι τῶν ἐναντίων· εἰ γάρ ἐστιν ὑγίεια συμμετρία θερμῶν καὶ ξηρῶν, ἔσται ἡ νόσος ἀσυμμετρία τούτων, ἡ δ’ ἀσυμμετρία στέρησίς ἐστι συμμετρίας. οὔτε δὴ τὰ ὡς στέρησις καὶ ἕξις ἐναντία ἅμα κατηγορεῖσθαι κατὰ τοῦ αὐτοῦ ἐνδέχεται, οὔτε μὴν τῶν ἀνὰ μέσον οὐδὲν ἐναντίων (λέγει δὲ τὸ καὶ τὰ τοιαῦτα) οἷόν τε κατηγορεῖσθαι ἅμα καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἰ γάρ ἐστι τόδε λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ οὔτε μέλαν οὔτε λευκόν, τουτέστιν εἰ ἔστι λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ καὶ φαιόν· συμβήσεται γὰρ εἶναι τὸ αὐτὸ λευκὸν καὶ μὴ λευκόν. ἐπεὶ δὲ συνέπλεξε τὸ μέλαν καὶ λευκὸν καὶ εἶπεν οὔτε μέλαν οὔτε λευκόν, εἶτα εἰπὼν ὅτι ψεῦδος τὸ λευκὸν οὔτε μέλαν οὔτε λευκὸν λέγειν ἐπήγαγε θάτερον γὰρ τῶν 8 ἠσπάσαντο L: ἐσπάσαντο Α 9 ὅτι L: om. Α 11 μηδὲ L: μὴ [*](Α 12 λύσομεν M, cf. 10: λύσωμεν AL: λύσαιμεν Bouitz 22 καὶ ἄνθρωπον LM: καὶ om. Α 23 λύειν] κωλύειν L γὰρ M: om. AL 29 φησίν M: φασίν AL Comment. Arist. I Alex, in Metaph. 42)
658
συμπεπλεγμένων ἀληθεύεται κατ’ αὐτοῦ, ἤτοι τὸ ἕτερον, τουτέστι τὸ λευκόν, ἀληθεύεται κατὰ τοῦ λευκοῦ, καὶ οὐ τὸ ἀνὰ μέσον ἤτοι τὸ φαιόν, τὸ δὲ τοῦτο δ’ ἐστὶν ἀντίφασις τοῦ λευκοῦ εἴρηκε διὰ τὸ οὐ λευκόν, καὶ εἰ ἔστι τὸ οὐ λευκὸν ἀντίφασις τοῦ λευκοῦ, οὐκ ἂν· ἀληθεύσοι κατὰ τοῦ λευκοῦ· δέδεικται γὰρ ὡς ἀδύνατον τὰς ἀντιφάσεις ἀληθεύειν. ἀληθεύσει ἄρα κατὰ τοῦ λευκοῦ αὐτὸ τὸ λευκόν· ἀληθὲς γὰρ τὸ τὸ λευκὸν λέγειν λευκόν. καὶ συμπεραίνεται λέγων οὔτε δὴ καθ’ ῾ Ηράκλειτον λέγοντας ἐνδέχεται ἀληθεύειν (καὶ εἴη ἄν τὸ οὔτε δὴ εἰ τὸ αὐτὸ λέγομεν ἀγαθὸν καὶ οὐκ ἀγαθόν, ὥσπερ ῾ Ηράκλειτος, ἀληθεύσομεν), οὔτε κατὰ Ἀναξαγόραν. εἰ δὲ οὕτω λέγοντες ὡς ἐκεῖνοι ἔλεγον ἀληθῆ λέγειν ὑπολάβοιμεν, συμβήσεται τἀναντία τοῦ αὐτοῦ κατηγορεῖν, ὅπερ ἐδείχθη ἀδύνατον. πῶς δὲ καὶ κατὰ Ἀναξαγόραν τὰ ἐναντία ἐν τῷ αὐτῷ ἅμα εἶναι συμβαίνει, λέγει. ὅταν γὰρ ἐν παντὶ καὶ τῷ τυχόντι πράγματι λέγῃ ὁ Ἀναξαγόρας εἶναι πάντα καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ ἁπλῶς πάντα (πάντα γὰρ ἐν πᾶσι καὶ οὐ ἀλλ’ ἐνεργείᾳ καὶ ἀποκεκριμένα καὶ καθ’ αὑτά), οὐδὲν ἕτερον λέγει ἢ τὰ ἐναντία ἐν τῶ αὐτῶ εἶναί.

[*](p. 1063b30)

῾Ομοίως δὲ οὐδὲ πάσας ψευδεῖς οὐδὲ ἀληθεῖς τὰς φάσεις ουνατον.

Καὶ οἱ πάντα ἀληθῆ λέγοντες ψεύδονται καὶ οἱ πάντα ψευδῆ· φάσεις γὰρ τὰς περὶ τὰ πράγματα ὑπολήψεις φησίν. εἰ γὰρ πᾶσα φάσις ψευδής, δῆλον ὡς καὶ ἡ λέγουσα ὅτι πᾶσα φάσις ψευδὴς ψευδής ἐστιν· ὥστε ψεῦδος τὸ λέγειν πάσαν κατάφασιν ψευδῆ. εἰ δὲ πᾶσα κατάφασις ἀληθής, καὶ ἡ λέγουσα ὅτι πᾶσα κατάφασις ψευδὴς | ἀληθὴς ἔσται. εἰ δὲ ἀληθὲς τὸ [*](632) πᾶσαν κατάφασιν ψευδῆ εἶναι ψεῦδος τὸ πᾶσαν κατάρασιν ἀληθῆ εἶναι. ὥστε καὶ τὸ λέγειν πᾶσαν ψευδῆ ψεῦδος καὶ τὸ λέγειν πᾶσαν ἀληθῆ.

[*](p. 1063b36)

Πᾶσα δ’ ἐπιστήμη ζητεῖ τινας ἀρχὰς καὶ αἴτια.

Τὸ προκείμενόν ἐστι δεῖξαι τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν. δείκνυσι δὲ τὴν διαφορὰν αὐτῆς πρὸς τἀς ἄλλας διὰ τοῦ δεῖξαι ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι λαβοῦσαι μέρος τι τοῦ ὄντος ὡς ὑπάρχον καὶ ἀντότητος μετέχον δεικνύουσι τὰ καθ’ αὑτὸ συμβαίνοντα αὐτῷ ᾗ τοιοῦτόν ἐστιν καὶ οὐχ ᾗ ὄν. ἡ γὰρ γεωμετρία λαβοῦσα γραμμὰς σκοπεῖ τὰ συμβαίνοντα αὐταῖς ᾗ τοιαίδε εἰσίν, οἷον ᾗ ποσαὶ καὶ ἡ συνεχεῖς ἀλλ’ οὐχ ᾗ ὄντα· καὶ ἡ φυσικὴ δὲ τὰ ὧν ἐστι θεωρητικὴ οὐχ ᾗ ὄντα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως· καὶ αἱ ἄλλαι ὁμοίως. ὥστε τοῦτο διαφέρει ἡ σοφία τῶν ἄλλων ὅτι ἐκείνων ἡ μὲν τὰ ὑπ’ αὐτὴν θεωρεῖ ὡς [*](1 ἀληθεύσεται Metaph. vulg. 7 τὸ L: om. Α 11 ὑπολάβοιμεν M: ὑπολάβομεν AL 15 οὐ L: om. Α 22 φάσις L: om. Α 25 ἀληθῆ iterat L 31 δεικνύουσι L: δείκνυσι Α 34 τὰ ὧν L: τῶν ὧν Α)

659
ποσὰ καὶ ὡς συνεχῆ. ἡ δὲ ὡς κινούμενα ἄλλη δὲ ἄλλως, οὐδεμία δὲ σκοπεῖ ἢ δείκνυσι τίς φύσις συνεχοῦς καὶ τίς γραμμῆς, ἡ δὲ σοφία τὸ εἶναι καὶ τὴν φύσιν αὐτῶν θεωρεῖ καὶ ὅλως ᾗ ὄντα· ἡ γὰρ ἑκάστου φύσις τὸ εἶναι αὐτοῦ ἐστι. πᾶσα δή, φησίν, ἐπιστήμη ζητεῖ καὶ λαμβάνει ἀρχάς, ἀλλ’ οὐδεμία τούτων οὔτε τὰς ἀρχὰς οὔτε τὰ ἐκ τῶν ἀρχῶν ᾗ ὄντα ἐστὶ θεωρεῖ, ὥσπερ εἴπομεν, ἀλλ’ ἑτέρα τίς ἐστι, τουτέστιν ἡ σοφία, ἡ θεωροῦσα τὰς φύσεις καὶ τοὺς ὁρισμοὺς καὶ ὅλως τὸ εἶναι αὐτῶν τί ποιέ ἐστι. τῶν δὲ λεχθεισῶν ἐπιστημῶν, ἰατρικῆς καὶ φυσικῆς καὶ μαθηματικῆς καὶ τῶν λοιπῶν, τούτων ἑκάστη λαβοῦσα τὸ τί ἐστιν ἤτοι τὸν ὁρισμὸν ἑκάστου γένους ὡς προφανῶς ὄντα αὐτοῦ (τὸ γὰρ μῆκος ἀπλατὲς ὅτι ὁρισμός τῆς γραμμῆς οὐκ ἀποδείκνυσιν ὁ μαθηματικὸς ἀλλ’ ὁμολογούμενον λαμβάνει ὅτι τῆς γραμμῆς ἐστι), τούτων δὴ ἑκάστη ὁμολογούενον λαβοῦσα ὅτι ὅδε ὁ ὁρισμὸς ἢ ἡ ὑπογραφὴ τῆσδε τῆς ἀρχῆς ἐστι, δείκνυσι τὰ ὑπὸ τὰς ἀρχ’ ἅς, ἡ μὲν μαλακώτερον ὡς ἡ ἀστρονομία, ἡ δ’ ἀκριβέστερον ὡς ἡ γεωμετρία. ἀλλ’ οὐδὲ πᾶσαι ὁμοίως τὰς ἀρχὰς λαμβάνουσιν, ἀλλ’ ἡ μὲν φυσικὴ φέρε εἰπεῖν δι’ αἰσθήσεως λαβοῦσα ὅτι τὸ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δ᾿ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, σκοπεῖ τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη, ἡ δὲ γεωμετρία οὐκ ἀπὸ αἰσθήσεως, ἀλλ’ ὑπέθετο ὅτι ἔστω σημεῖον οὗ μέρος οὐθέν. καὶ ἐπεὶ πᾶσαι αἱ ἐπιστῆμαι. ὡς εἴρηται, οὔτε τοὺς τῶν οἰκείων ἀρχῶν ὁρισμοὺς ἀποδεικνύουσιν, ἀλλ’ ὁμολογούμενον λαμβάνουσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστιν, οὔτε μὴν τοὺς ἐκ τῶν ἀρχῶν (καὶ γὰρ ὁμολογουμένους λαμβάνουσι), φανερόν ἐστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι τῆς οὐσίας καὶ τοῦ τί ἐστιν ἤτοι τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἀπόδειξις. [*](633) τοῦτο δὲ ἦν ἓν τῶν ζητουμένων· ἐζητεῖτο γὰρ πότερον ἔστιν ἀπόδειξις τοῦ τί ἔστιν ἢ οὔ. ἀλλ’ ἡ μὲν τῶν προκειμένων διάνοια οἶμαι τοιαύτη. ποιγτικὴν δὲ λέγει ἐπιστήμην οἰκοδομικὴν τεκτονικὴν καὶ ἁπλῶς πάσας ὧν μετὰ τὴν πρᾶξίν ἐστιν ἔργον τι καὶ ποίημα μένον· πρακτικὴ δέ ἐστιν ἧς μετὰ τὴν πρᾶξιν οὐδέν ἐστιν, ὁποία ἐστὶν ἥ τε ὀρχηστικὴ καὶ ἡ κιθαριστική, περὶ ὤν ἐν τοῖς ἠθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις εἴρηται ἀκριβῶς. τοῦ δὲ ἑκάστη γὰρ τούτων περιγραψαμένη τι γένος αὐτὴ περὶ τοῦτο πραγματεύεται ὡς ὑπάρχον καὶ ὂν τὸ ὡς ὑπάρχον καὶ ὂν οὐ τοῦτό φησιν ὅτι ὃ περιεγράψατο καὶ ἔλαβεν οἷον ἡ γεωμετρία ᾗ ὂν τοῦτο σκοπεῖ, ἀλλὰ λέγοι ἄν ὅτι ὃ περιεγράψατο ὡς ὑπάρχον λαβοῦσα καὶ ὀντότητος μετέχον, ἀλλ’ οὐχ ὡς ἀνύπαρκτον, σκοπεῖ τὰ τούτῳ συμβεβηκότα καθ’ αὑτό, ἡ δὲ πρώτη φιλοσοφία ᾗ ὄντα αὐτὰ θεωρεῖ.

[*](p. 1064a10)

Ἐπεὶ δὲ ἔστι τις ἡ περὶ φύσεως ἐπιστήμη, δῆλον ὅτι καὶ πρακτικῆς ἑτέρα καὶ ποιητικῆς ἔσται.

Εἰπὼν τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν λέγει καὶ τὴν [*](7 φύσεις LS: φάσεις Α 13 ἡ Μ: om. AL 20 ὁρισμοὺς LM: ὁρισμὸς Α ὁμολογουμένους L 25 προκειμένων L: προειρημένων Α 28 ὁποία c. S Bouitz: ὁποῖα ΑL 29 ἐν τοῖς ἠθικοῖς τοῖς—Νικομαχείοις] Z 4 30 αὐτὴ] αὑτῇ Metaph. vulg.)

660
διαφορὰν τῆς φυσικῆς πρὸς τὰς πρακτικὰς καὶ ποιητικάς. εἴπομεν δὲ προσεχῶς τίνες αἱ πρακτικαὶ καὶ τίνες αἱ ποιητικαί. συλλογίζεται δὴ οὕ· τως. πάσης πρακτικῆς καὶ ποιητικῆς ἡ ἀρχὴ τῆς κινήσεως καθ’ ἣν ποιποιεῖται καὶ πράττεται τὰ ποιούμενα καὶ πραττόμενα ἐν ἄλλοις, ἤτοι τῷ ποι. οὗντι καὶ τῷ πράττοντί ἐστι. τῆς φυσικῆς ἡ ἀρχὴ οὐκ ἐν ἄλλῳ ἀλλ’ ἐν τοῖς ὑπὸ φύσεως γενομένοις ἐστίν. ἡ φυσικὴ ἄρα οὕτε πρακτικὴ οὗτε ποιητική ἐστι. καὶ ὅτι μὲν τῆς ποιητικῆς ἡ ἀρχ.ὴ καὶ πρακτικῆς οὐκ ἔστιν ἐν τῷ ποιουμένῳ καὶ πραττομένῳ, δῆλον· οὐ γάρ ἐστιν ἡ τοῦ οἰκοδοῳῖσθαι τὴν οἰκίαν ἀρχὴ ἐν τῇ οἰκία ἀλλ’ ἐν τῷ οἰκοδόμῳ, οὐδὲ τῆς ὀρχήσεως ἐν τῇ ὀρχήσει ἀλλ’ ἐν τῷ ὀρχουμένῳ , οὐδὲ τῆς κιθαρίσεως ἐν τῇ κιθάρᾳ ἀλλ’ ἐν τῷ κιθαρίζοντι. ὅτι δὲ καὶ ἡ τῆς φυσικῆς ἀρχὴ καθ’ ἣν τὰ φυσικῶς γινόμενα γίνεται ἐν τοῖς γινομένοις ἐστίν, οὐδεὶς τῶν καὶ μετρίως ἡμμένων λόγου ἀγνοεῖ· ἔστι γὰρ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τοῦτό ἐστιν εἴτε τέχνη τις εἴτε ἄλλη τις δύναμις τέχνη μὲν ἡ οἰκοδομική, ἄλλην δέ τινα δύναμιν λέγοι ἄν τὴν τῶν ἀλόγων ζῴων φυσικὴν ὁρμήν, καθ’ ἣν ὁ ἀράχνης ἐργάζεται τὸ ἀράχνἱιν καὶ ἡ χελιδὼν τἀς νεοττιάς· ταῦτα γὰρ οὐ τέχνῃ ἐργάζεται ἀλλὰ φυσικῇ τινι ὁρμῇ. ἐπεὶ δὲ πᾶσα ἐπιστήμη ἢ θεωρητική ἐστιν ἢ πρακτικὴ ἢ ποιητική, ἡ δὲ φυσικὴ ἐπιστήμη οὖσα οὔτε πρακτική ἐστιν ουντε ποιητική, ἔστιν ἄρα θεωρητική. τὸ γὰρ εἰς ἓν τούτων τῶν γενῶν ἀνάγκη πίπτειν δηλωτικόν ἐστι τοῦ ἀνάγκη ἢ θεωρητικὴν ἢ πρακτικὴν ἢ ποιητικὴν τὴν φυσικὴν εἶναι. ταῦτα εἰπὼν ὡς θεο|λόγος καὶ ὑπεραναβεβηκὼς πάντων [*](634) τῶν ἐπισ-rluιόνων λέγει καὶ πῶς ὁ φυσικὸς τρόπον τινά (οὐ γὰρ ὡς θεόλογος) ὀφείλει ὁρίζεσθαι. ἐπειδὴ γάρ, φησί, τὸ τί ἐστιν ἀναγκαῖον ἑκάστῃ πως τῶν ἐπιστημῶν εἰδέναι (τὸ δὲ πῶς προσκείμενον μηνυτικόν ἐστι τοῦ ἀναποδείκτως), ἐπεὶ οὖν ἀναγκαῖον ἑκάστῃ τῶν ἐπιστηῶν εἰδέναι τὸ τί ἐστι, δεῖ ut, λανθάνειν ὅπως ὁ φυσικὸς ὁριεῖται καὶ πῶς τὸν τῆς οὐσίας ὁρισμὸν λήψεται , πότερον ὣς τὸ σιμὸν ἢ ὡς τὸ κοῖλον. ἤ, φησίν, ὡς τὸ σιμόν· τὸ μὲν γὰρ σιμὸν ἀεὶ μετὰ τῆς ἐν αὐτῷ ὑποκειμένης ὕλης τῆς ῥινὸς ὁριζόμεθα· φαμὲν γὰρ ὅτι σιμότης ἐστὶ κοιλότης ἐν ῥινί. καὶ τοῦτο ποιοῦμεν διὰ τὸ ὡρισμένον εἶναι τὸ τῆς σιμότητος ὑποκείμενον· ἡ γὰρ σιμότης ἀεὶ ἐν ῥινί ἐστι. τὸ δὲ κογͅον ἐπειδὴ καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ γῇ καὶ οὐρανῷ καὶ κύκλῳ καὶ σχεδὸν ἐν ἅπασιν εὑρίσκεται, διὰ τὸ μὴ ἔχειν ὡρισμένον ὑποκείμενον χωρὶς ὕλης αὐτὸ ὁριζόμεθα. ὡς οὖν τὸν ὁριζόμ̓νον τὸ σιμὸν ἀνάγκη εἰς τὸν ὁρισμὸν αὐτοῦ συμπεριλαβεῖν καὶ τὴν ὑποκειμένην αὐτῷ ὕλην, λέγω δὴ τὴν ῥῖνα, οὕτω καὶ τῷ φυσικῷ, εἴτε τὸ τῆς σαρκὸς εἷὸος ὁρίζεται εἴτε τὸ τοῦ ὀφθαλμοῦ εἴτε ἄλλου τινὸς φυσικοῦ εἴδους, ἀναγκαῖόν ἐστι λαβεῖν καὶ τὴν ὑποκειμένην αὐτοῖς ὕλην. ταῦτα εἰπὼν λέγει ῾ἐπεὶ δέδεικται ὡς ἔστι τις ἐπισιήμη τοῦ ὄντος ᾗ ὄν, τὸ δὲ κυρίως ὂν καὶ χωριστόν ἐστι καὶ πάντῃ [*](11 κιθαρίζοντι M: κιθαροῦντι AL 31. 32 κοίλανσις L 34 ἐν ἅπσιν L: ἐν ova. Λ)
661
ἄυλον, πότερον ταύτην τὴν ἀρχὴν ὁ φυσικὸς ἐπισκέψεται καὶ ζητήσει ἢ ὁ μαθηματικός;᾿ καὶ λέγει ὅτι οὔτε ὁ φυσικὸς οὔτε ὁ μαθηματικός. ἡ μὲν γὰρ φυσικὴ ἤτοι ὁ φυσικὸς περὶ τὰ κινήσεως ἔχοντα ἀρχὴν ἐν ἑαυτοῖς ἐστι, τὸ δὲ κυρίως ὄν, ἡ πρώτη καὶ ἄυλος ἀρχή, πάντῃ καὶ πάντως ἐστὶν ἀκίνητος. ἡ δὲ μαθηματικὴ θεωρητικὴ μέν ἐστιν ἀκινήτων καὶ μενόντων, ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ χωριστῶν, ἐν ὕλῃ δὲ ὄντων· ὥστε οὐδὲ ταύτης ἂν εἴη τὸ περὶ τῆς πρώτης ἀρχῆς θεωρεῖν. ἑτέρα ἄρα τίς ἐστι τῆς τε φυσικῆς καὶ μαθηματικῆς ἡ τὸ ἀκίνητον καὶ πάντῃ χωριστὸν θεωρεῖν σπεύδουσα. καὶ εἴπερ ἔστι, φησί, φύσις τις τοιαύτη χωριστὴ καὶ ἀκίνητος, ἐνταῦθα ἂν εἴη που καὶ τὸ θεῖον, τουτέστιν αὕτη ἂν εἴη ὁ θεός ὅς ἐστιν ἡ πρώτη καὶ κυριωτάτη ἀρχή. ἐκ δὴ τῶν εἰρημένων ὥσπερ πόρισμα ἡμῖν ἀνεφάνη ὅτι τρία ἐστὶ τὰ γένη τῶν θεωρητικῶν ἐπιστημῶν, μαθηματικὴ φυσικὴ θεολογική. καὶ τῶν μὲν πρακτικῶν καὶ ποιητικῶν ἐπιστημῶν ἢ τεχνῶν βέλτιστον τὸ τῶν θεωρητικῶν γένος, τῶν δ᾿ αὗ θεωρητικῶν βελτίστη πάλιν ἡ βελτίοσιν ἀρχαῖς χρωμένη, βελτίοσι δὲ ἀρχαῖς χρῆται ἡ τελευταία ῥηθεῖσα, τουτέστιν ἡ θεολογική. πρὸς τούτοις οὐκ ἀνοίκειον ἀλλ’ οἰκειότατόν τι ἀπορεῖ λέγων, πότερον ἐπεὶ ἡ μαθηματικὴ ὤρος τι τοῦ ὄντος λαβοῦσα καὶ ἡ φυσικὴ καὶ αἱ λοιπαὶ τὰ συμβεβηκότα τούτοις σκοποῦσιν, ἡ δὲ καθόλου, τουτέστι τοῦ ἄντος, οὐ μέρος [*](635) τι τοῦ ὄντος σκοποῦσα ἀλλὰ τὸ ὂν ᾗ ὄν, ἄρα καθόλου ἐστὶν αὕτη ἡ ἐπιστήμη καὶ γένος τῆς τε μαθηματικῆς τῆς τε φυσικῆς καὶ τῶν λοιπῶν ἢ οὔ; εἰ μὲν γάρ, φησίν, ἦσαν αἱ φυσικαὶ οὐσίαι πρῶται τῶν ἄλλων, ἦν ἂν ἡ φυσικὴ ἡ πρώτη καὶ καθόλου ἐπιστήμη· εἰ δ᾿ ἐστὶν ἑτέρα τις φύσις προτέρα τῶν φυσικῶν οὐσιῶν καὶ χωριστὴ καὶ ἄυλος, ἑτέραν ἀνάγκη καὶ τὴν ἐπιστήμην αὐτῆς εἶναι καὶ προτέραν καὶ καθόλου. καὶ πῶς ταύτην εἶπε καθόλου, σαφηνίζων ἐπήγαγε τὸ τῶ προτέραν, δυνάμει λέγων οὕτως τὴν προκειμένην ἐπιστήμην φημὶ καθόλου, οὐχ ὡς κατηγορουμένην κατὰ τῶν λοιπῶν, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν τὰς ἄλλας· ἀναιρεθείσης γὰρ τῆς θεολογίας δῆλον ὅτι ἀναιροῦνται καὶ αἱ ἀρχαὶ αὐτῆς· τῶν γὰρ ἀρχῶν μενουσῶν μένοι ἂν καὶ αὐτή. ἀλλὰ μὴν τῶν ἀρχῶν τῶν τῆς θεολογίας ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ λοιπὰ ἅπαντα. επιστησον οὗν ὅτι ἐπεὶ τὴν θεολογίαν οὐχ ὡς κατὰ πλειόνων λεγομένην λέγει καθόλου, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν τἀς ἄλλας, δῆλον ὅτι καὶ ὅτε τὸ ὂν καὶ κυρίως ἴως ὄν, τὴν πρώιην ἀρχήν φημι, καθόλου ἔλεγεν, οὐχ ὡς κατὰ πλειόνων λεγομένην οὕτως αὐτὴν ἔρασκεω ἀλλ᾿ ὡς συναναιροῦσαν τὰς ἄλλας ἀρχάς. ἀλλὰ διὰ τίνα αἰτίαν ὅλως καθόλου τὴν παροῦσαν λέγει ἐπιστήμην καὶ τὴν ἀρχὴν αὐτῆς; ἢ ἐπειδὴ τὰ συναναιροῦντα καθολικώτερα λέγειν εἰώθαμεν τῶν συναναιρουμένων, συναναιρεῖ δὲ καὶ ταῦτα, τῇ συνηθεία κατακολουθῶν εἶπεν αὐτὰ καθόλου.

[*](10 κὼ τὸ L: καὶ om. Α 11 γένος M: om. AL 18 μέρος L: om. Α 19 ἡ δὲ—αὕτη (20) AL: ἡ δὲ τὸ καθόλου ὄν οὐ γὰρ μέρος τι λαβοῦσα σκοπεῖ, ἀλλὰ τὸ ὂν ᾗ ὃν θεωρεῖ) πότερον οὖν αὕτη καθόλου ἐστὶν M Bonitz 25 τὴν ἐπιστήμην LM: τῶν ἐπιστημῶν Α om. Α αὐτῆς M: αὐτοῖς AL 33 ὅτε M: ὅταν AL 30 αὐτή L: αὕτη Α 30. 31 τῶν τῆς L: τῶν)
662
[*](p. 1064b15)

ἐπεὶ δὲ τὸ ἁπλῶς ὂν κατὰ πλείους λέγεται τρόπους, ὧν εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος.

Ἁπλῶς ὂν νῦν τὸ καθόλου λέγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ τὸ καθόλου ὂν κατὰ πλείονας λέγεται τρόπους, τῶν δὲ τοιούτων τρόπων εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος, σκεπτέον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος· τούτου γὰρ μηνυτικὸν τὸ σκεπτέον πρῶτον περὶ τὸ ὖ οὕτ’ ὡς ὄντος. ἐλλείποι δ’ ἄν τῇ λέξει τὸ πότερον ζητεῖ τοῦ τό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν ἢ οὔ. πρὸς τοῦτο γὰρ τείνει τὸ ἐπαχθὲν τὸ ὅτι μὲν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται περὶ τοῦ συμβεβηκότος, δῆλον. καὶ εἴη ἂν τὸ ὅτι μὲν οὐδεμία πραγματεύεται τῶν παραδεδομένων ἐπιστημῶν λύσις τοῦ ἐλλείποντος τοῦ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν. λύων οὖν ὅτι οὐκ ἔστι τοῦ κατὰ συμβεβηκὸς ὄντος ἐπιστήμη ἢ τέχνη λέγει οὔτε γἁρ ἡ οἰκοδομικὴ σκοπεῖ εἰ λυπηρῶς οἰκήσουσιν οἱ ἐν αὐτῇ οἰκοῦντες, οὔθ’ ἡ ὑφαντικὴ εἰ ὑγιεινῶς ἡ νοσωδῶς οἱ τὸ ἱμάτιον φοροῦντες διάξουσιν, οὔτ’ ἄλλη τις οὐδεμία, ἀλλ’ ἑκάστη τούτων μόνον τὸ καθ’ ἑαυτὴν ἴδιον | σκοπεῖ. [*](636) ἔστι δὲ οἰκοδομικῆς ἴδιον τὸ ποιῆσαι τοιονδὶ εἶδος, οἷον σκέπασμα κωλυτικὸν ὄμβρων καὶ χρημάτων φυλακτικόν, καὶ τοῦτο μόνον σκοπεῖ ὅπως ἂν γένηται εἶδος δυνάμενον κωλύειν τοὺς ὄμβρους καὶ φυλάττειν τὰ χρήματα, οὐδαμῶς δὲ προσλογίζεται εἰ λυπηρῶς ἢ ἡδέως διάξουσιν οἱ ἐν αὐτῷ οἰκήσοντες· τὸ γὰρ λυπηρὰν εἶναι τὴν οἰκίαν τοῖς οἰκοῦσι συμβέβηκε τῇ οἰκίᾳ καὶ ἔστι τοῦτο κατὰ συμβεβηκὸς ὄν. ὥσπερ οὖν ἡ οἰκοδομικὴ οὐ σκοπεῖ τὸ τῇ οἰκίᾳ συμβησόμενον, οὕτως οὐδ’ ἄλλη τις τῶν ἐπιστημῶν ἢ τεχνῶν θεωρεῖ τὸ κατὰ συμβεβηκὸς ὄν.

[*](p. 1064b23)

οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ αμφοτερα ἅμα ἔσται πρότερον οὐκ ὢν.

Ὃ νῦν παρατίθεται σόφισμα ὑπὸ τῶν σοφιστῶν λεγόμενον, τοιοῦτόν ἐστι καὶ οὕτως ὑπ’ αὐτῶν ἐπεραίνετο. ὑπετίθεντο ἄνθρωπον, οἷον τὸν Καλλίαν, πρότερον μουσικὸν ὄντα χωρὶς τοῦ εἷναι γραμματικόν, ὕστερον γεγονότα καὶ γραμματικόν, καὶ ἔλεγον ‘οὑτοσὶ ὁ Καλλίας νῦν ἅμα ἐστὶ μουσικὸς καὶ γραμματικός. εἰ δὲ τοῦτο, καὶ ὅτε ἐγένετο γραμματικός, ἐγένετο καὶ μουσικός· ἅμα γὰρ ὢν γραμματικὸς νῦν καὶ μουσικὸς ἅμα καὶ ἐγίνετο γραμματικὸς καὶ μουσικός. ὅτε ἄρα ἐγίνετο γραμματικός, οὐκ ἦν μουσικός. ἀλλὰ μὴν καὶ ἦν μουσικὸς πρὸ τοῦ γενέσθαι γραμματικός (τοῦτο γὰρ ἦν ἄρα πρὸ τοῦ ἄρξασθαι γίνεσθαι γραμματικὸς μουσικὸς καὶ οὐκ ἦν.’ ὁ δὲ παραλογισμὸς συμβαίνει ἐπὶ ἀξιώματι λίαν ἐναργῶς ψευδεῖ, τῷ [*](7 οὕτως S: ex ὄντως corr. L: ὄντως Α 12 τοῦτό τις L: τοῦτο om. Α 21 οἰκήσοντες L: οἰκοῦντες Α 22 καὶ ἔστι L: post καὶ add. εἰ Α 31 ἐγένετο (post γραμματικός) L: ἐγίνετο Α 33 ἐγίνετο L: ἐγένετο Α)

663
λέγοντι, ὧν ἡ ὕπαρξις ἅμα, τούτων καὶ ἡ γένεσις· οὐ γὰρ εἰ τήμερόν ἐστι Σωσιγένης καὶ Ἀλέξανδρος, ἀληθὲς τὸ λέγειν ὅτι, ὅτε ἐγίνετο ὁ Σωσιγένης, ἐγίνετο καὶ ὁ ᾿ Αλέξανδρος. ὕστερος γὰρ Σωσιγένης Ἀλεξάνδρου τῷ χρόνῳ, εἰ καὶ συνέβη. ὅτε ἦν ᾿ Αλέξανδρος, εἷναι καὶ τὸν Σωσιγένην. τὸ μὲν οὗν σόφισμα τοιοῦτον, καὶ τὸ τὸν Καλλίαν μουσικὸν ὄντα εἶναι καὶ γράμματι. κὸν ὂν μέν ἐστι, κατὰ συμβεβηκὸς δὲ ὄν· συμβέβηκε γὰρ ὄντα μουσικὸν γενέσθαι γραμματικόν. εἰπὼν δὲ ὁ ᾿ Αριστοτέλης ὅτι οὐδεμία ἐπιστήμη τὸ κατὰ συμβεβηκὸς ὃν ζητεῖ, οὔτε ἡ οἰκοδομικὴ οὔτε ἄλλη τις, λέγει ὅτι ἐπειδὴ ἐκ τῶν κατὰ συμβεβηκὸς ὄντων ἐστὶ τὸ τὸν Καλλίαν νῦν ἅμα μουσικὸν ὄντα καὶ γραμματικὸν εἶναι, οὐδεμία τῶν ἐπιστημῶν ζητεῖ εἰ ὅτε ἐγίνετο γραμματικὸς ἅμα καὶ μουσικὸς ἐγίνετο. αἱ γὰρ ἐπιστῆμαι τῶν ἄντων, τὸ δὲ κατὰ συμβεβηκὸς ὂν σχεδὸν μὴ ὄν ἐστι, περὶ ὃ ἡ σοφιστικὴ διατρίβει· διὸ πάνυ καλῶς ὁ Πλάτων’ ἔφησε τὸν σοφιστὴν περὶ τὸ μὴ ὂν διατρίβειν. ἔστι δὲ ἀκατάλληλος καὶ πάνυ ἀσαφὴς ἡ λέξις ἡ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς καὶ τὰ ἑξῆς. οὕτω δέ, ὡς οἴμαι, ταύτην ὑπερβιβάζειν χρή. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός. εἶτα τούτῳ [*](637) συναπτέον τὸ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς ἅμα ἔσται τὰ ἀμφότερα, πρότερον οὐκ ὤν· καὶ οὕτως ἀναγνωστέον τὸ τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν καὶ τὰ ἑξῆς, ἵν ᾗ τὸ ὅλον καὶ τὸ τοῦ λόγου συνεχὲς τοιοῦτον. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικὸς· τὸ οὑν ’τον ὄντα μουσικὸν ὅτι γραμματικὸς ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως ἐπιστημῶν, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός, κατασκευή, δι’ ἧς κατεσκεύαζον οἱ σοφισταὶ ὅτι ὁ Καλλίας, ὅτε ἦν μουσικός, οὐκ ἦν μουσικός. εἴη δ’ ἂν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενον τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τὸ τὸ.. ἔστι δὲ τοιοῦτον· ὅπερ μὴ ἀεὶ ὂν μηδὲ πρότερον ὃν νῦν ἔστι, τοῦτο ἐγένετο, ὁ δὲ Καλλίας νῦν ὢν ἅμα μουσικὸς καὶ γραμματικός, πρότερον δὲ μὴ ὢν ἀμφότερα (δηλονότι γραμματικὸς καὶ μουσικός· γὰρ μόνον ἦν), ἅμ γινόμενος γραμματικὸς ἐγίνετο καὶ μουσικός· τὸ δὲ γινόμενον οὐκ ἔστιν· ὁ Καλλίας ἄρα γινόμενος μουσικὸς οὐκ ἦν μουσικός. ἀλλὰ καὶ ἦν. αὐτὸς δὲ τὸ ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικὸς θείς, τὸ ῾ τὸ δὲ γινόμενον᾿ καὶ τὸ ῾ ὁ Καλλίας ἄρα ἦν μουσικὸς καὶ οὐκ ἦν’ οὐκ ἔθηκε διὰ τὴν συνήθη βραχυλογίαν. ἀλλὰ ταῦτα μὲν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενα ἱμὰς λαμβάνειν χρή· τὸ δὲ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενομενος γραμματικὸς τὰ σμφοτερα ἄμα [*](10 εἰ Μ: ἐὰν AL 13 ἔφησε L: φησὶ Α 16 ἐγίνετο Hbri 18 ὅτι—ἀμφότερα (19) M: ὅτε γραμματικὸς ἔσται AL; cf. 23 22 ἐγένετο (ante τοῦτο) scripsi: ἐγίνετο libri ἐγένετο (ante καὶ) L: ἐγίνετο Α 28 ἐγίνετο libri 30 ἐγένετο L: ἐγίνετο Α 30 et 31 ὢν L: ὃν Α 34 ἐγένετο Α ἐγίνετο L 35 post γινόμενον addendum e S οὐκ ἐστι vel οὐκ ἦν coni. Bonitz)
664
ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν, τοῦτο ὡς ἀπὸ Ἀριστοτέλους λεγόμενον νομιστέον. εἴη δ’ ἄν τὸ λεγόμενον, ὅτι οὐδὲ τὸν ὄνια μὲν πρότερον μουσικὸν νῦν δὲ ὄντα ἀμφότερα, καὶ μουσικὸν καὶ γραμματικόν , πρότερον δηλονότι μὴ ὄντα μουσικὸν καὶ γραμματικὸν ἅμα, ἀλλὰ μόνον μουσικόν (καὶ προσυπακουστέον τοῦ εἰ ἅμα τῷ γίνεσθαι γραμματικὸς ἐγίνετο καὶ μουσικός) 25 οὐδεμία τῶν ὁuιολογουαένως ἐπιστημῶν ζητεῖ.

[*](p. 1064b30)

Ὅτι δὲ οὐδ’ ἐνδεχόμενό ν ἐστιν εἶναι τοῦ συμβεβηκότος τὴν ἐπιστήμην.

Λαβὼν ἐξ ἐπαγωγῆ ς ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη , ὅτι, φησί, τοῦτο ἀληθές ἐστι δῆλον ἡμῖν γενήσεται ὁρισαμένοις τί ποτέ ἐστι τὸ συμβεβηκός· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πειραθεῖσιν ἰδεῖν τί ποτέ ἐστι τὸ συμβεβηκός. μέλλων δὲ ὁρίσασθαι τὸ συμβεβηκὸς ποιεῖται διαίρεσιν τῶν ὄντων συντελοῦσαν αὐτῷ εἰς τὴν τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀπόδοσιν, λέγων τῶν ὄντων τὰ μὲν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης. ἐπεὶ δὲ τὸ ἀναγκαῖον πολλαχ ὡς λέγεται , ὡς ἐν τῷ Δ ταύτης τῆς πραγματείας ἐμά|θομεν, ὧν ἓν ἦν τὸ βίᾳ, ἐπάγει ἀνάγκης δὲ λέγω οὐ τῆς [*](638) κατὰ βίαν, ἀλλ’ ᾗ χρώμεθα ἐν ταῖς ἀτοδείξεσιν. ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα, καὶ τὰ λοιπὰ ἀξιώματα ὁμοίως. τὰ μὲν οὖν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης , τὰ δ’ ὡς ἐπὶ τὸ πολύ· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἄνθρωποι πενταδάκτυλοι· τὰ δὲ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ οὔτε ἐξ ἀνάγκης ἀλλ’ ὅπως ἔτυχε, τουτέστιν ἐπ’ ἔλαττον. καὶ ὅτι τὸ ὅπως ἔτυχεν ἀντὶ τοῦ ὡς ἐπ’ ἔλαττον ἔλαβε, δῆλον πεποίηκε διὰ τοὐ ἐπαχθέντος αὐτῷ παραδείγματος· ἐπ’ ἔλαττον γὰρ καὶ σπανίως ἐπὶ κυνὸς ἀνατολῇ γίνεται ψῦχος· ποτὲ γὰρ ἴσως τοῦτο συβήσεται. τὸ οὗν συμβεβηκός ἐστιν οὕτε τῶν ὡς ἐπὶ τὸ πολὺ οὔτε τῶν ἐξ ἀνάγκης καὶ ἀεί, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον. διελὼν οὖν οὕτω τὰ ὄντα ὁρίζεται τὸ. συμβεβηκὸς λέγων συμβεβηκός ἐστιν ὃ γίνεται μέν, οὐκ ἀεὶ δὲ οὐδὲ ἐξ ἀνάγκης οὐδ’ ὡς ἐπὶ τὸ πολύ· ὥστε τὸ ἐν τῷ κόρακι μέλαν οὐχ ἁπλῶς συμβεβηκὸς λεχθήσεται ἀλλὰ μετὰ πρὸ σθήκης ἐπὶ πολὺ συμβεβηκός· τὸ δὲ ἐπ’ ἔλαττον γινόμενον συμβεβηκὸς ἁπλῶς χωρίς τινος προσθήκης. εἰ δὴ πᾶσα ἐπιστήμη ἢ τῶν ἀναγκαίων ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς οὐ τοιοῦτον, τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἔπιστήμη. δείκνυσι δὲ καὶ ἄλλως ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη, δυνάμει συλλογιζόμενος οὕτως. ὧν ἐστιν ἐπιστήμη, τούτων εἰσὶν ἀρχαὶ καὶ αἴτια ὡρισμένα· τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀρχαὶ καὶ αἴτια ὡρισμένα οὔκ εἰσι· τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἐπιστήμη. τούτων τῶν δύο προτάσεων τὴν μείζονα τὴν ὧν εἰσιν ἐπιστῆμαι τούτων ἀρχαί εἰσι καὶ αἴτια [*](6 γραμματικὸς Brandis Bonitz: γραμματικόν ALM 9 τὴν in Metaph. non legitur 16 ἐν τῷ Δ] c. 5 21 τὰ δὲ L: τὸ δὲ Α 30 ἀπλῶς L: ἁπλῆς Α 37 et 38 τούτων M: τούτου AL 38 τὴν μείζονα L: om. Α)

665
ὡς πολλάκις δειχθεῖσαν οὐ κατασκευάζει, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ὡρισμένα αἴτια δείκνυσι δι’ ἀδυνάτου, ὑποθέμενος τὸ ἀντικείμενον ὅτι ἔστωσαν τοῦ κατὰ συμβεβηκὸς ὄντος αἴτια [καὶ] ὡρισμένα, καὶ συλλογίζεται πάλιν δυνάμει ὧδε. τὸ ὡρισμένα αἴτια ἔχει, ὡς ὑπόκειται· ὧν ἐστιν ὡρισμένα αἴτια, ταῦτα ἀναγκαῖά ἐστι· τὸ συμβεβηκὸς ἄρα ἀναγκαῖόν ἐστι. τούτῳ προσληθείσης ἑτέρας προτάσεως τῆς τὸ δὲ ἀναγκαῖον ἀεί ἐστι, συνάγεται ὅτι τὸ συμβεβηκὸς ὂν ἀεί ἐστι. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα καὶ δι’ οὗ τοῦτο συνῆκται· ἔστι δὲ τὸ τοῦ κατὰ συμβεβηκὸς ὄντος αἱ ἀρχαὶ ὡρισμέναι εἰσίν. εἰ δ’ οὔκ εἰσιν αἱ ἀρχαὶ αὐτοῦ ὡρισμέναι, οὐδ’ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ ἡ μὲν ἀγωγὴ τῶν λεγομένων τοιαύτη τις ἄν εἴη.. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἂν ἔχοι. ὅτι δὲ τοῦ κατὰ συμβεβηκὸς ὄντος οὔκ εἰσιν ἀρχαὶ τοιαῦται, τουτέστιν ὡρισμέναι, δῆλον. εἰ γάρ εἰσιν αὐτοῦ τὰ αἴτια ὡρισμένα, ἔσται ἀναγκαῖον, ὥσπερ καὶ τὰ λοιπὰ ὧν ἐστι τὰ αἴτια ὡρισμένα· εἰ δὲ τοῦτο, ἔσται πάντα ἐξ ἀνάγκης· εἰ δὲ τοῦτο, | ἀναιροῖτ’ ἂν ἡ τοῦ [*](639) ἐνδεχομένου φύσις. ὅτι δὲ ἔστιν ἡ τοῦ ἐνδεχομένου φύσις καὶ ἀδύνατόν ἐστιν αὐτὴν μὴ εἶναι, δέδεικται ἑν τῷ Περὶ ἑρμηνείας. εἰπὼν δὲ ὅτι πάντα ἐξ ἀνάγκης πὼς ἔσται, τοῦτο κατασκευάζει λέγων· εἰ γὰρ τοῦδε ὄντος ἔστι τόδε καὶ τοῦδε τόδε, τοῦτο δὲ γίνεται οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ’ ἐπὶ τῶν ἀναγκαίων, εἰ οὖν καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος τοῦδε μὲν ὄντος ἔστι τόδε, τοῦδε δὲ ὄντος ἔστι τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς ἀναγκαῖον. ὥσπερ γὰρ οἰκίας οὔσης ἐξ ἀνάγκης εἰσὶ τοῖχοι, τούτων δὲ ὄντων θεμέλιοι, καὶ τούτων ἐξ ἀνάγκης λίθοι, οὕτω καὶ τὸ συμβεβηκὸς ἐξ ἀνάγκης ἂν ἦν, εἴπερ ἦσαν αὐτοῦ τὰ αἴτια ὡρισμένα. οἷον σαφηνείας ἕνεκεν τοῦ ἡλίου κατὰ κάθετον γινομένου τῇ σελήνῃ ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἐκλείψεως δὲ γενομένης δεδόσθω ὡς συνέβη εὑρεθῆναι θησαυρόν· εἰ οὖν τῆς τοῦ θησαυροῦ εὑρέσεως τὰ αἴτια ὡρισμένα ἐστίν, ἔστωσαν αὐτοῦ αἴτια ἥ τε ἔκλειψις καὶ τὸ τῆς ἐκλείψεως αἴτιον· ὥστε ἐπεὶ τοῦ ἡλίου κτὰ κάθετον τῇ σελήνῃ γινομένου ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἡ δὲ ἔκλειψις αἰτία ἐστὶ τῆς τοῦ θησαυροῦ εὑρέσεως, ἐξ ἀνάγκης ἔσται ἡ τοῦ θησαυροῦ εὕρεσις, ἧς εὑρέσεως ἐστιν αἰτία ἡ ἔκλειψις. τοῦτο δέ, ἤτοι ἡ τοῦ θησαυροῦ εὕρεσις, ἦν συμβεβηκός· ἔστι γὰρ τῶν ἐπ’ ἔλαττον· νῦν δὲ ἐκ τοῦ λέγειν ὅτι ὡρισμένα ἐστὶν αὐτοῦ τὰ αἴτια συνάγεται ὅτι τῶν ἀναγκαίων ἐστίν. ἅπαντα ἄρα ἀναγκαῖά ἐστι καὶ οὐδέν ἐστιν ἐνδεχόμενον. τελευταῖον δὲ εἶδος εἶπε τὸ ἔσχατον αἰτιατόν. αἴτιον μὲν γὰρ πρῶτον ἡ κατὰ κάθετον τοῦ ἡλίου ἀπόστασις, αἰτιατὸν δὲ ἡ ἔκλειψις. πάλιν αἴτιον μὲν δεύτερον ἡ ἔκλειψις, αἰτιατὸν δὲ ἔσχατον ἡ τοῦ θησαυροῦ εὕρεσις· εἰ δὲ ἦν αὕτη ἡ εὕρεσις αἰτία τινός, ἦν ἄν ἐκεῖνο τὸ ἔσχατον αἰτιατόν. εἰ μὲν οὗν ὂν ὑποθώμεθα τὸ τοῦ συμβεβηκότος αἴτιον, συμβήσεται καὶ τὸ [*](1 ἐλάττονα L: ἔλαττον Α 3 τὸ ἀντικείμενον LM: om. Α τοῦ κατὰ M: τὰ κατὰ τοῦ AL 4 καὶ c. S del. Bonitz 7. 8 "lege τὸ κατὰ συμβεβηκὸς ὄν" Bonitz 10 οὐδ’ ἔστιν LS: οὐδὲν ἔστιν Α 17 ἐν τῷ Περὶ ἑρμηνείας] c. 9 26 ἐκλείψεως L: ἐκείνης A γινομένης L 39 ὃν L: om. Α)
666
συμβεβηκὸς ἐξ ἀνάγκης εἶναι. εἰ δὲ μὴ ὄν, φησίν, ὑποθώμεθα ἀλλὰ γινόμενον, ἐξ ἀνάγκης γενήσεται καὶ τὸ συμβεηκός. εἰ γὰρ αὕριον γενήσεται θησαυροῦ εὕρεσις ἐκλείψεως γινομένης, ἔκλειψις δὲ γενήσεται εἰ ἀντίφραξις γένηται ὑπὸ τῆς γῆς, αὕτη δὲ εἰ κατὰ κάθετον ὁ ἥλιος γίνηται, καὶ τοῦτο πάλιν εἰ γίνεται βροχή, καὶ τοῦτο εἰ βροντᾷ, ἡ δὲ βροντὴ ἔστω τελευταῖον, ἀναποδιστέον ῾ ἐπεὶ βροντὴ γίνεται, βρέξει ἐξ ἀνάγκης, βροχῆς γινομένης ἐξ ἀνάγκης ὁ ἥλιος κατὰ κάθετον γίνεται τούτου γινομένου ἐξ ἀνάγκης ἀντίφραξις γίνεται, ταύτης γινομένης ἐξ ἀνάγκης ἔκλειψις, καὶ ταύτης ἐξ ἀνάγκης ἡ τοῦ θησαυροῦ εὕρεσις.’ ἅπαντα ἄρα ἐξ ἀνάγκης. ἐὰν οὖν, φησίν, ἀπὸ τοῦ ἐνεστῶτος νῦν ἀρξάμενοι λέγωμεν ὅτι αὔριον γίνεται νίψις, ἐπειδὴ πᾶν τὸ γεγονὸς ἐν πεπρασμένῳ χρόνῳ γίνεται, καταντήσομεν εἰς τὸ ὄν. ἔστω γὰρ ὅτι ἡ τοῦ θῆ σαύρου εὕρεσις γίνεται ἅμα τῷ παυθῆναι [*](640) τὴν ἔκλειψιν, καὶ αὕτη ἅμα τῷ παῦσαι τοῦ βρέχειν, καὶ τοῦτο ἅμ τῷ παῦσαι τοῦ βροντᾶν· ἐπειδὴ ὁ πᾶς χρόνος πεπερασμέονς ἐστίν, ἐὰν ἀφέλωμεν τὸν τῆς ἐκλείψεως χρόνον, εἶτα τὸν τῆς βροχῆς, κἂν ἑκατονταμηναῖοί εἰσι κἂν χιλιουταμηναῖοι, ὅμως πεπερασμένοι, ἥξομέν ποτε εἰς τὸ ὂν ἤτοι τὴν βροντήν. ἐκεῖθεν οὖν ἀρξάμενοι εὑρήσομεν πάντα τὰ μετὰ τὴν βροντὴν ἐξ ἀνάγκης γινόμενα.

[*](p. 1065a21)

Τὸ δ’ ὡς ἀληθῶς ὂν καὶ μὴ κατὰ συμβεβηκός.

Ὡς ἀληθῶς ὂν ἔλεγεν, ὅτε περὶ τούτου τὸν λόγον ἐν ταύτῃ ἐποιεῖτο τῇ πραγματεία. τὴν ἀληθῆ κατάφασιν ἢ τὴν ἀληθῆ ἀπόφασιν, ὥσπερ καὶ ὡς ψεῦδος μὴ ὂν τὴν ψευδῆ κατάφασιν καὶ ἀπόφασιν. τὸ οὗν ὡς ἀληθῶς, φησίν, ὂν ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκός ὄν, τὸ δὴ ὡς ἀληθῶς ὂν ἐν συμπλοκῇ ἐστι διανοίας καὶ πάθος διανοίας. ὅταν γὰρ ἀληθῶς συνάψῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ ἡ διάνοια, λέγεται τοῦτο ὄν, οὐχ ἁπλῶς δὲ ὂν ἀλλ’ ὡς ἀληθῶς ὅν· οἷον εἰ γράφοντος Σωκράτους εἴπῃ ἡ διάνοια ὡς ὁ Σωκράτης γράφει, τοῦτο ὂν μέν ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὂν ἀλλ’ ὡς ἀληθὲς ὄν. τούτου οὗν τοῦ ὡς ἀληθῶς ὄντος αἰτία οὐ ζητεῖται· οὐθεὶς γὰρ ζητεῖ διὰ τί ἡ διάνοια συνέπλεξε τῷ Σωκράτει τὸ γράφει ἀλλὰ περὶ τὸ ἔξω ὂν καὶ χωριστὸν ἤτοι καθ’ αὑτὸ ὑπάρχον. περὶ τοῦτο ζητοῦμεν τὰ αἴτια. ἔξω δὲ ὂν λέγει τὸν Σωκράτην καὶ τὴν ἐνέργειαν αὐτοῦ, λέγω δὴ τὸ γράφειν· οὐ γάρ ἐστιν ὁ Σωκράτης καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῇ λέγούσῃ διανοίᾳ ὅτι ὁ Σωκράτης γράφει, ἀλλ’ ἐκτὸς αὐτῆς καὶ ἐν τῳδὶ τῷ τόπῳ. περὶ δὴ τὸ ἔξω ὂν ζητοῦμεν τὰ αἴτια· ζητοῦμεν γὰρ τὴν αἰτίαν δι’ ἣν ὁ Σωκράτης γράφει. οὐ παρέργως δὲ τούτων ἐμνήσθη, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι τοῦ κατὰ συμβεβηκὸς ὄντος οὔκ εἰσιν αἴτια, ἀκολούθως εἴρηκεν ὅτι οὐδὲ τοῦ ὡς ἀληθῶς ὄντος εἰσὶν αἴτια. εἰπὼν δὴ ὅτι τοῦ ἔξω ὄντος [*](5 βροχή LS: βραχύ Α ἔσται τὸ τελευταῖον L 11 ἐν πεπερασμένῳ L: ἐμπεπερασμένῳ A καταντήσομεν c. S Bonitz: κατηντήσαμεν AL 12 ὅτι ἡ L: post ὅτι add. τὸ ὂν Α 15. 16 ἑκατονταμηναῖοι M: ἑπατονταμεραῖοι AL 17 εὑρήσομεν L: βοήσομεν Α 21 ὥσπερ καὶ L: καὶ om. Α 34 τὰ M: om. AL)

667
τὰ αἴτια ζητοῦμεν, λέγει ὅτι τοῦ δὲ οὐκ ἀναγκαίου ἀλλ’ ἀορίστου καὶ ἐπ’ ἔλαττον ὄντος τὰ αἴτια ἀόριστα καὶ ἄτακτα, καὶ διὰ τοῦτο οὐ ζητεῖται· τοῦ γὰρ ἐντυχεῖν ὃν μὲν ἐβούλετό τις ἰδεῖν, μὴ ᾤετο δέ, ἄπειρα τὰ αἴτια, ὡς ἐν τοῖς Περὶ φύσεως εἴρηκεν. οὔτε οὗν αἴτιά εἰσι τοῦ κατὰ συμβεβηκὸς ὄντος, οὔτε ἔστιν ἐν αὐτῷ τὸ ἕνεκά του, ἀλλ’ ἔστι τὸ ἕνεκά του ἢ ἐν τοῖς φύσει γινομένοις ἢ τοῖς ἀπὸ διανοίας.

Μέχρι δὴ τῶν ἐνταῦθα ἡμῖν ἐξηγητέον τὰ τοῦ παρόντος βιβλίου· τὰ γὰρ ἀπὸ τοῦ τύχη δέ ἐστιν, ὄταν τι τούτων γένηται κατὰ συμβεβηκὸς ἕως τοὺ τέλους τοῦ βιβλίου τὰ αὐτά εἰσιν ἀπᾶραλλάκτως τοῖς ἐν τῇ Φυσικῇ ἀκροάσει Ι λεγομένοις, καὶ δεῖ τούτων τὴν σαφήνειαν ἐκ τῶν [*](641) εἰς ἐκεῖνα ὑπομνημάτων πορίζεσθαι, ἡμῖν δὲ ἡ τοὐ Α σαφήνεια προχειριζέσθω.

[*](1 ἀλλ’ L: om. Α 2 καὶ ἐπὶ τούτῳ οὐ L 3 τοῦ L: τὸ Α 4 ἐν τοῖς Περὶ φύσεως] Β 5 εἴρηται L 5 ἐν αὐτῷ τὸ ἕνεκά του L: του om. Α 8 γὰρ L: δὲ Α)
668

᾿Εν τῷ παρόντι βιβλίῳ τῆς Μετὰ τὰ Φυσικά, ὃ λάμβδα τοῖς Περιπατητικοῖς ἐπιγράφειν σύνηθες, περὶ τῆς πρώτης καὶ ἀκινήτου ἀρχῆς τὸν λόγον ποιεῖται, δι’ ἣν καὶ ἅπασα αὕτη ἐκδέοται ἡ πραγματεία. ἀλλ᾿ ἐπεὶ τὸ τῆς ἀρχῆς ὄνομα πολλαχῶς λέγεται (λέγεται γὰρ ἀρχὴ καὶ ἡ ὕλη τὸ εἶδος καὶ ἡ στέρησις), πρῶτον κεφαλαιωδῶς καὶ συντόμως τὰ περὶ αὐτῶν διαρθροῖ, ἵνα ἔναυλον ἔν τὸν περὶ τούτων λόγον εὐμαρῶς γνῶμεν τὴν τῆς ζητουμένης ἀρχῆς πρὸς τὰς ἄλλας διαφοράν. ἄλλως τε έπειδὴ ἐν ταῖς ἀπορίαις πρὸς τοῖς ἄλλοις καὶ τὸ πότερον πάντων αἱ αὐταί εἰσιν ἀρχαὶ ἢ ἄλλων ἄλλαι ἐζητεῖτο, οὐ τετύχηκε δέ πω λύσεως, διὰ τοῦτο πάλιν τὸν περὶ τῶν αἰτίων προχειρίζεται λόγον, ἵνα δείξῃ ὅτι τρόπον μέν τινά εἰσι πάντων αἱ αὐταὶ ἀρχαί, τρόπον δέ τινα οὔκ εἰσιν.

[*](p. 1069a18)

Περὶ τῆς οὐσίας ἡ θεωρία.

Επεὶ δέδεικται ὅτι ἡ προκειμένη ἐπιστήμη πρώτη πασῶν ἐστι τῶν ἄλλων, τῆς δὲ πρώτης καὶ τὸ ὑποκείμενον πρῶτον, ἔστι δὲ ἡ οὐσία πρώτη τῶν ἄλλων κατηγοριῶν, ἡ οὐσία ἄν εἴη τὸ ὑποκείμενον τῇ σοφίᾳ· καὶ ἐπεὶ πάλιν τῶν οὐσιῶν ἡ μέν ἐστι πρώτη ἡ δὲ δευτέρα, ἡ πρωτίστη ἄν εἴη τὸ ὑποκείμενον αὐτῇ. εἰπὼν δὲ ὅτι περὶ ἰῆς οὐσίας ἡ θεωρία, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τῶν γὰρ οὐσιῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητοῦνται. ὁ γὰρ τὰς ἀρχὰς καὶ τἂ αἴτια τῆς οὐσίας ζητῶν αὐτὴν ζητεῖ τὴν οὐσίαν, ὥσπερ καὶ ὁ τὴν τῆς ἐλλείψεως αἰτίαν ζητῶν αὐτὴν ζητεῖ τὴν ἔκλειψιν. ἡ γὰρ αἰτία τῆς ἐκλείψεως, ὡς ἐν τῷ δευτέρῳ τῶν ῾ Υστέρων ἀναλυτικῶν εἴρηται, ὁ ὅρος τῆς ἐλλείψεως ἐστιν, οὗτος δὲ αὐτή ἐστιν ἡ ἔκλειψις. ἔχων οὖν δεδειγμένον ὅτι ἡ προκειμένη ἐπιστήμη ἐστὶν ἡ πρώτη καὶ ὅτι ἡ πρώτη τῶν πρώτων, δείκνυσιν ὅτι ἡ οὐσία τῶν ἄλλων κατηγοριῶν πρώτη ἐστίν· ὥστε εἰ ἡ σοφία πρώτη, ἡ δὲ πρώτη τῶν πρώτων, εἰ δειχθήσεται ὅτι ἡ οὐσία πρώτη, ἡ παροῦσα σοφία τῆς [*](1 Tit. σχόλια—ἀριστοτέλους M: ἀρχὴ τοῦ λάμβδα Α: om. L 4 ποιεῖται M: ποιεῖ AL 9 ἐν ταῖς ἀπορίαις] B 4 p. 1000a5 22. 23 ἐν ἰῷ δευτέρῳ τῶν ῾ Υστέρων ἀναλυτικῶν] c. 2 p. 90a15 26 ὥστε L: ὡς Α)

669
οὐσίας ἄν εἴη θεωρητική. πρῶτον δὲ προσδιορίζεται τοὺς τρόπου. καθ’ οὓς δυνατόν ἐστιν ἐννοεῖν τὴν οὐσίαν μετὰ τῶν δέκα κατηγοριῶν, λέγων [*](642) καὶ γὰρ εἰ ὡς ὅλον τι τὸ πᾶν, ἡ οὐσία πρῶτον μέρος, τουτέστιν εἴτε ξύμπασαν τὴν αἰσθητὴν οὐσίαν μετὰ τῶν συμβεβηκότων ὡς ἕν τι λαμβάνομεν ἡ οὐσία πρῶτον μέρος, εἴτε ἀπολελυμένας καὶ κεχωρισμένας ἀπ᾿ ἀλλήλων καὶ ἐφεξῆς κειμένας τὰς δέκα νοήσομεν κατηγορίας, οἷον πρῶτον ’φερε εἰπεῖν τὸ πόσον, εἶτα τὸ ποῖον, εἶτα τὴν οὐσίαν, εἶτα τὰς λοιπάς, καὶ οὕτως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστίν, εἶτα τὸ ποιόν, εἶτα τὸ ποσόν. καὶ αἱ λοιπαὶ ὁμοίως· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ καὶ τῷ ἐφεξῆς, τουτέστιν εἰ καὶ μὴ ὡς ἓν ἀλλ’ ἐφἑξῆς οὔσας τὰς κατηγορίας νοοῦμεν καὶ μὴ ἐν τῇ οὐσίᾳ οὔσας. ἀλλ’ ἐπεὶ ἀσαφέστερόν πὼς ἔτι ἐστὶ τὸ λεγόμενον. γινέσθω σαφέστερον ἐπὶ ὑποδείγματος. ὁ Σωκράτης ἐστὶ μὲν καὶ οὐσία, ἀλλὰ καὶ λευκός, ἀλλὰ καὶ φιλόσοφος, ἀλλὰ καὶ μουσικός. τῆς οὖν ὁλότητος τῆς ἐκ τῆς τοῦ Σωκράτους οὐσίας καὶ τοῦ λευκοῦ καὶ φιλοσόφου καὶ μουσικοῦ ἀποτελεσθείσης μέρος ἐστὶ τὸ μουσικόν· ὁμοίως καὶ ὁ Σωκράτης μέρος ἐστὶ τοῦ συνόλου τοῦ ἐκ λευκοῦ καὶ μουσικοῦ καὶ φιλοσόφου καὶ Σωκράτους ἀποτελεσθέντος. ὡς δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῆς ξυμπάσης αἰσθητῆς οὐσίας καὶ τῶν ἐννέα κατηγοριῶν. καὶ γὰρ ἐπὶ τούτων τῆς ἀπὸ τῆς αἰσθητῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ καὶ τῶν λοιπῶν ὁλότητος μέρος ἔσται ἡ οὐσία· ὁμοίως δὲ καὶ τὸ ποσὸν μέρος τοῦ ἐκ τῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τῶν ἄλλων ἀπογεννήματος. εἰπὼν δὴ ὅτι εἴτε ὡς ἕν τι καὶ μίαν τινὰ φύσιν ἑτέραν παρὰ ταύτας γινομένην τὰς δέκα φαντασθῶμεν κατηγορίας, εἴτε ἐφεξῆς, ἀμφοτέρως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστί, καὶ προσαποδείκνυαι λέγων ἅμα δ’ οὐδ’ ὄντα ἁπλῶς ὡς εἰπεῖν ταῦτα, λέγων ταῦτα τὰς παρὰ τὴν οὐσίαν κατηγορίας. αὐτὸς δὲ καὶ δηλῶσαι βουληθείς, τίνα ἐστὶ τὰ παρὰ τὴν οὐσίαν, ἐπήγαγεν, οἷον ποιότητες κινήσεις. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· ὅλως γὰρ πῶς ἄν αἱ ἄλλαι κατηγορίαι πρῶται ἦς οὐσίας ὑπονοηθεῖεν, αἵτινες καθ’ αὑτὰ μὴ ὄντα εἰσί, λέγεται δὲ ὄντα καὶ ὀντότητος μετέχουσιν, ὅτι τῆς οὐσίας εἰσὶ πάθη. εἰ οὖν διὰ ταύτην εἰσὶν ὄντα καὶ τὸ εἶναι αὐταῖς αὐτὴ δίδωσι, φανερὸν ὅτι ἡ οὐσία πρώτη πασῶν αὐτῶν ἐστι. τὸ δὲ ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ἴσον ἐστὶ τῶ ἀλλὰ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ὄντα λέγεται διὰ τὸ λευκὸν καὶ τὸ εὐθύ· φαμὲν γὰρ ὅτι ἔστιν οὐ λευκὸν καὶ ἔστιν οὐκ εὐθύ. ἐπεὶ οὖν τὸ λευκὸν καθ’ αὑτὸ μὴ ὂν ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει, τὸ δὲ μὴ λευκὸν στέρησις ὂν λευκοῦ διὰ τὴν ἕξιν ἤτοι τὸ λευκὸν ὃν καὶ ἔστι καὶ λέγεται, τοῦτο δεῖγμα λαμπρὸν τοῦ πρώτην εἶναι τῶν ἄλλων τὴν οὐσίαν. δι’ αὐτὴν γὰρ αἱ ἕξεις., οἷον λευκότητες θερμότητες, διὰ δὲ τὰς ἕξεις αἱ μὴ λευκότητες, μὴ θερμότητες [*](643) ὄντα καὶ εἰσὶ καὶ προσαγορεύονται. ἔτι, φησίν, οὐδὲν τῶν ἄλλων χωδέκα] [*](2 ἐννέα L 9 εἰ καὶ] καὶ εἰ Metaph. vulg. 10 τουτέστιν—ἐφεξῆς L: om. Α 17 δὲ] οὖν L 19 ἀπὸ τῆς L: τῆς om. Α 21 καὶ ποσοῦ καὶ ποιοῦ καὶ τῶν L 25 ταῦτα] τἆλλα Metaph. vulg. 26 οἷον] ἀλλὰ Metaph. vulg. 29 δὲ L: om. A 31 ἡ] ᾗ Metaph. vulg. 32 τὸ οὐκ εὐθὺ L: τὸ om. Α 35 ὃν λευκοῦ S Bonitz: ἦν λευκοῦ AL)
670
ριστόν ἐστι τῆς οὐσίας, ἀλλ’ ἐν αὐτῇ τὸ εἶναι ἔχει καὶ αὐτῆς δεῖται εἰς τὸ εἶναι. τὸ οὖν οὗ χωρὶς τὰ ἄλλα οὐκ εστιν, ἐκεῖνο δὲ τῶν τῶν ὢν, ἐκεῖνο πρότερόν ἐστιν ἐκείνων. ὅτι δὲ ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλων συνίστησι καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. καὶ ἐκεῖνοι γάρ, φησί, τῆς οὐσίας τἀς ἀρχὰς ἐζήτουν οὐδενὸς δὲ ἄλλου, ὡς οὕσης τῶν ἄλλων προτέρας· οὐδεὶς γὰρ τῶν πρώτων καὶ κυρίως ὄντων τὰς ἀρχὰς καταλιπὼν ζητεῖ τἀς τῶν ὑστέρων.

[*](p. 1069a26)

Οἱ μὲν οὖν νῦν τὸ καθόλου οὐσίας μᾶλλον τιθέασι.

Δείξας ὅτι ἡ οὐσία προτέρα τῶν ἄλλων ἐστὶ καὶ ἐπὶ τούτῳ ἡ σοφία ὡς πρώτη τῶν ἄλλων ἁπασῶν τὰς τῶν οὐσιῶν ἀρχὰς καὶ αἴτια ζητεῖ, λέγει ἀκολούθως τίνες τίνα τῶν ὄντων οὐσίας εἶναι ὑπελάμβανον, καί φησιν οἱ μὲν οὖν νῦν ὄντες μᾶλλον εἶναι οὐσίας φασὶ τὰ καθόλου, καὶ τίνα ἐστὶ τὰ καθόλου ἐπάγει· τὰ γὰρ γένη, φησί, καθόλου, ἃ καὶ ἀρχὰς καὶ οὐσίας ἀποφαίνονται, διὰ τὸ λογικῶς καὶ κενῶς ζητεῖν· καταλελοιπότες γὰρ τὰ πράγματα καὶ τὰ κυρίως ὄνια τὴν ζήτησιν ἐποιοῦντο περὶ τὰ μὴ ὄντα· τὰ γὰρ καθόλου μὴ ὄντα· τῇ ἐπινοίᾳ γὰρ ἔχει τὸ εἶναι. οἱ μὲν δὴ νῦν οὐσίας τὰ καθόλου φασίν. καὶ οὐκ ἄν διὰ τούτων αἰνίττοιτο τὸν Πλατωνα (οὐκ ἔστι γὰρ αὕτη τοῦ Πλάτωνος ἡ δόξα), ἀλλὰ λέγοι ἂν περὶ τοὺς αὐτοὺς αὐτῷ ὄντας χρόνους. οἱ δὲ πάλαι τοὐναντίον οὐσίας ἔλεγον τὰ καθ’ ἕκαστα· ὁ μὲν ῾ Ηράκλειτος οὐσίαν καὶ ἀρχὴν ἐτίθετο τὸ πῦρ, Παρμενίδης δὲ ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν, Θαλῆς ὕδωρ, καὶ ἄλλος ἄλλο. τὸ δὲ κοινὸν καθόλου σῶμα τὸ κατὰ παντὸς σώματος κατηγορούμενον οὐδεὶς εἶπεν ἀρχήν.

ταῦτα εἰπὼν λέγει ὅτι αἱ οὐσίαι τρεῖς εἰσι, κἂν ἄλλοι ἄλλως περὶ αὐτῶν ἐδόξασαν, καὶ τίνες αὗται καταλέγει. μία μέν, φησίν, οὐσία ἐστὶν ἡ αἰσθητή, ἣν ἅπαντες εἶναι ὁμολογοῦσι· τὴν γὰρ νοητὴν καὶ θείαν πολλοὶ μὴ εἶναι ἀνοήτως ἀπεφήνατο, ὧν εἷς ἦν Ἵππων ὁ ἄθεος ἐπικληθείς· οὗτος γὰρ παρὰ τὴν αἰσθητὴν φύσιν οὐδὲν ἔφασκεν εἶναι. μία μὲν οὖν ἐστιν οὐσία ἡ αἰσθητή, ἣν ἅπαντες ὁμολογοῦσι· ταύτης δὲ τῆς αἰσθητῆς ἡ μέν ἐστι φθαρτή, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα, ἡ δέ ἐστιν ἀίδιος, οἷον αἱ σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες. τὸ δὲ ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά οὐ τῆς ἀιδίου οὐσίας λέγει, ἀλλὰ τῆς οὐσίας τῆς αἰσθητῆς, ἥτις καὶ κατὰ τῶν φθαρτῶν καὶ κατὰ τῶν ἀφθάρτων κατηγορεῖται σωμάτων. ταύτης δὴ τὰ στοιχεῖα ζητητέον· ὥσπερ γὰρ τῶν ζῴων ἐστὶ στοιχεῖα καὶ τῶν φυτῶν ἡ ὑποκειμένη αὐτοῖς ὕλη, οὕτω καὶ τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐστὶ στοιχεῖον τὸ ὑποκείμενον αὐτοῖς, αὐτὸ δὴ τὸ πέμπτον σῶμα. δύο μὲν οὖν οὐσίαι αὗταί εἰσι, τρίτη δὲ ἡ νοητὴ ἀίδιος οὖσα καὶ ἀκίνητος, ἣν καί φασί τινες χωριστὴν καὶ ἑτέραν τῶν [*](644) [*](7 τὰς τῶν L: τὰς om. Α 17 αἰνίττοιτο L: αἰνίττηται Α 19 οὐσίας L: οὐσίαν Α 22 κοινὸν L: om. Α 25 ἡ οὐσία L)

671
τῇδε. ἀλλὰ καὶ ταύτην οἱ μέν, ὥσπερ Πλάτων, εἰς δύο διαιροῦσιν, εἴς τε τὰ μαθηματικά (χωριστὰ γὰρ καὶ καθ’ αὑτὰ εἶναι τὰ μαθηματικὰ ὁ Πλάτων ἔλεγε) καὶ καὶ τὰ εἴδη ἤιοι τὰς ἰδέας· τινὲς δὲ τῶν Πυθαγορείων τὰ μαθηματικὰ καὶ τὰ εἴδη εἰς μίαν φύσιν ἐτίθεντο μηδὲν διαφέρειν λέγοντες τὰ μαθηματικὰ τῶν ἰδεῶν· ἄλλοι δὲ τούτων ἤτοι τῶν Πυθαγορείων (οὐ γὰρ πάντες οἱ Πυθαγόρειοι τῆς αὐτῆς γεγόνασιν αἱρέσεως) τὰ μαθηματι·κὰ μόνον εἶναι ἔλεγον, τὰς ἰδέας μὴ προσηκάμενοι. εἰπὼν οὖν ὅτι τρεῖς εἰσιν αἱ οὐσίαι ἐπάγει, εἰ, ἐκεῖναι μέν λέγων ἐκείνας τήν τε αἰσθητὴν καὶ φθαρτὴν οὐσίαν καὶ τὴν αἰσθητὴν καὶ ἄφθαρτον) τῆ φυσικῇ ὑπόκεινται, καὶ τὴν αἰτίαν συντόμως ἔπηξε· μετὰ κινήσεως γὰρ, φησιν, εἰσιν· ἐν ὄις γάρ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμία, τῆς φυσικῆς ἐστι τὸ περὶ αὐτῶν σκοπεῖν. ἡ δὲ νοητὴ καὶ θεία οὐσία οὐ τῆς φυσι·κῆς ἀλλὰ τῆς προκειμένης φιλοσοφίας. καὶ τοῦ μὴ τῆς φυσικῆς εἶναι τὸ περὶ αὐτῆς θεωρεῖν τὴν αἰτίαν τέθεικε διὰ τοῦ εἰ μηδεμία ία αὐτοῖς ἀρχὴ κοινή, ὅπερ ἴσον ἐστὶ τῷ ἐπειδὴ οὐδαμῶς κατ’ οὐδὲν ἡ αἰσθητὴ οὐσία κοινωνεῖ τῇ νοητῇ, οὐδέ ἐστί τις αὐταῖς ἀρχ’ ἡ κοινή, οὐκ ἄν εἴη τῆς φυσικῆς τὸ περὶ αὐτῆς θεωρεῖν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι ὅτι τοιαύτη τίς ἐστιν· τὸ δὲ ἐν ἀρχῇ τῆς λέξεως συνεχὲς τοιοῦτον· οὐσίαι δὲ τρεῖς, μία μὲν αἰσθητή, ἣν ·πάντες ὁμολογοῦσιν, ἧς καὶ ἀναγκαῖον τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά· εἶτα τὸ ἧς, δηλονότι αἰσθητῆς, ἡ μέν ἐστι φθαρτὴ ἡ δὲ ἀίδιος.

[*](p. 1069b3)

Ἡ δ’ αἰσθητὴ οὐσία μεταβλητή.

Ἦν ἄν τὰ λεγόμενα σαφέστερα, εἰ ἀντὶ τοῦ ἡ δὲ αἰσθητὴ οὐσία μεταβλητὴ γεγραμμένον ἦν ἐπειδὴ δὲ ἡ αἰσθητὴ οὐσία μεταβλητή. εἰπὼν γὰρ ἀνωτέρω ὅτι αἱ οὐσίαι τρεῖς εἰσιν, ὧν ἡ μέν ἐστιν αἰσθητή, ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, ἐντεῦθεν ζητεῖ τίνα ἐστὶ τὰ στοιχεῖα τῶν τε αἰσθητῶν καὶ φθαρτῶν καὶ τῶν αἰσθητῶν καὶ ἀφθάρτων οὐσιῶν. λέγει οὗν ὅτι ἐπειδὴ ἡ αἰσθητὴ οὐσία μεταβλητή ἐστι, πᾶσα δὲ μεταβολὴ ἐκ τῶν ἀντικειμένων καὶ τῶν μεταξύ, οὐκ ἐκ τῶν τυχόντων δὲ ἀντικειμένων ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως, ὡς ἐν τῷ Α τῆς Φυσικῆς παραδέδωκεν ἀκροάσεως (γίνεται γὰρ τὸ λευκὸν χρῶμα ἐκ μὴ λευκοῦ ἀλλ’ οὐκ ἐκ τυχόντος· λέγεται γὰρ καὶ ἡ φωνὴ μὴ λευκή, ἀλλ’ οὐκ ἐξ αὐτῆς γίνεται τὸ λευκὸν χρῶμα, ἀλλ’ ἐκ τοῦ μὴ λευκοῦ χρώματος, ὅπερ ἐστὶν ἀπόφασις τοῦ λευκοῦ· καὶ ὁ μουσικὸς γίνεται ἐκ μὴ μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τῆς οἰκίας· μὴ μουσικὸν γὰρ καὶ ἡ οἰκία· ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως· [*](645) καὶ ὁ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἀλλ’ οὐκ ἐξ ἅπαντος, ἀλλ’ ἐκ τῆς οἰκείας στερήσεως· ὁμοίως τούτοις καὶ τὰ ἄλα πάντα ὅ σὰ γίνεται), ἐπεὶ [*](14 τέθεικε L: τέθηκε Α 16 αὐταῖς L: αὐτοῖς Α 22 lemma om. Α 30. 31 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 5 p. 188 a 13 sqq. 35 καὶ L: om. Α 37 πάντα ὅσα L: post πάντα add. τούτοις A γίνεται L: om. Α)

672
οὖν πᾶσα μεταβολὴ ἢ ἐκ τῶν ἀντικειμένων γίνεται ἡ τῶν μεταξύ (γίνεται γὰρ καὶ ἐκ φαιοῦ λευκόν), τὸ δὲ ἀντικείμενον τῇ τοῦ ἀντικειμένου παρουσίᾳ οὐχ ὑπομένει οὐδὲ γίνεται αὐτῷ ὑποκείμενον (οὐδαμῶς γὰρ ὑπόκειται ἡ θερμότης τῇ ψυχρότητι, ἀλλὰ τῇ τοῦ ψυχροῦ παρουσίᾳ φ·θείρεταί γε καὶ οὐκ ἔστι τὸ θερμόν)· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη εἶναι τρίτον τι, καὶ τοῦτό ἐστιν ἡ ὕλη, ἣ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ ψυχροῦ εἰς θερμόν. ἐπειδὴ δὲ ἡ μὲν κίνησις ἐν τρισὶ κατηγορίαις οὖσα ἐδείχθη ἐν τῷ πέμπτῳ τῇς Φυσικῆς ἀκροάσεως, ποιῷ, ποσῷ, ποῦ, ἡ δὲ μεταβολὴ καὶ ἐν ταύταις καὶ ἐν τῇ οὐσίᾳ (τὸ γὰρ κατὰ τὸ τί τοῦ καὶ οὐσιώδους εἴδους ἐστὶ δηλωτικόν), καὶ γένεσις μὲν ἁπλὴ καὶ φθορά ἐστι κατὰ τόδε, τουτέστι μεταβολὴ κατὰ οὐσίαν (ἁπλῆν γὰρ γένεσιν τὴν τῶν οὐσιῶν ἐλέγομεν ἐν τῇ Περὶ γενέσεως), αὔξησις δὲ καὶ φθίσις ἡ κατὰ τὸ ποσόν, φορὰ δὲ μεταβολὴ ἡ κατὰ τόπον, ἀλλοίωσις δὲ μεταβολὴ κατὰ πάθος, οἷον θερμέτητος, λευκότητος· ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, εἰς ἐναντιώσεις ἄρα καθ’ ἕκαστόν ἐστι πᾶσα μεταβολή, ἡ μὲν κατὰ ποσὸν μεταβολὴ εἰς τὴν κατὰ ποσὸν ἐναντίωσιν (αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ ἢ τὸ τέλειον καὶ ἀτελές), ἡ δὲ κατ’ οὐσίαν μεταβολὴ εἰς τὴν κατ’ οὐσίαν ἐναντίωσιν (ἔστι δὲ αὕτη τὸ εἶδος καὶ ἡ στέρησις), καὶ αἱ λοιπαὶ ὁμοίως. εἰ δὲ τοῦτο, ἀνάγκη εἶναι τρίτον τι τήν ὕλην τὴν δυναμένην ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλειν· ὁμοίως καὶ ἐκ μεγάλου ἢ τελείου εἰς μικρὸν ἢ ἀτελές.

[*](p. 1069b15)

ἐπεὶ δὲ διττὸν ὂν μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει οντος.

Ταῦτα πάντα ἅ τε προερρήθη καὶ τὰ λεχθησόμενα ἀκριβῶς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει, μέμνηται δὲ τούτων ἐνταῦθα δι’ ἃς εἴπομεν ἀρχόμενοι τοῦ βιβλίου αἰτίας. ἐπεὶ τὸ ὂν διττὸν δυνάμει καὶ ἐνεργείᾳ (τὸ γὰρ ὕδωρ ἐνεργείᾳ ὂν ὕδωρ δυνάμει ἐστὶν ἀήρ), μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ· καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται τὰ γινόμενα οὔτε πάλιν τὸ ὂν γίνεται, ἀλλ’ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. ἡ γὰρ ὕλη ὂν μέν ἐστι καθ’ αὑτήν, μὴ ὃν δὲ διὰ τὴν ἐν αὐτῇ στέρησιν, καὶ ὁ Σωκράτης ἐστὶ μὲν ὄν, ἀλλὰ καὶ μὴ ὂν διὰ τὴν ἐν αὐτῷ ἑτερότητα· ἕτερος γὰρ ὢν ἵππου ἐστὶ μὴ ὄν· οὐ γάρ ἐστιν ἵππος. ὥστε πάντα τὰ γινόμενα καθ’ αὑτὸ μὲν γίνεται ἐξ ὄντος, κατὰ συμβεβηκὸς δὲ ἐκ μὴ ὄντος· τὸ γὰρ λευκὸν γίνεται ἐκ μὴ | λευκοῦ, ὅπερ μὴ λευκὸν [*](646) καθ’ αὑτὸ μέν ἐστιν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν· συμβέβηκε γὰρ αὐτῷ μὴ εἶναι λευκῷ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τῷ γὰρ ὕδατι συμβέβηκε μὴ εἶναι ἀέρι καὶ τῷ Καλλίᾳ μὴ εἶναι ἵππῳ. οὐ μόνον δέ, φησίν, ἐξ [*](8 ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως] E 1 12 ἐν τῇ Περὶ γενέσεως] Α 2 p. 315 a 26 13 φορὰ δὲ μεταβολὴ L: post δὲ add. ἡ A 22 legendum διττὸν τὸ ὃν 27 ὕδωρ (post ὃν) L: om. Α)

673
ὄντος μὲν γίνεται τὰ γινόμενα, κατὰ συμβεβηκὸς δὲ μὴ ὄντος, ἀλλὰ καὶ ἀναστρέψαντι ἔστι λέγειν, ἐξ ὄντος μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντος· τὸ γὰρ ὕδωρ ἐξ οὗ ὁ ἀὴρ γίνεται, ἐνεργείᾳ μὴ ὄν ἐστιν· οὔπω γάρ ἐστιν ἀήρ. ὥστε ἐνεργείᾳ ἐστὶ μὴ ἀὴρ ἤτοι μὴ ὄν, δυνάμει δὲ ἀὴρ ἤτοι ὄν. οὕτως οὖν ἀναπτύξας ἡμῖν τί ποτέ ἐστι τὸ γινόμενον καὶ μεταβάλλον ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ ταύτης εἰς ἐκεῖνο, ὅτι ἡ ὕλη ἐστίν, ἐπήγαγε καὶ τοῦτό ἐστι τὸ Ἀναξαγόρου ἐν, δυνάμει λέγων ὅτι ὅταν ὁ Ἀναξαγόρας λέγῃ ὡς ἦν ὁμοῦ πάντα χρήματα καὶ ἓν ἦν τὸ πᾶν, ὁ δὲ νοῦς ἤρξατο ἀπὸ ἀρχῆς τινος ταῦτα διαχωρίζειν, ἐνδείκνυται ὡς ὠνείρωττε μὲν τὴν ὕλην, οὐ κατέλαβε δέ, καὶ ἐπὶ τούτῳ οὐδὲ σαφῶς ἡμᾶς ταύτην ἐδίδαξε. βέλτιον οὖν, φησί, λέγειν ὅτι ἐξ ἑνὸς μὲν γίνεται πάντα, δυναμένου τοῦ ἑνὸς εἰς πάντα μεταβάλλειν, εἶτα καὶ σαφηνίζειν ὅτι τοῦτο τὸ ἓν ἡ ὕλη ἐστίν, ἤπερ λέγειν ὅτι ἦν ὁμοῦ πάντα χρήματα· τίς γὰρ ἀκούων ὅτι ἦν ὁμοῦ πάντα, δύναται νοεῖν ὅτι αὕτη ἡ φωνὴ τῆς ὕλη ἐστὶ δηλωτικὴ τῆς δυνάμει πάντα οὔσης; ὡς οὖν Ἀναξαγόρας διὰ τοῦ λέγειν ὡς ἦν ὁμοῦ πάντα τὴν ὕλην ἐφαντάσθη μέν, οὐκ ἔγνω δέ, οὕτω καὶ ᾿ Εμπεδοκλῆς ἐκ τοῦ μίγματος λέγων γενέσθαι τὰ τῇδε (λέγοι δ’ ἄν μῖγμα τὸν τὴν ὕλην ἐφαντάζετο· μὴ δυνηθεὶς δὲ ἅψασθαι αὐτῆς, ἀντὶ τοῦ λέγειν ἐξ ὕλης, ἔλεγεν ὅτι ἐκ τοῦ μίγματος ἔστι τὰ τῇδε. ἀλλὰ καὶ ὁ Δημόκριτος διὰ τοῦ ‟ἦν ὁμοῦ πάντα δυνάμει“ ἐμφαίνει ὡς ἔσχεν ἀμυδρῶς ἔννοιαν τῆς ὕλης· τὸ γὰρ ἦν ὁμοῦ πάντα δυνάμει ἴσον ἐστὶ τῷ ἔστιν ἐν ἡμῖν, ὃ δύναται πάντα.

[*](p. 1069b24)

Πανία δ’ ὕλην ἔχει ὅσα μεταβάλλει, ἀλλ’ ἑτέραν.

Ζητήσας ἐν ταῖς ἀπορίαις πότερον μία ἐστὶ πάντων ἀρχὴ καὶ ἓν στοιχεῖον ἢ πλείω, διὰ τῶν λεγομένων τε καὶ παραδιδομένων ἐνταῦθα δείκνυσιν ὅτι οὐ μία, δείξει δὲ πάλιν ὅτι καὶ μία, ὥστε ἔσται πάντων καὶ μία ἀρχὴ καὶ οὐ μία. πῶς δέ, τὴν λέξιν ἐπερχόμενοι δείξομεν. πάντα οὖν τὰ αἰσθητὰ καὶ φθαρτὰ καὶ τὰ αἰσθητὰ καὶ ἄφθαρτα ὕλην ἔχει ἀλλ’ ἑτέραν. ἡ μὲν γὰρ τῶν φθαρτῶν ὕλη δύναται μεταβάλλειν ἐξ ἄλλου εἴδους εἰς ἄλλο, διὸ καὶ καλέσοι ἄν τις αὐτὴν φθαρτήν· ἡ δὲ τῶν ἀγενήτων ὕλη οὐ τοιαύτη, ἀλλὰ μόνον κινητή ἐστι κατὰ φοράν· ὁ γὰρ ἥλιος νῦν ἐν ὑδροχόῳ ὢν ἔστι μετ’ ὀλίγον ἐν τοῖς ἰχθύσιν.

[*](p. 1069b26)

᾿Απορήσειε δ’ ἄν τις ἐκ ποίου μὴ ὄντος ἡ γένεσις.

Πάνυ τεταραγμένως καὶ φύρδην καὶ οὐ τεταγμένως οὐδ’ ἀκολούθως ἐπάγει τὰ ἐν τῷ βιβλίῳ τούτῳ | λεγόμενα, δι’ οὐδὲν ἕτερον ἢ δι’ ἣν [*](647) ἀρχῆθεν ἐπετήδευσεν ἀσάφειαν. εἰπὼν γὰρ ἄνωθεν ὅτι τὰ γινόμενα οὐ [*](13 πάντα δύναται χρήματα L 17 τὸν σφαῖρον M: τὸ σφαῖρον AL 27 et 28 τὰ L: om. Α 29 δύναται L: δυνατὴ A 30 καὶ L: om. Α 33 δ’ L: om. A)

674
μόνον ἐξ ὄντος γίνεται ἀλλὰ καὶ ἐκ μὴ ὄντος, καὶ μεταξὺ πολλὰ παρεμβαλών, ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐκείνων ἐκεῖσε ἐμνήσθη τίθησι, δυνάμει λέγων ῾ ὡς ὡς ἐν παρέργῳ οὐδεμίαν ἐκείνων ἐκεῖσε μνήμην πεποίημαι ἀλλὰ καὶ ἀναγκαίως.’ ἀπορήσειε γὰρ ἄν τις, ἐπειδὴ τὸ μὴ ὂν τριχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ ψεῦδος, ὥσπερ ὂν τὸ ἀληθές, ἄλλον δὲ τὸ μηδαμῆ μηδαμῶς ὅν, ἄλλον τὸ δυνάμει ὅν, ἐκ τίνος τούτων ἡ γένεσίς ἐστιν. καὶ ἐρωτήσας ἀπορητικῶς ἀποκρίνεται λέγων, εἰ δὴ ἔστι τὸ δυνάμει, τουτέστιν, εἰ ἔστι τι δυνάμει μὴ ὄν, ἐξ ἐκείνου ἔσται ἡ γένεσις. ἐλλιπῶς δὲ τοῦτο ἀπηγγέλθη, καὶ οἶμαι διὰ τὸ σαφῶς περὶ τούτου πρὸ ὀλίγου εἰπεῖν. δεῖ δέ, ὡς οἶμαι, προσυπακούειν τοῦ ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν· ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον ῾ εἰ δὴ ἔστιν ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν, ἐκ τούτου ἄν ἡ γένεσις εἴη.’ ἔστω δὲ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος· τὸ ὕδωρ ἐνεργείᾳ μὴ ὂν ἀὴρ δυνάμει ἐστὶν ἀήρ. ὅμως οὐκ ἐκ τοῦ τυχόντος ἐνεργείᾳ μὴ ὄντος δυνάμει δὲ ὄντος πάντα γίνεται, ἀλλ’ ὁ μὲν ἄνθρωπος ἐκ τοῦ ἀνθρωπείου σπέρματος καὶ τοῦ καταμηνίου, ἐλαία δὲ ἐξ ἄλλου καὶ ἄμπελος ἐξ ἑτέρου. καὶ ἐπεί, ὡς λέγομεν, ἄλλα ἐξ ἄλλων γίνεται, οὐχ ἱκανῶς εἴρηκεν Ἀναξαγόρας εἰπὼν ῾ ἦν ὁμοῦ πάντα᾿ , τουτέστιν ἦν ἡ ὕλη ἐξ ἧς τὰ πάντα, ἀλλ’ ἔδει αὐτὸν εἰπεῖν ὁποῖα πράγματα ἐξ ὁποίας ὕλης γίνεται. διαφέρουσι γὰρ οὐ τῷ εἴδει μόνον ἀλλὰ καὶ τῇ ὕλῃ. ἀνθρώποις μὲν γὰρ ὕλη σάρκες καὶ ὀστᾶ, ἀνδριάντι δὲ χαλκὸς καὶ χαλκῷ ὕδωρ καὶ ἄλλῳ ἄλλη. εἰ γὰρ μὴ ἦσαν αἱ προσεχεῖς ἑκάστῳ ὗλαι σχεδὸν ἄπειροι (οὐδὲν γὰρ ἐκ τῆς ἀνειδέου γίνεται, εἰ μὴ μόνα τὰ ἀπλᾶ), ἓν ἦν τὸ πᾶν· ἐπειδὴ γὰρ τὸ ποιητικὸν ὁ νοῦς ἕν ἐστιν, εἰ καὶ ἡ προσεχὴς ἑκάστῳ ὕλη μία ἦν, ἓν ἄν ἦν τὸ γεγονός. τὸ γὰρ ἐκεῖνο ἐγένετο ἐνεργείᾳ, ᾇ, οὗ ἡ ὕλη ἦν δυνάμει, δηλωτικόν ἐστι τοῦ ἓν ἄν ἐγεγόνει, ὃ ἠδύνατο γενέσθαι ἡ ὕλη, ἀλλ’ οὐ πολλά. ὡς γὰρ ὁ σῖτος δυνάμει ὢν ἄσταχυς ἐξ αὐτοῦ μόνος ὁ ἄσταχυς γίνεται, οὐκέτι δὲ καὶ ἄμπελος ἢ ἐλαία, οὕτως εἰ ἦν ἡ ὕλη μία, ἓν ἄν ἦν τὸ γεγονός, καὶ οὐ τὸ τυχὸν ἀλλ’ ὃ ἦν δυνάμει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα τῶν λεχθέντων ἐπήγαγε τὸ τρία δὴ τὰ αἴτια καὶ αἱ ἀρχαί, ὕλη εἶδος στέρησις.

[*](p. 1069b35)

Μετὰ ταῦτα ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος. ἐλλείπει τῇ λέξει τὸ δεῖ δεῖξαι, ἵνα ᾖ τὸ ὅλον τοιοῦτον ῾ μετὰ ταῦτα δεῖ δεῖξαι ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος.’ καὶ ὅτι | μὲν ἡ [*](648) πρώτη καὶ ἀνείδεος ὕλη οὐ γέγονε, δέδειχεν ἐν τῷ τέλει τοῦ Α τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ οὐδὲ τὸ εἶδος, ἔδειξεν ἐν τῷ Z ταύτης τῆς πραγματείας. καὶ τάχα ἐπειδὴ εἶπεν ὅτι τρεῖς εἰσιν αἱ ἀρχαί, ὕλη εἶδος [*](3 ἐν παρέργῳ scripsi: ἐν παρέργως L: οὑ παρέργως Α οὐδεμίαν L: οὐδὲ μνείαν Α 5 τρόπον L: om. Α 6 δυνάμει μὴ ὄν L 7 ἔστι τὸ] τί ἐστι Metaph. vulg. 20 ὕλαι (sic) L δὲ M: om. AL 23 ἓν L: om. Α 34.35 ἐν τῷ τέλει—Φθσικῆς ἀκροάσεως] Α 9 p. 192a25 35 ἐν τῷ Z] c. 8 36 αἱ ἀρχαί L: αἱ om. Α)

675
στέρησις, ἐξ ἀκολουθίας τοῦτο ζητεῖ, πότερον γίνονται ἢ οὔ. δείκνυσι δὲ αὐτὸ πάνυ διὰ βραχέων, διὰ τὸ ἐν τῷ Z διεξοδικῶς αὐτὸ δεῖξαι. δεῖ οὖν, φησί, δεῖξαι ὅτι οὐ γίνεται ἡ ὕλη καὶ τὸ εἶδος τὰ ἔσχατα· τὸ δὲ ἔσχατα πρόσκειται ὅτι οἱ τέσσαρες χυμοὶ ὕλη ὄντες Σωκράτους γεγόνασιν, ἀλλ’ οὔκ εἰσιν ἡ ἐσχάτη καὶ ἀνείδεος ὕλη πάλιν ἐστὶν ἡ σὰρξ εἶδός τι ἀλλ’ οὐ τὸ ἔσχατον, ἀλλ’ ὁ Σωκράτης ἐστὶ τὸ ἔσχατον. οὕτως οὖν προσδιορισάμενος ποίαν ὕλην καὶ ποῖον εἶδος οὔ φησι γενέσθαι, δείκνυσι τὸ προκείμενον, λέγων, εἰ οὐ μόνον ὁ χαλκὸς γίνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἤτοι τὸ εἶδος, εἰς ἄπειρον ἔσται ἡ ἄνοδος· ἔσται γάρ τι ὑποκείμενον τῇ στρογγυλότητι· πᾶν γὰρ ἐξ ὑποκειμένου τινὸς γίνεται. καὶ πάλιν περὶ τοῦ ὑποκειμένου τῇ στρογγυλότητι ὁ αὐτὸς λόγος, πότερον γίνεται ἢ οὔ. εἰ μὲν γὰρ γίνεται, ἔσται κἀκείνῳ ὑποκείμενόν τι, καὶ τοῦτο εἰς ἄπειρον. πάλιν εἰ γίνεται ὁ χαλκὸς ἐξ ὑγρᾶς ἀναθυμιάσεως καὶ αὕτη ἐξ ὕδατος καὶ τοῦτο ἐκ τῆς ἀνειδέου ὕλης κἀκείνη ἐξ ἄλλου, εἰς ἄπειρον ἔσται ἡ ὁδός, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ἐν τῷ ἐλάττονι Α τῆς προκειμένης πραγματείας.

[*](p. 1070a4)

Μετὰ ταῦτα ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία.

Καὶ ἐνταῦθα προσυπακουστέον τοῦ εἰπεῖν δεῖ. μετὰ τὰ ῥηθέντα, φησίν, εἰπεῖν δεῖ καὶ ὅτι ἑκάστη οὐσία ἐκ συνωνύμου ἑαυτῇ γίνεται· ἢ γὰρ τέχνῃ, φησί, γίνεται τὰ γινόμενα ἢ φύσει, ἀμφότερα δὲ ἐκ συνωνύμου ἑαυτοῖς. καὶ ὅτι μὲν τὰ ἀπὸ τέχνης γινόμενα ἐκ συνωνύμου ἑαυτοῖς γίνεται δῆλον. ἡ γὰρ οἰκία ἐκ τοῦ εἴδους τῆς οἰκίας τοῦ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου ὄντος γίνεται, καὶ ἡ ἐν τῷδε τῷ σώματι ὑγίεια ἐκ τοὐ εἴδους καὶ τοῦ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ γίνεται. ὅτι δὲ καὶ τὰ φυσικὰ ἐκ συνωνύμου φανερώτατον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου. τὰ δὲ ἐξ αὐτομάτου καὶ ἀπὸ τύχης γινόμενα ἀποτυχίαι εἰσὶ τῆς τε φύσεως καὶ τῆς τέχνης. εἰπὼν δὲ ὅτι ἢ τέχνῃ ἢ φύσει γίνεται τὰ γινόμενα, τί διαφέρει τέχνη φύσεως λέγει, ὅτι ἡ τέχνη ἀρχή ἐστιν ἐν τῷ ποιοῦντι καὶ οὐ τῷ ποιουμένῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὑτῷ τῷ γινομένῳ οὖσα. ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· τοῦτο δὲ συνεχές ἐστι τῷ μετὰ ταῦτα ῥητέον ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. τὸ δὲ πρὸ τούτου παρεμβληθὲν τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τἄλλα ἴσον τῷ οὐ μόνον τὰ | φύσει γινόμενά εἰσιν οὐσίαι, ἀλλὰ καὶ τὰ ἄλλα ἤιοι τὰ ὑποκείμενα ταῖς [*](649) τέχναις οὐσίαι εἰσίν. ἢ τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα ἴσον ἄν εἴη τῷ τὰ γὰρ φύσει γινόμενα ἐξ οὐσιῶν ἤτοι ἐκ συνωνύμων ἑαυτοῖς γίνεται, ὁμοίως καὶ τὰ ἄλλα ἤτοι τὰ τέχνῃ γινόμενα. καὶ ἔσται τὸ σύνολον τοιοῦτον· μετὰ ταῦτα ῥητέον ὅτι ἐκ συνωνύμου ἑκάστη γίνεται οὐσία· [*](12 γὰρ M: om. AL 15 ἐν τῷ ἐλάττονι Α] α 2 25 ἄνθρωπος γὰρ L: ὁ γὰρ ἄνθρωπος Α 31 τοῦτο δὲ M: om. AL)

676
τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα. σημεῖον δὲ τούτου· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. αἱ δὲ λοιπαὶ αἰτίαι, ἤτοι ἡ τύχη καὶ τὸ αὐτόματον, στερήσεις καὶ ἀποτυχίαι καὶ ἁμαρτήματά εἰσι τῶν ὑπὸ φύσεως καὶ τέχνης γινομένων.

εἰπὼν δὲ πρότερον ὅτι ἡ οὐσία τριχῶς λέγεται, ἥ τε αἰσθητὴ διχῶς ἡ μὲν φθαρτὴ ἡ δὲ ἀγέννητος καὶ τρίτη ἡ νοητή, ἐπάγει ἄλλην τριάδα οὐσίας τὴν ὕλην τὸ εἶδος καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. οὐσίαι γάρ, φησί, τρεῖς, ἡ μὲν ὕλη τόδε τι οὖσα τῷ φαίνεσθαι. ὃ δὲ λέγει τοιοῦτον ἄν εἴη. ἐπειδὴ Σωκράτους ὕλη ἐστὶ σάρκες νεῦρα ὀστᾶ χεῖρες πόδες κεφαλὴ καὶ τὰ λοιπά, ὅταν αὐτὰ σωρηδὸν καὶ ὡς ἔτυχε νοῶμεν κείμενα καὶ οὐ συμπεφυκότα καὶ ἡνωμένα ἀλλήλοις, ἀλλὰ μόνον ἁπτόμενα ἀλλήλων ὥσπερ οἱ σῖτοι ἐν τῷ σωρῷ, ὡς εἶναι, φέρε εἰπεῖν, τὰς μὲν χεῖρας καὶ τὸν σπλῆνα καὶ τὸ ἧπαρ ἐν τῷ ἐδάφει κείμενα, ἐπάνω δὲ τούτων τὴν κεφαλὴν καὶ τὴν κοιλίαν, καὶ ἐπάνω τούτων τοὺς πόδας καὶ τὰ ἔντερα· ὅταν οὖν ταῦτα ὕλην ὄντα Σωκράτους οὕτως ἔχοντα καὶ οὕτω κείμενα νοῶμεν. τότε εἰσὶ τόδε τι τῷ φαίνεσθαι, τόδε τι λέγων τὸν Σωκράτην ἢ ὅλως τὸ ζῷον, ὅπερ ἄν ἀποτελέσαιεν εἰ λάβοι τάξιν τε καὶ ἕνωσιν καὶ σύμφυσιν ὑπὸ φύσεως. εἰσὶν οὖν αἱ χεῖρες καὶ οἱ πόδες καὶ ἡ κεφαλὴ καὶ τὰ λοιπὰ ἀτάκτως καὶ ὡς ἔτυχε κείμενα ὁ Σωκράτης τῷ φαίνεσθαι, τουτέστι κατὰ φαντασίαν· φανταζόμεθα γὰρ ὅτι, εἰ λάβοι δύναμιν ἡ φύσις ὥστε τάξαι καὶ ἑνῶσαι τὴν προκειμένην ὕλην, γενήσεται ὁ Σωκράτης· ὅταν δὲ ἑνωθῶσι καὶ συνεχισθῶσι καὶ τάξιν λάβωσι, τότε οὐ κατὰ φαντασίαν ἐστὶν ἡ τοιαύτη ὕλη ὁ Σωκράτης, ἀλλ’ ἤδη ἐστὶ Σωκράτης, καὶ ἀληθὲς εἰπεῖν ὅτι ταῦτα Σωκράτης ἐστίν. ὅσα οὖν ὑλικὰ ἁφῇ εἰσιν ἓν ἀλλὰ μὴ συμφύσει καὶ ἑνώσει, κατὰ φαντασίαν εἰσὶ τόδε τι. ὁμοίως καὶ ἐπὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς. ὅταν μὲν γὰρ κατὰ ἁφήν εἰσιν ἕν, κατὰ φαντασίαν εἰσὶν ὁ Σωκράτης· ὅταν δὲ ὑπὸ τῆς φύσεως κραθέντα ἀλλοιωθῶσι καὶ γένωνται Σωκράτης, τότε εἰσὶ κατ’ ἀλήθειαν ὁ Σωκράτης. μία μὲν οὖν οὐσία ἐστὶν ἡ ὕλη, ἄλλη δὲ πάλιν οὐσία ἐστὶ φύσις τόδε τι οὖσα καὶ ἕξις τις εἰς ἥν. λέγει δὲ φύσιν καὶ τόδε τι καὶ ἕξιν τὸ εἶδος· ἐκ παραλλήλου γὰρ ταῦτα κεῖται. τὸ δὲ εἰς ἥν ἀντὶ τοῦ εἰς ἣν φύσιν καὶ εἶδος ἡ γένεσίς ἐστιν· πᾶσα γὰρ γένεσις [*](650) ὁδός ἐστιν εἰς εἶδός τι. ἄλλη δὲ πάλιν οὐσία ἐστὶ τὸ ἐξ ὕλης καὶ εἴδους, οἷον Σωκράτης Καλλίας. εἰπὼν δὲ ὅτι τρίτη δὲ οὐσία ἐστὶ τὸ καθ’ ἕκαστον Σωκράτης Καλλίας, λέγει ὅτι ἐπί τινων μὲν φανερόν ἐστιν ὅτι οὐκ ἔστιν εἴδη ἤτοι ἰδέαι αὐτῶν τῶν καθ’ ἕκαστα, καὶ τοῦτο ἀρέσκει καὶ αὐτοῖς τοῖς τὰς ἰδέας θεμένοις· τῶν γὰρ ὑπὸ τέχνης γινομένων ἰδέας εἶναι οὐκ ἔλεγον, ἀλλὰ τῶν ὑπὸ φύσεως. ἐπί τινων οὖν οὔκ εἰσιν ἰδέαι· τῆς γὰρ οἰκίας καὶ πρίονος καὶ ἀνδριάντος οὐκ ἔστιν εἶδος ἤτοι ἰδέα, εἰ μή τις, φησί, καὶ ἐπὶ τούτων λέγει ἰδέας τὰς τέχνας, δι’ ὧν ταῦτα γίνεγεννᾷ. [*](2 αἱ δὲ M: ante αἱ add. τὸ δὲ AL 3 ὑπὸ L: ἀπὸ Α 22 συνεχισθῶσι L: συνεχεσθῶαι Α 25 συμφύσει M: συμφήσει AL 27 post ἓν add. ἀλλὰ μὴ συμφύσει καὶ ἑνώσει M Bonitz 28 γένωνται LM: γίνονται Α)

677
τᾶι. εἴδη μὲν οὖν τῶν τεχνητῶν ἐν ὑποστάσει οὔκ εἰσιν ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ· καὶ ἐπὶ τούτῳ οὔτε διὰ γενέσεως καὶ χρονικῆς παρατάσεως καὶ ὅλως μεταβολῆς τινος ὑποκειμένου τὸ εἶναι αὐτοῖς οὕτε διὰ φθορᾶς τὸ μὴ εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδ’ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλ’ ἄλλον τρόπον εἰσὶ καὶ οὔκ εἰσι, τουτέστιν ἄνευ γενέσεώς εἰσι καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν, ὥσπερ αἱ ἁφαί. ὅταν γὰρ φαντάζωμαι εἶδος οἰκίας, ἔστι τὸ τοιοῦτον εἶδος οὐ διὰ γενέσεως· οὐδὲν γὰρ ἀλλοιωθὲν τὸ τοιοῦτον γέγονεν εἶδος, ἀλλ’ ἀχρόνως καὶ ἐν τῷ νῦν. καὶ γὰρ καὶ ἡ φαντασία αὐτοῦ ἐν τῷ νῦν μοι γέγονεν. ὅταν δὲ μὴ φαντάζωμαι, οὐκ ἔστιν· καὶ γὰρ καὶ τὸ μὴ φαντάζεσθαι ἐν τῷ νῦν ἀπογίνεται. ἄνευ δὲ ὕλης οἰκίαν καὶ ὑγίειαν αὐτὸ τὸ εἶδος τὸ ἐν τῇ ἡμετέρᾳ φαντασίᾳ τῆς οἰκίας καὶ τῆς ὑγιείας εἶπε. διό, φησίν, οὐ κακῶς εἶπε Πλάτων ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ἔστιν ἀλλὰ τῶν φύσει. εἰ γὰρ ἔστιν ὅλως εἴδη, τῶν φύσει ἄν εἶεν ἀλλ’ οὐ τῶν ἀπὸ τέχνης γινομένων. τὸ γὰρ ἄλλα τούτων μηνυτικόν ἐστι τοῦ τῶν φύσει ἔσονται εἴδη, ἄλλα ὄντα τούτων, ἤτοι τῶν δεῦρο καὶ αἰσθητῶν. τὸ δὲ οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία οὐδεμίαν ἔχει ἀκολουθίαν τοῖς προσεχῶς λεχθεῖσιν, οὐδέ ἐστι συνῳδὰ τούτοις, ἀλλὰ συνᾴδοι ἄν τῷ ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον. καὶ ἔστι τὸ συνεχὲς τῶν λεγομένων τοιοῦτον ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον, οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστὶ καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία· εἶτα τὸ ἡ δὲ φύσις τόδε τι εἰς ἣν καὶ ἕξις καὶ τὰ λοιπά. λέγει δὲ μάλιστα οὐσίαν τὴν ἄτομον Σωκράτην Καλλίαν. ἔστι γὰρ τῆς τοιαύτης οὐσίας ὕλη τὸ πῦρ, μάλιστα δέ ἐστιν ὕλη αὐτῆς ἡ τελευταία ἤτοι ἡ προσεχής, οἷον σὰρξ νεῦρα ὀστᾶ.

[*](p. 1070a21)

Τὰ μὲν οὖν κινοῦντα ὡς προγεγενημένα ὄντα.

Καὶ τοῦτο οἰκεῖόν ἐστι τῷ περὶ τῶν αἰτίων λόγῳ. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ κινοῦντα, τουτέστι τὰ ποιητικὰ αἴτια.ι πρότερά ἐστι τῶν ποιουμένων τῷ χρόνῳ. πρότερος γὰρ Σωφρονί|σκος Σωκράτους καὶ οἰκοδόμος [*](651) οἰκίας. ἔχει δέ τινα ἀσάφειαν ἡ λέξις. τὰ μὲν οὖν κινοῦντά φησιν ὡς προγεγενημένα ὄντα, τὸ ὄντα ἀντὶ τοῦ ὑπάρχοντα, ἵν’ ᾖ τὸ λεγόμενον ῾ τὰ ποιητικὰ ὑπάρχουσι καὶ λόγον ἔχουσι πρὸς τὰ ποιούμενα τὸν πρότερον κατὰ χρόνον· τὰ δὲ εἰδικὰ αἴτια ἅμα.’ ἅμα γὰρ τῷ εἶναι χαλκῆν σφαῖραν ἔστι καὶ τὸ στρογγύλον, ὅπερ ἐστὶ τὸ εἶδος τῆς σφαίρας· ὁμοίως ἅμα τῷ εἶναι τὸν ὑγιαίνοντα ἔστιν ἡ ὑγίεια ἕξις τις οὖσα καὶ εἶδος. ὅτι μὲν οὖν τὰ εἰδικὰ αἴτια ἅμα ἐστὶ τοῖς ὧν εἰσιν αἴτια δῆλον· [*](6. 7 φαντάζωμαι L: φαντάζωμεν Α 9 μοι L: om. Α 27 κινοῦντα αἴτια ὡς Metaph.: αἴτια add. etiam L (ante ὄντα), sed cf. 31. 32 32 τὸ ὄντα scripsi: τὰ ὄντα libri)

678
εἰ δὲ καὶ χωριζόμενα τὰ εἴλη μετὰ τὸν χωρισμὸν μένει καὶ ἔστιν, ἀλλὰ μὴ εἰς τὸ μὴ εἶναι ἀπέρχεται, τοῦτο δεῖται πολλῆς τῆς σκέψεως. ὅμως, φησίν, ἐπί τινων οὐδὲν κωλύει, οἷον ἐπεὶ ἡ ψυχὴ εἶδός ἐστι τῶν ἐμψύχων, οὐδὲν κωλύει τινὰ ψυχήν, οἷον τὸν νοῦν ἤτοι τὴν λογικὴν ψυχήν, μένειν· αἱ γὰρ ἄλογοι θνηταί εἰσιν. καὶ διὰ τοῦτο πρόσκειται τὸ ἴσως. καὶ ἐπεὶ ἁπάντων τὰ αἴτια δῆλά ἐστιν, οὐδεμία χρεία τῶν ἰδεῶν εἰς τὴν τούτων γένεσιν. γίνεται γὰρ Σωκράτης ἐκ Σωφρονίσκου καὶ Πλάτων’ ἐξ Ἀρίστωνος· ὁμοίως καὶ ἐπὶ τῶν τεχνητῶν· ἐκ γὰρ τῆς ἰατρικῆς τέχνης, ἥτις λόγος ἐστὶ καὶ εἶδος τῆς ὑγιείας, γίνεται ἡ ὑγίεια.

[*](p. 1070a31)

Τὰ δὲ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων ἔστιν ὥς.

ἐντεῦθεν ἡ λύσις τῆς λεγούσης ἀπορίας πότερον τὰ αἴτια καὶ αἱ ἀρχαὶ αἱ αὐταί εἰσι πάντων ἢ οὔ. λέγει οὖν ὅτι τρόπον μέν τινά εἰσιν αἱ αὐταί, τρόπον δέ τινα ἕτεραι. καθόλου μὲν οὖν, φησί, καὶ τί δηλοῖ τὸ καθόλου σαφηνίζων ἐπήγαγε καὶ κατὰ ἀναλογίαν εἰσὶν αἱ αὐταί. ἐπεὶ γὰρ πάντων τῶν γινομένων ἐστὶν ὕλη καὶ εἶδος καὶ στέρησις, καὶ πάντα τὰ γινόμενα ὑπὸ ὕλην καὶ εἶδος καὶ στέρησίν εἰσιν, εἰσὶ κατὰ τὸ καθόλου πάντων αἱ αὐταὶ ἀρχαί· παντὸς γὰρ αἴτια ὕλη εἶδος καὶ στέρησίς ἐστιν. τοῦ μὲν γὰρ ἀνδριάντος ὕλη ὁ χαλκός, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις οὗ ἐστέρηται εἴδους οἷον ἱππείου· καὶ θύρας ὕλη ξύλον, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις δὲ φέρε εἰπεῖν κιβωτίου. ὥστε καθόλου μὲν καὶ κατὰ ἀναλογίαν (ὡς γὰρ χαλκὸς πρὸς ἀνδριάντα, ξύλον πρὸς θύραν) αἱ αὐταί εἰσιν ἀρχαί, ὕλη εἶδος στέρησις· κατὰ δὲ τὰ προσεχῆ καὶ συντεταγμένα ἕτεραι· ἄλλη γὰρ ὕλη ἀνδριάντος, ἄλλη θύρας, ἄλλη Σωκράτους. ὁμοίως καὶ ἐπὶ εἴδους καὶ στερήσεως· ἄλλο εἶδος ἀνδριάντος καὶ ἄλλη στέρησις, καὶ ἄλλο θύρας καὶ ἄλλο Σωκράτους. καὶ ἐπὶ τοῦ ποιητικοῦ ὁμοίως· κατὰ γὰρ τὸ καθόλου πάντων τὸ ὡς κινοῦν αἴτιον τὸ τοιητικόν ἐστι, τὰ δὲ προσεχῆ ἕτερα· τοῦ μὲν γὰρ Σωκράτους ποιητικὸν ὁ Σωφρονίσκος, τοῦ δὲ ἀνδριάντος ὁ ἀνδριαντοποιός. ὥστε ἐρωτώμενοι πότερον πάντων αἱ ἀρχαὶ | καὶ τὰ αἴτια τὰ αὐτὰ ἢ ἕτερα, ῥητέον ὅτι τρόπον [*](652) μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα, κατὰ μὲν τὸ καθόλου τὰ αὐτά, κατὰ δὲ τὰ προσεχῆ ἕτερα. εἰπὼν δὲ ὅτι τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων, τὸ εὔλογον τοῦ μνησθῆναι τοῦ λόγου τούτου δεικνὺς ἐπήγαγεν ῾ἀπορήσειε γὰρ ἄν τις πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῆς οὐσίας τοῦ ποσοῦ τοῦ ποιοῦ τοῦ πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν ἕτερά εἰσιν ἢ τὰ αὐτά.’ καὶ δείκνυσιν ὅτι κυρίως μὲν καὶ κατὰ τὰ προσεχῆ οὔκ εἰσι τὰ αὐτά. ἄτοπον γάρ, φησί, τὸ λέγειν πάντων τὸ αὐτὸ στοιχεῖον. δείκνυσι δὲ τοῦτο ἐκ διαιρέσεως. εἰ γάρ ἐστιν ἓν πάντων στοιχεῖον, ἢ ἕτερόν ἐστι πασῶν τῶν κατηγοριῶν, ἢ μία αὐτῶν ἔσται τῶν λοιπῶν στοιχεῖον. καὶ [*](10 αἱ L: om. Α 13 ἕτεραι L: ἔσται Α 15 πάντων L: πάντα Α 16 κατὰ L: om. Α 21 ὡς L: ὃ Α 25 ἄλλη M: ἄλλο AL ἄλλο θύρας L: ἄλλη θύρας A)

679
ὅτι μὲν ἕτερον τῶν δέκα κατηγοριῶν οὐκ ἔστι, δῆλον· ἐπεὶ γὰρ τὰ στοιχεῖα πρότερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα ἤτοι τῶν στοιχειωτῶν, εἴπερ ἐστὶ τῶν δέκα γενικωτάτων γενῶν οὐσίας ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τὸ αὐτὸ στοιχεῖον, ἔσται πρότερον αὐτῶν· οὐδὲν δὲ πρότερον οὐσίας καὶ τῶν λοιπῶν κατηγοριῶν, οὐδὲ ὅλως οὐδέν ἐστι παρ’ αὐτάς· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ἀλλὰ μὴν οὐδὲ ἡ οὐσία στοιχεῖόν ἐστι τῶν πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν· πῶς γὰρ ἐκ τῆς οὐσίας γενήσεται μὴ οὐσία; ἐξ οὐσίας γὰρ ἀεὶ οὐσία γίνεται. οὐδὲ δὴ τὰ πρός τι ἔσται τῆς οὐσίας στοιχεῖα. πῶς γὰρ ἐκ συμβεβηκότος γενήσεται οὐσία; τὸ δὲ ἔτι πῶς ἐνδέχεται πάντων εἶναι ταὐτὰ στοιχεῖα; οὐδὲν γὰρ οἷόν τ’ εἶναι τῶν στοιχειων τῳ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτό, τοῦτο τὸ ἐπιχείρημα τὸ αὐτό ἐστι τῷ πρὸ αὐτοῦ, ἄλλως δὲ ἐφοδευθέν· ἐκεῖ μὲν γὰρ ἔλεγεν ὅτι τὸ στοιχεῖον πρότερόν ἐστιν ὧν ἐστι στοιχεῖον, ἐνταῦθα δὲ λέγει ὅτι τὸ στοιχεῖον ἕτερόν ἐστιν ὧν ἐστι στοιχεῖον· οὐκ ἔστι γὰρ ὁ συγκείμενος Σωράτης ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ ὁ αὐτὸς τῷ πυρὶ καὶ τῇ γῇ, ἀλλ’ ἕτερος. εἰ δὴ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα, εἴπερ ἐστὶν ἕν τι καὶ τὸ αὐτὸ στοιχεῖον τῶν δέκα κατηγοριῶν, ἕτερον ἔσται πασῶν τῶν κατηγοριῶν. οὐκ ἔστι δέ τι παρὰ ταύτας· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ὅτι δὲ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν συγκειμένων ἐξ αὐτῶν δείκνυσιν ἐκ τῆς ἐπαγωγῆς· τὸ γὰρ βῆτα, φησί, στοιχεῖον ὂν τῆς βᾶ συλλαβῆς, ἕτερόν ἐστιν αὐτῆς.

[*](p. 1070b7)

Οὐδὲ δὴ τῶν νοητῶν στοιχείων, οἷον τὸ ὂν καὶ τὸ ἕν.

τίνα λέγει νοητὰ στοιχεῖα αὐτὸς ἐδήλωσεν, ὅτι τὸ ἓν καὶ τὸ ὄν. οὐ δὴ τὸ ὄν, φησί, καὶ τὸ ἓν δυνατόν ἐστι πάντων εἶναι στοιχεῖα. δείκνυσι δὲ τοῦτο ἐπὶ τῷ προαξιωθέντι τῷ ὅτι τὰ στοιχεῖα ἕτερά εἰσι τῶν ἐξ αὐτῶν γεγονότων. εἰ οὖν τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά εἰσι πά|των, τὰ πάντα [*](653) ἕτερα ἔσται τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ἀλλ’ ὥσπερ τὸ ἐκ πυρὸς καὶ γῆς οὔτε πῦρ ἐστιν οὔτε γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος οὔτε ἓν ἔσται οὔτε ὄν, ὥστε ἔσται καὶ ἡ οὐσία τὸ ποσὸν τὸ ποιὸν καὶ αἱ λοιπαὶ μὴ ὄντα καὶ μὴ ἕνα, ὅπερ ἀδύνατον. εἰ δὲ τοῦτο ἀδύνατον, ψεῦδος δι’ οὗ τοῦτο συνῆκται· ἦν δὲ τὸ ὅτι τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά ἐστι πάντων. ἐπὶ δὲ τοῦ ὑπάρχει γὰρ ταῦτα ἐν ἑκάστῳ καὶ τῶν συνθέτων προσυτακουστέον τοῦ τῶν ἁπλῶν, ἵν’ ᾖ ῾ ταῦτα γάρ, τὸ ὂν καὶ τὸ ἕν, ἐνυπάρχει ἑκάστῳ τῶν ἁπλῶν καὶ τῶν συνθέτων.’ τὸ δὲ οὐδὲν ἄρα ἔσται αὐτῶν οὔτε οὐσία οὔτε πρός τι τοιοῦτον ἂν εἴη· αὐτῶν, ἤτοι τῶν ὡς ἐκ στοιχείου τοῦ ὄντος καὶ τοῦ ἑνὸς γεγονότων, οὐδὲν ἔσται ἤτοι οὐδαμῶς ἔσται οὐδὲ ἕξει ὕπαρξίν τινα· ὥσπερ γάρ, ὡς εἴρηται, τὸ ἐκ πυρὸς καὶ γῆς [*](8 δὴ τὰ L: διττὰ Α 9 ἐκ συμβ. L: ἐκ μὴ συμβ. Α 12 ἐφοδευθέν L: ἐφηδευθέν Α 14 συγκείμενος L: om. Α 22 στοιχείων AL Metaph. cod. E: στοιχεῖόν ἐστι Metaph. vulg. 30 ἕνα M: ἓν AL 32 ἐν non legitur in Metaph.)

680
οὐ πῦρ οὐδὲ γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος ἔστι ἓν καὶ ὄν, ἀλλ’ ἔσται οὐχ ἓν καὶ οὐκ ὄν. τὸ δὲ οὔτ’ οὐσία οὔτε πρός τι δύναταί τις ἀκούειν ὡς ἴσον τῷ ὡς οὔτε ἡ οὐσία ἔσται ὂν οὔτε τὸ πρός τι. δύναται δὲ καὶ οὕτως αὐτοῦ ἀκούειν. εἰ μὲν οὖν τὸ ὂν ἐρεῖ τις στοιχεῖον, ἐπειδὴ ἕτερόν ἐστι τὸ στοιχεῖον τῶν ἐξ αὐτοῦ, ἢ αὐτὸ ἔσται μὴ ὂν ἢ τὰ ἐξ αὐτοῦ· οὐ γὰρ δυνατὸν καὶ τὸ ὂν ἤτοι τὸ στοιχεῖον εἶναι ὂν καὶ τὰ ἐξ αὐτοῦ ὄντα. εἰ δὲ τὴν οὐσίαν λέγει τις στοιχεῖον, ἢ αὐτὴ οὐκ ἔσται οὐσία ἢ τὰ ἐξ αὐτῆς, οἷον ὁ Σωκράτης ὁ Πλάτων’ καὶ τὰ λοιπά. ὁμοίως εἰ ἔστι τὸ πρός τι στοιχεῖον, ἔσται τὸ πρὸς τι οὐ πρὸς τι. καὶ συμπεραινεται λέγων οὐκ ἔστιν ἄρα πάντων τὰ αὐτὰ στοιχεῖα καὶ αἴτια, ἀλλὰ τρόπον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα. ᾗ μὲν γὰρ πάντων ἐστὶ στοιχεῖα ὕλη εἶδος στέρησις ποιητικὸν καὶ πάντα ὑπ’ αὐτά εἰσι, κατὰ δὴ τοῦτό εἰσιν αἱ αὐταὶ πάντων ἀρχαί· ᾗ δὲ ἄλλη μὲν ἀνδριάντος ὕλη ἑτέρα δὲ ζῴου, ὁμοίως καὶ ἄλλο μὲν εἶδος καὶ ποιητικὸν ἀνδριάντος ἕτερον δὲ ἑτέρου, ταύτῃ εἰσὶν ἕτεραι αἱ ἀρχαὶ καὶ οὐχ αἱ αὐταὶ πάντων. κατὰ μὲν οὖν τὰ καθόλου, εἶδός φημι καὶ ὕλην καὶ τὰ λοιπά, πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, κατὰ δὲ τὰ συντεταγμένα ἕτεραι καὶ οὐχ αἱ αὐταί. ὅτι δὴ πάντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσι, δείκνυσιν ἐξ ἐπαγωγῆς. τῶν μὲν γὰρ αἰσθητῶν, φησί, σωμάτων ἴσως, τουτέστι λόγου χάριν, ὡς μὲν εἶδός ἐστι τὸ θερμόν, ὡς δὲ στέρησις τὸ ψυχρόν, ὕλη δὲ τὸ δυνάμενον γενέσθαι θερμὸν ἢ ψυχρόν. τὸ δὲ καθ’ αὑτὸ πρόσκειται, ἐπεί φαμεν ὡς τὸ λευκὸν γέγονεν ψυχρόν, ἀλλ’ οὐ καθ’ αὑτό· καθ’ αὑτὸ δὲ γίνεται ψυχρὸν τὸ ὑποκείμενον τῷ λευκῷ. εἶδος μὲν οὖν τὸ θερμόν, στέρησις τὸ ψυχρόν, ὕλη τὸ δυνάμει ταῦτα. οὐσίαι δέ εἰσι τὸ θερμόν (εἶδος γὰρ καὶ πυρὸς τὸ θερμόν) καὶ ἡ ὕλη. καὶ οὐ μόνον εἰσὶ ταῦτα οὐσίαι, ἀλλὰ καὶ τὸ ἐκ θερμοῦ καὶ ψυχροῦ, τουτέστιν ἐκ πυρὸς καὶ ὕδατος· εἴτε γὰρ σάρξ ἐστι τοῦτο εἴτε ὀστοῦν εἴτε ὁτιοῦν ἕτερον. τὸ δὲ | ἕτερον γὰρ ἀνάγκη [*](654) ἐκείνων εἶναι τὸ γενόμενον οὐδαμῶς συνᾴδει τοῖς προσεχῶς ῥηθεῖσιν· εἴη δ’ ἂν συνεχὲς τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ οὐδὲν ἄρα ἔσται αὐτῶν οὔτε οὐσία οὔτε πρός τι. καὶ εἴη ἄν τοῦτο κατασκευὴ τοῦ μὴ εἶναι τὴν οὐσίαν οὐσίαν, μηδὲ τὸ πρός τι πρός τι· ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον· ὡς γὰρ εἴρηται, ἕτερόν ἐστι τὸ ἐκ στοιχείου γεγονὸς τῶν στοιχείων. τούτων μὲν οὖν τῶν προσεχῶς ῥηθέντων τὸ μὲν θερμόν ἐστιν εἶδος, τὸ δὲ ψυχρὸν ὡς στέρησις, τὸ δὲ δυνάμενον αὐτὰ ὡς ὕλη, καὶ τὸ μὲν φῶς ὡς εἶδος, τὸ δὲ σκότος ὡς στέρησις. καὶ ἐκ μὲν ἀέρος καὶ φωτός, ἤτοι ἐξ ὕλης καὶ εἴδους, ἡμέρα, ἐκ δὲ ἀέρος καὶ σκότους, τουτέστιν ὕλης καὶ στερήσεως, νύξ. ὥστε πάντων μὲν οὕτω, τουτέστι κατ’ ἀναλογίαν μὲν πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, ὥσπερ εἴπομεν, κυρίως δὲ οὔ. καὶ ἐπεί, φησίν, οὐ μόνον τὰ κατασυντεταγμένα ἡμῖν εἰσιν αἴτια, ἀλλὰ καὶ [*](3 ὡς οὔτε L: ὥστε Α 16 οὖν L: om. Α 17 δὴ L: om. Α 24 καὶ οὐσία L: post καὶ add. ἡ Α 26 ἐκ θερμοῦ L: post ἐκ add. τοῦ Α 28 συνᾴδει] δυνάμει L 29 τῷ οὐδὲν M: τὸ οὐδὲν AL 31 ἐκείνων L: om. Α 32 γενόμενον L: γινόμενον A 34. 35 καὶ τὸ—στέρησις Μ: καὶ et μὲν et δὲ om. AL 39 fort. συγκατατεταγμένα)
681
τὸ ἐκτός, οἷον τὸ κινοῦν ἤτοι τὸ ποιητικόν, ἕτερον ἀρχὴ καὶ στοιχεῖον· καθολικώτερον γὰρ ἡ ἀρχὴ τοῦ στοιχείου. τὸ μὲν γὰρ στοιχεῖον καὶ ἀρχή, οὐ πᾶσα δὲ ἀρχὴ στοιχεῖον· ὁ γὰρ πατὴρ ἀρχὴ μέν, στοιχεῖον δὲ οὔ. καὶ διαιρεῖται ἡ ἀρχὴ ὡς καθολικώτερον ὡς εἰς μερικώτερα ταῦτα, λέγω δὴ τὴν ὕλην τὸ εἶδος τὴν στέρησιν τὸ ποιητικόν. εἰ δὴ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, δῆλον ὅτι τὸ κινοῦν καὶ ἱστῶν ἤτοι τὸ ποιητικὸν ἀρχή τίς ἐστιν· ὥστε τὰ κατὰ ἀναλογίαν πανταχοῦ εὑρισκόμενα στοιχεῖα τρία ἐστίν, ὕλη εἶδος στέρησις, ἀρχαὶ δὲ καὶ αἴτια τέτταρα, ὕλη εἶδος στέρησις καὶ ποιητικόν. ταῦτα δὲ τὰ τέτταρα ἄλλα ἐν ἄλλοις, οἷον ἐπὶ μὲν τῶν ζῴων ὡς μὲν ὕλη τὸ τῶν ζῴων σῶμα, ὡς δὲ εἷος ἡ ὑγίεια, ὡς στέρησις ἡ νόσος, ὡς ποιητικὸν ἡ ἰατρική. πάλιν ὡς μὲν εἶδος ἡ οἰκία, ὡς στέρησις ἡ τοιαδὶ ἀταξία, ὡς ὕλη οἱ πλίνθοι, ὡς ποιητικὸν ὁ οἰκοδόμος. ὥστε πάντων αἴτιά ἐστιν ὕλη εἶδος στέρησις ποιητικόν, ἄλλα δὲ ἄλλων.

[*](p. 1070b30)

ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώποις ἄνθρωπος.

Φυσικοὺς ἀνθρώπους εἶπε διὰ τὸν αὐτοάνθρωπον· ἐκεῖνος γὰρ οὐ φυσικός. ὃ δὲ νῦν λέγει, εἴρηκε καὶ ἐν τῇ Φυσικῇ, ὅτι τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν πολλάκις τὸ αὐτό ἐστιν. Σωφρονίσκος γὰρ καὶ Σωκράτης ἀριθμῷ μὲν ἕτεροι εἴδει δὲ οἱ αὐτοί, καὶ ἡ ἐν τῷ σώματι ὑγίεια καὶ τὸ ποιητικὸν αὐτῆς ἡ ἰατρικὴ τῷ εἴδει τὰ αὐτά ἐστιν (ἡ γὰρ ἰατρικὴ ὁ λόγος ἐστὶ ὑγιείας), ὁμοίως καὶ ἡ οἰκία καὶ ἡ οἰκοδομική· ὥστε τὸ ποιητικὸν καὶ τὸ εἰδικόν, οὐ πᾶν ἀλλά τι, τῷ ἀριθμῷ μέν ἐστι δύο τῷ εἴδει δὲ ἕν. καὶ ἐπὶ τούτῳ τρόπον μέν τινα τὰ αἴτιά ἐστι τρία, τρόπον δέ τινα τέτταρα. ἔτι παρὰ ταῦτα τὰ αἴτιά ἐστι τὸ πάντων πρῶτον, ὅπερ ἐστὶν ἡ ζητουμένη ἐνταῦθα ἀρχή. |

[*](p. 1070b36)

᾿Επεὶ δέ ἐστι τὰ μὲν χωριστὰ τὰ δ’ οὐ χωριστά, [*](655) οὐσίαι ἐκείνα.

Διὰ τούτων δείκνυσιν ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν συμβεβηκότων εἰσὶν ἀρχαὶ καὶ αἴτια τοῦ εἶναι. ἐπεὶ γάρ, φησί, τῶν ὄντων τὰ μέν ἐστι χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα ὥσπερ αἱ οὐσίαι, τὰ δὲ ἀχώριστα καὶ μὴ δυνάμενα καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχοντα οἷον τὰ συμβεβηκότα, διὰ τοῦτό εἰσιν οὐσί αἰ ἐκεῖνα ἤτοι τὰ χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα, καὶ διὰ τοῦτο ταῦτα ἤτοι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν ἄλλων ἀπάντων αἴτια τοῦ εἶναι. καὶ τὴν αἰτίαν γοργῶς ἐπήγαγεν εἰπὼν ὅτι τῶν οὐσιῶν ἄνευ οὐκ ἔστι τὰ πάθη καὶ αἱ κινήσεις. ἐπεὶ γὰρ αἱ τῶν οὐσιῶν ἀρχὶ αἴτιαί εἰσι τοῦ τὰς οὐσίας εἶναι, οὐσίαι δὲ αἴτιαι πάλιν εἰσὶ τοῦ καὶ τὰ συμβεβηκότα εἶναι, εὔδηλον ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ αἴτιαί [*](1 τὰ ἐκτός L 17 ἐν τῇ Φυσικῇ] Β 7 p. 198 a 26 24 ἔτι L: ἐστὶ Α)

682
εἰσι τοῦ καὶ τὰ συμβεβηκότα εἶναι. εἶτα λέγει καὶ ἴνα εἰσὶ τὰ λίαν προσεχέστατα τοῦ τὰ ἔμψυχα εἶναι αἴτια· ταῦτα γάρ, φησίν, ἔστι ψυχὴ ἴσως καὶ σῶμα, ὥσπερ ἐπὶ φυτῶν, ἢ νοῦς καὶ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ ἀνθρώπων, ἢ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν.

[*](p. 1071a3)

Ἕτι δὲ ἄλλον τρόπον τῷ ἀνάλογον ἀρχαὶ αἱ αὐταί.

εἰπὼν ὅτι πάντων ἀρχαί εἰσιν ὕλη εἶδος στέρησις ποιητικόν, καὶ τῷ μὲν ἀνάλογόν εἰσιν αἱ αὐταί, κυρίως δὲ οὐχ αἱ αὐταὶ ἀλλ’ ἕτεραι, ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ ἐνέργει ἀρχαί εἰσιν (ἐκ γὰρ τοῦ ἐνεργείᾳ τουδὶ δυνάμει δὲ τουδὶ τὰ γινόμενα γίνεται, καὶ ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἴρηκεν, ‘αὕτη γὰρ ἂν ἡ φύσις ὀφθεῖσα πᾶσαν ἔλυσεν ἀποφίαν᾿ ) , λέγει ὅτι ὥσπερ ἐν ἅπαντι ὁρῶντες ὕλην εἶδος ποιητικὸν στέρησιν ἐλέγομεν ὅτι πάντων αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν, οὕτως ἐπειδὴ ἐν παντὶ ὁρᾶται τὸ δυνάμει καὶ ἐνεργείᾳ, κατὰ τὸ καθόλου δυνάμει καὶ καθόλου ἐνεργείᾳ, ὕφ’ ἃ πάντα τὰ ἐν γενέσει, εἴποιμεν ἄν τὰς αὐτὰς εἶναι πάντων ἀρχάς, κατὰ δὲ τὴν ἑκάστῳ ἐνοῦσαν δύναμιν καὶ ἐνέργειαν ἑτέρας καὶ οὐ τὰς αὐτάς. ὥστε ποτὲ μὲν εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὰ λοιπὰ ἀποβλέποντες ἢ τὰς αὐτὰς ἡ ἑτέρας εἶναι τῶν ἁπάντων ἀρχὰς ἐροῦμεν, ποτὲ δὲ εἰς τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἔτι οὖν, φησίν, ἄλλον τρόπον καὶ κατ’ ἄλλην ἀναλογίαν (οὐ γὰρ κατὰ τὴν πρὸς τὸ εἶδος καὶ ὕλην καὶ τὰ λοιπὰ ἀναλογίαν, κατὰ τὴν πρὸς τὸ δυνάμει καὶ ἐνεργείᾳ) αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν. ὅμως καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἄλλοτε ἄλλοις καὶ ἄλλως. ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἐστίν, ὁτὲ δὲ δυνάμει. τῷ γὰρ Σωκράτει ἡ ὑγίεια ποτὲ μὲν ἐνεργείᾳ ἐστὶ ποτὲ δὲ δυνάμει· ὑγιαίνοντος γὰρ Σωκράτους ὑπάρχει αὐτῷ ἡ μὲν ὑγίεια ἐνεργείᾳ ἡ δὲ νόσος δυνάμει, νοσοῦντος δὲ ἔμπαλιν. ὥστε ἡ ὑγίεια ποτὲ μὲν τούτοις ὑπάρχει οἷον Σωκρατει καὶ Πλάτωνι, ποτὲ δὲ ἄλλοις οἷον Ἀχιλλεῖ καὶ Ἀλκιβιάδῃ. ἀλλὰ [*](656) καὶ ἄλλως· ὁτὲ μὲν γὰρ δυνάμει ὁτὲ δὲ ἐνεργείᾳ. τὸ δὲ οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος παραδείγματά ἐστι τοῦ ὁτὲ μὲν ἐνεργείᾳ ὁτὲ δὲ δυνάμει. ἡ γὰρ ὑγρότης, ἥπερ νῦν ἐστιν ἐνεργείᾳ οἶνος, δυνάμει ἐστὶν ὄξος· ὡσαύτως καὶ ἥτις νῦν ἐστιν ἐνεργείᾳ ὄξος, δυνάμει ἐστὶν οἶνος· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν δύο. ὡς δὲ ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ πάντων. ἀλλὰ καὶ ἡ δύναμις, φησί, καὶ ἡ ἐνέργεια καὶ τὸ ὑποκείμενον αὐταῖς εἰς τὰ εἰρημένα πίπτει ἤτοι ἀνάγεται αἴτια, εἰς ὕλην εἶδος στέρησιν· ἡ μὲν γὰρ ἐνέργεια ἔοικε τῷ εἴδει καὶ τὸ εἶδος τῇ ἐνεργείᾳ, ἡ δὲ δύναμις τῇ στερήσει καὶ ἡ στέρησις τἄ δυνάμει, τὸ δὲ ὑποκείμενον αὐταῖς τῇ ὕλῃ. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι τοιαύτη· κατὰ δὲ τὴν λέξιν τὸ μὲν ἐνεργείᾳ μὲν τὸ εἶδος ἀντὶ τοῦ ἡ ἐνέργεια ἀναλογεῖ εἴδει καὶ τὸ [*](5 ἀρχαὶ αἱ αὐταί M: αἱ ἀρχαὶ αὐταί AL 7 τῷ LM: τὸ Α 9 ἐν τῇ Φυσικῇ] Α 8 p. 191 b 33 10 ἔλυσεν αὐτῶν πᾶσαν τὴν ἄγνοιαν Phys. 1. 1. 12 αἱ (ante αὐταί) M: om. AL 16 τὰς λοιπὰς L 17 τὰς ἁπάντων L 21 ἄλλοτε] ἄλλα τε Metaph. ἐν ἐνίοις Metaph.)

683
εἶδος τῇ ἐνεργείᾳ. τὸ δὲ ἄν ᾖ χωριστὸν ἀντὶ τοῦ τὸ τῇ ἐπινοίᾳ χωρισόν. τὰ γὰρ ἔνυλα εἴδη τῇ ἐπινοίᾳ μόνον χωρίζεται τῆς ὕλης. τὸ δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἀντὶ τοὐ οὐ μόνον τὸ εἶδός ἐστιν ἐνέργεια, ἀλλὰ καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. ἢ τὸ ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, ἀντὶ τοῦ τὸ φῶς εἴρηκεν, ἵν’ ᾖ ὅτι ἡ ἐνέργεια ἤτοι τὸ φῶς τὸ χωριστόν· χωρίζεται γὰρ ἀπὸ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς καθ’ ἑκάστην. ἐξ ἀμφοῖν δὲ λέγει τὴν ἡμέραν, ἐκ τοῦ φωτὸς καὶ τοῦ πεφωτισμένου διαφανοῦς. καὶ ὅτι ἐνέργειαν τὸ φῶς, ὃ καὶ χωριστὸν λέγει, εἴρηκε, τεκμαίρομαι ἐκ τοῦ εἰπεῖν στέρησις δὲ τὸ σκότος.

[*](p. 107a11)

Ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει διαφέρει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος.

ἐπειδὴ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, εἰσὶ δὲ ἀμφότεροι ὅ τε ἥλιος καὶ ὁ Σωφρονίσκος ποιητικὰ Σωκράτους, ἡ μὲν οὖν τοῦ Σωφρονίσκου ὕλη αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα, ὁμοίως καὶ τὸ εἶδος καὶ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν διαφέρει τῷ λόγῳ τῆς τοῦ Σωκράτους ὕλης καὶ τοῦ εἴδους· σάρκες γὰρ καὶ νεῦρα αἱ ἀμφοτέρων ὗλαι. ὁμοίως δὴ καὶ τὰ εἴδη τὰ αὐτά, μόνῳ δὲ τῷ προτέρῳ καὶ ὑστέρῳ διαφέρει. προτέρα γὰρ ἡ Σωφρονίσκου ὕλη καὶ τὸ εἶδος τῆς τοῦ Σωκράτους φύσεως. ἡ δὲ τοῦ ἡλίου ὕλη καὶ τὸ εἶδος οὐ τῷ χρόνῳ μόνῳ προτέρα τῆς τοῦ Σωφρονίσκου ὕλης καὶ τοῦ εἴδους, ἀλλὰ καὶ τῷ λόγῳ. ἡ μὲν γὰρ τοῦ Σωφρονίσκου ὕλη σάρκες, ἡ δὲ τοῦ ἡλίου οὐ τοιαύτη, ἀλλὰ πέμπτον τι σῶμα. ὅτι δὲ καὶ τὸ τοῦ ἡλίου εἶδος ἕτερόν ἐστι τοὐ Σωφρονίσκου εἴδους, οὐ δεῖ με λέγειν. ταῦτα δὴ αἰνίττεται διὰ τοῦ ἄλλως ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος. ἐλλιπὴς δέ ἐστιν ἡ λέξις· εἴη δ’ ἄν πλήρης, εἰ οὕτως εἶχεν ῾ ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη μηδὲ τὸ αὐτὸ εἶδος, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος μηδὲ ἡ αὐτὴ ὕλη.’ εἴη | δ’ ἄν τὸ λεγόμενον, ἐπειδὴ καὶ ὁ [*](657) Σωφρονίσκος ποιητικός ἐστι Σωκράτους, ἀλλὰ καὶ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, διαφέρει ἡ ἐνέργεια καὶ τὸ εἶδος τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου τῆς ἐνεργείας καὶ τοῦ εἴδους τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους· ὁμοίως δὴ καὶ αἱ δυνάμεις αὐτῶν ἤτοι αἱ ὗλαι. καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν οὔτε ὕλη ὄντα οὔτε εἶδος οὔτε στέρησις, ὃ ἴσον ἐστὶ τῷ ἡ μὲν γὰρ ὕλη τοῦ Σωφρονίσκου καὶ τὸ εἶδος τὰ αὐτά εἰσι τῇ τοῦ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει, ὁμοίως καὶ ἡ στέρησις· ἀμφότεροι γὰρ στέρησιν ἔχουσι τὴν ἀντικειμένην τῷ ἀνθρωπείῳ εἴδει· τὸ δὲ τοῦ ἡλίου καὶ τοὐ λοξοῦ κύκλου εἶδος καὶ ἡ ὕλη οὔκ εἰσι τὰ αὐτὰ τῇ τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει. ὧν οὖν, ἡλίου καὶ λοξοῦ κύκλου, ἡ ἐνέργεια καὶ ἡ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλης καὶ ἐνεργείας, ταῦτα, ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, ἕτερά ἐστι Σωφρονίσκου [*](3. 4 καὶ τὸ L: καὶ τὰ Α 7 ante ἐκ add. τὴν L 26 ante ὧν οὐκ add. διαφέρει S Brandis)

684
καὶ Σωκράτους, ὧν τὸ εἶδος καὶ ἡ ὕλη οὐκ ἔστιν ἡ αὐτὴ τῇ τοῦ ἡλίου καὶ λοξοῦ κύκλου ὕλῃ καὶ τῷ εἴδει. εἰ δὲ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος διαφέρει Σωφρονίσκου καὶ Σωκράτους, καὶ ἀναστρέψαντι ἡ τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου ἐνέργεια καὶ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ἐνεργείας καὶ δυνάμεως.

[*](p. 1071a17)

Ἔτι δὲ ὁρᾶν δεῖ ὅτι τὰ μὲν καθόλου ἔστιν εἰπεῖν τὰ δ’ οὔ.

Τὸ δὲ λεγόμενον τοιοῦτον, ὅτι τῶν αἰτίων τὰ μὲν δυνάμεθα λέγειν καθόλου, τὰ δ’ οὔ. τοῦ μὲν γὰρ καθόλου ἀνδριάντος ἐροῦμεν αἴτιον τὸν καθόλου ἀνδριαντοποιόν, τουδὶ δὲ τοῦ ἀνδριάντος τόνδε τὸν ἀνδριαντοποιόν. τοῦτο θεὶς λέγει πάντων δὲ ἀρχαὶ πρῶται ἤτοι προσεχεῖς πρῶτον τοδί, τουτέστι τὸ μερικόν· τοῦ γὰρ Σωκράτους ἀρχὴ καὶ αἴτιον ὅδε ὁ Σωφρονίσκος. ἔστιν οὖν πάντων ἀρχὴ ἥδε ἡ ἐνέργεια καὶ τόδε τὸ μερικὸν δυνάμει, τουτέστιν αὕτη ἡ μερικὴ ὕλη. τῶν γὰρ καθ’ ἕκαστον αἴτιον καθ’ ἕκαστον· Ἀχιλλέως γὰρ Πήλευς, καὶ τοδὶ τὸ β τῆσδε τῆς βᾶ συλλαβῆς. τὰ γὰρ καθόλου οὔκ εἰσι, κἂν εἰ ἦν τὰ καθόλου ἐν ὑπάρξει καὶ καθ’ αὑτά, καὶ τὰ αἴτια αὐτῶν καθόλου ἄν ἦν· εἰ γὰρ ἦν ἄνθρωπος καθόλου, ἦν ἄν καὶ τὸ αἴτιον αὐτοῦ τῶν καθόλου, καὶ τῆς ὅλως ἤτοι τῆς βᾶ συλλαβῆς τὸ καθόλου βῆτα· οὐκ ἔστι δέ. πρὸς τοῖς εἰρημένοις αἰτίοις εἰσὶ καὶ ἄλλα αἴτια καὶ ἄλλαι ἀρχαί· ταῦτα δέ ἐστι τὰ εἴδη τῶν οὐσιῶν· ἄλλα δὲ ἄλλων, ὥσπερ εἴρηται· ἄλλα γὰρ ἵππων καὶ ἄλλα ἀνθρώπων. οὐ μόνον δὲ τῶν ἑτέρων γενῶν ἕτερα τὰ αἴτια, ἀλλὰ καὶ τῶν ὁμοειδῶν ἕτερα, τῷ ἀριθμῷ δέ· ἄλλη γὰρ ἡ σὴ ὕλη καὶ ἄλλη ἡ ἐμὴ τῷ ἀριθμῷ, ὁμοίως καὶ τὸ εἶδος καὶ τὸ ποιητικόν, τῷ καθόλου δὲ λόγῳ τὰ αὐτά· τουτέστι καθὸ γὰρ ἅπαντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσιν, εἰσὶ πάν|των τὰ αἴτια τὰ αὐτά, ᾗ δὲ τὰ ἐμὰ αἴτια ἕτερα τῶν σῶν αἰτίων, οὐ [*](658) τὰ αὐτά.

[*](p. 1071a29)

Τὸ δὴ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν.

Διὰ τούτων διδάσκει ἡμᾶς, εἴπερ ἐρωτώμεθα πότερον πάντων αἱ ἀρχαὶ αἱ αὐταὶ ἢ ἕτεραι, τί ὀφείλομεν ἀποκρίνασθαι· καί φησιν ὅτι πολλαχῶς τε λέγομέν ὢν, τουτέστι καθόλου ἤτοι ὡς καθόλου ὕλη καὶ ὡς καθόλου εἶδος καὶ ποιητικόν, καὶ ὅλως τῷ ἀνάλογον καὶ μὴ ὡς τοῦδε ἢ τοῦδε λαμβανόμενα, ἐστὶν ἑκάστου, τουτέστι πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί· διαιρεθέντων δὲ τοῦ τε καθόλου εἴδους καὶ τῆς καθόλου ὕλης καὶ [*](3 ἀντιστρέψαντι coni. Bonitz 4. 5 καὶ Σωκράτους L: om. Α 11 τοῦτο L: om. Α in lac. δὲ] δὴ c. S coni. Bonitz, cf. Metaph. πρῶτον] τὸ ἐνεργείᾳ πρῶτον Metaph. τοδί] sic etiam Metaph. codd. ET: τὸ εἴδει Metaph. vulg. 14 μερικὴ ὕλη L: ante ὕλη add. καὶ A 18 ὅλως L: ὕλης Α: fort. ἁπλῶς τῆς ὅλης ἤτοι τῆς καθόλου βα Bonitz 20 τὰ εἴδη L: τὰ om. Α 28 ἢ στοιχεῖα L: om. Α 33 τῷ L: τὸ Α)

685
τῶν λοιπῶν εἴς τε τὰ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν ἄλλων αἴτια, οὔκ εἰσι τὰ αὐτὰ ἀλλ’ ἕτερα, πλὴν ὡδί, ἤτοι τῷ ἀνάλογον δέ εἰσι τὰ αὐτά. καὶ τοῦτο φανερώτερον ποιῶν πάλιν ἐπανείληφε τὸν λόγον, καί φησιν ὅτι ὡδὶ μὲν τὰ αὐτὰ ἢ τῷ ἀνάλογον, ὅτι ὕλη εἶδος στέρησις, ἴσον λέγων, ἐπεὶ πάντα ὑπὸ ὕλην εἶδος στέρησίν εἰσιν, ἔσονται πάντων αἱ αὐταὶ ἀρχαὶ τῷ ἀνάλογον. τὸ δὲ καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴτια πάντων δυνάμει τοιοῦτόν ἐστιν. ὅταν δὲ ἐρωτώμενοι πότερον τὰ τῶν οὐσιῶν αἴτια καὶ τῶν συμβεβηκότων εἰσὶν αἴτια, λεκτέον ὅτι ναί, καὶ τὴν αἰτίαν προσθετέον ὅτι ἀναιρουμένων γὰρ τῶν οὐσιῶν ἀναιρεῖται καὶ τὰ λοιπά· αἴτιον δὲ τὸ συναναιροῦν τοῦ συναναιρουμένου. ἀλλὰ περὶ τούτων εἴρηται πρὸ ὀλίγου ἀκριβῶς. ἔτι τὸ πρῶτον ἐντελεχείᾳ. ἔτι, φησίν, ἐρωτώμενοι πότερον τὸ πορρώτερόν ἐστιν αἴτιον ἢ τὸ προσεχὲς, ῥητέον ὅτι τὸ πρῶτον, τουτέστι τὸ προσεχές. προσεχὲς δὲ αἴτιον καὶ ἐντελεχείᾳ, ὡς πολλάκις εἴρηται, ὁ Σωφρονίσκος τοῦ Σωκράτους. ὣδὶ δὲ ἕτερα πρῶτα ὅσα τὰ ἐναντία, τουτέστιν ἄλλον δὲ τρόπον λεκτέον πρῶτα αἴτια τὰ ἐναντία, ἤτοι τὸ εἶδος καὶ τὴν στέρησιν· ὥστε τὸ λεγόμενόν ἐστιν ὅτι ποτὲ μὲν λεκτέον πρῶτον αἴτιον τὸ ἐντελεχείᾳ ἤτοι τὸ ποιητικόν, ποτὲ δὲ τὰ ἐναντία ἤιοι τὸ εἶδος καὶ τὴν στέρησιν, ἅπερ ἐναντία, φησίν, οὔτε ὡς γένη λέγεται, τουτέστιν ὡς ὕλη, οὕτε πολλαχῶς, τουτέστιν οὕτε ὡς καθόλου, ἀλλ’ ὡς συγκατατεταγμένα. ἐν δὲ τῇ λέξει τῇ ὡδὶ δὲ πρῶτα ὅσα τὰ ἐναντία τὸ ὅσα παρέλκον ἐστίν. ἔτι, φησίν, ἄλλον τρόπον αἴτια λεχθήσονται αἱ ὗλαι. καὶ συμπεραίνεται λέγων, τίνες μὲν ἀρχαὶ τῶν αἰσθητῶν, ὅτι ὕλη εἶδος καὶ τὰ λοιπά, καὶ πόσαι, ὅτι τρόπον μέν τινα τρεῖς τρόπον δέ τινα τέσσαρες, καὶ πῶς αἱ αὐταί, ὅτι τῷ ἀνάλογον, καὶ πῶς ἕτεραι, ὅτι ὡς προσεχεῖς, εἴρηται.

[*](p. 1071b3)

ἐπεὶ δ’ ἦσαν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί. ἐντεῦθεν περὶ τοῦ πρώτου αἰτίου καὶ τῆς πρώτης οὐσίας, ὃν καὶ θεὸν ἐνταῦθα καλεῖ, διαλέγεται. συνίστησι δὲ πρῶτον ὅτι ἔστι τις τοιαύτη [*](659) οὐσία ἀίδιος οὕτως. λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο δέδεικται) λέγει ὅτι εἰ μὴ ἔστιν οὐσία ἀίδιος ἀλλὰ πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας καὶ χωρὶς αὐτῆς εἶναι οὐ δύνανται. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὐδ’ αἱ οὐσίαι πᾶσαι φθαρταί. ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτὰ δῆλον· ἡ γὰρ κίνησις δέδεικται ὅτι ἀίδιος καὶ ἄφθαρτος· εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν τὸ γινόμενον ὑπό τινος καὶ ἔκ τινος γίνεται, εἴη ἄν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἄν καὶ ἡ κίνησις ἤδη ἀλλ’ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι τὸ δὲ παθεῖν καὶ γενέσθαι τὴν κίνησιν ἐξ [*](4 ἢ τῷ L: ἡ om. Α 28 συνίστησι—νοητή (p. 687,22)] eadeiu leguntur in Alexandri Quaest. nat. et mor. I, 1 (Q) 32 οὐδ’ Q: οὐθ’ libri 34 πᾶν τὸ Q: τὸ om. libri 35 ἃ εἰ] ἀλλ’ εἰ Q)

686
αὐτῶν· οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. ἐπεὶ οὖν ἀίδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀίδιον κίνησιν ἀίδιόν ἐστιν· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν· ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν ἐστιν. ἔπειτα ἐνδεχόμενον ἔσται ἀπολιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον τῆς εὐτάκτου καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη. ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ τὴν ἀίδιον κίνησιν κινούμενον σῶμα. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία· τὸ ἄρα ταύτην κινούμενον τὴν κίνησιν σῶμα ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην τῶν κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον δὴ τοῦτο. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον· ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου· τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἀπάντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται. καὶ διὰ τοῦτο οὖν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ κατὰ τὴν ψυχὴν κινούμενον καθ’ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ’ ἔφεσίν τινος· ὥστε εἴη ἄν καὶ τὸ ἀίδιον σῶμα καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσίν τινος κινούμενον. τὸ δὲ καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσιν κινούμενον δεῖ εἶναί τι οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ· πάν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὰ ἀεὶ ἄρα καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασι δυνάμεως. | εἰ γὰρ ἔσται δυνάμει, οὐδεμία [*](660) δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, ἐπ’ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι, ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν· ὥστε οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως. ἀλλὰ καὶ ἀκίνητον ἔσται· εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος καὶ τοῦτο εἰς ἄπειρον. ἀλλ’ εἰ ἀκίνητον, ἔστι καὶ ἀσώματον· πᾶν γὰρ σῶμα καθὸ σῶμα κινητόν. ἔσται ἄρα ἀίδιός τις οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργεία αἰτία οὖσα τῆς τοῦ κυκλοφορητικοῦ σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. σεως. κινηθήσεται δ’ ὑπ’ αὐτοῦ τὸ κυκλοφορητικὸν σῶμα τῷ νοεῖν τε αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς οἰκειώσεως αὐτοῦ· πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένον τοῦτον κινεῖται τὸν τρόπον. ἡ δὲ δεῖξις κατὰ ἀνάλυσιν γέγονεν· οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς [*](1 κίνησιν κίνησιν Q: semel habent AL 4 τι LQ: om. Α λέγοι QS: λέγει AL 6 ἡ γὰρ] εἰ γὰρ Q: ἔσται Q: ἐστὶ AL ἐπιλιπεῖν Q 13 δὴ τοῦτο om. Q 17. 18 κινεῖται, καὶ τὸ κατὰ ψυχὴν ἄρα κινούμενον Q 18 εἰ δὲ Q 21 ἔφεσιν κινουμένου ὄντος, δεῖ δὲ εἶναί τι Q 23 ἄρα om. Q 24 καὶ ἄμοιρον π. δὺν. ἔσται Q οὐδεμία—ὥστε (26) om. Q 25 ἐν τῆ Περὶ οὐρανοῦ] Α 12 26 ἔσται Q: ἐστὶ AL 27. 28 ἄμοιρον—δυνάμεως om. Q 29. 30 καὶ τοῦτο εἰς ἄπειρον om. Q 33 τὸ θεῖον σῶμα Q 34 ὁμοιώσεως Q 37 δεῖ MQ: δὴ AL ὑστέρων τε καὶ L)
687
ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἄν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος· ἡ γὰρ ὕλη οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ κατὰ ἀναλογίαν ἐστὶ νοητὴ καὶ ὡς ὁ λάτων φησὶ νόθῳ λογισμῷ· τὸ δὲ εἶδος νοητόν, ἐνέργειά τις ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ καὶ καθ’ αὑτὸ ὂν ἢ τὸ ἐν ἄλλῳ τινὶ ὄν, ὅτι καὶ μᾶλλον ἔστι, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὂν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὂν ἐνεργείᾳ καὶ τῷ τῇ αὑτοῦ φύσει ἁπλοῦν καὶ νοητὸν εἶναι. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε εἰσὶ νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς εἰσι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία, λέγω δὴ χωριστὴ καὶ ἁπλῆ καὶ ἐνεργείᾳ. αὕτη ἄρα μάλιστά ἐστι νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ ἑαυτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα, τοιοῦτον δὲ τοῦτο. τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ· ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ [εὖ] πάσχοντι· καὶ ἔστι πάσχον τὸ δυνάμει τι ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν· καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ. ἐν τῷ εἴδει ἄρα τὸ καλὸν μᾶλλον ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ τῶν γενῶν· διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστι· καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὂν καὶ | ἁπλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν [*](661) μάλιστα· τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις· κυρίως ἄρα καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.

[*](p. 1071b3)

᾿Επεὶ εἰ δ’ ἦσαν τρεῖς οὐσίαι, δύο μὲν αἱ φυσικαί, μία δὲ ἡ ἀκίνητος.

Περὶ τῆς πρώτης ἀρχῆς, ὡς προείπομεν, ἐντεῦθεν διαλέγεται τίς τε ἡ φύσις αὐτῆς καὶ ἡ διαγωγή. πρῶτον δὲ συνίστησιν ὡς ἔστιν ἀρχὴ τοιαύτη, καὶ οὕτω τίς λέγει. ἐπεὶ γάρ, φησίν, ἦσαν ὡς ἐλέγομεν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί, ἃς καὶ πάντες εἶναι ὁμολογοῦσιν, καὶ τούτων ἡ μὲν μία ἀγένητος καὶ ἄφθαρτος, ἡ δὲ λοιπὴ κατὰ μὲν τὰς ὁλότητας καὶ αὐτὴ ἀγένητος καὶ ἄφθαρτος, εἴπερ καὶ ὁ κόσμος, κατὰ δὲ τὰ μέρη γενητὴ καὶ φθαρτή, ἦν δὲ καὶ ἄλλη ἡ ἀκίνητος, περὶ ἰῆς ἀκινήτου, φησί, λεκτέον καὶ δεικτέον ὅτι ἀνάγκη εἶναί τινα οὐσίαν ἀκίνητον καὶ ἀίδιον. ἔχων οὖν δεδειγμένον, ὅτι αἱ οὐσίαι πρῶται τῶν ἄλλων ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τούτῳ χρώμενος δείκνυσι τὸ προκείμενον, δυνάμει συλλογιζόμενος ὧδε. εἰ πᾶσά ἐστιν οὐσία φθαρτή, οὐδὲν ἔσται ἀίδιον τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων· πάντα γὰρ ἐν αὐτῇ τὸ εἶναι ἔχει. ἀλλὰ μὴν ἔστι τι τῶν παρὰ τὴν οὐσίαν ἀίδιον καὶ ἄφθαρτον, ἥ τε κίνησις καὶ ὁ χρόνος· ἔστιν ἄρα καὶ οὐσία τις ἀίδιος, ἥτις τὴν ἀίδιον κίνησιν κινεῖται· [*](1 ἐκείνου Q: ἐκείνων libri 5 ὁ Πλάτων’ φησὶ] Tim. p. 52 Β 6 ἐνεργείᾳ τι ὄν Q 9 καὶ τῷ Q: καὶ τὸ AL 9. 10 φὐσει—εἶναι] φύσει τὸ ἀπλοῦν εἶναι καὶ ἁπλοῦν μάλιστα νοητόν Q 11 θεωρῇ] ἐνεργῇ Q 14 ἑαυτοῦ—αὑτοῦ Q: αὐτοῦ utrobique libri 16 εὖ om. Q 18 ἐν δὲ τῷ εἴδει τὸ Q 22 αὕτη LSQ: om. Α 23 τρεῖς L: om. Α 35 ἀίδιον e S add. Bonitz)

688
πᾶσα γὰρ κίνησίς τινος. καὶ ὅτι μὲν ἡ κίνησις ἀίδιος, δέδεικται ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ καὶ ὁ χρόνος ἀίδιος, παραμυθίας ἀξιοῖ, λέγων, εἰ ἔστιν ὁ χρόνος γενητὸς καὶ φθαρτός, πρότερον οὐκ ἦν οὐδ’ ὕστερον ἔσται· ἀλλὰ μὴν τὸ πρότερον καὶ ὕστερον χρόνου τί εἰσιν· ἦν ἄρα πρὸ τοῦ γενέσθαι τὸν χρόνον χρόνος, εἴπερ πρὸ χρόνου ἐστὶ τὸ πρότερον, καὶ ἔσται πάλιν μεθ’ ὕπαρξιν χρόνου χρόνος, εἴπερ μετὰ τὴν τοῦ χρόνου φθοράν ἐστι τὸ ὕστερον. δείξας δὲ ὅτι ἔστι τις οὐ σία ἥτις ἀιδίως κινεῖται, προσαποδείκνυσιν πρότερον καὶ τίς ἐστιν αὕτη οὕτως. ἡ ἀίδιος κίνησις μία ἐστίν, ἡ μία συνεχής ἐστιν, ὥσπερ καὶ ὁ χρόνος· ἢ γὰρ ὁ αὐτός ἐστι τῇ κινήσει ἤ τι τῆς κινήσεως· κίνησις δὲ συνεχὴς οὐκ ἔστιν ἄλλη ἢ ἡ κατὰ τόπον, καὶ ταύτης ἡ κύκλῳ. ἡ ἀίδιος ἄρα κίνησίς ἐστιν ἡ κύκλῳ· ὥστε ἡ ἀίδιος οὐσία ἐστὶν ἡ ταύτην κινουμένη τὴν κίνησιν. δείξας οὖν οὕτως ὅτι ἔστι τις οὐσία ἀίδιος, ἥτις τὴν κύκλῳ καὶ ἀίδιον κίνησιν κινεῖται, ἔχων δὲ δεδειγμένον ἐν τῇ Φυσικῇ καὶ ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, συνάγει ὅτι ἔστιν ἄρα τι κινητικὸν καὶ ποιητικὸν τὸ τὴν ἀίδιον κίνησιν κινοῦν, ἀκίνητον ὂν καὶ ἀίδιον, εἶδος ὂν καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα δυνάμεως. ἐν δὲ τῇ λέξει τῇ ἀλλὰ μὴν εἰ ἔστι κινητικὸν ἢ ποιητικόν, μὴ ἐνεργοῦν δέ τι τὸ μὴ ἐνεργοῦν ἀντὶ τοῦ μὴ εἴη δὲ ἐνέργεια πάντῃ ἀμοιροῦσα δυνάμεως, | ἔσται ὅτε οὐκ ἔστι [*](662) κίνησις· τὸ γὰρ δυνάμενον μὴ ἐνεργῆσαι ἔσται ποτὲ μὴ ἐνεργοῦν. δέδεικται δὲ ὅτι ἀδύνατόν ἐστι μὴ εἶναι κίνησιν· ἀδύνατον ἄρα καὶ τῷ κινοῦντι τὴν ἀίδιον κίνησιν δύναμίν τινα ἐνυπάρχειν. ἀλλ’ εἰ καὶ τὰ κυκλοφορητικὰ σώματα ἀπήλλακται τοῦ δυνάμει, ἀίδια ὄντα, τί ἄν τῆς πρώτης ἀρχῆς διαφέροιεν; ἢ οὐ πάντῃ ἀπήλλακται τοῦ δυνάμει· τῆς μὲν γὰρ καθ’ ἣν τὰ γινόμενα καὶ φθειρόμενα γίνεται καὶ φθείρεται δυνάμεως ἀπήλλακται, τῆς δὲ τοῦ κινεῖσθαι οὐδαμῶς· τὸ γὰρ ὑπὲρ γῆν ἐνεργείᾳ ὂν ἡμισφαίριον δυνάμει ἐστὶν ὑπὸ γῆν. εἰπὼν οὖν ὅτι ἡ πρώτη καὶ ἀίδιος ἀρχὴ ἐνέργειά ἐστι πάντῃ δυνάμεως ἀμοιροῦσα ἐπάγει οὐδὲν ἄρα ὄφελος οὐδ’ ἂν οὐσίας ποιήσωμεν ἀιδίους καὶ τὰ ἑξῆς, ἴσον λέγων τῷ εἴτε ἰδέας ὑποθώμεθα εἶναι τὰς πρώτας ἀρχὰς εἴτε ἀριθμούς, οὐδὲν ὠφελήσει πρὸς τὸ εἶναι ἀεὶ τὰ ὄντα ὡς ἔχει, εἰ μὴ ἔσται τι εἶδος καί τις φύσις αὐτὸ τοῦτο ἐνέργεια οὖσα δυναμένη μεταβάλλειν καὶ κινεῖν τὴν ἀίδιον κίνησιν· οὐδ’ ἄν ἄλλη τις φύσις καὶ οὐσία ὑποτεθῇ ἑτέρα παρὰ τὰ εἴδη μὴ οὖσα δὲ ἐνέργεια, οὐδ’ αὐτὴ ἔσται ἱκανὴ τὴν ἀίδιον κίνησιν κινεῖν. τὸ δὲ εἰ γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις ταὐτόν ἐστι τῷ εἰ γὰρ μὴ ἐνεργεῖ ἡ παρὰ τὰ εἴδη οὐσία ἀλλὰ μένει μὴ ἐνεργοῦσα, ὡς οἱ τὰ εἴδη τιθέμενοι ἀπεφαίνοντο (λέγοντες γὰρ τὰς ἰδέας καὶ ἀκινήτους καὶ μηδὲν ἐνεργούσας, ἐκπίπτειν ἐξ αὐτῶν ἔφασκον ἀπορροίας τινὰς καὶ τῇδε τῇ ὕλῃ συμπιπτούσας οὕτω γίγνεσθαι πάντα τὰ ἄτομα), εἰ οὖν οὕτως, ὥσπερ αἱ ἰδέαι, ἔχει ἣν ἄν ὑποθῆταί τις οὐσίαν, οὐκ ἔσται κίνησις. κίνησις γὰρ [*](1. 2 ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως] c. 1 2 ἀίδιος M: οὗτος AL 6 χρόνος L: om. Α 7 ἑ M: om. AL 14 δὲ L: om. Α ἐν τῇ Φυσικῇ] H 1 17 ἔσται Metaph. vulg. 24 γὰρ M: om. AL 33 παρὰ L: περὶ Α)
689
ἄνευ τοῦ ἐνεργοῦντος καὶ κινοῦντος οὐκ ἔστι. τὸ δὲ ἔτι οὐδ’ εἰ ἐνεργήσει ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν οὐδ’ εἰ ἐνεργεῖ καὶ κινεῖ ἡ παρὰ τὰ εἴδη οὐσία, ἔστι δὲ ἡ οὐσία καὶ ἡ φύσις αὐτῆς δύναμίς τις, τουτέστιν εἰ συνέζευκται αὐτῇ δύναμίς τις, καὶ μὴ εἴη ἄμοιρος πάντῃ δυνάμεως, οὐδ’ οὕτως ἔσται ἡ κίνησις ἀίδιος. ἀνάγκη γὰρ τὸ δυνάμει ὄν, ἤτοι τὸ δύναμιν ἔχον μὴ ἐνεργῆσαι, ποτὲ μὴ ἐνεργεῖν. δεῖ ἄρα εἶναι ἀρχὴν τοιαύτην ἧς ἡ οὐσία ἐστὶν ἐνέργεια ὅλως ἀμοιροῦσα τοῦ δυνάμει. τὸ δὲ ἔτι τοίνυν ταύτας δεῖ τὰς οὐσίας εἶναι ἄνευ ὕλης τὸ ταύτας, οἶμαι, ἀντὶ, τοῦ τὰς λοιπὰς εἴληπται, καὶ εἴη ἄν λέγων ὅτι οὐ μόνον τὸ κινητικὸν τῆς ἀπλανοῦς δεῖ τοιοῦτον εἶναι οἷον εἴπομεν, ἀλλὰ καὶ τὰς λοιπὰς ἀρχὰς τὰς κινούσας τὴν Κρονικὴν καὶ τὴν Διιὸν καὶ τὰς λοιπὰς σφαίρας, αἵτινες ἀρχαὶ ὑπὸ τὴν πρώτην εἰσί, καὶ ταύτας οὖν δεῖ ἀύλους εἶναι καὶ ἀιδίους, εἴπερ γε καὶ ἄλλο τι ἀίδιον· ἐπεὶ γάρ ἐστι καὶ ἄλλο τι, οἷον τὸ τῆς ἀπλανοῦς κινητικὸν ἀίδιον, δεῖ καὶ ταύτας ἀιδίους εἶναι. ἢ τὸ εἴπερ γε καὶ ἄλλο τι ἀίδιον λέγοι ἄν, ἐπειδὴ ἡ τῶν ἑπτὰ σφαιρῶν ἑνὰς ἀίδιός ἐστι, δεῖ καὶ τὰ τούτων κινητικὰ ἀίδια εἶναι. |

[*](p. 1071b22)

Καίτοι ἀπορία· δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι.

[*](663)

Δείξας ὅτι ἡ ζητουμένη ἀρχὴ ἐνέργειά ἐστι πάντῃ ἀμοιροῦσα δυνάμεως, ἀπορία, φησί, τοῖς δειχθεῖσιν ἀναφαίνεται. ἀπορήσειε γὰρ ἄν τις πρὸς ταῦτα· εἰ ἡ δύναμις προτέρα τῆς ἐνεργείας (καὶ τούτου πίστις ἐκ τῆς ἐπαγωγῆς), ἔστι δὲ ἡ πρώτη ἀρχὴ ἐνέργεια, ἦν πρὸ αὐτῆς ἡ δύναμις· ἔστιν ἄρα τῆς πρώτης ἀρχῆς ἄλλη ἀρχή, ἡ δύναμις, ἐξ ἧς γέγονεν ἡ ἐνέργεια. αὐτὸς δὲ καὶ ἐπιχειρεῖ δεικνύναι ὅτι ἡ δύναμις προτέρα ἐστὶ τῆς ἐνεργείας· δοκεῖ γάρ, φησί, τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι· ὥσπερ γὰρ διὰ τὸ πάντα ἄνθρωπον ζῷον εἶναι, οὐ πᾶν δὲ ζῷον ἄνθρωπον, φαμὲν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπεὶ πᾶν τὸ ἐνεργοῦν δύναται, τὸ δὲ δυνάμενον οὐ πᾶν ἐνεργεῖ, εἴη ἄν ἡ δύναμις προτέρα ἐνεργείας. ἀλλὰ μὴν εἰ ἐστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, οὐδὲν ἔσται τῶν ὄντων, ὃ ἴσον ἄν εἴη τῷ ἦν ἄρα ὅτε οὐδὲν ἦν τῶν ὄντων· ἐνδέχεται γὰρ τὸ δυνάμενον εἶναι μήπω εἶναι. καὶ οἶμαι ἐν τῇ λέξει τῇ δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν τὸ δοκεῖ ἐμφαντικὸν εἶναι τοῦ μὴ ἀρέσκειν αὐτῷ τὴν ὅτι πᾶν τὸ ἐνεργοῦν δύναται λέγουσαν πρότασιν, ἵν’ ᾖ τὸ λεγόμενον ὅτι δοκεῖ ἄλλοις. τὸ δὲ ἀλλὰ μὴν εἰ τοῦτο, οὐδὲν ἔσται τῶν ὄντων· ἐνδέχεται γὰρ δύνασθαι μὲν εἶναι μήπω δ’ εἶναι, οἶμαι ὅτι ὡς λύσις ἐπῆκται τοῦ λέγοντος λόγου ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι πᾶσα δύναμις προτέρα πάσης ἐνεργείας ἐστί, συνάγεται τὸ ἦν ὅτε οὐδὲν ἦν τῶν ὄντων, τοῦτο δὲ ἀδύνατον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, [*](3 εἰ L: om. Α 32 ἐμφαντικὸν LM: ἐμφατικὸν Α 32. 33 τὴν—λέγουσαν πρότασιν Bonitz: ἡ—λέγουσα πρότασις ALM 38 ἐν τῇ Περὶ οὐρανοῦ] Α 12)

690
ψεῦδος ἄρα τὸ λέγειν ὅτι πάσης ἐνεργείας προηγεῖται δύναμις. ἀλλ’ εἰ, ὡς ἔφαμεν, ταῦτα λύσις εἰσὶ τῆς ἀπορίας, πῶς κατιὼν πάλιν αὐτὴν λύει; ἢ οὐκ ἔστι τοῦτο ἀλλότριον τῆς Ἀριστοτελικῆς ἀγχινοίας· πρὸς παράστασιν γὰρ τῆς ἀληθείας πανταχοῦ, καὶ μάλιστα ἐν ταύτῃ τῇ πραγματείᾳ, δὶς τῶν αὐτῶν μέμνηται καὶ τοσαυτάκις τὰ περὶ αὐτῶν διαρθροῖ. δείξας οὖν ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως ἤτοι τὸ εἶδος τῆς ὕλης (πᾶσα γὰρ δύναμις ὡς ὕλη· ὁ γὰρ Σωκράτης δύναμις καὶ ὕλη τοῦ γράφειν ἐστίν), αἰτιᾶται τοὺς θεολόγους προτέραν ποιοῦντας τὴν δύναμιν καὶ τὴν ὕλην τῆς ἐνεργείας. ὅταν γὰρ Ἡσίοδος λέγῃ ‟ἤτοι μὲν πρώτιστα Χάος γένετ’, αὐτὰρ ἔπειτα Γαῖ’ εὐρύστερνος·“ καὶ ‟τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,“ διὰ τοῦ Χάους καὶ τῆς Νυκτὸς τὴν ὅλην ᾐνίττετο· σκότος γὰρ καὶ Νὺξ κατὰ τὸ ἄληπτον αὐτῆς ἡ ὕλη, Χάος δὲ διὰ τὸ χωρητικὸν καὶ δεκτικὸν αὑτῆς τῶν εἰδῶν. καὶ ὁ Ἀναξαγόρας διὰ τοῦ ‟ἦν ἦν ὁμοῦ πάντα χρήματα“ τὴν ὕλην ᾐνίττετο. αἰτιᾶται δὲ οὐ τοὺς φυσικούς, τόν τε | Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν (οὗτοι γὰρ προτέραν τὴν ἐνέργειαν ἔλεγον δυνάμεως, ὡς ἐρεῖ· ὁ μὲν γὰρ αὐτῶν φιλίαν καὶ νεῖκος ἐτίθετο τὴν ἐνέργειαν, ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν), ἀλλὰ τοὺς θεολόγους. τὸ γὰρ τὸ αὐτὸ αἴτιον οὐ τοῦτο σημαίνοι ἄν, ὅτι τὰ αὐτὰ ἄτοπα ἕπεται τοῖς τε θεολόγοις καὶ τοῖς φυσικοῖς, ἀλλὰ τὸ αἴτιον ἴσον ἐστὶ τῷ τὸ αὐτὸ ἄτοπον ἕπεται πᾶσι τοῖς θεολόγοις, ὅσοι προτέραν τὴν δύναμιν τῆς ἐνεργείας ποιοῦσιν. ἢ λέγοι ἄν ὅτι τὸ αὐτὸ ἄτοπον ἕψεται καὶ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς, οὐ πᾶσιν ἀλλ’ ὅσοις τῶν τε φυσικῶν τῶν τε θεολόγων ἐπῆλθε ποιεῖν προτέραν τὴν δύναμιν τῆς ἐνεργείας. εἰ γάρ ἐστιν ἡ δύναμις, φησί, κατ’ αὐτοὺς προτέρα τῆς ἐνεργείας, πῶς ἐξ αὐτῆς κινηθήσεται ἡ ὕλη μὴ οὔσης τῆς ἐνεργείας τῆς κινούσης; οὐ γὰρ τὰ ξύλα κινεῖ αὐτὰ ἑαυτὰ εἰς τὸ γενέσθαι κιβώτιον, ἀλλ’ ἡ τεκτονικὴ ἥτις ἐστὶν ἐνέργεια, οὐδὲ τὰ καταμήνια πάλιν κινεῖ ἑαυτὰ εἰς τὸ γενέσθαι ζῷον ἀλλ’ ἡ γονή, οὐδὲ ἡ γῆ εἰς τὸ γενέσθαι φυτὸν ἀλλὰ τὸ σπέρμα. διὸ φεύγοντές τινες ταῦτα τὰ ἄτοπα ποιοῦσι προτέραν τὴν ἐνέργειαν τῆς δυνάμεως, οἷον Λεύκιππος καὶ Πλάτων’, τὴν δὲ ἐνέργειαν ταύτην εἶναι τὴν κίνησιν· ἀεὶ γὰρ εἶναι κίνησιν καὶ Λεύκιππος καὶ Πλάτων’ ἔλεγον. ‘παραλαβὼν γάρ’, φησὶν ὁ Πλάτων’, ἰτὴν ὕλην πλημμελῶς καὶ ἀτάκτως φερομένην.’ καὶ Λεύκιππος δὲ ἐν τῷ κενῷ τἀς ἀτόμους κινεῖσθαι τὸν ἄπειρον χρόνον ἔφασκεν. καὶ ὅτι ἡ μὲν κίνησις ἐνέργειά ἐστιν ἀπεφαίνοντο· ἀλλὰ διὰ τί ἐστιν ἐνέργεια ἡ κίνησις, καὶ τίς ἐστιν αὕτη ἡ κίνησις, πότερον ἡ κύκλῳ ἢ ἄλλη τις, καὶ διὰ τί ὡδὶ μὲν τάδε κινοῦνται ὡδὶ δὲ τάδε, τούτων τὴν αἰτίαν οὐ λέγουσιν. ἐπεὶ γὰρ δεῖ εἶναί τι ἀεί, ὡς δέδεικται, ἔδει τὴν αἰτίαν λέγειν δι’ ἣν ἡ μὲν ἀπλανὴς ἀπὸ ἀνατολῆς ἐπὶ δυσμὰς κινεῖται, αἱ δὲ πλανώμεναι ἀνάπαλιν. οὐ γὰρ [*](9 Ἡσίοδος] Theog. 116 sq. ἤτοι M: αὐτὰρ AL αὐτὰρ M: 0111. AL 10 τὴν δ’ ἑτέρην κτλ.] Hes. Op. et D. 17 ἑτέρην προτέρην M: om. AL 13 τοῦ M: τὸ AL 18 αἴτιον ALM: ἀδύνατον S Metaph. vulg. 19 τὸ αἴτιον] τὸ λεγόμενον coni. Bonitz 24 ἐξ αὐτῆς L: ἐξ αὐτοῦ Α 31 ἔλεγον] ἔφασκον L φησιν ὁ Πλάτων’] Tim. p. 30 Α 38 πλανούμεναι A)
691
ὡς ἔτυχε πᾶν ὃ κινεῖται τὴν κίνησιν ποιεῖται, ἀλλὰ φύσει μὲν ὁ λίθος ὡδί, οἷον κάτω, καὶ τὸ πῦρ ἄνω, βία δὲ ὡδί, ὁ λίθος ἄνω καὶ τὸ πῦρ κατω. φύσει μὲν οὖν ὁ λίθος κινεῖται κάτω, ὑπὸ νοῦ δὲ οἱ ἄνθρωποι· ἐφιέμενοι γάρ τινος κινοῦνται, βιαζόμενοι τὸ σῶμα φέρεσθαι ἐν ὑπερῴῳ ἢ δένδρῳ, ᾗ οὐ πέφυκε φέρεσθαι· κάτω γὰρ ἡ τοῦ ἡμετέρου σώματος κατὰ φύσιν φορά. ὑπ’ ἄλλου δὲ κινοῦνται βίᾳ οἷον τῆς φαντασίας τὰ ἄλογα ζῷα. ἔδει οὖν τούτων τὴν αἰτίαν λέγειν καὶ πρὸς τούτοις ποία τῶν κινήσεών ἐστιν ἡ πρώτη· πολὺ γὰρ διαφέρει τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν κινεῖσθαι, καὶ ἡ πρώτη κίνησις τῶν ἄλλων. αἰτιᾶται δὲ καὶ ἄλλο τῷ Πλάτωνι· εἰπὼν γὰρ ὁ Πλάτων ὅτι ἡ κίνησις ἦν καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, εἴπερ ἀτάκτως ἐκινεῖτο ἡ ὕλη, πά|λιν λέγει ὅτι ἡ ψυχὴ ἡ ἅμα [*](665) τῷ οὐρανῷ γεγονυῖα καὶ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστι πηγὴ καὶ αἰτία τοῦ κίνησιν εἶναι· ὥστε πρὸ τοῦ τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν γενέσθαι εἶναι κίνησίν φησιν. εἰ οὖν πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν ἦν ἡ κίνησις, ψεῦδος ὅτι ἡ ψυχὴ ἡ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστιν ἡ πηγὴ τῆς κινήσεως. ταῦτα εἰπὼν πάλιν ὡς λύσιν τινὰ τῆς προαπορηθείσης ἀπορίας τῆς λεγούσης ὅτι εἴπερ ἐστὶν ἡ δύναμις προτέρα ἐνεργείας οὐκ ἔσται ἡ ἀρχὴ ἐνέργεια, ἐπάγει τὸ τὸ μὲν οὖν τὴν δύναμιν οἴεσθαι ἐνεργείας προτέραν τρόπον μέν τινα καλῶς λέγεται, τρόπον δέ ἄλλον οὐ καλῶς. ἐπὶ μὲν γὰρ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀληθὲς ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· ὁ γὰρ Σωκράτης δυνάμει ἦν πρότερον μουσικὸς καὶ οὕτω γέγονε καὶ ἐνεργείᾳ· ὅμως ἦν ἄλλο τι πρότερον ἐνεργείᾳ μουσικὸν τὸ εἰς ἐνέργειαν τὸν Σωκράτην ἄξαν· ὥστε πρὸς μὲν τὸν αὐτὸν καὶ ἕνα ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν προτέρα ἐστὶν ἡ δύναμις τῆς ἐνεργείας, πρὸς δὲ τὸ χύμα πάντων τῶν ἀνθρώπων οὐδαμῶς ἐστιν ἡ ἐνέργεια ὑστέρα τῆς δυνάμεως. εἰ δὲ ἐπὶ τούτων οὐ προηγεῖται ἡ δύναμις, πολλῷ μᾶλλον ἐπὶ τῆς κυρίως ἐνεργείας ὑστερήσει. ἀλλὰ περὶ μὲν τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς.

[*](p. 1072a4)

Ὅτι δ’ ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας.

Μετὰ τὰς ἀποδείξεις εἴωθεν ὁ Ἀριστοτέλης καὶ τὰς τῶν ἄλλων εἰς πίστιν τῶν ὑπ’ αὐτοῦ λεγομένων ἐπάγειν ὑπολήψεις. δείξας γὰρ ὅτι ἡ ἐνέργεια προτέρα ἐστὶ δυνάμεως μαρτύρεται καὶ τὸν Ἀναξαγόραν καὶ ᾿ Εμπεδοκλῆν. ὁ μὲν γὰρ ἦν τοῦ μίγματος προτέραν ποιῶν τὴν ἐνέργειαν ἤτοι τὸν νοῦν, ὁ δὲ Ἐμπεδοκλῆς τὴν φιλίαν καὶ τὸ νεῖκος. ἀλλὰ καὶ οἱ ἀεὶ λέγοντες εἶναι κίνησιν προτέραν ἐτίθεντο τὴν ἐνέργειαν, ἤτοι τὴν κίνησιν, τῆς δυνάμεως. ὥστε εἰ προτέρα δυνάμεως ἐνέργεια, οὐκ ἦν ἄπειρον χρόνον χάος καὶ νύξ, τουτέστιν οὐκ ἦν ἡ δύναμις προτέρα τῆς ένεργείας, ἀλλὰ τὰ αὐτὰ ἅπερ ἔστι νῦν, οἷον ἦν ἀεὶ ὁ κόσμος, ἢ περιόδῳ, [*](1. 2 μὲν ὁ λίθος—κάτω L: μὲν οὖν ὁ λίθος κινεῖται κάτω Α 7 τὰς αἰτίας L 18 τὸ τὸ μὲν L: alterum τὸ om. Α 19 οἴεσθαι L: om. A 21 καὶ L: om. Α 27 ἐνεργείας L: om. Α ἐν τῇ Περὶ ψυχῆς] Γ 7 p. 431a2 sqq. cf. 5 p. 430a20 34 οἱ M: om. AL 36 οὐκ ἣν L: ante οὐκ add. καὶ Α)

692
ὡς Ἐμπεδοκλῆς ἔφασκεν, ἢ ἄλλως, ὡς Ἀριστοτέλης βούλεται. εἰ δὴ τὸ αὐτὸ ἀεὶ περιόδῳ. ἐλλίποι ἂν τῇ λέξει τὸ ἢ ἄλλως, ἵν’ ᾖ τὸ πᾶν ἱεῖ δὴ ὁ κόσμος οὗτος ἀεί ἐστιν, ἢ περιόδῳ, ὡς Ἐμπεδοκλῆς λέγει, ἢ ἄλλως, ὥσπερ ἡμεῖς, δεῖ τι ἀεὶ μένειν ὡσαύτως ἐνεργοῦν καὶ εἶναι τὴν φύσιν αὐτοῦ ἐνέργειαν.’ εἰ δὲ ἀνάγκη καὶ γένεσιν ἀεὶ εἶναι, δεῖ εἶναί τι ἐνεργοῦν ἄλλως, ἤτοι λοξῶς κινεῖσθαι, ἵνα προσάγῃ καὶ ἀπάγῃ τὸ γεννητικόν, ὅπερ ἐστὶν ὁ ἥλιος. ἀνάγκη ἄρα τὸ λοξῶς κινούμενον καθ’ αὑτὸ μὲν ὡδὶ ἐνεργεῖν, ἤτοι λοξῶς κινεῖσθαι καὶ προσάγειν καὶ | ἀπάγειν [*](666) τὸν ἥλιον, ὡδὶ δὲ κατ’ ἄλλο, τουτέστι τὸ γίνεσθαι δὲ καὶ καθ’ ἑκάστην τὸν ἥλιον ὑπὸ γῆν καὶ ὑπὲρ γῆν κατ’ ἄλλο. ἤτοι δὲ καθ’ ἕτερον τοῦτο πάσχει ὁ ἥλιος, οἷον φέρε εἰπεῖν διὰ τὴν Κρονιακήν, ἢ κατὰ τὸ πρ[ντον, οἷον κατὰ τὴν ἀπλανῆ. καὶ διαρθρῶν τὸν λόγον λέγει ῾ἀνάγκη ἄρα κατὰ τὴν τῆς ἀπλανοῦς κίνησιν γίνεσθαι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν τὸν ἥλιον παρὸ κατὰ τὴν Κρονιακήν.᾿ καὶ τὴν αἰτίαν τοῦ ἀνάγκη κατὰ 15 τὴν ἀπλανῆ τὴν τοῦ ἡλίου ὑπὲρ γῆν καὶ ὑπὸ γῆν γίνεσθαι καθ’ ἑκάστην φοράν, ἐπήγαγεν εἰπὼν πάλιν γὰρ ἐκεῖνο αὐτῷ τε αἴτιον κἀκείνῳ, τουτέστι πάλιν γὰρ τὸ τῆς ἀπλανοῦς σῶμα αἴτιον ἔσται τῷ ἐν τῇ Κρονιακῇ σφαίρᾳ ἀστέρι ὑπὲρ γῆν καθ’ ἑκάστην γίνεσθαι καὶ ὑπὸ γῆν κἀκείνῳ, ἤτοι τῷ ἡλίῳ· ἡ ἀπλανὴς γάρ ἐστιν αἰτία τοῦ καθ’ ἑκάστην καἲ τὸν Κρόνον καὶ τὸν ἥλιον δύνειν καὶ πάλιν ἀνατέλλειν. ὥστε κάλλιόν ἐστι τὴν ἀπλανῆ λέγειν αἰτίαν εἶναι τοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ δύνειν ἤπερ τὴν τοῦ Κρόνου σφαῖραν· ἐκεῖνο γάρ, ἤτοι ἡ ἀπλανής, ἦν αἰτία τῷ ἡλίῳ τοῦ ἀεὶ ὡσαύτως ἤτοι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν φέρεσθαι, τοῦ δὲ ἄλλως, ἤτοι ποτὲ μὲν ἐν τῷ σκορπίῳ γίνεσθαι ποτὲ δὲ ἐν αἰγοκέρωτι, ἡ λόξωσις τοῦ ζῳδιακοῦ, καθ’ ἣν φέρεται. τὸ δὲ τοῦ δ’ ἀεὶ ἄλλως, ἄμφω δηλονότι (καὶ εἰς τὸ ἄλλως) δηλωτικὸν ἄν εἴη τοῦ δ’ ἀεὶ μέν, τουτέστιν εὐτάκτως καὶ ἀνὰ μέρος γίνεσθαι νύκτα καὶ ἡμέραν καὶ γένεσιν καὶ φθοράν, αἴτιά εἰσιν ἀμφότερα, ἥ τε ἀπλανὴς καὶ ἡ λοξῶς φερομένη τοῦ ἡλίου σφαῖρα, ἡ μὲν οὖν ἀπλανὴς τοῦ νύκτας γίνεσθαι καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα καὶ ὁ ἥλιος τοῦ γένεσιν καὶ φθοράν. ταῦτα εἰπὼν ἐπιφέρει οὐκοῦν οὕτω καὶ ἔχουσιν αἱ κινήσεις, ἴσον λέγων τῷ οὐ μόνον ἡμεῖς ταῦτα περὶ τῶν τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κινήσεων οὕτω λέγομεν, ἀλλὰ καὶ οὕτως ἔχουσιν. εἰ οὖν αὗται αἱ κινήσεις αἴτιαι τοῦ τὰ γινόμενα ἔχειν ὡς γίνεται, τί δεῖ ζητεῖν ἄλλας ἀρχὰς οἵας φασὶν οἱ τὰς ἰδέας τιθέμενοι;

Ταῦτα εἰπὼν λέγει ἐπεὶ δ’ οὕτω τε ἐνδέχεται, λύοιτ’ ἂν ταῦτα· καὶ εἰ μὴ οὕ τὼς (καὶ ὑποστικτέον εἰς τὸ οὕτως), ἐκ νυκτὸς ἔσται ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος. οὕτω γάρ ἐστι τὸ συνεχὲς τῆς λέξεως. ἔστι δὲ τὸ λεγόμενον· ἐπεί, ὡς δέδεικται, προτέρα ἐστὶν ἡ ἐνέργεια τῆς δυνάμεως, καὶ ὅτι ἡ τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κίνησις, αἵτινες σφαῖραι καὶ αὐταὶ ἐνέργειαί εἰσιν, εἰ καὶ μὴ ὡς ἡ κυρίως λεγομένη, [*](7 τὸ L: καὶ Α 14 παρὸ] καὶ οὐ Bonitz τοῦ ἀνάγκη iterat A 16 αὑτῷ Metaph. τε LS: τὸ Α 34 γινόμενα L: λεγόμενα Α)

693
αἴτιαί εἰσιν ἡμερῶν καὶ νυκτῶν καὶ γενέσεως καὶ φθορᾶς, λύοιτ’ ἄν πᾶσα ἀπορία, ἥ τε ἀποροῦσα εἰ ἔστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, καὶ ἡ [*](667) λέγουσα διὰ τί ὡδὶ κινεῖται ἡ ἀπλανὴς καὶ ὡδὶ ἡ τοῦ ἡλίου σφαῖρα, καὶ ἡ ζητοῦσα ποία τῶν κινήσεων ἐστιν ἡ πρώτη· περὶ τούτων γὰρ ἁπάντων εἴρηται ὅτι ἡ τὰς ἄλλας ἑαυτῇ συγκινοῦσα, ἥπερ ἐστὶν ἡ τῆς ἀπλανοῦς, ἐστὶν ἡ πρώτη τῶν κινήσεων, κινεῖται δὲ ὡς κινεῖται διὰ τὸ γίνεσθαι νύκτας τας καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα ἀνάπαλιν, διότι δεῖ γένεσιν εἶναι καὶ φθοράν, γένεσις δέ ἐστιν ἀεὶ καὶ φθορά, ὅτι δεῖ τι ἀεὶ εἷναι. εἰ οὖν οὕτως ἔχειν ἐνδέχεται, ὥσπερ φαμέν, λύοιτ’ ἄν πάντα· καὶ εἰ μὴ οὕτως, τουτέστιν εἰ δὲ λέγοι τις μὴ οὕτως ἔχειν, ἐκ νυκτὸς ἔσται καὶ ἐξ ὁμοῦ πάντων καὶ μὴ ὄντος, τουτέστιν ἔσται ἡ δύναμις προτέρα ἐνεργείας, καὶ ἔσται πάντα ἐκ δυνάμεως, ὅπερ δέδεικται ἀδύνατον. ταῦτα εἰπὼν πάλιν λέγει ἐξ ἀναλύσεως περὶ τῆς πρώτης ἀρχῆς. ἔστι γάρ, φησί, τὶ ἀεὶ κινούμενον ἄπαυστον κίνησιν, καὶ αὕτη ἐστὶν ἡ κύκλῳ. καὶ τὸ ἀίδιον εἶναι τὴν κύκλῳ κίνησιν οὐ μόνον ἐστὶ τῷ λόγῳ δῆλον καὶ τῇ ἀποδείξει, ἀλλὰ καὶ ἔργῳ καὶ τῇ παραδόσει τῶν προγόνων. ἔστιν οὖν ὁ πρῶτος ούρανός, ἡ ἀπλανής, ὃς κινεῖται τὴν ἀίδιον κίνησιν, ἔστι δὲ καὶ ὃ κινεῖ, τὸ πλανώμενον πᾶν σῶμα· τὸ γὰρ πλανώμενον ὑπὸ τοῦ πρώτου τοῦ ἀπλανοῦς κινεῖται. δεῖ οὖν εἶναι καὶ τὸ μόνως κινοῦν. ἐπεὶ γὰρ ἔστι τὸ κινούμενον μόνως ὅπερ ἐστὶ τὸ πλανώμενον, ἔστι δὲ καὶ μέσον τὸ κινούμενον ἅμα καὶ κινοῦν οἵα ἐστὶν ἡ ἀπλανής, δεῖ εἶναι καὶ τρίτον τὸ κινοῦν μόνως. καὶ ἔστιν ὃ οὐ κινούμενον κινεῖ ἀίδιον οὐσία καὶ ἐνέργεια ὄν. ἡ μὲν οὖν τῶν λεγομένων πάντων διάνοια εἴρηται. ἐν δὲ τῇ λέξει τῇ ἐπεὶ δὲ κινούμενον καὶ κινοῦν καὶ μέσον, τοίνυν ἐστὶν ὃ οὐ κινούμενον κινεῖ πρῶτον ὑποστικτέον εἰς τὸ καὶ μέσον· εἶτα προσυπακουστέον τοὐ ἔστι δὲ καὶ τὸ κινούμενον μόνως· εἶτα ἐπακτέον τὸ τοίνυν ἔστι τι ὃ οὐ κινούμενον κινεῖ, καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ἐπεὶ δέ ἐστι τοῦ κινουμένου μόνως καὶ τοῦ κινοῦντος μόνως μέσον τὸ κινοῦν ἅμα καὶ κινούμενον, εἰσὶ δὲ τὰ δύο, τό τε κινούμενον μόνως καὶ τὸ κινοῦν ἑο ἄμ καὶ κινούμενον, δεῖ εἶναι καὶ τὸ ἀκίνητον.

[*](p. 1072a26)

Κινεῖ δὲ ὧδε τὸ ὀρεκτὸν καὶ τὸ νοητόν.

εἰπὼν ὅτι τὸ ὀρεκτὸν καὶ τὸ νοητὸν οὕτω κινεῖ, συντόμως τὸν τρόπον τοῦ πῶς κινεῖ ἐπήγαγεν εἰπὼν οὐ κινούμενα. οὕτω γάρ, φησί, πὰν ὀρεκτὸν καὶ πᾶν νοητὸν κινεῖ ὥστε μὴ κινεῖσθαι ἀλλ’ ἀκίνητα μένοντα κινεῖν τὰ ἄνα, ὡς ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ἐραστήν. ἐπειδὴ δὲ πᾶν ὀρεκτὸν καὶ πᾶν νοητὸν ἀπὸ τοῦ πρώτου καὶ καθ’ αὑτὸ νοητοῦ καὶ ὀρεκτοῦ λέγεται, καὶ εἰσί τινα μὲν ὀρεκτά, μὴ νοητὰ δέ, ὡς ὁ ἄρτος, καὶ ἔμπαλιν νοητὰ μὴ ὀρεκτά, ὡς τὰ κακά, δείκνυσιν ὅτι τὸ πρώτως καὶ κυρίως νοητὸν καὶ κυρίως ὀρεκτὸν ταὐτόν ἐστιν. πρῶτον δὲ διδάσκει ἡμᾶς τὴν διαφορὰν τοῦ ἐπιθυμητοῦ καὶ τοῦ βουλητοῦ, λέγων ἐπιθυμητον ἦτόν μέν ἐστι τὸ [*](36 καὶ (ante καθ’) M: om. AL 38 πρώτως L: πρῶτον Α)

694
φαινόμενον καλόν· | τὸ γὰρ κυρίως καλὸν οὐκ ἐπιθυμητὸν ἀλλ’ ἐφετὸν [*](668) καὶ ὀρεκτόν· ἕτερον γὰρ ἐπιθυμία ἐφέσεως· ἡ μὲν γὰρ ἐπιθυμία ἐν τῷ ἐπιθυμητικῷ καὶ ἀλόγῳ μέρει τῆς ψυχῆς ἐστιν, ἡ δὲ ἔφεσις ἐν τῷ λογιστικῷ· βουλητὸν δὲ πρῶτον καὶ κυρίως οὐ τὸ φαινόμενον καλόν, ἀλλὰ τὸ ὂν ἐν τῇ ἑαυτοῦ φύσει καλόν. ὀρεγόμεθα δὲ διότι ἔδοξε μᾶλλον, ἢ καὶ ἔμπαλιν δοκεῖ διότι ὀρεγόμεθα. οὕτως οὖν περὶ τούτων εἰπὼν συνάγει ὅτι τὸ πρῶτον νοητὸν καὶ τὸ πρῶτον ὀρεκτὸν τὸ αὐτό ἐστι, λέγων ἀρχὴ γὰρ ἡ νόησις, τουτέστιν ἀρχὴ τῆς κινήσεως ἐστι τὸ ὀρεκτόν (προσυπακουστέον γὰρ τῷ ἀρχὴ γὰρ νοήσεως τοῦ τὸ ὀρεκτόν)· τοῦτο γὰρ κινεῖ τὸν νοῦν, κίνησις δὲ νοῦ νόησις· κινεῖ γὰρ τὸν νοῦν τὸ ὀρεκτὸν εἰς τὸ νοῆσαι εἴτε ὀρεκτόν ἐστιν εἴτε οὐκ ἔστιν. ἀλλὰ μὴν κινεῖται ὁ νοῦς καὶ ὑπὸ τοῦ νοητοῦ. εἰ οὖν αὐτὸν κινεῖ καὶ τὸ νοητὸν καὶ ποιεῖ κατ’ ἐνέργειαν νοῦν, κινεῖ δὲ αὐτὸν καὶ τὸ ὀρεκτόν, τὸ νοητὸν ἄρα καὶ τὸ ὀρεκτὸν ταὐτόν ἐστι. νοητὸν δὲ κυρίως καὶ νοῦς τῇ ἑαυτοῦ φύσει ἐστὶ τὸ πρῶτον αἴτιον. ἐκεῖνο ἄρα ἐστὶ καὶ κυρίως νοητὸν καὶ κυρίως νοῦς καὶ κυρίως ὀρεκτόν. εἰπὼν δὲ ὅτι νοῦς δὲ ὑπὸ τοῦ νοητοῦ κινεῖται, ἐπάγει νοητὴ δὲ καὶ καθ’ ἑαυτὴν νοητὴ ἡ ἑτέρα συστοιχία. τίνα δὲ τὰ καθ’ αὑτὰ νοητὰ καὶ τίνα τὰ μὴ καθ’ αὑτὰ μετ’ ὀλίγον εἰσόμεθα. ἑτέραν δὲ συστοιχίαν λέγει τὴν τοῦ καλοῦ, ὑφ’ ἥν ἐστι κατὰ τοὺς Πυθαγορείους οὐσία φῶς τρίγωνον περιττὸν καὶ ὅσα ἐκεῖσε κατηρίθμηνται. εἰσὶν οὖν πάντα νοητὰ τὰ ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν, ἀλλὰ μάλιστα τούτων ἐστὶ νοητὴ ἡ οὐσία, καὶ τῆς οὐσίας πάλιν μάλιστά ἐστι νοητὴ ἡ ἁπλὴ καὶ κατ’ ἐνέργειαν, ἥτις καὶ κυρίως νοητὴ καὶ κυρίως ὀρεκτή ἐστιν. ἐπεὶ δὲ εἴρηκε καθ’ αὑτὴν νοητὴν οὐσίαν καὶ κατ’ ἐνέργειαν πρὸς ἀντιδιαστολὴν πάντως τινῶν νοητῶν, μὴ καθ’ αὑτὸ δὲ νοητῶν μηδὲ ἐνεργείᾳ, ἄξιόν ἐστι μᾶλλον δ’ ἀναγκαῖον εἰπεῖν, τίνα τὰ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ νοητὰ καὶ τίνα τὰ μὴ τοιαῦτα. ὅσα τῶν εἰδῶν ἔνυλά ἐστι καὶ ἐν ὕλῃ τὸ εἶναι ἔχει, ταῦτα ὑπὸ τοῦ νοῦ γίνεται νοητά, δυνάμει ὄντα νοητὰ καὶ μὴ καθ’ αὑτὰ μηδὲ ἐνεργείᾳ. χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ’ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν, ὅταν νοῆται, ἐνεργείᾳ τε νοητόν ἐστι καὶ νοῦς γίνεται, οὐ πρότερον οὐδὲ τῇ ἑαυτῶν φύσει ὄντα τοιαῦτα. ὁ γὰρ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν. ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν, ὅταν νοῆται, νοῦς γίνεται. ὡς γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει, οὕτως ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι | τῷ κατ’ ἐνέργειαν [*](669) νοητῷ καὶ τὸ κατ’ ἐνέργειαν νοητὸν τῷ κατ’ ἐνέργειαν νῷ· ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαβὼν καὶ τῆς ὕλης αὐτὸ χωρίζων κατ’ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ αὐτὸς κατ’ ἐνέργειαν νοῦς γίνεται. εἰ δ’ ἔστι τῶν ὄντων, ὥσπερ δέδεικται, ἀσώματον καὶ καθ’ αὑτὸ ὂν καὶ ἄυλον, τοῦτό [*](5 μᾶλλον c. S Bonitz: καλόν AL Metaph. cod. Ε 6 δοκεῖ διότι S Bonitz: διότι δοκεῖ AL 7 γὰρ] δὲ Metaph. vulg. 9 τοῦ L: τὸ Α 22 καὶ κατ’ L: καὶ om. A 27 post ὅσα addendum δὴ e S coni. Bonitz 31 ἑαυτῶν L: ἑαυτοῦ Α)
695
ἐστιν ἐνεργεία νοητὸν τῇ τε ἑαυτοῦ φύσει, καὶ ἐξ αὑτοῦ τὸ εἶναι ἐνεργείᾳ νοητὸν ἔχει, καὶ οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ (ἄυλον γὰρ νοῦς καὶ νοητόν ἐστιν), ἀλλ’ ἐστιν ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ νοητόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ὥστε ὅσα μὲν τῶν εἰδῶν ὁ νοῦς χωρίζει τῆς ὕλης καὶ νοητὰ αὐτὰ ποιεῖ, ταῦτα οὐκ ἔστι κυρίως νοητὰ καὶ καθ’ αὑτά (σημεῖον δέ· καὶ γὰρ χωρισθέντα τοῦ νοοῦντος αὐτὰ νοῦ καὶ χωρίσαντος ἀπὸ τῆς ὅλης καὶ ἐκ μερικῶν ποιήσαντος καθόλου, φθείρεται καὶ οὐκ ἔστιν)· ὅσα δὲ ἐξ ἑαυτῶν τὸ εἶναι καθ’ αὑτὰ ἔχει, ταῦτα κυρίως νοῖ καὶ κυρίως νοητά.

[*](p. 1072a32)

Ἔστι δὲ τὸ ἓν καὶ ἁπλοῦν οὐ τὸ αὐτό.

ἔνστασίν τινα διὰ τούτων λύει δυναμένην πρὸς τὰ λεγόμενα φέρεσθαι τοιαύτην· εἰ ἡ πρώτη οὐσία καὶ ἀκίνητος ἁπλῆ ἐστι, τὸ δὲ ἁπλοῦν ἕν ἐστιν, ἡ ἄρ ἀκίνητος οὐσία μία ἐστίν. δείξει δὲ αὐτὸς ὅτι εἰσὶ καὶ ἄλλαι ἀκίνητοι οὐσίαι ἐν τούτῳ τῷ βιβλίῳ. λύει δὴ ταύτην λέγων, ὅτι οὐκ ἔστι τὸ ἀπλοῦν καὶ ἓν ταὐτόν. τὸ μὲν γὰρ ἓν μέτρον σημαίνει· ἕνα γὰρ ἄνθρωπον καὶ ἕνα ἵππον λέγομεν δι’ οὗ τοὺς ἀνθρώπους καὶ ἵππους μετροῦμεν. τὸ δὲ ἁπλοῦν οὐ σημαίνει μέτρον ἀλλὰ πῶς ἔχον ἐστὶ τὸ ἀπλοῦν, ὅτι οὐ σύνθετον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸ καλὸν καὶ τὸ αἱρετὸν ἐν τῆ αὐτῇ συστοιχίᾳ, ἤτοι ἐν ἡ ἐστι τὸ καθ’ αὑτὸ νοητόν, ὥστε τὸ πρῶτον αἴτιον καὶ καθ’ αὑτὸ νοητὸν καὶ καλόν ἐστι καὶ καθ’ αὑτὸ καὶ δι’ αὑτὸ αἱρετὸν καὶ ἄριστον. κατ’ ἀναλογίαν δὲ καὶ ὃ ἂν εἴη πρῶτον λεχθήσεται ἄριστον. οὕτως ἄριστον ἄν φήσαιμεν τὸν ἐνεργείᾳ νοῦν ὡς πρότερον τῷ ἀξιώματι καὶ τῷ καλῷ τοῦ καθ’ ἕξιν, καὶ τὴν κύκλῳ κίνησιν πάλιν εἴποιμεν ἄριστον τῆς κατ’ εὐθεῖαν. ταῦτα εἰπὼν λέγει ὅτι δὲ ἔστι πρὸς οἷς εἴπομεν ἐν τοῖς ἀκινήτοις καὶ τὸ οὗ ἕνεκα, δηλοῖ ἡ διαίρεσις, λέγων διαίρεσιν ἐν ᾗ πολλάκις εἴρηκε τὴν τῶν ἐναντίων πεποιηκέναι ἀναγωγήν· ταύτην δὲ πεποίηκεν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ βιβλίῳ. ἐν δὲ τῇ λέξει τῇ ἔστι γάρ τινι τὸ οὗ ἕνεκα, τὸ γάρ ἀντὶ τοῦ δέ συνδέσμου ἐκληπτέον, ἵν’ ᾖ ‘τὸ δὲ οὗ ἕνεκά τινί ἐστι·’ τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκά τινός τινι καὶ γίνεται καὶ πράττεται· τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκα τῆς εὐδαιμονίας | τινὶ πράττεται, οἷον τῷ Σωκράτει. [*](670) τοῦ δὲ ὧν τὸ μὲν ἔστι τὸ δ’ οὐκ ἔστι ‘ὧν’ λέγοι ἄν τὰ ὧν ἕνεκα ἡ πρᾶξις, τὸ δὲ τὸ δ’ οὐκ ἔστι τὸ πρᾶττον. εἴη δ’ ἄν τὸ λεγόμενον· τὸ οὗ ἕνεκα, ὅπερ ἔστι, τοῦτό ἐστιν· τὸ δὲ τούτου ἕνεκα οὐκ ἔστιν ὅπερ ἐκεῖνο. τὸ γὰρ κινούμενον ἕνεκα τοῦ ἀγαθοῦ οὐκ ἔστιν ἀγαθόν, τὸ δὲ ἀγαθόν, ὅπερ ἐστὶν οὗ ἕνεκα, ἀγαθόν ἐστιν. κινεῖται δὲ ἕως οὗ καταλάβοι τὸ ἀγαθόν· καταλαβὸν δὲ ἵσταται. εἰ δὲ τὸ πρῶτον αἴτιον, ὅπερ καὶ πρῶτον ἀγαθόν ἐστιν, ἄπειρόν ἐστιν, οὐδέποτε ἄν τὴν ὁλότητα τῆς ἀγαθότητος αὐτοῦ, ὥσπερ ἐπὶ τῶν μερικῶν ἀγαθῶν ἔχει, τὸ ἐφιέμενον αὐτοῦ καταλήψεται· διὰ τοῦτο ἀεὶ κινήσει ὡς ἐρώμενον ἀκατάληπτον. ταῦτα εἰπὼν [*](1 ἐξ αὑτοῦ c. S Bonitz: ἐξ αὐτοῦ AL 8 ἐξ ἑαυτῶν L : ἐξ αὐτῶν Α 9 καὶ τὸ ἁπλοῦν Metaph. vulg. 17 τὸ δι’ αὐτὸ αἱρετὸν Metaph. vulg., cf. 20 26 ἐν τῷ Περὶ τἀγαθοῦ] fr. 26 p. 1478b36 sqq.)

696
λέγει καὶ πῶς κινεῖ τὸ πρῶτον αἴτιον πάντα, ὅτι κινεῖ μὲν τὸ κυλοφορητικὸν σῶμα ὡς ἐρώμενον καὶ ἐφετόν. κινούμενος δὲ ὑπ’ αὐτοῦ προσεχῶς ὁ οὐρανὸς αὐτὸς τὰ ἄλλα κινεῖ. ἐπεὶ δὲ πᾶσα κίνησις δοκεῖ ἐξιστᾶν τὸ πρᾶγμα ἀφ’ οὗ ἐστιν, εἶπε δὲ ὅτι ὁ οὐρανὸς κινεῖται, αἰνὰ μή τις ὑπολάβῃ ὅτι τῆς ἑαυτοῦ φύσεως ἐξίσταται, λέγει εἰ μὲν οὖν τι κινεῖται, ἐνδέχεται ἄλλως ἔχειν, τουτέστιν ἐπεὶ κινεῖται ὁ οὐρανός, ἐνδέχεται αὐτὸν ἄλλως ἔχειν. καὶ πῶς ἐνδέχεται κινούμενον ἅλλως ἔχειν [κινούμενος] ὥστε εἰ φορὰ ἡ πρώτη καὶ ἐνέργειά ἐστιν ᾗ κινεῖται, ταύτῃ δὲ ἐνδέχεται. καὶ ὑποστικτέον εἰς τὸ κινεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐάν ἐστιν ἡ ἐνέργεια τοῦ οὐρανοῦ ἡ πρώτη φορά, διότι κινεῖται καὶ καθὸ ὅλως κίνησιν ἔχει, ταύτῃ λεχθήσεται ὡς ἐνδέχεται ἄλλως ἔχειν, ἤτοι κατὰ τόπον φέρεσθαι ἤτοι κύκλῳ κινεῖσθαι. τὸ δὲ καὶ εἰ μὴ κατ’ οὐσίαν ἀντὶ τοῦ εἰ καὶ μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖται, μηδὲ ἐξίσταται αὐτῆς (ἀίδιος γάρ ἐστι), κατὰ τὸ κύκλῳ φέρεσθαι οὐδὲν κωλύει, εἰ μὴ καὶ κινεῖσθαι. ταῦτα εἰπὼν λέγει ἐπεὶ δὲ ἔστι τι κινοῦν ἐνεργείᾳ ὄν, ὡς εἴρηται, καὶ ἀκίνητον, τοῦτο οὐκ ἐνδέχεται ἄλλως ἔχειν ἢ ὅλως κινεῖσθαι. καὶ δείκνυσι τοῦτο δυνάμει λέγων, ὡς εἴπερ ὅλως δυνατὸν ἦν κινεῖσθαι, τὴν πρώτην ἂν ἐκινεῖτο τῶν κινήσεων. πρώτη δὲ τῶν κινήσεων ἡ κύκλῳ· ταύτην δὲ δέδεικται ὅτι κινεῖ· εἰ δὲ τὴν κύκλῳ κινεῖ, οὐκ ἂν αὐτὴν καὶ κινηθείη διὰ τὸ τὴν μίαν κίνησιν ἑνὸς εἶναι. εἰ δὲ ἡ κύκλῳ κίνησις ἐξ ἀνάγκης ἐστίν, ἐξ ἀνάγκης ἄρα καὶ τὸ κινοῦν αὐτήν ἐστιν ὄν. καὶ ᾗ ἀνάγκη, καλῶς, καὶ οὕτως ἀρχή. ὑποστικτέον εἰς τὸ ἀνάγκη. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐπεὶ τὸ ἀναγκαῖον ἕνα μὲν τρόπον λέγεται τὸ βίᾳ, ἄλλον δὲ οὗ οὐκ ἄνευ τὸ εὖ (ἄνευ γὰρ μαθήσεως ἐπιστήμη οὐ ἄλλον δὲ τρόπον λέγεται | ἀναγκαῖον τὸ μὴ ἐνδεχόμενον ἄλλως [*](671) ἔχειν, οἷαί εἰσιν αἱ ἀποδεικτικαὶ ἀρχαί, λέγει ὅτι ἐπειδὴ ἐξ ἀνάγκης ἐστὶ τὸ πρῶιον αἴτιον, καθὸ ἐξ ἀνάγκης ἐστί, καλῶς, καὶ οὕτω, τουτέστιν ὡς τὸ οὗ οὐκ ἄνευ λέγεται, ἀρχή. ὥστε ἐρωτώμενοι ὅτι τὸ πρῶτον αἴτιον ἀναγκαῖον ὂν πῶς ἐστιν ἀναγκαῖον, ῥητέον ὅτι οὕτως ἐστὶν ἀναγκαῖον ὅτι ἄνευ αὐτοῦ οὐκ ἔστι τὸ εὖ. καὶ συμπεραίνεται λέγων ὁ οὐρανὸς ἄρα καὶ ἡ φύσις πᾶσα ἐκ τοιαύτης ἤρτηται ἀρχῆς.

[*](p. 1072b14)

Διαγωγὴ δέ ἐστιν οἵα ἡ ἀρίστη μικρὸν χρόνον ἡμῖν.

Ὁ ἡμέτερος νοῦς δυνάμει ὢν τὰ νοητὰ ὅταν ἐκ τῆς ἄκρας ἐπιστήμης καὶ τῆς ἄγαν εὐζωίας ἐνεργείᾳ γένηται τὰ νοητά, τότε ζῶμεν τὴν ἀρίστην καὶ μακαριωτάτην καὶ πάσης ἡδονῆς ἐπέκεινα ζωήν, ἥτις λόγῳ μέν ἐστιν ἀνερμήνευτος, γινώσκεται δὲ τοῖς τὸ μακάριον τουτὶ παθοῦσι πάθος. λέγει οὖν ὅτι οἵα ἐστὶν ἡ ἀρίστη ἡμῖν διαγωγὴ ἐπὶ μικρὸν χρόνον (οὐ γὰρ [*](2 κινούμενος LM: κινούμενον Α 5 εἰ M: ὅτι AL 7 κινούμενον M: κινούμενος AL κινούμενος om. S, del. Bonitz 8 ταύτην Metaph. vulg. δὲ delendum censet Bonitz 18 δὲ L: om. Α 19 δὲ (post ταύτην) L: om. A 26 οἶαί L: οἶά Α 28 post ἄνευ addendum τὸ εὖ coni. Bonitz 32 ἐστιν L: om. Α)

697
ἀλλ’ ὅταν ἐνεργείᾳ γένηται ὁ ἡμέτερος νοῦς τὰ νοητά), ταύτην τὴν ζωὴν ἀεὶ ἔχει τὸ πρῶτον αἴτιον. ἡμῖν μὲν γὰρ ἀδύνατον τοιαύτην ζωὴν ζῆν ἀεὶ ἀλλὰ ποτέ, τῷ δὲ πρώτῳ αἰτίῳ, ὡς μικρὸν ὕστερον εἰσόμεθα, δυνατόν. ἐπεὶ γὰρ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ νοεῖν ἑαυτόν, ἡ δὲ ἐνέργεια αὐτοῦ ἡδονὴ αὐτοῦ ἐστιν, ἐπὶ τούτῳ ἄρα ταύτην ἀεὶ ζῇ τὴν ζωήν, λέγω δὴ τὸ νοεῖν ἑαυτόν. ἥτις οὗν ἡμῖν ποτε ζωὴ καὶ διαγωγὴ γίνεται, ταύτην ἀεί ἐστι τὸ πρῶτον αἴτιον, τουτέστιν αὐτός ἐστιν ἀεὶ ἡ ἀρίστη ζωή. καὶ διὰ τοῦτο, φησί, καὶ τὴν αἴσθησιν καὶ τὴν ἐγρήγορσιν καὶ τὴν νόησιν ἥδιστά φαμεν, ὅτι ἐνέργειαί τινες οὖσαι ἰνδάλματά τινα καὶ σκιαί εἰσιν τῆς ἣν ἐνεργοῦμεν ἐνεργείας καὶ ἣν ζῶμεν ζωήν, ὅταν ὁ ἡμέτερος νοῦς γένηταί πὼς τὰ νοητά. τὰς δὲ ἐλπίδας πάλιν καὶ μνήμας φιλοῦμεν διὰ τὰς ἐναργείας· μεμνημένοι γάρ τινος ἐνεργείας ἢ ἐλπίζοντες ἐνεργῆσαι φιλοῦμεν τὴν ἐλπίδα καὶ τὴν μνήμην. εἰ οὖν ἐλπίδας καὶ μνήμας ἀγαπῶμεν διὰ τἀς ἐνεργείας, ταύτας δ’ οὕτως ἀσπαζόμεθα διὰ τὴν γινομένην ἡ μῖν ποτε ἐνέργειαν, θαυμαστή τις ἄν αὕτη εἴη. καὶ ἔστι, φησίν, ἡ καθ’ αὑτὴν νόησις τὸ ὖ καθ’ αὑτὸ ἀρίστου. λέγοι δ’ ἄν καθ’ αὑτὴν νόησιν τὸν κατ’ ἐνέργειαν γειν νοῦν, ὅστις διαφέρει τοῦ καθ’ ἕξιν, ὅστις πάλιν καθ’ ἕξιν διαφέρει τοῦ δυνάμει. ἔστι γὰρ ὁ καθ’ ἕξιν νοῦς εἶδος καὶ δύναμις καὶ τελειότης τοῦ δυνάμει νοῦ, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περιλήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης δύνασθαι, ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβὼν [*](672) ἔχει τὸ κοινόν τε καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ | ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ’ ἕκαστα πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης λαμβάνεται· τοῦτο γὰρ ἐν αὐτῇ γίνεται, ἐπεὶ τά γε εἴδη αὐτῶν, καθ’ ἅ εἰσιν ἄνθρωποι, οὐδεμίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ’ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει· τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ τόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας, ὥσπερ ὄψιν τινὰ ἀπ’ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν, ὃ κατ’ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη. ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς ἐνεργείας τοιαύτῃ, ὡς δι’ ἑαυτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις καλούμενος νοῦς γίνεται, ἀνάλογος ὢν τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ· ὃς ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτεῖ τὸν κατὰ δύναμιν ἐπιστήμονα. ἐνεργοῦσα δὲ ἥδε ἡ ἕξις ὁ κατ’ ἐνέργειαν γίνεται νοῦς· ὁ γὰρ κατὰ ἕξιν νοῦς ἀποκείμενα πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. καὶ [*](3 ὕστερον M: ὀλίγον AL 6 τὸ L: τῷ A 7 ταύτην—ἐστι] ταὐτῃ vel ἔχει coni. Bonitz 9 τῆς L: om. Α 12 γάρ L: om. A 18 καὶ δύναμις ALMS: delendum censet Bonitz 19 αὐτῷ LS: ἑαυτῷ Α 21 τὸ εἰδός L: τὸ om. A 32 αἰσθητῆς L 38. 39 ὁ γὰρ—νοῦς L eademque e S coni. Bonitz: om. Α)
698
ἐπεί ἐστιν ὁ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ὁ ἐν ἕξει νοῦς (οὗτος δέ ἐστιν ὁ ὑφ’ αὑτοῦ νοεῖν δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ’ αὑτά), οὗτος ἤδη δύναται καὶ ἑαυτὸν νοεῖν· ἐπεὶ γὰρ τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται. ὁ ἄρα ἕξιν ἔχων του τὰ ειοη νοεῖν, οὗτος ἕξιν καὶ δύναμιν ἔχει του νοεῖν ἑαυτόν· ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ νοῶν γίνεται, καὶ ἔστιν, ὅταν νοῇ, προηγουμένως μὲν καὶ καθ’ αὑτὸ νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτόν τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο ὃ νοεῖ. πρὸ μὲν οὖν τοῦ κατ’ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον καὶ ἀντικείμενα ἀλλήλοις ὡς τὰ πρός τι· ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀντιθέσεως· οὐδὲ γὰρ ὑφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ, εὐλόγως ἑαυτὸν λέγεται νοεῖν. ὁ δὴ νοῦς ὁ κατ’ ἐνέργειαν ἑαυτὸν νοεῖ· ὃ γὰρ νοεῖ, τοῦτο αὐτὸ γίνεται· τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ· οὐ γὰρ τόδε ἀλλὰ τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. ἐπεὶ οὗν ὁ κατ’ ἐνέργειαν νοῦς καθ’ αὑτὸ ἄριστός ἐστιν, ἡ τούτου νόησις, ἣν αὐτὸς ἑαυτὸν νοεῖ, ἡ καθ’ αὑτὸ νόησις καὶ τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστίν. ἔστι δ’ [*](673) ὁ κατ’ ἐνέργειαν νοῦς ἄριστον, οὐχ ὅτι τὰ εἴδη χωρὶς ὕλης νοῶν ἐκεῖνα γίνεται, ἀλλ’ ὅτι καὶ τὸν πρῶτον νοῦν ὡς δυνατὸν νοῶν ἐκεῖνός πὼς γίνεται. εἰ οὖν ἡ καθ’ αὑτὸ νόησις τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστί, καὶ ἡ καθ’ αὑτὸ μάλιστα νόησις ἔσται τοῦ καθ’ αὑτὸ μάλιστα ἀρίστου. αὕτη δ’ ἐστὶν ἡ τοῦ πρώτου νοῦ, καθ’ ἣν αὐτὸς ἑαυτὸν νοεῖ καὶ καθ’ ἣν αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον. ἑαυτὸν οὖν νοεῖ ὁ ἐνεργείᾳ νοῦς κατὰ μετάληψιν τοῦ νοητοῦ· ἕξιν γὰρ ἔχων, ὥσπερ εἴρηται, τοῦ τὰ εἴδη νοεῖν θιγγάνων αὐτῶν. ἔστι δὲ καὶ ὁ ἐνεργείᾳ νοῦς οἷον εἶδος τοῦ δυνάμει νοῦ· ἔχει ἄρα ἕξιν καὶ τοῦ ἑαυτὸν νοεῖν· ὥστε ὅταν ἑαυτὸν νοῇ, ταὐτὸν γίνεται ὁ νοῦς καὶ τὸ νοητόν· τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας, ἤτοι τοῦ νοός, αὐτός ἐστιν ὁ νοῦς. ἐνεργεῖ δὲ ὁ τοιοῦτος νοῦς ἔχων ἐν ἑαυτῷ τὰ νοητὰ χωρίσας· ἐχώρισε γὰρ τῆς ὕλης καὶ παρ’ ἑαυτῷ ἔχει καὶ νοεῖ.

[*](p.1072b23)

Ὥστε ἐκεῖνο μᾶλλον τούτου ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν.

Πάντων τῶν τοῦ νοὸς θειότατόν ἐστιν ἡ θεωρία. ὃ οὖν θεῖον ἔχει ὁ ἐνεργείᾳ νοῦς (ἔχει δὲ θεῖον τὸ νοεῖν ἑαυτόν), τοῦτο μᾶλλον ἐκείνου, τουτέστι τοῦ πρώτου νοός ἐστιν· ἐκεῖνο οὖν φησιν, ὅπερ δοκεῖ τοῦ ἐνεργείᾳ νοῦ θειότατον καὶ τιμιώτατον, τοῦτο δ’ ἐστὶ τὸ νοεῖν ἑαυτόν, τοῦτο μᾶλλον ἐκείνου τοῦ πρώτου νοός ἐστιν· μᾶλλον γὰρ καὶ ἀκριβέστατα νοεῖ ἑαυτὸν ὁ πρῶτος νοῦς, ἤπερ ὁ ἐνεργείᾳ νοῦς ἑαυτόν. οὔτε οὖν ὁ ἐνεργείᾳ νοῦς ἑαυτὸν νοεῖ, ὥσπερ ὁ πρῶτος νοῦς ἑαυτόν, οὔτε ἀεί, ἀλλὰ ποτὲ καὶ [*](11 δὲ L: om. Α 8 αὑτὸ scripsi: αὑτὸν libri 18 αὑτὸ (ante νόησις) scripsi coll. 21: αὑτὸν libri 32 ἐκείνου μᾶλλον τοῦτο legit Alex., cf. 35)

699
ὀλιγάκις· ὁ δὲ πρῶτος νοῦς ἑαυτὸν ἀεὶ νοεῖ. οὐδὲν γὰρ ὁ πρῶτος νοῦς ἄλλο νοεῖ ἢ ἑαυτόν· τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς ἑαυτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ ἑαυτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ ἐνεργείᾳ νοοῦντος· ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς μόνος· ἀεὶ ἄρα ἑαυτὸν νοήσει. μᾶλλον δὲ καθ’ ὅσον ἐστὶν ἁπλοῦς· ὁ γὰρ ἀπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός· ἀμιγὴς γὰρ οὗτος καὶ ἄυλος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ δυνάμει· ἑαυτὸν ἄρα μόνον νοήσει. καθὸ μὲν γὰρ νοῦς ἐστιν, ἑαυτὸν ὡς νοητὸν νοήσει· καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, ἑαυτὸν νοήσει ἀεί· καθὸ δὲ ἀπλοῦς μόνος, ἑαυτὸν μόνον νοήσει· αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστι, καὶ μόνος ἀπλοῦς τῶν νοητῶν ἐστι [τινός]. καὶ ἡ θεωρία, ἐν ἡ ἑαυτὸν νοεῖ, τὸ ἥδιστον καὶ ἄριστον. εἰ οὖν ὁ θεὸς ἀεὶ οὕτως εὖ ἔχει ὥσπερ ἡμεῖς ποτε εὖ ἔχομεν, θαυμαστὸν ἂν εἴη τὸ θεῖον. εἰ δὲ μᾶλλον καὶ πλέον ὅσον οὐδὲ εἰπεῖν ἔχει τοῦ ἐνεργείᾳ νοῦ, τοσοῦτον ἔσται θαυμασιώτερον ὅσον καὶ πλεονεκτεῖ. ἀλλὰ μὴν ἔχει οὕτω· θαυμασιώτατον ἄρα καὶ πολυτίμητον τὸ θεῖον. ἀλλὰ μὴν καὶ ζωὴ ὑπάρχει τῷ πρώτῳ νῷ· ἡ γὰρ νοῦ ἐνέργεια ζωή, ἐκεῖνο δέ ἐστιν ἡ ἐνέργεια, ἐκεῖνο ἄρα ἡ ζωή. ἡ ἐνέργεια οὖν ἐκείνου, ἥτις καὶ | καθ’ αὑτήν ἐστιν ἐνέργεια, [*](674) ζωή ἐστιν ἀρίστη καὶ ἀίδιος. εἶτα ἐκ τῶν δειχθέντων ὑπάρχειν τῷ πρώτῳ νῷ ὁρίζεται αὐτόν, λέγων ὅτι ἐστὶν ὁ πρῶτος νοῦς ζῶον ἀίδιον ἄριστον· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα ἀίδια, ἀλλὰ τὸ ἄριστον αὐτός ἐστι μόνος ὁ πρῶτος νοῦς. ὥστε εἰ ζῷον ἀίδιόν ἐστιν ὁ θεός, πᾶν δὲ ἀίδιον ἐν συνεχείᾳ θεωρεῖται (εἰ γὰρ διαλιμπάνει, οὐκ ἀίδιον), ζωὴ καὶ αἰὼν συνεκής (αἰὼν γάρ ἐστιν ἡ ἑκάστῳ συμπαρεκτεινομένη ζωή) ὑπάρχει θεῷ. τοῦτο γάρ ἐστιν ὁ θεός, ἡ αἰώνιος καὶ ἀρίστη ζωή.

[*](p. 1072b30)

Ὅσοι δ’ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι ὄρειοι καὶ Σπεύσιππος.

Δείξας ὅτι ὁ θεὸς ἡ πρώτη ἀρχὴ ζῷον ἀίδιον ἄριστόν ἐστιν, αἰτιᾶται τοὺς Πυθαγορείους καὶ Σπεύσιππον εἰπόντας ὅτι τὸ κάλλιστον καὶ ἄριστον οὐκ ἔστιν ἐν ἀρχῇ, οὐδὲ δυνατὸν λέγειν τὴν ἀρχὴν ἄριστον, διότι τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀρχαὶ μέν εἰσι τῶν ζῴων καὶ οὔκ εἰσιν ἄριστα, ἀλλ’ ἔστι μᾶλλον ἄριστον τὸ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου γεγονός. οὐκ ὀρθῶς οὖν, φησίν, οἴονται ὅτι τὸ σπέρμα τὸ ἀτελὲς καὶ τὸ καταμήνιόν εἰσιν ἀρχαί, ἀλλ’ ὁ πατὴρ καὶ ἡ μήτηρ, οἵτινες πρὸς τῷ τέλειοι εἶναι καὶ πρότεροί εἰσι τοῦ σπέρματος καὶ τοῦ καταμηνίου. ὥστε πρότερός ἐστιν ὁ ἄνθρωπος τοῦ σπέρματος, οὐχ ὁ ἐκ τοῦ σπέρματος γεγονώς, ἀλλ’ ὁ πατὴρ ἐξ οὗ τὸ σπέρμα. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν ἔστιν οὐσία ἀίδιος καὶ κεχωρισμένη καὶ ἄλλη τῶν αἰσθητῶν, δῆλον. δἐἁπλοῦς [*](10 μόνος—ἐστι τινός] (11) L: ἁπλοῦς ἐστι μόνος τῶν νοητῶν A: quibus add. μόνον ἑαυτὸν νοήσει M Bonitz 11 τινός delevi 17 ἐκεῖνος δὲ Metaph. vulg. 18 καθ’ αὑτήν M: καθ’ αὑτόν Α: καθ’ αὑτή L 23. 24 συνεχής L: συνῆς Α 30 γεγονώς L: γεγονός A 38 ἀίδιος καὶ ἀκίνητος καὶ κ. Metaph. vulg. καὶ ἄλλη non legitur in Metaph.)

700
δεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι καὶ ἀσώματος καὶ ἀμερής ἐστιν ἡ τοιαύτη οὐσία. καὶ ὑπομιμνήσκει τῶν ἐκεῖ ῥηθέντων ὅτι ἡ τοιαύτη ἀρχὴ κινεῖ ἀίδιον κίνησιν, τὸ δὲ ἀίδιον κινοῦν κίνησιν ἀπειροδύναμου εἶναι ἀνάγκη· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἡ δὲ ἄπειρος δύναμις ἐν πεπερασμένῳ σώματι εἶναι οὐ δύναται· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἄπειρον δὲ σῶμα ὅτι οὐκ ἔστιν ὅλως, δέδεικται καὶ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως, δέδεικται δὲ καὶ ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ. ἀσώματον ἄρα τὸ ἀπειροδύναuόν ἐστιν. ἀλλὰ μὴν καὶ ἀπαθές ἐστι τὸ πρῶτον αἴτιον καὶ ἀναλλοίωτον· εἰ γὰρ ὅλως ἐκινεῖτο, τὴν πρώτην ἄν ἐκινεῖτο τῶν κινήσεων τὴν κατὰ τόπον, ταύτην δὲ δέδεικται ὅτι οὐ κινεῖται· εἰ δὲ μὴ ταύτην, σχολῇ γε τὰς ἄλλας.

[*](p. 1073a14)

Πότερον δὲ μίαν θετέον τὴν τοιαύτην οὐσίαν ἢ πλείους.

Δείξας ὅτι ἡ πρώτη ἀρχὴ μία ἐστὶν ἀσώματος οὖσα καὶ μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς κινουμένη, ἀλλ’ ἔστι πάντῃ ἀκίνητος, ζητεῖ πότερον μία ἐστὶν ἡ τοιαύτη οὐσία ἢ πλείους καὶ εἰ μή ἐστι μία ἀλλὰ πλείους, πόσας δεῖ ταύτας | τιθέναι; δεῖ δὲ μὴ λανθάνειν ἀλλὰ μεμνῆσθαι [*](675) καὶ ἐνθυμεῖσθαι καὶ τὰς τῶν ἄλλων ἀποφάσεις καὶ γνώμας. καὶ τίνος χάριν δεῖ μεμνῆσθαι ἐπάγει, ὅτι σαφὲς οὐδέν τι περὶ τοῦ πλήθους τῶν τοιούτων αἰτίων εἰρήκασι, πότερον τὰ τοιαῦτα αἴτια τρία εἰσὶν ἢ εἴκοσιν ἢ ἄλλος τις ἀριθμός. οἱ μὲν γὰρ τὰς ἰδέας αἰτίας τῶν τῇδε τιθέμενοι πότερον καὶ τῶν κινήσεων αἰτίας ἐτίθεντο οὐδὲν λέγουσιν. ὅμως ἐπεὶ ὅλως αἰτίας αὐτὰς τίθενται, οὐδὲν περὶ τοῦ πλήθους αὐτῶν ἐσκεμμένως λέγουσι· καίτοι ἔδει περὶ τοῦ τῶν αἰτίων ἀριθμοῦ εἰρηκέναι· ἀλλὰ μόνον τὰς ἰδέας ἀριθμοὺς λέγοντες, τὸν δὲ ἀριθμὸν ὁτὲ μὲν ἄχρι τῆς δεκάδος ὁρίζοντες καὶ εἰς αὐτὴν ἀποπερατοῦντες, ὁτὲ δὲ ἄπειρον αὐτὸν λέγοντες φαίνονται ὅτι ποτὲ μὲν ἀπείρους αὐτάς φασιν, ὁτὲ δὲ πεπερασμένας. εἰ γὰρ αἱ ἰδέαι ἀριθμοί, ὁ δ’ ἀριθμὸς ἄχρι τῆς δεκάδος ἵσταται, αἱ ἰδέαι ἄρα δέκα. πάλιν εἰ αἱ ἰδέαι ἀριθμός, ὁ δ’ ἀριθμὸς ἄπειρος, αἱ ἰδέαι ἄρα ἄπειροι. ὥστε οὐδαμῶς ἰδίᾳ περὶ τούτων ἀπεφήναντο, εἴτε μόνως ἀπείρους αὐτὰς δεῖ λέγειν εἴτε μόνως πεπερασμένας, ἀλλὰ ἄνευ ἀποδεικτικῆς σπουδῆς τὰ περὶ τῶν ἰδεῶν αὐτοῖς λέγεται. αἰτιασάμενος δὲ αὐτοὺς διὰ τὸ μηδὲν ἀποδεικτικῶς εἰρηκέναι περὶ τοῦ τῶν ἰδεῶν πλήθους, καὶ ταῦτα αὐτὰς αἰτίας εἶναι τῶν τῇδε λέγοντας, αὐτὸς περὶ τοῦ ἀριθμοῦ τῶν κινητικῶν αἰτίων ὁπόσα ἐστὶν εἰπεῖν προτίθεται. πρῶτον δὲ συνίστησιν ὅτι εἰσὶ καὶ ἄλλα αἴτια κινητικὰ τοῦ Κρόνου καὶ Δῖός καὶ τῶν λοιπῶν πλανήτων ἀστέρων· ὡς γὰρ ἐρεῖ, καὶ αἱ σφαῖραι διὰ τοὺς ἀστέρας γεγόνασιν· εἶτα εὑρὼν ὁπόσαι αἱ σφαῖραι, ἀποφανεῖται ὅτι καὶ τὸ πλῆθος τῶν κινούντων αἰτίων τοσοῦτόν ἐστιν ὅσον τὸ τῶν σφαιρῶν· ἓν γὰρ ἑνός ἐστι κινητικόν. [*](1 ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως] c. 10 3 δὲ LS: εἰς Α 6. 7 ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως] c. 5 7 δὲ L: om. Α ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ] c. 5—7 37 κινούντων L: κινουμένων Α)

701
ταῦτα δὲ πάλιν πάντα ἀνάξει ὑπὸ τὸ πρῶτον αἴτιον, λέγω δὴ τὸ ζῷον ἀίδιον ἄριστον, ὃ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς εἶναι ἀκίνητον ἀπέδειξεν, ὁμοίως καὶ τὰ τῶν· ἄλλων σφαιρῶν κινητικά· καὶ αὐτὰ γὰρ καθ’ αὑτά ἐστιν ἀκίνητα καὶ κατὰ συμβεβηκός. τί δὲ ἡ πρώτη καὶ ἀπλανὴς οὐχ ὑπὸ τῆς οἰκείας ψυχῆς κινηθήσεται; ἢ κινεῖται μὲν καὶ ἡ ἀπλανὴς καὶ αἱ λοιπαὶ σφαῖραι ὑπὸ τῶν οἰκείων ψυχῶν, ἀλλ’ οὐχ ὡς τὰ ζῷα (τούτων γὰρ αἱ ψυχαὶ ῥιπτοῦσι καὶ βιάζονται τὰ ἐν οἷς εἰσι σώματα), ἀλλ’ οὕτως ὥσπερ ἐν τῷ Β τῆς Περὶ οὐρανοῦ εἴρηται, ὑπὸ δὲ τοῦ πρώτου κινοῦνται ὡς ἐφετοῦ καὶ ὀρεκτοῦ. ἀλλὰ ταῦτα μὲν προδιωρίσθω, ἡμῖν δέ, φησὶν ὁ Ἀριστοτέλης, ἐκ τῶν ὑποκειμένων καὶ δεδειγμένων ῥητέον ὅτι ἡ πρώτη ἀρχὴ τὸ πρῶτον πάντων τῶν ὄντων ἀκίνητόν ἐστι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινοῦν δὲ ὡς ἐφετὸν δηλονότι τὴν πρώτην καὶ ἀίδιον καὶ μίαν κίνησιν. Ἐπεὶ δὲ τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι, καὶ τὸ [*](676) πρῶτον κινοῦν ἀκίνητον εἶναι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός (αἱ γὰρ ψυχαὶ εἰ καὶ πρῶτα κινητικά ἐστι τῶν ζῴων, ὅμως κινοῦνται κατὰ συμβεβηκός), καὶ ἐπεὶ ἀνάγκη τὴν ἀίδιον κίνησιν ὑπὸ ἀιδίου κινητικοῦ γίνεσθαι καὶ τὴν μίαν καὶ συνεχῆ ὑφ’ ἑνός (δέδεικται γὰρ καὶ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει), εἰ μὲν ἦν μία κίνησις, ἐπειδή, ὡς δέδεικται, ἡ μία ὑφ’ ἑνὸς κινητικοῦ γίνεται, ἀναγκαῖον ἦν λέγειν καὶ τὸ κινοῦν ἕν. ἐπεὶ δὲ ὁρῶμεν παρὰ τὴν τοῦ παντὸς ἀπλῆν κίνησιν (λέγει πᾶν τὴν ἀπλανῆ, ἥν φαμεν κινεῖν ὡς ἐφετὸν τὴν πρώτην καὶ ἀκίνητον οὐσίαν) ἄλλας φορὰς τὰς τῶν πλανητῶν ἀιδίους καὶ αὐτάς (ἀίδιον γὰρ ἄστατον τὸ κύκλῳ σῶμα καὶ οὐδέποτε ἠρεμοῦν δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ), ἐπειδὴ οὖν τοῦθ’ ὁρῶμεν, ἀνάγκη καὶ τῶν πλανωμένων ἑκάστην φορὰν ὑπὸ ἀκινήτου τε κινεῖσθαι καὶ καθ’ αὑτὴν ἀκινήτου οὐσίας. εἰ δὲ εἴη γεγραμμένον ὑπὸ ἀκινήτου τε κινεῖσθαι καθ’ αὑτό, καὶ διὰ ταύτης τῆς γραφῆς τὸ αὐτὸ δηλοῖ. καὶ οὐ μόνον ὑπὸ ἀκινήτου καθ’ αὑτὸ οὐσίας ἀνάγκη αὐτὴν κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ ἀιδίου. καὶ τὴν αἰτίαν τοὐ καὶ ἀίδια καὶ οὐσίας ἀναγκαῖον εἶναι τὰ κινητικὰ τῶν σφαιρῶν τῶν πλανητῶν ἐπήγαγεν εἰπὼν ἥ τε γὰρ τῶν ἄστρων φύσις ἀίδιος, ἴσον λέγων τῷ ἐπεὶ τὰ ὑπ’ αὐτῶν κινούμενα ἄστρα ἀεί ἐστιν, ἀνάγκη καὶ τὸ κινοῦν, ἐπειδὴ πρότερόν ἐστι τοῦ κινουμένου, ἀίδιον εἶναι· ἀλλ’ εἰ πρότερον, ἀνάγκη οὐσίαν αὐτὸ εἶναι· τὸ γὰρ τῶν οὐσιῶν πρότερον οὐσία διὰ τὸ μὴ δύνασθαι χωρὶς οὐσίας τῶν ἄλλων τι εἶναι. εἰ οὖν τὸ ἀπλοῦν αἴτιον μιᾶς καὶ ἁπλῆς ἐστι κινήσεως κινητικόν, ὡς δέδεικται, καὶ ἡ μία καὶ ἁπλῆ κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ αἰτίου γίνεται, φανερὸν ὅτι ὅσαι εἰσὶν αἱ κινήσεις, ἤτοι τὰ κινούμενα, καὶ τὰ κινοῦντα τοσαῦτα ἔσται, τήν τε φύσιν ἀίδια καὶ ἀκίνητα καθ’ αὑτά. καὶ τούτων τὸ μὲν πρῶτον ἔσται, τὸ δὲ δεύτερον, τὸ δὲ τρίέν [*](8 τῷ Β τῆς Περὶ οὐρανοῦ] c. 12 p. 292a18 sqq. 9 προδιωρίσθω Brandis: προσδιωρίσθω AL 10 καὶ διωρισμένων λεκτέον Metaph. 19 ἐν τῇ Φυσικῇ Θ 6 20 ἡ μία L: ἡ om. A 23 τὰς L: om. A 24. 25 ἐν τῂ Περὶ οὐρανοῦ] A 2 26 τε L: om. A 27 ὑπὸ—καθ’ αὑτό] sic Metaph. 28 καθ’ αὐτὸ L: καὶ καθ’ αὐτὸ Α)
702
τον· ὡς γὰρ ἔχει τὰ ὑπ’ αὐτῶν κινούμενα, οὕτως ἕξει καὶ τὰ κινοῦντα. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, ἡ δὲ λέξις ἡ ὅτι περὶ πλήθους οὐδὲν εἰρήκασιν ὅ τι καὶ σαφὲς εἰπεῖν, περιπέφρασται· ἔστιγὰρ τὸ λεγόμενον ἴσον τῷ περὶ πλήθους οὐδὲν σαφὲς εἰρήκασι. ταῦτα εἰπὼν καὶ μέλλων λέγειν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, ἐπειδὴ ἁπλῶς οὕτως καὶ χωρὶς ἀποδείξεως ἐρεῖ ὅτι πεντήκοντα καὶ πέντε εἰσί (τὴν αἰτίαν τοῦ τοσαύτας εἶναι ἐν ἄλλοις εἴρηκε), λέγει ὅτι τὸ δὲ πλῆθος ἤδη τῶν σφαιρῶν ἐκ τῆς οἰκειοτάτης φιλοσοφίᾳ τῶν μαθηματικῶν ἐπιστημῶν δεῖ σκοπεῖν ἴσον λέγων τῷ ἡμεῖς μὲν νῦν κωρὶς ἀποδείξεως λέγομεν ὅτι | πεντήκοντα καὶ πέντε εἰσίν, ἵν’ ἐκ τούτων εὕροιμεν [*](677) καὶ τὸ τῶν κινούντων πλῆθος· οὐ γὰρ νῦν ἡμῖν πρόκειται περὶ τῶν σφαιρῶν δεικνύναι ὅσαι τυγχάνουσιν οὖσαι. εἰ δέ τις καὶ τὴν ἀπόδειξιν τούτου ζητεῖ, μετερχέσθω ἀστρονομίαν. εἰπὼν δὲ ὅτι ἐκ τῆς ἀστρολογίας τῆς οἰκειοτάτης τῇ φιλοσοφίᾳ δεῖ θεωρεῖν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, τοῦ πῶς ἡ ἀστρολογία οἰκειοτάτη παρὰ τὰς ἄλλας μαθηματικὰς ἐπιστήμας, γεωμετρίαν ἀριθμητικήν, ἐστὶ τῇ φιλοσοφίᾳ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι αὕτη περὶ οὐσίας αἰσθητῆς μὲν ἀιδίου δὲ τὴν θεωρίαν ποιεῖται, ἡ δὲ γεωμετρία καὶ ἡ ἀριθμητικὴ ἡ μὲν τὰ τοῖς μεγέθεσι συμβεβηκότα, ἡ δὲ ἀριθμητικὴ περὶ τὰ τοῖς ἀριθμοῖς. ἐπεὶ δὲ ἀνωτέρω εἴρηκεν ὅτι πλείους εἰσὶν αἱ φοραί, ἐπάγει ὅτι μὲν οὖν πλείους εἰσὶν αἱ φοραὶ φανερόν ἐστι τῷ καὶ μετρίως ἡμμένῳ μαθημάτων. καὶ ὅτι μὲν πλείους εἰσὶ δῆλον. πόσαι δὲ τυγχάνουσιν αἱ φοραί, ἤτοι αἱ σφαῖραι, ἡμεῖς λέγομεν ἅ φασι τῶν μαθηματικῶν τινες (λέγει δὲ τὸν Εὔδοξον καὶ Κάλλιππον) χάριν ἐννοίας καὶ τοῦ ὁρίσαι πόσον αὐτῶν τὸ πλῆθός ἐστιν, ἵν’ ἐκ τούτων ὁδηγηθείημεν πρὸς τὴν τῶν κινητικῶν αἰτίων εὕρεσιν. δεῖ δέ, φησίν, ἡμᾶς μὴ ἐμμένειν τοῖς πρὸ ἡμῶν ῥηθεῖσι περὶ τοῦ πλήθους τῶν σφαιρῶν, ἀλλὰ ζητεῖν καὶ ἡμᾶς καὶ εὑρίσκειν τι, πυνθάνεσθαι δὲ καὶ τοὺς λοιπούς, ὅσοι περὶ τούτων ζητοῦσι, καὶ ὅ τι φαίνεται λεγόμενον τοῖς περὶ ταῦτα πραγματευομένοις παρὰ τὰ νῦν ὑφ’ ἡμῶν λεγόμενα, φιλεῖν τοὺς ἐς ὕστερον καὶ ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν ὡς εὑρηκότας τι, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις. τοῦτο εἰπὼν εὐθὺς ἱστορεῖ ἅ τε Εὔδοξος περὶ τῶν σφαιρῶν ἔλεγε καὶ τοῦ πλήθους αὐτῶν καὶ ἃ ὁ Κάλλιππος· καὶ δεξάμενος τὴν προσθήκην τῶν σφαιρῶν, ἣν ὁ Κάλλιππος προσέθηκεν (ὁ Εὔδοξος εἴκοσι καὶ ἓξ τὰς πάσας ἐτίθετο, Κάλλιππος δὲ τριάκοντα καὶ τρεῖς), οὕτως αὐτὸς ταῖς τριάκοντα καὶ τρισὶν ἄλλας εἴκοσι καὶ δύο προστίθησιν.

[*](p. 1073b17)

Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι.

Οσας μὲν οὖν τὰς σφαίρας καὶ οἵως κινεῖσθαι καὶ διὰ τίνα αίτίαν [*](7 τοσαύτας L: τοσαῦτα Α 8 φιλοσοφίας L Metaph., sed cf. 14 et 16 9 χωρὶς L: in lac. om. Α 12 τούτου L: τούτων Α 18 ante τὰ addendum περὶ 22. 23 ἡμεῖς μὲν λέγομεν L 31 περὶ M: παρὰ AL 36 post σελήνης add. ἑκατέρου Metaph. vulg.)

703
Εὔδοξος καὶ Κάλλιππος καὶ ὕστερον Ἀριστοτέλης ἔλεγον, ἐν τῷ δευτέρῳ τῆς περὶ οὐρανοῦ κατὰ τὴν τῆς λέξεως ἐξήγησιν τὴν “καὶ ἔτι διὰ τοῦτο δὲ ἓν ἔχουσι σῶμα καὶ αἱ ἄλλαι φοραί, ἕως τοῦ “παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστι,” μετὰ πολλῆς εἴρηται τῆς πιμελείας, σχεδὸν καὶ τὸ ἐνεστὼς χωρίον τὸ Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι ἕως τοῦ τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον ἐκεῖσε ἐξηγησάμενοι. διὸ ἐκεῖθεν τὴν τούτου σαφήνειαν ὁ βου|λόμενος ποριζέσθω. ἐπεὶ δέ τινες [*](678) τῶν λέξεων ἐκεῖσε οὐκ ἐσαφηνίσθησαν, νῦν ἄξιόν ἐστιν αὐτὰς ἐπισκέψασθαι. ὧν διὰ τῆς πρώτης τῆς ὧν τὴν μὲν πρώτην τὴν τῶν ἀπλανῶν ἄστρων εἶναι οὐ τοῦτό φησιν, ὡς ἄν τῳ δόξειεν, ὅτι ἡ ἀπλανὴς πρώτη ἐστί, καίτοι καὶ οὔσης πρώτης, ἀλλ’ ὅ φησι τοῦτό ἐστιν, ὅτι τριῶν οὐσῶν σφαιρῶν κατὰ Εὔδοξον τῶν φερουσῶν τὸν ἥλιον, ἡ μὲν πρώτη καὶ περιέχουσα τὰς λοιπὰς δύο καὶ τὴν αὐτὴν τῇ ἀπλανεῖ κινουμένη κίνησιν (ἀπὸ ἀνατολῆς γὰρ ἐπὶ δύσιν ἔλεγον αὐτὴν κινεῖσθαι, καὶ δι’ ἣν αἰτίαν εἴπομεν ἐν τῇ Περὶ οὐρανοῦ), αὕτη οὖν ἡ πρώτη ὡς ἀπλανὴς ἐνομίζετο τῷ Εἐδόξῳ πρὸς τὰς λοιπὰς δύο τὰς ὑπ’ αὐτῆς περιεχομένας. καὶ οὐ μόνον τὴν τοῦ ἡλίου πρώτην σφαῖραν ἀπλανῆ ἔλεγεν, ἀλλὰ καὶ τὴν τοῦ Κρόνου καὶ τὴν τοῦ Δῖός καὶ τὰς ἑκάστου τῶν ἄλλων ἀστέρων πρώτας καὶ μείζονας ἀπλανεῖς ἔλεγεν, ὡς εἶναι μίαν μὲν ἀπλανῆ τὴν πρώτην, ἐν ᾗ τὸ χῦμα τῶν τὰ ζῴδια ἀναπληρούντων ἀστέρων εἰσίν, ἑτέραν δὲ τὴν τοῦ Κρόνου, καὶ ἄλλην τὴν τοῦ Δῖός, καὶ ἐφεξῆς ἃς ἀνάστρους Θεόφραστος ἔλεγεν. τὸ δὲ τὴν δὲ τρίτην κατὰ τὸν λελοξωμένον ἐν τῷ πλάτει τῶν ζῳδίων λελοξωμένον κύκλον ἐν τῷ πλάτει τῶν ζῳδίων ἔλεγεν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ εἴρηται, ὃν δοκεῖ ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ γράφειν φερόμενος ὑπὸ τῆς ἐν ᾗ δέδεται σφαίρας, ὃς καὶ δοκεῖ ἐκπίπτειν τὰ τροπικὰ σημεῖα διὰ τὸ μὴ ἀεί, ὅταν τὰς τροπὰς ὁ ἥλιος ποιῆται, ὁρᾶσθαι ἀπὸ τῶν αὐτῶν τόπων ἀνατέλλων. τὸ δὲ ἐν μείζονι δὲ πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται ἢ καθ’ ὃν ὁ ἥλιος ἴσον ἐστὶ τῷ τὸ δὲ πλάτος τῆς λοξώσεως τοῦ κύκλου, ὃν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γράφειν δοκεῖ, μεῖξόν ἐστι τοῦ πλάτους τῆς λοξώσεως τοῦ κύκλου, ὃν ὁ ἥλιος τῷ οἰκείῳ κέντρῳ γράφειν δοκεῖ· κατείληπτο γὰρ καὶ τοῦτο ἐκ τοῦ μὴ ἐκ τῶν αὐτῶν τόπων τὰς ἀνατολὰς ἐν ταῖς τροπαῖς τὸν ἥλιον καὶ τὴν σελήνην ποιεῖσθαι. ἔστω γὰρ ὁ ὁρίζων κύκλος ὁ αηβμγδ, ἰσημερινὸς δὲ ὁ δεβ, ὁ λελοξωμένος δὲ ἐν τῷ πλάτει τῶν ζῳδίων, ὃν ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ δοκεῖ γράφειν, ἔστω ὁ αεγ, ὃν δὲ πάλιν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γρά·φειν δοκεῖ ἔστω ὁ ηεμ· καὶ ἀνατελλέτω ὁ ἥλιος καθ’ ἣν ὥραν ποιεῖται τὴν θερινὴν τροπὴν ἀπὸ τοῦ α σημείου, καθ’ ἣν δὲ τὴν ἰσημερίαν, ἀπὸ τῆς δ σημείου. δῆλον δ’ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως ἡ δᾶ [*](1. 2 ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ] c. 12 p. 293 a 4—11 2 κτὰ M: μετὰ AL fort. τῆς “καὶ τοῦτο δὲ] τόδε Arist. 1. 1. 1. 6 7 τὸ μὲν οὖν κτλ.] p. M: δόξαιεν AL 20 μὲν L: καὶ Α 21 χύμα A: σχῆμα L 22 ἀνάστρους LM: ἀνάστρα A 23 δὲ (post τὴν) M: om. AL 30 ἑαυτῆς L: αὐτῆς Α)
704
περιφέρειά ἐστιν. ἡ δὲ σελήνη ὅταν τὴν πρὸς τὸ βόρειον τροπὴν ποιῆται, ἀνατελλέτω ἀπὸ τοῦ η σημείου· φανερὸν δὴ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως αὐτῆς ἡ δὴ περιφέρειά ἐστι, καὶ ἔστι μεῖζον τῆς δᾶ περιφερείας, ἥτις ἦν τὸ μεῖζον πλάτος τῆς ἡλίου λοξώσεως. τούτου οὖν ἐστι δηλωτικὸν τὸ ἐν μείζονι πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται | ἢ [*](679) καθ’ ὃν ὁ ἥλιος. τὸ δὲ τῆς δὲ τρίτης ἀπάντων τοὺς πόλους ἐν τῷ διὰ μέσων τῶν ζῳδίων εἶναι ἀντὶ τοῦ πᾶσαι αἱ τρίται σφαῖραι τοὺς πόλους ἔχουσιν ἐν τοῖς κύκλοις τοῖς γραφομένοις διὰ μέσων τῶν ζῳδίων ὑπὸ τῶν κέντρων τῶν ἄστρων. τὸ δὲ τὴν αὐτὴν ἐτίθετο τάξιν, τουτέστι τῶν ἀποστημάτων, ἀντὶ τοῦ ὁποίας ἔλεγεν Εὔδοξος πρώτας καὶ δευτέρας σφαίρας, ταύτας καὶ ὁ Κάλλιππος πρώτας ἔφασκεν· καὶ ὅσον ἄν φέρε εἰπεῖν ἀφεστηκέναι τὴν Κρονιακὴν τῆς Ἑρμαϊκῆς σφαίρας ἔλεγεν ὁ Εὔδοξος, τοσοῦτον καὶ ὁ Κάλλιππος ἔφασκεν αὐτὴν ἀφεστηκέναι. τὸ δὲ καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας, ἀντὶ τοῦ ἐπειδὴ αἱ τὸν Κρόνον φέρουσαι σφαῖραι τέσσαρές εἰσιν, αἱ ἀνελίττουσαι τρεῖς ἔστωσαν· αἱ γὰρ τρεῖς μιᾷ ἐλάττονές εἰσι τῶν τεσσάρων. πάλιν ἐπεὶ αἱ τὸν Ἄρεα κατὰ Κάλλιππον φέρουσαι πέντε εἰσί, προσκείσθωσαν αὐταῖς ἀνελίττουσαι τέσσαρες· αἱ γὰρ τέσσαρες μιᾷ ἐλάττους εἰσὶ τῶν πέντε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τίνα δὲ χρείαν τῷ Ἀριστοτέλει παρέσχεν ἡ τῶν ἀνελιττουσῶν προσθήκη, εἴρηται ἐν τῇ Περὶ οὐρανοῦ. τὸ δὲ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου δῆλον ἔσται γράψασι κύκλους τινάς. ἔστωσαν γὰρ τρεῖς κύκλοι, ὁ αβ καὶ ὁ ’δε καὶ ὁ ζῆ. ἐν δὲ τῷ ζῆ ἔστω ὁ ἀστήρ, οἷον ὁ Ζεύς, καὶ ἔστω τὸ κ σημεῖον. τὸ δὲ α ἔστω σημεῖόν τι καὶ τὸ δ καὶ τὸ ζ καὶ τὸ βέῃ· μὴ ἔστωσαν δὲ ἀστέρες, ἀλλὰ νενοήσθωσαν μόνον σημεῖά τινα, καὶ τὸ α καὶ τὸ δ καὶ τὸ ζ ἐπὶ τῆς αὐτῆς εὐθείας· ὁμοίως καὶ τὰ βέῃ· καὶ κεκινήσθω ἡ μὲν αβ σφαῖρα ὡς ἐπὶ τὸ β σημεῖον, ὥστε ἐλθεῖν τὸ α ἐν ᾧ τὸ β ἐστίν· ἡ δὲ ’δε καὶ ἡ ζῆ κεκινήσθωσαν ἰσοταχῶς ὡς ἐπὶ τὰ δζ, ὥστε ἔρχεσθαι τὰ ἔη 30 ἐπὶ τὰ δζ. ἐπεὶ οὖν ἐπὶ τὰ αὐτὰ κινοῦνται ἡ ἔδ’ καὶ ἡ ηζ σφαῖραι ἰσοταχεῖς οὖσαι, δῆλον ὅτι ἡ τῆς ηζ σφαίρας κίνησις διπλασίων ἐστὶ τῆς ἔδ’ σφαίρας κινήσεως· ὅση γάρ ἐστιν ἡ τῆς ηζ σφαίρας κίνησις, τοσαύτην αὐτῇ ἐνδίδωσι καὶ ἡ τῆς ἔδ’ σφαίρας κίνησις, ἐπειδὴ ἐπὶ τὰ αὐτὰ φέρονται· ὥστε ἐν ᾧ χρόνῳ τὸ ε ἐπὶ τὸ δ ἦλθεν, ἐν τῷ αὐτῷ χρόνῳ τὸ η τὸν ηζ κύκλον ὅλον διελθὸν ἦλθεν ἂν πάλιν ἐπὶ τὸ η, εἰ μὴ ἡ αβ σφαῖρα ἀντιφερομένη τῇ ’δε καὶ ὡς ἐπὶ τὸ β αὐτὴν ἕλκουσα οὐκ εἴα αὐτὴν ἐνδιδόναι τῇ ζῆ σφαίρᾳ ἄλλην τοσαύτην κίνησιν ὅσην αὐτὴ κινεῖται· ὥστε ἡ αβ ἐμποδίζουσα τὴν ’δε καὶ ὡς ἐπὶ τὸ β ἕλκουσα, καὶ ἡ ’δε ἐμποδίζει τὴν ζῆ, καὶ ἐπὶ τούτῳ ἀεὶ τὴν αὐτὴν θέσιν ἡ ζῆ περιφέρεια φυλάξει τῇ θέσει τῆς αβ· ὥστε ὅταν τὸ η ἐπὶ τὸ ζ ἔλθῃ, καὶ τὸ ζ ὅπου νῦν τὸ η ἐστί, τότε [*](1 περιφέρεια M: πέρας AL 2 δὴ M: δὲ AL 5 ἡ M: καὶ ἡ AL 6 τὸ δὲ τῆς M: ἀπὸ δὲ τοὺς Α: ἀπὸ δὲ L 13 ἀφεστηκέναι LM: ἐφεστηκέναι Α 28 ἐπὶ τὸ β M: ἐπὶ τὰ τὸ β AL 30 σφαῖραι M: σφαίρα AL 34 ἧ LM: ηζκ A 40 ἔλθῃ M: ἔλθοι AL)
705
καὶ τὸ α ἐλεύσεται ὅπου νῦν τὸ β | ἐστί, τὸ δὲ β ὅπου τὸ α, καί εἴσι [*](680) πάντοτε ἐν τῇ αὐτῇ εὐθείᾳ τὰ αζ καὶ βῆ σημεῖα, καὶ ὅταν μὲν ἀνατέλλῃ τὸ α, ἀνατέλλει καὶ τὸ ζ, καὶ πάλιν ὅταν δύνῃ τὸ β, τότε καὶ τὸ η, καὶ οὐδέποτε οὔτε προανατέλλουσιν οὔτε προδύνουσι τοῦ αζ. κἄν ἡ αβ καὶ ἡ ηζ ἐπὶ τὰ αὐτὰ φέρωνται, τὸ αὐτὸ συμβήσεται. ἡ δὲ ’δε σφαῖρα νενοήσθω ἀνελίττουσα. τοῦτο οὖν ἐστιν ὅ φησι καὶ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῆ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου. καὶ εἴη ἄν τὸ λεγόμενον ‘οὕτω κινεῖσθαι νενοήσθωσαν αἱ ἀνελίττουσαι, ὥστε ποιεῖν τὴν πρώτην καὶ ἐξωτάτην τῶν σφαιρῶν τῶν φερουσῶν τὸν Δία σφαῖραν ἀεὶ τὴν αὐτὴν θέσιν φυλάττειν πρὸς τὴν σφαῖραν ἐν ᾗ ἐνδέδεται ὁ ἀστήρ, καὶ μηδέποτε ἡγεῖσθαι τὰ λαμβανόμενα ἐν τῇ πρώτῃ σφαίρᾳ σημεῖα τῶν λαμβανομένων ἐν τῇ φαίρᾳ ἐν ᾗ ὁ ἀστὴρ ἐνδέδεται σημείων, ἀλλ’ ἀεὶ συνανατέλλειν καὶ συνδύνειν.’ τὸ δὲ ὥστε ἐν αἷς μὲν αὐτὰ φέρεται σφαίραις αἱ μὲν ὀκτὼ αἱ δὲ πέντε καὶ εἴκοσίν εἰσιν, ἴσον ἐστὶ τῷ ὥστε κατὰ τὸν Κάλλιππον ὀκτὼ μὲν εἶναι τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, εἴκοσι δὲ καὶ πέντε τὰς τῶν ἄλλων, Κρόνου Δῖός καὶ τῶν λοιπῶν. τὸ γὰρ πρὸ ὀλίγου ῥηθὲν τὸ τῷ δ’ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ᾤετο προσθετέας εἶναι ἴσον ἐστὶ τῷ ἀνὰ μίαν· ἐπεὶ γὰρ ὁ Εὔδοξος ἓξ ἐτίθετο τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, ὁ δὲ Κάλλιππος ὀκτὼ αὐτάς φησι, δῆλον ὅτι ἀνὰ μίαν αὐταῖς προσέθηκεν. ὁμοίως καὶ ταῖς λοιπαῖς τῶν πέντε ἀστέρων σφαίραις ἀνὰ μίαν προσέθηκε· τοῦ γὰρ Εὐδόξου τέτταρας λέγοντος εἶναι ἑκάστου τῶν λοιπῶν πέντε ἀστέρων, οὗτος πέντε αὐτὰς πεποίηκεν. τὸ δὲ τούτων δὲ μόνας ἀνελιχθῆναι οὐ δεῖ, ἐν αἷς τὸ κάτω φέρεται, ἀντὶ τοῦ μόνας τὰς τὴν σελήνην αὕτη γάρ ἐστι κατωτάτω πάντων τῶν ἀστέρων) φερούσας οὐ δεῖ ἔχειν ἀνελιττούσας. τὸ δὲ αἱ μὲν τὰς τῶν πρώτων δύο ἀνελίττουσαι ἓξ ἔσονται, ἀντὶ τοῦ αἱ τοῦ Κρόνου καὶ Δῖός ἀνελίττουσαι ἓξ ἔσονται· ἐπεὶ γὰρ τέτταρές εἰσιν αἱ τὸν Κρόνον φέρουσαι καὶ τέτταρες αἱ τὸν Δί’, δεῖ δὲ καθ’ ἕκαστον ἀστέρα τὰς ἀνελιττούσας μιᾷ ἐλάττους εἶναι, ἓξ ἔσονται αἱ τοὐ Κρόνου καὶ Δῖός ἀνελίττουσαι, ἐπὶ δὲ τῶν λοιπῶν τεττάρων, Ἄρεος Ἀφροδίτης ‘Ερμοῦ ἡλίου, πέντε καθ’ ἕκαστον οὐσῶν τῶν φερουσῶν, τέτταρες. γίνονται οὖν αἱ πᾶσαι ἀνελίττουσαι δὶς μὲν τρεῖς αἱ Κρόνου καὶ Δῖός, τετράκις δὲ τέτταρες Ἄρεος Ἀφροδίτης ‘Ερμοῦ ἡλίου· ὥστε πᾶσι δύο καὶ εἴκοσιν· ἦσαν δὲ αἱ φέρουσαι ὀκτὼ μὲν αἱ Κρόνου καὶ Δῖός, πέντε δὲ καὶ εἴκοσι τῶν λοιπῶν πέντε· τριῶν οὖν | τούτων καὶ τριάκοντα ταῖς δύο καὶ εἴκοσι συντεθεισῶν [*](681) ἀνελιττούσαις, αἱ πᾶσαί εἰσι πέντε καὶ πεντήκοντα. ταῖς γὰρ τὴν σελήνην φερούσαις, ὡς εἴρηται, οὐδὲν δεῖ ἀνελιττουσῶν, ἐσχάτης οὔσης· οὕτω γὰρ Ἀριστοτέλης εἴρηκεν, ὅτι μόνας οὐ δεῖ ἀνελιχθῆναι ἐν αἷς φέρεται τὸ κάτω τεταγμένον ἄστρον. τὸ δὲ ἐπαχθὲν εἰ δὲ τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ μὴ προσθείη τις ἃς εἴπομεν κινήσεις, ἑπτὰ καὶ τετταράκοντα ἔσονται πᾶσαι, τοῦτο ταραχὴν ποιεῖ. ἐὰν γὰρ ἀφέλωμεν [*](4 τοῦ M: τὸ AL 13 ὥστε] ἐπεὶ οὖν Metaph. 17 ἡλίου καὶ τῷ σελήνης Metaph. vulg. 21 τῶν λοιπῶν πέντε ἀστέρων L 24 τὸ κατωτάτω τεταγμένον φέρεται Metaph. vulg. Commeut. Arist. I Alex, in Metaph. 45)
706
τὰς τοῦ ἡλίου δύο καὶ τὰς τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι δύο ἄλλας ἀπὸ τοῦ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας ἀφῃρημένων γὰρ ἐκείνων δεῖ συναφαιρεῖν καὶ τὰς μελλούσας αὐτὰς ἀνελίττειν), ἓξ μὲν. ἔσονται ἀφῃρημέναι, δύο αἱ φέρουσαι τὸν ἥλιον καὶ δύο αἱ ταύτας ἀνελίττουσαι πρὸς ταῖς δύο ταῖς τῇ σελήνῃ προστεθείσαις ὑπὸ Καλλίππου· οὐκέτι δὲ συμβαίνει τούτων ἀφαιρεθεισῶν ἀπὸ τῶν πέντε καὶ πεντήκοντα λοιπὰς εἶναι πάσας ἑπτὰ καὶ τετταράκοντα, ἀλλὰ ἐννέα καὶ τετταράκοντα καταλιμπάνεσθαι· ἢ ὡς ἐπιλελησμένος ὅτι τῆς σελήνης οὐ τέτταρας ἀλλὰ δύο μόνας ἀφεῖλεν, εἰ μὴ ἄρα δεῖ λέγειν ὅτι τοῦ μὲν ἡλίου τὰς τέτταρας ἀφεῖλεν, ἃς αὐτὸς προστέθεικεν ἀνελιττούσας, καὶ ἀμφοτέρων, ἃς ὁ Κάλλιππος, καὶ οὕτως ὀκτὼ τῶν ἀφαιρεθεισῶν οὐσῶν ἀπὸ τῶν πεντήκοντα καὶ πέντε, αἰ λοιπαί εἰσιν ἑπτὰ καὶ τετταράκοντα, καὶ οὕτω συμβαίνει εἶναι ὃν Ἀριστοτέλης φησὶν ἀριθμόν· ἢ ὥς φησιν ὁ Σωσιγένης ἐπιστήσας, βέλτιον εἶναί φησι λέγειν τοῦ ἀριθμοῦ παρόραμα νομίζειν τοῖς γράφουσι γεγονέναι, ἢ τὰς αὐτὰς ἑβδόμας καὶ ὀγδόας σφαίρας ποιεῖν.

[*](p. 1074a14)

Τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους.

Ἱστορήσας τὸ πλῆθος τῶν σφαιρῶν καὶ εἰπὼν ὡς κατὰ μὲν τὸν Εὔδοξόν εἰσιν αἱ πᾶσαι σφαῖραι εἴκοσι καὶ ἕξ, κατὰ δὲ Κάλλιππον τριάκοντα καὶ τρεῖς, κατὰ δὲ τὴν αὐτοῦ παρατήρησιν πεντήκοντα καὶ πέντε, ἔχων δὲ καὶ δεδειγμένον ὅτι ἡ μία καὶ ἁπλῆ καὶ ἀίδιος κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ καὶ ἀμεροῦς κινητικοῦ γίνεται, θαρρούντως ἀποφαίνεται ὅτι ὅσον τυγχάνει ὂν τὸ τῶν σφαιρῶν καὶ αἰσθητῶν οὐσιῶν πλῆθος, τοσαύτας εὔλογον ὑπολαβεῖν καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους. ἐπεὶ δὲ ἱστόρησε μόνον, οὐ μὴν καὶ ἀπέδειξεν ὅτι αἱ σφαῖραι πεντήκοντα καὶ πέντε εἰσὶ καὶ εἶπεν ὅτι εὔλογον τὸ τὰς ἀκινήτους οὐσίας τοσαύτας ὑπολαβεῖν, ἐπάγει τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν, ὡς ἄν εἰ ἔλεγεν ‘ἡμεῖς μὲν τἀς σφαίρας πεντήκοντα καὶ πέντε ἱστορή|σαντες [*](682) οὕ φαμεν ὅτι ἀναγκαῖον τοσαύτας εἶναι· εἰ δέ τινες ἰσχυρότερον καὶ κρεῖττον ἡμῶν εἴποιεν, ἐκεῖνοι τὸ ἀναγκαῖον προσθέτωσαν, ἀλλ’ οὐ τὸ εὔλογον ὡς ἡμεῖς’, φιλοσόφως πάντως ταῦτα λέγων. ἀλλὰ τίνα τὰ τῶν σφαιρῶν ποιητικὰ αἴτια, ἃ νῦν παραδίδωσι; πότερον αἱ ψυχαὶ καὶ τὰ εἴδη αὐτῶν; ἢ οὐ τὰς τούτων ψυχάς φησιν, ἐπεὶ οὐχ αὗται θεοί; αὗται γὰρ εἴδη οὖσαι τῶν σφαιρῶν ἐν αὐταῖς εἰσι, καὶ κινοῦσιν αὐτὰς κύκλῳ διὰ μέσης τῆς φύσεως μιᾶς οὔσης καὶ τῆς αὐτῆς κινήσεως οὐ γὰρ ἄλλη ἡ τῆς ψυχῆς καὶ ἄλλη ἡ τῆς φύσεως κίνησις), καὶ ἔχουσιν ἀπὸ μὲν τῆς φύσεως αἱ σφαῖραι τὴν αὐτοφυᾶ καὶ ἀβίαστον καὶ κατ’ αὐτὸ τὸ εἶδος ἐπιτηδειότητα πρὸς τὸ κινεῖσθαι, ἀπὸ δὲ τῆς ψυχῆς τὴν μεταβατικὴν ἐνέργειν, πρὸς ἣν [*](13 fort. βέλτιον γὰρ εἶναι 14 λέγειν fort, delendum 23 ὃν scripsi: ὃν L: om. Α 30 ἀναγκαῖον M: ἀνάγκη AL 34 κινοῦσιν M: κινεῖ AL 35 μιᾶς οὔσης M: μιᾶς μὲν οὔσης AL)

707
πεφύκασι διὰ τὴν φύσιν. οὐ τὰς τούτων οὖν ψυχὰς λέγει, ἀλλ’ ἑτέρας οὐσίας ἀσωμάτους καὶ χωρὶς σώματος, ὑφειμένας μὲν τοῦ πρώτου νοῦ ὅσον αἱ σφαῖραι, εἰ χρὴ λέγειν, τῆς ἀπλανοῦς, ὑπερτέρας δὲ τῶν ψυχῶν τῶν σφαιρῶν· ὥστε αἱ σφαῖραι ὑπὸ μὲν τῶν οἰκείων ψυχῶν κινοῦνται, ὥσπερ εἴρηται, ὑπὸ δὲ τῶν τοιούτων θεῶν, ὡς ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου νοός. κινεῖται δὲ ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου κινητικοῦ τὴν ἐπ’ ἄπειρον κίνησιν· οὐ γάρ ἐστιν ἡ ψυχὴ τῆς ἀπλανοῦς αἰτία τοῦ ἐπ’ ἄπειρον κινεῖσθαι, οὐδ’ ὑπ’ αὐτῆς τοῦτο ἔχει, ἀλλ’ ὑπὸ τοῦ πρώτου κινητικοῦ. ὥσπερ γὰρ τὴν κίνησιν ἀπὸ ψυχῆς ἔχει, ὥσπερ εἴρηται, οὕτω τὸ ἐπ’ ἄπειρον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἀκινήτου νοερᾶς αἰτίας ἐφήκει τῷ οὐρανῷ. ὡς οὖν ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινεῖται κινητικοῦ, οὕτω καὶ αἱ πλανώμεναι σφαῖραι ὑπὸ τῶν οἰκείων κινητικῶν, τελειουμένων καθ’ ἑκάστην καὶ ἀγαθυνομένων ὑπὸ τοῦ πρώτου κινητικοῦ, ἄλλα μὲν μᾶλλον ἄλλα δὲ ἧττον, τὰ μὲν τῆς Κρονιακῆς σφαίρας μᾶλλον, τὰ δὲ τῆς ἡλίου ἧττον, καὶ τὰ λοιπὰ ὁμοίως. λέγονται δὲ καὶ τὰ τοιαῦτα κινητικὰ αἴτια ἄριστα, οὐχ ὡς τὸ πρῶτον καὶ οὗ ταῦτα ἐξήρτηται (ἐκεῖνο μὲν γὰρ ἀνενδεὲς τῶν ἑαυτοῦ καλῶν ὑπέρπληρες, ταῦτα δὲ ἐπιστρέφεται πρὸς ἐκεῖνο καὶ τῆς ἐκείνου πληροῦται ἀγαθοδοσίας), ἀλλὰ λέγεται ἄριστα ὡς πρὸς τὰς σφαίρας ἃς κινοῦδιν· ὡς γὰρ ἀρίστων τούτων ἐφίενται· οὗ γάρ τι ἐφίεται, ὡς ἀρίστου τούτου ἐρᾷ. ὥστε ὁ πολυτίμητος νοῦς ἁπλῶς λέγεται ἄριστον, ὡς καὶ ὁ πρῶτος οὐρανὸς ἁπλῶς μέγας· ταῦτα δὲ λέγεται ἄριστα ὡς πρὸς τὰς ὑπ’ αὐτῶν κινουμένας σφαίρας, ὥσπερ καὶ τοδὶ τὸ μέγεθος λέγεται μέγα ἢ μεῖζον, οἷον φέρε τὸ δεκάπηχυ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τοδὶ τὸ δίπηχυ ἢ πεντάπηχυ. |

[*](p. 1074a17)

Εἰ δὲ μηδεμίαν οἷόν τε εἶναι φορὰν μὴ συντείνουσαν [*](683) πρὸς ἄστρου φοράν.

εἰπὼν ὅτι ὅσα ἐστὶ τὰ κινούμενα, τοσαῦτα καὶ τὰ κινοῦντα εἶναι εὔλογον ὑπολαβεῖν, ἐπειδή τις ἔμελλε λέγειν ὅτι ‘καὶ τί κωλύει εἶναί τινας οὐσίας ἀσωμάτους καὶ καθ’ αὑτάς, μηδὲν δὲ κινούσας; εἰ δὲ τοῦτο ἐνδέχεται, οὐκ εὔλογον, ὅσα ἐστὶ τὰ κινούμενα, τοσαύτας εἶναι καὶ τὰς ἀσωμάτους οὐσίας, καὶ οὔτε πλείους οὕτε ἐλάττους’, ταύτην δυναμένην τὴν ἔνστασιν πρὸς τὸν λόγον φέρεσθαι λύει λέγων· εἰ δὴ πᾶν τὸ τετευχὸς τοῦ ἀρίστου τέλος καὶ αὐτὸ τοῦτο ἄριστον καὶ ἐφετὸν ὄν (πᾶς γὰρ θεὸς ἄριστος καὶ εἰ μὴ ὡς ὁ πρῶτος), τούτου ἀνάγκη τι ἐφίεσθαι· πᾶν γὰρ ἐφετὸν ἐφιεμένου τινός ἐστιν ἐφετόν. εἴπερ οὖν εἰσι καὶ ἄλλαι τινὲς οὐσίαι ἄρισται, πᾶν δὲ ἄριστον ἐφετόν, ἐφετὰς ἀνάγκη αὐτὰς εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ ἐφιέμενα αὐτῶν εἶναι καὶ κινεῖσθαι δι’ αὐτάς. ἀλλ’ εἴπερ [*](13 οἰκείων L: om. Α 14 πρώτου κινεῖται κινητικοῦ L 29 ὅτι L: 0111. Α 30 μηδὲν δὲ L: δὲ om. Α 34 τέλος AL Bonitz: τέλους MS Brandis, cf. Metaph. p. 1074 a 20 τοῦτο τὸ ἄριστον L 37 ἄρισται S Brandis: ἄριστοι AL)

708
εἰσὶ τὰ κινούμενα, ἔσονται καὶ κινήσεις· οὐδὲν γὰρ κινούμενον ἄνευ κινήσεως. ἀλλὰ μὴν κινήσεις παρὰ τὰς πεντήκοντα καὶ πέντε οὔκ εἰσιν, οὐδὲ κινούμενα ἄρα παρὰ ταῦτα, οὐδὲ κινητικὰ ἄρα. προάγει δὲ τὸν λόγον ὑποθετικῶς λέγων εἰ δὲ μηδεμίαν οἷόν τ’ εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν, καὶ προσυπακουστέον τοῦ οὐκ ἄν εἴη κίνησις ἄλλη· εἰ γὰρ ἔσται, μάτην ἔσται. καὶ ἔστι τὸ λεγόμενον κατασκευαστικὸν τοῦ οὐκ ἔστιν ἄλλη κίνησις παρὰ τὰς εἰρημένας· εἰ δὲ τοῦτο, οὐδὲ κινούμενα, ὥστε οὐδὲ κινοῦντα. εἰ οὖν μὴ ἔστι τις φορὰ μὴ συντείνουσα πρὸς ἄστρου φοράν καὶ γὰρ (καὶ αἱ τῶν φερουσῶν τοὺς ἀστέρας σφαιρῶν φοραὶ καὶ αἱ τῶν ἀνελιττουσῶν πρὸς τἀς τῶν ἄστρων φορὰς συντελοῦσι), πᾶσαι δὲ αἱ συντείνουσαι κινήσεις πρὸς τὰς τῶν ἄστρων φοράς εἰσι καὶ οὐδεμία λείπει, οὐκ ἔστιν ἄλλη κίνησις παρ’ αὐτάς. εἰ γὰρ ἔστι, μάτην ἔσται, οὐδὲν δὲ μάτην οὔθ’ ὁ θεὸς οὔθ’ ἡ φύσις ποιεῖ. εἰ δὲ μὴ κίνησίς ἐστιν ἄλλη, οὐδὲ κινούμενον οὐδὲ κινοῦν• ὥστε τὸ μὲν τοιοῦτον ἐπιχείρημα ἐκ τοῦ μὴ εἶναι ἄλλην κίνησιν δεῖξαι συναπέδειξεν ὅτι οὐδὲ ἄλλη οὐσία. τὸ δὲ ἔτι δὲ πᾶσαν φύσιν καὶ πᾶσαν οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν προηγουμένως ἐστὶ δεικτικὸν τοῦ μὴ εἶναι ἄλλας οὐσίας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἔτι εἰ πᾶσαν φύσιν καὶ οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν ἤτοι ἀσώματον τοιαύτην εἶναι χρὴ ἡμᾶς νομίζειν, ἤτοι ἀρίστην καὶ ἐφετὴν καὶ τελικὴν αἰτίαν, οὐδεμία ἄν εἴη παρὰ τὰς εἰρημένας κινητικὰ αἰτίας ἑτέρα φύσις, ἀλλ’ ἀνάγκη πεντήκοντα εἶναι καὶ πέντε μὴ συναριθμουμένου καὶ τοῦ πρώτου αἰτίου· εἰ γάρ εἰσιν ἕτεραι οὐσίαι παρὰ ταύτας, κινοῖεν ἄν, ἐπειδὴ ἀνάγκη τελικὰ αἴτια καὶ ἐφετὰ εἶναι αὐτάς· τούτου γάρ ἐστι δεικτικὸν τὸ. ὡς τέλος οὖσαι φορᾶς. τὸ γὰρ ἐφετὸν τέλος ἐστὶ | τῆς δι’ [*](684) αὐτὸ γινομένης φορᾶς ἢ ὅλως κινήσεως. ἀλλ’ ἀδύνατον ἄλλας εἶναι φορὰς παρὰ τὰς εἰρημένας. καὶ τοῦ ἀδύνατον καὶ ἄλλας εἶναι τὴν αἰτίαν ἐπάγει. εἰ γὰρ ἔστι καὶ ἄλλη φορά, ἢ χάριν φερομένου σώματος ἔσται ἢ ἕνεκεν ἄλλης φοράς. ἀλλ’ εἴπερ ἐστὶν ἡ φορὰ χάριν φορᾶς, ἢ χάριν ἑαυτῆς ἔσται, οἷον ἡ βάδισις χάριν βαδίσεως, ὅπερ καταγέλαστον, ἢ χάριν ἄλλης, οἷον ἡ λεύκανσις χάριν γλυκάνσεως· εἰ δὲ τοῦτο, ἔσται καὶ ἡ γλύκανσις χάριν ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. λείπεται δὴ εἰ ἔστι παρὰ τὰς εἰρημένας περιφορὰς ἄλλη χάριν φερομένου σώματος εἶναι. ἀλλ’ αἱ συντελοῦσαι πρὸς τὰς τῶν φερομένων σωμάτων φορὰς πᾶσαί εἰσιν. οὐκ ἄρα ἔστιν ἑτέρα φορὰ παρὰ ταύτας, ὥστε οὐδὲ οὐσία ἄλλη τις ἀκίνητος καὶ ἀσώματος πλὴν ὅσας εἴπομεν. καὶ τὰ μὲν λεγόμενα οἶμαι τοιαῦτα. τὸ δὲ κατὰ τὴν λέξιν τὴν τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν, ἴσον ἐστὶ τῷ πᾶσα ἐγκύκλιος φορὰ τέλος ἔχει ἄστρον τι καὶ ἕνεκεν ἐκείνου γίνεται· οὗ γὰρ ἕνεκά τι γίνεται, ἐκεῖνο τέλος ἐστὶ τοῦ δι’ ἐκεῖνο γινομένου.

[*](11 “post φορὰς adde τοσαῦται e S” Bonitz 19 ἀρίστην M: ἄριστον AL 20 αἰτίαν AL, cf. 23: om. M Brandis Bonitz 21 ἀλλὰ καὶ ἀνάγκη L 30 λεύκανσις ML: λεὐκασις Α 32 περιφορὰς] φορὰς coni. Bonitz 37 post οὐρανόν add. φέρονται δὲ κατ’ οὐρανὸν τὰ θεῖα ἄστρα, ὥστε πᾶσα φορὰ τέλος L 39 τοῦ iterat Α)
709

Ταῦτα εἰπὼν δείκνυσιν ὅτι ὁ οὐρανὸς καὶ ὁ κόσμος εἷς ἐστιν. ἀναγκαῖον γὰρ ἦν τῷ δεδειχότι ὅτι τὸ πρῶτον αἴτιον ἐν ἐστι ζητεῖν, πότερον καὶ ἡ ὑπ’ αὐτοῦ παραγομένη καὶ ἀιδίως κινουμένη οὐσία μία ἐστὶν ἢ πολλαί. λέγει οὖν ὅτι εἰ μή ἐστιν εἷς ὁ κόσμος ἀλλὰ πλείους μὲν τῷ ἀριθμῷ ὡς Σωκράτης Πλάτων Καλλίας, εἷς δὲ τῷ εἴδει, ἔσονται καὶ ἄριστα καθ’ αὑτὰ καὶ κυρίως ἄριστα ὅσοι καὶ οἱ κόσμοι· τοῦ γὰρ ἑνὸς καὶ συνεχῶς καὶ ἀιδίως κινουμένου δέδεικται ὅτι ἓν τὸ κινητικόν· ὥστε ἔσονται αἱ πρῶται ἀρχαὶ καὶ τὰ κυρίως ἄριστα πλείω μὲν τῷ ἀριθμῷ εἴδει δὲ τὰ αὐτά. καθὸ γὰρ ζῷα καὶ καθὸ ἀίδια καὶ καθὸ ἄριστα οὐδὲν ἄν διαφέροιεν, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ Πλάτων’ καθὸ ἄνθρωποι· ὥστε ἔσονται ζῷα ἀίδια ἄριστα τῷ μὲν ἀριθμῷ πολλὰ τῷ δὲ εἴδει τὰ αὐτά. ἀλλὰ τὰ μὲν τῷ εἴδει τὰ αὐτὰ τῷ ἀριθμῷ δὲ ἕτερα παρὰ τῆς ὕλης τοῦτο ἔχει· ἡ γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης τοῦτο ἔχει, ἐπεὶ τά γε εἴδη αὐτῶν καθ’ ἅ εἰσιν ἄνθρωποι ἢ ἵπποι οὐδεμίαν ἔχει διαφοράν. ἀλλὰ μὴν τὸ πρῶτον καὶ ἄριστον ἄυλον καὶ ἐνέργεια ὂν ἐδείχθη· οὐκ ἄρα εἰσὶ πολλὰ ζῷα ἀίδια ἄριστα· ὥστε οὐδὲ κόσμοι πλείους. κατὰ δὲ τὴν λέξιν τὴν εἷς γὰρ λόγος καὶ ὁ αὐτὸς πολλῶν, οἷον ἀνθρώπου, τὸ εἷς ἀντὶ τοῦ ἕτερος γὰρ ὁ λόγος τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος· ὁ δὲ Σωκράτης εἷς, ἤτοι καὶ ὁ Σωκράτους καθὸ Σωκράτης ἕτερος. εἰ δὲ τοῦτο, εἴπερ εἰσὶ τὰ πρῶτα αἴτια πολλά, ἕτερος ἔσται ἑνὸς ἑκάστου αὐτῶν ὁ λόγος καθὸ ἄτομα καὶ μερικά· ὥστε καὶ σύνθετα ἔσται καὶ ἔνυλα, καὶ ἕτερος ὁ λόγος τοῦ κοινῶς κατηγορουμένου αὐτῶν εἴδους, ὅπερ ἀδύνατον. τὸ δὲ τὸ δὲ τί ἦν εἶναι οὐκ ἔχει ὕλην τὸ πρῶ|τον [*](685) ἀντὶ τοῦ τὸ δὲ πρῶτον τί ἦν εἶναι, ἤτοι τὸ πρῶτον εἶδος καὶ ὁ λόγος καὶ ἡ ἐνέργεια, αὐτό φημι τὸ ζῷον ἀίδιον ἄριστον, οὐκ ἔχει ὕλην.

[*](p. 1074a38)

Παραδέδοται δὲ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων ἐν μύθου σχήματι.

Δείξας ὅτι εἰσὶ θεοὶ καὶ τοσοῦτοι ὅσαι αἱ σφαῖραι, ἐξηρτημένοι τῆς θειοτάτης καὶ ἀρίστης οὐσίας καὶ ὑπ’ ἐκείνην ὄντες καὶ ἐκεῖθεν τὸ ἄριστοι εἶναί τε καὶ λέγεσθαι ἔχοντες, λέγει ὅτι οὐ μόνον ἡμεῖς ταύτην περὶ τούτων τὴν ἔννοιαν ἔχομεν, ἀλλὰ παρ’ ἁ τῶν ἀρχαίων καὶ παμπαλαίων παρειλήφαμεν ἐν μύθου σχήματι ὅτι εἰσὶ θεοί, οὐχ ἑτέρους τινὰς διὰ τῶν μύθων αἰνιττόμενοι, ἀλλὰ τούτους οὓς ἡμεῖς φαμεν. εἰσὶν οὖν θεοὶ καὶ θεῖον πλῆθος περιέχον τὴν ὅλην φύσιν καὶ τὸν ἅπαντα κόσμον· οὐ σωματικῶς δὲ περιέχει ὡς ὁ μέδιμνος τοὺς ἐν αὐτῷ πυρούς (ἀμερὲς γὰρ πᾶν τὸ θεῖον), ἀλλ’ ὡς κυβερνῶν καὶ ἀγαθῦνον καὶ τὴν ὡς ἔχει τάξιν καὶ εὐκοσμίαν ἀεὶ παράγον. εἰπὼν δὲ ὅτι ἐν μύθου σχήματι καταλελειμμένα τὴν αἰτίαν τοῦ πῶς μυθικῶς περὶ θεῶν ἔλεγον ἐπάγει τὰ λοιπὰ μυθικῶς προῆκται πρὸς τὴν πειθὼ τῶν πολλῶν, δυνάμει λέγων ὅτι μόνον [*](13 ἡ γὰρ M: εἰ γὰρ AL 15. 16 ἐνέργει L: ἐνεργεία, Α 33 αἰνιττομένων coni. Bonitz)

710
τοῦτο σαφῶς ἀποφηνάμενοι, ὥς εἰσι θεοί, τὰ λοιπὰ ὅσα περὶ αὐτῶν εἶπον, οἷον ὅτι ὁ Κρόνος καὶ ἡ Ῥέα ἐγέννησε τὸν Δία καὶ τὰ λοιπά, μυθικῶς εἰρήκασι πρὸς τὸ πεῖσαι τοὺς πολλοὺς καὶ πρὸς τὸ χρῆσθαι νόμοις, καὶ ὅλως πρὸς τὸ συμφέρον τοῦ ἀνθρωπείου βίου μυθικῶς ταῦτα ἀπεφήναντο. σοφοὶ γὰρ ὄντες καὶ γινώσκοντες ὅτι αἱ πανηγύρεις καὶ τὰ συμπόσια ἐξημεροῖ τοὺς ἀνθρώπους καὶ ἑνοῖ καὶ φιλεῖν ἀλλήλους καὶ ὑπὲρ ἀλλήλων ἀποθνήσκειν ποιεῖ, ταῦτα δὲ συνίστησι τὰς πόλεις, τὸ δὲ μονοῦσθαι ἀποθηριοῖ καὶ διασχίζει καὶ ἀναιρεῖν ἀλλήλους παρασκευάζει, καὶ διὰ τοῦτο βουληθέντες συστῆσαι τὰς πανηγύρεις καὶ τὰ συμπόσια, μύθους ἐπλάσαντο, οἷον ὅτι τήμερον ὁ Ζεὺς ἐκ τῆς ‘Ρέας ἐγεννήθη, καὶ διὰ τοῦτο δεῖ πάντας ἀθροισθῆναι καὶ ἑορτάσαι τὴν γενέθλιον ἡμέραν τοῦ θεοῦ καὶ συνεστιαθῆναι. ἀλλὰ καὶ ἀνθρωποειδεῖς αὐτοὺς ποιήσαντες οὐδὲ τοῦτο μάτην πεποιήκεσαν ἀλλὰ πρὸς τὸ συμφέρον τῶν πολλῶν· βουλόμενοι γὰρ ἀποτρέψαι τοὺς ἀνθρώπους ἀπὸ τοῦ τύπτειν ἀλλήλους πεποιήκασι τοὺς θεοὺς ἀνθρωποειδεῖς, αἰνιττόμενοι διὰ τούτου ὅτι ὁ τύπτων ἄνθρωπον τὸ θεῖον εἶδος τύπτει καὶ περιυβρίζει. καὶ οὐ μόνον ἀνθρωποειδεῖς αὐτοὺς ποιοῦσιν, Μἀλλὰ πρὸς περισσοτέραν ὠφέλειαν τοῦ ἀνθρωπείου γένους ποιοῦσι τοὺς θεοὺς ὁμοίους καὶ τῶν ἄλλων ζῴων τισίν. ἐπειδὴ γὰρ ἡ τῶν Αἰγυπτίων χώρα πάνυ πολὺ πλῆθος ὄφεων ἀναδίδωσιν ὡς οὐδεμία ἄλλη βλάβη βλάπτον τοὺς ἐκεῖσε οἰκοῦντας, ὧν ἡ φύσις καὶ ὁ θεὸς προνοουμένη ἀνῆκε τὰς καλουμένας ἴβεις φονευτρίας τῶν ὄφεων, βουλόμενοι οἱ ἐκεῖσε σοφοὶ ἀποτρέψαι τοὺς Αἰγυπτίους τοῦ φονεύειν τὰς ἴβεις (ἐφόνευον γὰρ αὐτάς τινες, καὶ [*](686) ταῦτα σωτείρας οὔσας τοῦ τῶν Αἰγυπτίων γένους) τεθείκασι νόμον παρακελευόμενον μηδενὶ ἐξεῖναι Αἰγυπτίων φονεύειν ἶβιν. διὰ τί, φησίν· ὅτι οἱ θεοὶ οἷς ἄν φανεῖεν ἐν εἴδει ἴβεων φαίνονται. ὧν, φησὶν ὁ Ἀριστοτέλης, τούτων πάντων τῶν περὶ θεῶν μυθικῶς λεγομένων εἴ τις χωρίσας τὸ πρῶτον ῥηθὲν λάβοι, ὅτι ἃς ἡμεῖς πρώτας οὐσίας καὶ θεούς φαμεν, ταύτας καὶ ἐκεῖνοι θεοὺς ἐνόμιζον, θείως ἄν εἰρῆσθαι νομίσειεν. καὶ ὥσπερ κατὰ τὸ εἰκὸς πολλάκις ὑπὸ κατακλυσμῶν τεχνῶν καὶ ἐπιστημῶν φθαρεισῶν λείψανά τινα κατελείπετο, ἐξ ὧν πάλιν ὡς δυνατὸν αἱ τέχναι καὶ ἐπιστῆμαι εὕρηνται οὕτω καὶ τῆς δόξης, ἣν εἶχον περὶ τῶν θεῶν οἱ παμπάλαιοι ἄνθρωποι (εἶχον δὲ δόξαν ὅτι εἰσὶ θεοί), ταύτης δὴ τῆς δόξης μέχρι τοῦ νῦν περισώζεται λείψανά τινα. ἀλλ’ ἀπὸ τῶν τοιούτων, φησί, λειψάνων καὶ τῆς πατρίου ὑπολήψεως τοῦτο μόνον ἐστὶν ἡμῖν δῆλον, ὅτι καὶ ἐκεῖνοι θεοὺς εἶναι ᾤοντο.

Τὰ δὲ περὶ τὸν πολυτίμητον καὶ πρῶτον νοῦν ἔχει, φησί, τινὰς ἀπορίας. ὅτι μὲν γὰρ ὁ τοιοῦτος νοῦς τὸ θειότατον πάντων ἐστὶ καὶ τὸ ἄριστον φανερόν· πῶς δὲ ἔχον καὶ διάγον ἄριστόν ἐστιν ἔχει τινὰς δυσκολίας. καὶ δείκνυσιν ἐκ διαιρέσεως τὴν δυσκολίαν. πότερον, φησί, νοεῖ ἢ οὐ νοεῖ; εἰ γὰρ μὴ νοεῖ ἀλλ’ ἔχει ὡς ὁ καθεύδων, τί ἄν ἄλλο [*](9 ἀνεπλάσαντο L 23 σωτείρας Μ: σωτῆρας AL 26 θεοὺς L 27 λάβοι M: om. AL 28 καὶ ἐκεῖνοι L: καὶ οἱ ἐκεῖνοι A ἂν L: om. Α 29 κατακλυσμοῦ L 31 ἐπιστῆμαι εὕρηνται M: post ἐπιστῆμαι add. κατὰ τὸ δυνατὸν AL 32 δὴ L: om. A)

711
σεμνότερον ἔχοι; εἰ δὲ νοεῖ, πότερον ὅλος ὁ νοῦς καὶ καθ’ ὅλον ἑαυτὸν νοεῖ, ἢ μέρος τι αὐτοῦ νοεῖ μέρος δὲ οὐ νοεῖ; ὥσπερ ἐπὶ τῆς τοῦ ἀνθρώπου ἔχει ψυχῆς· αὕτη γὰρ οὐχ ὅλη νοεῖ ἀλλὰ μέρος αὐτῆς ὁ καλούμενος νοῦς. εἰ οὖν οὕτω νοεῖ, οὐκ ἔστιν ὅλη ἡ οὐσία αὐτοῦ ἀρίστη, ἀλλ’ ἐκεῖνο καθ’ ὃ νοεῖ, ὥσπερ οὐδὲ ἡ τοῦ ἀνθρώπου πᾶσα ψυχὴ τιμία, ἀλλ’ ὁ νοῦς καὶ τὸ λογικὸν μέρος καθ’ ὃ καὶ νοοῦμεν. ἀλλ’ ἄτοπον τὸ μὴ πᾶσαν αὐτοῦ τὴν οὐσίαν ἀρίστην εἶναι. εἴτε νοεῖ, φησί, τούτου δὲ ἄλλο κύριον, τουτέστιν, εἴτε νοεῖ, μὴ ὅλη δὲ ἡ οὐσία αὐτοῦ νοῦς ἐστιν, ἀλλὰ πότου ἤτοι τοῦ νοεῖν ἄλλο ἐστὶ κύριον, ὥσπερ καὶ ἐφ’ ἡμῖν (οὐ γὰρ ἡ ψυχὴ αἰτία καὶ κυρία τοῦ νοεῖν ἡμᾶς ἀλλ’ ὁ νοῦς), εἰ δὴ ἄλλο ἐστὶ τὸ κύριον τοῦ νοεῖν τὸν νοῦν (οὐ γάρ ἐστι τοῦτο αὐτοῦ ἡ οὐσία ἡ νόησις, τουτέστιν ’στιν οὐ γὰρ ἐνδέχεται εἶναι τὴν οὐσίαν αὐτοῦ νόησιν καὶ νοῦν, εἴπερ μὴ ὅλη ἡ οὐσία αὐτοῦ νοεῖ, ἀλλὰ μέρος τι), οὐκ ἄν εἴη ἡ οὐσία αὐτοῦ ἡ ἀρίστη, ἀλλ’ ἐκεῖνο ἔσται τὸ ἄριστον καθ’ ὃ νοεῖ. καὶ ἔ ’στιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη. εἰ μηθὲν νοεῖ ὁ νοῦς, τί ἄν ἄλλο σεμνότερον ἔχοι· οὐθὲν γάρ ἐστι σεμνότερον νοήσεως καὶ θεωρίας. εἰ δὲ νοεῖ μέν, μὴ ἔστι δὲ ἡ ὅλη οὐσία αὐτοῦ νόησις καὶ νοῦς, ἀλλὰ τοῦ | νοεῖν αὐτὸν [*](687) ἄλλο ἐστὶ κύριον (οὐδὲ γὰρ ἐνδέχεται πᾶσαν τὴν οὐσίαν αὐτοῦ νοῦν εἴπερ μὴ ὅλος νοεῖ ἀλλὰ κατά τι), εἰ δὴ ταῦθ’ οὕτως ἔχει, οὐκ ἄν εἴη ὁ πρῶτος νοῦς ἡ ἀρίστη οὐσία, ὅπερ ἀδύνατον. ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησε, τοῦτο δὲ ἦν τὸ μὴ ὅλον νοεῖν καὶ ὅλην τὴν οὐσίαν αὐτοῦ νοῦν εἶναι. ἔτι, φησίν, εἰ ὅλη αὐτοῦ ἡ οὐσία, ὡς δέδεικται, νοεῖ καὶ ἔστιν ἢ νοῦς ἢ νόησις, τί νοεῖ; ἢ γὰρ αὐτὸς ἑαυτὸν νοεῖ ἢ ἕτερόν τι. καὶ εἰ ἕτερον, ἢ ἀεὶ τὸ αὐτὸ νοεῖ, ἢ νῦν μὲν ἕτερον ἄλλοτε δὲ ἄλλο· καὶ εἰ ἄλλοτε ἄλλο, πότερον πάντα ἀγαθά ἐστιν ἃ κατ’ ἄλλους καὶ ἄλλους χρόνους νοεῖ, ἡ δεῖ τίθεσθαι ὅτι καὶ τὰ τυχόντα καὶ φαῦλα νοεῖ, καὶ οὐδὲν διαφέρει εἴτε φαῦλα νοεῖ εἴτε καὶ τἀναντία τούτοις; δεῖ οὖν ταῦτα τίθεσθαι, ἢ χρὴ λέγειν ὅτι ὥσπερ ἐφ’ ἡμῖν ἄτοπόν ἐστι καὶ οὐθεὶς εὖ ζῶν ἀνέξεται διανοεῖσθαι περί τινων, οἷον περὶ τρόπου πορνείας πῶς ἄν εὖ πορνεύσειεν, οὕτως ἀσεβέστατόν ἐστι τὸ λέγειν ὅτι διανοεῖται ἡ θειοτάτη καὶ ἀρίστη οὐσία φαῦλα καὶ τὰ τυχόντα. δῆλον οὖν ὅτι οὐδὲν φαῦλον νοεῖ, ἀλλὰ τὸ θειότατον καὶ τιμιώτατον νοεῖ. θειότατον δὲ καὶ τιμιώτατον αὐτός ἐστιν ὁ νοῦς· ἑαυτὸν ἄρα νοεῖ, καὶ οὐ μεταβάλλει ἐκ τοῦ ἑαυτὸν νοεῖν εἰς τὸ καὶ ἕτερόν τι νοῆσαι. εἰ γὰρ μεταβάλῃ ἐκ τῆς ἑαυτοῦ περιωπῆς, ἢ κρεῖττόν τι πάντως νοήσει ἢ χεῖρον· οὐκ ἔστι δὲ κρεῖταὐτοῦ αὐτοῦ τι· λείπεται δὴ τὸ χεῖρον. κίνησις δὲ τοῦτο καὶ ἔκστασις τῆς ἑαυτοῦ ἀρίστης διαγωγῆς. πίστις δὲ τούτου ἐκ τῶν τοῖς ἀνθρώποις συμβαινόντων. οἱ γὰρ ἀγαθοὶ ἄνθρωποι ὅταν φαῦλα νοὤσι, χείρονες ἑαυτῶν ἐκ τῆς τοιαύτης νοήσεως γίνονται· τούτου δὲ πίστις ὅτι μεταμέλονται, μεταμέλεται δέ τις ὅταν κακὸς γένηται. εἰπὼν δὲ ἀνωτέρω ὅτι ἡ ούσία [*](1 ὁ M: om. AL καὶ L: om. Α 5 πᾶσα L: om. Α A 10. 11 τὸ κύριον L: τὸ om. A 18 ἐστὶ M: ἔσται AL 19 ὅλος scripsi: ὅλως libri 36 ἔκστασις L: ἔκτασις A 37 ἑαυτοῦ AL: αὐτοῦ c. S Bonitz 38 νοῶσι M: νοῶμεν AL)
712
αὐτοῦ νοῦς ἐστι καὶ νόησις, νῦν αὐτὸ κατασκευάζει λέγων πρῶτον μὲν οὖν εἰ μὴ νόησις καὶ νοῦς ἐστιν ἡ οὐσία αὐτοῦ καὶ ἐν τούτῳ οὐσίωται, ἐν τῷ νοῦς καὶ νόησις εἶναι, ἀλλὰ δύναμις νοὸς καθ’ ἣν ὁ νοῦς δύναται νοεῖν (ἄλλο γὰρ νοῦς καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, ὥσπερ ἄλλο μὲν τὸ χρῶμα καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, καθ’ ἣν ὁρᾶσθαι δύναται), εἰ οὖν ἐστι δύναμις νοός, δέδεικται δὲ ὅτι συνεχῶς καὶ ἀεὶ νοεῖ, ἐπίπονον ἔσται τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ. εἰ μὲν γὰρ ἐν τῷ εἶναι νοῦς καὶ νόησις οὐσίωται, οὐκ ἔσται ἐπίπονον τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ, ὥσπερ οὐδὲ τῷ ἀνθρώπῳ ἐπίπονόν ἐστι τὸ εἶναι ἄνθρωπον, ὅτι ἐν τῷ εἶναι ἄνθρωπος οὐσίωται· ἀλλ’ ἔστιν ἐπίπονον τῷ ἀνθρώπῳ τὸ συνεχῶς βαδίζειν διὰ τὸ μὴ ἐν τῷ βαδίζειν οὐσιῶσθαι. ὡς οὖν ἐπὶ τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπὶ τοῦ πρώτου νοῦ ἕξει, καὶ οὐκ ἔσται ἐπίπονον αὐτῷ τὸ συνεχὲς τῆς νοήσεως, εἰ νοῦς ἔστι καὶ νόησις. ἀλλὰ πῶς τῷ ἡμετέρῳ | νῷ οὐσιωμένῳ [*](688) ὄντι ἐν τῷ νοῦς εἶναι ἐπίπονόν ἐστι τὸ συνεχὲς τῆς νοήσεως; ἢ οὐκ ἔστιν ὁ ἡμέτερος νοῦς ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ ὡς ἐκεῖνος, ἀλλὰ δυνάμει. πρῶτον μὲν οὖν, φησίν, εἰ μὴ νοῦς ἐστιν ἀλλὰ δύναμις, ἐπίπονον ἕξει τὸ συνεχὲς τῆς νοήσεως. ἔπειτα οὐκ ἔσται αὐτὸς τὸ τίμιον, ἀλλ’ ἐκεῖνο ὃ νοῶν εἰς ἐνέργειαν ἀνάγεται δύναμις ὤν. τὸ γὰρ τελειοῦν καὶ εἰς ἐνέργειαν ἀνάγον τὸ δυνάμει τιμιώτερον τοῦ τελειουμένου. τὸ δὲ καὶ γὰρ νοεῖν καὶ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι οἶμαι ἐλλιπῶς ἀπηγγέλθαι ὥστε λείπειν τὸ ἔτι, ἵν’ ᾖ ἀρχὴ ἄλλου ἐπιχειρήματος, ὅτι τὸ πρῶτον αἴτιον οὐκ ἔστι δύναμις. ὥστε τὸ καὶ γὰρ κατ’ ἐμὴν γνώμην ἴσον ἐστὶ τῷ ἔτι, ὡς εἶναι τὸ πᾶν τοιοῦτον. ἔτι νοεῖν καὶ ἡ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι. πρόεισι δὲ ἡ δεῖξις ἐπὶ ἀξιώματι τῷ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις. εἴη ἄν οὖν λέγων ‘ἔτι εἰ μή ἐστιν ἡ οὐσία αὐτοῦ νόησις καὶ νοῦς ἀλλὰ δύναμις, ἡ δὲ αὐτὴ καὶ μία δύναμίς ἐστι τῶν ἐναντίων, τῷ πρώτῳ αἰτίῳ νοοῦντι τὰ κάλλιστα ὑπάρξει αὐτῷ ἡ νόησις ἤτοι καὶ τὸ νοεῖν τὰ χείριστα, ὅπερ ἄτοπον. ὥστε εἰ τὸ νοεῖν τὰ χείριστα φευκτόν (κρεῖττον γὰρ τὸ μὴ νοεῖν αὐτά, ὥσπερ καὶ τὸ μὴ ὁρᾶν τὰ αἰσχρότατα κρεῖττον τοῦ ὁρᾶν), ἐπεὶ οὖν ἐκ τοῦ λέγειν τὸ πρῶτον αἴτιον δύναμιν συνάγεται τὸ νοεῖν αὐτὸ τὰ φαῦλα, τοῦτο δὲ ἀσεβές, οὐκ ἄν εἴη ἡ πρώτη καὶ θειοτάτη καὶ ἀρίστη οὐσία δύναμις.’ τὸ γὰρ οὐκ ἂν εἴη τὸ θειότατον καὶ ἄριστον ἡ νόησις τὸ ἡ νόησις ἀντὶ τοῦ δύναμις νῦν εἴληπται. νοῦς ἄρα ἐστὶ καὶ οὐ δύναμις, καὶ νοεῖ ἑαυτὸν ὡς ἄριστον. εἰ δὴ νόησις ὢν ἑαυτόν, ἤτοι τὴν νόησιν, νοεῖ, καὶ ἔστιν ἡ νόησις νοήσεως, ἤτοι αὐτὸς τὸ νοοῦν αὐτὸς τὸ νοούμενον.

[*](p. 1074b35)

Φαίνεται δ’ ἀεὶ ἄλλου ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ ἡ δόξα καὶ ἡ διάνοια, ἑαυτῆς δὲ ἐν παρέργῳ.

εἰπὼν ὅτι τὸ ἄριστον καὶ θειότατον νόησίς ἐστιν, ἐπειδὴ ὡς ἔχει ἡ [*](7 et 8 αὐτῷ c. S Bonitz, cf. 12 et Metaph. p. 1074b29 8 οὐσίωτο e S coni. Bonitz 14 ὄντι omittendum coni. Bonitz 16 φησίν M: φασίν AL νοῦς LM: ὁ νοῦς Α 35 ἔσται e S coni. Bonitz)

713
αἴσθησις καὶ ἡ ἐπιστήμη πρὸς τὰ αἰσθητὰ καὶ ἐπιστητά, οὕτως ἀνάγκη ἔχειν καὶ τὴν νόησιν πρὸς τὰ νοητά, συνεῖδεν ἐκ τούτου ἔνστασιν δυναμένην λέγεσθαι πρὸς τὰ ῥηθέντα τοιαύτην. εἴπερ ἡ ἐπιστήμη ἑτέρου ἐστὶ καὶ οὐχ ἑαυτῆς ἡ γὰρ ἰατρικὴ ὑγιείας ἐστὶ καὶ οὐχ ἑαυτῆς· ἀεὶ γὰρ τὴν ὑγίειαν θεωρεῖ τίς ἐστι καὶ πῶς ἄν γένοιτο, κατὰ συμβεβηκὸς δὲ καὶ ποτὲ ἑαυτὴν θεωρεῖ, οἷον ὅτι ἰατρική ἐστι τέχνη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων), ὁμοίως καὶ ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστι καὶ ἡ δόξα τῶν δοξαστῶν. ὡς οὖν ἐπὶ τούτων, εἰ ἔστι καὶ τὸ θειότατον καὶ ἄριστον αἴτιον νόησις, ἑτέρου ἂν εἴη καὶ οὐχ ἑαυτοῦ. ταύτῃ τῇ ἀπορία ἐπισυνάπτει καὶ ἄλλην καὶ διὰ τῆς προτέρας λύει τὴν δευτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη. εἰ ἄλλο ἐστὶ τὸ νοεῖν καὶ ἄλλο τὸ νοεῖσθαι (νοεῖν μὲν γάρ ἐστι κατάληψις ἄπταιστος τοῦ νοητοῦ, νοεῖσθαι δὲ τὸ καταλαμβάνεσθαι τὸ νοούμενον ὑπὸ τοῦ νοοῦντος), ὁ δὲ πρῶτος νοῦς αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον, κατὰ πότερον αὐτῷ τὸ εὖ καὶ τὸ ἄριστον, κατὰ τὸ νοεῖν ἢ κατὰ τὸ νοεῖσθαι; οὐ γάρ ἐστι ταὐτὸν τὸ εἶναι νοήσει καὶ νοουμένῳ, τουτέστιν οὐκ ἔστι ταὐτὸν τὸ νοεῖν καὶ νοεῖσθαι, ὥστε συμβαίνει εἶναι εὔλογον τὴν ζήτησιν. ταῦτα εἰπὼν λύει τὴν προτέραν ἀπορίαν λέγων ἐπ’ ἐνίων ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ταὐτόν ἐστιν. ἡ γὰρ οἰκοδομικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τῆς οἰκίας εἶδος, καὶ ἡ ἰατρικὴ ὁμοίως τὸ τῆς ὑγείας εἶδος. εἰ δὲ τοῦτο, καὶ τὸ θειότατον καὶ ἄριστον εἰ ἔστι νόησις, ἡ αὐτὴ ἔσται τῷ νοουμένῳ. τὸ δὲ ἐπ’ ἐνίων πρόσκειται διὰ τὰ σύνθετα· οὐ γάρ ἐστιν ἡ οἰκοδομικὴ ἡ αὐτὴ πάσῃ οἰκίᾳ, οἷον τῇδε τῇ μερικῇ τῇ ἐκ λίθων καὶ ξύλων, ἀλλὰ τῷ εἴδει αὐτῆς τῷ χωρὶς ὕλης νοουμένῳ. ὥστε ἐκ τούτου λύεται καὶ ἡ δευτέρα ἀπορία, ἣν καὶ σιγῇ παρῆλθεν ὡς προφανοῦς οὔσης τῆς λύσεως αὐτῆς. εἰ γὰρ ἡ νόησις καὶ τὸ νοούμενον αὐτός ἐστιν ὁ πρῶτος νοῦς, κατ’ ἄμφω ὑπάρξει αὐτῷ τὸ εὖ, κατὰ τὸ νοεῖν καὶ κατὰ τὸ νοεῖσθαι. ἐπ’ ἐνίων οὖν, φησίν, ἡ ἐπιστήμη ἐστὶ τὸ πρᾶγμα καὶ τὸ ἐπιστητόν· καὶ ποῖόν ἐστι τὸ ἐπιστητὸν τὸ τῇ ἐπιστήμῃ ταὐτὸν ἐπάγει ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία, τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τὸ ἄνευ ὕλης ταὐτόν ἐστι τῇ ἐπιστήμῃ. ποιητικὰς δὲ ἐπιστήμας καταχρώμενος τῷ τῆς ἐπιστήμης ὀνόματι λέγει οἰκοδομικὴν καὶ τὰς ὁμοίας. ἐπὶ δὲ τῶν θεωρητικῶν, οἷον γεωμετρίας ἀριθμητικῆς καὶ τῶν τοιούτων, ὁ λόγος, καὶ τίς ἐστιν ὁ λόγος ἐπάγει, τὸ πρᾶγμα καὶ ἡ νόησις ταὐτόν ἐστιν. ἡ γὰρ νόησις τοῦ ὅτι ἐκλείπει ἡ σελήνη ἡ αὐτή ἐστι τῷ αἰτίῳ καθ’ ὃ ἡ ἔκλειψις γίνεται, τὸ δὲ αἴτιον τῆς ἐκλείψεως αὐτὴ ἡ ἔκλειψίς ἐστιν· ὥστε ἡ νόησις τῆς ἐκλείψεως ἡ αὐτή ἐστι τῇ ἐκλείψει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα ἐπάγει τὸ οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νοῦ, ὅσα μὴ ὕλην ἔχει, ταὐτὸν ἔσται, ἴσον λέγων τῷ ἐπὶ τῶν κυρίως νοητῶν, τῶν ἀύλων καὶ καθ’ αὑτὰ ὄντων ὁ νοῦς καὶ τὸ νοούμενον οὐχ ἕτερά ἐστιν ἀλλὰ ταὐτά· τὰ γὰρ κυρίως νοητά, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, νοῖ εἰσι καὶ οἱ νοῖ [*](10 ἄλλην M: ἄλλο Α: ἄλλος L 16. 17 συμβαίνει M: om. AL 41 ἐν τῆ Περὶ ψυχῆς] Γ 4—6)
714
νοητά. εἰ δὲ τοῦτο, καὶ ἡ νόησις τῷ νοουμένῳ μία, τουτέστιν ἡ αὐτή. τούτοις ἐπάγει καὶ ἄλλην ἀπορίαν λέγων

[*](p. 1075a5)

Ἕτι δὴ λείπεται ζητῆσαι εἰ τὸ νοούμενον δύνθετόν ἐστι· μεταβάλοι γὰρ ἄν ἐν τοῖς μέρεσι τοῦ ὅλου.

Καὶ εἴη ἄν λέγων, εἰ ἔστι τὸ νοούμενον πάν (καθόλου γὰρ ἐπὶ νοουμένου ἀκουστέον τοῦ λεγομένου) σύνθετον, οὐκ ἐν τῷ νῦν οὐδ’ ἐν ἀκαρεῖ χρόνου ὁ νοῦς νοήσει τὸ νοούμενον, ἀλλὰ μεταβάλοι ἄν ἐκ τοῦ νοεῖν τόδε εἰς τὸ νοεῖν τόδε τὸ μέρος αὐτοῦ, τοῦτο δὲ γενήσεται διὰ χρονικῆς παρατάσεως· ἐν ἄλλῳ γὰρ χρόνῳ τόδε | τὸ μέρος νοήσει καὶ ἐν [*](690) ἄλλῳ τόδε. καὶ λύει λέγων ὅτι πᾶν τὸ μὴ ἔχον ὕλην, οἷά ἐστι τὰ νοητά, ἀδιαίρετον καὶ ἀμερὲς καὶ οὐδέν ἐστιν αὐτῶν σύνθετον. πρὸς τούτοις λέγει καὶ πῶς ἑαυτὸν ὁ πρῶτος νοῦς νοεῖ, καὶ λέγει ὅτι οὐ διὰ χρόνου, ὡς φέρε εἰπεῖν ὅτι ἐν τῷδε μὲν τοῦ χρόνου μέρει τόδε τὸ μέρος αὐτοῦ νοεῖ. ἐν τῷδε δὲ τόδε (μεριστὸν γὰρ ἂν ἦν), ἀλλ’ ἀμερὴς ὢν ἐν ἀμερεῖ, εἰ θέμις λέγειν, τῷ νῦν τῷ ἀτόμῳ ἑαυτὸν νοεῖ· ὥσπερ γάρ, φησίν, ὁ ἀνθρώπινος νοῦς (ἢ εἴ τις μὴ βούλοιτο λέγειν ὅτι ὁ ἀνθρώπινος νοῦς, λεγέτω καθολικώτερον ὅτι ὁ τῶν συνθέτων νοῦς), ὥσπερ οὖν ὁ ἀνθρώπινος ἢ ὁ τῶν συνθέτων νοῦς ἔχει ἔν τινι χρόνῳ, οἷον ὅταν ἐνεργήσῃ καὶ τὸ τρισμακάριστον πάθος πάθῃ (τότε γὰρ ὁ ἀνθρώπινος νοῦς οὐκ ἐν τῳδὶ τοῦ χρόνου μέρει ἢ ἐν τῳδὶ τόδε ἢ τόδε τοῦ ἀρίστου νοεῖ καὶ ἐφάπτεται αὐτοῦ ὡς δυνατὸν ἐφάψασθαι αὐτοῦ· μεριστὸν γὰρ ἄν καὶ οὕτως ἦν τὸ πρῶτον αἴτιον· ἀλλὰ νοεῖ αὐτὸ ἐν ὅλῳ τινί, οἷον τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν), οὕτω τὸν ἅπαντα αἰῶνα ὁ πρῶτος νοῦς αὐτὸς ἑαυτὸν νοεῖ ἀμερῶς καὶ ἀχρόνως. εἴρηται δὲ διαρκῶς ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς πραγματείας πῶς ὁ κατ’ ἐνέργειαν νοῦς τὸ κυρίως νοεῖ νοητόν. οὐκ ἔχει οὖν, φησίν, ὁ ἀνθρώπινος νοῦς τὸ εὖ ἤτοι τὴν ἀρίστην διαγωγὴν ἤτοι τὴν νόησιν ἤτοι τὴν ἁφὴν καὶ θεωρίαν τοῦ ἀρίστου καὶ πρώτου νοῦ, ὑπάρχοντος δηλαδὴ τοῦ πρώτου νοῦ ἑτέρου παρὰ τὸν ἀνθρώπινον νοῦν, ταύτην δὴ τὴν ἀρίστην διαγωγὴν οὐκ ἔχει ὁ ἀνθρώπινος νοῦς ἐν χρόνῳ καὶ διὰ χρόνου, ἀλλ’ ἐν ὅλῳ τινί. λέγει δὲ ὅλον τι τὸ ἄτομον νῦν, ὃ πέρας μέν ἐστι χρόνου, οὐ χρόνος δέ. ἐπειδὴ γὰρ οἷον εἶδός ἐστι τοῦ ἀνθρωπίνου νοῦ ὁ θεῖος νοῦς, ὅταν αὐτοῦ ἅψασθαι δυνηθῇ, πᾶν δὲ εἶδος ἐν τῷ ἀτόμῳ νῦν ἐπιγίνεται, δῆλον ὅτι καὶ τῷ ἀνθρωπίνῳ νῷ ἐν τῷ αὐτῷ νῦν ἡ τοῦ πρώτου νοῦ γνῶσις καὶ ἁφὴ ἐπιγίνεται.

[*](p. 1075a11)

ἐπισκεπτέον δὲ καὶ ποτέρως ἔχει ἡ τοὐ ὅλου φύσις τὸ ἀγαθὸν καὶ τὸ ἄριστον.

Ὃ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἡ τοὐ ὅλου λέγων ὅλον τὸν κόσμον [*](24. 25 ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς πρ.] Γ 6)

715
τοῦτον τὸν αἰσθητόν) φύσις ἀγαθὴ καὶ ἀρίστη ἐστί, πότερον τὸ αἴτιον, καθ’ ὃ ὅδε ὁ κόσμος ἀγαθὸς καὶ ἄριστός ἐστιν, ἕτερόν τι καὶ οὐσίαν τινὰ καὶ φύσιν καθ’ αὑτὴν οὖσαν χρὴ λέγειν, ἢ αὐτὴν τὴν τάξιν καθ’ ἣν τέτακται. ὥστε εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦδε τοῦ κόσμου τὴν τάξιν αὐτοῦ. καὶ ἀποκρίνεται λέγων ἢ ἀμφοτέρως. δεῖ γὰρ λέγειν ὅτι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦ παντὸς διττόν ἐστιν, ἥ τε τάξις αὐτοῦ (ἔχει γὰρ καὶ δι’ αὐτὴν τὸ ἀγαθὸν καὶ τὸ ἄριστον) καὶ ὁ πρῶτος νοῦς· ἔχει γὰρ καὶ δι’ αὐτὸν καὶ μάλιστα τὸ καλὸν καὶ ἄριστον. καὶ σαφηνίζει προθύμως δι’ ὑποδείγματος τὸ λε|γόμενον. ὥσπερ γάρ, φησί, τὸ στράτευμα ἔχει [*](691) καὶ ἐν τῇ τάξει τὸ εὖ καὶ ἔστιν αὐτῷ ἀγαθὸν καὶ ἄριστον ἡ τοιάδε τάξις, ἔστι δὲ τῷ στρατεύματι εὖ καὶ ἀγαθὸν καὶ ὁ στρατηγός, καὶ μᾶλλον οὗτός ἐστι τὸ εὖ (διὰ γὰρ τὸν στρατηγόν ἐστι καὶ ἡ τοῦ τάξις, ἀλλ’ οὐ διὰ τὴν τάξιν ὁ στρατηγός) οὕτως ἐστὶ τῷ παντὶ τὸ εὖ καὶ τὸ ἀγαθὸν καὶ ἄριστον καὶ διὰ τὴν τάξιν, ἔστι δὲ καὶ διὰ τὸν πρῶτον νοῦν, δι’ ὅν ἐστι καὶ ἡ τάξις τοῦ παντός. ταῦτα εἰπὼν θεοφιλῶς καὶ φιλοσόφως λέγει ὅτι οὐδὲν τῶν ὄντων μάτην ἐστὶν ἀλλὰ πάντα συντέτακται καὶ συντελεῖ, εἰ καὶ ἡμῖν πολλὰ ἀγνοεῖται, πρὸς ἑνὸς κόσμου συμπλήρωσιν καὶ ἀπαρτισμὸν καὶ τὸ καλὸν αὐτοῦ καὶ ἄριστον καὶ εὖ. καὶ τίνα ἐστὶ τὰ συντεταγμένα πρὸς τὴν τοῦ ὅλου συμπλήρωσιν, καταλέγει, πτηνὰ πλωτὰ φυτὰ καὶ τὰ λοιπά. ἀλλ’ εἰ καὶ πάντα πάντως συντελεῖ, ἀλλ’ οὐχ ὁμοίως ἅπαντα, ἀλλὰ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. τάχα δὲ εἰ καὶ τὰ μὲν αὐτῶν μέγιστα συμβάλλεται τὰ δ’ ὀλίγον εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἀλλ’ οὐχ οὕτως ἔχει ὥστε μὴ εἶναι θατέρου πρὸς θάτερον κοινωνίαν, ἀλλ’ ἔστι πᾶσι κοινόν τι, ἢ καὶ τὸ ὑποκείμενον καὶ τὸ σχῆμα ἢ τὸ ὑποκείμενον μόνον ἡ οὔτε τὸ ὑποκείμενον οὕτε τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα. τὰ μὲν γὰρ ἄφθαρτα καὶ θεῖα σώματα τοῖς ἐν γενέσει οὔτε κατὰ τὸ ὑποκείμενον οὔτε κάτα τὸ ἄημα ἢ τὸ εἶδος κοινώνει, ἀλλ’ ἴσως κατὰ τὸ λαμπρόν, εἰ καὶ μὴ παντελῶς ὅμοιον τὸ ἐκείνων λαμπρὸν τοῖς ἐν γενέσει εὑρισκομένοις λαμπροῖς· ἀλλήλοις δὲ κοινωνεῖ καὶ τῷ εἴδει καὶ τῷ ὑποκειμένῳ. τὰ δὲ ἐν γενέσει τινὰ μέν τισι καὶ κατὰ τὴν προσεχῆ αὐτοῖς ὕλην κοινωνεῖ, πάντα δὲ πᾶσι κατὰ τὴν ἀνείδεον. ταῦτα οὖν, ὡς εἴρηται. πρὸς ἕν τι καὶ μίαν τὴν τοῦ ὅλου φύσιν τε καὶ συμπλήρωσιν συντέτακται, ἀλλ’ οὐχ ὁμοίως πάντα· ἀλλ’ ὥσπερ ἐν οἰκίᾳ ἤτοι ἐν πολιτείᾳ τοῖς μὲν ἐλευθέροις οὐδαμῶς ἔξεστι καὶ ἐφεῖται καὶ δέδοται τόδε μὲν πράπειν τόδε δὲ μή, ἀλλ’ ἔξεστιν αὐτοῖς καὶ ἰατρεύειν καὶ στρατεύεσθαι καὶ ἁπλῶς πάντα πράττειν, ὅσα κυρίως εἰς τὴν τῆς πόλεως σύστασιν συμβάλλεται, ἢ εἰ καὶ μὴ πάντα (εἰσὶ γάρ τινα οἷον στενωπῶν καὶ τὰ τοιαῦτα, ἃ οὐκ ἂν πράξαιεν οἱ ἐλεύθεροι), ἀλλ’ οὖν τά γε πλεῖστα ἔξεστιν αὐτοῖς ποιεῖν, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις ἤτοι τοῖς ἀλόγοις ζῴοις καὶ μικρὰ τὰ ὑπ’ αὐτῶν πραττόμενα καὶ μικρὰ συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν, τὸν δὲ πλείονα χρόνον ὅ τι ἔτυχε [*](7 νοῦς L: νοῦς ἐστίν Α 11 τῷ] τὸ L 22 μέγιστα L: μάλιστα Α 40 τοῖς M: om. AL)
716
πράττουσι, τουτέστιν ὀλίγον χρόνον καὶ ὀλίγον συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν τὰ ὑπ’ αὐτῶν πραττόμενα, τὸν δὲ πλείονα χρόνον πράττουσι μέν, ἀλλ’ οὐδὲν ὧν πράττουσι πρὸς πόλεως σύστασιν ὠφελεῖ (οὐ γὰρ ἐξῆν τότε τοῖς δούλοις ἢ στρατεύεσθαι ἢ νόμους μετέρχεσθαι ἢ φιλοσοφεῖν ἢ ἄλλο τι τῶν μεγάλως πρὸς πολιτείας σύστασιν συντεινόντων πράττειν, ἀλλ’ ἢ ξυλοτομεῖν ἢ | μαγειρεύειν ἢ ἄλλο τι τοιοῦτον ποιεῖν), ὡς οὗν ἐπὶ τούτων, [*](692) οὕτω καὶ ἐπὶ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντεινόντων ἔχει, καὶ τινὰ μὲν πρὸς τὴν τοῦ ὅλου φύσιν τε καὶ σύστασιν συντείνει μέγιστα, τινὰ δ’ ἧττον. λαβὼν οὖν εἰς ὑπόδειγμα τὴν πολιτείαν ἀπὸ ταύτης μετάγει τὸν λόγον ἐπὶ τὴν τοῦ ὅλου φύσιν καὶ λέγει τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν ἡ φύσις ἐστί, τουτέστιν ἡ φύσις καὶ ἡ ἀρχὴ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντελούντων. καὶ οὐ λέγει περὶ πάντων ἁπλῶς νῦν, ἀλλὰ περὶ τῶν ἐν γενέσει ὄντων καὶ φθορᾷ. ἡ φύσις οὖν καὶ ἡ ἀρχὴ τούτων τοιαύτη· καὶ ποδαπή, ἐπάγει, λέγω δ’ οἷον εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τουτέσιιν ἀνάγκη ἅπασι τοῖς ἐν γενέσει περὶ γὰρ τούτων νῦν, ὡς εἴρηται. λέγει) ἐλθεῖν εἰς τὸ διακριθῆναι, ἤτοι ἄλλο ἐξ ἄλλου γενέσθαι· εἰς τοῦτο γὰρ συνῆλθεν ἡ φύσις τῶν ἐν γενέσει, καὶ τοῦτο αὐτοῖς κοινόν, τὸ γίνεσθαι πάντα ἐκ πάντων, ἐκ στοιχείων σύνθετα καὶ ἐκ συνθέτων στοιχεῖα ἄλλον τρόπον· ὥστε δῆλον ὅτι τὰ ἐν γενέσει ἅπαντα κοινὸν ἔχουσι τὸ ἐξ ἀλλήλων γίνεσθαι. εἰπὼν δὲ ὅτι τὰ ἐν γενέσει πάντα κοινωνεῖ κατὰ τὴν ὕλην καὶ τὸ γίνεσθαι ἐξ ἀλλήλων, ἐπάγει καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον, του· οὐ μόνον κατὰ τὸ γίνεσθαι ἐξ ἀλλήλων κοινωνεῖ εἰς συμπλήρωσιν τοῦ ὅλου, ἀλλὰ καὶ κατὰ ἄλλα, οἷον χρώματα σχήματα μεγέθη. ταῦτα γὰρ πάντα συντελεῖ εἰς τὴν τοῦ ὅλου φύσιν· οὐδὲν γὰρ αἰσθητὸν χωρὶς μεγέθους καὶ σχήματός ἐστιν. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν τὸ παρὸν ἐξηγεῖτο χωρίον. μήποτε δὲ τὸ εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τὸ ἅπασιν οὐκ ἐπὶ τῶν ἐν γενέσει μόνον ἀκούειν δεῖ, ἀλλ’ ἐπὶ πάντων, καὶ αὐτῶν φημι τῶν κυκλοφορητικῶν καὶ θείων σωμάτων, ἵν’ ᾖ τὸ λεγόμενον ‘ἀνάγκη ἅπασι καὶ τοῖς ἐν γενέσει καὶ τοῖς κυκλοφορητικοῖς ἐλθεῖν εἰς τὸ διακριθῆναι ἤτοι συστῆναι τὸν ὅλον κόσμον’, ἵν’ ᾖ τὸ διακριθῆναι ἀντὶ τοῦ συστῆναι. οὕτως γὰρ Ἀναξαγόρας ἔλεγεν ὅτι διακρίνας ὁ νοῦς ἀπ’ ἀλλήλων τὰς ὁμοιομερείας συνέστησε τὸ πᾶν. τὸ δὲ καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον συνεχὲς ἂν εἴη τῷ περὶ τῆς πολιτείας ὑποδείγματι, ὡς εἰ ἔλεγεν ‘ὥσπερ ἐπὶ τῇ τῆς πολιτείας συστάσει πάντα κοινωνεῖ ἀλλήλοις. οὕτως εἰσὶ καὶ ἄλλα τινὰ κοινωνοῦντα καὶ βοηθοῦντα ἀλλήλοις εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, οἷον ἐπὶ τῆς οἰκίας οἱ μὲν οἰκοδομοῦσιν, οἱ δὲ διακομίζουσι τὸν πηλόν, οἱ δὲ λεαίνουσι τὰ ξύλα, πάντες δὲ πάντα ταῦτα διὰ τὴν τῆς οἰκίας ποιοῦσιν ὁλότητα.’

[*](6 μαγειρεύειν LM: μαγαρεύειν Α οὖν Μ: om. AL 17 γίνεσθαι L 24 κτὰ ἄλλα L: κατὰ τὰ ἄνα Α 34 συνεχὲς ἄν εἴη Μ: ἶν’ ᾖ συνεχὲς AL)
717
[*](p. 1075a25)

Ὅσα δὲ ἀδύνατα ἢ ἄτοπα συμβαίνει τοῖς ἄλλως λέγουσιν ἕως τοῦ δεῖ μὴ λανθάνειν.

εἰπὼν τὰ δοκοῦντα αὐτῷ νῦν ἁ ἐν ταῖς ἄλλαις ἁπάσαις αὐτοῦ πραγματείαις εἴρηκε τοὺς ἄλλους λέγειν συντόμως ἐκτίθεται, λέγων | δεῖ μὴ [*](693) λανθάνειν ὅσα ἄτοπα καὶ ἀδύνατα συμβαίνει τοῖς ἄλλως ἢ ὡς ἡμεῖς λέγομεν εἰποῦσι. καὶ τίνα τὰ ὑπ’ ἐκείνων λεγόμενα ἐκτίθεται. πάντες γάρ, φησίν, ἐξ ἐναντίων ποιοῦσι πάντα, οὔτε τὸ πάντα γεγενῆσθαι λέγοντες ὀρθῶς (οὐ γὰρ πάντα γέγονεν) οὔτε τὸ ἐξ ἐναντίων (οὐ εἰσι πᾶσιν ἐναντία· τῷ γὰρ κυκλοφορητικῷ σώματι οὐδέν ἐστιν ἐναντίον)· ὥστε, ᾗ μὲν τινὰ γέγονε τινὰ δὲ οὐ γέγονεν, οὗτοι δὲ πάντα γενέσθαι ἔλεγον, οὐκ ὀρθῶς ὑπελάμβανον· ὁμοίως ἐπεὶ τισὶ μέν εἰσιν ἐναντία τισὶ δὲ οὐκ ἔστι, πᾶσι δ’ ἀπεφαίνοντο ὡς ἔστιν ἐναντιότης, ἐσφάλλοντο. ἀλλὰ καὶ ὅσοις ἐστὶν ἐναντίον πῶς ἐκ τοῦ ἐναντίου τὰ ἐναντία γίνεται οὐ λέγουσιν· οὐ γὰρ γίνεται ἡ λευκότης μελανία οὐδὲ πάσχει ὅλως ἡ λευκότης ὑπὸ τῆς μελανίας. ἡμῖν δέ, φησί, λύεται αὕτη ἡ ζήτησις ὑποθεμένοις τρίτον ὑποκείμενον τὴν ὕλην. οἱ δέ, ὥσπερ ὁ Πλάτων’, τὸ ἕτερον τῶν ἐναντίων ἐποίουν ὑποκείμενον τῷ ἑτέρῳ· τὸ γὰρ κακὸν καὶ τὸ ἄνισον (ἔλεγε δὲ διὰ τοῦ κακοῦ καὶ ἀνίσου τὴν ὕλην) ὑποκείμενον ἐποίει τῷ τῶν ἐναντίων τῷ ἀγαθῷ καὶ ἴσῳ, διὰ τοῦ ἀγαθοῦ καὶ ἴσου πάλιν τὸ εἶδος αἰνιττόμενος. ἐπεὶ δὲ ὁ Πλάτων’ τὴν ὕλην ποτὲ μὲν κακὸν ἐκάλει ποτὲ δὲ ἄνισον καὶ ἄλλοτε πολλά, ὁμοίως καὶ τὸ εἶδος ὁτὲ μὲν ἀγαθὸν ὁτὲ δὲ ἴσον καὶ ἄλλοτε ἕν, εἰπὼν ὅτι τὸ ἄνισον ὑποκείμενον ποιοῦσι τῶ ἴσω, ἐπήγαγεν ἢ τῷ ἑνὶ τὰ πολλά. ἀλλ’ οὐδὲ οὗτοι, φησίν, εἰρήκασι τὸν τρόπον, καθ’ ὃν τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπόκειται. ἐγκαλεῖ δὲ αὐτοῖς ὅτι τὴν ὕλην ἔλεγον ἐναντίον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντίον τῷ εἴδει, ἥτις καὶ συνυπάρχει αὐτῷ, ἀλλ’ ἡ στέρησις. ὥστε τὸ μὲν τὴν ὕλην λέγειν ὑποκείμενον τῷ εἴδει καλῶς λέγεται αὐτοῖς, τὸ δὲ λέγειν ἐναντίον τῷ εἴδει, οὐ καλῶς· τὰ γὰρ ἐναντία οὐδέποτε συνυπάρχειν δύναται. ἐπειδὴ δὲ καὶ ὁ Ἀριστοτέλης καὶ μᾶλλον καὶ μάλιστα τὴν ὕλην ὑποκείμενόν φησιν, ὥσπερ ἀπολογούμενος ὑπὲρ ἑαυτοῦ λέγει, ἀλλ’ ἡ μῖν λύεται τὸ τοιοῦτον ἄτοπον· εἰ γὰρ καὶ ὑποκείμενον λέγομεν τὴν ὕλην, ἀλλ’ οὐδενὶ αὐτήν φαμεν ἐναντίαν, ἀλλὰ τὰ χάριν αὐτῆς μαχόμενα τὸ εἶδος καὶ τὴν στέρησιν. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα ὧδε καὶ γὰρ ἡ ὕλη ἡ μία· καὶ εἴη ἄν λέγων ‘καὶ γὰρ ἡ ὕλη ἡ πρώτη οὐδενί ἐστιν ἐναντία ἄποιος γάρ ἐστιν), ἡ γῆ δὲ καὶ τὸ πῦρ καὶ τὰ μεταξύ, ἅπερ εἰσὶ προσεχεστέρα ὕλη, ἔχει πρὸς ἄλληλα ἐναντίωσιν.’

Ἔτι, φησίν, εἰ ὑπόκειται τὸ κακὸν καὶ πάντα ἐστὶν ἐκ τοῦ κακοῦ, πάντα μεθέξει τοῦ κακοῦ καὶ οὐδὲν ἔσται ἀγαθὸν πλὴν τοῦ ἑνός, ὃ καθ’ αὑτὸ εἶναι ἔλεγον. ἀλλ’ οἱ μὲν περὶ Πλάτωνα ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ [*](2 ἕως τοῦ M: om AL 12 ἀπεφαίνοντο LM: ὑπεφαίνοντο Α 21 ὁτὲ—ὁτὲ M: οὗτε—οὔτε AL 27 ἐναντίαν L 29 καὶ μᾶλλον om. L 32 τὰ LM: τὴν Α)

718
κακὸν ἐτίθεντο, οἱ δὲ ἄλλοι, οἷον οἱ Πυθαγόρειοι, ἐνίστανται φάσκοντες ὅτι τὸ ἀγαθὸν οὐκ ἔστιν ἀρχή· καὶ πῶς οἱ Πυθαγόρειοι τὸ ἀγαθὸν καὶ ἄριστον ἀρχὴν εἶναι οὐκ ἐβούλοντο, εἴρηται ἐν | τῷ παρόντι βιβλίῳ ἐξηγουμένοις [*](694) τὴν λέξιν τὴν “ὅσοι δὲ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κά·λλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι.” ἄλλοι δέ, φησί, τὸ ἀγαθὸν λέγοντες ἀρχὴν ὀρθῶς λέγουσιν, ἀλλ’ ἀρχὴν λέγοντες τὸ ἀγαθὸν οὐ διορίζουσιν εἴτε ὡς τελικὸν εἴτε ὡς ποιητικὸν εἴτε ὡς εἰδικὸν αὐτό φασιν. ἐγκαλεῖ δὲ καὶ τῷ Ἐμπεδοκλεῖ ἀτόπως τὴν φιλίαν ἀρχὴν τιθεμένῳ. συναγωγὸν γὰρ λέγων τὴν φιλίαν καὶ ποιητικὸν τοῦ σφαίρου φαίνεται ὅτι ποιητικὸν εἶναι αἴτιον αὐτὴν βούλεται· πάλιν δὲ μέρος αὐτὴν ποιῶν τοῦ μίγματος καὶ τοῦ σφαίρου ἐμφαίνει ὅτι ὑλικὸν εἶναι αὐτὴν αἴτιον ἀποδέχεται. τοῦτο θεὶς λέγει, εἰ καὶ συγχωρήσομεν τὴν φιλίαν τῷ ὑποκειμένῳ εἶναι καὶ ὡς ὅλην καὶ ὡς κινοῦν, ἀλλὰ τῷ γε λόγῳ διαφέροι ὔ πάντως. εἰ δὲ τοῦτο, πότερον διότι κινεῖ ἐστι φιλία ἢ διότι ἐστὶν ὕλη; ἔδει οὖν λέγειν κατὰ τί αὐτῇ τὸ φιλίᾳ εἶναί ἐστιν. ἄλλως τε εἰ ἐστιν ἡ φιλία, ὡς Ἐμπεδοκλῆς βούλεται, τὸ ἀγαθόν, τὸ νεῖκος ἔσται κακόν· εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ· εἰ δὲ τοῦτο, πῶς οἷόν τε λέγειν ἄφθαρτον τὸ νεῖκος; ὅταν γὰρ ἡ φιλία συνελθοῦσα μετὰ τῶν πάντων ποιήσῃ τὸν σφαῖρον, ἀναγκαῖον τὸ νεῖκος φθείρεσθαι. οὐ γὰρ ἅμα ἔσται τὸ νεῖκος καὶ ἡ φιλία. ψεῦδος ἄρα ὅτι τὸ νεῖκος ἄφθαρτόν ἐστιν ὡς Ἐμπεδοκλῆς ἀποδέχεται. Ἀναξαγόρας δὲ ἀρχὴν κινητικὴν τὸ ἀγαθὸν ἤτοι τὸν νοῦν ἐτίθετο. ἀλλ’ ἐπεὶ τὸ κινοῦν ἕνεκά τινος κινεῖ, ἔσται τι οὗ ἕνεκα ὁ νοῦς κινεῖ, καὶ τί ἐστι τοῦτο λεγέτωσαν. πλήν, φησίν, ἐὰν λέγῃ ὁ Ἀναξαγόρας, ὥσπερ καὶ ἡμεῖς φαμεν. ἡμεῖς μὲν λέγομεν ὅτι ἡ ἰατρικὴ τὸ εἶδός πὼς οὖσα τῆς ὑγιείας, ὅταν τι κινῇ ἕνεκεν τῆς ὑγιείας, ἕνεκεν ἑαυτῆς τοῦτο κινεῖ. εἰ οὖν καὶ ὁ Ἀναξαγόρας περὶ τοῦ νοῦ οὕτω λέγει ὅτι τὸ κινοῦν καὶ οὗ ἕνεκεν κινεῖ αὐτός ἐστι, καὶ διὰ τοῦτο πᾶν ὃ ἂν κινῇ ἕνεκεν αὐτοῦ τὸ κινούμενον κινεῖται, λέγοι ἄν οὕτω λέγων εὔλογα. ἐγκαλεῖ δὲ τῷ Ἀναξαγόρᾳ καὶ ἕτερον λέγων ἄτοπον δὲ τὸν νοῦν ἀγαθὸν λέγοντα μὴ ποιῆσαι αὐτῷ ἐναντίον τὸ κακόν· τῶν γὰρ ἐναντίων θατέρου ὄντος ἐν ὑπάρξει, ἀνάγκη καὶ θάτερον εἶναι. τοῖς δὲ κατὰ μέρος τούτοις καὶ ἕτερον ἐπάγει κοινὸν πᾶσιν ἔγκλημα λέγων, εἴ τις μὴ ῥᾳθυμήσῃ μηδ’ ἀποκνήσῃ τὰ αὐτῶν μετελθεῖν, ἀλλὰ ἀκριβῶς μετέλθῃ, εὑρήσει πάντας ἐξ ὧν λέγουσιν ἀρχὰς ποιοῦντας τὰ ἐναντία, μὴ χρωμένους δὲ ἐν τῇ τῶν πραγμάτων γενέσει, ἀλλὰ τρεπομένους εἰς ἕτερον. τοῦτο δὲ πολλαχῶς αὐτοῖς ἐνεκάλε·σε καὶ πολλαχοῦ τῆς προσηκούσης τετύχηκε σαφηνείας. ἀλλὰ καὶ ὅσοι ἀρχὰς λέγουσι πάντα ἐκ τῆς ὑποτεθείσης αὐτοῖς ἀρχῆς γεννῶντες, οἷον οἱ τὸ ὕδωρ ἀρχὴν τιθέμενοι ἐξ αὐτοῦ καὶ οὐρανὸν καὶ γῆν | καὶ πάντα γενέσθαι λέγοντες, τὴν αἰτίαν τοῦ διὰ τί τὰ μὲν [*](695) αὐτῶν ἐστι φθαρτὰ τὰ δῖέ ἄφθαρτα, λέγειν ἐρρᾳθύμησαν. ἀναγκαῖον [*](4 ὅσοι δὲ κτλ.] Λ 7 p. 1072b30 19 ποιήσῃ M: καὶ ποιήσῃ Α: καὶ ποιήσει L 30 λέγοντα scripsi: λέγων libri 33 ῥᾳθυμήσῃ] ῥυθμίσῃ Metaph. vulg. ῥᾳθυμήσῃ μηδ’ ἀποκνήσῃ M: ῥᾳθυμήσει μηδ’ ἀποκνήσει AL μετέλθῃ M: μετέλθοι AL)
719
γὰρ ἦν εἰπεῖν διὰ τί ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν τὰ μὲν αὐτῶν φθαρτά ἐστι τὰ δὲ ἄφθαρτα. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐξ ἄλλου μὲν ποιῶν (ἐκ τοῦ πέμπτου σώματος) τὰ οὐράνια, ἐξ ἄλλων δὲ τὰ ἐν γενέσει, ἔσχε λέγειν καὶ διὰ τί τὰ μὲν αὐτῶν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἐκεῖνοι δὲ οὐχ ἕξουσι, τὸ αὐτὸ πᾶσιν ὑποκείμενον ποιοῦντες.

Ετι, φησίν, ἄλλοι μέν, ὡς οἱ περὶ Ἡσίοδον, ἐκ τοῦ μὴ ὄντος πάντα γεννῶσι, καὶ λεγέτωσαν διὰ τί· οἱ δ’ ὥσπερ οἱ περὶ Παρμενίδην, ἴνα μὴ τοῦτο πάθωσι (κοινὴ γὰρ δόξα τῶν φυσικῶν πάντων τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ ὄντος γίνεσθαι), ἐν φασι τὸ ὂν καὶ ἀγέννητον. ἀλλὰ καὶ διὰ τί ἐστι γένεσις καὶ τί τὸ αἴτιον τοῦ ἀεὶ γένεσιν εἶναι οὐδεὶς λέγει. ταῦτα εἰπὼν λέγει ὅτι καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν, οἷον τὰ ἐναντία, καὶ τοῖς τὰ εἴδη, οὐκ ἀρκεῖ ταῦτα πρὸς τὸ τὰ ὄντα ἔχειν ὥσπερ ἔχει, ἀλλ’ ἀνάγκη ἄλλην ἀρχὴν κυριωτέραν τούτων ὑποθέσθαι, ἣν οὗτος εἶπε τὸν πολυτίμητον νοῦν. ἐξ αὐτοῦ γὰρ πάντα καὶ εἰς αὐτὸν ἐπιστρέφει. καὶ τὴν αἰτίαν τοῦ ἀναγκαῖον εἶναι ἄλλην ἀρχὴν ὑποθέσθαι κυριωτέραν τίθησι λέγων ‘ἐπεὶ γὰρ τῇ μεθέξει κτὰ τοὺς λέγοντας τῶν εἰδῶν τὰ τῇδε γίνεται, πῶς, φησί, μεθέξει τούτων ἡ ὕλη, εἰ μὴ ἔστιν ἄλλο κυριώτερον τὸ κινῆσον ἀμφότερα, τήν τε ὕλην καὶ τὴν ἀπὸ τοῦ εἴδους ἐν τῇ ὕλῃ γινομένην, ὡς αὐτοί φασιν, ἀπόρροιαν’; εἰ γὰρ ἀπόρροιαί τινες ἐκ τῶν εἰδῶν ἀπορρέουσαι καὶ συντιθέμεναι τῇ ὕλῃ τὰ τῇδε γίνεται, ἀνάγκη πάντως εἶναι τὸ κινοῦν καὶ τὴν ὕλην πρὸς τὸ δέξασθαι τὴν ἀπόρροιαν καὶ τὴν ἀπόρροιαν πρὸς τὸ συγγενέσθαι τῇ ὕλῃ. καὶ τοῖς μὲν ἄλλοις θεολόγοις τοῖς ἀρχὰς τὰ ἐναντία λέγουσιν ἀνάγκη κατ’ αὐτοὺς τῇ φιλοσοφίᾳ καὶ τιμιωτάτῃ καὶ βεβαιοτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον. εἰ γὰρ ἡ ἐπιστήμη ταὐτόν ἐστιν, ὥσπερ πρὸ ὀλίγου εἴρηται, τῷ ἐπιστητῷ, εἰ ἔστι τῇ ἀρχῇ τῷ κυρίως ἐπιστητῷ ἐναντίον, ἔσται καὶ τῇ ἐπιστήμῃ. ἀλλ’ ἐκείνοις μὲν συμβαίνει τοῦτο τὸ ἄτοπον τὸ εἶναί τι ἐναντίον τῇ σοφία, ἡμῖν δέ, φησίν, οὐδαμῶς. οὐδὲν γάρ ἐστιν ἐναντίον τῷ πρώτῳ αἰτίῳ τῷ πολυτιμήτῳ νῷ, ὥστε οὐδὲ τῇ περὶ αὐτὸ ἐπιστήμῃ. καὶ τὴν αἰτίαν τοῦ μηδὲν εἶναι ἐναντίον τῷ πρώτῳ αἰτίῳ συντόμως τέθεικεν εἰπὼν πάντα γὰρ τὰ ἐναντία ὕλην ἔχει καὶ ἐν ὅλῃ ἔστι καὶ δυνάμει ἐστὶ τὸ ἐναντίον· τὸ γὰρ λευκὸν δυνάμει τὸ μέλαν ἐστίν. ὥστε εἴπερ ἐστὶ τῇ πρώτῃ ἀρχῇ ἐναντίον, οὐδὲν δὲ ἐναντίον καθ’ αὑτό ἐστιν, ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ἐν ὕλῃ, ἡ δὲ πρώτη ἀρχὴ ἀυλοτάτη καὶ ἐνέργεια οὖσα καὶ πάντῃ τοῦ δυνάμει ἀμοιροῦσά ἐστιν, οὐκ ἂν εἴη αὐτῇ ἐναντίον τι. ὥστε οὐδὲ | τῇ [*](696) περὶ αὐτὴν ἐπιστήμῃ ἔσται ἐναντία ἡ ἄγνοια· εἰ γάρ ἐστιν ἡ ἄγνοια ἐναντίον τῇ τοιαύτῃ ἐπιστήμῃ, ἔσται καὶ τὸ περὶ ὃ ἡ ἄγνοι ἐναντίον τῇ πρώτῃ ἀρχῇ.

[*](2 μὲν (post ἄλλου) M: om. AL 18 κινῆσον L: κοινῆσον Α 20 πάντως L: πάντῃ A 23 τοῖς L: τὰς Α 24 γὰρ L: om. Α 32 ante ὥστε add. quae ratio eadem in principio primo valebit S 34 ἀυλοτάτη L : ἀυλότατον A)
720
[*](p. 1075b24)

ἔτι εἰ μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις.

οὐ παρέργως νῦν τοῦτο τίθησιν, ἀλλ’ ἐπεὶ μέλλει ἀντιλέγειν τοῖς Πυθαγορείοις καὶ Πλάτωνι, συνίστησι πρῶτον ὅτι εἰσὶν οὐσίαι νοηταί, καὶ οὕτως ἀκολούθως ζητεῖ τι καὶ τίνες αὗταί εἰσιν αἰ τοῦ Πλάτωνος ἰδέω ἢ οἱ Πυθαγόρειοι ἀριθμοί. εἰ οὖν μή ἐστι, φησί, νοητὴ ἀρχὴ καὶ ἀσώματος καὶ καθ’ αὑτήν, οὐκ ἔσται τάξις καὶ γένεσις. καὶ τί φημι ὡς οὐκ ἔσται γένεσις; οὐδ’ αὐτὰ τὰ οὐράνια ἔσται, ἅπερ ἐν τῇ Περὶ οὐρανοῦ ἀγένητα δέδεικται καὶ ἄφθαρτα. ἀλλ’ εἰ μέλλει ἀεί τι εἶναι, ἔστι ἀρχῆς ἀρχὴ καὶ ταύτης ἑτέρα καὶ τοῦτο εἰς ἄπειρον. ὥσπερ οἱ θεόλογοι φασίν. εἰ γάρ ἐστι τοῦ Ἡρακλέος ἀρχὴ ὁ Ζεὺς καὶ τούτου ὁ Κρόνος καὶ τούτου ἑτέρα, ἢ πάλιν εἰ ἔσονται τῶν τῇδε ἀρχαὶ τὰ εἴδη καὶ τούτων οἱ ἀριθμοὶ καὶ τούτων ἡ δυὰς καὶ τὸ ἕν, ἐπ’ ἄπειρον ἡ πρόοδος ἥξει. ἄλλως τε εἴ εἰσιν ἀρχαὶ αἱ ἰδέαι, ὡς ὁ Πλάτων’ λέγει, ἢ οἱ ἀριθμοί, ὡς οἱ Πυθαγόρειοί φασιν, οὐδενὸς ἔσται αἴτια, ὥσπερ ἐν τῷ μείζονι Α δέδεικται καὶ ἐν τοῖς ἐφεξῆς δύο δειχθήσεται βιβλίοις. εἰ δὲ μή, τουτέστιν εἰ δὲ λέγοι τις ὅτι ‘ψεῦδος τὸ μὴ εἶναι τὰ εἴδη καὶ τοὺς ἀριθμούς τινων αἴτια· εἰσὶ γάρ’, συγχωρητέον αὐτῷ τοῦτο νῦν, ἀλλὰ κινήσεως αἴτια οὐδαμῶς ἔσονται τὰ εἴδη καὶ οἱ ἀριθμοί. συγχωρήσας οὖν ὅτι εἰσὶν οἱ ἀριθμοὶ αἴτια, ἐρωτᾷ, πῶς ἐξ ἀμεγεθῶν τῶν ἀριθμῶν καὶ διωρισμένων ἀπ’ ἀλλήλων ἔσται μέγεθος καὶ συνεχές. ὁ γὰρ ἀριθμὸς οὐ ποιήσει συνεχές· ἀδύνατον γὰρ μονάδα μονάδι συσχεθῆναι. τὸ δὲ οὔτε ὡς κινοῦν οὕτε ὡς εἶδος ἀντὶ τοῦ ἀλλὰ μὴν οὔτε ὡς κινητικὸν αἴτιον οὔτε ὡς εἰδικὸν ὁ ἀριθμὸς ἔσται. εἰπὼν δὲ ὅτι οὔτε τὰ εἴδη οὔτε οἱ ἀριθμοί εἰσι κινητικά, λέγει ὅτι οὐδὲ τῶν ἐναντίων οὐδὲν ἔσται ποιητικὸν καὶ κινητικόν, οἷον φέρε τὸ κακὸν ἢ τὸ ἄνισον. τὸ γὰρ ἐναντίον δύναμίς ἐστι καὶ δύναται ἐνεργῆσαι, ὥστε ἦν ὅτε μὴ ἐνήργει· πᾶσα γὰρ ἐνέργεια δυνάμεως ὑστέρα. ὅτε οὖν οὐκ ἐνήργει καὶ οὐκ ἐποίει, οὐδὲν ἦν τῶν ὄντων, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ὅτι ἀίδια τὰ ὄντα. ἀναιρετέον ἄρα τὸ λέγειν ὅτι τὸ ἕτερον τῶν ἐναντίων ἐστὶ ποιητικόν· δύναμις γὰρ ὂν τὸ ἐναντίον, ὡς εἴρηται, ὕστερον ἐκβαίνει εἰς ἐνέργειαν. ὅτι δέ, φησίν, ἡ δύναμις τρόπον τινὰ προτέρα ἐστὶν ἐνεργείας, εἴρηται· εἴρηται γὰρ ὅτι ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ Σωκράτους, ἐστὶν ἡ δύναμις προτέρα τῆς ἐνεργείας, πρὸς δὲ τὸ πᾶν οὐδαμῶς. ἔτι, φησί, τίνι οἱ ἀριθμοὶ ἐν εἰσιν, ἢ τί τὸ ἑνῶσαν τὰς τρεῖς μονάδας καὶ ποιῆσαν τὸν τρία ἀριθμὸν ἢ τὰς ἑπτὰ τὸν | ἑπτά, καὶ τῶν [*](697) ἄλλων ὁμοίως. ἀλλὰ καὶ τὴν ψυχὴν τί τὸ ἑνῶσαν μετὰ τοῦ σώματος καὶ ποιῆσαν ἕν τι, καὶ ὅλως, φησί, τὸ εἶδος καὶ τὸ πρᾶγμα, οἶμαι [*](1 ἔτι εἰ AL: εἴτε M Metaph. vulg. 6 οὖν M: om. AL 8 ἐν τῇ Περὶ οὐρανοῦ] Α 3 p. 270a12 sqq. 12 ἑτέρα L: ἕτερος Α 15 ἐν τῷ μείζονι A] c. 9 p. 991b9 17 τοὺς ἀριθμούς M: οἱ ἀριθμοί AL 22 συσχεθῆναι M: συσχεστηναι Α: συσχισθῆναι L 34 ἡ τί] ἤτοι AL 35 τὸν (post ἑπτὰ) Α: τῶν L: fort, τοῦ)

721
πρᾶγμα λέγων τὴν ὕλην, τὸ δὴ εἶδος καὶ ἡ ὕλη πῶς ἓν γίνεται, οὐδεὶς λέγει, οὐδὲ ἐνδέχεται εἰπεῖν ἐνεργείᾳ ποιοῦντας καὶ κα αὑτὰ τὰ εἴδη, ἐὰν μὴ εἴπωσιν ὡς ἡμεῖς λέγομεν, ὅτι τὸ εἶδος μὴ ὂν καθ’ αὑτὸ ἐν ὑπάρξει ἀλλὰ δυνάμενον τῇ τοιᾷδε τῆς ὕλης κινήσει ἐπιγενέσθαι αὐτῇ, ὅταν ὑπὸ τοῦ κινοῦντος αὐτὴν κινηθῇ, ἀπολαμβάνει αὐτό· καὶ οὐ χρὴ ζητεῖν πῶς ἡ στρογγυλότης μετὰ τοῦ κηροῦ ἕν ἐστιν· οὐ γὰρ ὑπάρχουσα ἡ στρογγυλότης καθ’ αὑτὴν συνῆλθε τῷ κηρῷ, ἀλλ’ ἐπιγέγονε τῆ τοιαδὶ τοῦ κηροῦ κινήσει μὴ οὖσα καθ’ αὑτήν. τοῖς δὲ ποιοῦσιν ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ τὰ εἴδη οὐκ ἐνδέχεται λέγειν, πῶς ἡ ὕλη ἀλλαχοῦ οὖσα καὶ τὸ εἶδος καὶ ἀπ’ ἀλλήλων κεχωρισμένα ἐν ὑπάρξει δὲ συνῆλθον, καὶ ἕν τι ἐξ αὐτῶν γέγονε. ἀλλὰ καὶ οἱ Πυθαγόρειοι, φησίν ἢ καὶ ὁ Πλάτων’. οἱ λέγοντες ὅτι ἐκ μὲν τοῦ τρία ἀριθμοῦ γέγονε τὸ ἐπίπεδον καὶ ἐξ αὐτοῦ τὰ τρίγωνα καὶ ἐξ αὐτῶν αἱ πυραμίδες καὶ ἐξ αὐτῶν τὸ πῦρ, καὶ πάλιν ἐκ μὲν τῆς πεντάδος ἡ δικαιοσύνη σύνῃ ἐκ δὲ τῆς μονάδος ὁ οὐρανὸς καὶ ἄλλο ἐξ ἄλλου, ἐπεισοδιώδη τὴν τῶν ὄντων φύσιν ποιοῦσι, τουτέστιν οὐδὲν κοινὸν ἕτερον ἑτέρῳ ἔχειν φασὶν ἀλλ’ ἠλλοτριωμένα· ὥστε εἴπερ ἐστὶ φέρε εἰπεῖν τὸ πῦρ πάντῃ ἀλλότριον τῇ γῇ καὶ μηδέν ἐστι κοινὸν αὐτοῖς, εἴτε ἔστι τὸ πῦρ εἴτε μὴ ἔστιν, οὐδὲν συμβαλεῖται πρὸς τὸ εἶναι τῇ γῇ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἡμεῖς γὰρ πάντα πᾶσι κοινωνεῖν κτά τι λέγοντες καὶ συμβάλλεσθαι καὶ συνεργεῖν ἄλλην οὐσίαν ἄλλῃ εἰς τὸ εἶναί φαμεν. τὸ δὲ ἐκ πάντῃ ἄλλης, οἷον τῆς μονάδος, ἀρχῆς ὂν τί συμβαλεῖται τῷ ἐξ ἄλλης ἀρχῆς, οἷον τοῦ τριγώνου ἢ τοῦ κύβου, ὄντι· οὐδὲν ἂρ μονάδι καὶ κύβῳ κοινόν. ὥστε ἐπεὶ καὶ ἐν τοῖς ἐφ’ ἡμῖν ὅταν μὴ συνεργῇ ἕτερος ἑτέρῳ κακῶς πάσχομεν, καὶ ἐν τῷ παντὶ τοῦτο γενήσεται· ὥστε καὶ διὰ τοῦτο τὰ ὄντα κακῶς πολιτεύσεται καὶ διὰ τὸ πολλὰς ποιεῖν τοὺς Πυθαγορείους καὶ τοὺς ὁμοίους ἀρχάς. ὅπου γὰρ πλῆθος ἀρχῶν, ἀταξία· ἡ γὰρ πολυαρχία αὐτὸ τοῦτο ἀταξία ἐστίν. ἀλλὰ μὴν τὰ ὄνια οὐ πολιτεύεται κακῶς ἀλλὰ τεταγμένως καὶ ἀρίστως. εἰ δὴ ἡ πολυαρχία ἀταξία καὶ τοῦ κακῶς τὰ ὄντα πολιτεύεσθαι αἰτία ἐστίν, ἐπειδὴ τὰ ἐφ’ ἡμῖν ὑπ’ ἀλλήλων συνεργούμενα οὐ κακῶς πολιτεύεται ἀλλ’ ἀρίστως, οὐκ ἂν εἶεν ἀρχαὶ πολλαί· οὐ γὰρ ἀγαθὸν πολυκοιρανίη, ἀλλ’ εἷς κοίρανος, μία ἀρχή, εἷς θεός ἐστι. τὰ γὰρ τῶν πλανωμένων αἴτια θεοὶ μέν, ἀλλὰ μεθέξει καὶ τῷ βουλήματι τοῦ πρώτου καὶ μακαριωτάτου ἐξήρτηνται νοός. |

[*](11 γέγονε ἐτέλεσαν Α: ἀπετέλεσαν coni. Bonitz 12 τοῦ τρία τοῦ om. Α 16 ἠλοτριωμένα AL 25 πολιτεύεται L 31 οὐ γὰρ ἀγαθὸν—κοίρανος] cf. Horn. Il. Β 204 Arist. Comment. I Alex. in Metaph.)
722

Ἐv τῷ Λ τῆς προκειμένης πραγματείας, ἣν καὶ Μετὰ τὰ Φυσικὰ ἐπιγράφει, εἰπὼν περὶ τῆς πρώτης καὶ θείς καὶ ἀκινήτου ἀρχῆς ὅτι νοῦς ἐστι καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα τοῦ δυνάμει, εὑρὼν δἐ καὶ ἀπὸ τοῦ πλήθους τῶν φερομένων σφαιρῶν ὁπόσαι εἰσὶν αἱ ὑφειμέναι μὲν τὴς πρώτης ἀρχῆς κινητικαὶ δὲ τοῦ πλανωμένου παντὸς σώματος, ἀσώματοι καὶ αὗται καὶ ἀκίνητοι οὖσαι, ἐν τῷ παρόντι βιβλίῳ, ὃ M ἐπιγράφεται, καὶ τῷ ἐφεξῆς τῷ Ν, ὃ τέλος ἐστὶ τῆς ὅλης πραγματείας, ἐπισκέπτεται τάς τε τῶν Πυθαγορείων περὶ ἀρχῶν δόξας καὶ τὰς τοῦ Πλάτωνος, ζητῶν πάνα ἐντρεχέστατα εἰ ἔστι τὰ μαθήματα καὶ πῶς ἐστιν, εἴ εἰσιν αἱ ἰδέαι καὶ ὁ τῶν ἰδεῶν ἀριθμός, καὶ τρίτον εἰ τῶν ὄντων ἀρχί εἰσιν αἱ ἰδέαι καὶ οἱ ἀριθμοί. καὶ ἐν μὲν τῷ Μ διαλέγεται περὶ τῶν προτέρων δύο, ἐν δὲ τῷ Ν περὶ τοῦ τρίτου.

Λέγει οὖν ὅτι περὶ μὲν τῆς τῶν αἰσθητῶν ὑλικῆς οὐσίας εἴρηται ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως, ὕστερον δἑ, τουτέστιν ἐν τῷ B τῆς πραγματείας ἐκείνης, περὶ τῆς κατ’ ἐνέργειαν καὶ εἰδικῆς οὐσίας. ἀλλὰ περὶ μὲν ὕλης καὶ εἴδους εἴρηται ἐν ἐκείνοις· ἐπεὶ δέ, φησίν, ἡ σκέψις ἡμῖν ἐστιν ἐν τῇ παρούσῃ πραγματείᾳ ἰδεῖν εἰ ἔστι τις παρὰ τὰς αἰσθητὰς οὐσίας ἀκίνητος καὶ ἀίδιος καὶ ἀσώματος, ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι, τίς ἐστιν, εἴρηται δὲ ἡμῖν τὰ δοκοῦντα περὶ τῆς τοιαύτης οὐσίας, μετὰ ταῦτα τἁ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον (οὐ γὰρ ἐνδεικτικόν ἐστι τὸ πρῶτον τοῦ μετὰ τὸ τὰ παρὰ ἄλλων ἐπισκέψασθαι ἐρεῖν αὐτὸν περὶ ἐκείνης· εἴρηκε γάρ· εἰ μὴ ἄρα τὸ πρῶτον ἀντὶ τοῦ προηγουμένως καὶ ἐπιμελῶς τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον εἴληπται)· καὶ τὴν αἰτίαν, δι’ ἣν τὰ ραρὰ τῶν ἄλλων λεγόμενα τεθεωρηκέναι βούλεται, ἐπήγαγεν εἰπὼν ὅπως εἴτε τι μὴ καλῶς λέγουσι, μὴ τοῖς αὐτοῖς ἔνοχοι ὦμεν. εἴη δ’ ἄν λέγων ὅτι τὸ ἀντιλέγειν τε τοῖς ὑπ’ αὐτῶν λεγομένοις, καὶ εὐθύνειν εἴ τι μὴ καλῶς λέγουσιν, [*](1 Tit. σχόλια—φυσικά A: om. L: post τῶν add. ἀριστοτέλους M 6 ἀσώματοι M2: ἀσώματα ALM1 7 αὐταὶ coni. Bonitz 8 τῷ (ante Ν) LM2: τούτῳ A 11 ἰδεῶν M: εἰδῶν AL 15. 16 ἐν τῷ A—ἐκείνης] v. Bonitzii Comment, in Metaph. p. 526 sq. 22 μετὰ τὸ τὰ M: τὸ om. AL 24 προηγουμένως LM: προγηουμένης A)

723
ἅμα τε δείξει ἡμᾶς μὴ ἀρεσκομένους τοῖς τούτων δόγμασι, καὶ σὺν αὐτοῖς εἰς εὐθύνας ὑποπεσεῖν οὐκ ἐάσει. ὡς γὰρ ὁ μὴ προδοὺς πόλιν οὐ συγκολασθησόμενος ἄγεται τῷ προδεδωκότι, οὕτως οὐδὲ ἡμεῖς σὺν αὐτοῖς εὐθυωθησόμεθα [*](699) ὑπὸ τῶν ἐλέγχειν αὐτοὺς βουλομένων, δείξαντες ἐκ τοῦ ἀντειπεῖν πρὸς αὐτοὺς ὅτι οὐ συγκοινωνοὶ τοῖς ὑπ’ αὐτῶν λεγομένοις ἐσμέν. εἴ τι οὖν, φησίν, ὑπὸ τούτων λέγεται μὴ καλῶς, οὐ σὺν αὐτοῖς καὶ ἡμεῖς ὡς ἀρεσκόμενοι αὐτῷ κατακριθησόμεθα· ἐκ γὰρ τοῦ ἐνίστασθαι πρὸς αὐτὸ δείκνυμεν ὡς οὔτε ἀρεσκόμεθα τούτῳ καὶ ἑαυτοὺς ἐλευθεροῦμεν τῶν ἀλέγχων, οἷς ὑποπεσεῖσθαι μέλλουσιν οἱ τούτοις ἀρεσκόμενοι. εἰ δέ τι κοινὸν ἡμῖν τε καὶ ἐκείνοις ἐστὶ δόγμα, βουληθείη δέ τις κατ’ αὐτοῦ τοῦ δόγματος καὶ δι’ αὐτοῦ καθ’ ἡμῶν ἐνίστασθαι, οὐ δυσχερανοῦμεν ὡς καθ’ ἡμῶν μόνων ἰδίᾳ ἐνισταμένου. ὥσπερ γὰρ ὅταν τις μόνος ζημίᾳ περιπέσῃ ἀφορήτως λυπεῖται, ὅταν δὲ καὶ ἄλλους τὸ αὐτὸ πάσχοντας ὁρᾷ μετρίως φέρει διὰ τὸ ὁρᾶν καὶ ἄλλους αὑτῷ συμπάσχοντας, οὕτω καὶ περὶ τοὺς λόγους. ὅταν γάρ τις μόνος ἐλέγχηται περί τινος δόγματος, δυσχερείνει ἀμέτρως καὶ ἑαυτὸν πάνυ ταλανίζει ὡς αὐτὸς μόνος ἀπάτη θείς· εἰ δὲ καὶ ἄλλους τούτῳ περιπεπτωκότας ἴδῃ, οὐ δυσχεραίνει τοσοῦτον, ὅσον ὅταν μόνος αὐτὸς ηὐθύνετο. ὥστε εἴ τι, φησίν, ἐστὶ κοινὸν ἡμῖν τε καὶ ἐκείνος, τοῦτ’ ἰδία μὴ καθ’ ἡμῶν δυσχεραίνωμεν, τουτέστιν οὐ δυσχερανοῦμεν ὡς καθ’ ἡμῶν μόνον ὂν τὸ ἔγκλημα ἀφορήτως γὰρ ἂν ἡμῶν ἥψατο τὸ πάθος), ἀλλ’ ἕξομεν μετρίως διὰ τὸ καὶ ἄλλους ἔχειν ἡμῖν τοῦ τοιούτου συγκοινωνούς. τὸ δὲ ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγει τὰ δὲ μὴ χεῖρον ἀντὶ τοῦ ἀγαπητὸν γὰρ καὶ φίλιον ἡμῖν ἔσται, ἐὰν τῶν ὑφ’ ἡμῶν λεχθησομένων τὰ μὲν κάλλιον ἔσται τῶν ὑπ’ ἐκείνων λεγομένων, τὰ δὲ μὴ χεῖρον. ὅσα γὰρ ἄν πρὸς ἔλεγχον ῥηθείη τῆς τῶν Πυθαγορείων καὶ Πλάτωνος δόξης, καλλίονα ἔσται τῶν τοῦ Πυθαγόρου καὶ Πλάτωνος δογμάτων, ὅσα δὲ τοῖς τούτων δόγμα σί’ συνᾴσεται, οὐ χείρονα.

[*](p. 1076a16)

Δύο δ’ εἰσὶ δόξαι περὶ τούτων. τά τε γὰρ μαθηματικά φασιν οὐσίας εἶναί τινες.

Δύο θεὶς αἰτίας δι’ ἃς τὰ ὑπὸ τῶν Πυθαγορείων καὶ Πλάτωνος λεγόμενα ἐπισκέψασθαι τὴν πρόθεσιν ποιεῖται, πρῶιον ἐκτίθεται τὰς τούτων δόξας καὶ οὕτως ἐπισκεπτεται αὐτάς. λέγει οὖν ὅτι δύο εἰσὶν αἱ δόξαι περὶ τούτων, τουτέστι δύο εἰσὶν αἱ τούτων δόξαι, μία μὲν ἡ τῶν ἀριθμῶν καὶ γραμμῶν καὶ τῶν συγγενῶν τούτοις ἐπιπέδων καὶ στιγμῶν, ἄλλη δὲ ἡ τῶν ἰδεῶν· ἀμφότεροι δὲ οὐσίας αὐτὰ ἔλεγον, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτά, οἱ μὲν τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τοὺς ἀριθμούς, οἱ δὲ τὰ εἴδη. καὶ ἐπεὶ οἱ μὲν τῶν Πυθαγορείων δύο γένη καὶ δύο φύσεις ποιοῦσι τὰ μαθηματικὰ καὶ τὰς ἰδέας, ἄλλην μὲν τὴν τῶν μαθηματικῶν καὶ [*](700) [*](7 ὡς ἀρεσκόμενοι M: post ὡς add. ἅτε AL marg. M2 12 περιπέσῃ Μ· περιπεσεῖται AL 19 δυσκεραίνωμεν LM: δυσχεραίνομεν A 21 τὸ πάθος M: τοῦ πάθους AL 31 πρῶτον ἐκτίθεται M: Post πρῶτον add. ἐκ τούτων AL)

724
ἄλλην τὴν τῶν ἰδεῶν, ἄλλοι δὲ τοὺς ἀριθμοὺς καὶ τὰς ἰδέας τῆς αὐτῆς ποιοῦσι φύσεως, μηδὲν διαφέρειν ἀλλήλων λέγοντες, ἕτεροι δὲ καὶ αὐτοὶ Πυθαγόρειοι τὰς μὲν ἰδέας ἀποδοκιμάζουσι καὶ οὐδαμῶς προσίενται, μόνας δὲ τὰς μαθηματικὰς οὐσίας εἶναί φασι, σκεπτέον, φησί, πρῶτον περὶ τῶν μαθηματικῶν, μηδεμίαν προστιθέντας αὐτοῖς φύσιν, μηδὲ θεωροῦντάς ἢ ὅλως ἀναλογιζομένους εἴτε ἰδέαι τὰ μαθηματικὰ τυγκάνουσι καὶ τὰ αὐτά ἐστιν ἐκείναις εἴτε μή. οὔτε οὖν τοῦτο σκοπητέον οὔτε πολλῷ τέως τὸ νῦν πολυπραγμονητέον εἴ εἰσιν ἀρχαὶ τὰ μαθηματικὰ πάντων τῶν ὄντων, ἀλλὰ μόνον τοῦτο ἐξεταστέον εἰ ὅλως εἰσὶν ἐν ὑπάρξει, καὶ ἂν ὦσι, πῶς εἰσι, πότερον ἐνεργείᾳ καὶ καθ’ αὑτά, ὡς οἱ ταῦτα τιθέμενοι βούλονται, ἢ ἐξ ἀφαιρέσεως παρ’ ἡμῶν γεννῶνται καὶ τοῦ εἶναι τυγχάνουσιν, ὡς αὐτῷ τε τῷ Ἀριστοτέλει καὶ τῇ φίλῃ δοκεῖ ἀληθείᾳ. εἶτα μετὰ τὴν τῶν μαθηματικῶν ἐπίσκεψιν ζητητέον, φησί, καὶ περὶ τῶν ἰδεῶν χάριν νόμου. ἐπεὶ γὰρ νόμος καὶ ἔθος ἐστίν, ὅταν τις περί τινων ἀποφαίνηται, ἐπισκέπτεσθαι καὶ τὰς τῶν ἄλλων περὶ τῶν τοιούτων δόξας, ἵνα μὴ μένουσαι ἀνεξέταστοι ταράττωσι τοὺς ἐντυγχάνοντας, εἴρηκε δὲ αὐτὸς περὶ τῶν πρώτων καὶ ἀκινήτων ἀρχῶν τίνες καὶ πόσαι εἰσί, διὰ τὸν νόμον, φησί, τοῦτον καὶ τὸ ἔθος ἐπισκέψασθαι τὰ περὶ τῶν ἰδεῶν βούλομαι. ἐπεὶ ὅτι οὔκ εἰσιν ἰδέα; δέδεικται μὲν πολλαχοῦ, τεθρύληται δὲ καὶ εἰς ἐξέτασιν τὰ περὶ αὐτῶν ἤχθη καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις, καὶ οὐκ ἔδει πάλιν τὸν περὶ αὐτῶν ἀνακινεῖν λόγον· ἀλλὰ διὰ τὸν νόμον καὶ τὸ ἕως πάλιν ἐπισκεπτέον περὶ αὐτῶν μετά τὰ περὶ τῶν μαθηματικῶν σκέμματα. ἔτι δέ, φησίν, ὅταν ἐπισκοπῶμεν τὰ περὶ τῶν εἰδῶν, τοῦτο ζητεῖν ἡμᾶς ὑποληπτέον, ὡς ἄρα οὐσίαι καὶ ἀρχαί εἰσιν αἱ ἰδέαι τῶν ὄντων ἢ οὔ· μετὰ γὰρ τὴν τῶν ἰδεῶν ζήτησιν τοῦτο λοιπόν ἐστιν ἰδεῖν ἡμᾶς, εἴτε εἰσῖν ἀρχαὶ καὶ οὐσίαι τῶν ὄντων αἱ ἰδέαι εἴτε μἠ. ἢ τὸ μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις ἴσον ἐστὶ τῷ μετὰ γὰρ τὸ δεῖξαι ὡς οὔκ εἰσιν αἱ ἰδέαι, λοιπόν ἐστι λέγειν ὅτι ὅλως ἀνύπαρκτοι παρκτοι οὖσαι πῶς ἂν εἶεν ἀρχαὶ τῶν ὄντων; τὸ γὰρ ἀπλῶς μὴ ὂν οὐδενός ἐστιν ἀρχή. ταῦτα εἰπὼν καὶ ἤδη χωρῆσαι βουλόμενος πρὸς ἔλεγχον τῶν μαθηματικῶν, διαιρέσει χρῆται τοιαύτῃ. ἀνάγκη, εἴπερ εἰσὶ τὰ μαθηματικὰ οὐσίαι τινὲς καὶ φύσεις καὶ ἐνεργείᾳ ἀλλὰ μὴ δυνάμει, ἢ ἐν τοῖς αἰσθητοῖς εἶναι, ὥσπερ τινὲς τῶν Πυθαγορείων λέγουσι (λέγουσι γάρ τούτων ὅτι ὥσπερ ἡ λογικὴ ψυχή, οἷον φέρε τοῦ Σωκράτους ἢ τοῦ οὐρανοῦ, εἰ καὶ ἐν ὑπάρξει ἐστὶ καὶ ὀντότητος μετέχει καὶ καθ’ αὑτήν ἐστιν, ὅμως ἐν σώματι ἔστιν, ἡ μὲν οὐρανία τοῦ παντός, ἡ δὲ τοῦ Σωκράτους ἐν τῷ τοῦ Σωκράτους σώματι, οὕτω καὶ τὰ μαθηματικὰ ἐνεργείᾳ καὶ [*](701) καθ’ αὑτὰ ὄντα ἐν τοῖς αἰσθητοῖς εἰσιν)· ἢ οὖν ἐν τοῖς αἰσθητοῖς εἰσι τὰ [*](5 προστιθέντας Μ: προστιθέντες AL 6 θεωροῦντας et ἀναλογιζομένους M: θεωροῦντες et ἀναλογιζόμενοι AL 7 ἐκείναις L: ἐκείνοις Α 8 πολλῷ] πολλῶν L πολλῷ μᾶλλον coni. Bonitz 12 τυγχάνουσιν Brandis Honitz: τυγχάνει ALM 24 ἄρα coni. Bonitz 26 αἱ ἰδέαι M1: αἱ οὐσίαι ALM2 35 εἰ καὶ ἐν ὑπάρξει M: ἐν ὑπάρξει εἰ Α: ἐν ὑπάρξει L)
725
μαθηματικά, ἢ οὐκ ἐν τούτοις ἀλλὰ καθ’ αὑτά, ἔν τινι μὴ ὄντα, ὥσπερ οὐδὲ αἱ ἀσώματοι καὶ ἀκίνητοι καὶ θεῖαι οὐσίαι. ἢ εἰ μήτε ἐν τοῖς αίσθητοῖς μήτε καθ’ αὑτά. ἢ ὅλως οὗκ εἰσι, καὶ ἔσονται αἱ μαθηματικαὶ περὶ μὴ ὄντα, ἢ εἰσὶ μέν, ἀλλ’ ἄλλον τρόπον, ὡς οὗτος βούλεται, ἐξ ἀφαιρέσεως. ὥστε, φησίν, ἡ ἀμφισβήτησις ἡμῖν ἐστιν οὐ περὶ τοῦ εἰ ἔστι τὰ μαθηματικά εἶναι γὰρ καὶ ἡμεῖς φαμεν), ἀλλὰ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως πῶς τὸ εἶναι ἔχουσι, πότερόν εἰσιν ἐνεργείᾳ καὶ καθ’ αὑτὰ ἢ ἐν τοῖς αἰσθητοῖς εἰσιν ἢ ἐξ ἀφαιρέσεως.

[*](p. 1076a38)

Ὅτι μὲν οὗν ἔν γε τοῖς αἰσθητοῖς ἀδύνατον εἶναι καὶ ἅμα πλασματίας ὁ λόγος, εἴρηται μὲν καὶ ἐν τοῖς ἀπορήμασιν.

Εντεῦθεν ἄρχεται τῶν ἐλέγχων δεικνὺς ὅτι τὰ μαθηματικὰ οὔκ εἰσιν ἐν τοῖς αἰσθητοῖς ἄλλα ὄντα τῶν αἰσθητῶν. καί φησιν ὅτι μὲν οὖν οὔκ εἰσι τὰ μαθηματικὰ ἐν τοῖς αἰσθητοῖς, εἴρηται καὶ ἐν τῷ Β ταύτης τῆς πραγματείας· ἐκεῖ γὰρ περὶ τούτων ἠπόρησε, λέγων εἰ τὸ μαθηματικὸν σῶμα τριχῇ ἐστι διαστατόν, ἐστὶ δὲ καὶ τὸ αἰσθητὸν καὶ φυσικὸν σῶμα τριχῇ διαστατόν, ἔστι δὲ τὸ μαθηματικὸν σῶμα ἐν τῷ φυσικῷ σώματι, ἐχώρησαν αἱ τοῦ μαθηματικοῦ διαστάσεις ἐν ταῖς τοῦ αἰσθητοῦ διαστάσεσιν, ὥστε ἐχώρησε σῶμα διὰ σώματος· ἀλλ’ ἀδύνατον. δι’ οὗ οὖν λόγου δείκνυται ὅτι ἀδύνατον τὰ μαθηματικὰ στερεὰ ἄλλα ὄντα παρὰ τὰ φυσικὰ ἐν τούτοις εἶναι, διὰ τοῦ αὐτοῦ δειχθήσεται ὅτι οὐδὲ τὰς ἄλλας δυνάμεις καὶ φύσεις (λέγοι δ’ ἂν δυνάμεις καὶ φύσεις τὰ πέραια τούτων, τὰ ἐπίπεδα καὶ τὰς γραμμάς, εἰ μὴ ἄρα καὶ τὰ τῇ ὀπτικῇ καὶ τῇ ἁρμονικῇ καὶ ταῖς συστοίχοις ἐπιστήμαις ὑποβεβλημένα περιλαμβάνει), οὐδὲ τὰς ἄλλας οὖν δυνάμεις οἷόν τε ἄλλας οὔσας τῶν αἰσθητῶν ἐν αὐτοῖς εἶναι· ἀλλὰ ἔσονται μὲν ἐν τοῖς αἰσθητοῖς ἀλλὰ δυνάμει καὶ ἐξ ἀφαιρέσεως αὐτοῖς τὸ εἶναι ἔσται. ἀλλὰ ταῦτα μὲν εἰρῆσθαι καὶ πρότερόν φησι, προσάπτει δὲ αὐτοῖς καὶ ἕτερον ἄτοπον, λέγων ἀλλὰ πρὸς τούτοις φανερὸν ὅτι ἀδύνατον διαιρεθῆναι ὁτιοῦν σῶμα. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν. εἰ γὰρ τὰ μαθηματικὰ μεγέθη ἄλλα ὄντα τῶν αἰσθητῶν ἐν αὐτοῖς ἐστιν, οὐ διαιρεθήσεται τὰ σώματα· εἰ γὰρ διαιρεθῇ, διαιρεθήσεται ἡ στιγμή· εἰ δὲ ἀδύνατον διαιρεθῆναι τὴν στιγμήν, ἀδύνατον καὶ ᾧ εἵπετο τὸ διαιρεθῆναι αὐτήν· τοῦτο δὲ ἦν τὸ τὰ μαθηματικὰ ἄλλα ὄντα τῶν αἰσθητῶν ἐν αὐτοῖς εἶναι. ὅτι δὲ τῶν μαθηματικῶν ἐνεργείᾳ καὶ καθ’ αὑτὰ φύσεων τινων ὄντων καὶ οὐσῶν ἐν τοῖς αἰσθητοῖς, διαιρουμένων τῶν αἰσθητῶν διαιρεθήσεται ἡ στιγμὴ | δῆλον. ἐπεὶ γὰρ τὸ μαθηματικὸν [*](702) στερεὸν ἐνεργείᾳ ἔχει ἐν ἑαυτῷ καὶ ἐπίπεδα καὶ γραμμὰς ἀλλ’ οὐ δυνάμει ὦς τὰ φυσικά (ταῦτα γὰρ ὅταν διαιρεθῇ, τότε ἐν αὐτοῖς γίνεται καὶ τὸ ἐπίπεδον καὶ ἡ γραμμή, ὁμοίως δὲ καὶ ἡ στιγμή, πρὶν δὲ διαιρεκαθ’ [*](1 αὑτὰ L: καὶ καθ’ αὑτὰ Α 11 οὔκ εἰσιν—μαθηματικὰ (13) om. L 12 ἄλλα Bonitz: ἀλλὰ Α: ἀλλ’ M 13 ἐν τῷ Β] c. 2 p. 998a13 18 οὖν L: om. A 20 ὅτι L: om. A 22. 23 ἁρμονικῇ e Syr. Bonitz: ἀριθμητικῇ AL 31 δὲ] δὴ coni. Bonitz)

726
θῆναι δυνάμει εἰσὶν ἐν αὐτοῖς ταῦτα), ἐπεὶ οὖν, ὡς εἴρηται, ἐνεργείᾳ εἰσὶν ἐν τῷ μαθηματικῷ σώματι τὰ ἐπίπεδα καὶ αἱ γραμμαί, ἐχώρησε δὲ δι’ ὅλου τοῦ φυσικοῦ σώματος, διαιρουμένου τοὐ αἰσθητοῦ σώματος διαιρεθήσεται καὶ τὸ ἐν αὐτῷ ὂν μαθηματικὸν σῶμα· πάντως δὲ ἐπιπέδῳ· οὐκοῦν καὶ τὸ ἐπίπεδον γραμμῇ, καὶ γραμμὴ στιγμῇ· ὥστε ἐπεὶ ἐνεργείᾳ εἰσὶ καὶ αἱ γραμμαὶ καὶ αἱ στιγμαί, διαιρεθήσεται ἡ στιγμή. ἡμεῖς μὲν γὰρ δυνάμει λέγοντες εἶναι τὰς στιγμὰς ἐν ταῖς γραμμαῖς καὶ αὐτὰς ἐν τοῖς ἐπιπέδοις καὶ ταῦτα ἐν τοῖς σώμασιν, ὅταν διαιρεθῇ ἡ γραμμὴ λέγομεν γίνεσθαι τὴν δυναμένην ἐν αὐτῇ γίνεσθαι στιγμὴν ἐνεργείᾳ· οὗτοι δὲ συνεχῆ μὲν τὰ μεγέθη λέγοντες, ἐνεργείᾳ δὲ εἶναι ἐν αὐτοῖς τὰ ἐπίπεδα καὶ τὰς γραμμὰς καὶ στιγμάς, ὑποθέμενοι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς εἶναι, κινουμένης τῆς γραμμῆς καὶ τεινομένης κατὰ τὴν διαίρεσιν ὥσπερ τριχός, ἀνάγκη συνεπεκτείνεσθαι καὶ τὰς ἐν αὐτῇ στιγμάς, ἐνεργείᾳ μὲν οὔσας, μὴ ἁπτομένας δέ· εἰ γὰρ ἥπτοντο, οὐκ ἂν ἦν ἡ γραμμὴ συνεχής· ὥστε διαιρεθήσεται ἡ στιγμή. εἰ μὲν γὰρ ἥπτοντο αἱ στιγμαί, δυνατὸν ἦν λέγειν ὅτι ἀπολυόμεναι ἀπ’ ἀλλήλων διαιρεῖται ἡ γραμμή· ἐπεὶ δὲ οὐχ ἅπτονται (συνεχὴς γὰρ ἡ γραμμή), ἀνάγκη τεμνομένης τῆς στιγμῆς διαιρεῖσθαι τὴν γραμμήν, ὁμοίως σχιζομένης τῆς γραμμῆς διαιρεῖσθαι τὸ ἐπίπεδον, καὶ τούτου τὸ σῶμα. ταῦτα εἰπὼν ἐπάγει τί οὖν διαφέρει ἢ ταύτας εἶναι τοιαύτας φύσεις, ἢ αὐτὰς μὲν μή, καὶ τὰ ἑξῆς. λέγει δὲ ὅτι οὐδὲν διαφέρει εἴτε τὰς φυσικὰς στιγμὰς λέγοι τις τοιαύτας φύσεις, τουτέστιν ἀδιαιρέτους, ἢ αὐτὰς μὲν μὴ λέγειν ἀδιαιρέτους εἶναι, εἶναι δὲ ὡς ἐν ὑποκειμέναις αὐταῖς τοιαύτας φύσεις, ἤτοι μαθηματικὰς στιγμὰς καὶ ἀδιαιρέτους· διαιρουμένων γὰρ τῶν αἰσθητῶν καὶ φυσικῶν στιγμῶν, ἤτοι γινομένων γὰρ τῶν διαιρέσεων κατ’ αὐτάς, αἱ ἐν αὐταῖς ὡς ὑποκειμέναις οὖσαι μαθηματικαὶ στιγμαὶ διαιρεθήσονται. ἐν δὲ τῇ λέξει τῇ τί οὖν διαφέρει ἢ ταύτας εἶναι ἢ ταύτας μὲν μή, εἶναι δ’ ἐν αὐταῖς ὑποστικτέον εἰς τὸ μή, εἶτα δὲ ἐπακτέον τὸ εἶναι δὲ ἐν αὐταῖς τοιαύτας φύσεις, ἵν’ ᾖ ‘τί διαφέρει τὰς φυσικὰς στιγμὰς ἀδιαιρέτους λέγειν, ἢ ταύτας μὲν μὴ λέγειν., ἐπεὶ μηδ’ ὅλως εἰσὶν ἐνεργείᾳ ἀλλὰ δυνάμει, εἶναι δ’ ἐν αὐταῖς ταῖς δυνάμει στιγμαῖς τὰς μαθηματικάς, αἵ τινες ἐνεργείᾳ εἰσίν;’ |

[*](p. 1076b11)

Ἀλλὰ μὴν οὐδὲ κεχωρισμένας γε εἶναι τοιαύτας φύσεις [*](703) Ουνατον.

Δείξας ὅτι ἀδύνατον τὰ μαθηματικὰ σώματα καὶ μεγέθη, ἄλλα ὄντα τῶν αἰσθητῶν, ἐν αὐτοῖς εἶναι, δείκνυσιν ὅτι οὐδὲ κεχωρισμένας καὶ αὐτὰς καθ’ αὑτὰς εἶναι τοιαύτας οὐσίας δυνατόν, ὥσπερ τὰς θείας οὐσίας καὶ ἀσωμάτους ἡμεῖς εἶναί φαμεν. εἰ γάρ εἰσι φησί, στερεὰ ἢ σώματα (ταὐτὸν γάρ ἐστι τὸ σῶμα στερεὸν καὶ τὸ στερεὸν σῶμα), εἰ οὗν εἰσι [*](14 εἰ L: ἡ Α 22 ἣ αὐτὰς—ἀδιαιρέτους εἶναι LM2: om. Α 22. 23 ὑποκειμέναις L: ὑποκειμένω Α)

727
σώματα μαθηματικὰ παρὰ τὰ αἰσθητὰ καὶ φυσικὰ κεχωρισμένα καὶ καθ’ αὑτὰ καὶ πρότερα ὡς ἁπλούστερα (τὸ γὰρ ἁπλούστερον πρότερον συνθετωτέρου), δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα τὰ ἐν τοῖς σώμασι τοῖς φυσικοῖς ὄντα ἔσονται ἄλλα ἐπίπεδα πρότερα· τοῦ γὰρ αὐτοῦ λόγου καὶ τῆς αὐτῆς αἰτίας. εἰ ἄρα εἰσὶ σώματα παρὰ τὰ αἰσθητὰ καὶ φυσικά, ἔσονται καὶ ἐπίπεδα παρὰ τὰ φυσικὰ ἐπίπεδα, ἁπλούστερα τῶν φυσικῶν ἐπιπέδων καὶ καθ’ αὑτὰ ὄντα καὶ οὐκ ἐν σώμασιν. ἀλλὰ μὴν εἰ τὰ μαθηματικὰ σώματα ἔχει ἐπίπεδα ἔσονται τῶν τοιούτων ἐπιπέδων ἄλλα ἐπίπεδα ἁπλούστερα καὶ καθ’ αὑτά, ἐξ ὧν ὡς ἀπὸ ἁπλουστέρων γίνεται τὰ μαθηματικὰ σώματα. πάλιν ἐπεὶ ἐν τοῖς ἐπιπέδοις τοῖς οὖσι μετὰ τῶν μαθηματικῶν σωμάτων εἰσὶ γραμμαὶ καὶ ἐν αὐταῖς στιγμαί, ἔσονται καὶ παρὰ τὰς τοιαύτας γραμμὰς ἄλλαι ἁπλούστεραι γραμμαὶ καθ’ αὑτὰς οὖσαι καὶ μὴ ἐν ἐπιπέδοις τισί. πάλιν ἐπεὶ αἱ τοιαῦται γραμμαὶ αἱ καθ’ αὑτὰς οὖσαι καὶ μὴ ἐν ἐπιπέδοις τὸ εἷναι ἔχουσαι ἔχουσι στιγμάς, ἔσονται τῶν τοιούτων στιγμῶν ἄλλαι πρότεραι στιγμαὶ μὴ ἐν γραμμαῖς οὖσαι ἀλλ’ αὐταὶ καθ’ αὑτάς. τούτων δὲ τῶν στιγμῶν οὐκ ἔσονται ἄλλαι πρότεραι στιγμαί· ἁπλούσταται γάρ εἰσι διὰ τὸ μὴ κεῖσθαι ἐν γραμμαῖς. ὥστε, φησί, συμβαίνει εἶναι παρὰ τὰ αἰσθητὰ στερεὰ ἄλλα στερεὰ μοναχῶς, τουτέστιν ἓν γένος καὶ μίαν φύσιν στερεῶν, ἐπιπέδων δὲ παρὰ τὰ αἰσθητὰ ἤιά καὶ τὰ φυσικὰ ἐπίπεδα γένη τριττά, τά τε παρὰ τὰ φυσικὰ ἐπιπεδα καὶ τὰ ἐν τοῖς μαθηματικοῖς σώμασι καὶ τὰ παρὰ τὰ ἐν τοῖς μαθηματικοῖς, ἃ καθ’ αὑτὰ ὑπάρχει. γραμμαὶ δέ, φησίν, ἔσονται τετραξαὶ καὶ στιγμαὶ πενταεαί, τουτέστι γένη δὲ καὶ φύσεις γραμμῶν ἔσονται τετραπλαῖ, στιγμῶν δὲ πενταπλαῖ. τοῦτο δὲ ὧδέ ἐστι δῆλον. ἓν μὲν γένος γραμμῶν ἔσται τὸ ὂν μετα τῶν επιπεοων, ἅπερ επιπεοα ἄλλα με τῶν φυσικῶν επιπεοων καθ’ αὑτὰ δὲ εἶναι ὁ λόγος ἠνάγκασεν· ἄλλο δὲ γένος γραμμῶν ἔσται τὸ ὂν μετὰ τῶν ἐπιπέδων τῶν ἐν τοῖς μαθηματικοῖς σώμασιν ὄντων· τρίτον δὲ γένος γραμμῶν ἔσται τὸ συνὸν τοῖς καθ’ αὑτὰ οὖσιν ἐπιπέδοις, ἀφ’ [*](704) ὧν ὡς ἁπλουστέρων τὰ μαθηματικὰ ἐπίπεδα ἢ καὶ σώματα γίνεται· τέταρτον δὲ γένος γραμμῶν ἔσται τὸ ὂν παρὰ τὰς γραμμὰς τὰς ἐν τοῖς καθ’ αὑτὰ ἐπιπέδοις ὑπάρχουσιν οὔσας, λέγω δὴ αὐτὰς τὰς καθ’ αὑτὰς οὔσας γραμμὰς καὶ οὐκ ἐν ἐπιπέδοις ὅλως ὑπάρχουσιν οὔσας. στιγμῶν δὲ γένη εἰσὶ ταῦτα, πρῶτον μὲν τὸ συνὸν ταῖς γραμμαῖς ταῖς οὤσαις ἐν τοῖς ἐπιπέδοις τοῖς παρὰ τὰ φυσικὰ ἐπίπεδα οὖσι, δεύτερον δὲ τὸ συνὸν ταῖς γραμμαῖς ταῖς οὔσαις ἐν τοῖς ἐπιπέδοις τοῖς συνοῦσι ἰοῖς μαθηματικοῖς σώμασι· τρίτον γένος στιγμῶν ἔσται τὸ συνὸν ταῖς γραμμαῖς ταῖς συνούσαις τοῖς καθ’ αὑτὰ οὖσιν ἐπιπέδοις, ἀφ’ ὧν ὡς ἁπλουστέρων τὰ μαθηματικὰ ἐπίπεδα ἢ καὶ σώματα γίνεται· τέταρτον γένος τὸ συνὸν ταῖς καθ’ αὑτὰς οὔσαις γραμμαῖς καὶ μὴ ἐν ἐπιπέδοις οὔσαις· πέμπτον γένος στιγμῶν ἔσται αὐτὸ καθ’ αὑτὸ ὂν καὶ μὴ ἐν γραμμαῖς τὸ εἶναι ἔχον. ὥστε, φησί, ποίων [*](4 πρότερα M1: πρότερον ALM2 5 ἄρα M: om. AL 7 εἰ M: om. AL 18 συμ- βαίνει εἶναι LM: εἶναι om. Α ἄλλα L: ἄλλὰ Α 22 φησίν L. om. A 23 post γραμμῶν add. φησίν Α)
728
γραμμῶν ἢ ποίων ἐπιπέδων ἔσονται αἱ ἐπιστῆμαι; πότερον τῶν μετὰ τῶν ἀκινήτων στερεῶν ὄντων; ἀλλ’ ἄτοπον· αἱ ἐπιστῆμαι γὰρ ἀεὶ τῶν προτέρων καὶ ἁπλουστέρων εἰσί. τούτοις καὶ ἄλλο προστίθησι λέγων ὁ δ’ τὐτὸς λόγος καὶ περὶ τῶν ἀριθμῶν· παρ’ ἑκάστας γὰρ τὰς στιγμὰς ἕτεραι ἔσονται μονάδες. λέγοι δ’ ἄν ‘ἐπειδὴ πάλιν αἱ μονάδες ἁπλούστεραί εἰσι τῶν στιγμῶν, καθὸ αὗται μὲν ἄθετοί εἰσιν αἱ δὲ στιγμαὶ θέσιν ἔχουσιν καὶ κεῖνταί που, ἔσται ἄλλο γένος μονάδων, ἀφ’ ὧν ὡς ἀπὸ ἁπλουστέρων εἰσὶν αἱ στιγμαί· ὥστε ἄλλο μὲν γένος ἔσται μονάδων τὸ ὂν παρὰ τἀς στιγμὰς τὰς συνούσας ταῖς γραμμαῖς ταῖς συνούσαις τοῖς ἐπιπέδοις τοῖς οὖσι παρὰ τὰ φυσικὰ ἐπίπεδα, ἄλλο δὲ πάλιν γένος μονάδων ἔσται τὸ ὂν παρὰ τὰ στιγμὰς τὰς συνούσας ταῖς γραμμαῖς αἵτινες σύνεισι τοῖς ἐν τοῖς μαθηματικοῖς σώμασιν οὖσιν ἐπιπέδοις· καὶ ὅλως ὅσα γένη τῶν στιγμῶν, τοσαῦτα καὶ μονάδων καὶ ἔτι πλείω.’ τὸ δὲ ἔτι πλείω προσέθηκα ἐγὼ διὰ τὸ μέλλον ὑπ’ αὐτοῦ εὐθὺς λέγεσθαι· ἔστι δὲ τόδε. ἐπεὶ ὁ Σωκράτης καθὸ ἄνθρωπος ἕν ἐστι καὶ ὁ Πλάτων καὶ ἁπλῶς πάντα τὰ αἰσθητὰ καθὸ τόδε τί ἐστιν ἕν εἰσιν, ἔσται ἄλλη μὲν μονὰς παρὰ τὸ ἐν τῷ Σωκράτει ἕν, καὶ ἄλλη παρὰ τὸ ἐν πλάτωνι, καὶ ἄλλη παρὰ τὸ ἐν ἐμοί, καὶ οὕτως ἐπὶ πάντων τῶν αἰσθητῶν. ἀλλ’ ἐπεὶ καὶ τὰ νοητὰ ἕκαστον αὐτῶν ἕν ἐστι καὶ μᾶλλον ἕν τούτου γὰρ δηλωτικόν ἐστι τὸ εἶτα τὰ νοητά), ἔσονται καὶ παρὰ τὸ ἐν ἑκάστῳ τῶν νοητῶν ἓν ἄλλαι ἁπλούστεραι μονάδες καὶ καθ’ αὑτάς· τὸ γὰρ ἐν ἑκάστῳ ἕν, ἐπειδὴ ἐν ἐκείνῳ καθ’ οὗ λέγεταί ἐστιν, οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον· ὥστε ἔσονται ἄπειρα γένη τῶν μαθηματικῶν μονάδων καὶ ἀριθμῶν. ἡ μὲν οὖν σύμπασα διάνοια τῶν [*](705) λεγομένων αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδέ πῃ ἔχει. εἰ γάρ εἰσι, φησί, παρὰ τὰ αἰσθητὰ στερεὰ ἕτερα καὶ πρότερα τῶν αἰσθητῶν, δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα τά φυσικά (τούτου γὰρ δεῖ προσυπακούειν) ἄλλα ἐπίπεδα κεχωρισμένα παντὸς σώματος καὶ καθ’ αὑτά· ὁμοίως καὶ γραμμαί· αἱ γὰρ ἐν τοῖς τοιούτοις ἐπιπέδοις γραμμαὶ καὶ στιγμαὶ δῆλον ὡς ἕτεραι ἔσονται τῶν φυσικῶν γραμμῶν καὶ στιγμῶν. τὸ δὲ τοῦ γὰρ αὑτοῦ λόγου ἴσον ἐστὶ τῷ τίς γὰρ ἡ ἀποκλήρωσις τοῦ στερεὰ μὲν εἶναι παρὰ τὰ αἰσθητά, ἐπίπεδα δὲ καὶ γραμμὰς μὴ εἶναι ἑτέρας τῶν φυσικῶν γραμμῶν καὶ ἐπιπέδων καθ’ αὑτὰ ὄντα. ἀλλὰ καὶ παρὰ τὰ τοῦ ἀκινήτου καὶ μαθηματικοῦ σώματος ἐπίπεδα ἔσονται ἄλλα πρότερα ἐπίπεδα. καὶ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν πρότερα γὰρ τῶν συγκειμένων ἐστὶ τὰ ἀσύνθετα· ὥστε ἔστιν ἄλλο τι γένος ἐπιπέδων ἁπλούστατον, ἐξ ὧν συντεθειμένων ταῦτα τὰ ἀκίνητα καὶ μαθηματικὰ ἀποτελεῖται στερεά· τούτων δὲ τῶν ἐν τοῖς ἀκινήτοις στερεοῖς ὄντων ἐπιπέδων ἔσονται τὰ πέρατα γραμμαί, ὧν γραμμῶν δεήσει ἑτέρας εἶναι προτέρας γραμμάς.

[*](4 τὰς στιγμὰς L: ἓν στιγμὰς Α 5 μονάδες (post ἔσονται) M: om. AL 12 τῶν Α: om. L 24 εἰ γάρ L: om. Α 33 et 34 πρότερα M1: πρότερον ALM2)
729
[*](p. 1076a39)

ἔτι ἅπερ καὶ ἐν τοῖς διαπορήμασιν ἐπήλθομεν πῶς ἐνδέχεται λύειν;

Ἀπορῶν ἐν τῷ Β τῆς προκειμένης πραγματείας ἐζήτησε καὶ τοῦτο, ὅτι εἰ αἱ μαθηματικαὶ ἐπιστῆμαι περὶ ἄλλας φύσεις εἰσὶ μεταξὺ οὔσας τῶν αἰσθητῶν καὶ νοητῶν, ἔστι δὲ ἡ ἀστρολογία μία τῶν μαθηματικῶν ἐπιστημῶν, ἔσται παρὰ τὸν αἰσθητὸν οὐρανὸν ἄλλος οὐρανὸς μαθηματικὸς καθ’ αὑτὸν ὢν καὶ ἐνεργείᾳ ἀλλ’ οὐκ ἐπινοίᾳ τὸ εἶναι ἔχων· ὡς γὰρ περὶ ἃ ἡ γεωμετρία ἐστὶ μεταξύ εἰσι κατ’ αὐτοὺς τοῦ αὐτομεγέθους καὶ τῶν αἰσθητῶν μεγεθῶν, οὕτως ἕξει καὶ περὶ ἃ ἡ ἀστρολογία. τοῦτον οὖν τὸν λόγον τὸν ἀποροῦντα καὶ λέγοντα ὅτι εἰ ἔστι τις μαθηματικὸς οὐρανός, ἀνάγκη αὐτὸν ἀκίνητον εἶναι καὶ τὰ μόρια αὐτοῦ ἤτοι τοὺς ἀστέρας, οὐρανὸν δὲ ἀκίνητον ἀδύνατον εἷναι (πᾶς γὰρ οὐρανὸς ἐν τῷ εἶναι ἐν κινήσει ἔχει τὸ οὐρανὸς εἶναι), ὁμοίως κἀν ἄλλο τι ἐν κινήσει ὂν καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχον οὐκ ἐνδέχεται ἀκίνητον εἶναι, τοῦτον δὴ τὸν λόγον πῶς ἐωδέχεται αὐτοὺς λύειν; ὁμοίως δὲ τῇ ἀστρολογίᾳ ἕξει καὶ ἡ ὀπτικὴ καὶ ἡ ἁρμονική· μονική· ἡ μὲν γὰρ ἔσται περὶ ὄψεις ἄλλας παρὰ τὰς αἰσθητάς, καὶ ἡ ἁρμονικὴ μονικὴ περὶ φωνάς· ὥστε ἔσονται καὶ αἱ ἄλλαι αἰσθήσεις. διὰ τί γὰρ ὄψεις μὲν ἔσονται παρὰ τὰς αἰσθητάς, παρὰ δὲ τὰς λοιπὰς αἰσθήσεις οὐκ ἔσονται ἄλλαι; εἰ δὲ τοῦτο, ἔσονται καὶ ζῷα μαθηματικά.

[*](p. 1077a9)

Ἔτι γράφεται ἔνια καθόλου ὑπὸ τῶν μαθηματικῶν.

Τὸ γράφεται ἀντὶ τοῦ δείκνυται νῦν εἴληπται. λέγει δὲ ὅτι ἐπεὶ δείκνυταί τινα παρὰ τοῖς μαθηματικοῖς διὰ τῶν καθόλου λόγων καὶ διά τινων ἀξιωμάτων (οἷον διὰ τοῦ ἀπὸ ἴσων ἴσα ἂν ἀφέλῃς, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ διὰ τοῦ ἂν τέσσαρά τινα ἦ ἀνάλογον, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων, καὶ ἄλλων πολλῶν τοιούτων), ἀνάγκη, δησίν, ὄντων χωριστῶν μεγεθῶν καὶ ἀριθμῶν, καὶ τὰ ὑπὸ τῶν ἀξιωμάτων δηλούμενα, οἷον τὰ τινά, εἶναι χωριστὰ καὶ καθ’ αὑτά, αὐτὸ τοῦτο τινὰ ὄντα, οὔτε γραμμαὶ οὔτε ἐπίπεδα οὔτε χρόνοι οὗτε ἄλλο τι· ἕτερον γὰρ τούτων ἁπάντων ἔσται καθολικώτερον ὂν καὶ τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων καὶ χρόνων καὶ στερεῶν καὶ τῶν ἄλλων ἁπάντων. ὥστε ἔσται τις φύσις μεταξὺ τοῦ αὐτομεγέθους καὶ τοῦ μαθηματικοῦ παντὸς μεγέθους τοῦ χωριστοῦ καὶ καθ’ αὑτὸ ὄντος, οὔτε γραμμὴ οὖσα ἡ φύσις αὕτη οὔτε χρόνος, οὐ σῶμα, οὐκ ἄλλο τι, ὃ ἂν εἴη ἐκείνοις μὲν ἴσως δῆλον τοῖς ταῦτα τιθεμένοις, ἡμῖν δὲ ἄδηλον. ὡς γὰρ κατ’ αὐτούς εἰσι παρὰ τὰ αἰέν [*](3 τῷ Β] c. 2 p. 997b12sqq. 4 εἰ M: ἐὰν AL 7 ὢν L: ὃν Α 8 κατ’ αὐτοὺς LM2: om. Α 17 καὶ αἱ—οὐκ ἔσονται (18. 19) om. L 22 τινα e Syr. Bonitz: τὰ AL 25 ὑπὸ] ἀπὸ Brandis 26 μεγεθῶν e Syr. scripsi: στερεῶν libri 27 τὰ τινά scripsi: τὸ τινά libri 31 τοῦ αὐτομεγέθους L: τοῦ om. Α 33 ὃ Α: ὅτι L)

730
σθητὰ τρίγωνα καὶ τὰς αἰσθητὰς γραμμὰς καὶ τὰ σώματα ἄλλα τρίγωνα καὶ γραμμαὶ καὶ σώματα, ἃ μαθηματικά φασιν, ἐπειδὴ ταῦτα τὰ μαθηματικὰ λέγεται τινά, ἀνάγκη εἶναι ἄλλην τούτων καθολικωτέραν φύσιν τὴν δηλουμένην ὑπὸ τῆς τινὰ φωνῆς. ἔχει δέ τινα βραχεῖαν ἀσάφειαν ἡ λέξις ἡ ἔσται οὖν καὶ αὕτη τις ἄλλη οὐσία μεταξὺ κεχωρισμένη τῶν τε ἰδεῶν καὶ τῶν μεταξύ· λέγει δὲ ἰδέας μὲν τὸ αὐτοποσὸν καὶ τὰ τοιαῦτα, αὐτὰ, μεταξὺ δὲ τὰ μαθηματικά· μεταξὺ γὰρ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν ἐτίθεντο τὰ μαθηματικά. λέγει οὖν ὅτι ἔσται τις ἄλλη φύσις καθ’ αὑτὴν οὖσα μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν μεταξύ, τουτέστι τῶν μαθηματικῶν, ὡς εἶναι κάτωθεν ἀρχομένοις πρῶτα τὰ μαθηματικά, δευτέρα ἡ φύσις αὕτη καὶ ἡ οὐσία, καὶ τρίται αἱ ἰδέαι. εἰ δὲ πρὸς τὰ αἰσθητὰ ἀπίδοις, ἔσονται πρῶτα μὲν τὰ αἰσθητά, δεύτερα δὲ τὰ μαθηματικά, τρίτη ἡ φύσις αὕτη καὶ τέταρτον αἱ ἰδέαι. ἀλλ’ εἰ ἀδύνατον, φησίν, εἶναι οὐσίαν καθ’ αὑτὴν μὴ χρόνον μὴ ἐπίπεδον μὴ ἄλλο τι οὖσαν, ἀδύνατον καὶ τὰ μαθηματικὰ εἶναι καθ’ αὑτά· εἰ γὰρ αὐτά, κἀκείνη, εἰ δὲ μὴ ἐκείνη, οὐδ’ ἀυτὰ.

[*](p. 1077a14)

Ὅλως δὲ τοὐναντίον συμβαίνει καὶ τοῦ ἀληθοῦς καὶ τοῦ εἰωθότος ὑπολαμβάνεσθαι.

Καὶ ἡ ἀλήθεια, φησί, βοᾷ καὶ πάντες οἱ σοφοὶ εἰώθασιν ὑπολαμβάνειν ὅτι τὸ ἀτελὲς τῷ μὲν χρόνῳ πρότερόν ἐστι τοῦ τελείου, τῇ δὲ φύσει ἤτοι τῷ τελείῳ ὕστερον. ἐξ ὧν δ’ οὗτοι λέγουσι (λέγουσι δὲ ὅτι τὰ ἄλλα ἐστὶ τῶν αἰσθητῶν καὶ καθ’ αὑτὰ ὄνια καὶ χωριστά), συμβαίνει τοὐναντίον τοῦ εἰωθότος ὑπολαμβάνεσθαι καὶ ἰῆς ἀληθείας· τοῦτο δ’ ἐστὶ τὸ τὰ μαθηματικὰ ἀτελέστερα τῶν φυσικῶν ὄντα πρότερα εἶναι οὐ τῷ [*](707) χρόνῳ ἀλλὰ καὶ τῇ φύσει· ὁμοίως δὲ καὶ ὕστερα· οὐδὲν δέ ἐστι καὶ πρότερον καὶ ὕστερον τῇ φύσει. καθὸ μὲν γὰρ αἱ μαθηματικαὶ οὐσίαι χωρισταί εἰσι καὶ καθ’ αὑτὰς καὶ τέλειαι κατ’ αὐτοὺς καὶ ἁπλούσταται, ἀνάγκη προτέρας εἶναι τῇ φύσει καὶ τῇ οὐσία τῶν αἰσθητῶν μεγεθῶν, κατὰ δὲ τὸ ἀληθὲς ὑστέρας. καὶ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν τὸ γὰρ ἀτελὲς μέγεθος τῷ χρόνῳ μὲν ἀεὶ πρότερόν ἐστι τῇ οὐσίᾳ δὲ ὕστερον, ρον, οἷον ἄψυχον ἐμψύχου. ὥσπερ γὰρ πρότερον μὲν γίνεται τὸ ἄψυχον σῶμα καὶ οὕτως ἐμψυχοῦται καὶ τελειοῦται, οὕτω καὶ ἐπὶ τῶν ἄλλων· πρότερον μὲν ὁ λόγος ὑπονοεῖ τὸ τριχῇ διαστατὸν γινόμενον, ὅπερ ἀναλογεῖ τῷ μαθηματικῷ σώματι, καὶ οὕτως ὅτι εἰσῆλθον ἐν αὐτῷ ὑπὸ τῆς φύσεως θερμότητες κουφότητες ἡ ἄλλη τις ποιότης, καὶ ἀπετέλεσαν τὸ φυσικὸν τέλος. ὡς οὖν τὸ ἄψυχον πρότερον ὂν τῇ γενέσει πρότερον γὰρ αὐτὸ γίνεται) ἀτελέστερόν ἐστι τοῦ ἐμψύχου, οὕτω καὶ τὰ μάθ’ μαθηματικὰ τῇ μὲν γενέσει πρότερά ἐστι τῶν φυσικῶν σωμάτων, τῇ δὲ φύσει καὶ τῷ τελείῳ ὕστερα· ὥστε κατὰ μὲν τὴν ἀλήθειαν καὶ ἀτελέστερά ἐστι τὰ μαθηματικὰ τῶν φυσικῶν, καὶ διὰ τοῦτο καὶ ὕστερα τῇ φύσει· ἀλλὰ καὶ πρότε [*](6 L: om. Α 7 τε M2: om. ALM1 24 ὄντα M: om. AL)

731
τέρα κατὰ τοὺς χωρίζοντας αὐτὰ καὶ ἄλλα τῶν φυσικῶν εἷναι λέγοντας. ταῦτα εἰπὼν διὰ μέσου ζητεῖ τινα ζήτησιν καὶ οὕτως πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον. ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν· ἐπεὶ τὰ μαθηματικὰ σώματα ἐξ ἐπιπέδων εἰσί, τί τὸ αἴτιον αὐτοῖς τῆς ἑνώσεως; τοῖς μὲν γὰρ φυσικοῖς σώμασιν ἢ ἡ ψυχὴ ὡς εἶδός ἐστιν αἰτία τοῦ ἓν εἶναι, ὡς ἐπὶ τῶν τελείων ζῴων, ἢ μέρος ψυχῆς, ὡς ἐπὶ τῶν ἐχόντων ἁφὴν μόνην, ἢ ἄλλο τι εὔλογον, κόλλα δηλαδὴ ἢ δεσμός. εἰ δὲ μή ἐστι τὸ δεσμοῦν ἀλλὰ ἐξέλθοι ἀπ’ αὐτῶν, εὐθὺς πολλά τε γίνεται καὶ διαλύεται. τοῖς δὲ μαθηματικοῖς καὶ δυναμένοις διαιρεῖσθαι διὰ τὸ ποσὰ εἶναι τί τὸ αἴτιον τῆς αὐτῶν ἑνώσεως; τοῦτο διὰ μέσου εἰπὼν ἄνεισι πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς, ἐν ᾧ τὸ αἰσθητὸν πρότερον ἐδείκνυ τοῦ μαθηματικοῦ τῇ οὐσίᾳ, καὶ δείκνυσι καθόλου, ὅτι πᾶν σῶμα τῇ οὐσίᾳ πρότερόν ἐστι καὶ γραμμῆς καὶ ἐπιπέδου. ἐκ τούτου δὲ ἔχει ὅτι καὶ τῶν σωμάτων τὸ τελειότερον πρότερόν ἐστι τῶν ατελεστέρων· τελειότερον δὲ τὸ φυσικὸν τοῦ μαθηματικοῦ. λέγει δὴ ὅτι αἱ γενέσεις δηλοῦσιν ὅτι τὰ σώματα πρότερά ἐστι καὶ ἐπιπέδων καὶ γραμμῶν τῇ οὐσίᾳ· πρότερον γὰρ ἐπὶ μῆκος γίνεται ἡ αὔξησις ἢ ὅλως ἡ κίνησις, ἔπειτα εἰς πλάτος, εἶτα εἰς βάθος, καὶ τελειοῦται ὡς σῶμα ἁπλῶς, ὕστερον δὲ προσλαβὸν καὶ ποιότητα τελειοῦται ὡς φυσικὸν σῶμα. ὥστε εἰ τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, πρότερον ἂν εἴη τὸ σῶμα καὶ ἐπιπέδου καὶ γραμμῆς, καὶ τοῦ σώματος πάλιν τὸ αἰσθητὸν σῶμα, καὶ τούτου τὸ ἔμψυχον, καὶ ἐφεξῆς ἀκολούθως. ἔτι, φησί, καὶ διὰ τὸ τὸ μὲν σῶμα | ἔμψυχον δύνασθαι γενέσθαι, τὴν δὲ γραμμὴν καὶ τὸ ἐπίπεδον οὐδαμῶς [*](708) (οὐδεὶς γὰρ ἑώρακέ ποτε γραμμὴν ἔμψυχον), καὶ διὰ τοῦτο πρότερον ἄν εἴη τὸ σῶμα τῆς ἐπιφανείας καὶ τῆς γραμμῆς. πῶς δὲ ἀδύνατον, δῆλον. τὰ μὲν γὰρ εἴδη τῶν ἐμψύχων οἷς ἂν παρῇ ἔμψυχα καὶ ζῆν αὐτὰ ποιεῖ· οὐδεμία δὲ γραμμὴ ἢ ἐπίπεδον αἴτιον ζωῆς οὐδενί ἐστιν· οὐκ ἄρα εἰσὶν ὡς εἴδη ἐμψύχων οὐσίαι. ἀλλὰ μὴν οὐδ’ ὡς ἀψύχων. τὰ γὰρ τῶν ἀψύχων εἴδη αἴτια αὐτοῖς ἐστι τοὐ ὡδὶ κινεῖσθαι, εἴ γε ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας· αἱ δὲ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐδεμιᾶς ἠρεμίας οὐδὲ κινήσεως ἐστιν αἴτια· οὐκ ἄρα εἰσὶν ὡς εἴδη οὐσίαι. ἀλλὰ μὴν οὐδ’ ὡς ὕλη, εἴ γε ἡ μὲν ὕλη τοιωσδὶ ἀλλοιοῦσθαι δύναται καὶ βαρεῖα καὶ κούφη γίνεσθαι καὶ μανοῦσθαι καὶ πυκνοῦσθαι, οὐδεμία δὲ γραμμὴ ἢ ἐπίπεδον οὐδὲν τούτων πάσχειν δύναται.

[*](p. 1077a31)

Ἔτι τὸ μὲν σῶμα οὐσία τις· ἤδη γὰρ ἔχει πὼς τὸ τέλειον.

Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ δευτέρας εἶναι τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα τῶν σωμάτων. δείκνυσι δὲ τοῦτο διὰ τοὐ δεῖξαι ὅτι αἱ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὔκ εἰσιν οὐσίαι, τὸ δὲ σῶμα οὐσία, ὥστε εἰ τὸ σῶμα οὐσία αἱ δὲ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐκ οὐσίαι, πᾶσα δὲ οὐσία προτέρα [*](18 ποιότητα A: ποιότητας L 29. 30 ἠρεμίας οὑδὲ M Bonitz: οὐδενὶ AL 38. 39 ὥστε εἰ τ. σ. οὐσία Α: om. L: ind. Μ2)

732
τῶν μὴ οὐσιῶν (τοῦτο γὰρ δέδεικται), τὸ σῶμα ἄρα ὡς οὐσία πρότερον ἂν εἴη τῶν γραμμῶν καὶ ἐπιπέδων ὡς μὴ ὄντων οὐσιῶν. λέγει δὲ αὐτὸς ὅτι τὸ μὲν σῶμα οὐσία τίς ἐστι· σημεῖον δὲ ὅτι ἔχει πὼς τὸ τέλειον. καὶ ὅτι μὲν τὸ σῶμα τέλειον, δέδεικται εὐθὺς ἐν ἀρχῇ τῆς Περὶ οὐρανοῦ πραγματείας. τὸ δὲ πῶς ὡς πρόσκειται διὰ τὰ μαθηματικά· οὐ γάρ εἰσιν ἁπλῶς τέλεια ὡς τὰ φυσικά, ἀλλὰ καθὸ μὲν ἔχει τὰς τρεῖς διαστάσεις, εἰσὶ τέλεια, ὡς ἐν τῇ Περὶ οὐρανοῦ λέγεται, ᾖ δὲ ἐλλείπει αὐτοῖς τὰ πάθη, καθ’ ἃ τὰ φυσικὰ εἰδοποιεῖται, ἐστὶν ἀτελῆ. καὶ ὅτι μὲν τὰ σώματα οὐσίαι, δέδεικται, ὡς εἴρηται· τὰ δὲ ἐπίπεδα καὶ αἱ γραμμαὶ ἐπειδὴ ἁπλᾶ εἰσιν, εἰ ἔσονται οὐσίαι, ἢ ὡς εἶδος ἔσονται ἢ ὡς ὕλη, ὥσπερ ἡ μὲν ψυχὴ οὐσία ἐστὶν ὡς εἶδος, τὸ δὲ σῶμα ὡς ὕλη. οὐδεμία δὲ οὐσία φαίνεται ἐκ γραμμῶν ἢ ἐξ ἐπιπέδων μαθηματικῶν συνίστασθαι δυναμένη· ἢ γὰρ ὡς ἐξ ὕλης τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου συσταίη ἂν ἡ οὐσία, ἢ ὡς ἐξ εἴδους· ἀδύνατον δὲ τούτων ἑκάτερον, ὥστε ἀνούσιοι αἱ γραμμαὶ καὶ αἱ στιγμαί, εἰ δὲ τοῦτο, δεύτεραι τῶν οὐσιῶν. κατὰ δὲ τὴν λέξιν τὸ εἰ δ’ ἦν οὐσία τις ὑλική, τοῦτ’ ἄν ἐφαίνετο πάσχειν ἴσον ἐστὶ τῷ ‘εἰ δ’ ἦσαν αἱ γραμμαὶ καὶ τὰ ἐπίπεδα ὑλικαὶ οὐσίαι, τοῦτ’ ἄν, τουτέστι τὸ ἀλλοιουμένων αὐτῶν ἕτερον ἐξ αὐτῶν συνίστασθαι, ἐφαίνοντο πάσχουσαι.’ ταῦτα εἰπὼν λέγει ὅτι τῷ μὲν λόγῳ ἔστωσαν πρότερα τὰ μαθηματικὰ τῶν αἰσθητῶν, ἐπειδή τις τὸ αἰσθητὸν ὁριζόμενος δεῖται τῶν | διαστάσεων, [*](709) αἳ ὁρίζουσι τὸ μαθηματικόν· ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ὥσπερ καὶ ὁ προσδεόμενος τοῦ ζῴου τοῦ λόγου αὐτοῦ προσδεῖται (τὸ γὰρ πρᾶγμα καὶ ὁ αὐτοῦ ταὐτόν), ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ἔσονται πρότερα τὰ διαστήματα τῷ λόγῳ· οὐκέτι δὲ καὶ τῇ οὐσίᾳ. εἶτα ἵνα μή τις νομίσῃ ὅτι τὰ τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα εὐθύς ἐστι, δείκνυσι τὴν τοιαύτην ὑπόνοιαν ψευδῆ. οὐ πάντα γάρ, φησίν, ὅσα τῷ λόγῳ πρότερα καὶ τῇ οὐσία πρότερα. καὶ τέως πρότερον διαρθροῖ τίνα ἐστὶ τὰ τῇ οὐσίᾳ πρότερα καὶ τίνα τὰ τῷ λόγῳ, καὶ οὕτω δείκνυσιν ὅτι οὐ πάντα τὰ τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερά ἐστιν. ἔστιν οὖν, φησί, τῇ οὐσίᾳ πρότερα ὅσα χωριζόμενα τῷ εἶναι ὑπερβάλλει, τουτέστιν ὅσα χωριζόμενα τῶν ἐν οἷς εἰσιν, αὐτὰ μὲν εἶναι δύναται, ἐκεῖνα δὲ μή, ὥσπερ ἐπὶ τῆς μονάδος καὶ ἐπ’ ἄλλων πολλῶν. οὔσης μὲν γὰρ δυάδος ἔστι καὶ μονάς, καὶ μὴ οὕσης δυάδος καὶ οὕτως ἔστι μονάς· ὥστε ἐπεὶ ἡ μονὰς καὶ συνυπάρχει καὶ μεθυπάρχει τῇ δυάδι, ἐπὶ πλέον ἐστὶ τὸ εἶναι αὐτῆς, ἀντὶ τοῦ μᾶλλον εἶναι δύναται τῆς δυάδος· ἡ γὰρ ὕλη εἰς τὸ εἶναι συντείνει, αἱ δὲ διαφοραὶ φοραὶ εἰς τὸ τοιοῖσδε εἶναι. ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ ζῴου τοῦτό ἐστιν· ἐπὶ τούτῳ γὰρ λέγομεν τὸ τοῦ ζῴου εἶναι ἐπὶ πλέον τῆς τοῦ ἀνθρώπου ὑπάρξεως εἶναι, ὅτι καὶ συνεῖναι τῷ ἀνθρώπῳ δύναται, καὶ μὴ ὄντος τοῦ [*](4 et 7 Περὶ οὐρανοῦ] Α 1 p. 268 a 23 5 πρόσκειται Brandis Bonitz: πρόκειται ALM 15 δεύτεραι L Syr.: δεύτερα Α 15 τὸ M1: τὴν ALM2 20 αἰσθητῶν e Syr. Bonitz: οὐσιῶν ALM 39 ἐπὶ τούτῳ L: ἐπὶ τούτων Α ἐπὶ πλέον Μ: om. AL 40 ὑπάρξεως LM: ὑπάρξει Α)
733
ἀνθρώπου καὶ οὕτως εἶναι δύναται. ὅσα μὲν οὗν χωριζόμενα καὶ χωρὶς τῶν ἀφ’ ὧν κεχώρισται δύναται εἶναι, εἰσὶ τῇ οὐσίᾳ πρότερα. τῷ δὲ λόγῳ, φησί, πρότερά ἐστιν ὅ σῶν οἱ λόγοι ἐκ τῶν λόγων. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. ἐπεὶ ὁ τοῦ λευκοῦ ἀνθρώπου λόγος ὁ λέγων ζῷον πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως ἐκ τοῦ λόγου ἐστὶ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος καὶ τὸ λευκὸν πρότερά ἐστι τῷ λόγῳ τοῦ λευκοῦ ἀνθρώπου· ἐκ γὰρ τῶν λόγων αὐτῶν ὁ τοῦ λευκοῦ ἀνθρώπου λόγος. τὸ δὲ ταῦτα δὲ οὐχ ἅμα ὑπάρχει ἀντὶ τοῦ οὐ συνδυάζεται οὐδὲ εὑρίσκεται ἅμα, ὥστε τὰ τῷ λόγῳ πρότερα εὐθὺς καὶ τῇ οὐσίᾳ πρότερα εἷναι, ἀλλὰ κεχώρισται καὶ εἰσί τινα τῷ λόγῳ πρότερα τῇ δὲ οὐσία σὐκέτι. εἰπὼν οὖν τίν ἐστὶ τὰ τῇ φύσει πρότερα καὶ τίνα τὰ τῷ λόγῳ, ἄνεισιν ἐπὶ τὸ προκείμενον, δεικνὺς ὅτι οὐ τὰ τῷ λόγῳ πρότερα ἀνάγκη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερα εἶναι. εἰ γὰρ μὴ ἔστι, φησί, τὰ πάθη, οἷον λευκὸν καὶ κινούμενον, τουτέστι κίνησις, παρ’ ἁ τὰς οὐσίας, ἀλλ’ ἐν αὐταῖς τὸ εἶναι ἔχει, τοῦ λευκοῦ ἀνθρώπου ἔσται πρότερον τὸ λευκὸν κατὰ τὸν λόγον, ὅτι ὁ λόγος αὐτοῦ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου λόγῳ εἴληπται, κατὰ δὲ τὴν οὐσίαν καὶ τὸ εἶναι οὐκέτι· εἰ γάρ ἐστι τὸ λευκὸν καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶναι πρότερον τοῦ λευκοῦ ἀνθρώτου, | ἔσται τὸ λευκὸν χωρὶς τῆς οὐσίας καὶ καθ’ αὑτό· ἀλλ’ [*](710) οὐκ ἐνδέχεται τὸ λευκὸν καθ’ αὑτὸ εἶναι ἀλλ’ ἀεὶ μετὰ τοῦ συνόλου ἐστίν. τί δ’ ἐστὶ τὸ σύνολον, αὐτὸς ἐσαφήνισεν εἰπὼν σύνολον δὲ λέγω τὸν ἄνθρωπον καὶ τὸ λευκόν, τουτέστι τὸ ἐξ ἀνθρώπου καὶ λευκοῦ συγκείμενον. ὥστε φανερόν, φησίν, ὅτι οὔτε τὸ ἐξ ἀφαιρέσεως (λέγοι δ’ ἄν ἐξ ἀφαιρέσεως τὸ μαθηματικόν) πρότερον τῇ οὐσίᾳ, ἐπεὶ καὶ τὸ λευκὸν ἐξ ἀφαιρέσεώς ἐστιν (ἐχώρισε γὰρ αὐτὸ ὁ λόγος τοῦ ὑποκειμένου) ὅμως οὐ πρότερον τοῦ ἀνθρώπου, οὔτε πάλιν τὸ ἐκ προσθέσεως, τουτέστι τὸ μαθηματικὸν σῶμα μετὰ τῶν ποιοτήτων, ὕστερον τοῦ μάθημα· τικοῦ σώματος, ἀλλὰ τῷ μὲν λόγῳ ὕστερον τῇ δὲ οὐσίᾳ πρότερον. ἢ ἐξ ἀφαιρέσεως λέγοι ἄν (δύναται γάρ τις καὶ οὕτως ἀκούειν) τὸ λευκόν· τοῦτο γὰρ ὁ λόγος ἀφαιρεῖται καὶ χωρίζει τοῦ ὐποκειμένου, καὶ οὐκ ἔστι τὸ λευκὸν τῆς οὐσίας πρότερον τῇ οὐσίᾳ ἀλλὰ τῷ λόγῳ· ἐκ προσθέσεως δὲ τὸ ἐκ λευκοῦ καὶ ἀνθρώπου. καὶ οὐκ ἔστι τοῦτο πάντῃ ὕστερον, ἀλλὰ τῷ μὲν λόγῳ ὕστερον τῇ δὲ φύσει πρότερον. τὸ δὲ ἐκ προσθέσεως γὰρ τῷ λευκῷ ὁ λευκὸς ἄνθρωπος λέγεται ἀντὶ τοῦ προσθέσει γὰρ τοῦ λευκοῦ ὁ λευκὸς ἄνθρωπος λέγεται ἐκ προσθέσεως. καὶ συμπεραίνεται λοιπὸν λέγων ὅτι μὲν οὔτε οὐσία τὰ μαθηματικὰ μᾶλλον τῶν σωμάτων εἰσὶ τῶν φυσικῶν, οὔτε πρότερα τῷ εἶναι καὶ τῇ οὐσίᾳ ἀλλὰ τῷ λόγῳ μόνῳ, οὗτε δὲ κεχωρισμένα που καὶ καθ’ αὑτὰ εἶναι δυνατόν εἴρηται αὐταρκῶς.

[*](3. 6. 9. 10. 13 πρότερον L 9 τὸ τῷ L εὐθὺς L: om. Α 11 πρότερα LM: πρότερον A 11 τά (post τίνα) M: 0111. AL 21. 22 τὸν ἄνθρωπον τὸν λευκόν Metaph. vulg. 25 ἐχώρισε M: ἐχώρησε AL 26.31.33 προσθέσεως M Metaph. vulg.: προθέσεως AL Metaph. libri tres 34 τῷ λευκῷ AL Metaph.: τοῦ λευκοῦ Μ Bonitz)
734
[*](p. 1077b14)

ἐπεὶ δ’ οὐδ’ ἐν τοῖς αἰσθητοῖς ἐνεδέχετο αὐτὰ εἶναι φανερὸν ὅτι ἢ ὅλως οὐκ ἔστιν ἡ τρόπον τινά.

Δείξας ὅτι τὰ μαθηματικὰ οὕτε κεχωρισμένα εἰσὶ καὶ καθ’ αὑτά, οὔτε αἰσθητὰ ἄλλα ὄντα παρὰ τὰ αἰσθητά εἰσι, λέγει ποία ἐστὶν αὐτῶν ἡ ὑπόστασις, καὶ τάχα ἀρέσκει αὐτῷ καὶ τῇ ἀληθείᾳ μήτε καθ’ αὑτὰ ὑφεστηκέναι τὰ μαθηματικὰ μεγέθη, μήτε ἐν τοῖς αἰσθητοῖς εἶναι ἄλλα ὄντα παρὰ τὰ αἰσθητά, ἀλλὰ ἀπὸ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν τῶν ἐν τοῖς παθητικοῖς ποιοτήτων ἐπινοεῖσθαι. κατὰ ἀφαίρεσιν γὰρ τῆς ἐν τῷ αἰσθητῷ κύβῳ βαρύτητος σκληρότητος λευκότητος καὶ τῶν ὁμοίων ἐπινοεῖται ὁ μαθηματικὸς κύβος, καὶ οὔτε ἄλλος ὢν παρὰ τὸν αἰσθητὸν ἐν αὐτῷ ἐστιν (οὕτω γὰρ ἂν συνέβαινε δύο σώματα εἶναι ἐν τῷ αὐτῷ), οὔτε ἔστιν αὐτὸς καθ’ αὑτόν. ἀλλὰ ταῦτα μὲν προϊοῦσιν ἔτι μᾶλλον ἔσται δῆλα· αὐτὸς δέ φησιν ‘ἐπεὶ δέδεικται ὅτι καθ’ αὑτὰ τὰ μαθηματικὰ σώματα οὔκ εἰσιν, ἐνεδέχετο δὲ ἢ καθ’ αὑτὰ εἶναι ἢ ἐν τοῖς αἰσθητοῖς, ἐδείχθη δὲ καὶ τοῦτο ἀδύνατον, φανερὸν ὅτι ἡ ὅλως οὔκ εἰσιν ἢ τρόπον τινά, καὶ διὰ τοῦτο ἀπλῶς μέν, οἷον Σωκράτης ἢ αἱ θεῖαι καὶ ἀσώματοι οὐσίαι, οὔκ εἰσιν, ἀφαιρέσει δέ· πολλοὶ γὰρ τρόποι ὑπάρξεως. ὥστε κἂν μὴ ἀπλῶς εἶναι [*](711) [οὐ] δύνωνται, ἀλλ’ ἐξ ἀφαιρέσεως ἔσονται, ἄλλως δὲ οὐκέτι.’ Ὥσπερ γάρ, φησί, καὶ τὸ καθόλου (λέγει δὲ καθόλου τό τε πρῶτον πρὸς δεύτερον καὶ τρίτον πρὸς τέταρτον τὸν αὐτὸν ἔχῃ λόγον, καὶ ἐναλλὰξ ληφθέντων σωθήσεται τὸ ἅμα τὸν αὐτὸν ἔχειν λόγον, καὶ τὸ ἄν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ τὰ ὅμοια), ὥσπερ οὖν, φησί, καὶ τὸ καθόλου ἐν τοῖς μαθήμασιν οὐ περὶ κεχωρισμένων ἐστί τινων καὶ καθ’ αὑτὰ ὄντων καὶ ἑτέρων παρὰ τὰ αἰσθητὰ μεγέθη καὶ ἀριθμούς, ἀλλὰ περὶ τούτων μὲν ποιεῖται τοὺς λόγους, οὐχ ᾗ δὲ αἰσθητὰ οὐδὲ ᾗ δυνάμενα ἔχειν μέγεθος καὶ διαιρεῖσθαι, ἀλλ’ αὐτὸ τοῦτο μόνον ὁρᾷ ὅτι δύνανται τὸν τῆς ἀναλογίας λόγον φυλάσσειν ἐναλλὰξ ληφθέντα, οὕτω καὶ ὁ γεωμέτρης ποιήσεται λόγον καὶ ἀπόδειξιν ἀκριβῆ περὶ τὸ αἰσθητὸν στερεόν, οὐχ ᾗ δὲ ἔχον ἀντιτυπίαν ἢ βάρος ἢ λευκόν, ἀλλ’ ᾗ τοιόνδε, τουτέστιν ᾗ μέγεθος καὶ ᾗ τριχῇ διαστατόν, ὅλως μὴ προσεννοῶν τὴν ἐν αὐτῷ λευκότητα ἢ θερμότητα ἢ βαρύτητα ἢ ἄλλην τινὰ ποιότητα· ἐχώρισε γὰρ αὐτὰ λόγῳ καὶ καθ’ αὑτὴν μόνην ὁρᾶ τὴν τοιανδὶ διάστασιν. πρὸς τούτῳ καὶ δι’ ἄλλου ὑποδείγματος σαφηνίζει τὸ λεγόμενον λέγων ὥσπερ γὰρ καὶ ᾗ κινούμενα μόνον πολλοὶ λόγοι εἰσί, τουτέστιν ὥσπερ γὰρ πολλοὶ λόγοι καὶ ἀποδείξεις εἰσὶ τῶν κινουμένων (λέγομεν γὰρ καὶ δεικνύομεν ὅτι τὰ ἰσοταχῶς κινούμενα ἐν χρόνῳ τὸ αὐτὸ διάστημα διέξεισιν, οὐδὲν ἁπτόμενοι τῶν ὑποκειμένων πραυοὔτε [*](4 αἰσθητὰ] exspectes οὔτε ἐν τοῖς αἰσθητοῖς 6 ἄλλα LM Syr.: ἀλλὰ Α 7 ἀλλ’ ἐκ τῶν Syr. 8 παθητικοῖς Α: μαθηματικοῖς L 10 αὐτῷ L : αὐτοῖς Α 13 σώματα Α: μεγέθη L 18 οὐ del. Bonitz 19 τὰ καθόλου Metaph. vulg. 23 περὶ M: παρά AL 24 αἰσθητὰ om. Syr. 31 ἣ (post λευκότητα) L: καὶ Α 33 τούτῳ L: τοῦτο Α 34 λέγων Μ1: del. M2: om. AL 37 χρόνῳ e Syr. coni. Usener: λόγῳ AL)

735
μάτων, ἀλλὰ περὶ τῆς κινήσεως αὐτῶν μόνης διαλεγόμεθα, καὶ ὅμως οὐ διὰ τὸ μὴ ἅπτεσθαι τῶν ὑποκειμένων ὑπολαμβάνομεν εἶναι κίνησιν κεχωρισμένην· ἀλλὰ καὶ οἱ φυσικοὶ δεικνύουσι πάντα τὰ καθ’ αὑτὰ ταῖς κινήσεσι μὴ θεωροῦντες μηδὲ πολυπραγμονοῦντες τὰ ὑποκείμενα τίνα ἐστί, πότερον ἄνθρωποι ἢ οὐρανός, ἀλλ’ οὐδὲ τί συμβέβηκε τῷ ἀνθρώπῳ ἢ τῷ οὐρανῷ θεωροῦσιν, ἀλλ’ αὐτὴν καθ’ αὑτὴν τὴν τῆς κινήσεως φύσιν καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα αὐταῖς ἀνιχνεύουσί τε καὶ ἀποδεικνύουσι, καὶ οὐδεμία ἀνάγκη διὰ τὸ μὴ τὸν φυσικὸν ὁρᾶν τὸ κινούμενον, αὐτὸ δὴ τὸ τῇ κινήσει ὑποκείμενον, τί ἐστιν, εἶναί τι παρὰ τὰ αἰσθητὰ κινούμενον καὶ κεχωρισμένον καὶ καθ’ αὑτό· ἀλλ’ οὐδὲ πάλιν ἀνάγκη εἶναί τι κινούμενον παρὰ τὰ αἰσθητὰ καὶ ἀλλην τινὰ φύσιν, εἶναι δὲ ἐν αὐτοῖς), ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν κινουμένων καὶ αἰσθητῶν (κινούμενα τὰ αἰσθητά), φησίν, ἕξει, καὶ ἔσονται λόγοι αὐτῶν καὶ ἐπιστῆμαι, ἀλλ’ οὐχ ᾗ κινούμενά ἐστιν οὐδὲ ᾗ βαρύτητα ἢ κουφότητα ἔχει, ἀλλὰ καθὸ [*](712) σῶμα μόνον, οὐδαμῶς θεωροῦντες εἴτε βαρύ ἐστι τὸ τοιοῦτον μέγεθος ἢ σῶμα εἴτε καὶ μή· ὁμοίως καὶ τῶν ἐπιπέδων καὶ μηκῶν ἔσονται λόγοι καὶ ἀποδείξεις, καθὸ μόνον ἐπίπεδά ἐστι καὶ καθὸ μήκη, τοῦ ἐν αὐτοῖς λευκοῦ ἢ βαρέος ἡ θερμοῦ κατορχούμενοι. ἀλλὰ κἂν περὶ διαιρετῶν θεωρῶσιν, οὕτω καὶ αὐτοὶ ἐπισκέπτονται ὡς μόνον δυνάμενα διαιρεῖσθαι· εἰ δὲ βαρέα ταῦτα οὐδὲ εἷς αὐτοῖς λόγος. ἀλλὰ καὶ τὰς στιγμὰς ὡς ἀδιαιρέτους μόνον ἐπισκέπτονται, ἄλλο τι μὴ προσθεωροῦντες.

[*](p. 1077b31)

Ὥστ’ ἐπεὶ ἀπλῶς λέγειν ἀληθὲς μὴ μόνον τὰ χωριστὰ εἶναι ἀλλὰ καὶ τὰ μὴ χωριστά.

ἔνστασιν τινα δυναμένην φέρεσθαι πρὸς τὰ λεγόμενα διὰ τούτων λύει. ἔστι δὲ ἡ ἔνστασις τοιαύτη. εἰ τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως τὸ εἶναι ἔχει, πῶς αὐτά φαμεν ὅτι εἰσίν·; ταύτην λύων λέγει ‘ἐπεὶ οὐ μόνον τὰς οὐσίας (ταύτας γὰρ λέγει χωριστάς) ἁπλῶς φαμεν εἶναι, ἀλλὰ καὶ τὰ χωρί’ σὰ ἤτοι τὰ συμβεβηκότα καὶ μὴ καθ’ αὑτὰ δυνάμενα εἶναι (κατηγοροῦμεν γὰρ καὶ κατὰ τούτων τὸ εἶναι ἁπλῶς, φημὶ δὴ τοῦ τε λευκοῦ καὶ τοῦ κινουμένου ἤτοι τῆς κινήσεως), ὡς οὖν οὐ μόνον τὰς οὐσίας εἶναί φαμεν, ἀλλὰ καὶ τὰς κινήσεις καὶ ὅλως τὰ πάθη, ἃ οὐ δύναται καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις, οὕτω καὶ τὰ μαθηματικὰ ἕξουσι μὲν ἐξ ἀφαιρέσεως τὸ εἶναι, ἕξουσι δὲ καὶ τὸ κατ’ αὐτῶν ἀπλῶς τὸ εἶναι λέγεσθαι, καὶ οὐ μόνον θαρρούντως ἐροῦμεν ὡς εἰσίν, ἀλλὰ καὶ ἀποφανούμεθα ὅτι τοιαῦτά εἰσιν οἷα λέγουσιν, οἷον ὅτι ἡ γραμμὴ ἀπλατὴς καὶ ἡ ἐπιφάνει ἀβαθὴς καὶ τὰ ἄλλα ὁμοίως· ὁ γὰρ λόγος ὁ χωρίσας τὴν γραμμὴν δύναται αὐτὴν τοιαύτην εἶναι νοεῖν οἵαν ἐχώρισε.’ καὶ ὥσπερ, φησίν, ἀληθές ἐστιν εἰπεῖν καὶ τὰς ἄλλας ἐπιστήμας τούτων μόνων ὧν εἰσιν ἐπιστῆμαι εἶναι καὶ οὐ [*](1 μόνης LM2: μόνον Α 5 post συμβέβηκε add. καὶ AL 6 τὴν L: om. Α 15 θεωροῦντες M: θεωρῶν AL 18 θεωρῶσιν M: θεωρῶν A: θεωρῶ L 24 πρὸς LM: παρὰ Α 32 ἄλλοις LM: ἀλλήλοις Α)

736
τοῦ ουμβεβηκότος, οἷον ὅτι ἡ ἰατρικὴ τοῦ ὑγιεινοῦ ἐστιν οὗ καὶ ἔστιν ἐπιστήμη, καὶ οὐ τοῦ συμβεβηκότος τῷ ὑγιεινῷ, οἷον τοῦ λευκοῦ, εἴ γε τῷ ὑγιεινῷ συμβέβηκε λευκῷ εἶναι, οὕτω καὶ τὴν γεωμετρίαν ἀληθὲς εἰπεῖν ὅτι τοῦ μεγέθους καὶ σχήματός ἐστι καὶ οὐ τοῦ βαρέος ἢ τοῦ θερμοῦ ἢ ὅλως τοῦ αἰσθητοῦ. ταῦτα γὰρ τῷ σώματι ὡς μὲν φυσικῷ καθ’ αὑτὰ ὑπάρχει, ὡς δὲ μαθηματικῷ κατὰ συμβεβηκός. ὥστε οὔτε τῶν αἰσθητῶν ἁπλῶς ὡς αἰσθητῶν εἰσιν αἱ μαθηματικαί, οὔτε παντάπασιν ἑτέρων ἄλλων ὄντων παρὰ τὰ αἰσθητά, ἀλλὰ τῶν αἰσθητῶν μέν, οὐχ ᾗ δὲ αἰσθητὰ ἀλλ’ ᾗ μόνον μεγέθη εἰσὶ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. κατὰ δὲ τὴν λέξιν πολλὴν ἀσάφειαν ἐποίησε τὸ οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκοῦ εἰ τὸ ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ. λέγει δὲ ὅτι ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι τούτων | εἰσὶν [*](713) ὧν εἰσιν ἐπιστῆμαι καὶ πρὸς ἃ λέγονται ἀλλ’ οὐ τῶν συμβεβηκότων αὐτοῖς, καὶ σαφηνίζει τοῦτο ἐπὶ τῆς ἰατρικῆς καὶ τοῦ ὑγιεινοῦ, πρὸς ὃ αὕτη λέγεται, λέγων ὅτι οὐ τοῦ συμβεβηκότος ἐστὶν ἡ ἰατρική, οἷον τοῦ λευκοῦ, εἰ τὸ ὑγιεινὸν περὶ ὅ ἐστιν ἡ ἰατρικὴ λευκόν ἐστιν· οὐκ ἔστιν οὗν ἡ ἰατρικὴ τοῦ λευκοῦ, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ, τουτέστιν ἀλλὰ καθό ἐστιν ὑγιεινόν, ἐστὶν αὐτοῦ ἡ ἰατρική, καὶ οὐ καθὸ λευκόν. ἡ οὖν οὕτως ἢ ὑπερβατῶς ἀναγνωστέον τὸ οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκοῦ, εἰ τὸ ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινοῦ, οὕτως οὐχὶ τοῦ συμβεβηκότος ἐστὶν ἡ ἰατρική, καθὸ ὑγιεινοῦ ἐστιν· οὖσα γὰρ καθ’ αὑτὸ τοῦ ὑγιεινοῦ ὡς ὑγιεινοῦ, οὐκ ἔστι καὶ τοῦ συμβεβηκότος, οἷον τοῦ λευκοῦ, εἰ τὸ ὑγιεινὸν λευκόν ἐστιν.’ τὸ δὲ ἀλλ’ ἐκείνου οὗ ἐστιν ἑκάστη, εἰ ὑγιεινὸν ὑγιεινοῦ, τὸ ἀλλ’ ἐκείνου ἀντὶ τοῦ ὅλως· ἵν’ ᾖ τὸ λεγόμενον ‘καὶ ὅλως ἑκάστη ἐπιστήμη ἐκείνου ἐστὶν οὗ ἐστι καὶ οὗ λέγεται εἶναι.’ καὶ δέον δι’ ἄλλου ὑποδείγματος σαφηνίσαι τὸν λόγον, οὐ ποιεῖ τοῦτο, ἀλλὰ πάλιν διὰ τοῦ ὑγιεινοῦ λέγων εἰ ὑγιεινόν, ἐκείνου, τουτέστιν εἰ ἔστι τὸ τῇ ἰατρικῇ ἐπιστήμῃ ὑποκείμενον ὑγιεινόν, ἐκείνου ἔσται καὶ οὐ τοῦ λευκοῦ ἢ ἄλλου τινός. εἰ δ’ ἐστὶ τὸ ἐπιστητὸν ἄνθρωπος καὶ ἡ τούτου ἐπιστήμη ἀνθρώπου ἔσται, ἢ εἰ ἔστι τὸ ὑγιεινὸν ἄνθρωπος ἀνθρώπου ἔσται. ὡς οὖν ἐπὶ τούτων οὕτως, φησί, καὶ τὴν γεωμετρίαν· οὐκ εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ὧν ἐστι, μή ἐστι δ’ ᾗ αἰσθητά. καὶ παρέλκει γε ἐν τῇ λέξει τῇ οὐκ εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ἡ οὔ ἀπόφασις. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον ‘οὕτω καὶ τὴν γεωμετρίαν, εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ὧν ἐστι θεωρητική, οὐκ ἔστι δὲ τούτων θεωρητικὴ ᾗ ἐστιν αἰσθητά, οὐδὲ θεωρεῖ αὐτὰ καθὸ θερμὰ ἢ βαρέα ἐστὶν ἀλλὰ καθὸ μόνον μεγέθη, εἰ δὴ τοῦθ’ οὕτως ἔχει, οὔθ’ ἡ γεωμετρία οὕτ’ ἄλλη τις τῶν μαθηματικῶν ἐπιστημῶν ἔσται τῶν αἰσθητῶν ἁπλῶς, ἀλλὰ τούτων μὲν οὐχ ᾗ δὲ αἰσθητά ἐστιν.’

[*](3 τὴν γεωμετρίαν L: τῆς γεωμετρίας Α 5 καὶ καθ’ αὐτὰ L 7 ἁπλῶς ὡς—αἰσθητῶν (8) om. L 7 παντάπασιν M: πασῶν Α 10 τὸ οὐχὶ M1: τὴν οὐκὶ ALM2 12 ὑγιεινοῦ] ὑγιεινὸν Metaph. vulg. 13 αὐτοῖς M1: αὐταῖς ALM2 15 ὅτι M: om. AL 16 ὅ ἐστιν ἡ LM: ὅ et ἡ om. A 25. 26 καὶ οὐ δέον L 32 ᾖ M: om. AL)
737
[*](p. 1078a5)

Πόλλα δὲ συμβέβηκε καθ’ αὑτὰ τοῖς πράγμασιν, ᾗ ἕκαστον ὑπάρχει τῶν τοιούτων.

Ὃ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ γὰρ πολλὰ πολλοῖς ὑπάρχει καθ’ αὑτά, καὶ ἔστι τούτων, λέγω δὴ τῶν ἐνυπαρχόντων, ἀπόδειξις ἀκριβής, 5 ὄντων καὶ τῶν ὑποκειμένων αὐτοῖς ἐν ἄλλοις, καὶ ὅμως οὔκ εἰσι χωρὶς τῶν ἐν οἷς ὑπάρχουσι διὰ τὸ εἶναι ἀκριβεῖς ἀποδείξεις τῶν ἐν τούτοις ὑπαρχόντων (οἷον τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀχώριστά εἰσι πάθη τῶν ζῴων καὶ ἐν τοῖς ζῴοις τὸ εἶναι ἔχει, εἰσὶ δὲ πάλιν τοῦ θήλεος καὶ τοῦ ἄρρενος ᾗ θῆλυ καὶ ᾗ ἄρρεν πάθη, τοῦ μὲν θήλεος τὸ θρεπτικὸν καὶ ὑποδεκτικὸν τῶν σπερμάτων, τοῦ δὲ ἄρρενος τὸ | γεννητικόν, καί εἰσιν ἀποδείξεις [*](714) τοῦ θρεπτικοῦ καὶ δεκτικοῦ, ὁμοίως δὲ καὶ τοῦ γεννητικοῦ), ὥσπερ οὖν τοῦ θρεπτικοῦ καὶ ὑποδεκτικοῦ ἀλλὰ καὶ τοῦ γεννητικοῦ παθῶν ὄντων τοῦ ἄρρενος καὶ τοῦ θήλεος εἰσιν ἐπιστῆμαι, καὶ οὐ δήπου εἰσὶ τὰ ὑποκείμενα αὐτοῖς, φημὶ δὴ τὸ θῆλυ καὶ ἄρρεν, χωρὶς τοῦ ζῴου καὶ καθ’ αὑτὰ ἀλλ’ ἐν τῷ ζῴῳ τὸ εἶναι ἔχει, οὕτω καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς μαθήμασιν ἔσται ἐπιστήμη, ἀλλ’ οὐ διὰ τοῦτο χωρὶς τῶν αἰσθητῶν ἔσται τὰ μαθηματικά. εἰ γὰρ διὰ τὸ ἀποδείξεις καὶ ἐπιστήμας εἶναι τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς μαθηματικοῖς ἀνάγκη τὰ μαθηματικὰ καὶ χωρὶς τῶν αἰσθητῶν εἶναι. ἔσται καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν χωρὶς τοῦ ζῴου, ὅτι καὶ τῶν ἐν τούτοις ὄντων, τοῦ γεννητικοῦ καὶ θρεπτικοῦ καὶ ὑποδεκτικοῦ, εἰσὶν ἐπιστῆμαι. ἐν δὲ τῇ λέξει τῇ ὥστε καὶ ᾗ μὴ κινούμενον καὶ ᾗ ἐπίπεδα, ἀντὶ τοῦ ὥστε καθὸ ἀκίνητα ἔσται αὐτῶν ἐπιστήμη καὶ καθὸ ἐπίπεδα, μὴ φυσικά· τούτου γὰρ δεῖ προσυπακούειν. εἰ δὲ τὸ ἀκριβὲς ἔχει ἡ γεωμετρία διὰ τὸ ὡς ἁπλᾶ καὶ χωρὶς ποιοτήτων θεωρεῖν τὰ μεγέθη καὶ τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα, ἡ ἐπιστήμη ἡ ποιοῦμένη τὴν θεωρίαν οἵα ἄν εἴη περὶ τῶν πραγμάτων τῶν τῷ λόγῳ προτέρων καὶ μᾶλλον ἁπλουστέρων μᾶλλον ἕξει τὸ ἀκριβὲς τῆς περὶ ἧττον ἀπλᾶ καταγινομένης. τὸ δὲ τοῦτο δὲ τὸ ἁπλοῦν ἐστιν ἴσον ἐστὶ τῷ τὸ δέ ἐστιν ἁπλούστερον τὸ μᾶλλον τὴν ἀκρίβειαν ἔχον. εἰ δέ τις πάλιν ἐπιστήμη ἐξετάζει τι ἀμέγεθες, ἐν μεγέθει δὲ τὸ εἶναι ἔχον, ὡς αἱ ποιότητες (ἀμεγέθεις γὰρ ἐν μεγέθεσίν εἰσι), μᾶλλον ἐπιστήσεται θεωρῶν αὐτὸ χωρὶς τοῦ ἐν ᾧ ἐστι μεγέθους· εἰ δὲ καὶ ἐν κινήσει ὂν ὡς ἀκίνητον αὐτὸ θεωροίη, μᾶλλον ἐπιστήσεται αὐτὸ χωρὶς τῆς κινήσεως ἐνορῶν· ἁπλούστερον γὰρ τὸ μὴ κινούμενον τοῦ κινουμένου, ὥσπερ καὶ τὸ ἀκρωμάτιστον τοῦ κεχρνσμένου. ἀλλὰ κἀν μὴ περὶ κινουμένου τὴν ζήτησιν ποιῆται, ἀλλὰ περὶ αὐτῆς τῆς κινήσεως, μᾶλλον ἐπιστήσεται τοὺς λόγους περὶ τῆς ἁπλουστέρας ποιούμενος· [*](4 ἐνυπαρχόντων Α: ὑπαρχόντων L 8 τοῦ ἄρρενος LM2: τοῦ om. Α 10 τῶν σπερματικῶν λόγων Syr. 16 τοῦτο L: τούτων Α 21 μὴ κινούμενον] μήκη μόνον Metaph. vulg. 21 λέξει τὸ coni. Bonitz 26 τῶν (ante τῷ) et προτέρων M1: del. M2: om. AL 28 τὸ δέ M: τὸ L: om. A 29 τι Brandis: τἰ AL Bonitz 35 μὴ L: om. A)

738
αὕτη δέ ἐστιν ἡ ὁμαλής. ὁμοίως δέ, φησί, καὶ περὶ ἁρμονικῆς καὶ ὀπτικῆς· οὔτε γὰρ ἡ ὀπτικὴ τὴν ὄψιν ἡ ὄψις καὶ ὅλως τὸ τῆς ὄψεως εἶδος ἐπισκέπτεται, οὔτε ὁ ἁρμονικὸς τὸ εἶδος τῆς φωνῆς, ἀλλ’ ὁ ὀπτικὸς· περὶ ἀκτίνων καὶ οἱονεὶ περὶ γραμμῶν τὸν λόγον ποιεῖται καὶ περὶ γωνιῶν, οἷον ὅτι τὰ ὑπὸ μειζόνων γωνιῶν ὁρώμενα ἢ ὑπὸ πλειόνων ἀκτίνων ἢ γραμμῶν μείζονα ὁρᾶται· τίς δὲ ἡ φύσις τῶν τοιούτων ἀκτίνων ἢ γραμμῶν καὶ τί τὸ εἶδος αὐτῶν, οὐ προσθεωρεῖ· καὶ ὁ ἁρμονικὸς δὲ περὶ τῶν πρός τι ἀριθμῶν· ἅπερ, | αἱ ἀκτῖνές τε καὶ οἱ πρός τι ἀριθμοί, καθ’ αὑτό [*](715) εἰσι πάθη αἱ μὲν τῶν ὄψεων, οἱ δὲ τοιοῦτοι ἀριθμοὶ τῶν φωνῶν παραπλησίως δὲ ταύταις καὶ ἡ μηχανικὴ ποιεῖ. ὥστε καὶ ἡ γεωμετρία καὶ πᾶσαι αἱ μαθηματικαὶ τὰ πάθη ὁρῶσι καὶ τὰ συμβεβηκότα καθ’ αὑτά, τῶν δὲ ἄλλων ἀποστρέφονται. ὥστε, φησίν, εἰ καὶ μή εἰσι τὰ μεγέθη καὶ τὰ σώματα χωριστὰ τῶν παθητικῶν ποιοτήτων, χωρίσει δέ τις αὐτὰ τὰ σώματα ἀλλὰ καὶ τὰ ἐπίπεδα καὶ τὰς γραμμὰς τῶν τοιούτων παθῶν τῷ λόγῳ, καὶ ἐπιβλέπει τίνα τούτοις ὑπάρχει ᾗ τοιαῦτά ἐστι, τουτέστιν ᾗ χωριστὰ καὶ πάντῃ ἐστερημένα θερμοτήτων καὶ βαρυτήτων καὶ τῶν ὁμοίων, οὐδὲν ἂν ψεύδοιτο, ἐπεὶ οὐδ’ ὁ ἐν τῷ ἐδαφίῳ τὴν μὴ ποδιαίαν ὡς ποδιαίαν γράφων ψεύδεται· οὐ γὰρ ἐν τῇ προτάσει τὸ ψεῦδος, ἀλλ’ ἐν τῇ καταγραφῇ. εἰ γὰρ καὶ μή ἐστιν ἐν τῇ γῇ ἡ ὅλως ἐν τῷ ἐδαφίῳ γεγραμμένη γραμμὴ ποδιαία, ἀλλ’ ἐν τῇ προτάσει ὡς ποδιαίαν καὶ λαμβάνει καὶ νοεῖ.

[*](p. 1078a21)

Ἄριστα δ’ ἂν οὕτω θεωρηθείη ἕκαστον, εἴ τις τὸ μὴ κεχωρισμένον θείη χωρίσας.

Ἕωστασιν ἐνταῦθα κομιζομένην πρὸς τὴν ἑαυτοῦ δόξαν διαλύει. ἡ δὲ ἔνστασις τοιαύτη. εἰ γάρ, φασί, μὴ συγχωρεῖς εἶναι χωριστοὺς ἀριθμοὺς μηδὲ σχήματα, περὶ μὴ ὄντων οἱ μαθηματικοὶ διαλέγονται· οὔτε γὰρ περὶ τῶν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς διαλέξονται ἔνυλα γὰρ τὰ τοιαῦτα, οἱ δὲ μαθηματικοὶ περὶ ἄυλα ἀναστρέφονται) οὔτε περὶ χωριστῶν, ἐπεὶ μηδ’ ὅλως δίδως εἶναι χωριστά. λύων οὖν ταύτην τὴν ἔνστασιν λέγει ὅτι περὶ μὴ ὄντων μὲν ἐνεργείᾳ δυνάμει δὲ ὄντων τὴν θεωρίαν ποιοῦνται. ἄριστα οὖν, φησί, τοῦτο θεωρηθείη, ἤτοι τὸ περὶ ὄντων μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντων τὴν σκέψιν ποιεῖσθαι τόν τε γεωμέτρην καὶ τὸν ἀριθμητικόν, εἴ τις τὰ μὴ κεχωρισμένα μηδὲ ἐνεργείᾳ ὄντα καθ’ αὑτὰ χωρίσει τῇ ἐπινοίᾳ ὄψεται γὰρ ὅτι πρότερον μὴ ὄν τι ὕστερον γέγονεν· ἀχώριστα γὰρ ὄντα πρότερον τῶν ποιοτήτων ὕστερον ἐχωρίσθη τῇ ἐπινοίᾳ, ὥστε δυνάμει εἰσὶ χωρὶς παθῶν· δύνανται γὰρ τούτων χωρισθῆναι τῇ ἐπινοία. πῶς δὲ δυνάμει 25 εἰσὶ ταῦτα καὶ οὐκ ἐνεργείᾳ διδάσκων τῷ ἀνθρώπῳ χρῆται παραδείγματι καί φησιν ὅτι ἓν μὲν ὁ ἄνθρωπος καὶ ἀδιαίρετος καθὸ ἄνθρωπος [*](2 ᾗ ὄψις L: 0111. Α 13 χωρίσει M: χωρίσοι AL 16 θερμοτήτων καὶ β. L: καὶ orn. Α 17 ψεύδοιτο M: ψεύδηται AL 19 καὶ L: om. A 32 τὸν (post καὶ) M: om. AL 37 οὐκ L Syr.: om. Α 38 ὅτι e Syriano addidi)

739
ἐνεργείᾳ, τουτέστιν ἓν τῷ ὑποκειμένῳ· ὁ δ’ ἔθετο ἓν ἀδιαίρετον, τουτέστιν ὁ δὲ ἀριθμητικὸς προσελθὼν αὐτῷ ἔθετο καὶ ἔλαβε τὸ ἐν αὐτῷ ἓν ἀδιαίρετον, ἤτοι τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἄτομον, καὶ θεωρεῖ τί τούτῳ ᾗ ἀδιαίρετος συμβαίνει. ὁ δὲ γεωμέτρης τὸ στερεὸν αὐτοῦ καὶ τὸ πάντῃ διαστατὸν ἐπισκέπτεται· οὐ γὰρ ᾗ ἄνθρωπον αὐτὸν θεωρεῖ οὐδ’ ᾗ ἀδιαίρετον, ἀλλ’ ᾗ στερεὸν καὶ πάντῃ διαστατόν. ὑπάρχει γὰρ τῷ ἀνθρώπῳ οὐ μόνον τὸ μοναδικὸν καὶ ἄτομον, ἀλλὰ καὶ τὸ πάντῃ διαστατόν. οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεω|μέτρης τὸ ἀδιαίρετον, ἀλλὰ ταῦτα ἃ ὑπάρχει [*](716) αὐτῷ μετὰ τοῦ ἀδιαιρέτου, δυνάμενα δὲ ὑπάρχειν κἄν εἰ μὴ ἦν ἀδιαίρετος. καὶ γὰρ ἀδιαιρέτῳ ὄντι ὑπάρχει αὐτῷ τὸ τριχῇ διαστατόν, τὸ ἐπ’ ἄπειρον διαιρετὸν καὶ ὅσα ὅλως περὶ τῶν στερεῶν ὁ γεωμέτρης τε λέγει καὶ δείκνυσιν, [ἃ] κἂν εἰ μὴ ἦν ἀδιαίρετος ὑπῆρξεν αὐτῷ ταῦτα, δυνάμενα αὐτῷ καὶ ἀδιαιρέτῳ ὄντι ὑπάρχειν. τούτου γάρ ἐστι δηλωτικὸν τὸ κἄν εἰ μή που ἦν ἀδιαίρετος ὑπῆρχεν αὐτῷ, δηλονότι καὶ ἄνευ τούτου, ἤτοι τοῦ ἀδιαιρέτου, ἐνδέχεται ὑπάρχειν αὐτῷ τὸ δυνατόν, ἤτοι τὸ τριχῇ διαστατόν, τὸ ἐπ’ ἄπειρον διαιρετόν· ὥστε ὀρθῶς ὁ γεωμέτρης περὶ τούτων διαλέγεται ὡς περὶ ὄντων· ὄντα γάρ εἰσιν, οὐχ ὡς ἔνυλα δέ, ἀλλ’ ὡς ἄυλα καὶ εἴδη.

[*](p. 1078a31)

Ἐπεὶ δὲ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἕτερον· τὸ μὲν γὰρ ἀεὶ ἐν πράξει, τὸ δὲ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις.

’Ev τούτοις ἀποτείνεται πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα. εἰ γὰρ πᾶν, φησὶν ὁ Ἀρίστιππος, ὂν ἀγαθοῦ ἢ καλοῦ ἕνεκεν ἐργάζεται, τὰ δὲ μαθηματικὰ οὔτε καλοῦ οὔτε ἀγαθοῦ στοχάζεται, τὰ μαθηματικὰ ἄρα οὔκ εἰσιν. καί φησι τοῦ χρησίμου μὲν οὖν καὶ συμφέροντος τοῦ ἐν τοῖς πρακτοῖς (τοῦτο γὰρ νῦν ἀγαθὸν καλεῖ) μὴ τοῖς μαθήμασιν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν πολιτική τις ἕξις ἦν ἡ μαθηματική· περὶ γὰρ τὴν πολιτικὴν ἕξιν τὸ ὡς πρακτὸν καὶ ὡς συμφέρον ἀγαθόν ἐστιν· τοῦ μέντοι καλοῦ μάλιστα ἔχεται ἡ μαθηματική, περὶ τὰ σύμμετρα καὶ εὔτακτα καὶ ὡρισμένα διατρίβουσα. κἀν γὰρ μὴ ὀνόματα τῶν μαθηματικῶν ἐν τοῖς συμπεράσμασι λαμβάνουσιν (οὐ γὰρ λέγουσιν ὅτι παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὅτι τοῦτο καλόν), ἀλλ’ οὖν δήλη ἐστὶν αὐτῶν πᾶσα ἡ πραγματεία συμμετριῶν καὶ ὁμοιοτήτων καὶ ἀναλογιῶν καὶ τάξεων στοχαζομένη. ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν αἴτια φαίνεται ἡ τάξις καὶ τὸ ὡρισμένον· πολλὰ γὰρ ἐν τῇ φύσει τέλος ποιεῖται [*](8 αὐτοῦ Syr.: αὐτῷ AL ὁ L Syr.: om. Α 9 δυνάμενα M: δυναμένου AL 12 ἁ κἀν M1: καὶ ἄν ALM2: ἃ del. Bonitz 13 τούτου M: τούτων AL 20 om. A, sed cf. p. 740, 2. 3 23 ἕνεκεν M: om. AL 24 καί φησι M1 Syr.: expunxit M2: τοῦ AL οὖν deest Syriano 25 καλεῖ L Syr.: καλεῖν Α 26 ἦν M1 Syr.: ἢ A: ἐστίν LM2 28 ἔχεσθαι τοὺς μαθηματικοὺς et 29 διατρίβοντας Syr. 29 κἄν—λαμβάνουσιν (30) M eademque Α praeterquam quod ὀνόματα τὸ μαθηματικὸν Labet ὀρόμενα τὸ μαθηματικὸν L): κἀν γὰρ μὴ ὀνομάζωσι τὸ καλὸν ἐν τοῖς συμπεράσμασιν recte Syr.)

740
τὸ καλὸν καὶ τὸ εὔτακτον καὶ τὸ ὡρισμένον. ἐν δὲ τῇ λέξει τῇ τὸ δέ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις ἀκίνητά φησι τὰ μαθηματικά. τὸ καλὸν οὖν φησι καὶ ἐν τοῖς πρακτοῖς, ἔστ’. δὲ καὶ ἐν τοῖς ἀκινήτοις ἤτοι τοῖς μαθήμασι. τὸ δὲ εἰ γὰρ καὶ μὴ ὀνομάζουσι, τὰ δ’ ἔργα καὶ τοὺς λόγους δεικνύουσι ἀντὶ τοῦ εἰ μὴ λέγουσιν ἐν τοῖς συμπεράσμασι τὸ καλόν, δεικνύουσι δὲ τοῦ καλοῦ ἔργα (ἔργον γὰρ καλοῦ τὸ | σύμμετρον [*](717) καὶ τὰ ὅμοια), οὐ διὰ τοῦτο δὴ ὑποληπτέον ὡς οὐ λέγουσι περὶ τοῦ καλοῦ. καὶ συμπεραίνεται λέγων περὶ μὲν οὖν τῶν μαθηματικῶν, ὅτι τε ὄντα ἐστὶ καὶ πῶς ὄνια, ὅτι δυνάμει καὶ ἐξ ἀφαιρέσεως, καὶ τῶς πρότερα, ὅτι τῷ λόγῳ, τοσαῦτα εἰρήσθω.

[*](p. 1078b9)

Περὶ δὲ τῶν ἰδεῶν πρῶτον αὐτὴν τὴν κατὰ τὴν ἰδέαν δοξαν επισκεπτεον.

Δείξας ὅτι τὰ μαθήματα ἐνεργείᾳ μὲν καὶ καθ’ αὑτὰ οὔκ εἰσι, δυνάμει δὲ καὶ ἐξ ἀφαιρέσεως, νῦν ἐξετάζει τὰ περὶ τῶν ἰδεῶν. καὶ ἐπεὶ ὁ Πλάτων ἀριθμοὺς εἰδητικοὺς ἐκάλει τὰς ἰδέας ἑπόμενος τοῖς· Πυθαγορείοις, πρότερον, φησίν ὡς ἰδέας αὐτὰς ἐξετάσωμεν μὴ συνάπτοντες μηδὲ μεμνημένοι μηδ’ ὅλως ἀναλογιξόμενοι εἴτε εἰσὶν ἀριθμοὶ τὰ εἴδη εἴτε καὶ μή, ἀλλ’ εἰς αὐτὴν τὴν ἔννοιαν ἀνελθόντες καθ’ ἣν ιδέας εἷναι ὑπέλαβεν, ἐπισκεπτέον εἰ δυνατὸν εἷναι ἰδέας. ζητήσει γὰρ μετὰ ταῦτα εἰ καὶ ἀριθμοὶ εἶναι εἰδητικοὶ δύνανται. τοῦτο θεὶς εὐθὺς λέγει τὴν αἰτίαν ἐξ ἧς εἴδη εἶναι λέγειν ὡρμήθησαν. ἔχοντες γὰρ ὁμολογούμενον ὥς εἰσιν ἐπιστῆμαι καὶ φρόνησις, πεισθέντες δὲ καὶ τοῖς Ἡρακλειτείοις λόγοις ὡς ἀληθέσι τοῖς λέγουσιν ὅτι πάντα τὰ αἰσθ·ητὰ ἐν συνεχεῖ ἐστι ῥύσει καὶ οἠδὲν οὐδέποτε αὐτῶν ἐν ταυτότητί ἐστιν, ἐταράχθησαν καὶ ἠπόρουν τίνων ἔσονται αἱ ἐπιστῆμαι. τῶν γὰρ αἰσθητῶν ἀδύνατον· ῥεῖ γὰρ καὶ καθ’ ὁμωνυμίαν μέν εἰσιν ὄντα, κυρίως δὲ μὴ ὄντα, αἱ δὲ ἐπιστῆμαι τῶν κυρίως ὄντων καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων εἰσί. λείπεται δὴ εἶναι ἄλλας τινὰς ἑτέρας παρὰ τὰ αἰσθητὰ φύσεις, αἵτινες καὶ μένουσαί εἰσι καὶ ἀεὶ ὡσαύτως ἔχουσαι, ὧν ἔσονται αἱ ἐπιστῆμαι· ταύτας δὲ ἐκάλουν ἰδέας. ἀλλ’ οὗτοι μὲν τὰς ἰδέας διὰ ταύτην εἶναι τὴν αἰτίαν λέγουσιν, ὁ δὲ Σωκράτης ἰδέας μὲν εἶναι οὐκ ἔλεγε, περὶ μόνας δὲ τὰς ἠθικὰς ἀρετὰς διατρίβει. καὶ οὗτος πρῶτος ἐζήτησεν ὁρισμοὺς λαμβάνειν τῶν καθόλου, οἷον τῆς καθόλου σωφροσύνης, τῆς καθόλου δικαιοσύνης καὶ τῶν ἄλλων ἁπασῶν. εἰπὼν δὲ ὅτι πρῶτος ὁ Σωκράτης ὁρισμοὺς τῶν καθόλου λαμβάνειν ἐξήτησεν, ἐπειδὴ πρὸ τοῦ Σωκράτους Δημόκριτος καὶ πρὸ τοῦ Δημοκρίτου οἱ Πυθαγόρειοι, ὁ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, οἱ δὲ Πυθαγόρειοι τὸν καιρὸν καὶ τὸ δίκαιον καὶ τὸν γάμον ὡρίζοντο καὶ τὰ τοιαῦτα, ἐπήγαγε τῶν μὲν φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον, δυνάμει λέγων [*](2 τὰ μαθήματα L 2. 3 τὸ καλὸν φησὶν ἐστὶν καὶ L 18 ἀνελθόντες e Syriano Bonitz: ἐλθόντες libri 21 δὴ M: δὲ AL 31 εἶναι οὐκ M2: οὐκ om. AL: εἶναι om. Μ1)

741
ὅτι ὁ μὲν Σωκράτης τὰς ἀρετὰς ὁρίζεσθαι ἐζήτει τῶν φυσικῶν μηδένα λόγον ποιούμενος, Δημόκριτος δὲ ἥψατο μὲν τῶν φυσικῶν, ἀλλ’ ὡρίσατο τὸ θερμὸν καὶ τὸ ψυχρόν πὼς, τουτέστι μαλακῶς καὶ ὡς ἔτυχε. καὶ πρὸ τούτου, ὡς εἴρηται, οἱ Πυθαγόρειοί τινων ὀλίγων ὁρισμοὺς ἀπέδωκαν, οὓς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνῆγον· δικαιοσύνη γάρ, φασίν, ἐστὶν ἀριθμὸς [*](718) ὁ διαιρῶν τὴν δεκάδα δίχα, καὶ τὰ λοιπὰ ὁμοίως. ἀλλ’ οὗτοι μὲν οὕτως· ὁ δὲ Σωκράτης, φησίν, εὐλόγως ἐζήτει τὸ τί ἐστι καὶ τοὺς ὁρισμούς. ἐπειδὴ γὰρ ὁρισμὸς ἀρχὴ συλλογισμοῦ καὶ ἀποδείξεώς ἐστιν, ὡς ἐν τῇ Ἀποδεικτικῇ δείκνυται, ὁ δὲ Σωκράτης συλλογίζεσθαι ἐζήτει, εἰκότως τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς ἐζήτει. ἐπειδὴ δὲ καί εἰσι συλλογισμοὶ χωρὶς ὁρισμοῦ (οἱ γὰρ διαλεκτικοὶ ἅπαντες τοιοῦτοι, τῶν δ’ δεικνύντων ἐστὶ τὸ ὁρισμοὺς λαμβάνειν, ὡς οἱ γεωμέτραι καὶ οἱ λοιποί), ἐπήγαγεν ὅτι διαλεκτικὴ ἰσχὺς οὔπω τότ’ ἦν, ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τἀναντία περὶ τὸ αὐτὸ συλλογίζεσθαι, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι καὶ πάλιν ὅτι ἡ ἡδονὴ κακόν ἐστι, καὶ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη. διὰ δὴ τὸ μὴ εἷναι ἰσχὺν διαλεκτικῆς ἐζήτει πάντων ὁρισμοὺς λαμβάνειν. ὥστε, φησί, δύο ἄν τις ἀποδώσοι καὶ ἀναθήσοι τῷ Σωκράτει δικαίως, τούς τε έπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι τὰ καθόλου· ἀρχὴ γὰρ συλλογισμοῦ καὶ ἡ ἐπαγωγὴ καὶ ὁ ὁρισμός. ἀλλ’ ὁ μὲν Σωκράτης τὰ καθόλου, ὧν καὶ τοὺς ὁρισμοὺς ἐζήτει, οὐ χωριστὰ ἐποίει τῶν αἰσθητῶν, οὐδὲ τοὺς ὁρισμοὺς χωριστῶν φύσεων εἷναι ἔλεγε, οἱ δὲ περὶ Πλάτωνα ἐχώρισαν καὶ τὰ τοιαῦτα ἰδέας κατωνόμασαν· ὥστε συμβαίνει αὐτοῖς πάντων καὶ ὅλως ὧν οὐ βούλονται ἰδέας εἶναι. εἰ γὰρ κατ’ αὐτοὺς ὅπου ἓν ἐπὶ πολλῶν καὶ καθόλου ἕτερον τῶν μερικῶν νοεῖται, τούτων εἰσὶν ἰδέαι, ἔσται καὶ τῶν πρός τι καὶ τῶν οἰκιῶν καὶ ἄλλων πολλῶν ἰδέαι, ὧν ἰδέας εἶναι οὐ βούλονται.

ταῦτα μὲν δὴ μέχρι τῆς λέξεως ταύτης κατὰ τὴν ἐμὴν σεσαφήνισται δύναμιν· ἀπὸ δὲ τῆς λέξεως τῆς καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀριθμῆσαι βουλόμενος ἕως τοῦ ἀλλὰ περὶ μὲν τῶν ἰδεῶν καὶ τοῦτον τὸν τρόπον καὶ διὰ λογικωτέρων καὶ ἀκριβεστέρων λόγων ἔσται πολλὰ συναγαγεῖν ὅμοια τοῖς τεθεωρημένοις τὰ αὐτά ἐστιν ἀπαραλλάκτως τοῖς ἐν τῷ μείζονι A λεγομένοις πλὴν τῆς λέξεως τῆς εἰ δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν ἕως τοῦ ἣ πᾶσιν ὑπάρξει τοῖς εἴδεσιν ὡς γένος· διὸ ταύτην μὲν σαφηνιοῦμεν, ἐκείνων δὲ τὴν σαφήνειαν ἐκ τῶν ἐν τῷ μείζονι Α σχολῶν θηρᾶσθαι χρή.

[*](9 ἐν τῇ Ἀποδεικτικῇ] Anal. post. Α 1. 2 16 δὴ L: δὲ A 17 διαλεκτικὴν coni. Bonitz 18 ἀποδώσει καὶ ἀναθήσει L 29 καὶ παραπλήσιον—τεθεωρημένοις (32) Metapb. 1078b34:—1080a11 32 ἔσται] ἔστι Metaph. ἐν τῷ μείζονι A] 9 p. 990b3—991b9 33. 34 εἰ δὲ—γένος (35) Metapb. 1079b3—11 35 ἐνυπάρξει Metaph.)
742
[*](p. 1079b3)

Eí δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν τοῖς εἴδεσιν.

εἰπὼν ὅτι. εἰ τὸ αὐτὸ εἶδος καὶ ἡ αὐτὴ φύσις ἐστὶ τῆς αὐτοδυάδος καὶ τῆς αἰσθητῆς δυάδος καὶ τοῦ αὐτοανθρώπου καὶ τοῦ αἰσθητοῦ ἀνθρώπου, ἔσται καὶ τρίτη δυὰς καὶ τρίτος ἄνθρωπος, εἰ δὲ μὴ τὸ αὐτό, ὁμώνυμον ἂν εἴη, λέγει ὅτι εἰ δὲ τὰ μὲν ἄλλα τὰ λεγόμενα κατὰ τῶν αἰσθητῶν κύκλων, οἷον τὸ σχῆμα, τὸ ἐπίπεδον καὶ τὰ λοιπὰ μέρη τοῦ λόγου, ἐφαρμόζειν θήσομεν καὶ τῷ αὐτοκύκλῳ (τιῦτον | γὰρ εἶπεν αὐτὸν τὸν κύκλον), εἰ δὴ κατὰ τὰ μέρη τοῦ ὁρισμοῦ μηδὲν διαφέρειν τὰ αἰσθητὰ καὶ τὰς ἰδέας αὐτῶν φήσομεν, τὸ δ’ οὗ ἐστι προστεθήσεται, τουτέστι παράδειγμα ὂν τῶν αἰσθητῶν, ἵν’ ᾖ τοῦ μὲν αἰσθητοῦ κύκλου ὁρισμὸς σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς τῶν ἐντὸς τοῦ κύκλου σημείων πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν, τοῦ δὲαὐτοκύκλου σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς τῶν ἐντὸς τοῦ κύκλου σημείων πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἄλλε εἰσίν, παράδειγμα ὂν τῶν αἰσθητῶν κύκλων, καὶ πάλιν τοῦ μὲν αἰσθητοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν, τοῦ δὲ αὐτοανθρώπου τὸ ζῷον πεζὸν δίπουν παράδειγμα ὂν τῶν αἰσθητῶν ἀνθρώπων,—εἰ οὖν τοῦτο φήσουσι τὸ δεῖν ταῖς ἰδέαις προστεθῆναι τὸ οὗ ἐστι παράδειγμα, οἷον ἀνθρώπου ἢ ἵππου ἢ οὗ ἄν εἴη, καὶ κατὰ τοῦτο μόνον διαφέρειν αὐτὰς τῶν αἰσθητῶν εἴπωσι, σκοπεῖν, φησί, δεῖ μὴ κενὸν ᾖ τὸ λεγόμενον. τἰνι γὰρ ἡ προσθήκη αὕτη προστεθήσεται, τῷ σχήματι, τῇ γραμμῇ, τῷ ἐπιπέδῳ, τῷ μέσῳ (λέγων μέσον τὸ σημεῖον ἀφ’ οὗ πᾶσαι αἱ προσπίπτουσαι ἀλλήλαις εἰσίν) ἢ πάσι; πάντα γὰρ τὰ ἐν τῇ ἰδέᾳ κατ’ αὐτοὺς οὐσίαι καὶ ἰδέαι, οἷον τὸ αὐτοσχῆμα, τὸ αὐτοεπίπεδον· ὁμοίως καὶ τὸ ἐν τῷ αὐτοανθρώπῳ ζῷον οὐσία καὶ ἰδέα, ἀλλὰ καὶ τὸ πεζόν, ἀλλὰ καὶ τὸ δίπουν· ὥστε εἰ ταῖς ἰδέαις δεῖ προσκεῖσθαι τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν,’ προστεθήσεται καὶ τῷ ἐν τῷ αὐτοανθρώπῳ ζῴῳ ἰδέᾳ ὄντι καὶ τῷ δίποδι· ἰδέα γὰρ καὶ αὐτό. συμβαίνει οὖν ἐρωτωμένους τί ἐστιν αὐτοάνθρωπος λέγειν ὅτι ζῷον παράδειγμα ὂν τῶν αἰσθητῶν, πεζὸν παράδειγμα ὂν τῶν αἰσθητῶν, δίπουν παράδειγμα ὂν τῶν αἰσθητῶν. ἔτι, φησίν, ὥσπερ τὰ ἐνυπάρχοντα τῷ αὐτοανθρώπῳ οἷον τὸ ζῷον καὶ τὰ λοιπά, ὁμοίως καὶ τῷ αὐτοκύκλῳ, τὸ σχῆμα τὸ ἐπίπεδον τὰ ὅμοια, φύσεις εἰσί τινες κατ’ αὐτούς, ἀνάγκη καὶ τὸ προσκείμενον αὐτοῖς τὸ ‘παράδειγμα ὂν τῶν αἰ· τῶν’ εἶναι φύσιν τινὰ καὶ οὐσίαν καθ’ αὑτὴν καὶ ἰδέαν, ἵν’ ὡς γένος ὑπάρχῃ πάσαις ταῖς ἰδέαις. ὡς γὰρ τὸ ζῷον πεζὸν τῷ αὐτοανθρώπῳ ὡς γένος ὑπάρχει, οὕτω καὶ τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν’ ὡς γένος αὐτῷ τε καὶ ταῖς ἄλλαις ὑπάρξει ἰδέαις. διὰ τί γὰρ τὸ ζῷον ὑπάρχον τῷ [*](7 σχῆμα] χύμα L 13 post προσπίπτουσαι add. εὐθεῖαι Syr. 14 σχῆμα—παράδειγμα (16) ALM2 : αὐτός τε ὅλος ὁ ὁρισμὸς καὶ προσέτι τὸ παράδειγμα M1 Brandis Bonitz 18 οὖν τοῦτο M1: αὖ τοῦτο AM2: αὐτοῦ τὸ L 25 καὶ τὸ ἐν L: τὸ 0111. A 32 τὸ ζῷον Μ1: del. M2: om. AL 34 προσκείμενον M: προκείμενον AL)

743
αὐτοανθρώτῳ φύσις τις καὶ οὐσί ἐστί, τὸ δὲ ῾παράδειγμα ὂν τῶν αἰσθητῶν', ὑπάρχον αὐτῷ, οὐκ ἔσται φύσις τις καὶ οὐσία; ἀλλὰ καὶ τοῦτο, λέγω δὴ τὸ φύσιν εἶναι καὶ ἔσται to toiouxov, dXoytoxaxov. |

[*](p. 1080a12)

Επεὶ δὲ διώρισται περὶ τούτων, καλῶς ἔχει πάλιν [*](720) τὰ τοὺς ἁριθμοὺς ἰδεῖν συμβαίνοντα.

Ἐνστὰς πρὸς τὰς ἰδέας μεταβαίνει καὶ ἐπὶ τὴν τῶν ἀριθμῶν ὑπόθεσιν τὴν τοῖς ἀριθμοῖς οὐσίαν ἀπονέμουσαν νοητήν· ἐκ διαιρέσεως δὲ αὐτήν τίθησι καὶ καθ' ἕκαστον τῶν τῆς διαιρέσεως τμημάτων ἐνίσταται. λέγει οὖν ὅτι ἐπειδὴ τὰ περὶ τῶν ἰδεῶν διώρισται, καλῶς ἔχει λοιπὸν θεωρῆσαι ρῆσαι καὶ τὰ συμβαίνοντα τοῖς τοὺς ἀριθμοὺς θεμένοις χωριστάς τινας φύσεις καὶ τῶν ὄντων πάντων αἰτίας πρώτας. τοῦτο εἰπὼν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς ἄν τις εἶναι ἀριθμοὺς χωριστοὺς ὑπονοήσειε, λέγων ἀνάγκη γὰρ εἴπερ ἔστιν αὐτοαριθμός (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀνάγκη δ’ εἴπερ ἔστιν ὁ ἀριθμὸς φύσις τις, καἰ μὴ ἄλλη τίς ἐστι φύσις καὶ οὐσία ὁ ἀριθμός, οἶον φέρε ξύλον ἥ ἄνθρωποι ἤ ἵπποι ἣ ἄλλοῦν, ἀλλ' αὐτὸ τοῦτο ἀριθμός), ὥς φασιν οἱ τοῦτο βουλόμενοι, ἤτοι εἶναι τὸν ἐχόμενον τοῦ προτέρου διαφέροντα κατ' οὐσιώδιες καἰ εἰδοποιοὺς διαφοράς, ὥσπερ ἄν τις εἴποι τὸν ἄνθρωπον τοῦ ἵππου πρότερον περον διὰ τὴν τοῦ λογικοῦ διαφοράν· τὸ γὰρ λογικὸν τοῦ ἀλόγου τῇ τιμιότητι καὶ τῷ ἀρίστῳ πρότερον· καὶ τοῦτο πάλιν, λέγω δὴ τὸ εἶναι xai προτέρους καὶ ὑστέρους τῷ εἴδει τοὺς ἀριθμούς, ἢ εὐθὺς ἐπὶ τῶν μονάδων ὑπάρχει, καὶ ἔστιν ἀσύμβλητος καὶ ἑτεροειφὴς ὀποιαοῦν οῦν μονὰς ὁποιᾳοῦν μονάδι, ἤτοι πᾶσα μονὰς πάσῃ μονάδι· ἤ οὔκ εἰσιν ἑτεροειδεῖς αἱ μονάσες ἀλλὰ μόνον ἐφεξῆς (ὥς φαθεν ἄνωθεν ἑρχόμενοι πρώτην τὴν ἀπλανῆ σφαῖραν, ἐφεξῆς δὲ τὴν Κρονίαν καὶ ἐφεξῆς τὴν Δίιον, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), καὶ ὁμοειδεῖς πᾶσαι πάσαις, οἷόν φασι τὸν μαθηματικὸν ἀριθμόν· ἐν γὰρ τῷ μαθηματικῷ ἀριθμῷ ἀριθμῷ πᾶσαι αἰ μονάδες ἀδιάφοροί είσιν· ἤ οὖν ἀσύμβλητοό είσι πᾶσαι αἱ μονάδες, ἢ συμβληταὶ πᾶσαι, ἢ αἱ μὲν συμβληταὶ αἱ δὲ ἀσύμβλητοι, οἷον εἰ ἔστι τρῶτον τὸ ἐν τὸ αὐτοέν, δευτέρα ἡ αὐτοδυάς, τρίτη ἡ αὐτοτριάς, λέγοιμεν ἅν ὅτι αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ ἤτοι τῇ αὐτοδυάσι μονάδες εἰσὶ συμβλη ταὶ πρὸς ἑαθτὰς καὶ ὁμοειδεῖς, ὁμοίως καὶ ἐν τῇ αὐτοτριάδι (πάλιν τὴν αὐτοτριάδα πρώτην εἴρηκε τριάδα) καὶ αὖται συμβληταὶ xai όμοειδεῖς πρὸς ἐαυτάς, πρὸς δὲ τὰς ἐν τῇ αὐτοδυάδι οὔσας ἀσύμβλητοι καὶ ἀνομομοὺς ειδεῖς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥσπερ καὶ οἱ τοὺς είδητικοὐς ἀριθμοὺς τιθέμενοι βούλονται. διό, τουτέστι καὶ διὰ τὸ τὰς εἰδητικὰς μονάὸας [*](4. 5 πάλιν θεωρῆσαι τὰ omisso ἰδεῖν Metaph., cf. 9. 10 14 ὁ ἀριθμὸς L: ὁ cm. A 19 τὸ γὰρ M: τοῦ γὰρ AL 22 ὑπάρχει Brandis Bonitz: ὑπάρχειν ALM 29 συμβληταὶ utrobique M1: συμβλητικαὶ ALM2 31 aovaos; Bonitz: δυάδες libri 33 συμβληταὶ καὶ L: post συμβληταὶ add. πρὸς ἑαυτὰς A 34 αὐτοτριάδι LM2)

744
τὰς ἐνούσας τῇ αὐτοδυάδι ἀσυμβλήτους εἶναι καὶ ἀνομοειδεῖς κατὰ τοὺς λέγοντας πρὸς τὰς ἐν τῇ αὐτοτριάδι οὔσας μονάδας, τὰς δὲ μαθηματικὰς πάσας πάσαις συμβλητάς, διὰ δὴ τοῦτο ὁ μὲν μαθηματικὸς ἀριθμὸς [*](721) ἀριθμεῖται καὶ τῇ προληφθείσῃ μονάδι μονάδι προσληφθεῖσα ἑτέρα μονὰς γίνεται δυάς, ταῖς δὲ δύο ταύταις μονάσι συντεθεῖσα ἄλλη μονὰς συνίσταται ἡ τριάς, καὶ ταύταις ταῖς τρισὶ μονάσιν ἑτέρα μονὰς συναφθεῖσα ἀπογεννᾶται ἡ τετρὰς καὶ ἐπὶ τῶν λοιπῶν ἀριθμῶν ὁμοίως. ὁ δὲ εἰδητικὸς ἀριθμὸς ἀσύμβλητος ὤν, ὡς αὐτοῖς λέγεται, μετὰ τὸ αὐτοέν ἐστιν ἡ αὐτοδυάς, ὥς φασιν, οὐ προστεθέντος τῷ αὐτοενὶ ἄλλου ἑνὸς καὶ ἀπτελέσαντος τὴν αὐτοπρώτῳ δυάδα, ἀλλ’ εὐθὺς τὰ ἐν τῇ αὐτοδυάδι δύο ἕτερα, φασί, καὶ ἀνομοειδῆ τῷ πρώτῳ ἑνί λέγων πάλιν πρῶτον ἓν τὸ αὐτοέν), καὶ γεννᾷ τὴν αὐτοδυάδα ἄνευ τοῦ πρώτου ἑνός, ὁμοίως καὶ τὴν αὐτοτριάδα ἄνευ τῆς αὐτοδυάδος· οὐ γὰρ προστεθέντος τῇ αὐτοδυάδι ἄλλου ἑνὸς γίνεσθαι λέγουσι τὴν αὐτοτριάδα, ἀλλ’ εὐθὺς τὰς ἐν τῇ αὐτοτριάδι μονάδας ἄλλας καὶ ἀνομοειδεῖς εἶναι λέγούσι ταῖς ἐν τῇ αὐτοδυάδι μονάσι· παραπλήσια σία δὲ τούτοις καὶ ἐπὶ τῶν ἄλλων ἀποφαίνονται ἀριθμῶν. ἢ οὖν οὕτως ἄν, ὡς εἴρηται, ἔχοιεν οἱ εἰδητικοὶ ἀριθμοί, ἤ, φησίν, ἀνάγκη τινὰς μὲν τῶν ἀριθμῶν, οἷον εἰπεῖν τὸν τρία, τὸν τέσσαρα, τὸν πέντε εἶναι οἷος ὁ πρῶτος ἐλέχθη τρόπος, ἤτοι ἀσυμβλήτους τοῦτο γὰρ ἔλεγε τὸ πρῶτον τῆς διαιρέσεως τμῆμα), τινὰς δὲ οἷον πάλιν τὸν ἑπτά, τὸν ὀκτώ, τὸν ἐννέα εἶναι οἷος ὁ μαθηματικός, ἤτοι συμβλητοὺς καὶ ὁμοειδεῖς, ἄλλους δέ, οἷον τὸν εἴκοσι, τὸν τριάκοντα, τοὺς ὁμοίους εἶναι οἷος ὁ τρίτος ἔλεγε τρόπος· οὗτος δὲ ἦν ὁ τιθεὶς τὰς μὲν ἐν τῷ εἴκοσιν ἀριθμῷ μονάδας εἶναι πρὸς ἑαυτὰς συμβλητὰς καὶ ὁμοειδεῖς, πρὸς δὲ τὰς ἐνούσας τῷ τριάκοντα ἀριθμῷ ἁ συμβλητοὺς καὶ ἀνομοειδεῖς· τούτου γὰρ ἦν μηνυτικὸν τὸ αἱ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ διάβλητοι καὶ ἀσύμβλητοι. καὶ πάλιν ἢ πάντες καὶ οἱ συμβλητοὶ καὶ οἱ ἀσύμβλητοι χωριστοί εἰσι τῶν αἰσθητῶν ἢ ἀχώριστοι καὶ ἐν τοῖς αἰσθητοῖς. οὐχ οὕτω δέ, φησίν, ἐν τοῖς αἰσθητοῖς εἶναί φημι τοὺς ἀριθμοὺς ἐξ ἀφαιρέσεως καὶ τῇ ἐπινοίᾳ, ὡς πρότερον ἐπὶ τῶν μαθηματικῶν ἐσκοποῦμεν, οὐ τοῦτο δὴ ζητητέον, ἀλλ’ εἰ δυνατὸν εἶναι τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθητοῖς ὡς στοιχεῖα, ἵνα ὡς ἐκ στοιχείων τῶν ἀριθμῶν ἡ φύσις εἴη τῶν αἰσθητῶν, ὥς φασί τινες τῶν Πυθαγορείων. ἢ δὴ οὕτως ἀναγκαῖόν ἐστι λέγειν, ἢ τινὰς μὲν αὐτῶν ὡς στοιχεῖα ὄντας τῶν αἰσθητῶν ἐνυπάρχειν τοῖς αἰσθητοῖς τινὰς δὲ μὴ ἐνυπάρχειν. ἢ πάντας ὑπάρχειν, ἢ πάντας μὴ ὑπάρχειν.

Ταῦτα εἰπὼν λέγει οἱ μὲν οὖν οὖν τρόποι καθ' οὕς ἀριθμοὺς εἶναι οὗτοί εἰσιν ἐξ ἁνἁγκης μόνοι. καὶ οἱ ἐκ τοῦ ἑνὸς τοῦ πρώτου ὡς ἀρχῆς καὶ στοιχείου καὶ ἄλλου τινός, τῆς ἀορίστου δηλαδὴ [*](722) δυάδος, τοὺς ἑκασταχοῦ γεννῶντες ἀριθμοὺς τινὶ τῶν ῥηθέντων τρόπων κέχρηνται. οἱ μὲν γὰρ αὐτῶν περὶ τῶν ἀχωρίστων μόνων τὸν πολὺν [*](4 προληφθείσῃ Bonitz: προσληφθείσῃ libri 18 οἷος L: οἷον Α 20 πάλιν Bonitz: πάλαι libri 22 οἷος AL: οἷον Μ: οἵους ooni. Bonilz 25 ἀνομοειδεῖς LM: ὁμοειδεῖς Α 30 δὴ Μ: δἐ AL 36, 37 τοὺς ἀριθμοὺς] αὐτοὺς Metaph.)

745
ποιοῦνται λόγον καὶ πάντας ἀχωρίστους εἶναί φασιν, οἱ δὲ πάντας χωρίζουσιν, οἱ δὲ περὶ ἀμφοῖν λέγουσι, τοὺς μὲν αὐτῶν χωρίζοντες τοὺς δὲ οὐδαμῶς. τὸ δὲ σχεδὸν πρόσκειται διὰ τὸ εὐθὺς ὑπ’ αὐτοῦ ἐπενεχθὲν τὸ πλὴν τοῦ πάσας τὰς μονάδ’ ἀσυμβλήτους εἶναι, ὅ ἴσον ἐστὶ τῷ οὐδεὶς τῶν περὶ ἀριθμοὺς εἰπόντων πάσας τὰς μονάδας ἀσυμβλήτους εἴρηκε. διὸ καὶ τὸ σχεδὸν δὲ καὶ οἱ λέγοντες τὸ ἓν ἀρχὴν καὶ τὰ ἑξῆς ἴσον ἐστὶ τῷ καὶ ἕκαστος τῶν λεγόντων τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὴν τινὶ τῶν εἰρημένων τρόπων χρῆται πλὴν ἑνὸς τρόπου τοῦ πάσας τὰς μονάδας ἀσυμβλήτους λέγοντος• τού τῳ γὰρ τῷ τρόπῳ οὐδεὶς ἐχρήσατο. καὶ ἔστι τὸ πλὴν ἐφερμηνευτικὸν τοῦ σχεδόν. τὸ δὲ καὶ τοῦτο συμβέβηκεν βέβηκεν εὐλόγως· οὐ γὰρ ἐνδέχεται ἔτι ἄλλον τρόπον εἷναι παρὰ τοὺς εἰρημένους οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ῾εἰ γὰρ μὴ τελείαν τὴν διαίρεσιν ἐποιησάμην, εἰκός, μᾶλλον δ’ ἀναγκαῖον ἦν τοὺς εἰπόντας περὶ ἀριθμῶν μή τινι τῶν ῥηθέντων χρήσασθαι τρόπων· ἐπειδὴ δὲ τελείαν καὶ ἀπαράλειπτον αὐτὴν τέθεικα καὶ οὐδένα ἐνδέχεται ἄλλον ἐπινοῆσαι παρὰ τοὺς ῥηθέντας τρόπον, εὐλόγως τοῦτο συμβέβηκε, λέγω δὴ τὸ κατά τινα τῶν εἰρημένων τρόπων αὐτοὺς περὶ τῶν ἀριθμῶν ἀποφήνασθαι.’

[*](p. 1080b11)

Οἱ μὲν οὖν ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμούς, τὸν μὲν ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον τὰς ἰδέας.

Θεὶς τοὺς τρόπους καθ’ οὗς ἐνεδέχετο τοὺς ἀριθμοὺς εἶναι νὺν ἐκτίθεται θεται τῶν περὶ ἀριθμῶν εἰπόντων τίνες τίνι τῶν εἰρημένων τρόπων ἐχρήσαντο, καί φησιν ὅτι οἱ μὲν γὰρ αὐτῶν, ὥσπερ ὁ Πλάτων’, ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμοὺς καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικόν. τὸν μὲν γὰρ ἔχοντα τὸ πρότερον καὶ ὕστερον ἔλεγεν εἶναι τὰς ἰδέας καὶ τὸν εἰδητικὸν ἀριθμόν, τὸν δὲ μὴ τὸ πρότερον καὶ ὕστερον ἔχοντα μηδὲ κατ’ εἶδος διαφέροντα τὸν μαθηματικὸν εἶναι ἐτίθετο, πρεσβύτερον μὲν αὐτὸν λέγων τοῦ φυσικοῦ καὶ δι’ οὗ ἀριθμοῦμεν ἀριθμοῦ, καταθεέστερον δὲ τοῦ εἰδητικοῦ. καὶ χωριστοὺς ἀμφοτέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικὸν τῶν αἰσθητῶν εἶναι βούλεται. διὰ μὲν οὖν τοῦ οἱ μὲν οὖν ἀμφοτέρους εἶναι τοὺς ἀριθμοὺς ᾐνίξατο τὸν Πλάτωνα, διὰ δὲ τοὐ οἱ δὲ τὸν μαθηματικὸν μόνον ἀριθμὸν εἶναι τὸν πρῶτον τῶν ὄντων τοὺς περὶ Ξενοκράτην· οὗτοι γὰρ καὶ χωρίζουσι τὸν μαθηματικὸν τῶν αἰσθητῶν καὶ μόνον αὐτὸν εἶναί φασι καὶ πρῶτον πάντων, τοῦ εἰδητικοῦ κατορχούμενοι. καὶ οἱ περὶ Ξενοκράτην· οὖν ἕνα μόνον ἀριθμὸν νομίζουσι καὶ οἱ Πυθαγόρειοι· διὸ καὶ ὑποστικτέον εἰς τὸ ἕνα, εἶτα ἐπακτέον τὸ τὸν μαθηματικόν,κόν. ἵν’ ᾖ τὸ τῆς λέξεως τοιοῦτον· καὶ οἱ Πυθαγόρειοι δὲ ἕνα ἀριθμὸν εἶναι νομίζουσι· καὶ τίνα τοῦτον; [*](723) τὸν μαθηματικόν, πλὴν οὐ κεχωρισμένον τῶν αἰσθητῶν, ὡς οἱ περὶ [*](6 καὶ τὸ M1: τὸ καὶ ALM2 15 οὐδένα Μ: οὐδέν AL 17 τρόπων L: τρόπον A 24 γὰρ M: cm. AL 31 οἱ δὲ M: οἱ μὲν AL 36 μαθηματικόν Bouitz: ἀριθμόν libri)

746
Ξενοκράτην, οὐδὲ μοναδικόν, τουτέστιν ἀμερῆ καὶ ἀ·σώματον (μοναδικὸν γὰρ τὸ ἀμερὲς καὶ ἀσώματον ἐνταῦθα δηλοῖ), ἀλλὰ τὰς μονάδας καὶ δηλονότι καὶ τοὺς ἀριθμοὺς ὑπολαμβάνοντες οἱ Πυθαγόρειοι μέγεθος ἔχειν ἐκ τούτῶν τὰς αἰσθητὰς οὐσίας καὶ τὸν ἅπαντα οὐρανὸν εἶναι λέγουσιν. ἔχειν δὲ τὰς μονάδας μέγεθος κατεσκεύαζον οἱ Πυθαγόρειοι διὰ τοιούτου τινὸς λόγου. ἔλεγον οὖν ὅτι ἐπειδὴ ἐκ τοῦ πρώτου ἑνὸς αὗται συνέστησαν, τὸ δὲ πρῶτον ἓν μέγεθος ἔχει, ἀνάγκη καὶ αὐτὰς μεμεγεθυσμένας εἶναι· τὸ γὰρ ἐκ μεμεγεθυσμένου γεγονὸς καὶ αὐτὸ μέγεθος ἔχειν ἐπάναγκες. ἐρωτώμενοι δὲ καὶ τί τὸ συστῆσαν τὸ πρῶτον ἓν καὶ διὰ τί, καὶ πῶς τὸ μέγεθος ἔσχε καὶ πῶς ἐξ αὐτοῦ αἱ μονάδες γεννῶνται, οὐδὲν ἔλεγον σποῦ· δαῖον. ἄλλος δὲ πάλιν, φησί, Πυθαγόρειος τὸν μαθηματικὸν ἀριθμὸν οὐ προσίετο, ἀλλ’ ἕνα καὶ πρῶτον ἀριθμὸν τὸν τῶν εἰδῶν εἶναι ἔλεγεν. ἔνιοι δἑ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τὸ ὗ’ ’τον, τουτέστι τινὲς δὲ τῶν Πυθαγορείων τὸν μὲν συνεγνωσμένον μαθηματικὸν ἀνῄρουν, ἕνα δὲ ποιοῦντες οῦντες ἀριθμόν, τὸν εἰδητικόν, τὸν αὐτὸν τοῦτον ἐκάλουν καὶ μαθηματικόν.

[*](p. 1080b23)

‘0μοίως δὴ καὶ περὶ τὰ μήκη καὶ τὰ ἐπ’ ἶπε δᾶ καὶ περὶ τὰ στερεά· οἱ μὲν γὰρ ἕτερα τὰ μαθηματικὰ καὶ τὰ μετὰ τὰς ιοεας.

Καὶ περὶ τῶν ἐπιπέδων, φησί, καὶ τῶν στερεῶν ὁμοίως τοῖς ἀριθμοῖς ἀπεφήναντο. οἱ μὲν γὰρ αὐτῶν ἕτερα λέγουσι τὰ μαθηματικὰ ἐπίπεδα καὶ τὰ στερεὰ καὶ ἕτερα τὰ εἰδητικά· ἄλλο γὰρ ἔλεγον εἶναι τὸ μαθηματικὸν ἐπίπεδον, περὶ ὃ ὁ γεωμέτρης πραγματεύεται, καὶ ἄλλο τὸ αὐτοεπίπεδον. τῶν δὲ ἄλλως λεγόντων, φησίν, ἤτοι τῶν εἰδητικοὺς ἀριθμοὺς καὶ εἰδητικὰ ἐπίπεδα καὶ στερεὰ μὴ λεγόντων· ἢ εἰπὼν τῶν δὲ ἄλλως λεγόντων ἐξηγητικὸν οἶμαι ἐπήγαγε τὸ ὅσοι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθμούς, ὡς εἰ ἔλεγε ῾τῶν δὲ ἄλλως λεγόντων, τίνας δὲ ἄλλως λέγειν φημί; τοὺς ὅσοι δηλονότι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθμούς, μηδὲ ὅλως εἶναι εἰδητικοὸς τικοὺς ἀριθμοὺς νομέζοντας᾿· οὗτοι τὰ μαθηματικὰ στερεά τε καὶ ἐπίπεδα καὶ μαθηματικῶς λέγουσι, τουτέστι πᾶν μέγεθος εἰς μεγέθη λέγουσιν εἶναι διαιρετόν· τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ συγκεῖσθαι τὴν γραμμὴν ἐκ στιγμῶν ἢ τὸ ἐπίπεδον ἐκ γραμμῶν. πᾶν οὖν μέγεθος εἰς μεγέθη εἶναι διαιρετὸν οὗτοί φασιν καὶ ὁποιασοῦν μονάδας συντεθειμένας ποιεῖν δυάδα ἀποδέχονται. οἱ δὲ λέγουσι μὲν τὰ μαθηματικὰ ἐπίπεδα, οἱ καὶ εἰδητικοὺς ἀριθμοὺς εἶναι λέγοντες, οὔ μαθηματικῶς δέ. οὐ γὰρ τέμνεσθαι πᾶν μέγεθος εἰς μεγέθη, οὐδὲ τὰς τυχούσας μονάδας δυάδα ποιεῖν, ἀλλά φασιν [*](724) ὅτι αἱ πρώτως γεγονυῖαι δύο μονάδες ὡς ἐξ ὕλης μὲν τῆς ἀορίστου δυάδος, εἴδους δὲ τοῦ ἀρχικοῦ ἑνός, τοῦ αὐτοενὸς δηλονότι, αὗται πεποιήκασι τὴν πρώτην δυάδα ἤτοι τὴν εἰδητικὴν δυάδα ἤτοι τὴν αὐτοδυάδα· αἱ δὲ [*](14 συνεγνωσμενον L: συνεγνωμένον Α 16 καὶ περὶ τὰ ἐπίπεδα Metaph. 20 γὰρ L: ora. Α 31 post μεγέθη add. λέγουσιν LM2 32 δυάδα L: δυάδας Α)

747
πάλιν δευτέρως γεγονυῖαι τρεῖς μονάδες ὡς ἐξ ὕλης μὲν καὶ αὗται τῆς ἀορίστου δυάδος, εἴδους δὲ τοῦ αὐτοενὸς πεποιήκασι τὴν αὐτοτριάδα. ὁμοίως καὶ ἐπὶ τῆς αὐτοτετράδος καὶ τῶν λοιπῶν ἀποφαίνονται, καὶ οὔ φασιν ὅτι ὁμοειδεῖς εἰσιν αἱ ἐν τῇ αὐτοδυάδι μονάδες ταῖς ἐν τῇ αὐτοτριάδι καὶ αὗται ταῖς ἐν τῇ αὐτοτετράδι (ἦ γὰρ ἄν καὶ συντιθέμεναι αἱ ἐν τῇ αὐτοδυάδι ταῖς ἐν τῇ αὐτοτριάδι ἀπεγέννων ἄν τινα ἀριθμόν), ἀλλ’ ἀνομοειδεῖς τὰς ἐν τῇ αὐτοδυάδι καὶ ἄλλας τῶν ἐν τῇ αὐτοτριάδι οὐσῶν ἔλεγον. ταῦτα εἰπὼν λέγει πάντες μὲν τοὺς ἀριθμοὺς μοναδικοὺς καὶ ἀμεγέθεις καὶ ἀμερεῖς εἶναι λέγουσι, πλὴν τῶν Πυθαγορείων τῶν τὸ ἓν ἀρχὴν καὶ στοιχεῖον τῶν ὄντων καὶ μέγεθος ἔχειν λεγόντων. οὗτοι γὰρ μεμεγεθυσμένας τὰς μονάδας καὶ δηλονότι καὶ τοὺς ἀριθμοὺς ἀπεφαίνοντο, ὡς πρὸ ὀλίγου εἴρηται. καὶ συμπεραίνεται λέγων ὁσαχῶς μὲν οὖν ἐνδέχεται ὑπολαβεῖν εἶναι τοὺς ἀριθμοὺς καὶ ὅτι οἱ εἰρημένοι ὑφ’ ἡμῶν τρόποι ἅπαντές εἰσι, καὶ οὔτε πλείονας οὗτε ἐλάττονας αὐτοὺς εἶναι δυνατόν ἐστι, φανερὸν ἐκ τούτων. εἰσὶ δέ, φησί, πάντα τὰ περὶ τῶν ἀριθμῶν ἀδύνατα, ἀλλὰ τὰ μὲν αὐτῶν εὐφορητότερά ἐστι καὶ ἥττονα ἔχει τὰ ἀδύνατα τὰ δὲ μείζονα.

[*](p. 1080b37)

Πρῶτον μὲν οὖν σκεπτέον εἰ συμβληταὶ αἱ μονάδες ἢ ἀσύμβλητοι.

᾿Επεξέρχεται πάντα τὰ τῆς διαιρέσεως τμήματα ἐπιμελῶς καὶ δείκνυσιν ὅτι κατ’ οὐδένα τρόπον δύνανται οἱ εἰδητικοὶ εἶναι ἀριθμοί, καὶ εἴπερ ἀναγκαῖόν ἐστιν, εἴ εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, καθ’ ἕνα τῶν τῆς διαιρέσεως εἶναι αὐτοὺς τρόπων, εἰ δειχθείη ὅτι κατ’ οὐδένα δύνανται εἶναι, ὅλως οὔκ εἰσι. πρῶτον δέ, φησί, τοῦτο σκεπτέον, πότερον συμβληταί εἰσι πᾶσα αἰ μονάδες ἢ ἀσύμβλητοι, καὶ εἰ ἀσύμβλητοι, κατὰ ποῖον τῶν ῥηθέντων τρόπων. ἐλέγετο γὰρ ἀνωτέρω πότερον πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσιν, ἢ αἱ ἐν τῇ δυάδι μονάδες πρὸς ἑαυτὰς μέν εἰσι συμβληταὶ πρὸς δὲ τὰς ἐν τῇ τριάδι ἀσύμβλητοι, ὁμοίως καὶ αἱ ἐν τῇ τριάδι πρὸς ἑαυτὰς μὲν συμβληταὶ πρὸς δὲ τὰς ἐν τῇ δυάδι ἀσύμβλητοι. τούτου γάρ ἐστι δηλωτικὸν καὶ νῦν τὸ ἔστι μὲν γὰρ ὁποιανοῦν εἶναι ὁποιᾳ οῦν μονάδι ἀσύβητον, ἔστι δὲ τὰς ἐν αὐτῇ δυάδι πρὸς τὰς ἐν αὐτῇ τῇ τριάδι. λέγοι δ’ ἂν αὐτὴν τὴν δυάδα καὶ αὐτὴν τὴν τριάδα τὴν αὐτοδυάδα καὶ αὐτοτριάδα. ἔστι μὲν γάρ, φησίν, τουτέστι [*](725) δυνατὸν γὰρ λέγειν ὁποιανοῦν μονάδα ἤιοι πάσαν μονάδα πρὸς πᾶσαν μοβάδα ἀσύμβλητον, δυνατὸν δὲ μὴ πᾶσαν πρὸς πᾶσαν λέγειν, ἀλλὰ τὰς ἐν τῆ αὐτοδυάδι πρὸς τὰς ἐν τῇ αὐτοτριάδι καὶ οὕτω πάσας τὰς ἐν ἑκάστῳ [*](9 ἀμερεῖς M1: άμετρεῖς AM2: μετρεῖς L 11 ἀριθμοὺς ἀπεφαίνοντο Α: post ἀριθμοὺς add. εἶναι L 12 μὲν LM2 om. Α 13 καὶ ὅτι Α: post καὶ add. τοὺς LM2 14 ἀὐτοὐς A: καὶ L 16 εὐφορητότερα M: εὐφωρατότερα Α: εὐφορατώτερα L έστι M: εἰσὶ καὶ 27 ai M: om. AL 29 πρὸς δὲ—ἀσὐμβλητοι M1: om. AL ind. M2 36. p. 748,1 ἑκάστῳ εἰδητικῷ Bonitz: po-t ἑκάστῳ add. καὶ ALM)

748
εἰδητικῷ ἀριθμῷ πρὸς ἀλλήλας ἀσυλήτους. περὶ δὴ τούτων πάλιν ἡμᾶς ὑπομνήσας λέγει εἰ μὲν γὰρ πᾶσαι αἱ μονάδες συμβληταί εἰσι καὶ ὁμοειδεῖς καὶ ἀδιάφοροι, ὁ μαθηματικὸς γίνεται ἀριθμὸς καὶ εἷς μόνος αὐτός, καὶ τοὺς εἰδητικοὺς εἶναι ἀριθμοὺς οὐκ ἐνδέχεται. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ τὰς ἰδέας οὐκ ἐνδέχεται εἶναι τοὺς ἀριθμούς. ποῖος γὰρ ἔσται ἀριθμὸς ὁ αὐτοάνθρωπος ἡ τὸ αὐτοζῷον ἡ ὁ αὐτοΐππος ἢ ἄλλο ὁτιοῦν τῶν εἰδῶν; ἑκάστου μὲν γὰρ κατὰ τοὺς τιθεμένους τἀς ἰδέας ἡ ἰδέα μία· εἷς γὰρ ὁ αὐτοάνθρωπος καὶ ἓν τὸ αὐτοζῷον· εἰ δὲ ἀδιαφόρων οὐσῶν τῶν μονάδων εἶναί τις λέγοι τὸν αὐτοάνθρωπον τὴν τριάδα, ἐπειδὴ ἐν τῇ ἐννεάδι πρώτη καὶ μέση καὶ τελευταία ἐστὶ τριάς, ἔσονται τρεῖς αὐτοάνθρωποι. διὰ τί γάρ, εἰ τύχοι, ἡ πρώτη τριὰς ἔσται αὐτοάνθρωπος καὶ οὐχ ἡ δευτέρα ἢ ἡ τελευταία; ἢ οὖν οὐδεμία τῶν τριάδων ἐστὶν ἰδέα, ἢ πᾶσαι. εἰ δὲ ἀδύνατον πάσας οὕτω γὰρ συμβήσεται, ἐπειδὴ ἄπειροί εἰσι τριάδες, ἀπείρους εἶναι καὶ αὐτοανθρώπους), οὐδεμία αὐτῶν ἐστιν ἰδέα. οὐκ ἄρα μοναδικὸς ἀριθμὸς ἡ ἰδέα, εἴπερ ἀδιάφοροί εἰσιν αἱ μονάδες. ἀλλὰ μὴν εἰ μή εἰσιν αἱ ἰδέαι ἀριθμοί, ἀδύνατον αὐτὰς εἶναι. καὶ κατασκευάζει τοῦτο, λέγω δὴ τὸ μὴ οἷόν τε ἰδέας εἶναι, εἰ μὴ καὶ ἀριθμοί εἰσι, διὰ τοῦ ἐκ τίνων γἂρ ἔσονται ἀρχῶν αἱ ἰδέαι; ὃ ἴσον ἐστὶ τῷ ἀδύνατον γὰρ ἐξ ἄλλων τινῶν ἀρχῶν εἶναι τἀς ἰδέας, ἢ ἐξ ὧν οἱ ταύτας θέμενοι κατασκευάζουσι. συλλογίζεται οὗν δυνάμει οὕτως. αἱ ἰδέαι ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος παρ’ αὐτοῖς ὑφίστανται· τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί εἰσιν· αἱ ἰδέαι ἄρα ἀριθμοί εἰσιν. αὐτὸς δὲ τὴν μείζονα πρότασιν μόνον, τὴν τὰ ἐκ τοὐ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφ’ ἱστάμενα ἀριθμοί εἰσι, τέθεικε διὰ τοῦ ὁ γὰρ ἀριθμός ἐστιν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος τῆς ἀορίστου, τὴν ἐλάττω παρείς. τὸ δὲ καὶ αἰ ἀρχαὶ καὶ τὰ στοιχεῖα λέγονται τοῦ ἀριθμοῦ εἶναι ἀντὶ τοῦ καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τῶν ἀριθμῶν παρ’ αὐτοῖς ταῦτα εἶναι λέγονται, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς. τὸ δὲ τάξαι τε οὔτε προτέρας ἐνδέχεται τῶν ἀριθμῶν αὐτὰς οὔτε ὑστέρας εὐλόγως εἴρηται· εἰ γάρ ἐστιν οἷον φέρε ἡ αὐτοτριὰς ὁ αὐτοάνθρωπος, πῶς οἷόν τε ἢ πρότερον ἡ ὕστερον αὐτὸν λέγειν τῆς αὐτοτριάδος; εἰ δὴ οὐσῶν τῶν ἰδεῶν ἀνάγκη αὐτὰς ἀριθμοὺς εἶναι, εἰ μή εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, ὡς δέδεικται, ὅλως οὔκ εἰσιν.

[*](p. 1081a17)

Et δὲ ἀσύμβλητοι αἱ μονάδες, καὶ οὕτως ἀσύμβλητοι [*](720) ὥστε ἡτισοῦν ᾑτινιοῦν.

Υποθέμενος πρῶτον πάσας συμβλητὰς καὶ δείξας ὅτι ἀδύνατον τὰς ἰδέας ἀριθμοὺς εἶναι, ᾧ συναπεδείχθη καὶ τὸ μὴ εἶναι αὐτὰς ὅλως, νῦν [*](1 δὴ M1: exp. Μ2: ora. AL 7 γὰρ LM: om. Α 11 τύχοι M: τύχη AL 12 ἡ (post ἢ) M: om. AL 16 ἀριθμοί M: ἀριθμὸς AL 22 αἱ ἰδέαι] τὰ ὄντα Syr. 23 τὰ] πάντα τὰ Syr. 24 ὑφιστάμενα M: ὑφισταμένην AL 25 δυάδος M: μονάδος AL 36 πρῶτον Α: πρότερον L)

749
ὑποτίθεται πάσας ἀσυμβλήτους· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὥστε ἠτισοῦν ᾑτινιοῦν. εἰ οὖν πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσι καὶ διάφοροι, οὔτε τὸν μαθηματικὸν ἐνδέχεται εἶναι τοῦτον τὸν ἀριθμόν (ὁ γὰρ μαθηματικὸς ἐκ συμβλητῶν καὶ ἀδιαφόρων καὶ αἱ διαιρέσεις καὶ αἱ συνθέσεις καὶ οἱ πολλαπλασιασμοὶ καὶ πάντα ἁπλῶς τὰ δεικνύμενα κατὰ τοῦ μαθηματικοῦ ὡς ἐπ’ὶ ἀδιαφόρων δείκνυται), οὔτε δὴ τὸν μαθηματικὸν εἶναι τοῦτον δυνατὸν οὔτε τὸν τῶν εἰδῶν. καὶ ὅτι μὲν ὁ μαθαηματικὸςἀριθμὸς οὐκ ἔστιν ἀσύμβλητος οὐδὲ διάφορος, πάντες φασίν. ὅτι δὲ οὐδὲ πάσας τὰς εἰδητικὰς μονάδας διαφόρους εἶναι καὶ ἀσυμβλήτους δυνατόν ἐστι, προτίθεται δεῖξαι. εἰ δὴ τοῦτό τε δειχθείη καὶ πρὸς τούτῳ ὅτι οὐδὲ αἱ ἐν τῇ δυάδι ἀσύμβλητοί εἰσι πρὸς τὰς ἐν τῇ τριάδι, ἀδύνατον ὅλως ἰδέας εἶναι. εἰ γὰρ οὐσῶν τῶν εἰδητικῶν μονάδων ἀνάγκη ἢ πάσας εἶναι συμβλητὰς ἢ πάσας εἶναι ἀσυμβλήτους ἢ τὰς ἐν τῇ δυάδι πρὸς τὰς ἐν τῇ τριάδι καὶ ταύτας πρὸς τὰς ἐν τῇ τετράδι καὶ ἐφεξῆς, κατ’ οὐδένα δὲ τούτων τῶν τρόπων εἶναι δύνανται, πάντῃ πάντως μὴ ὄντα εἰσίν. εἴπερ οὖν, φησίν, ἐστὶν ὁ εἰδητικὸς ἀριθμὸς ἐξ ἀσυμβλήτων μονάδων, οὐκ ἔσται ἡ δυὰς πρώτη γεγονυὶα ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος κατ' αὐτούς, ἔπειτα ἡ τριὰς καὶ τρίτον ἡ τετρὰς καὶ ἑξῆς οἱ λοιποὶ ἀριθμοί, ἀλλ’ ἅμα πᾶ ’σαι ἔσονται. εἰ γὰρ τὸ πρότερον καὶ τὸ δεύτερον κατ’ οὐσιώδη σιώδη καὶ συστατικὴν διαφορὰν καὶ ὅλως εἰδοποιὸν γίνεται διὰ τοῦτο γάρ φαμεν τὸν ἄνθρωπον πρότερον τοῦ ἵππου, ὅτι ἡ τοῦ λογικοῦ διαφορὰ προτέρα τῆς τοῦ ἀλόγου τῷ ἀξιώματι καὶ τῷ ἀρίστῳ), εἰ δειχθῶσιν αἱ μονάδες πᾶσαι ἀδιάφοροι καὶ ὁμοειδεῖς, οὐκ ἄν εἴη ἡ δυὰς πρότερον, εἶτα ἡ τρίς, ὥς φασιν. ὥστε ἐὰν οὐσῶν τῶν εἰδητικῶν μονάδων ἢ ἀριθμῶν ἀνάγκη καὶ τὴν δυάδα προτέραν εἶ̣ναι τῆς τριάδος καὶ τὴν τριάδα τῆς τετράδος καὶ ἐφεξῆς, τούτων δὲ τῶν μὲν οὐσῶν πρώτων τῶν δὲ δευτέρων καὶ τρίτων ἀνάγκη ἀσυμβλήτους ἢ πάσας εἶναι τὰς μονάδας ἢ τὰς ἐν τῇ δυάδι ταῖς ἐν τῇ τριάδι καὶ οὕτως ἐπὶ τῶν λοιπῶν· εἰ δειχθείη ὅτι πᾶσαι συμβληταί εἰσιν, οὐκ ἔσται ἡ δυὰς προτέρα τῆς τριάδος καὶ αὕτη τῆς τετράδος, τούτων δὲ τὸ πρότερον καὶ δεύτερον μὴ ἐχουσῶν ἀδύνατον εἶναι τὰς | εἰδητικὰς μονάδας. τὸ δὲ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ [*](727) μονάδες γεννῶνται οὐκ ἔστι κατασκευαστικόν, ὡς ἄν τῳ δόξειε διὰ τὸν γάρ σύνδεσμον, τοῦ ὅτι οὐκ ἔσται ἡ δυὰς πρώτη ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, εἶτα ἡ τριάς, ἀλλὰ πρῶτόν ἐστιν ἐπιχείρημα τῶν δεικνύντων μὴ εἶναι πάσας τὰς ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς μονάδας ἀσυμβλήτους. ἐκ διαιρέσεως δὲ δείκνυσι τοιαύτης ὅτι οὔκ εἰσιν αἱ πᾶσαι μονάδες ἀσύμβλητοι· εἰ γάρ εἰσιν ἀσύμβλητοι, ἢ ἅμα γίγνονται ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος αἱ ἐν τῇ αὐτοδυάδι μονάδες καὶ αἱ ἐν τῇ αὐτοτριάδι καὶ αἱ τῶν ἄλλων ἀριθμῶν ὁμοίως, ἢ πρῶτον μὲν γίνεται ἡ μία μονάς, εἶτα ἡ [*](3 τοῦτον L: τοιοῦτον Α 8 ἀσύμβλητος L: οὐ συμβλητός Α 12 ἢ LM2: om. AM1 15 πάντως LM2: om. AM1 πάντῃ iterat Α 22 ἀρίστῳ Bonitz: ἀορίστῳ libri 29. 30 καὶ αὐάτη τῆς τετράδος LM2: om. ΑΜ1 33 καὶ L: ἐκ A 38 αὐτοτριάδι καὶ αἱ Μ1: post αὐτοτριάδι add. τριάδες ALMa 39 μονάς L: μονάδες Α)
750
ἑτέρα, καὶ τότε συντίθενται καὶ ἀποτελοῦσι τὴν αὐτοδυάδα. ἀλλ᾿ ἐὰν ἅμ γεννῶνται αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ ἤτοι τῇ αὐτοδυάδι μονάδες καὶ αἱ ἐν τῇ αὐτοτριάδι καὶ αἱ ἐν τοῖς ἄλλοις ἀριθμοῖς οὐκ ἔσονται ἀσύμβλητοι ἀλλὰ συμβληταὶ καὶ ἀδιάφοροι· τὰ γὰρ ἅμα ἐκ τῶν ἀρχῶν γεννώμενα, ὡς καὶ αὐτοί φασιν, ἀδιάφορά ἐστιν. ψεῦδος ἄρα τὸ πάσας λέγειν ἀσυμβλήτους· εἰ γὰρ καὶ τἀς ἐν τῇ δυάδι λέγοι τις μονάδας ἀσυμβλήτους εἶναι πρὸς τὰς ἐν τῇ τριάδι, ὅπερ καὶ αὐτὸ ἀδύνατον δείξει, ἀλλὰ πρὸς ἑαυτὰς αἱ ἐν τῇ δυάδι οὐκ ἔσονται ἀσύμβλητοι· ὁμοίως οὐδὲ αἱ ἐν τῇ αὐτοτριάδι. ὥστε δεῖ πρὸ τῆς λέξεως τῆς ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται ἔξωθεν προσυπακούειν τοῦ ἀδύνατον δὲ πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους· εἶτα ὡς προσκατασκευαστικὸν τοῦ ἀδύνατον πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους ἐπάγειν τὸ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται. ἀλλὰ κἀν ταύτῃ τῇ λέξει ἐλλείπει ὁ ἤ σύνδεσμος· ἔδει γὰρ οὕτως εἶναι γεγραμμένον ἢ γὰρ ἅμα αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται· ἐρεῖ γὰρ προ·ιὼν ἢ οὐχ ἅμα.’ ὥστε σαφεστάτη ἂν ἦν ἡ λέξις, εἰ οὕτω πὼς εἶχεν ῾ἀδύνατον δὲ πάσας εἶναι τἀς μονάδας ἀσυμβλήτους· ἢ γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται ἅμα ἡ οὐχ ἅμα.’ ἀλλὰ τὰ μὲν τῆς λέξεως οὕτως ἐχρῆν ἔχειν οἶμαι τοιαῦτα· αὐτὸς δὲ μέμνηται καὶ ῥημάτων τοῦ Πλάτωνος λέγων εἴτε ὥσπερ ὁ πρῶτος εἰπών· ἐξ ἀνίσων γὰρ ἰσασθέντων ἐγένοντο, δεικνὺς ὅτι κατ’ ἐκεῖνον ἕκαστος τῶν ἀριθμῶν ἅμα πᾶς γεννᾶται ὑπὸ τῶν ἀρχῶν, καὶ οὐχὶ πρῶτον μὲν ἡ μία μονὰς ὕστερον δὲ ἡ ἄλλη· αὐτὸς δὲ διὰ τὸ πλῆρες τῆς διαιρέσεως ἐπισκέπτεται καὶ τὸ λοιπὸν τὸ λέγον ῾ἡ οὐχ ἅυα.᾿ τὸ δὲ ἐξ ἀνίσων ἰσασθέντων τοιοῦτόν ἐστιν. δοκεῖ ὁ Πλάτων’ λέγειν ὅτι ἐπειδὴ ἐκ τῆς ἀορίστου δυάδος, ἥτις καθὸ ἀόριστος ἄνισός ἐστιν, οἱ ἀριθμοὶ γίνονται, ἄνισοί εἰσιν, ἰσάζονται δὲ ὑπὸ τοῦ ἀρχικοῦ [*](728) ἑνός· ὥστε ἐπειδὴ ἅμα γεννῶνται, δῆλον ὡς ἀδιάφοροί εἰσιν. εἰ δὲ ἀσυμβλήτων οὐσῶν τῶν ἐν τῇ δυάδι μονάδων ἐστὶν αὐτῶν ἡ μὲν προτέρα ἡ δὲ δευτέρα οὐ γὰρ δὴ ἅμα διάφοροι καὶ ἀσύμβλητοι οὖσαι ἀπὸ τῶν ἀρχῶν προίασι), καὶ ἡ αὐτοδυὰς προτέρα μὲν ἔσται τῆς νεωτέρας μονάδος, νεωτέρα δὲ τῆς προτέρας· μῖξις γάρ ἐστι τῶν δύο μονάδων. ὥσπερ γὰρ τὸ οἰνόμελι τοῦ μὲν οἴνου γλυκύτερον τοῦ δὲ μέλιτος ἀγλευκέστερόν ἐστιν, οὕτω καὶ ἡ δυὰς ὑστέρα μὲν τοῦ προτέρου μέρους ἑαυτῆς πρεσβυτέρα δὲ τοῦ δευτέρου. εἰ δὲ τοῦτο, συμβαίνει τῆς πρώτης δυάδος εἶναι τὴν προγεγονυῖαν προβῇ αὐτῆς μονάδα πρεσβυτέραν αὐτῆς. ἀλλ’ οὐδὲν κατ’ αὐτοὺς τρότερον τῆς αὐτοδυάδος, εἰ μὴ τὸ ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυάς.

[*](4 ἀδιάφοροι M: διάφοροι AL 13 ἀλλὰ L: om. Α 10 ἣν M: om. AL 20 εἰπὼν — ἰσασθέντων] εἰπὼν ἐξ ἀνίσων· ἰσασθέντων γὰρ Metaph. 21 ὅτι L: ὅτε Α 22 post ἀρχῶν add. ἐξ ἀνίσων ἰσασθεὶς Syr. 20 ἰσάζονται—εἰσὶν (27) LM2: om. AM1 29 διάφοροι e Syriano Bonitz: ἀδιάφοροι libri ἀσύμβλητοι Α: συμβλητικαί LM2: συμβληταί M1 33 προτέρου e Syriano scripsi: πρώτου libri)
751
[*](p. 1081a29)

ἔτι ἐπειδή ἐστι πρῶτον μὲν αὐτὸ τὸ ἕν, ἔπειτα τῶν ἀν’λλων ἐστί τι πρῶτον ἕν, δεύτερον δὲ μετ’ ἐκεῖνο.

Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἐὰν αἱ τῆς αὐτοδυάδος μονάδες καὶ αὐτοτριάδος καὶ τῶν λοιπῶν οὐχ ἅμα γεννῶνται ἀλλ’ ἡ μὲν πρότερον ἡ δ᾿ ὕστερον γεννᾶται ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, θετέον ὅτι ἡ μὲν μά μονὰς τῆς μελλούσης γενέσθαι αὐτοδυάδος γέγονεν, ἡ δὲ λοιπὴ οὔπω. ἀλλ’ εἰ τοῦτο, συμβαίνει μονάδας μὲν εἶναι δύο, τό τε ἀρχικὸν ἓν καὶ αὐτὴν τὴν ἤδη γεγονυῖαν μονάδα καὶ μέρος γενέσθαι μέλλουσαν τῆς γενησομένης αὐτοδυάδος, δυάδα δὲ μὴ εἶναι. οὔπω γάρ, ὡς ἡ ὑπόθεσις, γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ ἡ ἑτέρα μονάς. ἵνα συντεθεῖσα τεθεῖσα μετὰ τῆς προγεγονυίας ἀποτελέσωσι τὴν αὐτοδυάδα. ἀλλὰ κἂν τῆς λοιπῆς γεγονυίας μονάδος καὶ τῆς αὐτοδυάδος ἀπαρτισθείσης εἶναι μὲν τρεῖς μονάδας ἀναγκαῖον, τό τε πρῶιον ἓν καὶ τὰς λοιπὰς δύο, αἳ μέρος εἰσὶ τῆς αὐτοδυάδος, αὐτοτριάδα δὲ μὴ εἶναι· οὔπω γὰρ κἀνταῦθα ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ἕτεραι τρεῖς μονάδες γεγόνασιν, ἀσύμβλητοι μὲν οὖσαι διὰ τὴν ὑπόθεσιν πρὸς τὰς τῆς αὐτοδυάδος μονάδας, γεννητακαὶ δὲ τῆς αὐτοτριάδος. ἀλλ’ ἄτοπον καὶ ἀδύνατον τὸ τρία μὲν εἶναι λέγειν, τριάδα δὲ μὴ εἶναι. τὰ αὐτὰ δὲ συμβήσεται καὶ ἐπὶ τῶν λοιπῶν ἀριθμῶν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἄν ἔχοι. ἐπειδή ἐστι πρῶτον μὲν αὐτὸ τὸ ἕν (λέγει δὲ αὐτὸ τὸ ἓν τὸ ἀρχικὸν ἕν, μεθ’ οὗ καὶ τῆς ἀορίστου δυάδος γεννᾶται κατ’ αὐτοὺς ἡ αὐτοδυὰς καὶ οἱ λοιποὶ ἀριθμοί), μετὰ τὸ ἕν, ὃ πρῶτον καλεῖ, ἔσται καὶ δεύτερον ἕν, ὃ δεύτερον τοῦ πρώτου καὶ ἀρχικοῦ ἑνὸς λέγει, τὴν τῆς αὐτοδυάδος, ὡς ἡ ὑπόθεσις, προγεγονυῖαν μο νάδα· αὕτη [*](729) γὰρ τοῦ μὲν ἀρχικοῦ καὶ πρώτου ἑνός ἐστι δευτέρα, τῆς δὲ μελλούσης γενέσθαι μονάδος, μεθ’ ἧς ἂν καὶ ἀπαρτίσοι τὴν αὐτοδυάδα, πρώτη· τρίτον δὲ ἓν τὸ δεύτερον μὲν μετὰ τὸ δεύτερον, τρίτον δὲ μετὰ τὸ τρῶτον, λέγει τὴν μήπω γεγονυῖαν τῆς γενησομένης αὐτοδυάδος μονάδα. ταὐτης γὰρ τῆς αὐτοδυάδος τὸ μὲν προγεγονὸς ἕν ἐστι δεύτερον τοῦ ἀρχικοῦ ἑνός, τὸ δὲ δεύτερον αὐτῆς ἓν τοῦ μὲν προγεγονότος τῆς αὐτοδυάδος ἑνός ἐστι δεύτερον, τοῦ δὲ πρώτου καὶ ἀρχικοῦ ἑνὸς τρίτον. ὥστε ἔσονται τρεῖς μονάδες, τρία δὲ οὐκ ἔσται ἐξ ὧν ἡ τριὰς συμπλέκεται καὶ συνίσταται* ὅπου γὰρ τρία, εὐθὺς κατὰ τὸ ἀληθὲς καὶ τριάς. ἀλλὰ κἂν πάλιν τῶν τῆς αὐτοδυάδος δύο μονάδων καὶ τοῦ πρώτου ἑνὸς οὐσῶν ὑπονοήσωμεν ὅτι ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἀορίστου δυάδος γέγονε καὶ ἕτερον, μεθ’ οὗ καὶ τῶν ὑπονοουμένων λοιπῶν τριῶν μονάδων ἡ αὐτοτριὰς γενέσθαι ὀφείλει, ἔσονται μὲν τέτταρες μονάδες, τό τε πρῶτον καὶ ἀρχικὸν ἓν καὶ αἱ δύο τῆς αὐτοδυάδος καὶ ἡ ἤδη γεγονυῖα, ἥτις μέρος ὀφείλει γενέσθαι τῆς γενησομετὰ [*](22. 23 μετὰ—δεύτερον ἕν Μ1: τὸ δὲ πρῶτον καῶτον τί δὲ πρῶτον καλεῖ LM2 36 λοιπῶν L: λοιπὸν A τριῶν libri: “lege δύο’’ Bonitz)

752
μένῃς αὐτοτετράδος· εἰ δὴ τοῦτο ὑπνοήσομεν, τέτταρα μὲν ἔσται, τετρὰς δὲ οὐδαμῶς· οὔπω γὰρ γεγόνασι καὶ αἱ λοιπαὶ τρεῖς μονάδες τῆς γενέσθαι μελλούσης αὐτοτετράδος· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ταῦτα εἰπὼν ἐπάγει οὐ δεῖς τῶν περὶ ἀριθμοὺς εἰρηκότων ἀσυμβλήτους τὰς μονάδας εἴρηκεν· ὅμως δὲ κατὰ μὲν τὰς ἐκείνων ὑποθέσεις εὔλογον ἀσυμβλήτους εἶναι τὰς μονάδας, κατὰ δὲ τὴν ἀλήθειαν ἀδύνατον. τίς γὰρ διαφορὰ μονάδος πρὸς μονάδα; καὶ δείκνυσιν ὅπως εὔλογόν ἐστι κατὰ τὰς ἐκείνων ὑποθέσεις ἀσυμβλήτους εἶναι τὰς μονάδας τοῦτον τὸν τρόπον· εἰ γὰρ ἔστιν ἓν πρῶτον κατ’ αὐτοὺς καὶ πρώτη μονάς, ἐξ ἧς μονάδος καὶ ἄλλης, ὡς εἴρηται, γίνεται ἡ αὐτοδυάς, ἔστι δὲ κατ’ αὐτοὺς καὶ πρώτη δυάς, πᾶσα ἀνάγκη καὶ δεύτερον ἓν εἷναι καὶ δευτέραν μονάδα καὶ δευτέραν δυάδα· εἰ γὰρ πρώτη, ἀνάγκη καὶ δευτέραν· τὰ γὰρ πρῶτα δευτέρων ἐστὶ πρῶτα, καὶ ταῦτα τρίεἶναι τῶν. ἀλλὰ μὴν εἰ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη καὶ τὰς μονάδας διαφόρους καὶ ἀσυμβλήτους· ἄλλη γὰρ ἡ τρίτη καὶ ἄλλη ἡ δευτέρα καὶ αἱ λοιπαὶ ὁμοίως. εἰ γάρ εἰσιν ἀδιάφοροι καὶ συμβληταί; τί μᾶλλον αὕτη πρώτη ἐστὶν ἀλλ’ οὐχ αὕτη τοὐ πρωτείου τετύχηκε, καὶ διὰ τί αὕτη μὲν ἀτυχής ἐστι τοῦ πρώτου ἐκείνη δὲ τούτου τετύχηκε; τὸ δὲ ἅ μὰ δὲ ἀμφότερα λέγειν, μονάδα τε μετἁ τὸ ἓν πρώτην εἶναι καὶ τὰ ἑξῆς διὰ μέσω παρέρριπται σκωπτικὸν ὂν ὡς καὶ τῶν περὶ τὰς ἀρχὰς ἀνακολούθως ἑαυτοῖς τοῖς γινομένων. εἰ γάρ ἐστιν ἡ μονὰς πρώτη, πῶς ἔσται καὶ ἡ δυὰς [*](730) πρώτη κατὰ τὸν αὐτὸν λόγον; εἰ γὰρ τὴν πρώιην τάξιν καὶ τὸ κυρίω πρῶτον ἡ μονὰς ἐκληρώσατο, πῶς καὶ ἡ δυὰς τοῦ αὐτοῦ ἄν μετάσχοι πρώτου; ἢ γὰρ τοῦ κυρίως πρώτου τὸ ἓν εὐμοίρηκε καὶ ἐστέρηται τούτου ἡ δυὰς καὶ οἱ λοιποὶ ἀριθμοί, ἢ ἡ δυὰς τούτου τέτευχε καὶ τὸ ἓν οὐκ ἔσται πρῶιον. τὸ δὲ οἱ δὲ ποιοῦσι μονάδα μὲν καὶ ἓν πρῶτον, δεύτερον δὲ καὶ τρίτον οὐκέτι συνεχές ἐστι τῷ ἐστὶ δὲ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον καὶ οὕτω, καὶ εἴη ἂν λέγων ὅτι κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον δεύτερόν τι εἶναι καὶ τρίτον, οἱ δὲ μονάδα μὲν καὶ ἓν πρῶτον ποιοῦσι, δεύτερον δὲ καὶ τρίτον οὐκέτι, καὶ δυάδα πρώτην, δευτέραν δὲ καὶ τρίτην οὐκέτι.

[*](p. 1081b10)

Φανερὸν δὲ ὅτι οὐκ ἐνδέχεται, εἰ ἀσύμβλητοι πᾶσαι αἱ μονάδες, δυάδα εἶναι αὐτὴν καὶ τριάδα.

Οὐ δύναται, φησίν, εἶναι ὁ εἰδητικὸς ἀριθμός, τουτέστιν ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριάς, ἀσυμβλήτων ὑποτεθεισῶν τῶν μονάδων· ᾧ ἕπεται τὸ μὴ εἶναι τὸν εἰδητικὸν ἀριθμόν. ἀλλὰ τοῦτο μὲν ἀφῆκεν, ἐπήνεγκε δὲ ὅτι κἄν τε συμβληταὶ ὦσι κἄντε ἀσύμβλητοι αἱ μονάδες, δεῖ μὴ εἶναι τὴν αὐτοτριάδα, τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖσθαι, [*](1 et 3 αὐτοτετράδος libri: "lege αὐτοτριάδος” Bonitz 2 τρεῖς libri: "lege δὐο” Bonitz 5 κατὰ μὲν L: μὲν om. Α 17 δὲ (post τὸ) L: ora. A 18 πρώτην M: πρῶτον AL 23 τούτου Α: τοῦ πρώτου L 31 φανερὸν δὲ καὶ ὅτι Metaph.)

753
οἷον τὴν δυάδα προσλαβοῦσαν μονάδα τριάδα γενέσθαι· τούτων δὲ ὄντων ἀδύνατον τὴν τῶν ἀριθμῶν γένεσιν εἶναι, ὥς φασιν, ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός, ἀλλὰ κατὰ πρόσθεσιν· ὥστε ἀναγκαῖον πολλάς τε διὰ τοῦτο εἷναι δυάδας ἔν τε τῇ ἑξάδι καὶ ὀκτάδι καὶ δωδεκάδι, μόριόν τε εἶναι τὴν δυάδα, τριάδος μὲν τὸ δίμοιρον, τετράδος δὲ τὸ ἥμισυ· τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι τοιοῦτον· γεννᾶται γὰρ κατ’ αὐτοὺς ἐκ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος, καὶ ἕκαστος αὐτῶν εἷς ἐστι καὶ οὐδεὶς αὐτῶν κατ’ αὐτοὺς ἄλλου μόριον γίνεται, οὔτε ἡ αὐτοδυὰς τῆς αὐτοτριάδος, οὔτε ἄλλη ὁποιαοῦν ἄλλης ὁποιασοῦν. ταῦτα εἰπὼν ἔνστασίν τινα πρὸς ἑαυτὸν ἐπάγει διὰ τοῦ ἀλλ’ ἑκ τῆς δυάδος τῆς πρώτης καὶ τῆς ἀορίστου δυάδος ἐγίνετο ἡ τετράς. ὃ δέ φησι τοιοῦτόν ἐστιν. ἀλλ’ ἐκεῖνοι ἐκ τῆς αὐτοδυάδος ταύτην γὰρ καλεῖ πρώιην δυάδα) καὶ τῆς ἀρχικῆς δυάδος, ἣν ἀόριστον καλεῖ δυάδα, ἀπετέλουν τὴν τετράδα, οὐ συντιθέντες αὐτὰς οὐδὲ κατὰ πρόσθεσιν αὔξοντες, ἀλλὰ τῆς ἀορίστου δυάδος διπλασιασάσης τὴν αὐτοδυάδα καὶ οὕτως ἀποτεκούσης τὴν τετράδα, ὥστε οὐκ ἄν τὸν ἐκεῖ ἀριθμὸν κατὰ πρόσθεσιν ἀποτελοῖεν. ταῦτα ἑαυτῷ ὥσπερ ἔνστασιν κομίσας λύει τὴν ἔνστασιν γοργῶς καὶ ἀσαφῶς διὰ τοῦ δύο δυάδες ἁ’δες παρ’ αὐτὴν τὴν δυάδα. λέγει δ’ αὐτὴν τὴν δυάδα τὴν αὐτοδυάδα. [*](731) δυάδα. δύο οὖν, φησίν, εὑρίσκονται ἐν τῇ αὐτοτετράδι δυάδες παρ’ αὐτὴν τὴν δυάδα, τουτέστι παρὰ τὴν αὐτοδυάδα. ἀλλὰ τὸ μὲν τῆς λέξεως τοιοῦτον· οῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ χρὴ προσυπακούειν τοῦ ἀλλ’ εἰ καὶ μὴ κατὰ πρόσθεσιν αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν, ἀλλ’ οὖν ἐν τῇ αὐτοτετράδι δύο δυάδας ὁμολογήσουσιν εἶναι παρὰ τὴν αὐτοδυάδα· ὥστε ἔσονται τρεῖς εἰδητικαὶ δυάδες καὶ οὐ μία· μία μὲν ἡ αὐτοδυὰς καὶ αἱ ἕτεραι δύο αἱ ἐν τῇ αὐτοτετράδι. εἰ δὲ μή, μόριον ἔς τᾶι αὕτη ἡ δυάς, τουτέστιν εἰ δὲ τοῦτο φεύγοιεν καὶ οὐχ ὁμολογοῖεν ἄλλας εἶναι τὰς ἐν τῇ αὐτοτετράδι δυάδας παρὰ τὴν αὐτοδυάδα, ἐπειδὴ ὅλως δυάδες εὑρίσκονται ἐν τῇ αὐτοτετράδι, ἔσται μόριον ἡ αὐτοδυὰς τῆς αὐτοτετράδος, καὶ κατὰ πρόσθεσιν ἔσται ὁ ἀριθμὸς ἑτέρας δυάδος τῇ αὐτοδυάδι προδτεθείσης καὶ οὕτως ἀποτελεσάσης τὴν αὐτοτετράδα. εἰ δὲ ἡ αὐτοτετράς ἐστιν ἐκ τῆς αὐτοδυάδος καὶ ἄλλης δυάδος, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἡ αὐτοδυἂς ὑποστήσεται ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ ἄλλου ἑνός· τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ δυὰς ἔσται ἐκ τοῦ ἑνὸς αὐτοῦ καὶ ἄλλου ἑνός. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε τὴν ἑτέραν ἀρχὴν ἀόριστον εἶναι δυάδα· τὸ γὰρ γεννώμενον ὑπὸ τῆς ἀορίστου δυάδος δυὰς ὤφειλεν εἶναι· νῦν δὲ οὐ δυὰς γεννᾶται ἀλλὰ μονάς, ἥτις σὺν τῷ ἑνὶ τὴν ὡρισμένην ἀποτελεῖ δυάδα, τουτέστι τὴν αὐτοδυάδα. εἰ οὖν μὴ δέξονται ἐν τῇ αὐτοτετράδι δύο εἶναι δυάδας άδας παρὰ τὴν αὐτοδυάδα, ἕπεται αὐτοῖς κατὰ πρόσθεσιν εἶναι τὸν ἀριθμὸν [*](1 γίνεσθαι L 4 ἔν τε e Syriano Bonitz: ὥστε libri 5 μὲν M Syr.: τε AL post ἥμισυ add. καὶ ἑξάδος μὲν τὸ τρίτον, ὀκτάδος δὲ τὸ τέταρτον, δωδεκάδος δὲ τὸ ἕκτον M1 Bonitz: om. ALM- Syr. 9 ἀνῆς ὁποιασοῦν L: ἄλλης om. Α 17 ἀσαφῶς AL: σαφῶς M 24 δυάδες Α: δυνάμεις L 25 αὔτη libri: αὐτὴ coni. Bonitz 29 τῇ] τῆς L 30 ἡ L: om. Α 35 δυάδος L Syr.: oiu. Α)
754
καὶ ἀνῃρῆσθαι τὴν ἑτέραν τῶν ἀρχῶν. ἐν δὲ τῇ λέξει τῇ μονάδα γἁρ μίαν γεννᾷ ἀλλ’ οὐ δυάδα ὡρισμένην ὑπερβατῶς ἀναγνωστέον οὕτως· ῾μονάδα γὰρ ὡρισμένην γεννᾷ ἀλλ’ οὐ δυάδα᾿.

ταῦτα εἰπὼν λέγει ἔτ’ι παρἁ τὴν αὐτοτριάδα καὶ τὴν αὐτοδυάδα τῶς ἔσονται ἄλλαι τριάδες καὶ δυάδες; εἴτε οὗν εἰσιν ἄλλαι τριάδες αἱ ἐν τῇ ἑξάδι παρὰ τὴν αὐτοτριάδα, οὐκ ἔσται μία ἡ εἰδητικὴ τριὰς ἀλλὰ πλείους, εἴτε οὖν αἱ αὐταί εἰσί πὼς καὶ ὁμοειδεῖς ταῖς ἐν τῇ αὐτοτριάδι, κατὰ πρόσθεσιν ἔσονται οἱ ἀριθμοὶ καὶ ἀναιρεῖται ἡ ἀόριστος δυάς. ἀλλὰ καὶ τίνα τρόπον δυνατὸν ἐκ προτέρων μονάδων καὶ ὑστέρων συγκεῖσθαι τοὺς ἀριθμούς; τὸ γὰρ πρότερον καὶ ὕστερον κατὰ εἰδοποιούς, ὡς πολλάκις εἴρηται, ὁρᾶται διαφοράς· μονὰς δὲ μονάδος τίνι ἄν διαφέροι; ἴσως αὐτοὶ ἂν ἴδοιεν, ἡμεῖς γὰρ οὐχ ὁρῶμεν. ὥστε εἰ πάντα ταῦτα ἀδύνατα καὶ πλασματώδη, ἀδύνατον εἶναι πρώτην τὴν αὐτοδυάδα εἶτα τὴν αὐτοτριάδα. ἀλλ’ ἁ κατὰ μὲν τὴν ἀλήθειαν ἀδύνατον τοῦτο. ἀναγκαῖον δὲ πάλιν πρώτην εἶναι τὴν αὐτοδυάδα, καὶ εἶτα τὴν τριάδα καὶ ἐφεξῆς, [*](732) εἴπερ εἰσὶν ἀρχαὶ καὶ στοιχεῖα τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἐπεὶ δὲ πάλιν ἀδύνατα πολλὰ συμβαίνει τούτων ὑποκειμένων ὡς ἀρχῶν καὶ στοιχείων, ἀδύνατον ἀρχὰς εἶναι αὐτάς. καὶ συμπεραίνεται λέγων εἰ μὲν οὖν διάφοροι αἱ μονάδες ὁποιαισοῦν, τοιαῦθ’ ἕτερα συμβαίνει ἐξ ἀνάγκης.

[*](p. 1081b35)

Et δὲ αἱ μὲν ἐν ἄλλῳ διάφοροι, αἱ δ’ ἐν τῷ αὐτῷ ἀριθμῷ ἀδιάφοροι ἀλλήλαις μόναι, καὶ οὕτως οὐθὲν ἐλάττω συμβαίνει τὰ δυσχερῆ.

Δείξας ὅτι οὔτε πᾶσαι αἱ ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς μονάδες ἀσύμβλητοί εἰσιν οὔτε πάλιν πᾶσαι συμβληταί, ἐνίσταται πρὸς τὸ λοιπὸν καὶ τρίτον τῆς διαιρέσεως τμῆμα, τὸ λέγον ὡς αἱ μὲν ἐν τῇ αὐτοτριάδι μονάδες νάδες ἔσονται συμβληταὶ πρὸς ἑαυτάς, ὁμοίως καὶ αἱ ἐν τῇ αὐτοδυάδι καὶ αὐτοτετράδι καὶ ἐν τοῖς λοιποῖς ἀριθμοῖς, αἱ δὲ ἐν τῇ αὐτοδυάδι πρὸς τὰς ἐν τῇ αὐτοτριάδι καὶ αὗται πρὸς τὰς ἐν τῇ αὐτοτετράδι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἀσύμβλητοι καὶ ἀνομοειδεῖς. εἰ δὴ οὖν, φησίν, αἱ μονάδες αἱ ἐν ἄλλῳ ἀριθμῷ, οἷον φέρε εἰπεῖν τῇ αὐτοτριάδι, ἀσύμβλητοί εἰσι καὶ ἀνομοειδεῖς πρὸς τὰς ἐν ἄλλῳ (τούτου γὰρ ὑπακουστέον) ἀριθμῷ μονάδας, οἷον τὰς ἐν τῇ αὐτοτετράδι, αἱ δὲ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ οὖσαι μονάδες τῇ αὐτοτετράδι ὁμοειδεῖς καὶ ἀδιάφοροι, πολλὰ ἕψεται ταύτῃ τῇ ὑποθέσει ἀδύνατα καὶ δυσχερῆ. εἰ γὰρ δυνατὸν τὰς ἐν ἑκάστῳ ἀριθμῷ συγκατατεταγμένας εἶναι ὁμοειδεῖς, τὰς δ’ ἐν ἄλλῳ πρὸς τὰς ἐν ἄλλῳ ἀνομοειδεῖες, ἐπειδὴ ἐν τῇ αὐτοδεκάδι ταύτην γὰρ εἶπεν αὐτὴν δεκάδα) ἔνεισι [*](2 δυάδα Μ’: δυάδων ALM2: 7 exspectes ὁμοειδεῖς ἐν αὐταῖς μονάδες ταῖς κτη. 12 ἂν M: 0111. AL 17 ἀρχῶν L: ἀρχαὶ Α 19 ὁποιαιοῦν ὁποιαισοῦν ταῦτα καὶ τοιαῦθ’ ἕτερα Metaph. 22 ἀδιάφοροι] διάφοροι AL; sed cf. 34 et p. 755,9 35 δυνατὸν τἀς L: δυνατὰ τὰ Α)

755
δέκα μονάδες, καὶ σύγκειται καὶ ἡ αὐτοδεκὰς ἐκ τῶν δέκα μονάδων, ἀλλὰ καὶ ἐκ δυοῖν πεντάδοιν δὶς γὰρ τὰ πέντε ·δέκα), καὶ οὐχ ὁ τυχὼν ἁριθμὸς οὐδ’ αἱ τυχοῦσαι κατ’ αὐτοὺς μονάδες ποιοῦσι τὴν αὐτοδεκάδα, ἀλλ’ αἱ ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνὸς γινόμεναι· εἰ δὴ οὖν ταῦθ’ οὕτως ἔχει, συμβήσεται τὰς ἐν τῇ αὐτοδεκάδι δέκα μονάδας καὶ συμβλητὰς εἶναι καὶ ἀσυμβλήτους. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ ὧ τοῦτο ἠκολούθηκε. πῶς δὲ τὸ καὶ συμβλητὰς εἶναι καὶ ἀσυμβλήτους συμβαίνει, ὧδε ἔσται δῆλον. ἐπειδὴ γὰρ ὑπόκειται ὅτι αἱ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ οὖσαι μονάδες ἀδιάφοροί εἰσι καὶ ὁμοειδεῖς, πρὸς δὲ τὰς ἐν ἄλλῳ ἀνομοειδεῖς, καὶ οὐ μόνον ὑπόκειται ἀλλὰ καὶ ὡμολόγηται τοῖς τὰς ἰδέας τοθεμένοις, κατὰ δὴ τοῦτο ἔσονται ὁμοειδεῖς αἱ ἐν τῇ αὐτοδεκάδι μονάδες. ἐπειδὴ δὲ πάλιν ἐν αὐτῇ εἰσι καὶ δύο πεντάδες, ἔτι δὲ καὶ δυάς ἐστι καὶ τριάς ἐστι καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀκτὰς καὶ ἔννας, ὑπόκειται δὲ ὅτι αἱ ἐν τῇ ὀκτάδι διάφοροί εἰσι πρὸς τὰς ἐν τῇ ἐννάδι καὶ αὗται πρὸς τὰς ἐν τῇ ἑπτάδι καὶ αἱ ἄλλαι ὁμοίως, κατὰ δὴ τοῦτο πάλιν ἔσονται ἀνομοειδεῖς καὶ ἀσύμβλητοι αἱ ἐν τῇ αὐτοδεκάδι μονάδες. ὥστε ὡς μὲν εἷς ἀριθμὸς [*](733) ἡ δεκὰς ἕξει πάσας ὁμοειδεῖς, ὡς δὲ ἄλλης μὲν τῆς ἐν αὐτῇ πρώτης πεντάδος καὶ ἄλλης τῆς δευτέρας, ὁμοίως καὶ ἄλλης τῆς ἑξάδος καὶ ἄλλης τῆς ἐννάδος καὶ τῶν λοιπῶν, ἔσονται ἀνομοειδεῖς. τὸ δὲ τὰς αὐτὰς καὶ ὁμοειδεῖς εἶναι καὶ ὁμοφυεῖς, καὶ πάλιν ἀνομοειδεῖς, ἀδύνατον. καὶ ᾗ ἄρα τοῦτο ὑποθέσει ἠκολουθήκει ἀδύνατός ἐστιν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια οἶμαι αὕτη ἐστὶν, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα. ἀνάγκη, φησί, τὰς ἐν τῇ αὐτοδεκάδι μονάδας διαφέρειν, καὶ προσυπακουστέον τοῦ τοῦτο δὲ ἀδύνατον δειχθήσεται. καὶ εἰπὼν ὅτι ἀνάγκη διαφέρειν, τὴν αἰτίαν ἰῆς ἀνάγκης ἐπάγει λέγων εἰ γὰρ μὴ διαφέρουσιν, οὐδ’ αἱ δύο πεντάδες διοίσουσιν, ἐξ ὧν ἡ αὐτοδεκάς. τῶν γὰρ ἐν αὐταῖς μονάδων ἀδιαφόρων οὐσῶν πῶς ἄν αὗται διαφέροιεν; ἀλλ’ εἰ μὴ αἱ τῶν πεντάδων, ἐξ ὧν ἡ δεκάς, μονάδες διαφέροιεν, οὐδὲ αἱ ἐν τῇ ἑξάδι καὶ τετράδι καὶ τριάδι καὶ ἑπτάδι, ἐξ ὧν ἡ δεκάς. ὡς γὰρ ἐκ τοῦ δὶς πέντε δέκα, οὕτω καὶ ἐκ τοῦ τρία καὶ ἑπτὰ καὶ ἓξ καὶ τέτταρα. ἀλλὰ μὴν τὸ τὰς ἐν τοῖς ἄλλοις ἀριθμοῖς μονάδας πρὸς τὰς ἐν τοῖς ἄλλοις διαφέρειν, μᾶλλον παντὸς ἄλλου ἥγηνται. ἀνάγκη μὲν οὖν διαφέρειν τὰς πεντάδας· εἰ δὲ τοῦτο, καὶ τἀς μονάδας. ἀλλὰ μὴν ὑπόκειται μὴ διαφέρειν. αὐτὸς δὲ πρὸς τοῦτο καὶ ἄλλο τι ἐρωτᾷ λέγων εἰ δὲ διαφέρουσιν αἱ πεντάδες (ἀνάγκη γάρ, ὡς διαφέρειν), διαφέρειν), πότερον οὐκ ἔσονται καὶ ἄλλαι πεντάδες, εἰ μὴ αὗται μόναι αἱ δύο ἐξ ὧν ἡ αὐτοδεκάς, ἢ ἔσονται καὶ ἄλλαι; εἴτε δὴ μὴ ἔσονται, ἀδύνατον· δῆλον γὰρ ὅτι καὶ ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεννάδι καὶ αὐτοοκτάδι εἰσὶ πεντάδες, εἴτε δὲ ἔσονται πολλαὶ πεντάδες [*](1 ἐκ τῶν Α: καὶ ἐκ τῶν L 7 εἶναι L: om. Α 11 δὴ M1: δὲ ALM2 12 ἔτι δὲ M: ἔστι AL 17 ἡ LM: ὁ Α 18 τῆς ἑξάδος L: τῆς om. Α 19 τῆς L: Oin. Α 20 ἀδύνατον LM2: οὐ δύναται AM1 21 ἡ LM: ὁ Α 33 μὴ LM: om. Α καὶ LM: κἀν Α 35. 37. 38 ἐνέσονται Metaph. vulg. 37 δὴ Α: δὲ LM et Metapb. vulg.)
756
ἕτεραι τῶν ἐν τῇ αὐτοδεκάδι, ὥσπερ καὶ εἰσί, καὶ διάφοροι καὶ ἀνομοειδεῖς; πρῶτον ἔσονται πολλαὶ δεκάδες καὶ οὐ μία ὡς αὐτοὶ βούλονται· οὗτοι γὰρ μίαν φασὶν εἶναι δεκάδα. ἔπειτα ἐρωτητέον ποία δεκὰς ἐκ τῶν πεντάδων τῶν τε ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ αὐτοεννάδι καὶ τῶν λοιπῶν εὑρισκομένων ἔσται· εἰ γὰρ δύο πεντάδες, ἀνάγκη καὶ δεκάδα εὑρίσκεσθαί τε καὶ λέγεσθαι· τῆς μὲν γὰρ αὐτοδεκάδος οὐκ ἔστιν ἄλλη τις ἐντὸς δεκάς. ἑξὰς μὲν γὰρ καὶ τετρὰς καὶ ἑπτὰς καὶ οἱ λοιποὶ ἀριθμοί εἰσι, δεκὰς δὲ οὐκ ἔστιν, ὥστε δύνασθαι λέγειν ὅτι ἡ ἐντὸς τῆς αὐτοδεκάδος δεκάς ἐστιν ἐκ τῶν ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι εὑρισκομένων πεντάδων. ἀλλὰ μὴν οὐδὲ βούλονται ἄλλην δεκάδα εἶναι πλὴν αὐτὴν τὴν αὐτοδεκάδα. ὥστε ἢ ἔσονται δύο πεντάδες αἱ ἐν τῆ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ ἄλλαι δύο αἱ ἐν τῇ αὐτοοκτάδι καὶ αὐτοεννάδι, καὶ δεκὰς ἄλλη οὐκ ἔσται πλὴν τῆς αὐτοδεκάδος, ἢ εἴπερ πεντάδων οὐσῶν ἀνάγκη εἶναι καὶ δεκάδας, οὐκ ἔσται μία ἡ εἰδητικὴ δεκάς, ὡς αὐτοί | φασιν, ἀλλὰ [*](734) πλείους. τὸ δὲ ἐν τῇ λέξει τῇ οὐ γάρ ἐστιν ἑτέρα δεκὰς ἐν τῇ δεκάδι παρ’ αὐτὴν τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ἐντὸς τῆς αὐτοδεκάδος ἑτέρα δεκὰς παρ’ αὐτὴν τὴν αὐτοδεκάδα, ἵνα αὕτη εἴη ἐκ τῶν ἐν τῇ αὐτοεξάδι καὶ αύτοεπτάδι καὶ ταῖς λοιπαῖς εὑρισκομένων ἀριθμῶν. ἐπειδὴ δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος πρῶτον ἔλεγον γίνεσθαι τὴν αὐτοδυάδα, εἶτα πάλιν τὴν ἀόριστον δυάδα παραλαβοῦσαν τὴν αὐτοδυάδα ποιεῖν ἄλλας δύο δυάδας εὐθύς, ἐξ ὧν τὴν αὐτοτετράδα εἶναι λέγουσιν, ὁμοίως πάλιν τὴν ἀόριστον δυάδα παραλαβοῦσαν τὴν αὐτοτετράδα ποιεῖν ἄλλας δύο τετράδας ἐξ ὧν ἡ αὐτοοκτάς (τοῦ γὰρ ληφθέντος παντὸς ταύτην εἶναι δυοποιόν, διπλασιαστικὴν ἔλεγον εἶναι τὴν ἀόριστον δυάδα· ὃ γὰρ ἄν, φασίν, ἡ ἀόριστος δυὰς λάβοι, διπλασιάζει), ἐπεὶ οὖν ταῦτ’ εἴωθε πα·ρ’ αὐτοῖς λέγεσθαι, λέγει ὁ Ἀριστοτέλης ὅτι ἡ αὐτοτετρὰς οὐκ ἐκ τῶν τυχουσῶν δυάδων συγκείσεται, ἀλλ’ ἐκ τῶν ἃς ἡ ἀόριστος δυὰς παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα πεποίηκε. τοῦτο εἰπὼν τὰ συμβαίνοντα ἐναντιώματα τῇ δόξῃ αὐτῶν οὐκ ἐπήγαγεν. ἐστὶ δ’ ἓν μὲν τὸ πολλὰς εἶναι εἰδητικὰς δυάδας, ἄλλο δὲ ὅτι οὐκ ἔσται, ὡς οὗτοι βούλονται, πρώτη ἡ αὐτοδυὰς δυὰς καὶ δευτέρα ἡ αὐτοτριὰς καὶ τρίτη ἡ αὐτοτετρὰς καὶ ἐφεξῆς, ἀλλὰ πρῶιον ἡ αὐτοδυάς, εἶτα ἡ αὐτοτετρὰ‘ς καὶ οὕτως ἡ αὐτοτριάς. ἐπειδὴ γάρ, ὥς φἄσιν, ἡ ἀόριστος δυὰς μετὰ τῆς αὐτοδυάδος ἅτε δυοποιὸς οὖσα τοὺς εἰς δύο ἴσα διαιρουμένους ἀριθμοὺς πρῶτον ποιεῖ καὶ οὕτω τὸ ἓν προστιθέμενον αὐτοῖς ποιεῖ τοὺς περιττούς, ἔσονται κατὰ τὴν τοιαύτην αὐτῶν τῶν ἀπόφασιν πρῶτοι οἱ ἄρτιοι καὶ οὕτως οἱ περιττοί, ὥστε καὶ ἡ αὐτοτετρὰς προτέρα τῆς αὐτοτριάδος. καθὸ δὲ πάλιν πρώτην λέγουσι τὴν αὐτοδυάδα, δευτέραν τὴν αὐτοτριάδα, τρίτην τὴν αὐτοτετράδα καὶ ἐφεξῆς, ἔσται ἡ αὐτοτριὰς πρώτη τῆς αὐτοτετράδος.

Ἕτι, φησί, τὸ λέγειν ὅτι ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριὰς φύσις τίς ἐστιν ἑτέρα, ἡ μὲν παρὰ τἀς δύο μονάδας ἡ δὲ τριάς παρὰ τὰς τρεῖς, ἄτοπον. [*](4 τε L: om A 19 γίνσθαι Α: δείκνυσθαι L 25 ἐπειδὴ L)

757
ἢ γὰρ ὡς ὁ λευκὀς ἄνθρωπος ἐξ οὐσίας μὶν τοῦ ἀνθρώπου καὶ συμβεβηκότος τοῦ λευκοῦ ὢν ἕτερός ἐστι τοῦ ἀνθρώπου τῷ ἀλλ' οὐ τῷ ὑποκειμένῳ, οὕτως ἔσται καὶ ἡ δυἀς ἑτέρα οὖσα τῶν δύο μονάδων, ὡς εἶναι οὐσίαν καὶ ὑποκείμενον τὰς μονάδας, συμβεβηκὸς δὲ τὴν δυάδα, ἤ ἔμπαλιν ὑποκείμενον μὲν τὴν δυάδα συμβεβηκότα δὲ τὰς μονάδας· ἤ οὖν οὕτως, ἤ ὅτι ὡς ὁ ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος, τοῦ μὲν ὡς ἐκ γένους, τοῦ δὲ δίποδος ὡς ἐκ διαφορᾶς, ὢν ἀμφοτέρων ἕτερος καὶ τοῦ ζῴου καὶ [*](735) τοῦ δίποδος, οὕτως ἀνάγκη λέγειν ὅτι καὶ ἡ8oas ἡ δυἀς ἑτέρα ἐστὶ τῶν τῆς μὲν' οὕσης γένους τῆς δὲ διαφορᾶς· ὅπερ ὲστὶ καταγέλαστον. οὔτε γὰρ ἡ δυὰς συμβέβηκε ταῖς μονάσιν (ἠδύνατο γὰρ ἄν καὶ μὴ 860 μονάδων εἶναι) οὔτε αὗται τῇ δυάδι, οὔτε τὸ μὲν γένος εἶναι τὴν δὲ διαφοράν· ἀδιάφοροι γὰρ ὑπόκεινται αἱ ἐν τῇ αὐτοδυάδι μονάδες, τὸ δὲ γἐνος τῆς δοαφπρᾶς κατὰ πολλὰ διαφέρει. ἔτι, φησίν, ἐπειδὴ ἡ δυὰς καθὸ δυὰς ἕν τί έστιν, εἴ τι δὲ ἕν, ἤ τῇ ἁφῇ ἐστον ἕν ὡς ἡ δἐσμη τῶν ξύλων, ἤ τῇ μίξει ὡς τὸ οἰνόμελι (μῖξιν δὲ εἶπε νῦν τὴν κρᾶσιν), ἢ τῇ θέσει οἱ λίθοι ἐξ ὧν ἡ οἰκία· ὧν τριῶν τρόπων κατ’ οὐδένα ἐνδέχεται τὴν δυάδα ἕν εἶναι ἢ τὴν τριάδα. οὔτε γὰρ ἅπτεσθαι δύνανται αἱ εἰδητικαὶ μονάδες νάδες οὖσαι κατ’ αὐτοὺς καὶ ἀμερεῖς, τὰ δὲ ἁπτόμενα πάντα σώματα (ὅτι δὲ τὰ ἀμερῆ οὐχ ἅπτεται δέδεικται ἐν τῇ Φυσικῇ)· μὴν οὐδὲ μίγνοδθαι δύνανται αἱ μονάδες καὶ κεράννυσθαι τῆς ὑγρᾶς γὰρ τοῦτο φύσεως) οὔτε παρακεῖσθαι· οὐδὲ γὰρ αὐτοὶ βούλονται κατὰ παραθεσιν θεσιν μίγνυσθαι κειμένων τῶν μονάδων εἶναι τὴν αὐτοδυάδα καὶ τοὺς λοιποὺς εἰδητικοὺς ἀριθμούς· ἀλλ' ὥσπερ, φησίν, ἐκ τῶν δύο ἀνθρώπων, τῶν μονάσιν ἀναλογούντων, οὐ γίνεται εἶς τις ἄνθρωπος, ἕτερος ὢν αὐτῶν καὶ δυάδος λόγον ἐπέχων πρὸς αὐτούς (καὶ γὰρ ἡ δυὰς ἦ δυὰς ἕν ὡς, εἴρηται), ἀλλ᾿ ἡ δυὰς αὐτοὶ οἱ δύο ἄνθρωποί εἰσιν, οὕτως ἀνάγκη καὶ τὴν δυάδα αύτὰς εἶναι τὰς μονάδας καὶ οὐκ ἄλλην τινὰ. παρ αὐτὰς φύσιν. εἰ δέ τις λέγοι ὅτι παρὰ μὲν τοὺς δύο ἀνθρώπους ού δὐναται ἅλλη τις εἶναι φύσις δυάδος πρὸς αὐτοὺς ἐπέχουσα λόγον, διότι διαιρετοί εἰσι, παρὰ δὲ τὰς δυάδας δύναται (ἀμερεῖς γάρ εἰσι καὶ ἀσώματοι), εἴ τις τοῦτο λέγει, ψεῦδος ἐρεῖ· οὐ γὰρ διότι ἀδιαίρετοί εἰσιν αἰ μονάδες τῆς δυάδος, καὶ αὕτη τῶν μονάδων· οὕτω γὰρ ἄν καὶ ἠ τῶν στιγμῶν δυὰς ἐτέρα ἄν ἦν τῶν δτιγμῶν· ἀμερεῖς γὰρ καὶ αὖται· ἀλλ' ὅμως οὐκ ἔστιν ἡ τῶν στιγμῶν δυὰς ἑτέρα παρ' αὐτάς, ὠς καὶ αὐτοὶ λέγουσιν, ἀλλ' ἡ τῶν στιγμῶν δυλὰς αὐταὶ αἱ στιγμαί εἰσιν.

[*](6 ὁ L: om. A 7 διαφορᾶς M1: διαφορῶν A: διφόρων LM2 8 ἀνάγκη M1: om. AL: ind. M2 11 to M: om. AL 12 “post Siacpopav adde Bonitz αὐτοδυάσι M1: αὐτοδεκάδι ALM2 19 ἐν τῇ Φυσικῇ] Z 1 L: om. A 27 τινὰ AM1: om. L: ind. Μ2 παρ’ αὐτὰς M: παρ’ αὐταῖς AL 30 δυάδας legendum δύο μονάδας 32 “post αὕτη adde ἑτέρα” Bonitz 35 αὐταὶ M: αὖται AL)
758
[*](p. 1082a26)

Ἀλλὰ μὴν οὐδὲ τοῦτο λανθάνειν δεῖ ὅτι συμβαίνει προτέρας καὶ ὑστέρας εἶναι δυάδας.

ἐλλιπῶς εἴρηται διὰ βραχυλογίαν, ἐστὶ δὲ τὸ τέλειον τοῦ λόγου τοιοῦτον. ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ λανθάνειν ὅτι συμβαίνει κατὰ ταύτην τὴν ὑπόθεσιν δυάδας δυάδων προτέρας εἶναι (τούτου γάρ ἐστι δηλωτικὸν τὸ προτέρας καὶ ὑστέρας εἶναι δυάδας), καὶ ἄλλους πάλιν ἀριθμοὺς ἄλλων, οἷον τριάδας τριάδων προτέρας φαίνεσθαι, ὅπερ οὖτοι οὐ βούλονται· μίαν γὰρ δυάδα φασὶ καὶ μίαν τριάδα καὶ ἐπὶ τῶν ἄλλων οὕτως. [*](736) εἰπὼν δὲ ὅτι συμβαίνει δυάδας δυάδων εἶναι προτέρας δείκνυσιν αὐτὸ διὰ τοῦ αἱ μὲν γὰρ ἐν τῇ τετράδι δυάδες ἔστωσαν ἀλλ ήλαις ἅμα. τὸ δὲ λεγόμενον τοιοῦτον. ἐπειδὴ γὰρ ἡ ἀόριστος δυὰς δυοποιὸς οὖσα καὶ παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα αὐτὴν πεποίηκε τὰς ἐν τῇ αὐτοτετράδι δυάδας, αἱ τῆς αὐτοτετράδος ἔστωσαν ἅμα. ἀλλὰ τῶν ἐν τῇ αὐτοοκτάδι εὑρισκομένων δυάδων πάντως πρότεραί εἰσιν· ὡς γὰρ ἡ δυὰς ταύτας, ἤτοι ὥσπερ γὰρ ἡ ἀόριστος δυὰς μετὰ τῆς αὐτοδυάδος ταύτας τὰς ἐν τῇ αὐτοτετράδι ἐγέννησε δυάδας, οὕτως αὔτη ἡ ἀοριστος δυὰς διπλασιάσασα τὰς ἐν τῇ αὐτοτετράδι δυάδας πεποίηκε τὰς ἐν τῇ ὀκτάδι τετράδας καὶ τὰς συστατικὰς τῶν τοιούτων τετράδων δυάδας· ὥστε καὶ ἡ αὐτοτετρὰς προτέρα ἔσται τῶν τῆς ὀκτάδος τετράδων, ὁμοίωςδὲ καὶ αἱ δυάδες αὐτῆς τῶν ἐν τῇ ὀκτάδι δυάδων. καὶ πρὸς τούτοις ἐπειδὴ τὰ ἀπὸ τῶν ἀρχῶν γενόμενα, ὡς αὐτοί φασιν, ἰδέαι εἰσί, πεποιηκε δὲ τὰς τετράδας ταύτας καὶ τὰς δυάδας ἡ ἑτέρα τῶν ἀρχῶν, ἡ ἀόριστος δυάς, ἔσονται καὶ αἱ τῆς αὐτοτετράδος δυάδες ἰδέαι καὶ αἱ τῆς αὐτοοκτάδος τετράδες. καὶ συγκείσεται ἡ ἰδέα ἐξ ἰδεῶν. διὰ τί γὰ ἡ πρώτηδυὰς ἤτοι ἡ αὐτοδυὰς ἐκ τῆς ἀρχῆς τῆς ἀορίστου γεγονυῖα δυάδος ἱδέα ἐστίν, αἱ δὲ ἄλλαι οὐκ ἔσονται; ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ xoiv μονάδων. ἐπειδὴ γὰρ αἱ ἐν τῇ πρώτῃ δυάδι μονάδες μετὰ τῆς ἀορίστου δυάδος ἐγέννησαν τὰς ἐν τῇ αὐτοτετράδι μονάδας καὶ αὗται πάλιν μετὰ τῆς ἀρχῆς τῆς εἰρημένης τὰς ἐν τῇ αὐτοοκτάδι, ἔσονται πᾶσαι αἱ μονάδες ἰδέαι καὶ συγκείσεται ἡ ἰδέα ἐξ ἰδεῶν, ὥστε εἰ ἔσται ἡ αὐτοδυὰς αὐτοάνθρωπος, ἡ δὲ αὐτοτριὰς ὁ αὐτοΐππος, ἡ δὲ αὐτοτετρὰς αὐτοβοῦς, ἔσται ἡ αὐτοοκτὰς συγκειμένη ἐξ ἀνθρώπου καὶ ἵππου καὶ βοός. xai ἐπεἱαἱ ἰδέαι παραδείγματά ἐστι τῶν ἐνταῦθα ζῴων, ἔσται κἀνταῦθα ζῷον ἐξ ἀνθρώπου καὶ ἵππου καὶ βοὸς συγκείμενον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὥστε δῆλον ὅτι κἀκεῖνα, ὧν ἰδέαι αὗται τυγχάνουσιν οὖσαι, συγκείμενα ἔσται, οἷον εἰ τὰ ζῷα φαίη τις συγκεῖσθαι ἐκ ζῷων. ἀλλ’ ἐπειδὴ ἔχει τινὰ ἀσάφειαν ἡ λέξις, σαφηνιστέον καὶ ἔτι αὐτήν. οἶτέλειον [*](3 Μ1 Syr.: τέλος ALM2 9 προτέρας M1: om. AL: ind. M2 15 ταύτας M: ταύτης AL 20 δὲ Α: δὴ L lM ἀρχῶν—φασιν A: ἀρχῶν ὡς αὐτοί φασιγινόμενα γινόμενα L 30 εἰ LM2: am. Α 32 αὐτοοκτὰς] αὐτοεννὰς coui. Bonitz 33 ἐνταῦθα LM2: ἐνταῦτα Α)

759
μαι δὴ χρῆναι ὑποστίζειν εἰς τὸ τὰ ζῷα, εἶτα ἐπάγειν τὸ φαίη τις συγκεῖσθαι ἐκ ζῴων. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· ὥστε εἰ ἰδέαι ἐξ ἰδεῶν σύγκεινται. καὶ τὰ ἐνταῦθα πράγματα, ὧν φασιν εἶναι τὰς ἰδέας, συγκείμενα ἔσται. οἷον εἴ τῶν ζῴων εἰσὶν αἱ ἰδέαι, ἐστὶ δὲ σύνθετος ἡ ὁ τοῦτο ἀκούσας φαίη ἄν ὅτι καὶ ἐνταῦθα ζῷον ἔσται σύνθετον [*](737) ἐκ ζῷων. διὰ τί γὰρ ἰδέας οὔσης συνθέτου καὶ συνωνύμου τοῖς ὧν ἐστιν ἰδέα, οὐκ ἔσται καὶ ζῷον ἐνταῦθα σὔνθετον; εἰ γὰρ ὁ αὐτοΐππος σύγκειται ἐκ τῆς τοῦ ἀνθρώπου καὶ κυνὸς ἰδέασς, ἔσται καὶ ὁ ἐνταῦθα ἵππος ἐκ τῶν τῇδε ἀνομοίων δύσεων τοῦ ἀνθρώπου καὶ κυνὸς συγκείμενος.

[*](p. 1082b1)

Ὅλως δέ, φησί, ἁ ποιεῖν τὰς μονάδας διαφόρους ὁπωσοῦν, εἴα τῷ ποιῷ εἴτε τῷ ποσῷ, ποσῷ, πλασματῶδες, Καὶ ὀρίζεται τὸ πλασματῶδες τί ποτέ ἐστι λέγων πλασματῶδές ἐστι τὸ πρὀς ὑπόθεσιν βεβιασμένον. εἰ γάρ τις λέγοι ὅτι ὁ ἄνθρωπος ᾠοτοκεῖ ἐπεὶ ἵπταται, συμβήσεται τὸ τὸν ἄνθρωπον ᾡοτοκεῖν ἐὰν ἵπταται· ἀλλ' ἡ ὑπόδεσις, ἐξ συμβαίνει τὸ ᾡοτοκεῖν τὸν ἄνθρωπον (ἐστὶ δἐ ἵπτασθαι αὐτόν) βεβιασμένη, ἤτοι ἀδύνατος καὶ ψευδής εστιν. ὡς οὖν ἐπὶ τοὐτου, οὕτω καὶ ἐπὶ τῶν ἀριθμῶν, ἄν δοίη τις ἐκ τῆς ἀορίστου δυάδος καὶθ τοῦ ἐνὸς γίνεσθαι τοὺς ἀριθμούς, καὶ ἄλλην μὲν εἶναι τὴν αὐτοδυάδα, ἄλλην δὲ τὴν αὐτοτριάδα, διὰ τὸ μὴ κατὰ πρόσθεσιν γίνεσθαι τοὺς ἀριθμοὺς ἀλλ' ἐκ τῶν ἀρχῶν τοῦ ἑνὸς καὶ τῇς ἀορίστου δυάδος, εἴ τις δὴ ταῦτα θήσει, συμήβήσεται τὰ ὑπ΄ αὐτῶν λεγόμενα καὶ ἔσονται ἀριθμοὶ εἰ δητικοί· ἀλλ’ ἡ τοιαύτη ὑπόθεσις πλασματώδης καὶ βεβιασμένη καὶ ἀδύνατός ἐστι. τίς γὰρ ἄν ὑπονοήσειεν ὡς διαφέρει μονὰς μονάδος, ἐξ οὗ καὶ τῶν προρρηθέντων ὑποθέσεων ἃ λέγουσι συνάγουσιν. εἰ γὰρ μονὰς μονάδος ἤ τῷ ποιῷ διαφέροι ἄν· κατ' οὐδένα δὲ τρόπον ἐνδέχεται τοῦτο· ἄποσοι γάρ εἰσι καὶ ἀσώματοι καὶ διὰ τοῦτο καὶ ἄποιοι. εἰπὼν δὲ ὅτι πῶς οἷόν τε διαφόρους τὰς μονάδας λέγειν, δείκνυσιν ὅτι ἀδιάφοροί εἰσι καὶ συμβληταί, καίτοι ἀνωτέρω γενναίως ἐκ διαιρέσεως τοῦτο δείξας. δείκνυσιν οὖν τοῦτο λέγων· ἀνάγκη γάρ, φησίν, ἢ ἴσον ἶναι ἤ ἄνισον πάντα ἀριθμὸν καὶ μάλιστα τὸν μοναδικὸν καὶ ἀσὠμοατον· ματον· τὸν γὰρ φυσικὸν οὐκ ἀνάγκη, οἶον εἰ τρία καὶ τρία ξύλα, ούκ ἀνάγκη ἴσα εἶναι. ὡς μὲν οὖν τρία καὶ ὅλως ἀριθμητὰ ἴσα εἰσὶν ἐξ ἀν'ἀγκης, ὡς δὲ ποσὰ οὐκ ἀνάγκη. ἐνδέχεται γὰρ τῶν ἐν τῇ ἑτέρᾳ τριάδι οιπηχεων ὄντων τὰ ἐν τῃ ἑτέρᾳ εἶναι τριπήχη. ἀνάγκη ὕῃ ἴσον εἶναι τὸν μοναδικὸν ἀριθμὸν ἤ ἄνισον. εἰ μὲν γὰρ μήτε πλείων μήτε ἐλάττων ἐστὶ θάτερος θατέρου, ὡς ὁ τέσσαρα καὶ οὑτοι ἐξ ἀνἀγκης εἰσὶν ἴσοι· εἰ δὲ θάτερος θατέρου πλείων ἐστὶν ἢ ἐλάττων. οὗτοι τοὐνανἡ [*](4 om. 5 τοῦτο M: τούτου AL post καὶ atldencluiri τὸ coni. Bonitz 10. 11 ὁπωσοῦν ἄτοπον καὶ πλασματῶδες Metaph. 13 ὑπόθεσιν L: τὴν ὑπό A 14 A: ἐπειδὴ L 17 τούτου L: τούτων A ὑπόθεσιν Μ: δῶη Α: δώει L fort. θείη 34 διπηχέων—ἑτέρᾳ L: πηχυαίων ὄντων τὰ ἕτερα Α)

760
τίον ἄνισοί εἰσιν. ἀλλὰ μὴν τὰ ἴσα καὶ ἀδιάφορα τὰ αὐτὰ καὶ συμβλητὰ καὶ μηδεμίαν ἐν αὐτοῖς διαφορὰν εἶναι ὑπολαμβάνομεν ἐν τοῖς ἀριθμοῖς· ὥστε εἰ ὁ τέσσαρα ἀριθμὸς ὁ μοναδικὸς τοῦ τοιούτου τέσσαρα οὔτε πλείων ἐστὶν οὔτε ἐλάττων, δῆλον ὅτι ἴσος αὐτῷ ἐστιν. ἀλλ’ εἰ ἴσος, καὶ ὁ | αὐτὸς καὶ ἀδιάφορος. εἰ δ’ οὗτοι ἀδιάφοροι, καὶ αἱ ἐν αὐτοῖς [*](738) μονάδες, ὥστε δῆλον ὅτι καὶ τῶν ἄλλων ἁπάντων. δύο γὰρ ἀριθμῶν, τοῦ τέσσαρα καὶ τέσσαρα, ἑτέρων ὄντων τῷ ἀριθμῷ, τῷ δὲ εἴδει τῶν αὐτῶν, συμβλητὰς ἐχόντων τὰς μονάδας, καὶ οἱ ἄλλοι πάντες οὕτως αὐτὰς ἕξουσινεἰ δέ, φησί, λέγοι τις ὅτι τὰ ἴσα καὶ διάφορα καὶ ἕτερά ἐστιν ἀλλ’ οὐ ταὰ αὐτά, οὐδὲ αἱ ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι ἀδιάφοροι ἔσονταιἀλλὰ διάφοροι καὶ ἀνομοειδεῖς, ὅπερ οὐ βούλονται οἱ τὰς ἰδέας τιθέμενοι· τὸ γὰρ σύνταγμα τῶν ἐν τῷ ἑνὶ ἀριθμῷ μονάδων ἀδιάφορόν φασι. τίναγάρ, φησίν, αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι, τουτέστιν ἄν οἱ ἴσοι ἀριθμοὶ οὔκ εἰσιν οἱ αὐτοὶ καὶ ἀδιάφοροι, ὡς ἡμεῖς φαμεν, ἀλλὰ διάφοροι καὶ ἕτεροι, ἔσονται καὶ αἱ ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι διάφοροι. εἰ δέ τις εἴποι ὅτι αἱ ἐν τῇ αὐτοδεκάδι δυάδες εἰσὶ μὲν ἴσαι καὶ ἀδιάφοροι, αἱ δὲ ἄλλαι, οἷον αἱ ἐν τῇ τριάδι καὶ τεντάδι ἔνεισι γὰρ καὶ ταύταις δυάδες) ἴσαι μέν, διάφοροι δὲ καὶ ἀσύμβλητοι, τοῦτο λέγων τίνα αἰτίαν ἕξει λέγειν δι’ ἣν αἱ μὲν ἐν τῆ δεκάδι δυάδες ἴσαι οὖσαι ἀδιάφοροί εἰσιν, αἱ δὲ ἄλλαι ἴσαι μὲν διάφοροι δέ. ὥστε ὥστε τὸ τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι περὶ τῶν ἐν τῇ δεκάδι δυάδων εἴρηται, ἐλλιπῶς δέ, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον ῾τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι τὰς ἐν τῇ αὐτοδεκάδι δυάδας ἴσας οὔσας ἀλλήλαις'; καὶ τότε προσυπακουστέον τοῦ ῾τὰς δὲ ἐν τοῖς ἄλλοις ἀριθμοῖς ἴσας μὲν διαφόρους δέ’.

[*](p. 1082b11)

Ἓτι εἰ ἅπασα μονὰς καὶ μονὰς ἄλλη δύο.

Ὅ λέγει τοιοῦτον ἐστιν. ἐπειδὴ πᾶσα μονὰς μετὰ τῆς ἄλλης μονάδος δυάδα ποιεῖ, ἄν ἐκ τῆς δυάδος αὐτῆς καὶ τῆς τριάδος αὐτῆς, τουτέστιν ἂν ἐκ τῆς αὐτοδυάδος καὶ τῆς αὐτοτριάδος ἀφέλῃ τις ἀνὰ μίαν μονάδα καὶ συνθεὶς ποιήσει δυάδα, πρῶτον μὲν ποιήσει δυάδα διαφερουσῶν μονάδων· αἱ γὰρ τῆς αὐτοδυάδος μονάδες πρὸς τὰς ἐν τῆ αὐτοτριάδι διάφοροι κατ’ αὐτούς· πρῶιον μὲν οὗν ἔσται δυὰς ἐκ διοαφερουσῶν μονάδων, ὅπερ οὐ βούλονται. ὅτι δὲ δύο οὐσῶν μονάδων ἀνάγκη δυάδα εἶναι, οὐ χρὴ καὶ λέγειν. ἔπειτα οὐ μόνον τοῦτο ἔσται, ἀλλὰ καὶ ἕτερον ὄψεται, ὅπερ διὰ τοῦ τέ συνδέσμου ᾐνίξατο. καὶ τί τὸ ἑπόμενον ἐπάγει λέγων καὶ πότερον προτέρα τῆς τριάδος ἢ ὑστέρα; ἤτοι ἡ ἐκ τῶν τῆς αὐτοτριάδος καὶ αὐτοδυάδος μονάδων γεγονυῖα δυὰς [*](5 αἱ L: om. Α 10 ἴσαι οὖσαι AM1: om. L: ind. M2 15 τῇ L: τῇδε A 17. 18 πεντάδι—ταύταις AL: πεντάδι οὔ· εἰσὶ γὰρ καὶ αἱ ἐν ταύτας c. M Bonitz. qui parenthesin usque ad ἀσύμβλητοι producit 22 καὶ Μ1: om. AL: ind. M2 29 τῆς αὐτοτριάδος M: τῆς om. AL 30 συνθεὶς ποιήσῃ coni. Boaitz)

761
πότερον προτέρα ἐστὶ τῆς αὐτοτριάδος ἢ ὑστέρα; ᾗ μὲν γὰρ φύσει προτέρα ἡ δυὰς τῆς τριάδος, ταύτῃ προτέρα· ᾗ | δὲ πάλιν ἐκ τῶν μονάδων τῶν [*](739) ἄμα τῇ αὐτοτριάδι καὶ τῇ αὐτοδυάδι συνόντων γέγονε, ταύτῃ δὴ πάλιν ὑστέρα ἔστι τῆς αὐτοτριάδος· ἐκ γὰρ τοῦ μέρους αὐτῆς ἐγεγόνει. καὶ ἡμεῖς μέν, φησίν, ἄν λάβωμεν οἷον φέρε ξύλον ἓν καὶ ἕν, εἴτε ἴσα εἴτε ἄνισα ὄντα, δυάδα εἶναί φαμεν αὐτὸς δὲ τὸ ἀγαθὸν καὶ κακὸν καὶ ἄν· θρωπον καὶ ἵππον ἔλαβεν εἰς ὑπόδειγμα)· καὶ ἡμεῖς μὲν οὕτως· οὗτοι δ οὐδὲ τὰς μονάδας τὰς ἀμερεῖς φασι δυάδα ποιεῖν, ἀλλὰ μόνας ἃς ἡ ἀόριστος στος δυὰς καὶ τὸ ἀρχικὸν ἓν γεγεννήκασι.

τοῦτο εἰπὼν πάλιν ἐρωτᾷ πότερον ὁ τῆς αὐτοτριάδος ἀριθμὸς πλείων ἐστι τῆς αὐτοδυάδος ἢ οὐκ ἔστι πλείων. εἴτε γὰρ μή ἐστι πλείων ἡ τριὰς τῆς δυάδος, θαυμαστὸν καὶ παντελῶς ἄλογον· εἴτε ἐστὶ πλείων, δῆλον ὅτι ἐστὶν ἐν αὐτῇ καὶ ἴσον· ἀπὸ γὰρ τοῦ πλείονος δυνάμεθα τῷ ἐλάττονι ἴσον ἀφελεῖν· ὥστε ἴση ἔσται ἡ αὐτοδυὰς τῇ ἐν τῇ αὐτοτριάδι δυάδι. τὰ δὲ ἴσα δέδεικται ἀδιάφορα· ἀδιάφορος ἄρα καὶ ἡ αὐτοδυὰς πρὸς τὴν ἐν τῇ αὐτοτριάδι δυάδα· ὥστε κατὰ τοῦτο ἀνάγκη ἀδιαφόρους αὐτὰς εἶναι καὶ συμβλητάς. πάλιν δὲ οὐκ ἐνδέχεται τοιαύτας εἶναι αὐτάς, ἀλλὰ διαφόρους καὶ ἀσυμβλήτους, εἴπερ ἐστίν, ὡς αὐτοὶ βούλονται, πρῶτός τις ἀριθμὸς καὶ δεύτερος. οὐδὲ ἔσται, φησίν, ἰδέα, εἰ ἀδιάφοροι οἱ ἀριθμοί· τὴν γὰρ τῶν ἰδεῶν ὕπαρξιν κατὰ τἀς διαφορὰς τῶν ἀριθμῶν συνιστῶσι. καὶ τοῦτο μὲν ὀρθῶς καὶ ἀκολούθως ἑαυτοῖς φασιν οἱ τὸν ἀριθμὸν τῶν ἰδεῶν ἐκ διαφερουσῶν μονάδων συνεστάναι λέγοντες, ἵνα μὴ ἐκ διαφόρων ἰδεῶν τὴν ἰδέαν ποιεῖν ἀναγκασθῶσιν. ἕκαστον γὰρ εἶδος ἕν ἐστι κατ’ αὐτοὺς καὶ ἁπλοῦν· εἰ δ’ ἦσαν αἱ μονάδες ἀδιάφοροι, τῆς αὐτῆς ἐννοίας καὶ ἀκολουθίας καὶ τοῦ αὐτοῦ λόγου εἶναι καὶ τὰς δυάδας καὶ τὰς τριάδας ἀδιαφόρους· ὥστε εἰ ἦν ὁ αὐτοάνθρωπος ἡ αὐτοτετράς, ὁ δὲ αὐτοΐππος ἡ αὐτοδυάς, καὶ ἀδιάφορος ἡ τοῦ ἵππου δυὰς πρὸς τὴν τοῦ ἀνθρώπου, συνέβαινεν εἶναι τὸν αὐτοάνθρωπον ἐξ ἵππου καὶ ἀνθρώπου· καὶ πάντα τὰ ἐντὸς τῆς αὐτοδεκάδος εἴδη, ἥ τε αὐτοδυὰς καὶ ἡ αὐτοτριὰς καὶ τὰ λοιπά, ὑπάρχειν μέρη τῆς αὐτοδεκάδος· ὥστε εἰ ἦν ἡ αὐτοδεκὰς ὁ αὐτοελέφας, ἦν ἂν ὁ αὐτοελέφας ἐξ ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν. τοσοῦτον δὲ ἑτεροιοῦσι οῦσι τὰς μονάδας καὶ διαφόρους ποιοῦσιν, ὥστε οὐδὲ προστιθέντες τῇ δυάδι μονάδα τὴν τριάδα ποιοῦσιν καὶ ταύτῃ ἄλλην μονάδα τὴν τετράδα· τοῦτο γὰρ ἄν, φασίν, ἐγίνετο, εἰ ἀδιάφοροι ἦσαν αἱ μονάδες καὶ συμβληταί. οὐ κατὰ πρόσθεσιν οὖν τὸ μέτρον ποιοῦνται, ἀλλὰ χωρίζουσιν ἕκαστον τῶν ἀριθμῶν καὶ μετὰ τὸ ἓν ὡς ἀπ’ ἄλλης ἀρχῆς μεταβαίνουσιν ἐπὶ τὰ δύο μὴ προστιθέντες τῷ προτέρῳ ἑνὶ ἄλλο ἕν. οὐ γὰρ ἡ γένεσις τῶν I ἀριθμῶν [*](740) ἐκ τῆς ἀορίστου δυάδος ἦν, εἰ τῷ ἑνὶ προστεθὲν ἄλλο ἓν ὁ δύο ἐγέωετο καὶ τούτῳ ἄλλο ἓν ὁ τρία καὶ ἐφεξῆς. ἀλλὰ μὴν οὐδὲ ἰδέαν ἐνδέχεγὰρ [*](1 Α: οὖν L 3 καὶ τῇ Α: τῆ 0111. L 5 λάβωμεν L: ἐλάβομεν Α ξύλον Α: ξύλα L 6. 7 καὶ ἄνθρωπον L: om. Α 8 οὐδὲ L: oid. Α 24 ἦσαν L: Ἶσος Α: εἰσὶν M Bonitz 27 ἀδιάφορος L: ἀδιάφοροι Α 34 ἐγίνετο L: om. Α 38. 39 ὁ δύο—ἄλλο ἒν LM: om. Α)

762
τᾶι εἶναι· ἐνυπάρξει γὰρ ἡ ἑτέρα ἰδέα οἷον ἡ αὐτοδυὰς ἐν τῇ ἑτέρᾳ ἰδέᾳ τῇ αὐτοτριάδι, εἴπερ οἱ ἀριθμοὶ ἀδιάφοροι ὄντες κατὰ πρόσθεσιν μετρούμενοι εἰδητικοί εἰσιν. εἰ οὖν οἱ ἀριθμοὶ ἰδέαι, αἱ δὲ ἰδέαι οὐ περιέχονται ὑπ’ ἄλλων ἰδεῶν ὥστε μέρος εἶναι τῶν περιεχουσῶν, οὐδ’ ἂν οἱ ἀριθμοὶ μέρη εἶεν ἄλλων ἀριθμῶν. ὑπάρξει δὲ αὐτοῖς τὸ μὴ μέρη εἶναι ἄλλων ἀριθμῶν, εἰ διάφοροί εἰσιν αἱ ἐν αὐτοῖς μονάδες. ταῦτα οὖν, φησίν, εἰ καὶ σώζει τὴν αὐτῶν ὑπόθεσιν, ἀλλ’ ἀνατρέπει πολλὰ τῶν ἀριθμητικῶν θεωρημάτων· οὔτε γὰρ σωρεία ἔσται κατὰ τοῦτο τῶν τυχουσῶν μονάδων ὁ ἀριθμός, οὔτε οὖν διαιρεθήσεται εἰς τὰς τυχούσας, οὔτε πρὸς ἀλλήλας λόγον ἕξουσι τὸν ἡμιόλιον τὸν ἐπίτριτον ἢ ἄλλον τινά. ἀλλὰ πρὸς μὲν τὴν ἑαυτῶν ὑπόθεσιν ὀρθῶς λέγουσιν, ἁπλῶς δὲ οὐκ ὀρθῶς. τὸ δὲ διὸ καὶ τὸ ἀριθμεῖσθαι οὕτως ὑπερβατῶς ἀναγνωστέον ὧδε· διὸ καὶ τὸ ἂριθμεῖσθαι ἀναγκαῖον αὑτοῖς οὕτω λέγειν ἓν δύο, μὴ προσλαμβανομένου μένου πρὸς τῷ ὑπάρχοντι ἑνὶ ἢ ἀριθμῷ ἄλλου ἑνός· καὶ γὰρ καὶ τοῦτο δεῖ προσυπακούειν.

[*](p. 1082b34)

᾿Επεὶ τοῦτό γ’ αὐτὸ ἔχειν τινὰ φήσουσιν ἀπορίαν.

τοῦτο ἴσον ἐστὶ τῷ εἰώθασιν ἀπορεῖν πρὸς ἑαυτοὺς οἱ διαφόρους τὰς μονάδας λέγοντες· τὸ δ’ ἀπορούμενον τοιοῦτον πότερον ἀπὸ τοῦ δύο ἐπὶ τὸν τρία δεῖ μεταβαίνειν καὶ τέσσαρα καὶ πέντε καὶ ὅλως κατὰ σύνθεσιν ἀριθμεῖν, ἢ κατὰ μερίδας, τουτέστι κατὰ διαίρεσιν ἀπὸ τῆς δεκάδος λαμβάνειν καὶ λέγειν ὅτι τόδε μὲν τὸ μέρος αὐτῆς ἐστι δύο τόδε δὲ τρία, καὶ οὕτως ἐπὶ τῶν ἄλλων. οὐδέτερον δὲ τούτων αὐτοῖς ἤρεσκεν, ἀλλ’ εἴτε κατὰ πρόσθεσιν, φασίν, ἀριθμεῖν φήσομεν, ἔσονται αἱ μονάδες ἀδιάφοροι καὶ συμβληταί. εἴτε κατὰ διαίρεσιν, ἔσται ἡ δεκὰς ἐκ τῆς αὐτοδυάδος, αὐτοτριάδος καὶ τῶν λοιπῶν. εἰ δὴ δεῖ, φασίν, ἀμφότερα φυγεῖν τὰ ἄτοπα, θετέον οὐσιώδεις τοὺς τοιούτους ἀριθμοὺς καὶ εἰδητικούς· ἓν γὰρ ὢν ἕκαστος αὐτῶν καὶ ἄλλο οὕτε προστεθήσονται ἀλλήλοις οὔτε διαίρεσιν ὑποστήσονται· ταῦτα γὰρ τῷ μαθηματικῷ ἁρμόζει. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ἡμεῖς δέ, φησίν, ἀμφοτέρως ποιοῡμεν· ὡρισμένου γὰρ ὄντος τοῦ ἀριθμοῦ, μοῦ, οἷον τοῦ ὀκτὼ ἢ τοῦ ἓξ ἢ ἄλλου | οὑτινοσοῦν, διαιροῦμεν αὐτοὺς [*](741) εἰς τὰ οἰκεῖα μέρη· ἀορίστου δὲ προστίθεμεν ταῖς μονάσι μονάδας, ἕως ἂν καταντήσωμεν εἰς τὸν ἀριθμόν, ὃν ὁρίσαι καὶ περατῶσαι βουλόμεθα. ἀλλὰ πῶς ἀόριστον εἶπε τὸν ἀριθμόν; ἢ ἐπειδὴ καὶ ὁ δύο καὶ ὁ τρία καὶ οἱ λοιποὶ ὕλη εἰσὶ τοὐ εἴκοσιν, εἰ εἰς τοῦτον βουλόμεθα καταντῆσαι, πρὸς τὸ τοῦ εἴκοσιν εἶδος ἀόριστοι οἱ ἐντὸς ἅπαντές εἰσι καὶ ὗλαι. διό, φησί, γεγὰρ [*](1 γὰρ Μ1: δὲ ALM2 3 ἰδέαι αἱ δὲ—ἀριθμοὶ (4) L: om. Α 4 ὑπ’ ἄλλων Syr.: ὑπὸ τῶν ἄλλων LM2 ἰδεῶν e Syriano Bonitz: ἀριθμῶν LMa περιεχουσῶν L Syr.: περιουσῶν Μ2 6 εἰσὶν] εἶεν Syr. 14 ἄλλου ἑνός Μ: ἄλλο ἕν AL τούτου M Bonitz 18 τὸ δ’ L: τὸ Α 22 τούτων L Syr.: om. Α 27 ἄλλο M: ἄλλοι AL 30 αὐτοὺς Α: αὐτὰ L 32. 33 ἀλλὰ—ἀριθμόν of. ὡρισμένου (29)— βουλόμεθα (32)] apud Aristotelem nihil tale legimus)

763
λοῖον ταύτην εἰς τηλικαύτην τῆς οὐσίας ἀνάγειν διαφοράν, τουτέστι γελοῖόν ἐστιν ἐκ τῆς οὕτως ἐπιπολαίου αὐτῶν ἀπορίας ἕκαστον τῶν ἀριθμῶν ποιεῖν ἰδέαν καὶ οὐσίαν καθ’ αὑτήν.

τοῦτο εἰπὼν ἐπάγει ῾ πρὸ πάντων δὲ τῶν ῥηθησομένων καλῶς ἔχει διαπορῆσαι καὶ ζητῆσαι, εἰ αἱ μονάδες διάφοροί εἰσι κατ’ αὐτοὺς τῶν εἰδητικῶν ἀριθμῶν, πότερον τῷ ποσῷ διαφέρουσιν ὥστε τὴν μὲν τούτων εἶναι μείζονα τὴν δὲ ἐλάττονα, ἢ τῷ ποιῷ. καὶ δείκνυσιν ὅτι κατ’ ούδέτερον τούτων ἐνδεχόμενόν ἐστι λέγειν τὰς μονάδας διαφέρειν· οὐδέτερον γάρ, φησί, τούτων ἐνδεχόμενον ὑπάρχειν φαίνεται ταῖς μονάσιν ἢ τοῖς ἀριθμοῖς. ἀλλ’ ὁ μὲν ἀριθμὸς καθὸ ἀριθμὸς τοιοσδί, οἷον μείζων ἢ ἐλάττων, διαφέρει κατὰ τὸ ποσόν· εἰ δὲ καὶ αἱ μονάδες κατὰ τὸ ποσὸν διαφέρουσι, καὶ ἀριθμὸς ἀριθμοῦ διαφέροι ἂν ὁ ἴσος τοῦ ἴσου τῷ πλήθει, τουτέστι τῷ μεγέθει τῶν μονάδων. ἀντὶ γὰρ τοῦ εἰπεῖν τῷ μεγέθει εἶπε τῷ πλήθει· εἰ γὰρ κατὰ τὸ πλῆθος διέφερον, πῶς ἄν ἴσοι ἦσαν; ὥστε τῷ πλήθει ἀντὶ τοῦ μεγέθους ἐχρήσατο. ἀλλ’ εἰ τοῦτο, ἔστωσαν δύο τετράδες· πότερον αἱ τῆς πρώτης τετράδος πρῶται δύο μονάδες εἰσὶ μείζους καὶ αἱ δεύτεραι ἐλάττους καὶ τῆς δευτέρας τετράδος ὁμοίως, ἢ ἀνάπαλιν, ἢ ἄλλως πως; καὶ πότερον ἅμα τῷ γενέσθαι σμικρόταταί εἰσιν, ὕστερον δὲ αὔξονται καὶ εἰς μείζονα ὄγκον καὶ μέγεθος ἐπιδιδόασιν, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ πᾶν τὸ αὐξόμενον, ἢ τοὐναντίον πρότερον μέν εἰσι μεγάλαι ὕστερον δὲ μειοῦνται καὶ σμικρύνονται; ταῦτα δὴ πάντα ἄλογα καὶ ἀδύνατά ἐστι· τὰ γὰρ αὐξανόμενα τρέφεται, αἱ δὲ μονάδες εἰ τρέφεσθαι λέγονται, τίς οὐκ ἄν γελάσοι; οὕτω μὲν οὖν δείξας τὸ ἀδύνατον τῆς κατὰ τὸ ποσὸν διαφέρειν τὰς μονάδας λεγούσης ὑποθέσεως εὐθύνει καὶ τὴν τῇ ποιότητι τὸ διάφορον αὐταῖς ἀπορρίπτουσαν. οὐδὲν γάρ, φησίν, οἷόν τε ταῖς μονάσιν ὑπάρχειν πὰθος ἀμερέσιν οὔσαις, ὅπερ, φημὶ δὴ τὸ τὰ ἀμερῆ μὴ ἔχειν πάθος, κάλλιστα ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ δέδεικται [*](742) πραγματείας· ἐν γὰρ ταῖς μονάσι ποιότητα οὐχ οἷόν τε εἶναι, ἐν δὲ τοῖς ἀριθμοῖς ὑπάρχει μὲν ποιόν, ἀλλ’ ὕστερον τοῦ ποσοῦ. πρότερον γὰρ ἡ τοσήδε τῶν μονάδων συντίθεται ποσότης, καὶ οὕτως ἐπιγίνεται τὸ ποιόν, ἤτοι αὐτὸ τὸ τοῦ ἀριθμοῦ εἶδος· ὥστε ἀριθμὸς ἀριθμοῦ τῷ εἴδει καὶ τῷ ποιῷ διαφέρει, μονὰς δὲ μονάδος οὐδαμῶς. ἔτι, φησίν, οὔτε ἀπὸ τοῦ ἀρχικοῦ ἑνὸς οὔτε ἀπὸ τῆς ἀρχικῆς δυάδος (αὕτη δέ ἐστιν ἡ ἀόριστος) ταῖς μονάσι τὸ κατὰ ποιότητα διαφέρειν γένοιτο· τὸ μὲν γὰρ ἓν ἄποιον, ἡ δὲ ἅμα ποσοῦ καὶ ποιοῦ αἰτία. ἐπειδὴ γὰρ ὃ ἄν λάβοι διπλασιάζει, δῆλον [*](13 οἶμαι κακῶς τὴν λέξιν συνέταξεν. ἔδει γὰρ οὕτω συντάξαντα ὅτι κἄν ἀριθμὸς ἀριθμοῦ διέφερεν ὁ ἴσος τοῦ ἴσου αὐτῷ κατὰ τὴν πληθὺν τῶν μονάδων, μηδὲ τὸ τῷ πλήθει εἰς τὸ τῷ μεγέθει μεταλαβεῖν. συντακτέον οὖν τὸ μὲν πλῆθος τῶν μονάδων πρὸς τὸν ἴσον ἀριθμὸν καὶ μὴ πρὸς τὸ διέφερον, ἶν’ ᾖ ὁ ἶσος τῷ πλήθει τῶν μονάδων καὶ μὴ ὅτι διέφερον τῷ πλήθει ἤτοι τῷ μεγέθει τῶν μονάδων Α mrg. 16 μονάδες Bonitz: δυάδες libri 20 πρότερον L: πότερον Α 20. 21 μεγάλαι L: μεγάλα Α 24.25 τῇ ποιότητι AL: κατὰ τὴν ποιότητα M Bonitz 27 ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ] c. 8 34 τὸ (ante κατὰ) L: om. A)

764
ὡς καὶ ποσὸν καὶ ποιὸν περιτίθησι τῷ ἐκ τῆς διπλασιάσεως ἀποτελεσθέντι· αἱ δὲ μονάδες ἄποσοι. ὥστε εἰ ἡ μονὰς ἄποσος, ἡ δὲ ἀόριστος δυὰς τῷ ἐξ αὐτῆς ἅμα τῷ ποιῷ καὶ τὸ ποσὸν περιτίθησιν, οὐκ ἄν σχοῖεν ἐκ τῆς ἀρχικῆς δυάδος τὸ ποιόν· εἴρηται δὲ ὅτι οὐδὲ ἐκ τοῦ ἑνός. ἄποιον ἄρα ὅλως αἱ μονάδες. ὅτι δὲ ἡ δυὰς τῷ διπλασιασθέντι σὺν τῷ ποσῷ καὶ ποιὸν περιτίθησι καὶ ἔμπαλιν σὺν τῷ ποιῷ καὶ ποσόν, δῆλον. διπλασιάσασα γὰρ τὴν αὐτοδυάδα πεποίηκε τὴν αὐτοτετράδα, ἡ δὲ τετρὰς καὶ ποσότης τις καὶ ποιότης καὶ εἶδος ἕτερον τῆς δυάδος· τὴν δὲ τετράδα διπλασιάσασα πεποίηκε τὴν ὀκτάδα, ποσὸν ἅμα καὶ ποιὸν ἕτερον ὂν τοῦ τῆς τετράδος ποιοῦ καὶ ποσοῦ· ὥστε τοῖς μὲν ἀριθμοῖς τὸ ποιὸν καὶ τὸ τοιονδὶ εἶδος ἡ ἀόριστος ἐπιτίθησι δυάς, ταῖς δὲ μονάσιν οὐδαμῶς. εἰ γάρ, φησί, μὴ σὺν τῷ ποσῷ καὶ ποιότητα καὶ εἶδος ἐπετίθει, οὐκ ἂν ἦσαν πολλὰ τὰ ὄντα. τὰ γὰρ πράγματα κατὰ τὸ εἶδος ἔχει τὴν διαφορὰν ἀλλ’ οὐ κατὰ τὴν ὕλην· ὥστε εἰ μὴ τὸ τῆς τετράδος εἶδος καὶ ἡ τοιαδὶ ποιότης ἑτέρα ἦν τοῦ τῆς πεντάδος εἴδους καὶ ποιότητος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἡ αὐτὴ ἄν ἦν ἡ τετρὰς τῇ πεντάδι καὶ αἱ ἄλλαι ὁμοίως καὶ οὐκ ἄν εἶεν πολλὰ τὰ ὄντα. ὄνια δὲ εἶπε τὰς ἰδέας· ὄντα γὰρ κυρίως τὰς ἰδέας εἶναι ἔλεγον οἱ τῶν ἰδεῶν προστάται· τὰ γὰρ ἐνταῦθα ὁμωνύμως ὄντα καὶ κατὰ συμβεβηκὸς ὄντα καλέσειεν ἄν τις, φασίν. ταῦτα εἰπὼν ἐπιφέρει εἰ δὲ ἄλλως πὼς ἔχει τὰ περὶ τὰς μονάδας καὶ μὴ ὡς ἡμεῖς φαμεν (λέγομεν δ’ αὐτὰς ἀδιαφόρους), λεκτέον ἐν ἀρχῇ καὶ πρώτως καὶ μάλιστα τοῦτο. καὶ σαφηνίζων τί ποτέ ἐστιν ὅπερ εἰπεῖν αὐτοὺς ἀπαιτεῖ, ἐπάγει καὶ διοριστέον περὶ τῆς τῶν μονάδων διαφορᾶς τίς ἐστιν αὕτη· εἰ γὰρ ἡμεῖς ἀδιαφόρους λέγοντες αὐτὰς ἄλλως ἔχειν αὐτὰς λέγει τις, δῆλον ὡς διαφόρους ἐρεῖ. ῥητέον οὖν αὐτῷ τίς ἡ τῶν μονάδων δία φορὰ καὶ οὐχ ἁπλῶς οὕτως καὶ ἀναιτίως βοάτω ὡς διαφέρουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν αὐτὰς ἀνάγκη διαφέρειν, λεγέτω· εἰ δὲ μὴ τὴν αἰτίαν τῆς διαφορᾶς εἰπεῖν δύνανται, ἁπλῶς καὶ ἀναιτίως εἰπάτωσαν τίνα λέγουσιν εἶναι τὴν τῶν μονάδων διαφοράν. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν, εἴπερ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι οὔτε συμβλητἀς πάσας ἐνδέχεται τὰς μονάδας εἶναι, οὔτε πάσας ἀσυμβλήτους, οὔτε τὰς μὲν συμβλητὰς τὰς δ’ ἀσυμβλήτους, φανερόν.

[*](p. 1083a20)

Ἀλλὰ μὴν οὐδ’ ὡς ἕτεροι λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς.

Ἐλέγξας τοὺς τὰς ἰδέας ἀριθμοὺς λέγοντας μέτεισι καὶ ἐπὶ τοὺς μήτε τὰς ἰδέας ἀριθμοὺς λέγοντας μήτε ὅλως ἰδέας εἶναι βουλομένους. ἀλλὰ μόνον τὸν μαθηματικὸν ἀριθμόν, ὃν καὶ οὗτοι χωριστόν φασι καὶ πρῶτον. [*](2. 3 τῷ ἐξ L: τῶν ἐξ Α 3 τὸ LM2: om. AM1 12 ἤσαν A: εἶεν L 17 κυρίως Α: καὶ κυρίως L om. L 18 καὶ κατὰ Α: om. L 19 ἄν M: om. AL (post οὕτως) AM1: οὐδ’ LM2 33 ἕτεροί τινες λέγουσι Metaph.)

765
πάντων τῶν ὄντων. λέγουσι δὲ καὶ οὗτοι τοῦ μαθηματικοῦ καὶ χωριστοῦ κατ’ αὐτοὺς ἀρχὴν τὸ ἕν, οὐχὶ τὸ ἀρχικὸν ὅπερ οἱ τὰς ἰδέας εἶναι βουλόμενοι λέγουσιν, ἀλλ’ ἄλλο τι. ἡμεῖς γὰρ τὸ τυχὸν ἓν ἀρχήν φαμεν καὶ δεύτερον τὸ ἐφεξῆς· ἐπὶ γὰρ τῆς τριάδος οὐδὲν διαφέρει τὴν πρώτην αὐτῆς μονάδα ἀρχὴν ποιῆσαι ἡ τὴν ἐσχάτην ἢ τὴν μέσην· ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλά τι ὑπετίθεντο ἀρχικὸν ἓν καὶ τοῦτο ἀρχὴν καὶ πρώτην τῶν ἄλλων ἔλεγον μονάδων. ὥστε καθὸ μὲν καὶ οὗτοι ἀρχικὸν ἓν λέγουσι, συνῳδὰ φθέγγονται τοῖς τὰς ἰδέας τιθεμένοις, καθὸ δὲ οὐ τὸ αὐτὸ ὅπερ ἐκεῖνοι ἀλλ’ ἕτερον, διαφέρουσι· ὑσὶ· καὶ οὐ μόνον κατὰ τοῦτο, ἀλλ’ ὅτι καὶ οἱ τὰς ἰδέας λέγοντες καὶ πρώτην δυάδα καὶ πρώτην τριάδα καὶ τετράδα καὶ ἑξῆς ἐδόξαζον, οὗτοι δὲ πρώτην δυάδα καὶ πρώτην τριάδα ἡ ἄλλον τινὰ ἀριθμὸν οὕ φασιν, ἀλλ’ ἓν πρῶτον καὶ μίαν ἀρχὴν τὸ πρῶτον παρ’ αὐτοῖς ἓν εἶναι ἀποφαίνονται. διὸ καὶ ἐγκαλεῖ αὐτοῖς λέγων ἄτοπον γὰρ τὸ ἓν μὲν εἶναι πρῶτον τῶν ἑνῶν, τουτέστι τῶν μονάδων (τὸ γὰρ ἑνῶν ἐκ τοῦ ἕν, ἑνός, ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ ἕνα καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν ἑνῶν εἴληπται), ἄτοπον μὲν οὖν, φησίν, ἓν μὲν εἶναι πρῶτον τῶν ἑνῶν, δυάδα δὲ πρώτην τῶν δυάδων καὶ τριάδα τῶν τριάδων μὴ εἶναι. τίς γὰρ ἡ αἰτία τοῦ ἓν μὲν εἶναι πρῶτον, δυάδα δὲ καὶ τριάδα καὶ ἑξῆς πρώτας μὴ εἶναι; εἰ μὲν γὰρ ὡς οὗτοι λέγουσι, φησίν, ἔχοι τὰ περὶ τοὺς ἀριθμούς, ὡς μόνον τὸν μαθηματικὸν εἶναι, οὐκ ἔσται τὸ ἓν ἀρχή. εἰ γάρ ἐστιν ἀρχή, ἀνάγκη διαφέρειν τῶν ἄλλων μονάδων· πᾶσα γὰρ ἀρχὴ διαφέρει τῶν μετὰ τὴν ἀρχήν· εἰ δὲ ἔστιν ἕν, ἀνάγκη καὶ δυάδα εἶναι πρώτην καὶ τριάδα καὶ τοὺς ἄλλους ἀριθμούς· ὥστε εἰ ἔσται τὸ ἓν ἀρχή, καὶ ἕτερον τῶν μονάδων ἀνάγκη, καὶ μᾶλλον ἀνάγκη ὥσπερ ὁ Πλάτων’ ἔλεγεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι πρώτην δυάδα καὶ τριάδα | καὶ ἀσυμβλήτους [*](744) τὰς ἐν αὐτοῖς μονάδας πρὸς ἀλλήλας. διὰ τί γὰρ ὄντος πρώτου ἑνὸς οὐκ ἔσται καὶ πρώτη δυὰς καὶ ὅλως πᾶς ὁ εἰδητικὸς ἀριθμός; εἰ δὲ πάλιν θείη τις καὶ ὁμολογήσει ὡς ἀληθῆ τὰ ὑπὸ τῶν τὰς ἰδέας τιθεμένων λεγόμενα, εἴρηται καὶ δέδεικται ὅτι πολλὰ τούτοις συμβαίνει νεῖ ἀδύνατα. ὥστε εἰ, εἴπερ ἔστιν ἀριθμὸς χωριστός, ἀνάγκη ἢ ὡς Πλάτων’ λέγει ἔχειν, ἢ ὡς οἱ τὸν μαθηματικὸν μόνον, κατ’ οὐδέτερον δὲ τρόπον εἶναι δύναται, οὐκ ἔστιν οὖν ὅλως χωριστὸς ἀριθμός. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· εἰ ὁ μαθηματικὸς μόνος ἐστὶν ἀριθμός, οὐκ ἂν εἴη τὸ ἓν ἀρχὴ πάντων· εἰ δέ ἐστι τὸ ἓν ἀρχή, κρατεῖ ὁ Πλάτων’ καὶ ἔστιν ὁ εἰδητικὸς ἀριθμός, καὶ διαφέρει ἕτερος ἑτέρου τῇ οὐσίᾳ· ἀλλὰ μὴν δέδεικται καὶ τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστιν ἀριθμὸς χωριστός.

[*](20 μαθηματικὸν M: ἀοιθμὸν AL 21 et 24 ἔσται] ἔστι Metaph. 27 αὐτοῖς Α: αὐταῖς L 29 θείη Α: θῆ L ὁμολογήσειεν roni. Honitz 31 ὥστε εἰ M: oui. AL Πλάτων’ Α: ὁ Πλ. L 35 τῶν πάντων Syr. ὁ (post ἔστιν) e Syriano add. Bonitz)
766
[*](p. 1083b1)

Φανερὸν δ’ ἐκ τούτων καὶ ὅτι χείριστα λέγεται ὁ τρίτος τρόπος τὸ εἶναι τὸν αὖτὸν ἀριθμὸν τὸν τὸν τῶν εἰδῶν καὶ τὸν μαθηματικόν.

τῶν περὶ ἀριθμοὺς εἰπόντων οἱ μὲν δύο ἐποίουν αὐτοὺς καὶ διέκρινον, ὥσπερ ὁ Πλάτων (σαφῶς γὰρ οὗτος τὸν μαθηματικὸν ἕτερον εἶναι λέγει τοῦ εἰδητικοῦ), οἱ δὲ ἕνα τὸν μαθηματικόν, ὥσπερ τινὲς τῶν Πυθαγορείων· οἱ δὲ ἐγίνωσκον μὲν ἀμφοτέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μάθη μαθηματικόν, ἕνα δὲ ἐποίουν, ὥσπερ Σπεύσιππος καὶ Ξενοκράτης. τούτων οὕτως περὶ τοῦ ἀριθμοῦ λεγόντων χείριστόν φησιν εἶναι τὸν τρίτον τρόπον τὸν τὸν μαθηματικὸν καὶ εἰδητικὸν ἀριθμὸν συναιροῦντα καὶ ἕνα ἀποφαινόμενον τοὐ δόγματος τοῦ Πλατωνικοῦ καὶ τῆς τῶν Πυθαγορείων δόξης· καὶ τὴν αἰτίαν ἐπάγει λέγων ἀνάγκη γὰρ εἰς μίαν δόξαν δύο συμβαίνειν ἁμαρτίας. ὅσα γὰρ ἰδίως ἑκατέρᾳ δόξῃ, τῇ τε τοῦ Πλάτωνος καὶ τῇ τῶν Πυθαγορείων, ταῦτα πάντα τῇ τοῦ Ξενοκράτους καὶ Σπευσίππου ἕπεται δόξῃ· ὥστε διπλασίονά ἐστι τὰ συμβαίνοντα ἄτοπα ταύτῃ τῇ δόξῃ· ἡ δὲ πλείονα ἐπακολουθεῖ τὰ ἄτοπα, ἐκείνη χειρίστη ἐστὶ τῆς ᾗ τὰ ἐλάττονα ἕπεται. οὔτε γὰρ μαθηματικὸν ἀριθμὸν ἐνδέχεται εἶναι τὸν τρόπον τοῦτον, καθ’ ὃν Ξενοκράτης καὶ Σπεύσιππος λέγουσιν (εἴρηται δὲ ὅτε καὶ οὗτος τοὺς τρόπους, καθ’ οὓς δυνατὸν εἶναι τὸν ἀριθμόν, ἱστόρει ἐν τῷ παρόντι βιβλίῳ, ὅπως τὰ περὶ τοὺς ἀριθμοὺς τώδε τὼ ἄνδρε ἐλγέτην), οὔτε οὖν τὸν μαθηματικὸν ἐνδέχεται εἶναι, ἀλλ’ ἰδίας ὑποθέσεις πλασματώδεις ὑποθέμενοι μηκύνουσι τὰ περὶ τοὺς ἀριθμούς, καὶ ὅσα τοῖς ὡς εἴδη τοὺς ἀριθμοὺς λέγουσιν ἕπεται, ἀνάγκη λέγειν ὡς καὶ αὐτοῖς ἕπεται.

Ὁ δὲ τῶν Πυθαγορείων, φησί, τρόπος μὲν ἐλάττους τὰς δυσχερείας, τῇ δὲ ἰδίας. ᾗ μὲν γὰρ τοὺς ἀριθμοὺς οὐ χωρίζουσιν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς εἶναι λέγουσι, ταύτῃ ἥττονα τὰ ἑπόμενα αὐτοῖς δυσχερῆ· καθὸ δέ | φασι συγκεῖσθαι καὶ δημιουργεῖσθαι τὰ σώματα ἐξ [*](745) ἀριθμῶν μαθηματικῶν, ταύτῃ πολλὰ τὰ ἑπόμενα αὐτοῖς ἀδύνατα. ἢ γὰρ ἀδιαίρετα μεγέθη εἰσὶν αἱ μονάδες, ἐξ ὧν φασι τὰ σώματα συγκεῖσθαι καὶ δημιουργεῖσθαι, ἢ αὐτὸ τοῦτο μονάδες. ἀλλὰ τὸ λέγειν ἄτομα μεγέθη ψεῦδος· πολλὰς γὰρ εὐθύνας δέδωκεν ἡ τὰ ἄτομα μεγέθη εἰσάγουσα δόξα. ἀλλὰ καὶ ἡ Ξενοκράτους ἀπόφασις ἡ τὰς ἀτόμους εἰσάγουσα γραμμὰς αὐταρκῶς καὶ αὕτη τῷ ᾿Αριστοτέλει ἤλεγκται. κἂν δῶμεν, φησίν, εἶναι 35 ἄτομα μεγέθη (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἴ τε ὅτι μάλιστα τοῦτον ἔχει τὸν τρόπον), ἀλλ’ οὐχ αἵ γε μονάδες μέγεθος ἕξουσι· τουτέστι καὶ εἰ σωμάτιά τινα μέγεθος μὲν ἕξει ἄτομα δὲ ἔσται, ἀλλ’ οὐχ αἵ γε μονάδες ἕξουσι μέγεθος, οὐδὲ δυνατὸν ὅλως αὐτὰς μονάδας μεμεγεθυσμένας [*](4 ἀριθμοὺς AM1: ἀριθμῶν LM2 9 τὸν τὸν L: alterutn τὸν 0111. Α 10 ἀριθμὸν L: τρόπον Α 19 ἱστόρει Α: ἱστορεῖ M1: ἱστορήσει LM2 26 γὰρ Α: om. L 35 ὅτι A: om. L 37 καὶ εἰ M: om. AL)

767
λέγειν. εἰ οὖν ἀδύνατον τὸ μονάδας μέγεθος ἔχειν ἀδιαίρετοι γὰρ καὶ ἀμεγέθεις εἰσίν), οὐχ οἷόν τε ἐξ ἀδιαιρέτων καὶ ἀμεγεθῶν μέγεθος εἶναι. ὅτι δὲ ὁ μαθηματικὸς ἀριθμὸς μοναδικὸς καὶ ἀσώματος καὶ ἀμεγέθης ἐστί, δέδεικται. τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἀλλὰ μὴν ὅ γε ἀριθμητικὸς ἀριθμὸς μοναδικός ἐστι, καὶ προσυπακουστέον ἐν τῷ ἀλλὰ μἡν τοῦ δέδεικται· τὸ δὲ ἀριθμητικὸς ἀντὶ τοῦ μαθηματικός. εἰπὼν δὲ ἀνωτέρω ὅτι τὸν ἀριθμὸν αἴτιον τῶν αἰσθητῶν φασι, πάλιν μνείαν τούτου ποιεῖται καὶ δείκνυσι τοῦτο λέγων ἐκεῖνοι δὲ τὸν ἀριθμὸν τὰ ὄντα λέγουσι. πίστις δὲ τούτου· τὰ γὰρ θεωρήματα καὶ τὰ συμβαίνοντα τοῖς ἀριθμοῖς προσάπτουσι τοῖς σώμασιν, ὡς ἐκ τῶν ἀριθμῶν ὄντων τῶν σωμάτων ὑπολαμβάνοντες γὰρ ὅτι ἐκ τῶν ἀριθμῶν εἰσιν (ἐκ γὰρ τοῦ βωμίσκου τοῦ διακόσια δέκα τὸ ἁπλῶς σῶμα εἶναι ἔλεγον, ἐκ δὲ τοῦ ἕνδεκα τὸ πῦρ, ἐκ δὲ τοῦ τρισκαίδεκα τὸν ἀέρα καὶ ἐκ τοῦ ἐννέα τὸ ὕδωρ), ὑπολαμβάνοντες δὴ τοῦτο οὐδὲν ἔφασκον διαφέρειν τὰ τῷ βωμίσκῳ καθ’ αὑτὸ ὑπάρχοντα ἐπ’ αὐτοῦ θεωρεῖν ἢ ἐπὶ τοῦ ἐξ αὐτοῦ σώματος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ γάρ, φασί, συνέβη τῷ ἐννέα ἀριθμὸν εἶναι τετράγωνον πρῶτον μέσον ἔχοντα (τὸ δὲ μέσον ἔχοντα πρόσκειται διὰ τὴν τῆς μονάδος μεσιτείας τὴν ἐν παντὶ περισσῷ εὑρισκομένην), εἰ δὴ ὁ ἐννέα τετράγωνός ἐστι πρῶτος ἔχων μέσον, καὶ τὸ ὕδωρ τοιοῦτόν ἐστι, καὶ μᾶλλον ἐπὶ τοὺ ὕδατος τοῦτο χρὴ θεωρεῖν ἢ ἐπὶ τοῦ ἐννέα· ὥστε δέδεικται ὅτι ἐξ ἀριθμῶν τὰ αἰσθητὰ ἐποίουν. δείξας οὖν τοῦτο, λέγω δὴ ὅτι ἐξ ἀριθμῶν τὰ αἰσθητὰ ἐποίουν, λέγει, εἰ ὄντος ἀριθμοῦ χωριστοῦ ἀνάγκη τινὰ τούτων τῶν εἰρημένων εἶναι τρόπων, κατ’ οὐδένα δὲ τούτων εἶναι δύναται, φανερὸν ὅτι οὐκ ἔστι τις φύσις ἀριθμοῦ οἵαν κατασκευάζουσιν [*](740) οἱ τιθέντες αὐτὸν χωριστόν· οὔτε γὰρ ὡς εἰδητικὸς οὔτε ὡς μαθηματικὸς ειναι ουωαται.

[*](p. 1083b23)

ἔτι πότερον ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἰσασθέντων ἐστὶ καὶ τὰ ἑξῆς.

τὴν ἀρχικὴν δυάδα ποτὲ μὲν ἀόριστον δυάδα λέγ’ ὄντες [ἐλέγξας] ποιὲ δὲ μέγα καὶ μικρόν (ἐν αὐτῇ γὰρ εἶναι τὸ μέγα καὶ μικρὸν ἀνευφήμουν), ἀπορεῖ λέγων ῾ἐπειδὴ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ἤιοι τοῦ μεγάλου γάλου καὶ μικροῦ αἱ μονάδες γίνονται, πότερον ἑκάστη μονὰς τῶν ἐν τῇ αὐτοτριάδι (ἐρωτάσθω γὰρ ἐπ’ αὐτῆς) ἐξ ἀμφοῖν ἐγένετο τῶν ἐν τῇ ἀορίστῳ δυάδι, λέγω δὴ τοῦ μεγάλου καὶ μικροῦ, ἢ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοὐ μικροῦ.’ εἰ μὲν γὰρ δὴ οὕτω, τουτέστιν εἰ μὲν γὰρ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ πάντων ἑκάστη τῶν στοιχείων ἐστίν, ἀλλ’ ἡ μὲν ἐκ τοῦ μεγάλου ἡ δὲ ἐκ τοῦ μικροῦ· ὥστε οὔτε ἴσαι [*](1 τὸ Α: τὰς L 12 διακόσια δέκα e Syriano scripsi; cf. Usener ad Syr. p. 913a1 διακόνου κόνου δέκα AL: δέκα Μ1 Bonitz: διακόνου Μ2 14 αὑτὸ Α: αὑτὸν L 16 φασί Α: φησι L 27 τοῦ L: om. Α 29 ἐλέγξας del. Bonitz, sed ne sic quidein verba Sana sunt 33 ἐγένετο M: ἐγένοντο AL 34 τοῦ (post δὴ) L: om. Α)

768
ἔσονται οὔτε συμβληταί, ἀλλὰ πρὸς τῷ διάφοροι εἶναι καὶ ἐναντιώσεις ἕξουσι πρὸς ἀλλήλας, εἴ γε αἱ μὲν μεγάλαι ἔσονται διὰ τὸ ἐκ τοῦ μεγάλου εἶναι, αἱ δὲ μικραὶ διὰ τὸ ἐκ μικροῦ. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὔτε ἀδιάφοροι αἱ μονάδες· ἐν τῇ μὲν γὰρ τὸ μέγα ἐν τῇ δὲ τὸ μικρὸν ὑπάρχει, ἐναντίον τῇ φύσει ὄν. ἀλλὰ καὶ ἐν τῇ τριάδι αὐτῇ, φησί, πῶς; μία γάρ ἐστι περιττή. ἐστὶ δὲ οἶμαι τὸ λεγόμενον τοιοῦτον. ἥ τε τριὰς ἐὰν τὴν πρώτην τυχὸν ἔχῃ μονάδα ἐκ τοῦ μεγάλου, τὴν δὲ δευτέραν ἐκ τοῦ μικροῦ, τὴν τρίτην ταύτην γὰρ εἶπε περιττήν) πόθεν ἕξει; ἀπὸ τοῦ μεγάλου ἢ ἀπὸ τοῦ μικροῦ: τοῦτο ἐρωτήσας υπεραπολογεῖται τούτων λέγων· ἀλλ’ ὡς ἔοικε, φησί, συνεωρακότες ταύτην. τὴν ἀπορίαν τὸ ἓν μέσον ποιοῦσι τοῦ τρία καὶ ἁπλῶς παντὸς ἀριθμοῦ, ἵνα ἴσαι ὦσιν αἵ τε ἐκ τοῦ μεγάλου γινόμεναι καὶ μικροῦ μονάδες· τὸ γὰρ ἕν, φασί. μέσον κείμενον τὴν ὑπερβολὴν τῆς μιᾶς μονάδος, ἣν ἔχει πρὸς τὴν λοιπήν, ἀφαιρεῖται καὶ ἐν τῇ δεούσῃ προστεθὲν ἰσάζει αὐτάς. ταῦτα δὲ ὅτι πλασματώδη καὶ ψευδῆ δῆλον. ἀλλ’ εἰ μέν, ὡς εἴρηται, αἱ μέν εἰσιν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, ταῦτα· εἰ δ’ ἑκατέρα τῶν μονάδων ἐξ ἀμφοτέρων ἐστὶν ἰσασθέντων, τουτέστιν εἰ δὲ ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἐστιν ἴσων ἀλλήλοις γινομένων ἐν τῇ κράσει κραθῆναι γὰρ ἀνάγκη τὸ μέγα καὶ τὸ μικρόν, εἰ ἐξ ἀμφοτέρων αὐτῶν εἰσιν αἱ μονάδες), πρῶτον μὲν ἡ αὐτοδυὰς πῶς ἔσται μία καὶ ἁπλῆ φύσις ἐκ δυοῖν οὖσα τοῦ μεγάλου καὶ μικροῦ; δῆλον γὰρ ὅτι εἰ καὶ ἡνώθη τὸ μέγα καὶ τὸ μικρὸν ὕστερον ὑπὸ τοῦ ἑνὸς ἰσασθέντα, ἀλλὰ πρὸ τῆς ἑνώσεως δύο ἦν, ὥσπερ καὶ τὰ ἐν ἡμῖν στοιχεῖα πρὸ τῆς ἑνώσεως [*](747) τέτταρα. ἔπειτα τί διοίσει ἡ δυὰς τἡς μονάδος; ἐπεὶ γὰρ καὶ ἐν ἑκάστῃ μονάδι δυάς ἐστιν ἰσασθεῖσα, καὶ ἡ δυὰς αὐτὸ τοῦτο δυὰς εἶναι λέγεται, τί διοίσουσιν ἀλλήλων; ἀλλὰ καὶ ὅτι, φησίν, ἡ μονὰς προτέρα τῆς δυάδος δῆλον· ἀναιρουμένης μένῃς γὰρ τῆς μονάδος ἀναιρεῖται καὶ ἡ δυάς· τὸ δὲ συναναιροῦν πρότερον τοῦ συναναιρομένου. ὥστε ἐὰν ἡ μονὰς προτέρα τῆς αὐτοδυάδος, ἡ δὲ αὐτοδυὰς ἰδέα, καὶ ἡ πρεσβυτέρα αὐτῆς, ἡ μονάς, ἰδέα ἐστίν. καὶ γὰρ καὶ οὗτοι τὴν αὐτοτριάδα ἰδέαν λέγοντες τὴν πρεσβυτέραν αὐτῆς, τὴν αὐτοδυάδα, ἰδέαν εἶναι οὐκ ἀποδοκιμάζουσιν, ἀλλά καὶ μᾶλλον οὕτως ἔχειν αὐτὴν προσκυνοῦσιν· ἐστὶν οὖν καὶ ἡ μονὰς ἰδέα. ἀλλ’ εἰ τοῦτο, ἐκ τίνος προῆλθεν; οὐ γὰρ δὴ ἐκ τῆς ἀορίστου δυάδος· ἐκείνη γὰρ δυοποιὸς οὖσα καὶ τὰ ἀπλᾶ διπλασιάζει.

[*](p. 1083b36)

Ἔτι ἀνάγκη ἤτοι ἄπειρον τὸν ἀριθμὸν εἶναι ἢ πεπερασμενον.

Ἄφυκτος ἡ διαίρεσις· ἀνάγκη γὰρ τὸν εἰδητικὸν ἀριθμὸν ἢ ἄπειρον [*](3 αἱ δὲ μικραὶ Α: ἡ δὲ μικρὰ 5 ἐναντίον — ὄν M: ἐναντίοις τῇ φύσει AL 6 αὐτῇ, φησί L: φησίν, αὐτῇ Α 1 1 "post ἀριθμοῦ adde περισσοῦ” Bonitz 12 αἶ τε L: τε om. Α 14 προστεθὲν L: προστιθὲν Α 18 ἀλλήλοις LM2: ἀλλήλων AM1 19 et 22 καὶ τό Α: τὸ om. L 24 δυὰς Α: αὐτοδυὰς L εἰ γὰρ Syr. 32 αὐτὴν προσκυνοῦσιν ΑLM2 αὐτοὶ ὁμολογοῦσιν M1 Bonitz 33 δὴ L Syr.: om. Α 37 ἡ LM2: om. AM1)

769
ἢ πεπερασμένον εἶναι. ἐπειδὴ γὰρ οὐ κατὰ τὴν ἐπ’ ἄπειρον τῆς γενέσεως πρόοδον ὁ ἀριθμὸς ὡς οἱ ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα τὰ ἐν γενέσει τὸ εἶναι ἔχει, ἀλλ’ ἅπαξ ἀπὸ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος προελθών, ὡς οὗτοί φασιν, ἐν στάσει καὶ μονῇ καὶ παντελεῖ ἀκινησίᾳ ἵδρυται, ἀναγκαῖ ἢ ἄπειρον ἐνεργείᾳ εἶναι ἢ πεπερασμένον. εἰ τοίνυν δειχθείη ὡς οὐδέτερον τμῆμα τῆς διαιρέσεως ὑγιαίνει, δῆλον ὅτι ἀριθμὸς εἰδητικὸς ὅλως οὐκ ἔστιν. καὶ ὅτι μὲν ἄπειρος εἶναι οὐκ ἐνδέχεται δείκνυσι συλλογιζόμενος ὧδε. πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, ὥστε καὶ ὁ εἰδητικός, εἴπερ ἀριθμός ἐστιν· οὐδὲν ἄπειρον ἢ ἄρτιόν ἐστιν ἢ περπόν· οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρός ἐστιν. ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός. τούτων τῶν προτάσεων ἡ μὲν μία ἡ λέγουσα ὅτι οὐδὲν ἄπειρον ἢ ἄρτιόν ἐστιν ἢ περιττὸν δήλη· εἰ γὰρ ἄρτιον ἢ περιττόν ἐστι, πεπερασμένον. τὴν δὲ λοιπὴν τὴν λέγουσαν ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, δείκνυσι λέγων, πᾶσα γένεσις ἀριθμοῦ ἢ ἀρτιάκις ἐστὶν ἀρτία, ἢ ἀρτιοπέρισσος ἢ περισσάρτιος, ἢ πρώτη καὶ ἀσύνθετος, ἢ δευτέρα καὶ σύνθετος, ἢ καθ’ ἑαυτὴν μὲν δευτέρα καὶ σύνθετος πρὸς ἄλλον δὲ πρώτη καὶ ἀσύνθετος. πᾶς δὲ τοιοῦτος ἀριθμὸς ἢ ἄρτιος ἢ περισσός. ὁ μὲν γὰρ ἀρτιάκις ἄρτιος καὶ ὁ ἀρτιοπέρισσος καὶ ὁ περισσάρτιος ἄρτιοι· οἱ δὲ λοιποὶ τρεῖς περιττοί. καὶ τὸ συμπέρασμα δῆλον· πᾶς ἄρα ἀριθμὸς | ἢ ἄρτιός ἐστιν ἢ περιττός. [*](748) αὐτὸς δὲ τοῦ ἀρτιάκις ἀρτίου μνησθεὶς καὶ τοῦ ἀρτιοπερίσσου καὶ τοῦ πρώτου καὶ ἀσυνθέτου, τοὺς λοιποὺς διὰ βραχυλογίαν παρείασε. καταλέγει οὖν τὴν γένεσιν τοῦ ἀριθμοῦ καὶ πῶς οἱ προειρημένοι γίνονται λέγων ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος, τουτέστι τοῦ μὲν ἑνὸς ἐμπεσόντος τῇ δυάδι γίνεται ὁ τρία, οὗτος δὲ πρῶτός ἐστι καὶ ἀσύνθετος. ὥστε διὰ τοῦ ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος τὴν τοῦ πρώτου καὶ ἀσυνθέτου γένεσιν ᾐνίξατο· διὰ δὲ τοῦ ὡδὶ δὲ τῆς μὲν δυάδος ἐμπιπτούσης πιπτούσης ὁ ἀφ’ ἑνὸς διπολασιαζόμενος τῆς τοῦ ἀρτιάκις ἀρτίου γενέσεως μέμνηται. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. τῆς δυάδος ἐπὶ τὸ ἓν πολλαπλασιασθείσης γίνεται πάλιν ὁ δύο (δὶς γὰρ μία δύο), τῆς δὲ δυάδος. εἰς ἑαυτὴν ὁ τέτταρα· πάλιν δὲ τῆς αὐτῆς δυάδος εἰς τὸν τέτταρα ὁ ὀκτώ, εἰς δὲ τὸν ὀκτὼ ὁ ἑκκαίδεκα· καὶ ὁμοίως ὁδεύουσα τὸν ἀρτιάκις ἄρτιον γεννᾷ· τοῦτον γὰρ εἶπεν ἀφ’ ἑνὸς διπλασιαζόμενον. πάντες γάρ, ἡ δυάς, ἡ τετράς, ὁ ὀκτώ, ὁ ἑκκαίδεκα, ὁ τριάκοντα δύο καὶ οἱ λοιποὶ εἰς ἕνα τὴν δυάδα διπλασιαζόμενοι τοὺς ἐφεξῆς καὶ συνεχεῖς ἀρτιάκις ἀρτίους γεννῶσι. διὰ δὲ τοὐ ὡδὶ δὲ τῶν περιττῶν ὁ ἄλλος ἄρτιος τοὐ ἀρτιοπερίσσου τὴν γένεσιν ὑπεμφαίνει• λέγει δὲ τῷ δὲ τρία καὶ τοῖς ἄλλοις ἀπὸ μονάδος περιττοῖς πολλαλασιαζομένη ἡ δυὰς τὸν ἀρτιοπέρισσον ἀποἔχει [*](3 L: ἔχειν A 4 παντελεῖ M: παντελῆ AL 5 εἰ τοίνυν M1: ἐπειδὴ γὰρ κατὰ τὴν εἰ ALM2 8 ὁ L: om. Α 15 σύνθετος AM1: ἀσύνθετος LM2 18 ὁ utrobique L: om. Α 30 αὑτῆς L: αὐτοῦ Α 31 ὁ ἑκκαίδεκα M1: ὁριστόν ALM2, “corruptum ex ὁ ις’’ Bonitz 32 τοῦτον Α: τοῦτο L 33 ὁ τριάκοντα δύο Α: ὅλους L, corruptum ex ὁ λβ΄ 36 τοῖς ἄλλοις Α: τῆς ἄλλης L)
770
γεννᾶ. ὥστε εἰ πᾶσα γένεσις ἀριθμοῦ ἢ ἀρτιοπέρισσος ἢ ἄλλη τις τῶν ἀπηριθμηένων οὖσα ἢ ἀρτία ἢ περισσή ἐστιν, οὗτοι δὲ πεπερασμένοι, γεγόνασι δὲ καὶ οἱ εἰδητικοὶ ἀριθμοί, ἀνάγκη πᾶσα κἀκείνους ἢ ἀρτίους εἶναι ἢ περισσούς, ταὐτὸν δὲ εἰπεῖν πεπερασμένους. ἄλλως τε, φησίν, εἰ οἱ ἀριθμοὶ ἰδέαι, πᾶσα δὲ ἰδέα τινός ἐστιν, εἰ ἔστιν ὁ εἰδητικὸς ἀριθμὸς ἄπειρος, ἔσται καὶ ἄπειρόν τι, ἵν’ ἐκείνου εἴη τὸ εἰδητικὸν ἄπειρον ἰδέα, καὶ τοῦτο ἢ αἰσθητὸν ἢ ἄλλο τι. καίτοι οὔτε κατὰ λόγον ἐνδέχεται ἄπειρόν τι εἶναι, ὡς πολλαχοῦ δέδεικται, οὔτε κατὰ τὴν αὐτῶν θέσιν τε καὶ δόξαν. μέχρι γὰρ δεκάδος αὐτοῖς ἡ τῶν εἰδῶν πρόοδος· τοῦτο γὰρ ἐμήνυσε 10 διὰ τοῦ τάττουσι δὲ οὕτω τὰς ἰδέας.

[*](p. 1084a10)

Ei δὲ πεπερασμένος, μέχρι πόσου· τοῦτο γὰρ δεῖ λέγεσθαι.

Δείξας ὅτι ἀδύνατον ἄπειρον εἶναι τὸν εἰδητικὸν ἀριθμόν, δείκνυσιν ὅτι οὐδὲ πεπερασμένον οἷόν τε αὐτὸν εἶναι, ὥστε ὅλως οὐκ ἔστιν. εἰ γάρ ἐστι πεπερασμένος, λεγέτωσαν μὴ μόνον οὕτως ἀπλῶς καὶ χωρὶς αἰτίας ὅτι πεντήκοντα ἢ ἑκατὸν ἢ ἄλλος ὁστισοῦν ἀριθμός, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέτωσαν διὰ τί τοσοῦτοι καὶ οὐ πλείονες ἢ ἐλάττονες. εἰ δὲ μέχρι τῆς δεκάδος καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθηματικός μέχρι γὰρ αὐτῆς ἀνιόντες, [*](749) φασί, πάλιν ἀνακάμπτομεν ἐπὶ τὸ ἓν καὶ τὰ δύο, ἕνδεκα λέγοντες καὶ δυοκαίδεκα καὶ ἑξῆς). εἰ δὴ μέχρι τῆς δεκάδος ὁ ἀριθμός, ἐπιλείψουσι τὰ εἴδη καὶ ἔσονται ζῷα ὧν εἴδη οὐκ ἔσται. εἰ γάρ ἐστιν ἡ αὐτοτριὰς εἶδος τὸ ἀνθρώπου, ὁ αὐτοΐππος ἔσται τις τῶν ἐντὸς τῆς δεκάδος ἀριθμῶν ἡ αὐτοτετρὰς ἢ ἄλλος τις. ἐπεὶ γὰρ αὐτοέκαστος ἀριθμός, τουτέστιν ὁ εἰδητικὸς ἀριθμός, μέχρι δεκάδος, ἔστι δὲ ὁ αὐτοάνθρωπος ἡ αὐτοτριάς, ἀνάγκη δὴ τὸν αὐτοΐππον τινὰ εἶναι τῶν ἐν τούτοις ἀριθμῶν, τουτέστι τινὰ τῶν ἐν τούτοις τοῖς εἰδητικοῖς ἀριθμοῖς δυγκατατεταγμένων ἀριθμῶν, οἵτινες ἐντός εἰσι τῆς δεκάδος· ἅπαντες γὰρ οἱ ἐντὸς της δεκὰ δὸς οὐσίαι κατ’ αὐτοὺς καὶ ἰδέαι. ὥστε ἐπιλείψουσιν αἱ ἰδέαι καὶ πολλῷ ἐλάττους ἔσονται τῶν ἐνταῦθα ζώων, ὅσῳ τὰ ἐνιαῦθα ζῷα ὑπερεκπίπτει τὴν δεκάδα. ἄλλως τε εἰ ἔστιν ἡ αὐτοτριὰς ὁ αὐτοάνθρωπος καὶ αἱ ἄλλαι τριάδες τῆς αὐτοεξάδος καὶ τῶν λοιπῶν αὐτοάνθρωποι ἔσονται· ὅμοιαι γὰρ αἱ ἐν τῇ αὐτοεξάδι τριάδες ἀλλήλαις. ὥστε ἄπειροι ἔσονται ἄνθρωποι, καὶ εἰ μὲν πᾶσαι αἱ τριάδες ἰδέαι, αὐτοάνθρωποι ἄπειροι, εἰ δὲ ἡ μὲν αὐτοτριὰς ἰδέα, αἱ δὲ ἐν τῇ αὐτοεξάδι καὶ αἱ ἄλλαι οὐκ ἰδέαι, αὐτοάνθρωποι μὲν πολλοὶ οὐκ ἔσονται, ἄνθρωποι δὲ ἕτεροι παρὰ τὸν αὐτοάνθρωπον καὶ τοὺς αἰσθητοὺς ἀνθρώπους ἀλλὰ κἄν εἰ ἔστιν ὁ ἐλάττων ἀριθμὸς μέρος τοῦ μείζονος ἀριθμοῦ, συμβληταὶ δὲ καὶ αἱ ἐν τῷ αὐτῷ ἀριθμῷ μονάδες, ἐπειδὴ ἐν ἰῇ αὐτοτετράδι τέσσαρές εἰσι μονάδες καὶ συμἀρτιοπέρισσος [*](1 ἢ M1: ante ἢ add. ἐστιν ALM2 2 οὖσα M1: om. AL: ind. Ma 18 ἀνιόντες L: ἐνιόνιες Α 23 αὐτὸ ἕκαστος L 28 οὐσίαι L: οὐσία Α 36 εἰ M: om. AL)

771
βληταὶ ἀλλήλαις, εἰ ἔστιν ἡ αὐτοτετρὰς ὁ αὐτοΐππος ἢ τὸ αὐτολευκόν, ὁ δὲ αὐτοάνθρωπος ἡ αὐτοδυάς, ἐστὶ δὲ ἐν τῇ αὐτοτετράδι τῷ αὐτοίππῳ δύς, ἔσται ὁ αὐτοάνθρωπος μέρος τοῦ ἵππου, εἰ δυὰς ὁ ἄνθρωπος.

Ταῦτα εἴπων ἐπάγει ἄτοπον δὲ καὶ τὸ τῆς μὲν δεκάδος εἶναι ἰδέαν, ἑνδεκάδος δὲ μή, μηδὲ τῶν ἐχομένων ἀριθμῶν, ὃ ἴσον ἐστὶ τῷ ἄτοπον μὲν αὐτοδεκάδα εἶναι, αὐτοενδεκάδα δὲ καὶ αὐτοδωδεκάδα καὶ ἐφεξῆς μὴ εἶναι. ὅλως δὲ ἐπειδὴ πολλὰ ἔστι καὶ γίνεται ὧν εἴδη οὔκ εἰσιν, ὡς αὐτοί φασιν, γενήσεται καὶ ἄνθρωπος καὶ ἰδέας αὐτοῦ μὴ οὔσης καὶ ἵππος καὶ βοῦς καὶ τἆλλα πάντα, καὶ οὐκ ἔστι τὰ εἴδη αἴτια.

[*](p. 1084a29)

Ἕτι ἄτοπον εἰ ὁ ἀριθμὸς μἑχρι τῆς δεκάδος μᾶλλόν τι ὂν καὶ εἶδος αὐτῆς τῆς δεκάδος.

ἐλλιπῶς ἀπήγγελται· ἦν δ’ ἄν τὸ τῆς λέξεως τέλειον, εἰ οὕτω πὼς ἦν γεγραμμένον ‘ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς μέχρι τῆς δεκάδος, καὶ ταῦτα τὸ ἓν κατ’ αὐτοὺς μᾶλλόν τι ὂν καὶ εἶδος τῆς δεκάδος'• ὥστε λείπει τὸ καὶ ταῦτα ἓν κατ’ αὐτοὺς καὶ ἀγέννητον. τὸ γὰρ ἓν ᾗ ἓν οὗτοί φασιν ἀγέννητον, ἡ δὲ δεκὰς γέγονεν· ὥστε εἰ τὸ ἓν καὶ εἶδος τῆς δεκάδος ἐστὶ [*](750) καὶ ἀγέννητον, ἡ δὲ δεκὰς γέγονεν, ἔσται καὶ ἑνδεκὰς ὡς ἐξ εἴδους μὲν τοῦ ἑνός, ὕλης δὲ τῆς δεκάδος. εὐλόγως δὲ τὸ ἓν μᾶλλόν τι εἴρηκε· τὸ γὰρ εἶδος μᾶλλόν τι καὶ τόδε τί ἐστιν ἤπερ ἡ ὕλη. ἀλλ’ οὗτοι, φησί, μέχρι τῆς δεκάδος πειρῶνται τὴν γένεσιν τοῖς ἀριθμοῖς ποιεῖν, ὡς ὑστάτης τελειότητος οὔσης τῆς δεκάδος, τὰ δ’ ἄλλα ἐντὸς αὐτῆς γεννῶσι καὶ θεωροῦσι καὶ τίθενται, οἷον παράδειγμα κενοῦ, παράδειγμα ἀναλογιῶν, παράδειγμα περιττοῦ. τὴν μὲν γὰρ μεταξὺ τῶν ἀρτίων χώραν τετράδος ἑξάδος καὶ τῶν ὁμοίων, ὁμοίως καὶ τὴν τῶν περιττῶν, εἰκόνα φέρειν ἔλεγον καὶ παράδειγμα τοῦ κενοῦ. εἶναι γὰρ κενὸν ἐτίθεντο ἔξω τοῦ οὐρανοῦ οἱ Πυθαγόρειοι καὶ ἀναπνεόμενον ὑπὸ τοῦ παντὸς ἐπεισιέναι καὶ διακρίνειν ἀπ’ ἀλλήλων τὰ τῇδε, ὡς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει. ἀλλὰ ῥητέον ὅπως τὰς μεταξὺ τῶν ἀρτίων χώρας κενὰς καὶ μὴ ἀναπεπληρωμένας ὑπὸ τῶν περιττῶν ἔλεγον. ἐπειδὴ γάρ φασίν, ἡ ἀόριστος δυὰς ὡς δυοποιὸς μετὰ τῆς αὐτοδυάδος τοὺς ἀρτίους γεγέννηκεν, ἀναγκαῖον αὐτοὺς καθ’ αὑτοὺς τοὺς εἶναι χωρὶς τῶν περιττῶν, καὶ ἀμήχανον ὅλως ἐστὶ διὰ τοῦτο περιττὸν εὑρεθῆναι μεταξὺ δύο ἀρτίων κείμενον. εἰ δὲ τοῦτο, ἀναγκαῖον κενὰς εἶναι τὰς μεταξὺ χώρας αὐτῶν. πάλιν ἐπεὶ τὸ ἀρχικὸν ἓν μετὰ τῆς ἀορίστου δυάδος πεποίηκε τοὺς περιττούς, τὸν τρία τὸν πέντε τὸν ἑπτὰ τοὺς ὁμοίους, ἔσονται καὶ οὗτοι καθ’ αὑτοὺς χωρὶς τῶν ἀρτίων, κενὰς καὶ οὗτοι ἔχοντες τὰς μεταξὺ χώρας αὐτῶν. καὶ ἐπεὶ οὐδὲν ἐν ἐκείνοις μάτην ἐστὶν ὅπου οὐδ’ ἐνταῦθα, ἔνθα ὁ τῆς κακίας ἐστὶ πόντος, οὐκ ἄν εἴη τὸ ἐν ἐκείνοις κενὸν μάτην, ἀλλ’ εἰκὼν ἔσται καὶ παράδειγμα κενοῦ. τὴν μὲν οὖν μεταξὺ [*](2 αὐτοτετράδι M1: αὐτοτριάδι ALM2 10 μέχρι] ὁ μέχρι Metaph. 26 ἀναπνεόμενον Α: ἀναπνεομένου L 27 ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει] Δ6 p. 213 b 22 28 τὰς LM: τὰ Α)

772
τῶν εἰδητικῶν ἀριθμῶν τῶν τε ἀρτίων τῶν τε περιττῶν χώραν οὕτως ἔλεγον καὶ διὰ ταῦτα κενὴν καὶ φέρειν εἰκόνα ἄλλου κενοῦ. τὴν δὲ δυάδα καὶ τετράδα καὶ ὀκτάδα παράδειγμα φέρειν τῆς ἀριθμητικῆς ἀναλογίας) δυάδα δὲ καὶ τριάδα καὶ ἑξάδα καὶ ἐννάδα τῆς γεωμετρικῆς, καὶ αὐτὰς τετράδας καὶ αὐτὰς ἑξάδας ἔλεγον ἀναλογίας. ἀλλὰ τὴν μὲν τετράδα φέρε εἰπεῖν αὐτοΐππον ἔλεγον καὶ τὴν ἑξάδα αὐτοβοῦν, τὸν δὲ λόγον τῆς ἑξάδος πρὸς τὴν τετράδα εἰκόνα καὶ παράδειγμα εἶναι τῆς ἀναλογίας. ταῦτα μὲν οὕτως. τὸ δὲ ἐντὸς τῆς δεκάδος ἓν εἰκόνα φέρειν τοῦ περιττοῦ λέγον ἔφασκον, ὅτι τὸ ἕν ἐστι τὸ περιττὸν ἤτοι ἡ εἰκὼν τοῦ περιττοῦ, καὶ τὸ εἰδοποιοῦν αὐτὸ τὸ ἕν ἐστιν. ἀλλὰ ταῦτα μὲν τούτοις, τὰ δ’ ἄλλα πάντα, οἷον κίνησιν στάσιν ἀγαθὸν κακὸν τὰ ὅμοια ταῖς ἀρχαῖς ἀπεδίδοσαν τῇ μονάδι καὶ δυάδι, στάσιν μὲν καὶ τὸ ἀγαθὸν τῇ μονάδι, κίνησιν δὲ [*](751) καὶ τὸ κακὸν τῇ δυάδι. τὸ δὲ εἰ γὰρ ἐν τῇ τριάδι, πῶς ἡ πεντὰς περιττόν; πάνυ βραχέως καὶ ἐλλιπῶς καὶ διὰ τοῦτο λίαν ἀσαφῶς εἴρηται. ἀναγνωστέον δὲ αὐτὸ ὑπερβατῶς οὕτως ἱεῖ γὰρ ἐν τῆ τριάδι τὸ περιττόν. πῶς ἡ πεντάς'; καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· εἰ γὰρ ἐν τῇ τριάδι τὸ ἓν τὸ περιττόν, ἤτοι εἰ διὰ τὸ ἓν ἡ τριὰς τὸ εἶναι τριὰς ἔχει, καὶ αὐτό ἐστι τὸ εἰδοποιοῦν αὐτήν, εἰ οὖν τῇ τριάδι τὸ εἶναι τριάδι τὸ ἕν ἐστι τὸ διδόν, πῶς οὐχὶ καὶ διὰ τὴν τριάδα ἡ πεντὰς καὶ πᾶς ὁ περιττὸς ἀριθμὸς τὸ εἶναι πεντὰς ἕξει καὶ ἑπτὰς καὶ οἱ λοιποί, ὥσπερ ὁ ἄρτιος πᾶς διὰ τὴν δυάδα; ἄναγ’ καῖον γὰρ τὴν δυάδα ἀρχὴν οὖσαν τῶν ἀρτίων καὶ τὴν τριάδα εἶναι τῶν περιττῶν. ἔτι τὰ μεγέθη καὶ ὅσα τοιαῦτα μέχρι πόσου. ἔτι, φησί, καὶ ἐκ τῶν μεγεθῶν δεικνύειν ἐπειρῶντο ὅτι μέχρι τῆς δεκάδος (ταύτης γάρ ἐστι δηλωτικὸν τὸ μέχρι πόσου) προάγειν χρὴ τὸν ἀριθμόν· ἔλεγον γὰρ ὅτι ἡ μονὰς ποιεῖ τὸ σημεῖον, ὅπερ οὗτος ἄτομον καλεῖ γραμμήν, ἡ δυὰς τὴν γραμμήν, ἡ τριὰς τὸ ἐπίπεδον, ἡ τετρὰς τὸ σῶμα, καὶ τούτοις ἀρκεῖται τὸ πᾶν· ὥστε εἰ ταῦτα τῆς δεκάδος οὐσία (συντεθέντα γὰρ ἀποτελεῖ τὴν δεκάδα), τὸ πᾶν ἀρκεῖται τῇ δεκάδι.

[*](p. 1084b2)

Ἕτι εἰ ἔστι χωριστὸς ὁ ἀριθμός, ἀπορήσειεν ἄν τις.

Ὅ διὰ τούτων ζητεῖ καὶ λύει τοιοῦτόν τί ἐστιν. εἰ ἔστιν, ὥς φασιν, ὁ ἀριθμὸς χωριστὸς καὶ καθ’ αὑτόν, ἀπορήσειεν ἄν τις πότερον τὸ ἕν ἐστι πρότερον ἢ ἡ τριὰς καὶ ἡ δυάς· καὶ λύει λέγων ὅτι καθὸ μὲν ἐκ μονάδων ἐστὶ πᾶς ἀριθμός, ἡ μονάς ἐστι πρότερον, ὥσπερ καὶ τὰ τέτταρα στοιχεῖα πῦρ ἀὴρ καὶ τὰ ἐφεξῆς τῶν ἐξ αὐτῶν σωμάτων· καθὸ δὲ πάλιν τὸ καθόλου καὶ τὸ εἶδος πρότερόν ἐστι τῶν ὑπὸ τὸ εἶδος, καὶ ἔστιν ὁ ἀριθμὸς εἶδος, ἡ δὲ μονὰς ὕλη, ὑστέρα τοῦ ἀριθμοῦ. καὶ σαφηνίζει ὅπως ἡ μονὰς τῇ μὲν γενέσει προτέρα τῆς τριάδος καὶ ὅλως [*](3 "post τετράδα adtle καὶ ἑξάὸα’’ Bonitz 12 καὶ δυάδι—μονάδι in mrg. add. L2 18 τὸ (ante διδόν) om. L 21. 22 τῶν περιττῶν LM2: τῶν om. A 22 ποσοῦ coni. Bonitz 23 δεκάδος L Syr.: δυάδος Α 24 ποσοῦ Brandis 30 τί A: om. L)

773
τοῦ ἀριθμοῦ. τῷ λόγῳ δὲ καὶ τῇ οὐσίᾳ ὑστέρα δι’ ὑποδείγματος. ἡ γὰρ ὀρθή, φησί, προτέρα τῆς ὀξείας ὅτι ὥρισται· τῇ γὰρ ὑπερβολῇ αὐτῆς καὶ τῇ ἐλλείψει ἡ ἀμβλεῖα καὶ ἡ ὀξεῖα κρίνεται· ἐστὶ γὰρ ἡ ἀμβλεῖα γωνία ἡ μείζων ὀρθῆς καὶ ὀξεῖα ἡ ἐλάττων ὀρθῆς, ὥστε ὅρος καὶ κανὼν καὶ μέτρον τῆς τε ἀμβλείας καὶ τῆς ὀξείας. ἄλλως τε δὲ ἐπεὶ ἀμβλεῖαν ἀμβλείας μείζονα καὶ ἐλάττονα δυνάμεθα λαβεῖν καὶ ὀξεῖαν ὀξείας, ὀρθὴν δὲ ἥττονα καὶ ἐλάττονα οὐδαμῶς (ἡ γὰρ ὀρθὴ ᾗ ὀρθὴ ἀνεπίδεκτός ἐστιν ὑπερβολῆς τινος καὶ ἐλλείψεως), κἄν οὕτως ὥρισται ἡ ὀρθή. οὐ μόνον οὖν ἡ ὀρθὴ τῆς ὀξείας τῷ ὡρισμένῳ ἐστὶ προτέρα, ἀλλὰ καὶ τῷ λόγῳ, φησίν· ἔνεστι γὰρ ἐν τῷ τῆς ὀξείας λόγῳ ἡ ὀρθή• ὀξεῖα γάρ ἐστι γωνία [*](752) ἡ ἐλάττων ὀρθῆς. οὕτω μὲν οὖν καὶ διὰ ταῦτα προτέρα ἡ ὀρθὴ τῆς ὀξείας, τρόπον δέ τινα ἄλλον ἡ ὀξεῖα τῆς ὀρθῆς, τῆ γενέσει. τὰ γὰρ μέρη τῇ γενέσει πρότερα τῶν ὅλων, ἡ δ’ ὀξεῖα μέρος τῆς ὀρθῆς· διαιρεῖται γὰρ εἰς αὐτήν. ὅτι δὲ τὰ μέρη πρότερα τοῦ ὅλου τῇ γενέσει δῆλον. τούτων γὰρ πρότερον γενομένων ἐπιγίνεται αὐτοῖς τὸ εἶδος, καὶ ἔνεισιν ἐν τῷ ὅλῳ, ὡς δυναμένῳ τῷ ὅλῳ εἰς αὐτὰ διαιρεθῆναι· ὥστε, φησίν, ὡς μὲν ὕλη ἡ ὀξεῖα τῆς ὀρθῆς· τὰ γὰρ μέρη ὕλη τοῦ ὅλου καὶ προγίνονται τοῦ ὅλου, ἐπιγίνεται δ’ αὐτοῖς αὐτό. ἀλλὰ καὶ τὸ στοιχεῖον τοῦ ἐξ αὐτοῦ ὕλη καὶ ἡ μονὰς τοῦ ἀριθμοῦ. ὣς μὲν δὴ ὗλαι προτέρα καὶ ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ τὸ στοιχεῖον τοῦ ἐξ αὐτοῦ καὶ ἡ μονὰς τοῦ ἀριθμοῦ, τῷ εἴδει δὲ καὶ τῷ λόγῳ καὶ τῇ φύσει προτέρα ἡ ὀρθὴ τῆς ὀξείας· ἡ γὰρ φύσις τοῦ ὅλου στοχαζομένη καὶ τοῦτο οἷον σκοπὸν ἔχουσα πρὸς αὑτὸ πάντα ὅσα ποιεῖ, δημιουργεῖ. ὡς οὖν ἡ ὀρθὴ τῷ εἴδει καὶ τῇ φύσει προτέρα τέρα τῆς ὀξείας, οὕτω καὶ ὁ ἀριθμὸς τῆς μονάδος· διὰ γὰρ τὸν ἀριθμὸν καὶ αἱ μονάδες. ἀλλὰ καὶ τὸ ὅλον, φησί, τὸ ἐξ ὕλης καὶ εἴδους πρότερον τῷ λόγῳ τῆς οἰκείας ὕλης. καὶ κατασκευάζει τοῦτο λέγων ἐγγύτερον τοὐ εἴ δοὺς καὶ οὗ ὁ λόγος τὸ ἄμφω, τουτέστι μᾶλλον ἐγγίζει καὶ πλησιαίτερόν ἐστι τῷ εἴδει τὸ σύνθετον ἤπερ ἡ ὕλη· μακρότερον γὰρ ἀφίσταται ἡ ὕλη ὡς ἄκοσμος τοῦ εἴδους ἤπερ τὸ σύνθετον, τὸ δὲ μᾶλλον ἐγγίζον καὶ πλησιάζον τῷ προτέρῳ πρότερον. τὸ ἄμφω οὖν, ἤτοι τὸ συναμφότερον τὸ ἐξ ὕλης καὶ εἴδους, ἐγγύτερόν ἐστι τοῦ εἴδους καὶ οὗ ὁ λόγος· τοῦ γὰρ εἴδους ἐστὶν ὁ λόγος καὶ ὁ ὁρισμὸς ἀλλ’ οὐ τῆς ὕλης, οὐδὲ τοῦ συναμφοτέρου. ὡς μὲν δὴ ἐγγύτερον τὸ σύνθετον τῷ εἴδει πρότερον τῆς ὕλης, τῇ δὲ γενέσει ὕστερον. προϋπαρχούσης γὰρ τῆς ὕλης ἐξ αὐτῆς καὶ τοῦ ἐπιγινομένου αὐτῇ εἴδους γίνεται τὸ σύνθετον. δείξας οὗν πῶς ἡ ὀξεῖα καὶ ἡ μονὰς ἡ μὲν τῆς ὀρθῆς προτέρα καὶ ὑστέρα ἡ δὲ μονὰς τοὐ ἀριθμοῦ, ἐρωτᾷ κατὰ ποῖον δὴ τῶν εἰρημένων τρόπων τὸ ἀρχικὸν ἓν ἀρχὴ καὶ πρότερόν ἐστι, καὶ ἐρωτήσας ἀποκρίνεται λέγων διότι οὐ διαιρετόν. ἀλλ’ ἀδιαίρετον καὶ τὸ καθόλου ἕν, ἤτοι τὸ περιγενομένων [*](15 γενομένων Α: γινομένων L 18 τὸ στοιχεῖον L: τὸ oin. A 20 καὶ τὸ στοιχεῖον Α: καὶ ἡ ὀξεῖα στοιχεῖον L 23 ὅσα L: om. Α 25 τὸ ὅλον Α: τὸ om. L 28 μακρότερον A: μακρῶ L 35. 36 δείξας οὖν LM: δείξομεν A 38 ἓν apud Aristotelem non legitur)
774
ληπτικὸν πολλῶν καὶ ὡς εἶδος ὄν, καὶ τὸ συγκατατεταγμένον τοῖς καθ’ ἕκαστα· τοῦτο γὰρ ἐπὶ μέρους ἓν εἶπεν. διότι οὖν ἀδιαίρετόν ἐστιν ἀρχὴν αὐτό φασι· τὸ δὲ ἀλλὰ τρόπον ἄλλον αὐτὸς ἐπ’ ἤγαγεν, οὐχ ὡς ἐκείνων τοῦτο λεγόντων, ἀλλ’ ἑρμηνεύων ὅπως τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους ἀδιαίρετον, δυνάμει λέγων ὅτι ἐκεῖνοι μὲν οὐκ εἶπον ὅπως ἀδιαίρετον [*](753) καὶ τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους, ἐγὼ δέ φημι ὅτι ἄλλον μὲν τρόπον τὸ καθόλου ἐστὶν ἀδιαίρετον καὶ ἄλλον τὸ ἐπὶ μέρους. τὸ μὲν γὰρ καθόλου κατὰ λόγον ἐστὶν ἀδιαίρετον· οὐ γὰρ διαιρεῖται τὸ ζῷον πεζὸν δίπουν εἰς ἄλλους λόγους καὶ εἴδη, ὡς τὸ ζῷον εἰς ἄνθρωπον καὶ ἵππον· τὸ δὲ ἐπὶ μέρους κατὰ χρόνον ἀδιαίρετον· οὐ γὰρ πρότερον τὸ ἐν ἐμοὶ εἶδος τῷ χρόνῳ ἐμοῦ, ἵνα διαιρῆται ὁ χρόνος εἰς πρότερον μέν, καθ’ ὃν τὸ ἐμὸν εἶδος ἦν μήπω ἐμοῦ ὄντος, καὶ ὕστερον, καθ’ ὃν ἐγώ, ἀλλ’ ἅμα τῷ γενέσθαι τὸ ἐμὸν εἶδος (γέγονε δ’ ἐν ἀτόμῳ νῦν) κἀγὼ ἦν. ὥστε ἐν ἀδιαιρέτῳ τῷ νῦν ἐγώ τε καὶ τὸ ἐμὸν εἶδος· οὐδὲν γὰρ ἄλλο εἰμὶ ἐγὼ ἢ τὸ ἐμὸν εἶδος γέγονα. σαφηνίσας οὖν οὕτως ὅπως τὸ καθόλου ἐστὶν ἀδιαίρετον καὶ τὸ ἐκ μέρους, πάλιν ἐρωτᾷ ποτέρως οὖν τὸ ἓν ἁρχὴ καὶ πρότερον; ἆρα ὡς ἡ ὀξεῖα ἢ ἡ ὀρθή; καὶ ἐρωτήσας πάλιν ὑπομιμνήσκει ἡμὰς τῶν περὶ τῆς ὀρθῆς καὶ ὀξείας λέγων· ὥσπερ γάρ, φησίν, εἴρηται ὅτι ἡ ὀρθή, ἡ αὐτὴ καὶ μία, καὶ προτέρα καὶ ὑστέρα ἐστὶ τῆς ὀξείας, ὁμοίως καὶ ἡ ὀξεῖα, ἡ αὐτὴ καὶ μία (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἑκατέρα μία), προτέρα καὶ ὑστέρα τῆς ὀρθῆς, τῷ μὲν λόγῳ ὑστέρα τῇ δὲ γενέσει προτέρα πρότερα γὰρ τὰ μέρη τῇ γενέσει τοῦ ὅλου), ὥσπερ οὖν ἐπὶ τούτων εἴρηται, καὶ προσυπακοστέν τοῦ ἀνάγκη καὶ ἐπὶ τῶν ἀριθμῶν οὕτως ἔχειν· εἰ δὲ τοῦτο, συμβαίνει αὐτοῖς ἀμφοτέρως τὸ ἓν ἀρχὴν ποιεῖν καὶ πρῶτον, καὶ ὡς ὕλην καὶ ὡς εἶδος. ἐπειδὴ γὰρ αὐτὸ πρότερον πάντων φασὶ καὶ εἰδικὴν ἀρχήν, κατὰ τοῦτο πρότερον ἔσται, ᾗ δὲ εἶδος μὲν ἡ δυὰς ἡ τριὰς καὶ ἀπλῶς πᾶς ἀριθμός, ὕλη δὲ αὐτῶν αἱ ἑνάδες, ταύτῃ ὕστερον τὸ ἓν τοῦ ἀριθμοῦ. ἀλλ’ ἀδύνατον τὸ αὐτὸ ἓν τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ὕλην εἶναι καὶ εἶδος.

[*](p. 1084b20)

Ἕστι γάρ πὼς ἓν ἑκάτερον τῇ μὲν ἀληθείᾳ δυνάμει.

Ἀσαφῶς καὶ τὰ προρρηθέντα καὶ τὰ νῦν λεγόμενα ἀπήγγελται· δοκεῖ γὰρ τὸ ἔστι γάρ πὼς ἓν ἑκάτερον διὰ τὸν γάρ σύνδεσμον ὅτι κατασκευαστικόν ἐστί τινος τῶν πρὸ αὐτοῦ· οὐκ ἔστι δὲ ἀλλὰ μηνυτικὸν τοῦ πῶς ἔχουσιν αἱ μονάδες ἐν τοῖς ἀριθμοῖς τὸ εἶναι. καὶ ἦν ἂν σαφὴς ἡ λέξις εἰ οὕτω πῶς ἦν γεγραμμένη ’δεῖ δὲ μὴ λανθάνειν ὅπως ἑκάτερον ἓν καὶ ἑκατέρα μονὰς ἔχουσιν ἐν τῇ δυάδι καὶ ἐν τῇ τριάδι καὶ ἐν τοῖς λοιποῖς ἀριθμοῖς᾿. καὶ τὸ μὲν ἑκάτερον ἓν ἐπὶ τῶν τῆς δυάδος λέγει μονάὅπως [*](5 L: οὕτως Α 7 μέρους LM2: μέρος Α 11 διαιρῆται Μ: διαιρεῖται AL 16 ἐπὶ μέρους coni. Bouitz 17 ἢ ἡ L: ἡ om. Α 18 λέγων] λόγων coni. Bonitz 22 τῇ γενέσει L: om. Α 25 ὕλην LM-: ὅλον Α)

775
δῶν, τὸ δὲ λεγόμενον τοιοῦτον ἄν εἴη· καθ’ ἑαυτὴν ἀποληφθεῖσα τούτων τῶν τῆς δυάδος μονάδων ἑκατέρα δυνάμει μέν ἐστι κατὰ ἀλήθειαν, ἀλλ’ [*](754) οὐκ ἐνεργείᾳ· εἰ γὰρ μή ἐστι σωρὸς μονάδων ὁ ἀριθμός, ἀλλ’ ἕκαστος ἐξ ὑποκειμένων μέν ἐστι τῶν τοσῶνδε μονάδων, ἐξ ἄλλων μέντοι καὶ ἄλλων ἀσύμβλητοι γὰρ αἱ τῆς δυάδος πρὸς τὰς τῆς τριάδος κατ’ αὐτοὺς μονάδες μονάδας), κατὰ τὸ εἶδος δὲ συνέστηκε τὸ ἑαυτοῦ, οὐκ ἄν εἴη ἡ ἐν τῆ δυάδι μονὰς ἐνεργείᾳ, ὡς οὗτοι βούλονται, ἀλλὰ δυνάμει (δυνάμει γὰρ τὰ μόρια), πρὶν ἄν κοσμηθῇ τῷ εἴδει τῷ οἰκείῳ. αἰνίττεται δὲ διὰ τούτων ὅτι τὸ δυνάμει οὐ γενέσει μόνῃ καὶ χρόνῳ τοῦ ἐνεργείᾳ καὶ εἰδοπεποιημένου προτιθέασιν, ἀλλὰ καὶ λόγῳ καὶ οὐσίᾳ.

[*](p. 1084b23)

Αἴτιον δὲ τῆς συμβαινούσης ἁμαρτίας ὅτι ἅμα τῶν μαθημάτων ἐθήρευον καὶ τῶν λόγων τῶν καθόλου.

Τοὐ τὰ τοιαῦτα ἁμαρτάνειν καὶ εἶδος τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμοῦ λέγειν τὴν μονάδα καὶ ὕλην, καὶ προτέραν καὶ ὑστέραν, καὶ τὰ λοιπὰ ὅσα ἁμαρτάνειν αὐτοὺς ἔδειξεν, αἴτιον, φησίν, ἐστιὶ τὸ ἐκ τῶν μαθημάτων καὶ τῶν καθόλου λόγων ζητεῖν καὶ θηρεύειν τὰ πράγματα. καθόλου δὲ λόγους εἶπε τὰ μαθήματα, ὅτι οὐ τοῦ μερικοῦ τριγώνου τὰ συμπτώματα ὁ μαθηματικὸς θεωρεῖ, οὐδὲ τοῦ μερικοῦ κύβου ἢ τοῦδε τοῦ ἀριθμοῦ, ἀλλὰ τῶν καθόλου· παντὸς γάρ, φησί, τριγὠνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, καὶ πᾶς ἄρτιος ἀριθμὸς εἰς δύο ἴσα καὶ εἰς δύο ἄνισα διαιρεῖται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καθόλου μὲν οὖν διὰ τοῦτο εἶπε τὰ μαθήματα. ἀλλὰ καὶ λόγους δι’ αὐτὸ τοῦτο· οὐδὲν γὰρ τῶν καθόλου ἐν ὑπάρξει ἐστὶ καὶ πρᾶγμά τι, ἀλλὰ λόγος. ἐκ τῶν τοιούτων οὖν τὰς τῶν πραγμάτων ἐθήρευον ἀρχάς· διὰ γὰρ τὸ τὴν μονάδα ἀρχὴν εἶναι τῶν μαθηματικῶν ἀριθμῶν, ὅθεν τὸ αὐτοὲν καὶ εἰδητικοὺς ἀριθμοὺς καὶ τἆλλα πάντα ὅσα λέγειν αὐτοῖς συνέβη, ἐκάλουν τὴν ἀρχικὴν οὗτοι μονάδα οἷον στιγμήν· τὴν γὰρ μονάδα μηδενὶ ἄλλῳ διαφέρειν στιγμῆς ἢ τῷ μὴ κεῖσθαί που ἔλεγον. ὥσπερ οὗν, φησίν, οἱ περὶ Δημόκριτον ἐκ τῶν έλαχίστων στων καὶ ἀτόμων σωμάτων τὰ πράγματα συνετίθουν, οὕιως καὶ οὗτοι ἐκ τῆς ἀμεροῦς μονάδος καὶ τῆς ἀορίστου δυάδος ἢ τῆς στιγμῆς καὶ τοῦ πλήθους. ὥστε συμβαίνει αὐτοῖς ἐξ ὧν λέγουσι τὴν μονάδα ὕλην εἶναι τῶν ἀριθμῶν, εἴ γε ἐκ μονάδων ὡς ἐξ ὕλης ὁ ἀριθμός, καὶ προτέραν τῆς δυάδος καὶ πάλιν ὑστέραν. ᾗ μὲν γὰρ ἀρχικὴ καὶ εἰδοποιὸς κατ’ αὐτοὺς ἡ μονάς, ταύτῃ προτέραν αὐτὴν ἀνάγκη τῆς δυάδος εἶναι· ᾗ δὲ πάλιν ὅλον τι καὶ εἶδός ἐστιν ἡ δυάς, ὕλη δὲ αὐτῆς ἡ μονάς, ταύτῃ ὑστέρα [*](755) τῆς δυάδος. τὸ δὲ διὰ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν καὶ οὕτως ὡς μέρος ἔλεγον ἴσον ἐστὶ τῷ συμβαίνει αὐτοῖς τὸ ἓν καθόκαθ' [*](1 καθ' ἑαυτὴν Syr.: καθ’ ἣν αὐτὴν ALM2 ἀποδιαληφθεῖσα Syr. 4 τῶν om. Syr. 6 οὐκ] οὐδὲν Syr. 9 ἐνεργεία] ὅλου Syr. 12 καὶ ἐκ τῶν λόγων Metaph. 23 πρᾶγμά TtBonitz: πράγματι libri 24 τῶν (post εἶναι) L: om. Α 25 εἰδητικοὺς M: εἰδικοὺς AL 28 ἔλεγον Α: ἔφασκον LM2 29 ἀτόμων L Syr.: αὐτομάτων Α)

776
λοῦ τε λέγειν καὶ μέρος· καθὸ μὲν γὰρ τὸ ἓν περιληπτικὸν ἔλεγον πάντων τῶν ἀριθμῶν, ταύτῃ καὶ καθόλου αὐτὸ ἀπεφαίνοντο· ᾗ δὲ πάλιν μέρος ἐστὶ τῆς δυάδος, οὐκ ἔστι καθόλου ἀλλὰ μέρος. ἀλλ’ ἀδύνατον τὴν αὐτὴν καὶ μίαν μονάδα πάντων τε τῶν ἀριθμῶν εἶναι περιληπτικὴν καὶ διὰ τοῦτο καθόλου, καὶ μόριον τῆς δυάδος καὶ τριάδος καὶ ἑκάστου τῶν ἀριθμῶν τὸ ἐλάχιστον.

[*](p. 1084b32)

Ei δὲ τὸ ἓν αὐτὸ δεῖ μόνον ἄθετον εἶναι· οὐθενὶ γὰρ διαφέρει ἡ ὅτι ἀρχή.

Ἑν αὐτὸ λέγει τὸ ἀρχικὸν ἕν. ὃ δέ φησι τοιοῦτον ἄν εἴη. εἰ δεῖ τὸ ἓν αὐτὸ ἄθετον εἶναι οὐδενὶ γὰρ τῆς στιγμῆς διαφέρει εἰ μὴ δυσί, τῷ τε ἄθετον εἶναι καὶ τῷ ἀρχήν), ἀθέτου δὴ ὄντος αὐτοῦ ἐπειδὴ αὐτῷ τῷ ἑνί ταὐτὸν δὲ εἰπεῖν τῆ ἀρχικῇ μονάδι) ὁμοιοτέρα ἐστὶν ἡ ἐν τῇ δυάδι μονὰς ἤπερ (ἡ δυάς ἡ μὲν γὰρ δυὰς διαιρετή, ἡ δὲ μονὰς ἡ ἐν αὐτῇ ἀδιαίρετος, τὸ δὲ ἀδιαίρετον τῷ ἀδιαιρέτῳ ὁμοιότερον ἤπερ τὸ διαιρετόν), ἐπεὶ οὖν ὁμοιοτέρα ἡ ἐν τῇ δυάδι μονὰς τῇ ἀρχικῇ μονάδι, τὸ δὲ τῆ ἀρχῇ ὁμοιότερον πρότερον, προτέρα ἂν εἴη ἡ μονὰς ἡ ἐν τῇ δυάδι τῆς δυάδος. οὔ φασι δὲ τοῦτο ἐκεῖνοι, ἀλλ’ εὐθὺς μετὰ τὴν ἀρχικὴν μονάδα τὴν δυάδα τάττουσιν. ἔτι, φησίν, ἐπειδὴ ἡ αὐτοδυὰς ἐν τι ἐστὶν ὥσπερ ὁ Σωκράτης καὶ ἡ αὐτοτριὰς ὁμοίως ἕν τι, ἔσονται ἀμφότεραι δυάς. ὅπου γὰρ δύο ἕνα, δυὰς ἐκεῖσε ἐξ ἀνάγκης. ἐκ τίνος οὖν ἔσται αὕτη ἡ δυάς; οὐ γὰρ δὴ ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος· ἐξ αὐτῶν γὰρ , ἡ αὐτοδυὰς ἦν καὶ ἡ αὐτοτριάς.

[*](p. 1085a3)

Ἀπορήσειε δ’ ἄν τις καὶ ἐπεὶ ἁφὴ μὲν οὐκ ἔστιν ἐν τοῖς ἀριθμοῖς, τὸ δ’ ἐφεξῆς.

Ὅτι μὲν ἐν τοῖς ἀριθμοῖς ἁφὴ οὐκ ἔστιν, οὐδ’ ἅπτεται μονὰς μονάδος οὐδ’ ὅλως ἀμερὲς ἀμεροῦς, μόνον δ’ ἐφεξῆς εἰσι, δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει. ὃ δὲ ἐνταῦθα λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ αἱ μονάδες τῆς δυάδος οὐχ ἅπτονται, οὐδὲ ἔστι μεταξὺ τῶν τοιούτων δύο μονάδων οὐδὲν ἀλλ’ ἐφεξῆς εἰσιν, ὁμοίως ἐπὶ τῶν ἐν τῇ αὐτοτριάδι, πότερον, φησίν, ἐφεξῆς τῷ ἑνὶ αὐτῷ ἢ οὔ; ὃ βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴ. ῥηταὶ, ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· πότερον τῷ ἑνὶ τῷ πρώτῳ καὶ ἀρχικῷ χικῷ τὴν πρώτην τῆς αὐτοδυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ; εἴτε γὰρ τάξαιμεν, ἔσται ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἐφεξῆς αὐτῷ μονάδος δυὰς πρὸ τῆς αὐτὸ δυάδος, καὶ πρώτη αὐτῆς, ὅπερ οὗτοι οὐ βούλονται· εἴτε [*](756) [*](1 γὰρ M: om. AL 3 οὐκ ἔστι Α: οὐκέτι L 4 περιληπτικὴν L: περιληπτικὸν Α 11 εἶναι M1: om. AL: ind. Μ2 16 ἀρχῇ L: ἀρχικῇ Α 17 δυάδος Α: μονάδος LM2 19 ἀμφότεραι AM1: ἀμφότερα LM2 24 τὸ δ’ ἐφεξῆς M: δ᾿ om. AL 26. 27 ἐν τῇ Φυσικῇ ἀκροάσει] E 3 p. 227a20 30 αὐτῷ Bouitz: αὐτῶν libri 31 τῶ ἑνὶ L: om. Α)

777
μὴ τάξαιμεν, τίς ἄν εἴη τούτου αἰτία; καὶ πότερον ἡ δυὰς προτέρα τῷ ἐφεξῆς; τουτέστι καὶ πότερον τὴν δυάδα φήσομεν αὐτὴν ἐφεξῆς εἶναι τῷ πρώτῳ ἑνί, ἢ τὴν ἐν τῇ δυάδι μονάδα ὡς ὁμοιοτέραν οὖσαν τῷ ἑνί; εἰ μὲν δὴ τὴν δυάδα, ἔσται ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ τῆς δυάδος αὐτῆς ὁ τριὰς πρὸ τῆς αὐτοτριάδος καὶ πρώτη αὐτῆς· εἰ δὲ τὴν μονάδα, ὁ πρότερος ἥξει λόγος· δυὰς γὰρ ἔσται πρὸ δυάδος αὐτῆς.

[*](p. 1085a7)

Ὁμοόως δὲ καὶ περὶ τῶν ὑστέρων γενῶν τοῦ ἀριθμοῦ συμβαίνει τὰ δυσχερῆ.

τίνα ἐστὶ τὰ ὕστερα γένη τοῦ ἀριθμοῦ, αὐτὸς ἐκτίθεται, τὸ μακρὸν λέγων καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν. λέγει δὲ ὅτι βουλόμενοι καὶ τὰ μεγέθη παράγειν ἀπὸ τῶν δύο ἀρχῶν, τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἐκ μὲν τῆς δυάδος φασὶ τήν τε γραμμὴν τὸ μακρὸν καὶ βραχὺ λαβεῖν, τό τε ἐπίπεδον τὸ πλατὺ καὶ στενόν, τό τε στερεὸν τὸ βαθὺ καὶ ταπεινόν· ταῦτα γὰρ τὸ μακρὸν καὶ βραχὺ καὶ τὰ λοιπὰ εἴδη ἐκάλουν τοῦ μεγάλου καὶ μικροῦ τοῦ ἐν τῇ ἀορίστῳ δυάδι. τὴν δὲ κατὰ τὸ ἕν, φησίν, ἀρχὴν οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, οἷον δυάδα μὲν γραμμῇ, τριάδα δὲ ἐπιπέδῳ, τετράδα δὲ στερεῷ τοιαῦτα γὰρ ἐν τοῖς Περὶ φιλοσοφίας ἱστορεῖ περὶ Πλάτωνος, δι’ ὃ καὶ ἐνταῦθα βραχέως καὶ συντόμως τὴν τούτων ἐξέθετο διάνοιαν), οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν. ἀλλὰ καὶ ἐν τούτοις, φησί, μυρία ἕπεται τὰ ἀδύνατα καὶ πλασματώδη. καὶ ἐπάγει ἐκ τῶν πολλῶν ὀλίγα λέγων, εἰ μὴ σύνεισιν ἀλλήλαις αἱ ἀρχαὶ μηδὲ συνακολουθεῖ ἐν τῷ μακρῷ καὶ βραχεῖ τὸ πλατὺ καὶ στενὸν καὶ βαθὺ καὶ ταπεινόν, καὶ πάλιν τῷ πλατεῖ καὶ στενῷ τὸ βαθὺ καὶ ταπεινὸν καὶ μακρὸν καὶ βραχύ, ὁμοίως καὶ τῷ βαθεῖ καὶ ταπεινῷ ἐκεῖνα· εἰ οὖν μὴ ἀκολουθοῖεν ἀλλήλοις ἀλλὰ κεχωρισμένα ἐστὶν ἀπ’ ἀλλήλων καὶ πάντῃ ἀκοινώνητα, καὶ αἱ ἐξ αὐτῶν γινόμεναι διαστάσεις ἥ τε γραμμὴ καὶ τὸ ἐπίπεδον καὶ τὸ στερεὸν ἀπολελυμέναι λελυμέναι καὶ κεχωρισμέναι ἔσονται (τὰ γὰρ ἐκ διαφόρων ἀρχῶν στάντα οὐκ ἀναγκάζεται ἅμα εἶναι), ὥστε ἔσται ἐπίπεδον ἄνευ γραμμῆς καὶ στερεὸν χωρὶς ἐπιπέδου, ὅπερ ἐστὶν ἀδυνατώτατον. εἴτε σύνεισιν ἀλλήλοις τὸ μακρὸν καὶ τὸ πλατὺ καὶ τὰ λοιπά, ταὐτὸν ἔσται τῇ γραμμῇ καὶ τῷ στερεῷ τὸ ἐπίπεδον καὶ ταῦτα ἐκείνῳ, ὥστε ἔσται τὸ ἐπίπεδον γραμμἡ καὶ τὸ στερεὸν ἐπίπεδον καὶ γραμμή. ἑπομένων γὰρ τῶν ἀρχῶν καὶ συνουσῶν ἀλλήλαις καὶ μηδὲν διαφερουσῶν καὶ τὰ ἐξ αὐτῶν οὕτως ἕξει. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται. κατὰ δὲ τὴν λέξιν ὧδε [*](1 τούτου L Syr.: τούτων Α 2 τῶν ἐφεξῆς Metaph. 10 καὶ στενὸν καὶ πλατὺ L 12 ἐκ—δυάδος Α· om. L: ind. M2 13 τὸ στενὸν καὶ πλατύ L 18 γραμμῇ Α: γραμμήν L 22 τὰ ἀδύνατα L: τὰ om. Α 26 βαθεῖ καὶ ταπεινῷ M1: πλατεῖ καὶ στενῷ ALM2 28 γινόμεναι A: γενόμεναι L 30 ἀναγκάζεται ALM2 Syr.: ἀνάγκη M1 Bonitz 31 ἀδυνατώτατον Α: ἀδύνατον LM2)

778
ἔχει· ἀπολελυμένα τε γὰρ συμβαίνει, εἰ μὴ συνακολουθοῦσι καὶ [*](757) αἱ ἀρχαί, ἀρχαί, εἰ μὴ συνακολουθοῦσιν ἀλλήλαις αἱ ἀρχαὶ οὕτως ὥστε εἶναι τὸ πλατὺ καὶ στενὸν καὶ μακρόν, ἤτοι ὥστε συνεῖναι καὶ ταὐτὸν ὑπάρχειν τὸ στενὸν τῷ μακρῷ καὶ πλατεῖ, ἀπολελυμένα καὶ κεχωρισμένα ἀπ’ ἀλλήλων ἔσται καὶ τὰ μεγέθη, καὶ οὐκ ἔσται ἐν τῷ ἐπιπέδῳ γραμμή. τὸ δὲ εἰ δὲ τοῦτο ἀντὶ τοῦ εἰ δὲ σύνεισιν ἀλλήλαις αἱ ἀρχαί, συμβαίνει τὰ εἰρημένα. ἔτι δέ, φησίν, αἱ γωνίαι καὶ τὰ σχήματα καὶ τὰ τοιαῦτα πῶς ἀποδοθήσεται κατὰ λόγον καὶ πῶς ἐκ τῶν πολυθρυλήτων αὐτῶν ἀρχῶν δυνήσονται ποιεῖν; τί γὰρ ἐν τούτοις τὸ ὑπερέχον καὶ τί τὸ ἐλλεῖπον; τὴν μὲν γὰρ ὀρθὴν γωνίαν ἔλεγον εἶναι κατὰ τὴν μονάδα, ὀξεῖαν δὲ καὶ ἀμβλεῖαν κατὰ τὴν ἀόριστον δυάδα, ἀφ’ ἧς αὐταῖς τό θ’ ὑπερέχειν καὶ ὑπερέχεσθαι. ἀλλὰ καὶ τῶν σχημάτων τὰ μὲν ἐν ἰσότητι καὶ ταὐτότητι θεωρούμενα, ὡς τὰ τετράγωνα καὶ τοὺς κύβους, ἐκ τῆς μονάδος ἔλεγον, τὰ δὲ ἀνισότητι καὶ ἑτερότητι κατεχόμενα ἐκ τῆς δυάδος. ταῦτα δὲ πάντα πλασματώδη καὶ ἀδύνατα. ταῦτα εἰπὼν λέγει ὅτι ὥσπερ τὸ περιττὸν καὶ ἄρτιον πάθη εἰσὶν ἀριθμοῦ, ταὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τούτων, καί εἰσι μήκους μὲν πάθη τὸ περιφερὲς καὶ εὐθύ, πλάτους δὲ τὸ στενὸν καὶ πλατύ, βάθους δὲ τὸ ταπεινὸν καὶ ὑψηλόν· οὐ μὴν ἐκ τούτων, τῆς τε ἀορίστου φημὶ δυάδος καὶ τοῦ ἑνός, ἔστι τὸ μέγεθος, ὥσπερ οὐδὲ ἐξ εὐθέος καὶ καμπύλου τὸ μῆκος καὶ τὰ λοιπὰ ἃ σαφῶς αὐτὸς καταλέγει.

[*](p. 1085a23)

Πάντων δὲ κοινὸν τούτων ὅπερ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους συμβαίνει διαπορεῖν καὶ τὰ ἐξῆς.

Πᾶσι τούτοις, φησί, τοῖς χωριστοὺς τιθεμένοις τοὺς ἀριθμοὺς καὶ πρὸς τούτοις καὶ τὰ μεγέθη κοινὸν ἕπεται ἁμάρτημα, ὅπερ ἄν εἵπετο καὶ τοῖς τὸ καθόλου ζῷον χωριστὸν καὶ καθ’ αὑτὸ ὑποτιθεῖσιν, ἀλλὰ μὴ ἐννόημα· τικὸν καὶ μόνῳ τῷ νοεῖσθαι τὸ εἶναι ἔχον ὥσπερ γὰρ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους, ἤτοι τῶν ἅμα καὶ γενῶν καὶ εἰδῶν ὄντων πρὸς ἄλλο μέντοι καὶ ἄλλο, συμβαίνει διαπορεῖν εἴ τις αὐτὰ χωριστὰ θείη, τὸ ἆρα τὸ καθόλου καὶ χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ζῷόν ἐστι τὸ ἐν τοῖς καθ’ ἕκαστα ζῴοις εὑρισκόμενόν τε καὶ συγκατατεταγμένον αὐτοῖς, ἢ ἄλλο μὲν αὐτὸ ἄλλο δὲ τὸ συνὸν τοῖς καθ’ ἕκαστα. τοῦτο γὰρ οὐδεμίαν ποιήσει ἀπορίαν μὴ χωριστοῦ ὄντος τοῦ καθόλου ἀλλὰ ψιλῆς ἐπινοίας ὄντος. εἰ μὲν γὰρ ἦν καθ’ αὑτὸ τὸ ζῷον, ὥσπερ ἐγώ, τότ’ ἄν ἦν ἄλυτος ἡ ἀπορία, εἴτε ταὐτὸν τῷ συνόντι τοῖς καθ’ ἕκαστα εἴτε ἕτερον ἔλεγον. εἰ μὲν γὰρ ταὐτὸν ἔφησαν, εἰκὸς | ἦν ζητεῖν, πῶς ἡ μία φύσις εἰς ἄπειρα [*](758) [*](1 γὰρ ἀλλήλων συμβαίνει Metaph. 4 πλατεῖ L: στενῷ Α 5 οὐκ Α: om. L 16 ἀριθμοῦ L: ἀριθμῶν Α 20 εὐθέος AM1: εὐθείας LM2 24 χωριστοὺς ριστοὺς AM1: om. L: ind. M2 25 ὅπερ Α: ὅπως L 29 μέντοι L: μέν τι A 31 τε LM: τι Α 35 ἡ ἀπορία LM: ἡ om. Α ἔλεγον Μ: ἔλεγεν AL 36 μὲν L: μὴν Α)

779
κατακερματισθεῖσα ἀπαράλειπτός ἐστι καὶ ὅλη καὶ ἐν ἐμοὶ καὶ ἐν Σωκράτει καὶ ἐν ἵππῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν· ὥσπερ γὰρ ὁ Σωκράτης ἐν πλείοσιν οἰκίαις ὅλος ἅμα εἶναι οὐ δύναται, ἀλλ’ εἴπερ ἄρα, ἡ μὲν χεὶρ αὐτοῦ ἐν τῇδε τῇ οἰκίᾳ καὶ ὁ ποὺς αὐτοῦ ἐν ἄλλῃ καὶ τὰ ἄλλα, οὕτως οὐδὲ ἡ τοῦ ζῴου φύσις καὶ οὐσία εἰ καθ’ αὑτὴν ἦν, ἐν ἐμοὶ τελεία καὶ ἀπραράλειπτος λειπτος εἶναι ἠδύνατο. ἀλλ’ εἰ μὲν ταὐτόν τις τοῦτο τῷ συνόντι τοῖς καθ’ ἕκαστα ἔλεγε, ταῦτα καὶ ἄλλα μυρία· εἰ δὲ ἕτερον, ἐπειδὴ τὸ συνὸν ἡμῖν οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, τίς ἡ φύσις αὐτοῦ ἐστιν ἠναγκάσθη ἄν λέγειν. ἀχωρίστου δὲ καὶ ψιλῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντος (τὰ δὲ ἐν ἐπινοίᾳ τὸ εἶναι ἔχοντα μὴ ὄντα ἐστίν) οὐδεμίαν ἕξει χώραν ἡ ἀπορία. ὕπαρξιν γὰρ μὴ ἔχοντος τοῦ καθόλου καὶ μὴ ὄντος ὑπάρχοντος, πῶς ἂν ζητοῖμεν εἰ ταὐτόν ἐστι τῷ συνόντι τοῖς καθ’ ἕκαστα; ὡς οὖν ἐπὶ τοῦ ζῴου, οὕτω καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν ἀριθμῶν καὶ τῶν διαστάσεων ἀχωρίστων ρίστων μὲν ὄντων οὐχ ἕξει ἀπορίαν, χωριστῶν δέ, ὡς οἱ ταῦτα λέγοντες λέγουσιν, οὐ ῥᾴδιον διαλῦσαι τὰς ἐπαχθησομένας αὐτοῖς ἀπορίας, εἰ μὴ ῥᾴδιον δεῖ λέγειν τὸ ἀδύνατον, τουτέστιν εἰ δεῖ οὐ ῥᾴδιον λέγειν ἀλλὰ μὴ ἀδύνατον, τουτέστι κρεῖττόν ἐστι λέγειν ὅτι ἀδύνατόν ἐστι λῦσαι αὐτὰς ἤπερ λέγειν μὴ ῥᾴδιον. τὸ γὰρ μὴ ῥᾴδιον κἂν γενήσεται, τὸ δ’ ἀδύνατον οὐδαμῶς. τοῦτ’ εἰπὼν πάλιν ἐρωτᾷ λέγων ὅταν γὰρ ἐννοῇ τις ἐν τῇ αὐτοδυάδι καὶ ὅλως ἐν ἀριθμοῖς τὸ ἕν, πότερον αὐτὸ νοεῖ τι, τουτέστι τὸ ἀρχικὸν ἓν ἐν αὐτῇ νοεῖ, ἢ ἄλλο τι; εἰ μὲν γὰρ τὸ ἀρχικόν, ἔσται μέρος, ὡς πρὸ ὀλίγου εἴρηται, ὡς ἐν αὐτῇ ὄν, ἀλλὰ καὶ καθόλου, ὡς πολλῶν περιληπτικόν· εἰ δὲ ἕτερον, πότερον αὐτὸ θήσομεν ἐφεξῆς τῷ ἀρχικῷ ἑνί, ἢ τὴν δυάδα ἐν ᾗ ἐστι· καὶ πάλιν ἥξουσιν οἱ προρρηθέντες λόγοι.

ταύτα εἰπὼν ἐπάγει οἱ μὲν οὖν αὐτῶν τὰ μεγέθη γεννῶντες ἦσαν, ὥσπερ εἴρηται, ἐκ τοιαύτης ὕλης, ἤτοι τῆς ἀορίστου δυάδος, τὸ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ ταπεινὸν καὶ ὑψηλόν, ἐκ δὲ τούτων γραμμήν, ἐπίπεδον, στερεόν· ἕτεροι δὲ οὐ τὰς ἀριθμητικὰς ἀρχὰς καὶ τῶν μεγεθῶν ἀρχὰς ἔλεγον, ἀλλ’ ἀνάλογον ταῖς ἀριθμητικαῖς ἀρχαῖς ἵστασαν τὰς γεωμετρικάς, στιγμὴν ἀντὶ τοῦ ἑνὸς παραλαμβάνοντες, οὐκ οὖσαν μὲν ὅπερ τὸ ἓν ἀλλ’ ἀνάλογον τῷ ἑνὶ ταττομένην, καὶ ἄλλο τι οὐκ ὂν μὲν ὅπερ ἡ δυάς, ἀνάλογον δὲ τῇ ἀρχῇ ταύτῃ παραλαμβανόμενον ὑπ’ αὐτῶν, [*](759) ὅπερ οἷον πλῆθος ἐκάλουν. ἡ δὲ λέξις ἡ καὶ ἄλλης ὕλης οἵας τὸ πλῆθος, ἀλλ’ οὐ πλήθους σαφεστέρα ἂν ἦν, εἰ οὕτως εἶχεν ῾καὶ ἄλλης ὕλης οἷον τὸ πλῆθος, ἀλλ’ οὐ πλῆθος', ἵν’ ἦν ἀντὶ μὲν τοῦ οἵας τὸ οἷον, ἀντὶ δὲ τοῦ πλήθους, ὅπερ ἐστὶ γενικὴ τῶν ἑνικῶν, πλῆθος εὐἀπαράληπτος [*](1 L 2 ἐν ἵππῳ L: ἐν om. Α 5 οὐσία εἰ L: εἰ post οὐδὲ (4) transponit Α 6 τῷ L: τὸ Α 8 αἰσθητική, τίς L coui. Bonitz: αἰσθητική τις Α 9 εἶναι LM: om. Α τὰ δὲ ἐν ALM2: ἐπειδὴ τὰ Ml Bonitz 15 ῥᾴδιον λῦσαι iletaph. vulg. 16 τὸ L: ὅτι A 19 20 ἐννοῇ] νοῇ Metapb. 21 νοεῖ τι] sic AL; cf. Bouitz ail ilet. p. 1085a31 30 ἔλεγον εἶναι Syr. ἵστασαν e Syriano Bonitz: ἱστᾶσι AL 32 ὅπερ ἓν et 33 ὅπερ δυὰς Syr. 36 ἀλλ’ οὐ πλῆθος om. L: in margine add. L2)

780
θεῖα τῶν ἑνικῶν. ἐκ μὲν οὖν τῆς στιγμῆς καὶ τοῦ οἷον πλήθους οὗτοι ταῦτα γεννῶντες οὐδὲν ἧττον τοῖς ἐκ τῆς δυάδος καὶ τοῦ ἑνὸς γεννῶσιν εἰσῆγον αὐτοὶ δυσχερῆ ὅτι μὴ καὶ μᾶλλον. καὶ τίνα τὰ δυσχερῆ, λέγει· εἰ μὲν γὰρ μία, φησίν, ὕλη ἐστὶ τῆς γραμμῆς καὶ ἐπιπέδου καὶ στερεοῦ καὶ ἀδιάφορος, ἐπειδὴ καὶ τὸ εἰδητικὸν ἡ στιγμὴ ἓν καὶ τὸ αὐτό, ἔσται καὶ ἡ γραμμὴ ἡ αὐτὴ τῷ ἐπιπέδῳ, καὶ ἔσται τὸ ἐπίπεδον γραμμὴ καὶ ἡ γραμμὴ ἐπίπεδον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τοῦ στερεοῦ λέγειν ἀνάγκη. εἰ δὲ πλείους αἱ ὗλαι καὶ ἑτέρα μὲν ἡ τῆς γραμμῆς ἑτέρα δὲ ἡ τοῦ ἐπιπέδου πέδου καὶ ἑτέρα ἡ τοὐ στερεοῦ, ἤτοι ἀκολουθοῦσι καὶ σύνεισιν ἀλλήλαις ἢ οὔ. εἰ μὲν οὖν σύνεισι, ταὐτὸν ἔσται τὸ ἐπίπεδον τῇ γραμμῇ καὶ τῷ στερεῷ, εἰ δὲ μὴ σύνεισιν, οὐχ ἕξει τὸ ἐπίπεδον γραμμήν. Ἕτι, φησί, πῶς δυνατὸν ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνὸς εἶναι τὸν ἀριθμόν; οἱ δὲ ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνὸς κἂν δὴ ἐπιχειρήσωσι, φησίν, εἰπεῖν ὁπωσοῦν, τὰ αὐτὰ αὐτοῖς ἕψεται δυσχερῆ, ἅπερ καὶ τοῖς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος εἶναι λέγουσιν εἵπετο. καὶ ἄλλος μέν τις, φησί, τῶν Πυθαγορείων ἐκ τοῦ κατηγορουμένου καθόλου ἤτοι τοῦ καθόλου πλήθους, ἀλλ’ οὐ τινὸς πλήθους, καὶ τοῦ ἑνὸς γεννᾷ τὸν ἀριθμόν, ὁ δὲ Πλάτων ἐκ τοῦ τινὸς πλήθους τοῦ πρώτου δὲ καὶ τοῦ ἑνός. λέγει δὲ τὶ πλῆθος καὶ πρῶτον τὴν ἀόριστον δυάδα· πρώτη γὰρ τοῦ ἐν τρισὶ καὶ τέτρασι καὶ τοῖς ἐφεξῆς θεωρουμένου πλήθους αὕτη. ὥστε, φησίν. οὐδὲν διαφέρει, ἀλλ’ αἱ ἐκείνοις ἑπόμεναι ἀπορίαι καὶ τούτοις ἕψονται. καὶ ἐπάγει ἀπορίαν λέγων μῖξις ἢ κρᾶσις ἢ θέσις ἢ γένεσις, τουτέστι μίξει ἢ κράσει ἢ γενέσει τὴν συνέχειαν οἱ ἀριθμοὶ ἔχουσι. κατ’ οὐδένα γὰρ τούτων τῶν τρόπων, ὡς πολλάκις εἴρηται, ἐνδέχεται συνεχῆ εἶναι τὸν ἀριθμόν.

[*](p. 1085b12)

Μάλιστα δ’ ἄν τις ἐπιζητήσειεν εἰ μία ἑκάστη μονάς, εκ τινος εστιν.

Ὅ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἑκάστη μονὰς τῆς αὐτοδυάδος καὶ αὐτοτριάδος καὶ τῶν λοιπῶν μία καὶ ἀμερὴς καὶ ἀδιαίρετός ἐστιν, ἐκ τίνος γέγονεν; οὐ γὰρ δὴ ἡ ὑλικὴ μονὰς ἡ ἐν τῇ δυάδι ἡ ἀρχικὴ μονάς ἐστι κατ’ αὐτούς, ἵνα φῶσιν ὡς οὐκ ἔκ τινος γέγνεν. ἀντὶ δὲ τοῦ εἰπεῖν [*](760) ἀρχικὴν μονάδα εἶπεν αὐτὸ τὸ ἕν. ἐπειδὴ οὖν ἡ ὑλικὴ μονὰς οὐκ ἔστιν ἡ ἀρχική, ἐκ τίνος αὕτη γέγονεν; ἢ ἄν ἐκ τοῦ καθόλου πλήθους καὶ τοῦ ἑνός, ἢ μορίου τοῦ πλήθους ἤτοι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός. ἀλλὰ τὸ μὲν πλῆθός τι εἶναι τὴν ὑλικὴν μονάδα καὶ ὅλως ἐκ τῆς ἀορίστου δυάδος αὐτὴν γεννᾶν ἄτοπον· ἡ μὲν γὰρ ὑλικὴ μονάς, ὡς καὶ αὐτοί [*](1 πλήθους ex πλῆθος corr. L 2 ante τοῖς fort, addendum ταὐτὰ 3 τὰ δυσχερῆ L: τὰ om. Α 5 εἰδητικὸν AM1 εἰδικὸν LM2 7 τοῦ στερεοῦ L: τοῦ om. Α 9 ἀκολουθοῦσι L: ἀκολουθοῦσαι Α ἀλλήλαις L: ἀλλήλοις Α 13 οἱ AL: εἰ M Bonitz 18 post ἑνός add. γεννᾷ LM2 19 τὶ Α: τὸ L 20 τοῖς lirandis: τῶν Α: τοῦ LM2 21 οὐδὲν L: οὐδὲ Α 23 post γενέσει add. ἡ θέσει M1)

781
φασιν, ἀδιαῴετος, ἡ δὲ ἀόριστος δυὰς δυοποιός (καὶ τοῦτο γὰρ προαυνοῦσι) καὶ δυναμένων διαιρεῖσθαι γεννητική. οὔτε οὖν ἐκ τῆς ἀορίστου δυάδος δυνατὸν αὐτὴν εἶναι, οὔτε ἐκ μορίου τῆς ἀορίστου δυάδος· τὸ γὰρ ἐκ μορίου τῆς ἀορίστου δυάδος τὴν τῆς αὐτοδυάδος λέγειν μονάδα ἄλλας πάλιν ἔχει δυσχερείας. καὶ ἐπάγει αὐτὰς λέγων ι ἕκαστον γ ἂρ τῶν μορίων τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, ἀνάγκη ἀδιαίρετον εἶναι ἢ πλῆθος, τουτέστι διαιρετόν.’ ἐπειδὴ γὰρ πᾶν πλῆθος διαιρετόν ἐστιν ἀντὶ τοῦ εἰπεῖν διαιρετὸν εἶπε πλῆθος, καὶ σαφηνίζων ἐπήγαγε καὶ τὴν μονάδα διαἱρετήν. καὶ εἴη ἄν τὸ τῆς λέξεως καὶ πᾶν καὶ σαφὲς τοιοῦτον· ἐκαστον γὰρ τῶν μορίων τοῦ ἀριθμοῦ ἢ ἀδιαίρετον ἀναγκαῖον εἷναι ἢ πλῆθος καὶ διαιρετὴν εἶναι τὴν μονάδα, ἤτοι ἢ πλῆθος εἶναι τὴν μονάδα· τί δὲ τοῦτό ἐστι; διαιρετήν. ἀλλὰ τὸ μὲν διαιρετὴν αὐτὴν εἶναι ἀδύνατον· ἀδιάρετον δ’ οὖσαν οὐκ ὅν εἴη τὸ στοιχεῖον τῶν μονάδων καὶ ὅλως τῶν ἀριθμῶν, ὡς αὐτοί φασι, τὸ πλῆθος καὶ τὸ ὅν, οὐδὲ ἔσται ἐκ πλήθους καὶ ἑνὸς ἡ μονάς· τὸ γὰρ ἐκ πλήθους καὶ ἑνὸς πλῆθος καὶ διαιρετόν, ἀλλ’ οὐκ ἀμρὲς καὶ ἀδιαίρετον.

[*](p. 1085b23)

ἔτι ζητητέον καὶ περὶ τοὺς οὕτω λέγοντας.

Καὶ τοὺς ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνός, φησί, τοὺς ἀριθμοὺς ποιοδντας ζητεῖν ἄξιον ὥσπερ καὶ τοὺς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος γεννῶντας, πότερον ὁ ἀριθμὸς ἄπειρός ἐστιν ἢ πεπερασμένος. οὐ περὶ τοὺ ἀριθμοῦ δὲ ζητεῖ νῦν εἴτε ἄπειρός ἐστιν εἴτε πεπεράτωται (τοῦτο γὰρ προὔτεινε πρότερον), ἀλλὰ περὶ τοὐ πλήθους τοῦ ἐν τῇ δυάδι, ὃ καὶ τὶ πλῆθος εἴρηκεν, οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο. καὶ εἴη ἄν τὸ πότερον ἄπειρος ὁ ἀριθμὸς ἢ πεπερασμένος ἴσον τῷ πότερον ἄπειρόν τι πλῆθος τὸ ἐν τῇ δυάδι ἢ πεπερασμένον. καὶ ὅτι μὲν ἄπειρον οὐκ ἄν εἴη πρόδηλον. ἔσται γὰρ καὶ σῶμά τι ἄπειρον, οὗ ἔσται τὸ ἄπειρον πλῆθος ἰδέα. ὅτι δὲ πεπερασμένον, εἴπερ ἔστιν, ἐνδέχεται εἶναι, συνίστησι λέγων ὑπῆρχε γάρ, ὡς ἔοικε, καὶ πεπερασμένον πλῆθος, ὃ ἴσον ἐστὶ τῷ ἐπεῖδ’ ἡ γὰρ ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνός εἰσιν αἱ μονάδες, πεπερασ- μένον ἄν εἴη τὸ πλῆθος· καὶ γὰρ καὶ αἱ ἐξ αὐτοῦ μονάδες καὶ τοῦ ἑνὸς πεπερασμέναι ἤτοι ἀμερεῖς εἰσιν, ἐκ τοῦ ἀπείρου δὲ ἀμερὲς γενέσθαι [*](761) οὐκ ἐνδέχεται. ἀλλὰ μὴν οὐδὲ τοῦτο δυνατὸν τὸ ἐκ πλήθους ὁποιουοῦν γίνεσθαι μονάδα. ἔτι τε, φησίν, ἕτερόν ἐστι τὸ πλῆθος καὶ τὸ ἄπειρον πλῆθος, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ ἄλογον ζῷον. ὡς γὰρ τὸ ζῷον διαιρεῖτι εἰς λογικὸν ζῷον καὶ ἄλογον ζῷον, οὕτω καὶ τὸ πλῆθος εἰς ἄπειρον καὶ πεπερασμένον πλῆθος. ἐπεὶ οὖν ἕτερον τὸ πλῆθος καὶ τὸ ἄπειρον [*](1 δὲ Λ: καὶ L 1. 2 προσκυνοῦσι] τͅροσφιλονεικοῦσι coni. Bouitz 8. 9 διαιδιαίνων M: διαιρετόν AL 12. 13 exspectes ἀδιαιρέτου δ’ οὔσης 17 περὶ] παρὰ MetapL. 20. 21 τοῦ ἀριθμοῦ M’: τῶν ἀριθμῶν ALM- et Syrianus, ω pergit εἴτε πἑ̓͂ερἀτωνται εἴτε μή 20 τι Λ: τό L 32 ὁποιουοῦν L : ὁποιονοῦν Α)

782
πλῆθος, ποῖον πλῆθος στοιχεῖόν ἐστι τῶν μονάδων καὶ ποῖον ἕν, τὸ ἀρχικὸν ἢ ἡ στιγμή: οὐδὲν γὰρ ἐκ τούτων στοιχεῖον τῶν μονάδων εἶναι δύναται, ὡς δέδεικται.

[*](p. 1085b27)

‘Oμοίως δὲ καὶ περὶ τῆς στιγμῆς ζητήσειεν ἄν τις <καὶ> τοῦ στοιχείου ἐξ οὗ ποιοῦσι τὰ μεγέθη.

Ἠ στιγμὴ καὶ τὸ στοιχεῖον ἐκ παραλλήλου κεῖται, καὶ ἔστιν ἴσον τῷ ὁμοίως δὲ καὶ περὶ στιγμῆς, ἣν στοιχεῖον ποιοῦσι τῶν μεγεθῶν, ζητήσειεν τήσειεν ἄν τις πότερον αὕτη μόνη ἐστὶν ἢ καὶ ἄλλαι χωρισταὶ στιγμαί. ἀλλ’ ὅτι μὲν καὶ ἄλλαι εἰσὶ στιγμαὶ παρὰ τὴν πρώιην χωριστὴν στιγμὴν καὶ οὗτοι βοῶσι· λεγέτωσαν οὖν ἐκ τίνος αὗται καὶ πόθεν. οὐ γὰρ δὴ ἀμερεῖς οὖσαι ἐκ τῆς ἀρχικῆς στιγμῆς ἔσονται καὶ διαστήματος ἤτοι πλήθους τινός, ὥσπερ οὐδὲ αἱ μονάδες. ἀλλὰ μὴν οὐδὲ τὰ μόρια τοῦ διαστήματος, στήματος, ἀφ’ ὧν καὶ τῆς πρώτης στιγμῆς γεγονέναι τις φήσει τὰς στιγμάς, ἀδιαίρετα δυνατὸν λέγειν, ἵνα εἰ ἐξ αὐτῶν καὶ τῆς πρώτης λέγοι τις· γενέσθαι τὰς στιγμάς, μηδὲν κωλύῃ διὰ τοῦτο ἀδιαιρέτους εἶναι. οὐ δυνατὸν νατὸν οὖν τὰ τοῦ διαστήματος μόρια ἀδιαίρετα λέγειν ὥσπερ τὰ τοῦ ἀριθμοῦ. τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ μόρια ἀδιαίρετα (μονάδες γάρ), τὰ δὲ τοῦ διαστήματος οὐκ ἀδιαίρετα, ὡς ἐν τῇ Φυσικῇ εἴρηται καὶ δέδεικται ἀκροάσει.

Καὶ συμπεραίνεται λέγων πάντα δἡ τὰ ῥηθέντα καὶ πρὸς τούτοις καὶ ἄλλα τοιαῦτα φανερὸν ποιεῖ καὶ δεικνύει ὡς οὐκ ἔστιν ἀριθμὸς καὶ μεγέθη χωριστά. καὶ πρὸς τούτοις φησὶ τὸ διαφωνεῖν τοὺς ῾τρόπους᾿ ἢ ῾πρώτους᾿ καὶ εἰ μὲν εἴη γεγραμμένον τρόπους, λέγοι ἄν τοὺς τῆς διαιρέσεως, οὓς ἐξέθετό τε καὶ ἐγύμνασεν· εἰ δὲ πρώτους, ὃ καὶ μᾶλλον, λέγοι ἂν τοὺς ἐνδοξοτέρους τῶν τὰς ἰδέας δοξασάντων. πρὸς τοῖς ἄλλοις οὖν ἅπασι καὶ τὸ διαφωνεῖν αὐτοὺς περὶ τὴν τῶν ἀριθμῶν θέσιν καὶ μὴ τὰ αὐτὰ πάντας λέγειν ἀλλὰ ἄλλους ἄλλα καὶ ἐναντία καὶ ἀσύμφωνα ἀλλήλοις τεκμήριον ἱκανόν, ὅτι τὰ πράγματα καὶ οἱ ἀριθμοὶ μὴ ὄντα ἄλη θῆ τὴν ἀπορίαν αὐτοῖς παρέχει. εἰ μὲν γὰρ ἦσαν ἀληθῆ, οὐκ ἄν ἕκαστος αὐτῶν ἐναντία ἑαυτῷ καὶ ἀνακόλουθα καὶ ἀσύμφωνα τοῖς ἄλλοις ἔλεγεν. ταῦτα εἰπὼν λέγει ὅτι οἱ μὲν τοὺς μαθηματικοὺς ἀριθμοὺς μόνους ποιοῦντες, ὡς οἱ περὶ Ξενοκράτην καὶ Σπεύσιππον, χωριστοὺς δὲ τῶν αἰσθητῶν καὶ ἄλλους παρὰ τὰ αἰσθητά, ἰδόντες τὴν περὶ τὰς ἰδέας δυσχέρειαν καὶ τὴν ἑπομένην ἅπασιν αὐτοῖς ἀτοπίαν καὶ πλάσματα, μόνον διανοίας ἀλλ’ οὐ πρα γματα αὐτὰς εἶναι ὑπειληφότες ἀπέστησαν τοῦ λέγειν [*](762) εἰδητικοὺς ἀριθμοὺς καὶ τὸν μαθηματικὸν μόνον ἐποίησαν. τινὲς δὲ τῶν [*](1 στοιχεῖον Α: στοιχείων L 4 περὶ στιγμῆς Metaph.; cf. v. 7 5 καὶ addidi coll. 1. 6 10 ἐκ τίνος δὴ αὗται L 15 τὰς στιγμάς Α: τὰς om. L κωλύῃ Bonitz: κωλύει Iibri 18. 19 ἐν τῇ Φυσικῇ—ἀκροάσει] ἀκροάσει] Z 1 21 ἀριθμὸς L: ἀριθμοὶ Α 22 τοὺς Α: τὰ L 30 ἀσύμφωνα Α: om. L 34 αὑτοῖς L: αὐταῖς Α)

783
περὶ Πλάτωνα τιθέμενοι τὰς ἰδέας καὶ πρὸς τῷ ἰδέας εἶναι ὁμολογεῖν καὶ ἀριθμοὺς αὐτὰς λέγοντες, ἐζήτουν ὡς εἴπερ εἰσὶν αἱ ἰδέαι καὶ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν αἰσθητῶν πάντων, καὶ τοῦτό τις θήσει, λέγω δὴ τὸ καὶ ἀρχὰς καὶ ἀριθμοὺς εἶναι ἢ μᾶλλον τὸ ἀριθμοὺς αὐτὰς εἶναι, πῶς ἔσται ὁ μαθηματικὸς ἀριθμὸς παρὰ τὸν εἰδητικόν, καὶ τίνι ἂν διαφέροιεν οἱ εἰδητικοὶ ἀριθμοὶ τῶν μαθηματικῶν· τοῦτο οὗν ζητοῦντες καὶ διαφοράν τινα πρὸς τὸν εἰδητικὸν τοῦ μαθηματικοῦ συνιδεῖν μὴ δυνηθέντες, τὸν αὐτὸν εἰδητικὸν καὶ μαθηματικὸν ἐποίησαν ἀριθμόν· καὶ ὥσπερ ὁ βροτὸς τὸς καὶ ὁ ἄνθρωπος οἱ αὐτοί εἰσιν, οὕτω καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθηματικὸς ἀριθμός. ἀλλὰ τῷ λόγῳ, φησί, καὶ τῇ ἀποφάσει καὶ ταῖς οἰκείαις ἀρχαῖς, αἷς χρῶνται, συμβαίνει τὸν εἰδητικὸν καὶ τὸν μαθηματικὸν ἀριθμὸν μὸν τὸν αὐτὸν εἶναι, ἐπεὶ ἔργῳ καὶ τῇ ἀληθείᾳ ἀνῄρηται ὁ εἰδητικὸς ἀριθμός, καὶ δέδεικται ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν οὐδὲ μετέχει ὀντότητός τινος. εἰ δή, ὡς δέδεικται. ὁ εἰδητικὸς ἀριθμὸς οὐκ ἔστιν, ὁ δὲ μαθηματικὸς ἔστιν, οὐκ ἄν εἴη ὁ μαθηματικὸς ὁ αὐτὸς τῷ εἰδητικῷ, ὥσπερ οὐδὲ τὸ ὂν τῷ ὅλως μὴ ὄντι. εἰπὼν δὲ ὅτι τὸν μαθηματικὸν τὸν αὐτὸν ἐποίησαν τῷ εἰδητικῷ τῷ λόγῳ καὶ τῇ οἰκείᾳ αὐτῶν ὑποθέσει, τὴν αἰτίαν ἐπήγαγεν ἰδίας γὰρ καὶ οὐ μαθηματικὰς ὑποθέσεις λέγουσιν, ὃ ἴσον ἐστὶ τῷ τῇ οἰκείᾳ αὐτῶν ὑποθέσει συμβαίνει τὸν μαθηματικὸν τὸν αὐτὸν εἶναι τῷ εἰδητικῷ, κατὰ δὲ τὰς μαθηματικὰς ὑποθέσεις οὐδαμῶς. ἀλλὰ τινὲς μέν, ὥσπερ εἴρηται, τῶν Πλατωνικῶν τὸν μαθηματικὸν καὶ τὸν εἰδητικὸν τὸν αὐτὸν λέγουσιν· ὁ δὲ Πλάτων’ ὁ πρῶτος εἶναι εἴδη θέμενος καὶ ἀριθμοὺς αὐτοὺς λέγων, θέμενος δὲ εἶναι καὶ τὰ μαθηματικά, ἐχώρισεν εὐλόγως, καὶ ἄλλους μὲν ἔλεγε τοὺς εἰδητικοὺς ἀριθμοὺς ἄλλους δὲ τοὺς μαθηματικούς. καὶ πάντες, φησί, κατά τι λέγουσιν ὀρθῶς. οἱ μὲν γὰρ χωρίζοντες τὸν εἰδητικὸν τοῦ μαθηματικοῦ καὶ ἄλλην τὴν ἑκατέρων τούτων φύσιν λέγοντες ὀρθολεκτοῦσι κατ’ αὐτὸ τοῦτο τὸ χωρίζειν· ἀδύνατον γὰρ τὸν μαθηματικόν, ὡς δέδεικται, τὸν αὐτὸν εἶναι τῷ εἰδητικῷ. ἀλλὰ καὶ οἱ τὸν μαθηματικὸν μόνον τιθέμενοι καὶ οὗτοι κατά τι ὀρθῶς λέγουσιν· εἰδητικὸς γὰρ ἀριθμὸς οὐκ ἔστι· πάντως δὲ ἁμαρτάνουσι, καθὸ ὅλως χωρίζειν τολμῶσι τὸν ἀριθμὸν ἀπὸ τῶν αἰσθητῶν. ἀλλὰ καὶ αὐτοί, φησίν, ὁμολογοῦσιν ὡς οὐ καλῶς λέγουσι διὰ τὸ μὴ τὰ αὐτὰ λέγειν, ἀλλ’ ἐναντία ἀλλήλοις, ὥστ’ εἰ καλῶς ἔλεγον, οὐκ ἄν τοσαῦτα ἀλλήλοις τε καὶ εαυτοῖς ἠναντιώθησαν. αἴτιον δὲ τοῦ ἐναντιολογεῖν ἑαυτοῖς καὶ ἀλλήλοις τὸ ψευδεῖς ἀρχὰς καὶ ὑποθέσεις λαμβάνειν· χαλεπὸν δ’ ἐκ ψευδῶν καὶ [*](763) μὴ καλῶς ἐχόντων, κατ’ Ἐπίχαρμον, λέγειν ἀληθῶς καὶ καλῶς. ῾ἀρτίως τε γὰρ λέλεκται᾿, τουτέστιν ἅμα γὰρ τῷ ῥηθῆναί τι βοήθειαν ἐπάγον ταῖς [*](8 ἐποίησαν ἀριθμόν L: ante ἐποίησαν add. ἀριθμὸν Α 11 καὶ τὸν Α: τὸν om. L 12. 13 ὁ μαθηματικὸς Metaph. 18 ἰδίας L Metaph. vulg., cf. 19.20 ἰδέας Α et Metapb. eoild. tres 19 τῷ L: om. Α συμβαίνει Α: συμβαίνειν L 26 γὰρ M: om. AL ἑκατέρων L: ἑκατέραν Α 30 πάντως Α: πάντες L 36. 37 ἀρτίως—λέλεται] cf. Epicbarmi fragm. v. 259 p. 144 Mullach 37 τε Α: om. L τῷ L: τὸ Α ἐπάγον L: ἐπάγων Α)
784
ἰδέαις εὐθὺς φαίνεται μὴ καλῶς ἔχον· τοσοῦτον γὰρ ἔχει περιφανὲς τὸ ψεῦδος ἡ τῶν ἰδεῶν ὑπόθεσις, ὥστε μηδὲ χρόνου δεῖσθαι τὰς ὑπὲρ αὐτῶν ἐπιφερομένας βοηθείας πρὸς τὸ φωραθῆναι ὅτι ψευδεῖς εἰσιν.

[*](p. 1086a18)

Ἀλλὰ περὶ μὲν τῶν ἀριθμῶν ἱκανὰ τὰ διηπορημένα καὶ διωρισμένα· μᾶλλον γὰρ ἐκ πλειόνων πεισθείη τις πεπεισμένος, πρὸς δὲ τὸ πεισθῆναι μὴ πεπεισμένος οὐδὲν μᾶλλον.

Δύο τινῶν προσδιαλεγομένων οἷον φέρε εἰπεῖν περὶ τοῦ ἡλίου, τοῦ μὲν λέγοντος ὅτι μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, τοῦ δὲ ὅτι ἐλάττων, καὶ δυνηθέντος τοῦ προισταμένου τοῦ ὅτι ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς πανταχόθεν περιφράξαι τε καὶ στενῶσαι τοῖς ἐπιχειρήμασι τὸν προσδιαλεγόμενον ὥστε μηδὲ δύνασθαι φθέγγεσθαι, ἀλλὰ ἄφωνον ὥσπερ ἰχθὺν πάντῃ ἵσταδθαι· εἰ μὲν ὁ τοιοῦτος πρὸς τὸ μὴ δύνασθαι ἀντιλέγειν μηδ’ ὅλως φθέγγεσθαι πιστεύσει ὅτι μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος, λέγεται πεπεισμένος, ἤτοι ὅτι πεπίστευκεν οὕτως ἔχειν τὸν ἥλιον πρὸς τὴν γῆν ὡς ὁ δεικνύων ἀπέδειξεν. εἰ δὲ ἀντιλέγειν μὲν μὴ δύναται, οὐ πιστεύει δέ (πολλοὶ γὰρ θέσεις φυλάττοντες ὡς οἱ λέγοντες μὴ εἶναι κίνησιν καὶ οἱ τὴν ἀντίφασιν συναληθεύειν λέγοντες ἀντειπεῖν πρὸς τοὺς ἀναιροῦντας αὐτοὺς λόγους οὐ δύνανται, καὶ ὅμως οὐ πιστεύουσιν ὅτι τὸ μὴ συναληθεύειν καὶ εἶναι κίνησιν ἀληθές ἐστιν, ἀλλὰ καταφρονοῦσι τῆς ἀποδείξεως καὶ ἐμμένουσι τῇ ὑφ’ ἧς κεκράτηνται προλήψει), ὁ οὖν μήτε ἀντιλέγειν δυνάμενος μήτε πιστεύων, πεπεισμένος ἅμα καὶ μὴ πεπεισμένος ἄν λέγοιτο δικαίως, ὡς μὲν μὴ δυνάμενος ἀντιλέγειν πεπεισμένος, ὡς δὲ μὴ πιστεύσας ὅτι μείζων ὁ ἥλιος τῆς γῆς μὴ πεπεισμένος. τούτων οὕτως ἐχόντων λέγει ὁ ῾Αριστοτέλης ὅτι τὰ ῥηθέντα καὶ διορισθέντα περὶ τῶν ἀριθμῶν τῶν τε εἰδητικῶν καὶ τῶν ὡς χωριστῶν μαθηματικῶν ἱκανὰ πεῖσαι τὸν πεπεισμένον καὶ πιστεύσαντα τοῖς ἡμῶν λόγοις, καὶ ἔτι ἐκ πλειόνων ἄλλων, ὧν ἐν τῷ ἐφεξῆς μέλλομεν λέγειν βιβλίῳ, πεισθείη ἄν. ὁ δὲ πεπεισμένος μὲν καθὸ μὴ δύναται ἀντιλέγειν, μὴ πεπεισμένος δὲ καθὸ οὐχ ἥλω οὐδὲ πεπίστευκε τοῖ λεγομένοις, πρὸς δὴ τὸ τοῦτον πεισθῆναί τε καὶ πιστεῦσαι καὶ συνθέσθαι τοῖς ὑφ’ ἡμῶν λεγομένοις καὶ τῇ ἀληθείᾳ οὐθὲν μᾶλλον, τουτέστιν οὐδαμῶς τὰ ῥηθέντα καἲ ῥηθησόμενα ἰσχύσαιεν ἄν αὐτὸν πεῖσαι καὶ ἐξελέσθαι τῆς ὑφ’ ἧς κεκράτηται προλήψεως ἐκτετυφλωμένον ὄντα τὰς τῆς διανοίας κόρας.

[*](p. 1086a21)

Περὶ δὲ τῶν πρώτων ἀρχῶν καὶ τῶν πρώτων αἰτίων [*](764) καὶ στοιχείων καὶ τὰ ἑξῆς.

εἰπὼν ὅτι δεῖ θεωρῆσαι εἴτε εἰσὶν ἀριθμοὶ χωριστοὶ εἴτε καὶ μή, [*](1 τοσοῦτον Α: τοσούτω L 5 πλειόνων ἂν ἔτι πεισθείη Metaph.; cf. v. 26. 27 10 τε καὶ L: τε om. Α 19 τῇ L: τῆς Α 20 κεκράτηνται Α (cf. v. 32): προκεκράτηνται L προλήψει L: ὑπολήψει Α 20. 21 πιστεύων Α: πιστεύειν L 29 δὴ Α: δὲ L 30 τοῖς Α: καὶ τοῖς L)

785
καὶ δείξας τότε ἐκ διαιρέσεως ὅτι οὔκ εἰσι, μηδαμῶς προσλογιζόμενος εἴτε στοιχεῖον τῶν ὄντων εἰσὶν εἴτε καὶ μή, δείκνυσι νῦν ὅτι οὐδὲ ὡς στοιχεῖον τῶν ὄντων εἶναι δύνανται· ὥστε πρότερον μὲν ἐζήτει εἰ ὅλως εἰσί, νῦν δὲ θεωρεῖ, εἰ ἐάν τις καὶ συγχωρήσῃ αὐτοὺς εἶναι, δύνανται στοιχεῖον εἶναι τῶν ὄντων. λέγει οὖν ὅτι περὶ μὲν τῶν πρώτων ἀρχῶν καὶ πρώτων αἰτίων καὶ στοιχείων ὅσα μὲν λέγουσιν οἱ περὶ μόνης τῆς <αἰσθητῆς> διορίζοντες καὶ τὰς ἀρχὰς αὐτῆς ζητοῦντες τὰ μὲν ἐν τοῖς Περὶ φύσεως εἴρηται. ἐν γὰρ τῇ Φυσικῇ ἀκροάσει εἴρηκε περὶ τῶν πρώτων ἀρχῶν, ὑλικοῦ εἰδικοῦ ποιητικοῦ καὶ τελικοῦ· ἀλλὰ καὶ περὶ στοιχείων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ὅτι τέσσαρά ἐστι καὶ ὅτι γίνονται ἐξ ἀλλήλων καὶ φθείρονται εἰς ἄλληλα. περὶ μὲν οὖν τούτων ἐν τοῖς Περὶ φύσεως εἴρηται. τὰ δὲ περὶ τῶν ἠθικῶν ἀρχῶν ἢ λογικῶν οὐ τῆς παρούσης ἐστί, φησίν, εἰπεῖν προθέσεως. ὅσα δὲ αἴτια λέγουσι καὶ τίν (εἴρηται δὲ ὅτι δύο• τὸ γὰρ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα λέγουσιν), οἵ φασιν οὐσίας εἶναι χωριστὰς ἑτέρας παρὰ τὰς αἰσθητάς, ἐχόμενόν ἐστι καὶ οἰκειότατον τῶν εἰρημένων εἰπεῖν. ἐπεὶ δὲ τὰς χωριστὰς οὐσίας καὶ ἑτέρας τῶν αἰσθητῶν τὰς ἰδέας εἶναι λέγουσι καὶ τοὺς ἀριθμούς, ἀλλὰ καὶ τὰ τῶν ἰδεῶν καὶ ἀριθμῶν στοιχεῖα καὶ τῶν ὄντων πάντων εἶναι στοιχεῖα προσφιλονεικοῦσι, σκεπτέον, φησί, τί περὶ τούτων λέγουσι καὶ πῶς λέγουσι. καὶ τοὺς μὲν ἀριθμοὺς μόνους ποιοῦντας καὶ τούτους μαθηματικοὺς ὕστερον ἐπισκεπτέον, φησί· περὶ δὲ τῶν τὰς ἰδέας λεγόντων ἅμα τῷ θεάσασθαί τινα τὸν τρόπον καθ’ ὃν αὐτὰς εἶναι λέγουσιν, εὐθὺς ἔστι καὶ τὴν συμβαίνουσαν αὐτοῖς ἀπορίαν εὑρεῖν. καὶ τίθησι τὴν ἑπομένην αὐτοῖς ἀπορίαν, μᾶλλον δὲ εἰπεῖν ἀτοπίαν, διὰ τοῦ ἅμα τε γὰρ καθόλου ὡς οὐσίας ποιοῦσι, τουτέστιν ἅμα γὰρ καθόλου οὐσίας τὰς ἰδέας ποιοῦσι καὶ χωριστὰς ἤτοι μερικάς· καθόλου μὲν διότι καὶ οἱ τὰς ἰδέας τιθέμενοι καθόλου λέγουσι διὰ τὸ περιεκτικὰς εἶναι πλειόνων καὶ ἐν πλείοσιν εὑρίσκεσθαι, τὸν μὲν αὐτοάνθρωπον ἐν τοῖς καθ’ ἕκαστα ἀνθρώποις, τὸν δὲ αὐτοΐππον ἐν τοῖς καθ’ ἕκαστα ἵπποις καὶ τὰς ἄλλας ὁμοίως· μεθέξει γὰρ τοῦ αὐτοανθρώπου οἱ τῇδε ἄνθρωποι καὶ τοῦ αὐτοίππου οἱ ἵπποι, ὡς οὗτοι λέγουσι. καθόλου μὲν οὖν διὰ τοῦτο· μερικὰς δὲ ὡς χωριστὰς καὶ καθ’ αὑτὰς οὔσας· τοῦτο γὰρ διιὸν τῶν ἀτόμων. οὐδὲν γὰρ μὴ ἄτομον ὂν καὶ μερικὸν δύναται χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχει. ὅτι δὲ τὰ αὐτὰ καὶ καθόλου | εἶναι καὶ μερικὰ οὐκ ἐνδέχεται, δέδεικται [*](765) πρότερον διὰ πλειόνων ἐν τῇ παρούσῃ πραγματείᾳ. αἴτιον δὲ γέγονεν αὐτοῖς τοῦ καθόλου καὶ μερικὰς γίνεσθαι τὰς ἰδέας τὸ μὴ ποιεῖν τὰς τοιαὐτας οὐσίας, λέγω δὴ τὰς ἰδέας, τὰς αὐτὰς τοῖς αἰσθητοῖς ἤτοι αἰσθητάς, [*](3 πρότερον Α: πρῶτον L 4 δύνανται στοιχεῖον Α: δύνωνται στοιχεῖα L 6. 7 add. Bonitz 8. 9 ἐν γὰρ τῇ Φυσικῇ ἀκροάσει—τελικοῦ] Β 3; sed cf. Bonitz comm. p. 566 9 εἰδικοῦ L: εἰδητικοῦ Α 10 ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς] B 5 13 εἰπεῖν L Syr.: ora. Α 20 ἀριθμοὺς L: τοὺς ἀριθμοὺς Α 24 μᾶλλον δὲ εἰπεῖν L: εἰπεῖν δ’ Α 27 πλειόνων Α: πολλῶν L 31 μερικὰς L: μεριστὰς Α 36 μὴ LM2: oin. AM1)
786
μηδὲ ἐν τούτοις λέγειν ἔχειν τὸ εἶναι, ὡς ἡμεῖς τὰ καθόλου, ἀλλὰ χωριστὰς καὶ καθ’ αὑτάς. καὶ ταῦτα μὲν οὕτως ἔχειν οἶμαι, ἡ δὲ λέξις ἡ αἴτιον δὲ τοῦ συνάψαι ταῦτα εἰς ταὐτὸν τοῖς λέγουσι τὰς ἰδέας καθόλου καὶ τὰ ἑξῆς οὕτως ἂν ἀναγινώσκοιτο καὶ νοοῖτο· τοῖς λέγουσι τὰς ἰδέας καθόλου οὐσίας αἴτιον γέγονε τοῦ συνάψαι ταῦτα ἤτοι ἅμα καὶ καθόλου καὶ μερικὰ τὰ εἴδη ποιεῖν, τὸ μὴ ποιεῖν τἀς τοιαύτας οὐσίας, λέγω δὴ τἀς εἰδητικάς, τὰς αὐτὰς τοῖς αἰσθητοῖς.

[*](p. 1086a37)

Τὰ μὲν οὖν ἐν τοῖς αἰσθητοῖς καθ’ ἕκαστα ῥεῖν ἐνόμιζον.

τὴν αἰτίαν λέγει ἐξ ἧς ὡρμήθησαν χωρίσαι τὰ εἴδη, καὶ λέγει ὅτι διὰ τὸ νομίζειν τὰ καθ’ ἕκαστα καὶ τὰ αἰσθητά, ὥσπερ Ἡράκλειτος, ποταμὸν εἶναι καὶ ἐν συνεχεῖ ῥοῇ καὶ διὰ τοῦτο μὴ ὄντα, τὰς δὲ ἐπιστήμας ὄντων τε καὶ ἐν ταὐτότητι ὑπαρχόντων, τὰ καθόλου πα ταῦτα τὰ αἰσθητὰ καὶ εἶναι καὶ ἕτερα τούτων εἶναι ἐνόμισαν, ὧν καὶ τὰς ἐπιστήμας εἶναί φασιν. ἀλλὰ τὸ μὲν εἶναι καθόλου καὶ ἕτερον τῶν καθ’ ἕκαστα ἐκίνησε μὲν καὶ εἰς φῶς ἤγαγεν ὁ Σωκράτης, ὡς πρότερον εἴρηται, διὰ τὸ ζητεῖν ὁρίζεσθαι, τοὺς ὁρισμοὺς δ’ εἶναι τῶν καθόλου· οὐ μὴν ἐχώρισεν αὐτὸ ἀπὸ τῶν καθ’ ἕκαστα. καὶ τοῦτο ὀρθῶς ἐνόησε μὴ χωρίσας, τουτέστι καὶ τὸ καθόλου μὲν εἰπεῖν καὶ ἕτερον ἑνὸς ἑκάστου τῶν καθ’ ἕκαστα, μὴ χωρίσαι δὲ ἀπὸ τῶν καθ’ ἕκαστα ὀρθῶς ἐνόησε. καὶ ὅτι, φησί, καλῶς ἔλεγε καθόλου λέγων, μὴ χωρίζων δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, δῆλον ἐξ αὐτοῦ τοῦ ἔργου καὶ τῆς ἀληθείας. ᾗ μὲν γὰρ ἄνευ τῶν καθόλου οὐκ ἔστιν ἐπιστήμη, ταύτῃ καλῶς λέγει ποιήσας τὸ καθόλου· ἡ δὲ τοῖς χωρίζουσι τὸ καθόλου καὶ ἰδέαν ποιοῦσιν ἕπεται πάμπολλα τὰ δυσχερῆ, καὶ ταύτῃ κάλλιστα λέγει λέγων τὸ καθόλου ἀχώριστον. ὥστε δῆλός ἐστιν ὡς καὶ ἡ ἐπιστήμη ἐστὶ λέγειν καθόλου λέγων καὶ ὅτι τὰ ἑπόμενα τοῖς τὰς ἰδέας λέγουσι δυσχερῆ ἐκφεύγει μὴ χωρίζων, ὡς εἴρηται, τὰ καθόλου ἀπὸ τῶν αἰσθητῶν. οἱ δὲ περὶ Πλάτωνα, φησίν, ὥσπερ ἀναγκαῖον ὂν ὡς, εἴπερ εἰσὶν οὐσίαι τινὲς παρὰ τὰς αἰσθητὰς καὶ ῥεούσας, ἀνάγκη αὐτὰς χωριστὰς εἶναι καὶ καθ’ αὑτάς, ἀλλ’ οὐκ ἐν τοῖς αἰσθητοῖς, ἄλλας μὲν παρὰ τὰς ἃς ὁ Σωκράτης εἶπεν εἰπεῖν οὐκ εἶχον, ταύτας δὲ ἃς ὁ Σωκράτης ἔλεγέ τε καὶ οὐκ ἐχώριζεν ἐξέθεσαν, ἤτοι μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις. εἰ γὰρ πᾶν χωριστὸν καὶ καθ’ αὑτὸ καὶ οὐκ ἐν ἄλλῳ τὸ εἶναι ἔχον· μερικόν, [*](766) τοιαύτας δὲ τὰς ἰδέας εἶναι λέγουσι, φανερὸν ὅτι μερικὰς αὐτὰς ποιοῦσιν· ὥστε συμβαίνει τὰς αὐτὰς φύσεις εἶναι καθ’ ὁ λοῦ τε καὶ μερικάς. καὶ αὕτη μὲν ἡ δυσχέρεια καὶ τοῦτο τὸ ἄτοπον, τὸ τὰ αὐτὰ καθόλου καὶ [*](3 ταῦτα Α: ταύτας L 3. 4 τοῖς λέγουσι — νοοῖτο L: om. Α 12 μὴ ὄντα Α: ante μὴ add. καὶ L 13 τε L: om. Α 15 μὲν LM2: om. AM1 26 λέγειν omittendnm coni. Bonitz; sed vitium latius patere videtur 27 ὅτι M1: ὁ A: εἰ LM2 τοῖς A: καὶ τοῖς L 32 εἶπεν—Σωκράτης LM2: om. AM1)

787
μερικὰ εἶναι, καθ’ αὑτὴν ἄν εἴη καὶ μόνοις ἑπομένη τοῖς τἀς ἰδ’ ἔας λέγουσιν.

[*](p. 1086b14)

Ὅ δὲ καὶ τοῖς λέγουσι τὰς ἰδέας ἔχει τινὰ ἀπορίαν καὶ τοῖς μἡ λέγουσιν.

῾Η μὲν ῥηθεῖσα δυσχέρεια καθ’ αὑτὴν ἂν εἴη, φησί, καὶ μόνοις ἑπομένη τοῖς τὰ εἴδη τιθεμένοις· ὃ δὲ καὶ τοῖς τὰς ἰδέας λέγουσι καὶ ἡμῖν τοῖς μὴ τιθεμένοις αὐτὰς ἀπορήσειεν ἄν τις καὶ νῦν λέγωμεν, καίτοι περὶ τούτου εἰπόντες καὶ ἐν τοῖ ἀπορήμασιν. αἰνίττεται δὲ τὸ B ταύτης τῆς πραγματείας· διαπορητικὸν γὰρ ἐκεῖνο ἅπαν τὸ βιβλίον. καὶ τίθησιν ὃ ἄν τις ἀπορήσειε λέγων εἰ μὲν γὰρ μὴ θήσει τις τὰς οὐσίας εἶναι κεχωρισμένας μέ καὶ σαφηνίζων ὅπως ἄν τις αὐτὰς χωριστὰς θήσει ἐπάγει καὶ τοῦτον τὸν τρόπον ὡς λέγεται τὰ καθ’ ἕκαστα· τουτέστιν εἰ μή τις τὰς εἰδητικὰς οὐσίας χωριστὰς θήσει ὥσπερ καὶ τὰ καθ’ ἕκαστα καὶ ἄτομα χωριστὰ δὲ καὶ καθ’ αὑτὰ τὰ καθ’ ἕκαστά φαμεν, διότι οὐκ ἐν ἄλλοις ἔχει τὸ εἶναι ὡς τὰ καθόλου καὶ κοινά), εἰ δὴ τὰς εἰδητικὰς οὐσίας μὴ θῆ τις κεχωρισμένας ὡς τὰ ἄτομα, ἀλλ’ ἐν ἄλλοις φήσει, ὡς τὰ καθόλου καὶ κοινά, ἀναιρήσει τὴν οὐσίαν τῶν ὄντων, καὶ οὐδὲν ἔσται οὐσία ἀλλὰ πάντα συμβεβηκότα. εἰ γὰρ τὰ καθόλου, ὡς ἐν τῶ Ζ τῆς παρούσης δέδεικται πραγματείας, ὁμοιώματά εἰσι τῶν καθ’ ἕκαστα καὶ οὐκ οὐσίαι, εἰ καὶ αἱ ἰδέαι καθόλου, ἔσονται μὴ οὐσίαι καὶ συμβεβηκότα· ὥστε εἰ αὗται συμβεβηκότα, καὶ τὰ τῇδε, ὧν αὗταί εἰσιν ἰδέαι, συμβεβηκότα ἔσονται. εἰ γὰρ τῇ τοῦ αὐτοανθρώπου μεθέξει οἱ καθ’ ἕκαστα καὶ αἰσθητοὶ ἄνθρωποι τὸ εἶναι ἄνθρωποι ἔχουσιν, εἰ μὴ εἴη ὁ αὐτοάνθρωπος οὐσία, οὐδὲ τὰ κατὰ μέθεξιν ὄντα εἶεν ἄν οὐσίαι· ὥστε ἀναιρεῖται τῶν ὄντων ἡ οὐσία, ὅπερ οὐ βουλόμεθα. εἰ μὲν οὖν μὴ θῇ τις τὰς εἰδητικὰς οὐσίας χωριστάς, ταὐτὸν δὲ εἰπεῖν μερικάς, ἀλλὰ καθόλου, ταῦτα συμβαίνει. ἄν δέ τις πάλιν θῇ τοιαύτας οὐσίας χωριστάς, πῶς θής εἰ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς αὐτῶν, τό τε ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα; πότερον χωριστόν ἐστι τὸ ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυὰς ἢ καθόλου τινὲς φύσεις; εἰ μὲν οὖν καθ’ ἕκαστον καὶ μὴ καθόλου, πᾶν δὲ καθ’ ἕκαστον ἐν πλείοσιν εἶναι οὐ δύναται οὐδὲ ἐνταῦθά τε καὶ ἄλλοθι [*](707) Σωκράτης γὰρ ἐν Λυκείῳ ὢν ἐν στοᾷ οὐκ ἔστι), συμβαίνει ὅσα ἂν εἴη τὰ στοιχεῖα, τοσαῦτα εἶναι καὶ τὰ ὄντα, δύο δηλονότι. καὶ πρὸς τούτοις οὐδὲ ἐπιστητὰ ἔσται τὰ στοιχεῖα· τῶν γὰρ καθ’ ἕκαστα οὐκ ἔστιν ἐπιστήμη. πῶς δὲ μερικῶν ὄντων τῶν στοιχείων συμβαίνει τὰ ὄντα τοσαῦτα εἶναι, ὅσα καὶ τὰ στοιχεῖα, σαφηνίζει ἐπὶ τῶν στοιχείων τῆς φωνῆς. ἔστω γάρ, φησίν, ὑποθέσεως χάριν αἱ ἐν τῇ φωνῇ συλλαβαὶ οὐσίαι καὶ [*](7 λέγωμεν Α: λέγομεν L ὅ τὸ Β] c, C p. 1003a6 18 ἐν τῷ Z] c. 13 24 οὐσίαι M: οὐσία AL 25 ὅπερ οὐ βουλόμεθα] ὡς βουλόμεθα λέγειν Metaph. 31 τε L: om. Α ἄλλοθι Α: ἄλλοθεν L 33 καὶ τὰ ὄντα L: καὶ orn. Α)

788
ἰδέαι, τὰ δὲ τῶν συλλαβῶν στοιχεῖα τό τε ἄλφα καὶ βῆτα καὶ τὰ λοιπὰ στοιχεῖα ἀναλογοῦντα τοῖς τῶν ἰδεῶν στοιχείοις τῷ αὐτοενὶ καὶ τῇ ἀορίστῳ δυάδι, καὶ ἔστω τὸ ἄλφα μὴ καθόλου τις φύσις ἐν πλείοσι θεωρουμένη ἄλφα, ἀλλὰ μερικὴ καὶ ἄτομος. εἰ οὖν τὸ α μετὰ τοῦ β συντεθὲν ποιήσει τὴν βᾶ συλλαβήν, μία μόνη ἔσται βᾶ συλλαβὴ καὶ οὐ πολλαί. ὥσπερ γὰρ εἰ ἦσαν ἐν τῷ παντὶ κόσμῳ μόνοι δύο ἄνθρωποι καὶ οὐ πλείους, οἷον ὅ τε Σωκράτης κ·αὶ ὁ Πλάτων, μία ἄν ἦν ἀνθρώπειος δυὰς ἡ ἐκ τοῦ Σωκράτους καὶ Πλάτωνος, οὕτω καὶ ἐπὶ τῆς βᾶ συλλαβῆς συνέπεσεν ἄν εἰ ἦν ἓν βῆτα καὶ ἓν ἄλφα. αὐτὸς μέντοι οὐκ ἀπὸ τῶν στοιχείων κατασκευἀζει τὰς συλλαβάς, ἀλλ’ ἔμπαλιν ἀπὸ τῶν συλλαβῶν καὶ τὰ περὶ τῶν στοιχείων σαφηνίζει λέγων ‘ἀνάγκη τὴν βᾶ συλλαβὴν καὶ ἑκάστην τῶν ἄλλων μίαν εἶναι, εἴπερ μὴ καθόλου ἐστὶν ἥ τε βᾶ καὶ ἡ ’δε συλλαβή, ἀλλὰ χωριστὴ καὶ καθ’ αὑτὴν καὶ τόδε τῖ’, ἤτοι αἰσθητὴ καὶ εἰς δεῖξιν πίπτουσα· τὰ γὰρ καθόλου οὐκ αἰσθητὰ οὐδὲ ἔστι δεῖξαι αὐτὰ τῷ δακτύλῳ. τὸ δὲ ὁμώνυμον ἀντὶ τοῦ συνωνύμως κατηγορούμενον. ὃ γὰρ μήτε συνωνύμως μήτε μὴν ὁμωνύμως κατὰ πολλῶν λέγεται, μερικὸν καὶ ἄτομον. τὸ δὲ εἴπερ μὴ καθόλου καὶ τῷ εἴδει αἱ αὐταὶ ἴσον ἐστὶ τῷ εἴπερ μὴ καθόλου αἱ συλλαβαί, ὥστε τὰς ὑπ’ αὐτὰς ἀπείρους εἶναι τῷ ἀριθμῷ, τῶ δὲ εἴδει τὰς αὐτάς. ἀλλὰ καὶ τὸ ἔτι δ’ αὐτὸ ὅ ἐστιν ἓν ἕκαστον τι θέασ’ ἱν οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ῾οὐκ ἐγὼ τοῦτο ὑποτίθεμαι ὡς ἡ βᾶ συλλαβή εἴπερ ἀναλογεῖ τινι τῶν ἰδεῶν, μία ἔσται τῷ ἀριθμῷ, ἀλλὰ ταῖς ἐκείνων ἕπεται τοῦτο ὑποθέσεσι· χωριστὸν γὰρ καὶ καθ’ αὑτὸ λέγοντες αὐτὸ ὅ ἐστι, τουτέστι τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, ἐξ ἀνάγκης καὶ ἕνα τῷ ἀριθμῷ λέγουσι᾿. πᾶν γάρ, ὡς ἀπειράκις εἴρηται, τὸ καθ’ αὑτὸ ὂν ἄτομον καὶ μερικόν. ὥστε καὶ ἡ βᾶ συλλαβή, εἰ ἦν ἰδέα, ἄτομος ἂν ἦν καὶ μία τῷ ἀριθμῷ. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον 30 ὧδε· ἕκαστον αὐτὸ ὅ ἐστιν ἓν τιθέασι τῷ ἀριθμῷ. δείξας δὲ ὅτι ἀνάγκη ἑκάστην τῶν συλλαβῶν μίαν εἶναι καὶ ἄτομον ἐπάγει εἰ δὲ αἱ συλλαβαὶ οὕτω, τουτ έστιν εἰ δὲ αἱ συλλαβαὶ ἄτομοι καὶ μία ἑκάστη τῷ ἀριθμῷ, [*](768) ἀνάγκη καὶ τὸ ἄλφα καὶ βῆτα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐξ ὧν αἱ συλλαβαί, ἄτομα εἶναι καὶ ἓν τῷ ἀριθμῷ· ὥστε οὐκ ἔσονται πολλὰ ἄλφα ἀλλ’ ἓν μόνον. ὁμοίως οὐδὲ πολλὰ βῆτα οὐδὲ ἄλλο οὐδὲ ἓν τῶν λοιπῶν στοιχείων κατὰ τὸν αὐτὸν λόγον, ὥσπερ οὐδὲ τῶν συλλαβῶν ἡ αὐτὴ καὶ μία, οἷον ἡ βᾶ, ἄλλη καὶ ἄλλη ἤτοι πολλαὶ δύνανται εἶναι. ἀλλ’ εἰ τοῦτο, φησίν, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα ἄλλα τινά, ἀλλ’ αὐτὰ μόνον τὰ κδ΄ στοιχεῖα. ἡμεῖς μὲν γὰρ τέσσαρα λέγοντες τὰ στοιχεῖα κρᾶσίν τε αὐτῶν καὶ ἀλλοίωσιν σιν δυνάμεθα λέγειν, ὡς ἐκ τῆς κράσεως αὐτῶν καὶ ἀλλοιώσεως δύνασθαι γίνεσθαι ἄλλα τινὰ παρὰ ταῦτα. ἐπὶ δὲ τῶν στοιχείων τῶν συλλαβῶν ἀσωμάτων ὄντων καὶ μήτε μίγνυσθαι δυναμένων μήτε πολλῷ μᾶλλον [*](7 post ἦν add. ἡ LM2 8 οὕτω καὶ LM2: καὶ oni. Α ἄν M1: om. AL: ind. M2 10 post ἔμπαλιν add. ἀλλ’ L 17 τῷ (post ἐστὶ) Α: om. L 20 ἡ L: om. Α 27 ἀνάγκη Α: om. L 30 καὶ τὸ β L 32 ὁμοίως post βῆτα pouit L 34 πολλαὶ L: πολλὰ Α)
789
ἀλλοιοῦσθαι, οὐκ ἔσται τι παρ’ αὐτὰ ἄλλο οὐδέν. τὸ γὰρ β ἓν ὂν τῷ ἀριθμῷ, ὡς ἡ ὑπόθεσις, συντεθὲν μετὰ τοῦ ἄλφα οὐκ ἠλλοίωται ἀσώματον γάρ), ἀλλὰ καὶ τὸ βῆτα, ὥσπερ πρὸ τῆς συνθέσεως ἦν βῆτα, οὕτω καὶ μετὰ τὴν σύνθεσιν, καὶ τὸ ἄλφα ὁμοίως. ἓν οὖν ὂν τὸ βῆτα τῷ ἀριθμῷ καὶ συνὸν τῷ ἄλφα οὐκ ἄν καὶ μετὰ τοῦ ἰῶτα συντεθείη. εἰ γὰρ μέλλει συντεθῆναι τὸ βῆτα τῷ ἰῶτα ἄτομον ὄν, πᾶσα ἀνάγκη ἀποστῆναι τοῦ α· ὥστε ἡ γένεσις τῆς βι συλλαβῆς ἔσται φθορὰ τῆς βᾶ, καὶ οὔσης τῆς βᾶ οὐκ ἔσται ἡ βι συλλαβή, ταύτης δὲ οὔσης οὐκ ἔσται ἡ βᾶ. ὥστε εἰ τὸ βῆτα μετὰ τοῦ α πεποίηκε τὴν βα συλλαβήν, τὸ γάμμα μετὰ τοῦ ε ποείτω τὴν γε καὶ τὸ δέλτα μετὰ τοῦ η ποιείτω τὴν ὄη, καὶ τὸ ζ μετὰ τοῦ ἰῶτα τὴν ζι καὶ τὸ θῆτα μετὰ τοῦ ο τὴν θο, τὸ κάππα μετὰ τοῦ ω τὴν κω, τὸ λάβδα μετὰ τοῦ υ τὴν λύ’, καὶ οὐκ ἔσται ἄλλη τις συλλαβὴ πλὴν τῆς βᾶ καὶ γε καὶ δὴ καὶ ζι καὶ θο καὶ κω καὶ λύ’. ἡ δὲ ’δε συλλαβὴ ἢ πε ἢ ἄλλη τις οὐκ ἔσται• τοὺ γὰρ ε ἑνὸς ὄντος τῷ ἀριθμῷ καὶ συνόντος τῷ γάμμα καὶ πεποιηκότος τὴν γε συλλαβὴν οὐκ ἄν καὶ μετὰ τοῦ π συνέλθοι. εἰ δὴ ταῦτα ἀληθῆ, συμβαίνει μηδὲν εἶναι παρὰ τὰ στοιχεῖα ἕτερον τῶν στοιχείων ὄν. νενοήσθω γὰρ ὅτι ἐν ὅλῳ τῶ κόσμῳ κδ΄ ἄνδρες εἰσὶ μόνοι, καὶ ἐν μὲν τῇ στοᾷ ἔστωσαν δύο ἀναλογοῦντες τῇ βᾶ συλλαβῇ, καὶ ἐν Ἀκαδημίᾳ δύο εἰκόνα φέροντες τῆς γε συλλαβῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, τί οὖν ἕτερον παρὰ τοὺς κδ΄ ἄνδρας νοεῖν δυνάμεθα γενέσθαι; πάντως οὐδέν, ἀλλὰ πάλιν αὐτοὺς τοὺς κδ ἄνδρας. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν τῆς φωνῆς στοιχείων συμβαίνει, ἑνὸς τῶ ἀριθμῷ ὄντος τοῦ ἄλφα καὶ τοῦ βῆτα καὶ τῶν λοιπῶν, καὶ οὐδὲν ἕτερον ἔσται παρὰ αὐτά, εἴτε συντεθειμένα σωρηδόν τις αὐτὰ νοεῖ, εἴτε δύο δύο, εἴτε καὶ ἀπολελυμένα ἀπ’ ἀλλήλων. καὶ πάλιν ὡς ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν στοιχείων τῶν ἰδεῶν ἔχειν ἀνάγκη· καὶ ἡ οὐδὲν ἔσται παρὰ τὸ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα, οὐκ αὐτοάνθρωπος οὐκ αὐτοΐππος οὐκ ἄλλο οὐδέν, ἢ εἴ γε συγχωρήσει τις εἶναι αὐάνθρωπον, [*](769) ἄνθρωπον, οὗτος μὲν ἔσται, ἄνθρωποι δὲ πολλοὶ οὐκ ἔσονται, ὥσπερ οὐδὲ πολλαὶ βᾶ συλλαβαί. καὶ πρὸς τούτοις, φησίν, εἴπερ εἰσὶ τὰ στοιχεῖα τό τε ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυὰς ἓν τῷ ἀριθμῷ, οὐκ ἔσονται ἐπιστητά, ὅτι ἡ μὲν ἐπιστήμη τῶν καθόλου, ταῦτα δὲ οὐ καθόλου. ὅτι δὲ αἱ ἐπιστῆμαι τῶν καθόλου δῆλον, φησίν, ἔκ τε τῶν ἀποδείξεων καὶ τῶν ὁρισμῶν. καὶ οἱ ὁρισμοὶ γὰρ τῶν καθόλου, ὡς ἐν τῷ Z τῆς παρούσης δείκνυται πραγματείας, καὶ αἱ ἀποδείξεις ὁμοίως, ὡς ἐν τοῖς ῾Υστέροις ἐμάθομεν ἀναλυτικοῖς. οὐ γὰρ γίνεται ὁ ὁρισμὸς ἢ ὁ συλλογισμὸς καὶ ἡ ἀπόδειξις περὶ τοῦδε τοῦ μερικοῦ τριγώνου, ὅτι τόδε τὰς τρεῖς γωνίας δυσὶν [*](1 αὐτά ex αὐτὸ corr. L: αὐτὸ Α 4 ὃν L: oai. Α 12 τὸ λάβδὰ—λυ M1: AL: ind. M2 13. 14 ἡ δὲ ’δε συλλαβὴ scripsi: τῆ δὲ πε συλλαβὴ Α: τῆ δὲ δὴ συλἂβῆ LM2 14 ἢ πε LM2: ἡ πη Α 16 τοῦ π LM2: τοῦ τι Α 23 τοῦ post καὶ om. L 20 πάλιν ὡς Α: ὡς πάλιν L 33 ἔκ τε τῶν L: τε om. Α 34 ἐν τῷ Z] c. 15 35. 36 ἐν τοῖς ῾Υστέροις—ἀναλυτικοῖς] Α4 36 γίνεται L: γίνονται Α)
790
ὀρθαῖς ἴσας ἔχει, ἀλλὰ παντὸς τριγώνου, οὐδ’ ὅτι ὅδε ὁ μερικὸς ἄνθρωπος ζῷόν ἐστιν, ἀλλὰ πᾶς ἄνθρωπος.

[*](p. 1086b37)

Ἀλλὰ μὴν εἴ γε καθόλου αἱ ἀρχαὶ ἢ καὶ ἐκ τούτων οὐσίαι καθόλου.

῾Υπο΄θέμενος μερικὰς τὰς ἰδέας καὶ τὰς τούτων ἀρχὰς τό τε αύτοὲν καὶ τὴν ἀόριστον δυάδα καὶ δείξας ἀπὸ τῶν συμβαινόντων ταῖς συλλαβαῖς καὶ τοῖς στοιχείοις αὐτῶν ὅτι ἀδύνατον μερικὰς εἶναι τὰς ἰδέας καὶ τὰ στοιχεῖα αὐτῶν, ὑποτίθεται αὐτὰ καθόλου λέγων ἀλλὰ μὴν εἴ γε καθόλου αἱ ἀρχαὶ τό τε αὐτοὲν καὶ ἡ ἀόριστος δυάς, ὁμοίως δὲ καὶ αἱ ἐκ τούτων οὐσίαι καθόλου, ἤτοι αἱ ἰδέαι. ἔσται ἡ μὴ οὐσί προτέρα τῆς οὐσίας, ὅπερ ἀδύνατον. ἐπειδὴ γὰρ τὰ καθόλου οὐκ οὐσίαι ἀλλ’ ὁμοιώματα τῶν καθ’ ἕκαστα, εἰ ἔστι καὶ τὸ αὐτοὲν καὶ ἡ ἀόριστος δυὰς καθόλου, ὁμοιώματα καὶ συμβεβηκότα ἔσονται καὶ πρότερα τῶν ἰὲῶν, ἤτοι κατ’ αὐτοὺς τῶν οὐσιῶν. εἰ γὰρ πρότερα τὰ στοιχεῖα τῶν ὧν εἰσι στοιχεῖα, τὸ δὲ ἀρχικὸν ἓν καὶ ἡ δυὰς στοιχεῖα τῶν ἰδεῶν, πρότερα ἄν εἶεν τῶν ἰδεῶν. ταῦτα δέ, τό τε πρότερα γίνεσθαι τὰ συμβεβηκότα τῶν οὐσιῶν καὶ τὰ λοιπά, εὐλόγως συμβαίνει τοῖς ποιοῦσι τὰς ἰδέας ἐκ στοιχείων καὶ πρὸς τούτῳ ἀξιοῦσιν ἕν τι εἶναι ἕτερον τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν ἀνθρώτων καὶ ἵππων καὶ τῶν ἄλλων. ὥστε εἰ μηδὲν κωλύει, ὡς ἐπ’ τῶν τῆς φωνῆς στοιχείων, ἀλλὰ καὶ πᾶσα ἀνάγκη πολλὰ εἶναι τὰ ἄλφα καὶ τὰ βῆ τὰ, καὶ πρὸς τούτοις εἰ μηδέν ἐστιν αὐτοάλφα καὶ αὐτοβἡτα παρὰ τὰ καθ’ ἕκαστα καὶ πολλὰ α καὶ πολλὰ β, ἀνάγκη καὶ πολλοὺς εἶναι ἵππους καὶ ἀνθρώπους μὴ ὄντος αὐτοανθρώπου καὶ αὐτοίππου. τοῦτο γὰρ ἦν ἀκόλουθον ἐπαγαγεῖν, ἐπεὶ καὶ διὰ τὰς ἰδέας τὰ τῆς φωνῆς παρείληπται στοιχεῖα. ὁ δὲ τοῦτο μὲν οὐκ ἐπήγαγεν ἀλλὰ τὸ ἔσονται ἕνεκά γε τούτου ἄπειροι συλλαβαί. καὶ προσυπακουστέον τοῦ εἰ δὲ ἄπειροι βᾶ συλλαβαὶ εἶναι δύνανται μὴ οὕσης αὐτοβα συλλαβῆς, καὶ ἄνθρωποι ἄρα μὴ ὄντος αὐτοανθρώπου. ὥστε ἐπειδὴ τὰ στοιχεῖα ἀνάγκη ἡ καθόλου εἶναι ἢ με ρικά, αἱ δὲ ἰδέαι καὶ τὰ στοιχεῖα αὐτῶν δέδεικται ὅτι οὔτε καθόλου [*](770) εἶναι δύνανται οὕτε μερικαί, δῆλον ὅτι οὐδὲ ὡς στοιχεῖα δύνανται εἶναι οἱ εἰδητικοὶ ἀριθμοί. ἀλλ’ ἡ μὲν τῶν λεγομένων οἶμαι διάνοια τοιαύτη, κατὰ δὲ τὴν λέξιν τὴν καὶ παρὰ τἀς τὸ αὐτοεῖδος ἐχούσας οὐσίας ἕν τι ἀξιοῦσιν εἶ ’ναι κεχωρισμένον ἢ τοῦτο λέγοι ἄν, ὃ καὶ πρότερον εἴπομεν, μὲν, ὅτι εὐλόγως συμβαίνει τὰ εἰρημένα ἄτοπα τοῖς ἀξιοῦσι παρὰ τὰς καθ’ ἕκαστα οὐσίας τὰς ἐχούσας κατ’ αὐτοὺς ἐν ἑαυταῖς τὰς ἰδέας μεθέξει γὰρ [*](2 ἀλλὰ πᾶς M Bonitz: ἀλλ’ ὁ πᾶς AL 9 καὶ ἰαὶ ἐκ Α Metaph. cod. Ab: καὶ ἐκ L Metaph. vulg. 13. 14 κατ’ αὐτοὺς L: κατ’ αὐτὰ A 15 πρότερα A: πρό. τερον L 16 πρότερα M: πρότερον AL 17. 18 πρὸς τούτῳ L: πρὸ τούτων Α 21 καὶ βῆτα L μηδέν A: μέν L 25. 26 ἕνεκά γε Α Metaph. νulg.: γε ἕνεκα L Metaph. liber unus 32 αὐτοεῖδος A: αὐτὸ εἶδος L Metaph. οὐσίας Α: om. L: ind. M2)

791
τῶν ἰδεῶν τὰ τῇδε εἶναι βούλονται), τοῖς δὴ ἀξιοῦσι παρὰ τὰ καθ’ ἕκαστα ὅν τι εἶναι αὐτοεῖδος κεχωρισμένον ταῦτα συμβαίνει. καὶ δεῖ τὴν λέξιν οὕτως ἀναγινώσκειν ῾καὶ ἀξιοῦσιν ἕν τι εἶναι κεχωρισμένον αὐτοεῖδος ἕτερον παρὰ τὰς οὐσίας τὰς αἰσθητὰς καὶ ἐχούσας ἐν ἑαυταῖς τὰ ἰδέας᾿. μεθέξει γὰρ τῶν ἰδεῶν ὄντων ἡμῶν, πῶς οὐκ ἄν εἶεν ἐν ἡμῖν; ἢ τὸ καὶ παρὰ τὰς τὸ αὐτοεῖδος ἐχούσας οὐσίας καὶ ἰδέας ἕν τι ἀξιοῦσιν εἶναι κεχωρισμένον εἴρηται ἀντὶ τοῦ εὐλόγως συμβαίνει αὐτοῖς ταῦτα, ὅταν ἀξιῶσιν ἐν τι αὐτοεῖδος εἶναι κεχωρισμένον (λέγων αὐτοεῖδος τὸ ἀρχικὸν ὅν) παρὰ τὰς οὐσίας, αὐτὰς δὴ τὰς ἰδέας καὶ ἐχούσας τὸ ἀρχικὸν ἓν ἤτοι τὸ αὐτοεῖδος· εἶδος γὰρ ὂν τὸ ἀρχικὸν ἓν κατ’ αὐτοὺς τῶν ἰδεῶν. εὔδηλον δ’ ὡς ἔχουσιν αὐτὸ αἱ ἰδέαι· ὥστε εἰ λέγοι αὐτοεῖδος τὸ ἀρχικὸν ἕν, καὶ οὐσίας ἐχούσας τὸ αὐτοεῖδος μἡ τὰς τῇδε καὶ αἰσθητάς, ἀλλὰ τὰς ἰδέας, δεῖ κατὰ ταύτην τὴν ἐπιβολὴν οὑτωσὶ τῆς λέξεως ἀκούειν ῾ὅταν ἀξιῶσιν εἶναι ἕν τι αὐτοεῖδος, τουτέστιν ἀρχικὸν ἕν, ἕτερον παρὰ τὰς εἰδητικὰς οὐσίας τὰς ἐχούσας κατ’ αὐτοὺς τὸ ἀρχικὸν ἕν, ταῦτα συμβαίνει᾿.

[*](p. 1087a10)

Τὸ δὲ τὴν ἐπίστη μὴν εἶναι καθόλου πᾶσαν, ὥστε ἀναγκαῖον εἶναι καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι.

Δείξας ὅτι τὰ καθόλου οὔκ εἰσι κεχωρισμένα καὶ καθ’ αὑτά, ἔχων δὲ καὶ ὅτι αἱ ἐπιστῆμαι τῶν καθόλου εἰσίν, ἐπειδὴ παντὸς ἦν ζητεῖν ὡς εἴπερ αἱ ἐπιστῆμαι τῶν καθόλου, τὰ δὲ καθόλου μὴ ὄντα. αἱ ἐπιστῆμαι ἄρα τῶν μὴ ὄντων εἰσί, λέγει οὖν ὅτι τὸ λέγειν ὡς πᾶσα μὲν ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ διὰ τοῦτο ἀνάγκη καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι καὶ οὔσας, πᾶν δὲ ὂν κεχωρισμένον καὶ καθ’ αὑτό, καὶ αἱ τῶν ὄντων ἀρχὶ ἄρα, ὧν εἶναι καὶ τὰς ἐπιστήμας φαμέν, καὶ καθόλου καὶ κεχωρισμέναι, ἢ εἰ μὴ τοῦτο, συμβαίνει τὰς ἐπιστήμας εἶναι μὴ ὄντων, τὸ δὴ τοῦτο λέγειν, φησίν, ἔχει μὲν μάλιστα πάντων τῶν ῥηθέντων ἀπορίαν (αύτη δὲ ἦν ἡ τὰς ἐπιστήμας μὴ ὄντων εἶναι λέγουσα)· τοῦτο δέ, φησί, τὸ τὴν ἐπιστήμην εἶναι μὴ ὄντων τρόπον μέν τινα ἀληθές ἐστι, τρόπον δέ τινα οὐκ ἀληθές· ἔστι γὰρ ἡ ἐπιστήμη καὶ ὄντος καὶ μὴ ὄντος. καὶ [*](771) πῶς ἐπάγει· ἡ γὰρ ἐπιστήμη, ὥσπερ καὶ τὸ ἐπίστασθαι διττόν. ὡς γὰρ ἐπίστασθαι λέγομεν τὸν ἔχοντα μὲν τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δὲ κατ’ αὐτὴν δυνάμενον δ’ ἐνεργῆσαι, καὶ τὸν ἔχοντα ἤδη καὶ ἐνεργοῦντα, ὡς οὖν τὸ ἐπίστασθαι τὸ μὲν λέγεται κατὰ δύναμιν τὸ δὲ κατ’ ἐνέργειαν, οὕτω καὶ ἡ ἐπιστήμη δυνάμει καὶ ἐνεργείᾳ, δυνάμει μὲν ἡ ἐν ἡμῖν ἕξις καθ’ ἣν δυνάμεθα πᾶν ὃ ἂν ἡμῖν προτεθῇ τρίγωνον, εἴτε ξύλινον εἴτε χαλκοῦν ἢ ἄλλο ὁτιοῦν, δεικνύναι ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἥτις ἕξις καθόλου ἐπιστήμη λέγεται· ἐνεργείᾳ δὲ ἐπιστήμη λέγεται [*](1 δὴ L: δὲ Α 5 παρὰ L: περὶ Α 6 αὐτοεῖδος Α: αὐτὸ εἶδος L 7 τοῦ εὐλόγως Α: post, τοῦ add. καὶ L 9 παρὰ—ἓν Α: in inargine add. La ἰδέας Α: οὐσίας L2 10 ἓν M: oca. AL 19 καὶ ὅτι Α: καὶ om. L 23 οὔσας AL: οὐσίας M Bonitz 24. 25 κεχωρισμέναι L: κεχωρισμένα Α 25 μὴ εἶναι ὄντων L)

792
ἡ τοιάδε ἐν ἡμῖν γινομένη κίνησις, ὅταν δείκνυμεν ὅτι τοῦδε τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἥτις καὶ μερική (περὶ γὰρ τόδε τὸ μερικὸν τρίγωνόν ἐστι) λέγεται. καὶ ἔοικεν ἡ μὲν καθόλου ἐπιστήμη τῇ ὀπτικῇ ἡμῶν δυνάμει, ἣν καὶ ὑπνώττοντες καὶ ἐγρηγορότες ἔχομεν, ἡ δὲ μερικὴ ἐπιστήμη τῇ ὁράσει, ἥτις ὅρασις γίνεται, ὅταν ἡ ὄψις ἐνεργῇ περὶ τὰ χρώματα καὶ ὁρᾷ αὐτά. καὶ τούτῳ διαφέρει ἡ ἐνεργείᾳ καὶ μερικὴ ἐπιστήμη τῆς καθόλου καὶ ὡς ἕξεως λεγομένης, ὅτι ἡ μὲν μερικὴ τοῦδέ ἐστι τοῦ τριγώνου ὃ νῦν δείκνυσιν, ἡ δὲ καθόλου καὶ ὡς ἕξις καὶ ἄλλων ἀπείρων. τὸ δὲ καθόλου τρίγωνον διαφέρει τοῦ μερικοῦ, ὅτι τὸ μὲν καθόλου ἀόριστον (οὐ γὰρ ἐν χαλκοῖς τριγώνοις ὁρίζεται ἡ φύσις αὐτοῦ ἢ ἐν ξυλίνοις ἢ γηίνοις, ἀλλ’ ἐν ἅπασιν αὐτὸ εἶναί τε καὶ εὑρίσκεσθαι δύναται, ὥστε καὶ ὡς ἀόριστον καὶ ἐννοηματικὸν μὴ ὂν αὐτό φαμεν· τὸ γὰρ ἀόριστον καὶ μὴ ἐπερεῖδον ἡμῶν τὴν διάνοιαν κατ’ οὐδὲν ἀπέοικε τοὐ μὴ ὄντος), τὸ δὲ μερικὸν τρίγωνον ἐπειδὴ αἰσθητόν ἐστι καὶ κείμενόν που, ὡρισμένον καὶ ὄν ἐστι. τούτων οὕτως ἐχόντων ὅταν λέγωμεν ὅτι ἡ ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ ὄντων, καθόλου μὲν λέγομεν τὴν καθόλου καὶ ὡς ἕξιν οὖσαν, ὄντων δὲ τὴν μερικὴν καὶ ἐνεργείᾳ καὶ περὶ μερικὰ οὖσαν. ἔστιν οὖν ἡ ἐπιστήμη καὶ τῶν καθόλου καὶ τῶν κατὰ μέρος καὶ ὄντων καὶ μὴ ὄντων, ἡ μὲν καθόλου καὶ ὡς ἕξις τῶν καθόλου τε καὶ μὴ ὄντων (ἐν ἐπινοίᾳ γὰρ μόνῃ αὐτοῖς τὸ εἶναι), ἡ δὲ μερικὴ καὶ ἐνεργείᾳ ὄντος. καὶ κυρίως μὲν καὶ προηγουμένως διὰ τὴν μερικὴν καὶ τὴν καθόλου διώκομεν· διὰ γὰρ τὸ δύνασθαί με δεικνύναι πᾶν ὃ ἄν μοι δοθῇ τρίγωνον ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει καὶ τὴν καθόλου ζητῶ τε καὶ ἀσπάζομαι, ἐπεὶ αὐτὴν καθ’ αὑτὴν οὐδεὶς ἄν ἔχειν ἐθελήσειεν. ἡ μὲν οὖν δύναμις, φησί, λέγων δύναμιν τὸν ἐν ἡμῖν νοῦν· οὗτος γὰρ δυνάμει τὰ [*](772) καθόλου· γραμματείῳ γὰρ ἀγράφῳ ἐν τῇ Περὶ ψυχῆς αὐτὸν ἀπείκασεν. οὗτος οὖν ὁ νοῦς ὕλη ἐστὶ τῶν καθόλου, ταῦτα δὲ εἴδη· καὶ ἐπεὶ ὡς ὕλη ἐστί, καὶ ἀόριστός ἐστι· πᾶσα γὰρ ὕλη ὑπὸ εἴδους ὁρίζεταί τε καὶ κοσμεῖται. ἔστιν οὖν ὁ νοῦς ὁ δυνάμει ὕλη ἀόριστος εἴδους ἀορίστου· τοῦ γὰρ καθόλου· ταῦτα γάρ, ὡς εἴρηται, ἀόριστα. ἡ δὲ ἐνεργείᾳ δύναμις, τουτέστιν ὁ κατ’ ἐνέργειαν νοῦς, ἡ μερικὴ ἐπιστήμη ἐστίν, ὡρισμένη καὶ ὡρισμένου τινός (τοῦ γὰρ αἰσθητοῦ τριγώνου) τόδε τι καὶ μερικὴ οὖσα τὸ ὗ’ δέ τινος καὶ μερικοῦ ἐστι. δυνατά διὰ τοῦ ἡ μὲν οὖν δύναμις ὡς ὕλη τοῦ καθόλου οὖσα καὶ τῶν ἑξῆς δύναμιν λέγειν τὴν ἐν ἡμῖν ἕξιν, ἣν καὶ καθόλου φαμὲν ἐπιστήμην. καὶ εἴη ἄν λέγων ὅτι ἡ μὲν δύναμις ἤτοι ἡ ἐν ἡμὶν ἕξις ἤτοι ἡ καθόλου ἐπιστήμη, τοῦ καθόλου οὖσα, ὕλη ἐστὶ τῆς μερικῆς ἐπιστήμης· εἰδοποιεῖται γὰρ ὑπ’ αὐτῆς. καὶ οὐ μόνον ὕλη ἐστὶν αὐτῆς, ἀλλὰ καὶ ἀόριστός ἐστι τὸ ὖ καθόλου καὶ ἀορίστου οὖσα. εἰ γὰρ ἡ καθόλου ἐπιστήμη οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου εἶδος, τοῦτο δὲ ἀόριστον, ἀόριστος ἄρα καὶ αὕτη. πάλιν ἐπεὶ ἡ μερικὴ καὶ ἐνερμὲν [*](7 LM2: om. AM1 10 τριγώνοις L: τρίγωνον Α 14 αἰσθητόν L: ἀόριστον Α 25 οὗτος scrip si: οὕτω libri 26 ἐν τῆ Περὶ ψυχῆς] Γ 4 p. 4301a1 37 αὐτῆς Α: αὐτοῦ L)
793
γείᾳ ἐπιστήμη ἡ αὐτή ἐστι τῷ μερικῷ τριγώνῳ, ὡρισμένον δὲ τοῦτο, ὡρισμένη ἄρα καὶ αὕτη καὶ ὡρισμένου τινός. ὅτι δὲ ἡ καθόλου ἐπιστήμη διὰ τὴν μερικήν ἐστι καὶ ταύτης χάριν καὶ τὴν καθόλου ἀσπα,́όμς͂dια, δείκνυσι τῇ παραθέσει τῆς αἰσθήσεως. ὡς γὰρ ἡ ὄψις προηγουμένως μὲν τοῦδέ τινος τοῦ ἀτόμου χρώματός ἐστι, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ ἐν τῷ ἀτόμῳ κοινοῦ (τὸ γὰρ καθ’ ἕκαστον ὁρῶν τις τρόπον τινὰ καὶ τὸ ἐν αὐτῷ καθόλου ὁρᾷ), ὁμοίως καὶ ὥσπερ τις προηγουμένως μὲν τόδε τὸ 9u ἄλφα θεωρεῖ εἰ χρὴ δασύνεσθαι ἢ ψιλοῦσθαι, ἐκτείνεσθαί τε ἢ βραχύνεσθαι, κατὰ συμβεβηκὸς δὲ καὶ τὸ ἐν αὐτῷ κοινόν, οὕτω καὶ ἡ ἐπιστήμη προηγουμένως μὲν μερική ἐστιν, ἡ τὰ ἐπιστητὰ δεικνύουσα (πᾶν γὰρ ὃ ἂν εἰς δεῖξιν ληφθείη μερικόν), κατὰ ·συμβεβηκὸς δὲ ἐν αὐτῷ θεωρεῖ τὸ καθὄλου καὶ δείκνυσιν. εἰ οὖν ταῦτ’ ἀληθῆ, οὐκ ἔσται χωριστὸν οὐδὲν οὐδ’ οὐσία καθόλου καθ’ αὑτήν, ἵν ᾖ ταύτης ἡ ἐπιστήμη· ἀλλὰ δῆλον ὅτι τρόπον μέν τινά ἐστιν ἡ ἐπιστήμη τοῦ καθόλου καὶ μὴ ὄντος, ἡ καθόλου δηλονότι καὶ δυνάμει, τρόπον δέ τινα οὐκ ἔστι τοὺ καθόλου, ἀλλὰ τοῦ μερικοῦ, ἡ ἐνεργείᾳ δηλονότι. τὸ δὲ ἐπεὶ εἰ ἀνάγκη τὰς ἀρχὰς καθὄλου εἶναι, ἁ νάγκη καὶ τὰ ἐκ τούτων καθόλου συνεχές ἐστι τοῖς ἐπάνω, ἐν οἷς ἐδείκνυεν ὅτι ἀδύνατόν ἐστι τὸ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα καθόλου εἶναι. ἔστι δὲ τὸ λεγόμενον ὡς εἴπερ αἱ ἀρχαί, τὸ αὐτοὲν δηλονότι καὶ ἡ ἀόριστος δυάς, καθόλου εἰσίν, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν ἰδέας καθόλου εἶναι, ταὐτὸ δὲ εἰπεῖν συμβεβηκότα, ωσσπερ ἐπὶ τῶν [*](773) ἀποδείξεω ν· καὶ γὰρ ἐπὶ τούτων ὅταν ὦσιν αἱ προιάσεις καθόλου, καὶ τὰ ἐξ αὐτῶν συμπεράσματα καθόλου ἐστίν. Ἡδὲ μὲν οὖν πεπεράτωται τὸ Μ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας.

[*](3 ἀσπαζόμεθα T1 : ἀσπαζομένη AL 7 μὲν M1: om. AL: ind. M2)
794

Ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας εἰ δυνατὸν εἶναι τὰ μαθηματικὰ χωριστὰ καὶ καθ’ αὑτά, καὶ δείξας ὅτι χωριστὰ μὲν οὔκ εἰσιν, ὡς οἱ ταῦτα τιθέμενοι λέγουσιν, ἐξ ἀφαιρέσεως δέ, εἶτα ζητήσας περὶ τοῦ εἰδητικοῦ ἀριθμοῦ καὶ δείξας ὅτι ἀδύνατόν ἐστι τοιούτους ἀριθμοὺς εἶναι, ἐν τῷ παρόντι βιβλίῳ, Ν μὲν ἐπιγραφομένῳ, τεσσαρεσκαιδεκάτῳ δὲ κατὰ τὸν ἀριθμὸν καὶ τελευταίῳ τῆς ὅλης πραγματείας ὄντι, δείκνυσιν ὅτι οὐδ’ ὡς ἀρχὰς τῶν ὄντων δυνατόν ἐστι λέγειν ἢ τοὺς εἰδητικοὺς ἀριθμοὺς ἢ τὰ μαθηματικά, ὡς οἱ ταῦτα κομίσαντες βούλονται. καί φησι περὶ μὲν οὖν τῆς οὐσίας τῆς νοητῆς ὅσα τε ἡμεῖς ὡς οἰκεῖ εἰρήκαμεν, ὅσα τε οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων, μέχρι τοσούτου εἰρήσθω. ἡμεῖς μὲν γὰρ ἐνέργειαν τὸν πρῶτον νοῦν πάντῃ πάντως ἀμοιροῦσαν τοῦ δυνάμει εἰρήκαμεν, εἶτα καὶ ἐκ τοῦ τῶν σφαιρῶν πλήθους συνελογισάμεθα πόσοι οἱ δεύτεροι νοῖ τυγχάνουσιν ὄντες. ἡμεῖς μὲν οὖν τὴν νοητὴν οὐσίαν ταύτην εἶναι εἰρήκαμεν, τούτων δὲ ὁ μὲν εἰδητικοὺς ἀριθμοὺς οἱ δὲ τὰ μαθηματικὰ τὴν οὐσίαν εἶναι λέγουσι τὴν νοητήν. ὥστε περὶ μὲν τῆς τοιαύτης οὐσίας τοσαῦτα εἰρήσθω. πάντες δὲ καὶ οἱ τῶν ἰδεῶν προστάται καὶ οἱ τῶν μαθηματικῶν ἐφευρεταὶ ἀρχὰς τῶν εἰδῶν καὶ τῶν μαθηματικῶν ταῦτα γὰρ εἴρηκεν ἀκινήτους οὐσίας) τὰ ἐναντία τίθενται παραπλησίως τοῖς φυσικοῖς. δέδεικται γὰρ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ὅτι τὰ ἐναντία ἥ τε στέρησις καὶ τὸ εἶδός εἰσιν ἀρχαὶ τῶν φυσικῶν πάντων, ὑποκείμενον δὲ αὐτοῖς ἡ ὕλη. ἀλλ’ ὅτι μὲν αἱ τῶν φυσικῶν ἀρχαὶ τὰ ἐναντία δέδεικται ἐκεῖσε - ὅτι δὲ τῶν νοητῶν καὶ πάντῃ ἀκινήτων ἀδύνατον εἶναι ἐναντίας τὰς ἀρχάς, δείκνυσι νῦν προλαβὼν ὡς ἐναργέστατόν τε καὶ δεδειγμένον ὅτι τῆς πρώτης πάντων ἀρχῆς οὐκ ἐνδέχεται πρότερόν τι εἶναι. εἰ γὰρ ἔστι τις προτέρα ἀρχή, ἐκείνη ἂν εἴη πρώτη· ἀλλ’ ὑπόκειται ταύτην εἶναι τὴν πρωτίστην. τοῦτο [*](1 Tit. σχόλαια (sic) εἰς τὸ Ν—Ἀριστοτέλους Α: om. L: Ἀριστοτέλους om. M 6 τεσσαρεσκαιδεκάτῳ L: τεσσαρισκαιδεκάτῳ Α: τρισκαιδεκάτῳ corr. Α 11 μέχρι τοσούτου εἰρήσθω Brandis Bonitz: om. ALM 14 ταύτην εἶναι AL: τοιαύτην Brandis Bonitz 14. 15 ὁ μὲν M Brandis Bonitz: οἱ μὲν AL 17 μαθηματικῶν Α: μαθημάτων L 18 εἴρηκεν Α: εἰρήκαμεν L 20 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 7)

795
δὴ προλαβὼν συλλογίζεται δυνάμει | ὧδε· τὰ ἐναντία ἐν ὑποκειμένοις τὸ [*](774) εἶναι ἔχοντα ὕστερά εἰσι τοῦ ἐν ᾧ εἰσιν· ἡ τῶν νοητῶν καὶ πάντων ἀρχὴ τῶν ὄντων οὐδενός ἐστιν ὑστέρα· ἡ τῶν ὄντων ἄρα πάντων ἀρχὴ οὐκ ἔστι τὰ ἐναντία, ἀλλὰ δηλονότι ὁ πολυτίμητος νοῦς, ᾧ ἐναντίον τι ἐννοεῖν μὴ λίαν εἴη τῶν ἀσεβεστάτων. καὶ κατασκευάζει τὴν πρότασιν τὴν λέγουσαν ὅτι ἡ τῶν ὄντων πάντων ἀρχὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ τινὶ διὰ τοῦ εἰ δετῆς τῶν ὄντων πάντων ἀρχῆς μὴ ἐνδέχεται πρότερόν τι εἶναι. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· τοῦ ἐν ὑποκειμένῳ ὄντος ἔστι τι πρότερον, τὸ ὑποκείμενον αὐτῷ· τῆς τῶν ὄντων πάντων ἀρχῆς οὐκ ἔστι τι πρότερον· ἡ τῶν ὄντων ἄρα πάντων ἀρχὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ. ἢ οὕτως· εἰ ἔστιν ἡ τῶν ὄντων πάντων ἀρχὴ ἐν ὑποκειμένῳ, ἔσται τι αὐτῆς πρότερον· ἀλλὰ μὴν οὐκ ἔστι τι πρότερον αὐτῆς· οὐκ ἄρα ἐν ὑποκειμένῳ ἐστίν. ἀδύνατον οὖν τὴν πρώτην ἀρχὴν ἕτερόν τι οὖσαν, ἤτοι ἐν ὑποκειμένῳ οὖσαν, εἶναι ἀρχήν· πᾶν γὰρ ἐν ὑποκειμένῳ ὂν ἕτερόν τι ὄν ἐστιν ὃ λέγεται. τὸ γὰρ λευκὸν ἕτερόν τι ὄν, οἷον ξύλον ἢ ἄνθρωπος, ἐστὶ λευκόν· ὥστε καὶ ἡ τῶν ὄντων ἀρχή, εἰ ἦν ἐν ὑποκειμένῳ, ἕτερόν τι οὖσα ἦν ἄν ὃ εἶναι ἐλέγετο. αὐτὸς δὲ καὶ σαφηνίζει ὅπως εἰ ἔστιν ἡ τῶν ὄντων ἀρχὴ ἐν ὑποκειμένῳ, ἀνάγκη ἑτέραν εἶναι καὶ ὑστέραν τοῦ ἐν ᾧ ἐστι, λέγων οἷον εἴ τις λέγοι τὸ λευκὸν εἶναι ἀρχήν, μὴ λέγοι δὲ αὐτὸ ἀρχὴν καθὸ ἕτερόν τί ἐστιν, οἷον καθὸ ἀὴρ ἢ καθὸ ὕδωρ, ἀλλὰ καθὸ λευκόν· εἰ δή τις τοῦτο λέγοι, λέγοι δὲ ὅτι καὶ τὸ λευκὸν πρὸς τῷ ἀρχὴ εἶναι καὶ καθ’ ὑποκειμένου, τουτέστιν ἐν ὑποκειμένῳ ἐστίν, ἔσται τὸ ὑποκείμενον, ἐν ᾦ τὸ λευκὸν ἤτοι ἡ ἀρχή ἐστι, πρότερον τοῦ λευκοῦ καὶ τῆς ἀρχῆς, ὅπερ ἀδύνατον. τοῦτο δὴ ἀνάγκη λέγειν καὶ ἐπὶ τῆς τῶν ἀπάντων ἀρχῆς, εἴπερ ἐν ὑποκειμένῳ ἐστίν. ἐπειδὴ δέ τις ἔμελλε λέγειν ὅτι ἐναντιότητα μὲν ἕξει ἡ πρώτη ἀρχή, οὐκ ἔσται δὲ ἐν ὑποκειμένῳ, ὥστε ἐκ τούτου συνάγεσθαι τὸ πρότερόν τι αὐτῆς εἶναι, ἀλλ’ ἔστι τὰ ἀρχικὰ ἐναντία αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκειμένου τινός, ἐπήγαγε τὸ ἀλλὰ μὴν γίνεται πάντα ἐξ ἐναντίου ὡς ἐξ ὑποκειμένου τινός, ἴσον λέγων τῷ ἀδύνατον τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι· δέδεικται γὰρ καὶ τοῦτο, λέγω δὴ ὡς <οὐ> τὰ ἐναντία ἐξ ἀλλήλων. ἀδύνατον οὖν τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι μὴ ὄντος ὑποκειμένου τινός· οὐ γὰρ ἡ ψυχρότης θερμαίνεται, ἀλλὰ τὸ τῇ ψυχρότητι ὑποκείμενον. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὰ ἀρχικὰ ἐναντία καθ’ αὑτὰ καὶ χωριστά, ἀλλὰ καθ’ ὑποκειμένου, τουτέστιν ἐν ὑποκειμένῳ. ἀλλὰ μήποτε δυνατὸν λέγειν τὰ ἀρχικὰ ἐναντία οὐσίας καὶ διὰ τοῦτο οὐκ ἐν ὑποκειμένῳ· οὐδεμία γὰρ οὐσία ἐν ὑποκειμένῳ. ἤ, φησί, φαίνεταί τε καὶ ὁ λόγος μαρτυρεῖ ὅτι οὐδεμιᾷ οὐσίᾳ καθ’ αὑτὴν οὔσῃ καὶ ἐν ὑπάρξει ἔστι τι ἐναν|τίον. τῷ γὰρ εἴδει κἀν εἴη ἐναντία ἡ στέρησις οὐσίᾳ ὄντι. [*](775) ἀλλ’ οὐκ ἔστι καθ’ αὑτὸ ἀλλ’ ἐν τῇ ὕλῃ. πῶς δὲ ἐν αὐτῇ τὸ εἶναι ἔχει [*](6 ὄντων πάντων] ἁπάντων Metaph. 12 πρότερον L: πρῶτον Α 13 οὑν L: ἄρα Α 21 ἀρχὴ L: ἀρχῇ Α 28. 29 ἐναντίου Α: ἐναντίας L ἐναντίων ὡς ὑποκειμένου Metaph. 29 τἄ L: τὸ Α 30 οὐ add. Bonitz 35 οὐκ Α: om. L 37 αὑτὴν—ὑπάρξει Α: οὔσῃ post. ὑπάρξει ponit L)
796
εἴρηται ἐν ἄλλοις. φανερὸν ἄρα ὅτι ἀδύνατον τὰ ἐναντία εἶναι πρώτην τῶν ὄντων ἀρχήν. τὸ δὲ ἀνάγκη ἄρα τοῖς μάλιστ’ ἐναντίοις τοῦθ’ ὑπάρχειν διὰ μέσου τεθὲν τοιοῦτόν ἐστιν· εἰ δεῖ τὰ ἐναντία λέγειν ἀρχάς, ἀνάγκη τὰ μάλιστα καὶ πρῶτα καὶ καθολικώτατα ἐναντία τῶν ὄντων ἀρχὰς λέγειν· καθολικώτατα δὲ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον· ταῦτα ἄρα καὶ ἀρχὰς λεκτέον. ἀλλὰ μὴν καὶ τὸ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ἀρχὰς λέγειν τῶν ἀδυνάτων μετ’ ὀλίγον δειχθήσεται. ὅλως ἄρα ἀδύνατόν ἐστι τὰ ἐναντία τῶν ὄντων πάντων λέγειν ἀρχάς.

[*](p. 1087b4)

Οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσι.

Δεῖ συντομώτατα πρὸ τῆς τῶν λεγομένων σαφηνείας εἰπεῖν ὅπως οἱ τὰ ἐναντία ἀρχὰς τῶν ἰδεῶν καὶ πάντων τῶν ὄντων λέγοντες τὴν ἐναντιότητα παρελάμβανον, καὶ οὕτως ἐπ’ αὐτὰ χωρῆσαι. οἱ λέγοντες τὸ ἄνισον καὶ τὸ ἓν ἀρχήν, ἢ τὸ ἓν καὶ τὸ μέγα καὶ μικρόν, ἢ τὸ ἓν καὶ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, τὸ ἓν ταὐτὸν λέγοντες τῷ ἴσῳ καὶ τὸ ἴσον τῷ ἑνί, τὸ μὲν ἄνισον ὕλην ἔλεγον, τὸ δὲ ἓν ἤτοι τὸ ἴσον εἶδος, καὶ ἐναντίον ἀλλήλοις τὸ μὲν ἓν ἢ τὸ ἴσον τῷ ἀνίσῳ καὶ τὸ ἄνισον τῷ ἑνί. πάλιν τὸ μέγα καὶ μικρὸν οὐκ ἔλεγον ἐναντία, ἀλλ’ ὡς μίαν τινὰ φύσιν καὶ ὑλικὴν αἰτίαν παραλαμβάνοντες ὡς εἶδος καὶ ἐναντίον αὐτοῖς τὸ ἓν ἐλάμβανον. ὁμοίως δὴ τούτοις καὶ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον μίαν τινὰ φύσιν ἀποφαινόμενοι τὸ ἓν ὡς εἶδος αὐτοῖς ἀντετίθουν. ὃ καὶ γελοῖον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντία τῷ εἴδει, ὅπου καὶ συνυπάρχουσιν, ἀλλ’ ἡ στέρησις. ταῦτα μὲν οὖν προείρηται πρὸς σαφήνειαν τῶν λεχθησομένων. αὐτὸς δὲ λέγει ὅτι τῶν τὰ ἐναντία ἀρχ’ ἃς θεμένων οἱ μέν, ὥσπερ ὁ Πλάτων, τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσι, καὶ τοῦτό ἐστι τὸ ἄνισον, εἶδος δὲ τὸ ἕν, καὶ ἐναντίον ἀλλήλοις τὸ ἄνισον τῷ ἑνὶ καὶ τοῦτο τῷ ἀνίσῳ. εἰπὼν δὲ ὅτι ἐναντίον τὸ ἄνισον λέγουσι τῷ ἑνὶ καὶ ἐπαγαγὼν τὸ τῷ· ἴσῳ, οὐκ ἄλλο τι δηλῶσαι βουλόμενος τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐκ παραλλήλου τέθεικεν αὐτό. τὸ γὰρ ἕν, ὡς προείρηται, ταὐτὸν τῷ ἴσῳ νομίζοντες ὁτὲ μὲν ἓν ἐκάλουν αὐτὸ ὁτὲ δὲ ἴσον. εἶτα καὶ τὴν αἰτίαν τίθησι δι’ ἣν τῷ ἑνὶ τὸ ἄνισον ἀντετίθουν ἀλλ’ οὐ τὸ πλῆθος. ὑπολαμβάνοντες γάρ, φησίν, οἱ περὶ Πλάτωνα τὸ ἄνισον εἶναι τὴν φύσιν καὶ οὐσίαν τοῦ πλήθους, ἀντὶ τοὐ πλήθους τὸ ἄνισον ἀντετίθουν τῷ ἑνί. οἱ δὲ περὶ Πυθαγόραν ὕλην τε καὶ· ἐναντίον τῷ ἑνὶ αὐτὸ τὸ πλῆθος ποιοῦσι. ταῦτα εἰπὼν καὶ μέλλων ἐκθέσθαι καὶ ἄλλας δόξας, πάλιν ἐκτίθεται τὴν τοῦ Πυθαγόρου καὶ Πλάτωνος, λέγων γεννῶνται γὰρ οἱ ἀριθμοὶ τοῖς μέν (οὗτοι δ’ εἰσὶν οἱ περὶ Πλάτωνα) ἐκ τῆς τοῦ ἀνίσου δυάδος· | αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ [*](776) μικρόν· ἐμπεριέχεσθαι γὰρ τὴν ἐκ τοὐ μεγάλου καὶ μικροῦ ἀποτελουμένην δυάδα τῷ ἀνίσῳ ἔλεγον, καὶ διὰ τοῦτο ὁτὲ μὲν τὴν ἀόριστον δυάδα ἤτοι [*](2 τοῖς μάλιστ’] μάλιστα τοῖς Metaph. 14 καὶ (post ἴσῳ) L: ἢ Α 15 ἤτοι Α: ἢ L 19 τὸ ὑπερέχον καὶ ὑπερεχόμενον Brandis Bonitz: τὸ μέγα καὶ μικρὸν ALM 23 ὅτι L: om. Α 36 αὕτη L: αὐτὴ A)

797
τὸ μέγα καὶ μικρὸν ἠναντιῶσθαι καὶ ὡς ὕλην ὑποκεῖσθαι τῷ ἑνὶ ἔλεγον, ὁτὲ δὲ τὸ περιεκτικὸν καὶ καθολικώτερον τοῦ μεγάλου χωρὶς καὶ τοῦ μικροῦ ἰδίως, ἅμα δὲ ἐξισάζον αὐτοῖς, τοῦτο δ’ ἐστὶ τὸ ἄνισον. ἠναντιῶσθαι τῷ ἑνί ὥσπερ γὰρ ὁ ἀριθμὸς τοῦ μὲν περιττοῦ ἰδίως ἐστὶ καθολικώτερος, ὁμοίως δὲ καὶ τοῦ ἀρτίου, ἅμα δὲ τῶν δύο τούτων συνελθόντων οὐκ ἔστι καθολικώτερος ἀλλ’ ἐξισάζει, οὕτω καὶ τὸ ἄνισον τοῦ μὲν μεγάλου φασὶ καθολικώτερος καὶ τοῦ μικροῦ ὁμοίως, τῶν δύο δὲ ἅμα οὐδαμῶς)· τοῖς μὲν οὖν περὶ Πλάτωνα γεννῶνται οἱ ἀριθμοὶ ἐκ τῆς τοῦ ἀνίσου δυάδος, τῷ δὲ Πυθαγόρᾳ ἡ γένεσις τῶν ἀριθμῶν ἐστιν ἐκ τοῦ πλήθους. ἀμφότεροι δὲ καὶ ὁ Πυθαγόρας καὶ ὁ Πλάτων’ εἰ καὶ κατὰ τὴν ὕλην διαφέρονται, ὁ μὲν τὸ ἄνισον λέγων Πυθαγόρας δὲ τὸ πλῆθος, ἀλλὰ κατὰ τὸ εἶδος συμφωνοῦσι· τὸ ἓν γὰρ ἀμφότεροι ἀνυμνοῦσι. ταῦτα εἰπὼν μέμφεται τῷ Πλάτωνι λέγων ὅτι τὸ ἄνισον καὶ τὸ ἓν ὁ Πλάτων λέγων στοιχεῖα τῶν ἀριθμῶν, τὸ δὲ ἄνισον δυάδα καλῶν ἐκ μεγάλου καὶ μικροῦ, ὡς ἓν ὄνια τὸ ἄνισον καὶ τὸ μέγα καὶ μικρὸν λαμβάνει, καὶ οὐ διορίζει ὅτι τῷ μὲν ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ ἕν εἰσι, τῷ δὲ λόγῳ πολλά. ἔδει δὲ ἓν αὐτὰ λέγοντα διορίζειν πῶς ἓν καὶ πῶς οὐχ ἕν.

[*](p. 1087b12)

Ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃς στοιχεῖα καλοῦσιν καλῶς ἀποδιδόασιν.

Τὸ μὲν τῆς λέξεως ἀκόλουθον τοιοῦτον. ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃ στοιχεῖα καλοῦσι τῶν ἀριθμῶν οὐ καλῶς ἀποδιδόασιν, οἱ μὲν τὸ μέγα καὶ μικρὸν λέγοντες μετὰ τοῦ ἑνός, τρία ταῦτα στοιχεῖα.

καὶ δεῖ στίξαι τελείαν εἰς τὸ μετὰ τοῦ ἑνός, εἶτα ἐπαγαγεῖν αὐτὸ καθ’ αὑτὸ τὸ τρία ταῦτα στοιχεῖα. τὸ <δὲ> λεγόμενον τοιοῦτον. οὗτοι τὴν μὲν εἰδικὴν ἀρχὴν τῶν ἀριθμῶν τὸ ἓν λέγουσι, τὴν δὲ ὑλικὴν ἄλλοι ἄλλως· οἱ μὲν γὰρ τούτων τὸ μέγα καὶ μικρὸν ὕλην λέγοντες, εἶδος δὲ τὸ ἐν, τὰ τρία ταῦτα στοιχεῖα τῶν ἀριθμῶν ἔλεγον· οἱ δ’ ἐπιδιορθούμενοι πολλῷ δικαιότερόν ἐστι, φασί, τὸ πολὺ καὶ ὀλίγον ὑλικὴν ἀρχὴν λέγειν τῶν ἀριθμῶν καὶ μὴ τὸ μέγα καὶ μικρόν· τὸ γὰρ μέγα καὶ μικρὸν ἄνπερ ὅλως εἶεν ἀρχαί, τοῦ μεγέθους ἔστωσαν ἀλλ’ οὐ τοῦ ἀριθμοῦ. ἄλλοι δὲ ἐκφεύγοντες τὴν ἔριν ταύτην ὑπέθεντο ὑλικὴν ἀρχὴν τὸ περιέχον καὶ περιεχόμενον· καθολικώτερα γὰρ ταῦτα καὶ γενικώτερα καὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου καὶ πολλοῦ καὶ ὀλίγου, ἵνα κἄν μικρὸν καὶ μέγα βούλοιτό τις τὰς ἀρχάς, ὑπερέχον πάντως λέξει καὶ ὑπερεχόμενον, κἄν πολὺ καὶ ὀλίγον, ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι πρὸς τὰ | συμβαίνοντα ἄτοπα τοῖς ὅλως [*](777) [*](7 καθολικώτερον L: καθολικώτερος Α 13 τὸ ἓν L: τὸ om. Α 20. 21 τὰς ἀρχὰς ἃ] τἄ L 21 ἁ] sic AM et Metaph. cod. T, sed cf. 18 23 καὶ δεῖ L: καὶ om. Α 24 δὲ add. Brandis 25 ἀρχὴν Α: αἰτίαν L 28 δικαιότερόν Brandis: δίκαιον libri 31. 32 ὑπερέχον καὶ ὑπερεχόμενον Metaph., cf. 34 31 καὶ L: καὶ τὸ A)

798
ἐναντία τὰ αἴτια τῶν ὄντων πάντων ποιοῦσιν οὐδὲν διαφέρει, κἄν μέγα καὶ μικρόν, κἂν πολὺ καὶ ὀλίγον. κἀν ὑπερέχον καὶ ὑπερεχόμενον τὰς ἀρχὰς ποιῇ, οὐδ’ ἐκφεύγει τὰ τοιαῦτα ἄτοπα, ἀλλ’ ἔνοχός ἐστι τοῖς ἀδυνάτοις τούτοις καὶ δυσχερέσι. μόνον δέ, φησί, πρὸς τὰς λογικὰς καὶ ἐνδόξους ἐπιχειρήσεις, αἷς προσπίπτειν φυλάττονται διὰ τὸ καὶ αὐτοὺς λογικῶς ἐπιχειρεῖν, ὠφελεῖ τὸ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ἀρχὰς ὑποθέσθαι. ὁ γὰρ τοῦτο ἀρχὴν θεὶς ἐκφεύγει τὰς κατ’ ἀλλήλων ἐπιχειρήσας ὑπό τε τῶν μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀρχὰς λεγόντων φερομένας· τὰ δὲ μέλλοντα αὐτῷ ἰδίως ἐπάγεσθαι οὐκ ἐκφευξεῖται. καὶ τίθησι τὰ ἑπόμενα ἀδύνατα τῷ τὰ γενικώτερα ἐναντία ἀρχὰς τῶν ὄντων τιθεμένῳ. εἰ γὰρ μή ἐστι, φησίν, ἀρχὴ τὸ μέγα καὶ μικρὸν ἢ τὸ πολὺ καὶ ὀλίγον, ἀλλὰ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ὡς καθολικώτερα, τοῦ αὐτοῦ λόγου ἐστὶ καὶ τῆς αὐτῆς αἰτίας τὸ καὶ τὸν ἀριθμὸν ὡς γενικώτερον καὶ καθολικώτερον τῆς αὐτοδυάδος πρῶτον εἶναι αὐτῆς καὶ πρῶτον αὐτὸν γενέσθαι ἐκ τοῦ ἑνὸς καὶ τῆς ὑποκειμένης αὐτοῦ ὕλης (ταῦτα γὰρ εἶπε στοιχεῖα), δεύτερον δὲ τὴν αὐτοδυάδα. εἰ γὰρ τὰ γενικώτερα κατ’ αὐτοὺς τῶν εἰδικωτέρων πρότερα, γενικώτερος δὲ ὁ ἀριθμὸς τῆς αὐτοδυάδος, εὔδηλον ὅτι καὶ πρότερος, ὅπερ οὐ βούλονται. οὗτοι δὲ καὶ ἀμφοτέρων μᾶλλον ὄντων καθόλου, τοῦ μὲν ὑπερέχοντος καὶ ὑπερεχομένου τῶν εἰδητικῶν ἀριθμῶν, τοῦ δὲ ἀριθμοῦ τῆς δυάδος, τὸ μὲν ὑπερέχον καὶ ἡπερεχόμενον ὡς γενικώτερον πρότερόν φασι τῶν εἰδητικῶν ἀριθμῶν, τὸν δὲ ἀριθμὸν πρότερον εἶναι οὐ συγχωροῦσι, καίτοι γενικώτερον ὄντα καὶ καθολικώτερον αὐτῆς, ἀλλ’ ὕστερον. ἀλλ’ οὗτοι μὲν τοιαῦτα λέγοντες τοιαῦτα ἀκούουσιν, ἄλλοι δὲ τῶν Πυθαγορείων τὸ ἕτερον καὶ τὸ ἄλλο ὡς μίαν φύσιν, ὑλικὴν δέ, πρὸς τὸ ἐν, τὸ εἶδος, ἀντιτιθέασιν· ἄλλοι δέ (τοῦτο καὶ ἀνωτέρω εἴρηκε) τὸ πλῆθος καὶ τὸ ἓν κατ’ ἀλλήλων ὡς ἐναντία ὁπλίζουσι. ταῦτα εἰπὼν κοινῶς πρὸς ἅπαντας ἀπαντᾷ, λέγων εἴπερ εἰσίν, ὡς βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἑνὶ ἢ ὅλως οὐδέν ἐστιν ἐναντίον ἡ, εἴπερ ἄρα ἠναντίωταί τι αὐτῷ, τὸ πλῆθος ἄν εἴη ἐναντίον αὐτῷ καὶ οὐ τὸ ἄνισον, ὡς οὗτοι λέγουσιν, οὐδὲ μὴν τὸ ἕτερον οὐδὲ πολλῷ μᾶλλον τὸ ἄλλο. τὸ γὰρ ἕτερον τῷ ταὐτῷ ἐστιν ἐναντίον ἀλλ’ οὐ τῷ ἑνί, καὶ τὸ ἄλλο αὐτῷ. ἐπιστῆσαι δὲ χρὴ ἣν παραδίδωσι διαφορὰν ἑτέρου καὶ ἄλλου. τὸ μὲν γὰρ ἕτερον ἀντικεῖσθαι λέγει τῷ ταὐτῷ μετὰ τῆς τοῦ ταῦ προσ. θήκης τε καὶ πρὸ ἡγήσεως, τὸ δὲ ἄλλο τῷ αὐτῷ χωρὶς τοῦ τῷ ἄρθρου [*](778) καὶ τῆς τοῦ ταῦ προσθήκης τε καὶ προηγήσεως. ὥστε οὕτω χρὴ τὴν τῶν δύο τούτων συζυγιῶν ἐναντιότητα ἐκφωνεῖν· ἕτερον ταὐτό, ἄλλο αὐτό. οἱ μὲν οὖν τῷ ἑνί, ὡς εἴρηται, τὸ πλῆθος ἀντιτιθέντες μᾶλλον ἔχονταί τινος πιθανότητος ἤπερ οἱ τὸ ἄνισον ἢ τὸ ἕτερον, ἀλλ’ οὐδὲ οὗτοι, φησίν, [*](1 τὰ αἴτια Α: om. L post ποιοῦσιν add. ἀρχὰς L 2 καὶ μικρόν Bonitz: κἀν μικρόν libri 3 οὐδ’ Α: οὐκ L 8 μέγα Α: τὸ μέγα L 19 εἰδητικῶν L: εἰδικῶν A 21 εἰδητικῶν Bonitz: εἰδητικωτέρων libri 26 τὸ πλῆθος] πλῆθος Metaph. vulg. 32 et 34 αὐτῶ] sic etiam Metaph. libri quattuor: ταὐτῷ Metaph. vulg. 34 τε καὶ L: τε om. Α)
799
ἱκανῶς λέγουσιν· εἰ γάρ ἐστι τῷ πλήθει ἐναντίον τὸ ὅν, ἐστὶ δὲ τῷ πλήθει ἐναντίον καὶ τὸ ὀλίγον, ἔσται τὸ ἓν ὀλίγον. ἀλλὰ μὴν ὥσπερ ἐστὶν ἐλάχιστος τῶν ὑφημιολίων ἡ δυὰς καὶ τῶν ἐπιτρίτων ἡ τριάς, οὕτω καὶ τὸ ἐλαχιστότατον καὶ ἔσχατον τοῦ ὀλίγου μέρος ἡ δυάς· ὥστε τὸ ἕν, εἴπερ ἐστὶν ὀλίγον, ἔσται δυάς· ὅπερ ἀδύνατον. εἰπὼν δὲ ἔσται γὰρ τὸ ἓν ὀλίγον ἐπάγει πλῆθος μὲν γὰρ ὀλιγότητι, τὸ δὲ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, δυνάμει λέγων ὅτι τὸ πλῆθος οὐ τῷ ἑνὶ ἀλλὰ τῇ ὀλιγότητι ἀντίκειται, ὥσπερ καὶ τὸ πολὺ τῷ ὀλίγῳ.

[*](p. 1087b33)

Τὸ δὲ ἓν ὅτι μέτρον σημαίνει φανερόν. Τὸ ἀρχικὸν ἓν οἱ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς εἶναι τιθέμενοι οὐχ ἕτερόν τι οἷον πῦρ ἢ ἄλλο τι λέγοντες, οὐδὲ ὅλως οὐδεμίαν αὐτῷ φύσιν ὑποτιθέντες, οὐδὲ ἐν ὑποκειμένῳ τινὶ τὸ εἶναι ἔχειν λέγοντες, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ καὶ ἐν τῷ ἓν εἶναι οὐσιῶσθαι αὐτὸ λέγοντες, ἐλέγχονται διὰ τοῦ δαιμονίου τοῦδε ἀνδρὸς ἀποδεικνύντος ὅτι ἀδύνατον εἶναί τι ἓν μὴ νοῦς ὅν, μὴ ἄνθρωπος, μὴ ψυχή, ἀλλ’ αὐτὸ τοῦτο ἕν. δείκνυσι δὲ τοῦτο ἐκ τοῦ δεῖξαι ὅτι τὸ ἓν τοῦτο μέτρον ἐστί, καί φησιν ὅτι τὸ ἓν ὅτι μὲν μέτρον ἐστὶ φανερόν, καὶ ἐν παντὶ ἑνὶ ὑπόκειταί τις φύσις. ἐν μὲν γὰρ ἁρμονίᾳ ὑπόκειται τῷ ἑνί, δι’ οὗ μετροῦμεν τόνους ἡμιτόνια καὶ ὅλως φθόγγους, ἡ δίεσις. δίεσις δ’ ἐστὶν ὁ σμικρότατος φθόγγος καὶ οὗ ἐλάττονος αἰσθέσθαι τις οὐ δύναται. τῷ δὲ ἑνὶ τῷ μετρητικῷ τοῦ μεγέθους ὑπόκειται τὸ δακτυλιαῖον μέγεθος ἢ τὸ ποδιαῖον ἢ ᾧ ἄν τις ὡς ἑνὶ καὶ μέτρῳ χρήσαιτο. ἐν δὲ τοῖς ῥυθμοῖς ὑποβέβληται τῷ ἑνὶ βάσις ἢ συλλαβή, καὶ ἐν βάρει σταθμός τις ὡρισμένος μνᾶ ἢ ἄλλο τι· καὶ κατὰ πάντων δὲ τὸν αὐτὸν τρόπον, ἐν μὲν τοῖς ποιοῖς ποιόν τι καὶ ἐν τοῖς ποσοῖς ποσόν τι τὸ ἓν καὶ τὸ μέτρον. καὶ ἁ διαίρετον τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν, κατὰ μὲν τὸ εἶδος ὡς ὁ δάκτυλος· οὐ γὰρ διαιρεῖται εἰς δακτύλους ἀλλ’ εἰς ἡμιδακτυλιαῖα, ἕτερα ὄντα τῷ εἴδει τοῦ δακτυλιαίου μεγέθους· κατὰ δὲ τὴν αἴσθησιν ὡς ἡ δίεσις· οὐ γὰρ διαιρεῖται εἰς ἐλάττονα φθόγγον· ὁ γὰρ σμικρότατος καὶ ἐλαχιστότατος τῶν φθόγγων ἡ δίεσίς ἐστι. καὶ κατὰ λόγον δέ, φησί, συμβαίνει μὴ εἶναι τὸ ἓν οὐσίαν τινὰ καθ’ αὑτὴν καὶ φύσιν· τὸ γὰρ ἓν οὐδὲν ἄλλο σημαίνει ἡ μέτρον πλήθους, ὥσπερ καὶ ὁ ἄνθρωπος ὅτι ζῷον πεζὸν δίπουν. ἀλλὰ καὶ ὁ ἀριθμὸς οὐδὲν ἄλλο δηλοῖ ἢ ὅτι πλῆθος διῃρημένον ἢ πλῆθος μέτρων ἤτοι ἑνάδων. ἐπειδὴ γὰρ τὸ ἓν μέτρον ἐστὶ τοῦ πλή|θους, ἀντὶ τοῦ εἰπεῖν πλῆθος ἑνάδων εἶπε πλῆθος μέτρων. ὥστε [*](779) εἰ τὸ ἓν μέτρον ἐστὶ τοῦ πλήθους, τὸ δὲ πλῆθος πάλιν ἐστὶ πολλάκις τὸ ἕν, πᾶν δὲ πλῆθος ἢ ἄνθρωποί ἐστιν ἢ ἵπποι ἢ ἄλλη τις φύσις, καὶ πᾶν [*](3 ὑφημιολίων L: ὑφ’ ἡμιολίων Α: ὑφ’ ἡμιόλιον coni. Bonitz fort, τῶν ὑπεπιτρίτων 4 ἐλαχιστότατον Α: ἐλάχιστον L 20 τῷ μετρητικῷ L: τῷ om. Α 22 τοῖς ῥυθμοῖς L: τῷ ῥυθμῷ Α 25 καὶ ἐν] ἐν δὲ Metaph. 30 τῶν φθόγγων Α:)

800
ἄρα ἓν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ νοῦς ἢ ἄλλο τι ὁμοειδὲς τῷ πλήθει. οὗ ἐστι μετρητικόν. καὶ εὐλόγως, φησί, διὰ τὰ εἰρημένα μέτρον ἐστὶν ἀριθμοῦ τὸ ἓν ἀλλ’ οὐκ ἀριθμός. καὶ συλλογίζεται δυνάμει οὕτως. τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα. πᾶς ἀριθμὸς μέτρα, τὸ ἓν ἄρα οὐκ ἔστιν ἀριθμός. ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός. αὐτὸς δὲ τὸ συμπέρασμα θεὶς διὰ τοῦ διὸ εὐλόγως οὐκ ἔστι τὸ ἓν ἀριθμός, καὶ τὴν μίαν πρότασιν διὰ τοῦ] τὴν τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα δηλώσας διὰ τοῦ οὐ γὰρ μέτρον μέτρα, τὴν ἑτέραν τὴν πᾶς ἀριθμὸς μέτρα παρείασεν. οὐκ ἔστιν οὖν τὸ ἓν ἀριθμός, ὅτι μηδὲ τὸ μέτρον μέτρα. τὰ γὰρ μέτρα πλῆθος, τὸ δὲ μέτρον οὐ πλῆθος. ἀλλὰ τὸ ἓν καὶ τὸ μέτρον ἀρχὴ μέν εἰσι τὸ μὲν τοῦ ἀριθμοῦ, τὸ δὲ μέτρων, ἀριθμοὶ δὲ ἢ μέτρα οὐδαμῶς. εἰπὼν δὲ ὅτι τὸ ἓν μέτρον ἐστὶ πλήθους καὶ μεταξὺ θεὶς τὰ προσεχῶς ῥηθέντα ἐπάγει ‘τὸ ἓν καὶ τὸ μέτρον δεῖ ἀεὶ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι πᾶσι τοῖς μέτροις, οἷον ἐὰν ὦσιν ἵπποι τὰ μέτρα καὶ τὸ μέτρον αὐτῶν ἵππος ἔσται, καὶ ἔμπαλιν εἰ τὸ μέτρον ἵππος καὶ τὰ μέτρα ἵπποι. εἰ δέ εἰσι τὰ μέτρα ἄνθρωπος ἵππος καὶ θεός, ἔσται ὁ ἀριθμὸς αὐτῶν ζῷ καὶ τὸ μέτρον ζῷον. εἰ δὲ ἄνθρωπος καὶ βαδίζον καὶ λευκόν, πρῶτον μὲν οὐ χρὴ ζητεῖν ἀριθμὸν τούτων καὶ μέτρον τοῦ ἀριθμοῦ· οὐ γάρ εἰσιν ἀπολελυμένα ἀλλ’ ἐν τῷ ὑποκειμένῳ καὶ τῷ ἑνὶ κατ’ ἀριθμόν, οἷον τῷ Σωκράτει, ὑπάρχειν δύνανται· ἔπειτα λεγέσθω γενῶν ἀριθμὸς ὁ τούτων ἀριθμός’. ἐπεὶ γὰρ τὸ λευκὸν ὑπὸ τὸ ποιόν ἐστιν, ὁ δὲ Σωκράτης ὑπὸ τὴν οὐσίαν, τὸ δὲ βαδίζον ὑπὸ τὴν κίνησιν, καὶ ἄλλο μὲν γένος ἡ οὐσία ἄλλο δὲ τὸ ποιόν, λεκτέον τὸν τούτων ἀριθμὸν γενῶν ἤτοι διαφόρων φύσεων ἀριθμόν. ἢ οὖν, φησίν, ἀριθμὸς γενῶν λεγέσθω ὁ τούτων ἀριθμός, ἢ ἄλλης τινὸς τυγχανέτω προσηγορίας.

[*](p. 1088a15)

Οἱ δὲ τὸ ἄνισον ὡς ἐν τι, τὴν δὲ δυάδα ἀόριστον ποιοῦντες, ἕως τοῦ νῦν δὲ τὸ ἕτερον μόνον κατηγορεῖται.

Τὸ ἀρχικὸν ἕν, ὥσπερ εἴρηται, ποτὲ μὲν ἓν λέγοντες ποτὲ δὲ ἴσον, ὁμοίως δὲ καὶ τὴν ἀόριστον δυάδα ἐκ μικροῦ ποιοῦντες καὶ μεγάλου, καὶ εἰς ἕν τι τὸ ἄνισον αὐτὴν συναιροῦντες, πόρρω λίαν καὶ τῶν δοκούντων αὐτοῖς καὶ τῶν δυνατῶν λέγουσιν, ἤτοι λίαν καὶ ἑαυτοῖς ἐναντιοῦνται καὶ ἀδύνατα λέγουσιν, ἀδύνατα μὲν ὅτι τὰ πάθη τοῦ ἀριθμοῦ καὶ τὰ συμβεβηκότα αὐτῷ, ὁμοίως καὶ τὰ τοῦ μεγέθους, ὑποκείμενα καὶ ὑλικὰ αἴτια αὐτῶν λέγουσιν· οὐδὲν δὲ πάθος καὶ συμβεβηκὸς ὕλη ἐστὶ τοῦ οὗ ἐστι πάθος. ὥσπερ δὲ τὸ | περιττὸν καὶ ἄρτιον καὶ τὸ πολὺ καὶ ὀλίγον πάθη [*](780) εἰσὶ τοῦ ἀριθμοῦ καὶ οὐχ ὕλη, οὕτω καὶ τοῦ μεγέθους πάθη τὸ μέγα καὶ μικρὸν καὶ λεῖον καὶ τραχὺ καὶ εὐθὺ καὶ καμπύλον. ταῦτα μὲν οὖν τὰ [*](7 διὰ τοῦ ante τὴν del. Bonitz 7. 8 διὰ τοῦ οὐ Α: διὰ τοῦ om. L 8 γὰρ τὸ μέτρον Metaph. 17 μέτρον Bonitz: μερικὸν libri 18 19 ἀπολελυμένα L coni. Bonitz: ἀπολελυμέναι Α 22 βαδίζον Α: βαδίζειν L 32 πάθη Α: πλήθη L 34 πάθος καὶ Α: πλῆθος καὶ L)

801
ἀδύνατα· τὰ γὰρ πάθη ἐν ὑποκειμένῳ καὶ οὐχ ὑποκείμενον καὶ ὗλαι. ἐναντία δὲ ἑαυτοῖς λέγουσι διὰ τὸ τὰ πρός τι καὶ ὕστερα πασῶν τῶν κατηγοριῶν (παραφυάσι γὰρ ἐοίκασιν, ὡς πολλάκις εἴρηται) πρότερα ποιεῖν ὧν λέγουσι τῶν οὐσιῶν, ὅπερ οὐδὲ οὗτοι βούλονται, λέγω δὴ τὸ πρότερα 5 εἶναι τὰ πρός τι τῶν οὐσιῶν. πῶς δὲ συμβαίνει πρότερα εἶναι δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχαί εἰσι τῶν εἰδητικῶν ἀριθμῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν κυριωτάτων κατ’ αὐτοὺς οὐσιῶν, αἱ δὲ ἀρχαὶ πρότεραι τῶν ὧν εἰσιν ἀρχαί, τὸ μέγα ἄρα καὶ μικρὸν πρότερα τῶν εἰδητικῶν ἀριθμῶν. πάλιν ἐπεὶ τὸ μέγα καὶ μικρὸν ταὐτόν ἐστι τῷ ἀνίσῳ, ὡς οὗτοι βούλονται, τὸ δὲ ἄνισον τῶν πρός τι. τὸ μέγα ἄρα καὶ τὸ μικρὸν τῶν πρός τι. συλλογιστέον οὖν ἰοὶ εἰδητικοὶ ἀριθμοὶ ὕστεροι τοῦ μεγάλου καὶ μικροῦ, ὡς δέδεικται· τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι· καὶ τοῦτο γὰρ δέδεικται· οἱ εἰδητικοὶ ἄρα ἀριθμοὶ ἤτοι αἱ οὐσίαι ὕστεραι τῶν πρός τι, ὅπερ ἀδύνατον.’ πρὸς οὖν τῇ εἰρημένῃ ἁμαρτίᾳ, φησίν, ἀνάγκη καὶ τἀς ἀρχὰς τὸ μέγα καὶ μικρόν, εἴπερ εἰσὶ ταὐτὰ τῷ ἀνίσῳ, πρός τι εἶναι· καὶ οὐ μόνον τὸ μέγα καὶ μικρὸν ἔσται τῶν πρός τι, ἀλλὰ καὶ ὅσα τοιαῦτα, οἷόν ἐστι τὸ ὑπερέχον καὶ υπερεχομενον, τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τα ὅμοια. ἀλλὰ ἀδύνατον τὰ πρός τι ἀρχὰς διὰ τοῦτο καὶ πρότερον τῶν οὐσιῶν εἶναι· ἥ κί’ στᾶ γὰρ τῶν ἄλλων πασῶν κατηγοριῶν φύσις τις καὶ οὐσία τὰ πρός τι. παραφυάδι γὰρ τῶν κατηγοριῶν ἔοικε τὰ πρός τι καὶ πάθος μᾶλλον τὸ διπλάσιον τὸ ἥμισυ τὸ ἐπίτριτο·ν καὶ τὰ ὅμοια τοῦ ποσοῦ, ἁλλ’ οὐχ ὕλη ἢ εἶδος ἢ διαφορὰ τῶν οὐσιῶν ἢ ἄλλο τι. ὅτι δὲ οὐ φύσεις τινὲς τὰ πρός τι οὐδὲ οὐσίαι καὶ κυρίως ὄντα δῆλον. τὸ μὲν γὰρ λευκὸν ἔστι τε φύσις τις καὶ λέγεται, διότι, κἀν εἴη τὸ μέλαν ἐν ὑπάρξει κἄν μὴ εἴη, εἶναι δύναται· ὁμοίως καὶ τὸ θερμόν, εἴτε ἔστι που ψυχρὸν εἴτε μὴ ἔστι, δύναται εἶναι. δεξιὸν δὲ μὴ ὄντος ἀριστεροῦ, ἢ δοῦλος μὴ ὄντος δεσπότου εἶναι οὐ δύναται. ὥστε οὐκ ἔσται τις φύσις καθ’ αὑτὴν ἀλλὰ σχέσις τοιάδε τῶν οὐσιῶν. πάθος μὲν οὖν, ὥσπερ εἴρη· τᾶι, τὰ πρός τι τοῦ ποσοῦ εἰσιν, ἀλλ’ οὐχ ὕλη τῶν οὐσιῶν. τὸ δὲ καὶ τῷ ὅλως κοίν’ ᾦ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι σαφὲς ἄν ἦν, εἰ ἦν ‘καὶ τὸ ὅλως κοινὸν πρός τι καὶ τὰ μέρη αὐτοῦ καὶ τὰ τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι. πάθος γάρ τι τοῦ ποσοῦ τὸ πρός τι ὑπάρχει καὶ τὸ καθόλου καὶ τὰ μέρη· αὐτοῦ. οὐ γὰρ τὰ εἴδη τοῦ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ, τὸ δὲ καθόλου πρός τι οὔ, ἀλλὰ καὶ τὸ καθόλου καὶ τὰ εἴδη, τὸ μὲν καθόλου πρός τι τοῦ καθόλου ποσοῦ πάθος, τὰ δὲ εἴδη τῶν εἰδῶν. εἰ δὲ δεῖ | καὶ κατὰ δοτικὴν πτῶσιν αὐτοῦ ἀκούειν, [*](781) προσυπακουστέον τοῦ συμβαίνει, καὶ ἀναγνωστέον ὑπερβατῶς οὕτως καὶ [*](3 παραφυάσι] cf. Eth. Nicom. Α 4 p. 1096a 21. 22 15 καὶ μικρόν L: καὶ τὸ μικρόν Α 19 τῶν πασῶν ἄλλων L 22 ἡ ἄλλο τι] ἡ τι ἕτερον Metaph. libri duo: εἴ τι ἕτερον Metaph. vulg. 23 οὐσίαι Bonitz: οὐσία libri 29 ποσοῦ εἰσιν L: post ποσοῦ add. ὡς πρὶν εἴρηται Α 29. 30 καὶ τῷ Α: καὶ τὸ L 30 κοινῷ L: om. Α 36 αὐτοῦ L: αὐτὴν Α 37 συμβαίνει L: συμβαίνοντος A)
802
ὅλως συμβαίνει τῷ κοινῷ καὶ καθόλου πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι πάθεσιν εἶναι τοῦ ποσοῦ’. εἰπὼν δὲ ὅτι τὰ πρός τὶ πάθη εἰσὶ τοῦ ποσοῦ παρεμυθήσατο τοῦτο διὰ τοῦ οὐδὲν γάρ ἐστιν οὔτε μικρὸν οὔτε μέγα οὔτε ὀλίγον οὔτε ὅλως πρός τι ὃ οὐχ ἕτερόν τι ὄν, τουτέστιν ὃ οὐ ποσὸν ὂν πολὺ ἢ ὀλίγον ἐστίν· ἀδύνατον γὰρ πολὺ ἢ ὀλίγον εἶναι μὴ ποσὸν ὄν. εἰπὼν δὲ πρὸ ὀλίγου ὅτι ἥκιστά ἐστι τὰ πρός τι φύσις τις καὶ οὐσία, κατασκευάζει τοῦτο διὰ τοῦ σημεῖον δὲ τοῦ ἥκιστα εἶναι οὐσίαν τινὰ καὶ ὂν τὰ πρός τι, συλλογιζόμενος δυνάμει ὧδε· πᾶσα οὐσία καὶ πᾶν ὂν ὑπὸ σελήνην ὑπάρχον γίνεται καὶ φθείρεται καὶ ὅλως μεταβάλλει κατὰ τὴν ἐν ἑαυτῷ μεταβολήν. τὰ πρός τι οὔτε γίνεται οὔτε φθείρεται οὔτε ὅλως μεταβάλλει· τὰ πρός τι ἄρα οὔκ εἰσι φύσεις τινές καθ’ αὑτὰς θεωρούμεναι, ἀλλὰ σχέσεις μόνον καὶ τὸ εἶναι ἐν τῷ πρός τί πὼς ἔχειν ἔχουσαι. καὶ ὅτι μὲν τὰ ὑπὸ σελήνην πάντα μεταβάλλει σαφῶς ἐκτίθεται· ὅτι δὲ καὶ τὰ πρός τι οὐ κινεῖται ἐδήλωσεν εἰπὼν ἄνευ γὰρ τοῦ κινηθῆναι ὁτὲ μὲν μεῖζον ὁτὲ δὲ ἧττον ἢ ἴσον ἔσται θατέρου κινηθέντος. εἰ γάρ εἰσι φέρε εἰπεῖν δύο ξύλα διπηχυαῖα καὶ λαβών τις ἄλλο πηχυαῖον προσθῇ τῷ ἑνὶ τῶν διπηχυαίων, γέγονε τὸ ἓν τοῦ ἑτέρου μεῖζον μὴ κινηθὲν μηδ’ ὅλως τῶν ἑαυτοῦ κατά τι μεταβαλόν. ἢν δὲ πάλιν ἀφέλῃ τὸ προστεθέν, γέγονεν ἴσον μηδὲ οὕτως κινηθέν.· ἀλλὰ καὶ ὅτι τὰ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ, εἰπὼν ἀνωτέρω καὶ αὐτό, νῦν κατασκευάζει λέγων ἰὴ ἑκάστου ὕλη δυνάμει ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη τὸ γὰρ καταμήνιον ὕλη ὂν σαρκὸς δυνάμει ἐστὶ σάρξ)· τὰ δὲ πρός τι οὔτε δυνάμει εἰσὶν οὐσίαι οὔτε ενεργειᾳ· τὰ πρὸς τι ἄρα ουκ εισιν ὕλη τῆς οὐσίας.’ ὅλως δὲ ἄτοπον τὸ πρός τι λέγειν ὕλην τῆς οὐσίας καὶ στοιχεῖον· τὰ γὰρ στοιχεῖα τῆς οὐσίας πρότερα τῆς οὐσίας, τὰ δὲ πρόςὕστερα τι οὐ μόνον τῆς οὐσίας ἀλλὰ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ. ἔτι τὰ στοιχεῖα οὐ κατηγορεῖται ὧν ἐστι στοιχεῖα· οὐ γὰρ λέγεται ὁ ἄν. πῦρ ἢ ὕδωρ· τὸ δὲ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα κατηγορεῖται τοῦ ἀριθμοῦ, καὶ τὸ μακρὸν καὶ βραχὺ τῆς γραμμῆς, καὶ τὸ πλατὺ καὶ στενὸν τοῦ ἐπιπέδου, ὥστε οὐκ ἂν εἶεν ταῦτα στοιχεῖα τοῦ ἀριθμοῦ καὶ τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου, εἴπερ τὰ στοιχεῖα οὐ κατηγορεῖται τῶν ὧν ἐστι στοιχεῖα. ἀλλὰ τί βούλεται ἐν τῇ λέξει τῇ τὸ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα προσκείμενον; ἢ ὅτι τὸ πολὺ καὶ ὀλίγον καὶ κατὰ τοῦ τρία καὶ τῶν λοιπῶν ἅμα κατηγόρουν. ἅμα γάρ, φησίν, ὁ τρία καὶ πολύς ἐστι καὶ ὀλίγος· πρὸς μὲν γὰρ τὸν τέσσαρα ὀλίγος, | πρὸς δὲ τὸν· δύο [*](782) πολύς· κατὰ δὲ τῆς δυάδος μόνον τὸ ὀλίγον, οὐ μὴν καὶ τὸ πολύ· πρὸς ὃ καὶ ἐνιστάμενος λέγει εἰ δὲ δὴ καὶ ἔστι τι πλῆθος, λέγων τὶ πλῆθος τὴν δυάδα, καθ’ ἧς τὸ ἕτερον μόριον τῆς ἐναντιώσεως κατηγορεῖται, [*](1 συμβαίνει L: συμβαίνοντος Α 1. 2 καὶ εἴδεσι Brandis Bonitz: om. ALM 4 ὃ οὐχ LM: καὶ οὐχ Α 7 διὰ τοῦ L: διὰ τούτου Α τοῦ Bonitz: τὸ libri 12 μόνον L: μόναι A 15 ἧττον] ἔλαττον Metapb. 20 ἀνωτέρω Α: ἀνώτερον L 23 οὐσίαι Α: οὐσία L 27 οὐ γὰρ Α: οὔτε γὰρ L 30. 31 γραμμῆς L: γραφῆς Α 32 ὀλίγον τὸ καὶ coni. Bonitz)
803
οἷον τὸ ὀλίγον, κατ’ αὐτούς, θάτερον δέ, οἷον τὸ πολύ, μή. εἶτα πρὸ τοῦ τὸν λόγον ἀποδοῦναι ἐπισυνάπτει τὴν αἰτίαν, καθ’ ἣν τὸ πολὺ τῆς δυάδος κατηγορεῖσθαι οὐκ ἐδίδουν, λέγων εἰ γὰρ πολύ, τὸ ἓν ἄν ὀλίγον εἴη. εἰ γάρ, φησί, τὸ πολὺ κατηγορήσομεν τῆς δυάδος, τὸ ἓν ἄν ὀλίγον εἴη· ὅπερ ἀδύνατον. εἰ δή, φησὶν ὁ Ἀριστοτέλης, ἔστι τι πλῆθος καὶ τοῦτό ἐστιν ἡ δυάς, ὅπερ ἁπλῶς ὀλίγον φασίν, εἴη ἄν καὶ ἁπλῶς πολύ· ἔστω δὲ τὸ ἁπλῶς πολὺ ἡ δεκάς, καὶ ἡττάσθωσαν αὐτῆς καθ’ ὑπόθεσιν καὶ τὰ μύρια καὶ πᾶς ἄλλος ἀριθμός. εἰ οὖν ταῦθ’ οὕτως, πῶς ἐστι δυνατὸν λέγειν ὅτι τὸ πολὺ καὶ ὀλίγον στοιχεῖόν ἐστι τῶν ἀριθμῶν; ὥσπερ γὰρ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ στοιχεῖα ὄντα τοῦ ἀνθρώπου ἐν παντὶ ἀνθρώπῳ εἰσὶ καὶ οὐδείς ἐστιν ἄνθρωπος ᾧ μὴ τὰ τέσσαρα ταῦτα πρόσεστιν, οὕτως εἰ ἦσαν τὸ πολὺ καὶ ὀλίγον στοιχεῖα τῶν ἀριθμῶν, ἐν παντὶ ἄν ἀριθμῷ εὑρίσκοντο. νῦν δὲ τὸ μὲν ὀλίγον καὶ αὐτοὺς ἔνεστιν ἐν τῇ δυάδι, τὸ δὲ πολὺ οὔ, καὶ πάλιν τὸ μὲν πολὺ ἐν τῇ δεκάδι, τὸ δὲ ὀλίγον οὐδαμῶς. οὐκ ἄρα τὸ πολὺ καὶ ὀλίγον στοιχεῖόν εἰσι τῶν ἀριθμῶν· εἰ γὰρ ἦσαν, ἢ ἀμφοτέρων καὶ τῆς δυάδος καὶ τῆς δεκάδος κατηγορεῖτο ἄν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, ἢ οὐδενός, καὶ οὐχὶ τὸ μὲν ὀλίγον τῆς δυάδος τὸ δὲ πολὺ τῆς δεκάδος· οὕτω γὰρ συνέβαινε καὶ τὸ πῦρ στοιχεῖον ὂν τοῦ Σωκράτους μὴ εἶναι καὶ τοῦ Πλάτωνος.

[*](p. 1088b14)

Ἁπλῶς δὲ δεῖ σκοπεῖν ἄρα δύναται τὰ ἀίδια ἐκ στοιχείων συγκεῖσθαι.

Δείξας ἐν τῷ Α τῆς Περὶ οὐρανοῦ πραγματείας ὅτι τὸ δυνάμει πῦρ ὅταν ἐκβαίη εἰς ἐνέργειαν καὶ γένηται πῦρ, οὐκ ἀπώλεσε τὴν δύναμιν ἣν εἶχε πρὸ τοῦ πῦρ γενέσθαι, ἀλλὰ καὶ μετὰ τὸ γεγενῆσθαι πῦρ πάλιν φυλάττει αὐτὴν. καὶ δύναται μεταβαλεῖν εἰς ἐκεῖνο ἐξ οὗ εἰς πῦρ μεταβέβληκεν, ἐνταῦθα ζητεῖ εἰ δυνατὸν τοὺς ἀριθμοὺς ἐκ στοιχείων γεγονότας, δυνάμει ὄντων ἀριθμῶν, ἀιδίους εἶναι. καί φησιν ἆρα δυνατὸν τὰ ἀίδια ἐκ στοιχείων συγκεῖσθαι, τουτέστιν ἆρα δυνατὸν τὰ ἐκ στοιχείων συγκείμενα ἀίδια εἶναι; καὶ ἐρωτήσας ἐπαγαγεῖν τὸ ἀδύνατον αὐτὸς τοῦτο παραλιπὼν τὴν αἰτίαν τοῦ ἀδύνατον εἶναι τὰ στοιχεῖα συγκείμενα ἀίδια εἶναι ἐπήγαγε διὰ τοῦ ὕλην γὰρ ἕξει, καὶ τὴν ἀνάγκην τοῦ τὰ ἐκ στοιχείων ὕλην ἔχειν πάλιν ἐδήλωσε διὰ τοῦ σύνθετον γὰρ πᾶν τὸ ἐκ στοιχείων. καὶ ὅτι μὲν τὰ ἐκ στοιχείων σύνθετα δῆλον· | ὅτι δὲ καὶ τὰ ὕλην ἔχοντα [*](783) οὐκ ἀίδια μετ’ ὀλίγον δείξει. ἀλλὰ μὴν καὶ ὅτι τὰ ἐκ στοιχείων ὕλην ἔχει δῆλον· εἰ γὰρ τὸ ἐκ στοιχείων σύνθετον, πᾶν δὲ σύνθετον ἐξ ὕλης καὶ εἴδους, φανερὸν ὅτι τὸ ἐκ στοιχείων ὕλην ἔχει. συλλογιστέον οὖν ὧδέ [*](8 μυρία L 13 ἂν L: ἓν Α εὑρίσκοντο L: εὑρίσκονται Α 16 κατηγορεῖτο Α: κατηγοροῖτο L 20 δύναται] δυνατὸν Metaph., cf. 27 et 28 22 ἐν τῶ Α τῆς Περὶ οὐρανοῦ] c. 12 24 γεγενῆσθαι L: γενέσθαι Α 29 ante ἐπαγαγεῖν addendum πρὸ τοῦ coni. Bonitz 31 τὰ ἐκ L coni. Bonitz: κατὰ ἐκ A 33 τὰ (ants ἐκ) Α: om. L 33 ὅτι δὲ—δῆλον (35) LM: om. Α)

804
πῃ. οἱ ἀριθμοὶ ἐκ στοιχείων· τὰ ἐκ στοιχείων σύνθετα· τὰ σύνθετα ὕλην ἔχει· οἱ ἀριθμοὶ ἄρα ὕλην ἔχουσι. τὰ δὲ ἔχοντα ὕλην οὐκ ἀίδια· οἱ ἀριθμοὶ ἄρα οὐκ ἀίδια. καὶ δείκνυσιν ὅτι τὰ ὕλην ἔχοντα οὐκ ἀίδια διὰ τοῦ εἰ τοίνυν ἀνάγκη ἐξ οὗ ἐστιν, εἰ καὶ ἀεί ἐστι κἀν εἰ ἐγίνετο. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. πάν τὸ ἔκ τινος γεγονός, εἴτε γέγονε καὶ ἀρχὴν ἔσχε τοῦ εἷναι τὸ ἐξ οὗ ἐγένετο εἴτε μὴ γέγονεν ἀλλὰ ἀεὶ ἦν, ἀνάγκη ἐκ τούτου ἐξ οὗ ἐστι γίνεσθαι. πᾶν δὲ τὸ ἔκ τινος γενόμενον ἐκ δυνάμει ὄντος τοιούτου γέγονεν· ὁ γὰρ ἀὴρ ἐκ τοῦ δυνάμει ὄντος ἀέρος γέγονεν, ὅλως οὐδέν ἐστιν ὃ ἐκ τοῦ ἀδυνάτου γίνεται. ὥστε καὶ οἱ ἀριθμοί, εἰ ἐκ τοῦ μεγάλου καὶ μικροῦ γεγόνασιν, εἴτε γέγονέ ποτε τὸ μέγα καὶ μικρὸν εἴτε καὶ ἀεὶ ἦσαν, δυνάμει ὄντων ἀριθμῶν τοῦ μεγάλου καὶ μικροῦ γεγόνασιν οἱ ἀριθμοὶ ἐξ αὐτῶν· τὸ δὲ δυνάμενον εἶναι ἀριθμὸς δύναται, κἂν ὅτι μάλιστα δώσομεν ἀεὶ εἶναι τοὺς ἀριθμούς, ὅμως δύνανται μὴ εἶναι, διὰ τὸ τὴν ὕλην, ἐξ ἧς γεγόνασι, τὴν δύναμιν ἔχειν ἣν καὶ πρὸ τοῦ μεταβαλεῖν εἰς τοὺς ἀριθμοὺς εἶχεν. ὥσπερ γὰρ τὸ ἐν μιᾷ ἡμέρᾳ καὶ γεγονὸς καὶ φθαρὲν ζῷον εἴρηται γὰρ ἐν τοῖς Περὶ ζῴων ὅτι εἰσί τινα ζῷα ὧν ἡ ζωὴ μία ἡμέρα ἐστίν), ὥσπερ οὖν τὸ τοιοῦτον ζῷον τοῦ μακροβιωτάτου κατὰ τὸ δύνασθαι μὴ εἶναι οὐδὲν διαφέρει ἀλλ’ εἰ ἄρα, κατὰ μόνην τὴν ζωήν, ὅτι τοῦ μέν ἐστιν ἡ ζωὴ μακραίων τοῦ δὲ βραχεῖα, οὕτως καὶ τὸ τοσοῦτον χρόνον δυνάμενον εἶναι, οὗ χρόνου πέρας εὑρεῖν τις οὐ δύναται, δύναμιν ἔχει τοῦ μὴ εἶναι. εἰ δὲ τοῦτο, καὶ αἱ ἰδέαι, κἀν ἀεὶ ὦσιν, ἀλλὰ δύναμιν ἔχουσι τοῦ μὴ εἶναι· ἢ οὖν φθαρήσονται, ἐπεὶ τὴν τοῦ φθαρῆναι δύναμιν ἔχουσιν, ἢ εἰς ἄπειρον ἕξουσι τὸ δυνάμει. ἀλλὰ μὴν δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ ὅτι οὐδεμία δύναμις ἄπειρον χρόνον εἶναι δύναται, ἀλλ’ ἐκβαίνει ποτὲ εἰς ἐνέργειαν ταύτην γὰρ τὴν πραγματείαν ᾐνίξατο διὰ τοὐ καθάπερ ἐν ἄλλοις συνέβη πραγματευθῆναι)· φθαρήσονται ἄρα αἰ ἰδέαι. ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· οἱ εἰδητικοὶ ἀριθμοὶ σύνθετοί εἰσι, τὰ σύνθετα ὕλην ἔχει, τὰ ὕλην ἔχοντα δύνανται μὴ εἶναι, τὰ δυνάμενα μὴ εἷναι οὐκ ἀίδια· οἱ ἀριθμοὶ ἄρα οὐκ ἀίδιοι. ὥστε, φησίν, εἰ καθόλου ἀληθὲς τὸ νῦν λεγόμενον ὅτι οὐδεμία οὐσία ἀίδιός ἐστιν, εἰ μὴ εἴη ἐνέργειά τις πάντῃ ἀμοιροῦσα τοῦ δυνάμει καὶ ὕλης, οἱ δὲ εἰδητικοὶ ἀριθμοὶ ὕλην ἔχουσιν, οὐκ ἄν εἴη εἰδητικὴ οὐσία ἀίδιος· αὐτὸς δὲ ἀντὶ τούτου ἐπήγαγε τὸ ἀντιστρέφον πρὸς αὐτὸ | εἰπὼν οὐδεμιᾶς ἄν εἴη [*](784) ἀιδίου οὐσίας στοιχεῖα. εἰ γὰρ ὧν ἐστι στοιχεῖα ταῦτα οὐκ ἀίδια, ἃ ἂν ἄρα εἴη ἀίδια, τούτων οὐκ ἂν εἴη στοιχεῖα ἐξ ὧν ἔσται ἐνυπαρχόντων αυτοις.

ταῦτα εἰπὼν λέγει εἰσὶ δέ τινες οἳ πρῶτον μὲν στοιχεῖόν φασι τὸ ἐν, μετὰ δὲ τοῦτο τάττουσι τὴν ἀόριστον δυάδα, τὸ δὲ ἄνισον δυσχεραίνουσι καὶ ἀποδοκιμάζουσι διὰ τὸ δεδιέναι τὰ συμβαίνοντα δυσχερῆ [*](9 post ὅλως addeudum τε 12 “δύναται fort, omittendum” Bonitz 15 εἶχεν εἶχον L 15. 16 καὶ—ζῷον Α: γεγονὸς ζῷον καὶ πάλιν φθαρὲν L 16 ἐν τοῖς Περὶ ζῴων] Histor. anim. E 19 p. 552b 17 sq. 23. 24 ἐν τῇ Περὶ οὐρανοῦ] Α 12 26 ἐν ἄλλοις] sic etiam Metaph. cod. E: ceteri addunt λόγοις 32 εἰδητικὴ L: εἰδητικοὶ A)

805
καὶ ἀδύνατα τοῖς τὸ ἄνισον τιθεμένοις· οἵ τινες (οἱ τὴν ἀόριστον δυάδα δεύτερον μετὰ τὸ ἓν στοιχεῖον λέγοντες) μόνα τὰ συμβαίνοντα δυσχερῆ καὶ ἀδύνατα τοῖς τὸ ἄνισον τιθεμένοις διαδιδράσκουσιν, ὅσα δὲ ἰδίως ἕπεται τῇ δόξῃ ταύτῃ τῇ τὴν ἀόριστον δυάδα λεγούσῃ, τούτοις ἅπασιν ἔνοχοί εἰσι, κἄντε τὸν εἰδητικὸν ἀριθμὸν ἐκ τῆς τοιαύτης δυάδος γεννῶσι κἄντε τὸν μαθηματικόν.

[*](p. 1088b35)

Πολλὰ μὲν οὗν τὰ αἴτια τῆς ἐπὶ ταύτης τῆς αἰτίας εκτροπης.

Τοῦ ἀρχὰς τῶν ὄντων αὐτοῖς ἐπελθεῖν τὸ μέγα καὶ μικρὸν ὑποθέσθαι ἢ τὴν ἀόριστον δυάδα ἢ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, πολλὰ μέν, φησί, καὶ ἄλλα ἐστὶ τὰ αἴτια, μάλιστα δὲ τὸ ἀπορῆσαι ἀρχαικῶς καὶ εὐἠθως. τοῦ γὰρ Παρμενίδου ἓν βοῶντος τὸ ὂν καὶ λέγοντος ὡς εἰ μή ἐστι τὸ ὂν ἓν ἀλλὰ πολλά, ἀνάγκη εἶναι καὶ τὸ παρὰ τὸ ὄν, πᾶν δὲ τὸ παρὰ τὸ ὂν μὴ ὄν ἐστιν, ἀνάγκη ἄρα εἶναι καὶ τὸ μὴ ὄν, ἵνα ἐκ τοῦ ὄντος καὶ μὴ ὄντος πολλὰ εἴη τὰ ὄντα, — ταῦτα τοῦ Παρμενίδου λέγοντος ἐθορυβοῦντο καὶ ὁμόσε χωροῦντες τῆ ἀπορίᾳ ἔλεγον ὡς ἔστι καὶ ἄλλο τι, τοῦτο δέ ἐστι τὸ μὴ ὄν. ἔδοξεν οὖν, φησίν, αὐτοῖς ὡς εἰ μὴ εἴη καὶ ἄλλο τι ἤτοι τὸ μὴ ὄν, ἵνα ἐκ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος εἴη πλῆθος, συμβήσεται τὰ ὄντα, αὐτό φημι τὸ ὄν, ἓν εἶναι. ἡ μὲν οὖν διάνοια αὕτη· ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ μήποτε τοῦτο μηδαμῇ εἶναι μὴ ἐόντα, ἀλλ’ ἀνάγκη εἶναι τὸ μὴ ὄν, τοῦ Παρμενίδου οὔσῃ, αἱ δύο ἀποφάσεις ἀντὶ μιᾶς καταφάσεως κείμεναι καὶ τὸ ἀλλὰ ἀντὶ τοῦ ὥστε πλείστην ἀσάφειαν πεποιήκασι. δεῖ δὲ καὶ ὑπερβατῶς τὴν λέξιν ἀναγινώσκειν ‘οὐ γὰρ μήποτε μὴ τοῦτο ἐόντα μηδαμῇ εἶναι ὥστε ἀνάγκη τὸ μὴ ὂν εἶναι δεῖξαι’. τὸ δὲ λεγόμενον εἴη ἄν τοιοῦτον· οὐ γὰρ μήποτε μὴ τοῦτο, τουτέστιν οὐδαμῶς οὖν οὐδαμῶς συμβήσεται τοῦτο. ποῖον δὴ τοῦτο; τὸ τὰ ἐόντα (καὶ προσυπακουστέον τοῦ τὸ πολλὰ εἶναι) μηδαμῇ εἶναι, ἤτοι μὴ ὄντος τοῦ μηδαμῇ μὴ ὄντος· ὥστε ἀνάγκη ἐστὶ δεῖξαι ὡς ἔστι τὸ μὴ ὄν. οὐδαμῶς οὖν, φησὶν ὁ Παρμενίδης, οὐδαμῶς συμβαίνει πολλὰ εἶναι τὰ ὄντα, μὴ ὄντος τοῦ μηδαμῇ μηδενός· ὥστε δεικτέον ὅτι τὸ μηδαμῇ μὴ ὄν. ἀλλ’ ἀδύνατον εἶναι τὸ μηδαμῇ ὄν· ἀδύνατον ἄρα καὶ τὸ πλῆθος λέγειν. θεὶς οὖν τὸν ἀπαιτοῦντα Παρμενίδειον λόγον, ὡς εἰ πολλά | ἐστι τὰ ὄντα, [*](785) ἀνάγκη δεῖξαι ὡς ἔστι καὶ τὸ μὴ ὄν, ὅν, φησί, καὶ μὴ δυνάμενοι λύειν ὡμολόγουν εἶναι τὸ μὴ ὄν, ὅπερ μὴ ὂν οἱ μὲν μέγα καὶ μικρὸν ἐκάλουν, [*](2 μετὰ τὸ ἓν cf. p. 804,38] μετὰ τοῦ ἑνὸς Metapb. 3 ἕπεται L: om. Α 7 ταύτης τῆς] ταύτας τὰς Metaph.: idemque legit Alexander, cf. p. 806,2 10 ὑπερέχον καὶ om. L 11 ἀρχαικῶς L: καὶ ἀρχ’. Α 16 ἀπορίᾳ Α: ἀποκρίσει L ὡς— ἄλλο τι om. L 20 οὐ γὰρ κτλ.] Parmen. fragm. v. 52 Mullach μηδαμῆ] δαῇς Metaph. vulg. 27 τοῦ τὸ L: τοῦτο Α: τοῦ coni. Bonitz 28 μὴ (post μηδαμῇ) Α: om. L 34 ἐκάλουν Α: ἐλάλουν L)

806
οἱ δὲ ὑπερέχον καὶ ὑπερεχόμενον, — θεὶς οὖν τὸν τοιοῦτον λόγον καὶ ἐνδειξάμενος τὴν ἐπὶ τὸ τοιαύτας ἀρχὰς τῶν ὄντων αὐτοὺς λέγειν ἐκτροπήν, αὐτὸς πρὸς τὸν Παρμενίδην ἀντιλέγει, ἐκείνων τοῦτο ποιῆσαι μὴ δυνηθέντων, λέγων καίτοι πρῶτον μέν, ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται (τὸ μὲν γὰρ οὐσία τὸ δὲ ποσὸν καὶ αἱ λοιπαὶ κατηγορίαι), ποῖον τούτων ὁ Παρμενίδης λέγει ὂν ἓν εἶναι, εἰ μὴ θήσομεν εἶναι καὶ τὸ μὴ ὄν; πότερον πάσας τὰς οὐσίας λέγει ἓν εἶναι, εἰ μή ἐστι τὸ μὴ ὄν; ἢ τὰς οὐσίας καὶ τὰ πάθη καὶ τὰ ἄλλα πάντα ἓν εἶναι λέγει, εἰ μή ἐστι τὸ μὴ ὄν; λέγει δὲ τό ’δε τι τὴν οὐσίαν, τοιόνδε δὲ δὲ τὸ ποιόν, τοσόνδε δὲ τὸ ποσόν. ἀλλ’ ἄτοπον, φησί, τὸ λέγειν ὡς εἰ γένηται μία τις φύσις λέγων μίαν φύσιν τὸ μὴ ὄν), ἔσται τοῦ ὄντος τὸ μὲν οὐσία τὸ δὲ ποιὸν τὸ δὲ ποσόν, τουτέστιν ἔσται πολλὰ τὰ ὄντα. ἀδύνατον οὖν ὡς ἀληθῶς τὸ λέγειν ὡς εἰ ἔστι τὸ μὴ ὄν, ἔσονται πολλὰ τὰ ὄντα, εἰ δὲ μή ἐστιν, ἓν ἔσται τὸ ὅν· τίς γὰρ εὖ λέγων ποιητικὸν ἄν εἴποι αἴτιον τὸ μὴ ὂν τοῦ εἶναι πολλὰ τὰ ὄντα; καὶ πρῶτον μὲν τοῦτο. ἔπειτα ἐπειδὴ ὥσπερ τὸ ὂν πολλαχῶς λέγεται, οὕτω καὶ τὸ μὴ ὄν λέγεται γὰρ καὶ ὁ μὴ ἄνθρωπος μὴ ὂν καὶ σημαίνει ἀπόφασιν ἀνθρώπου, καὶ τὸ μὴ εὐθὺ τὸ μὴ ἔχον ὡδὶ ἀλλ’ ὡδί, καὶ τὸ μὴ εἶναι τρίπηχυ τὸ μὴ εἶναι τοσονδί), ἐπεὶ οὖν, ὡς εἴρηται, καὶ τὸ ὂν καὶ τὸ μὴ ὂν πολλαχῶς λέγεται, ἐκ ποίου ὄντος καὶ μὴ ὄντος πολλὰ εἶναι ὁ Πλάτων’ λέγει τὰ ὄντα; ἐπειδὴ δὲ ὅπερ μὴ ὂν ἔλεγεν ὁ Πλάτων, τοῦτο καὶ ψεῦδος ἐκάλει, βούλεται μὲν ἐκ τοὐ ὄντος καὶ τοῦ ψεύδους πολλὰ τὰ ὄντα ποιεῖν. εἰ γὰρ τὰ ὄντα ἐκ τοῦ ὄντος καὶ μὴ ὄντος, τὸ δὲ μὴ ὂν ψεῦδος, τὰ ὄντα ἄρα ἐκ τοῦ ψεύδους καὶ τοῦ ὄντος. ἐν δὲ τῇ λέξει τῇ καὶ ταύτην τὴν φύσιν λέγει τὸ οὐκ ὂν τὸ λεγόμενον ἴσον ἐστὶ τῷ καὶ τὸ οὐκ ὂν ταύτην τὴν φύσιν λέγει, ἀντὶ τοῦ τὸ οὐκ ὂν τοὐτὸν ἡγεῖται τῇ τοῦ ψεύδους φύσει. ἐπεὶ δὲ πάνυ τραχύτατον ἐδόκει τὸ λέγειν ὅτι ἐκ τοῦ ψεύδους γίνεται τὰ ὄντα, ὥσπερ ἀπολογούμενος λέγει ‘ὥσπερ γὰρ οἱ γεωμέτραι ψευδῆ λαμβάνοντες ἐν τῷ τὴν μὴ ποδιαίαν λέγειν ποδιαίαν οὐδέν τι ψεῦδος συνάγουσιν, ἀλλὰ πάντῃ ἀληθῆ, τί κωλύει καὶ ἡμᾶς ἐκ τοῦ ψεύδους συνάγειν πολλὰ τὰ ὄντα;’ πρὸς οὖν τοῦτο ἀπαντῶν λέγει ὅτι ἀδύνατον τοῦθ’ οὕτως ἔχειν. οὔτε γὰρ οἱ γεωμέτραι ψεῦδός τι ὑποτίθενται· οὐ γὰρ ἐν τῇ γραφομένῃ γραμμῇ μὴ οὔσῃ δὲ ποδιαίᾳ τὴν ἀπόδειξιν ποιοῦνται ἀλλ’ ἐν τῇ νοουμένῃ καὶ ὄντως οὔσῃ ποδιαίᾳ, ταύτην δὲ γράφουσι χάριν αἰσθήσεως. τὸ γὰρ οὐ γὰρ ἐν τῷ συλλογισμῷ ἡ πρότασις ἴσον ἐστὶ τῷ οὐ γὰρ ἡ προτεινομένη καὶ γραφομένη γραμμὴ ἐν τῷ | συλλογισμῷ καὶ τῇ ἀποδείξει παραλαμβάνεται, ἀλλ’ ἡ [*](786) νοουμένη. οὔτε δὴ οἱ γεωμέτραι ψεῦδος λαμβάνουσιν, οὔτε ἐκ τοῦ οὕτω μὴ ὄντος τοῦ τῷ ψεύδει ἰσοδυναμοῦντός τὰ ὄντα ἢ γίνεται ἢ εἰς τοῦτο φθείρεται. ἀλλ’ ἐπειδὴ τὸ κατὰ τὰς πτώσεις, ἤτοι ἓν ἕκαστον μὴ ὄν (λέγει δὲ τὸ καθόλου μὴ ὄν, κατὰ τὰς πτώσεις δὲ μὴ [*](3 ἀντιλέγει Α: ἀντιλέγειν L 11 τὸ μὲν οὐσία Α: τὸ om. L 24 λέγει] λέγειν Metaph. 29 πάντῃ Bonitz: παντὶ LM: Α quid habeat dubium est 37 οὔτε δὴ Α: οὔτε δέ L 40 fort. καθόλου μὲν ὄν)
807
ὂν τὰ καθ’ ἕκαστα) ἐπεὶ οὗν τὸ τοιοῦτον μὴ ὂν ἰσαχῶς λέγεται ταῖς κατηγορίαις, ἔστι δὲ παρὰ τὰ ἰσαχῶς λεγόμενα ταῖς κατηγορίαις μὴ ὄντα καὶ τὸ ὡς ψεῦδος μὴ ὂν καὶ τὸ δυνάμει, ἐκ τοῦ δυνάμει, φησί, μὴ ὄντος ἐστὶν ἡ γένεσις· ἐκ τοῦ γὰρ ἐνεργείᾳ μὲν ὄντος σπέρματος, μὴ ὄντος δὲ ἀνθρώπου ὁ ἐνεργείᾳ ἄνθρωπος γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ εἴτε ἕν ἐστι τὸ ὄν, ὡς ὁ Παρμενίδης βούλεται, εἴτε πολλά, ὡς ἡ ἀλήθεια, ἐκ τοῦ δυνάμει μὴ ὄντος τὰ γινόμενα ἀναγκαῖον γίνεσθαι ἀλλ’ οὐκ ἐκ τοῦ ψεύδους. ὅτι δὲ τὸ μὴ ὂν ἰσαχῶς ταῖς κατηγορίαις λέγεται δῆλον· καὶ γὰρ ἐν οὐσίᾳ τὸ μὴ ὂν θεωρεῖται ἡ γὰρ οὐ σία οὐκ ἔστι ποσόν) καὶ ἐν πίσῳ τὸ γὰρ ποσὸν οὐκ ἔστιν οὐσία) καὶ ἐν ταῖς ἄλλαις ομοιως.

[*](p. 1089a31)

Φαίνεται δὲ ἡ ζήτησις πῶς πολλὰ τὸ ὂν τὸ κατὰ τὰς οὐσίας λεγόμενον.

τοῦ Παρμενίδου ἓν τὸ ὂν καὶ ἀγέννητον άποφαινομένου, τοῦ δὲ Πλάτωνος τοῦτο μὴ ἀποδεχομένου, ἀλλὰ πολλὰ τὰ ὄντα λέγοντος καὶ τὴν αἰτίαν εἰπεῖν ζητοῦντος τοῦ ὅπως πολλά ἐστι τὰ ὄντα καὶ οὐχ ἕν, ὡς ὁ Παρμενίδης βούλεται, λέγει ὁ Ἀριστοτέλης ὅτι οὐ καθόλου περὶ παντὸς ὄντος τοῦ τε ἐν οὐσίᾳ τοὐ τε ἐν ποσῷ τοῦ τε ἐν ποιῷ ὄντος καὶ τοῖς λοιποῖς θεωρουμένου τὴν ζήτησιν ὁ Πλάτων ἐποιεῖτο πῶς τούτων ἕκαστον πολλά ἐστιν, ἀλλὰ μόνον τοῦτο ἐζήτει ὅτι πῶς τὸ ὂν τὸ ὡς οὐσία λεγόμενον πολλά ἐστιν, καὶ τὴν αἰτίαν τοῦ πῶς ἐζήτει, διὰ τί πολλαὶ οὐσίαι εἰσί, περὶ δὲ τῶν ἄλλων κατηγοριῶν οὐδένα λόγον ἐποιεῖτο, συντόμως ἐπήγαγεν εἰπὼν ἀριθμοὶ γὰρ καὶ μήδη τὰ γεννώμενά ἐστιν, ὃ ταὐτόν ἐστι τῷ ἃ γὰρ ἐκ τῶν ἀρχῶν τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ ἀρχικοῦ ἑνὸς κατ’ αὐτοὺς γίνεται, ἀριθμοὶ καὶ μήκη καὶ σώματά εἰσιν, ἅπερ πάντα τά τε μήκη καὶ οἱ ἀριθμοὶ αἱ κυριώτατα καὶ πρώτως καὶ μάλιστα οὐσίαι, ὡς αὐτός φησιν, εἰσίν. ὥστε εἴπερ τὸ πολλὰ εἶναι τὰ ὄντα κατεσκεύαζε διὰ τοῦ γένεσιν τοῖς οὖσιν εἰσάγειν, τὴν δὲ γένεσιν ἐκ τοῦ μικροῦ καὶ μεγάλου καὶ τοῦ ἑνὸς ἐποίει, πᾶν δὲ τὸ ἐκ μικροῦ καὶ μεγάλου, ὡς αὐτός φησιν, ἢ ἀριθμὸς ἢ μέγεθος, πᾶς δὲ ἀριθμὸς καὶ μέγεθος καὶ μῆκος οὐσία τοῦτο γὰρ βούλεται καὶ λέγει), εἰ οὖν ταῦθ’ οὕτως ἔχοι, δῆλός ἐστιν, ὡς τοῦ πῶς πολλαὶ αἱ οὐσίαι τὴν ζήτησιν ἐποιεῖτο. εἰ γάρ, ὅσα γίνεται, ἐκεῖνα καὶ πολλά ἐστι, γίνονται δὲ μόνοι οἱ ἀριθμοὶ καὶ τὰ μεγέθη, μόνοι ἄρα οἱ ἀριθμοὶ καὶ τὰ μεγέθη ἤτοι αἱ οὐσίαι πολλά εἰσι, καὶ περὶ τούτων μόνων ὁ Πλάτων τὴν ζήτησιν ἐποιεῖτο. ἄτοπον δὲ τὸ ζητεῖν πῶς μὲν πολλὰ τὸ ὂν τὸ τί ἐστι, τουτέστι πῶς μὲν πολλὰ τὸ ὂν τὸ ὡς οὐσία | λεγόμενον ἔθος γὰρ αὐτῷ τὴν οὐσίαν δηλοῦν διὰ τοῦ τί ἐστιν), ἄτοπον [*](787) οὖν τὸ ζητεῖν πῶς μὲν οὐσίαι πολλαί εἰσι, πῶς δὲ ποσὰ πολλὰ ἢ ποιὰ μὴ [*](3 μὴ ὂν] sic etiam Metaph. cod. T: τὸ μὴ ὃν Metaph. vulg. 14 ἀγέννητον LM: ἀγέπᾶς νητον Α 24 καὶ μικροῦ Α: καὶ τοῦ μικροῦ L 26 κυριώτατα L: κυριώταται Α 30 L: πῶς Α 32 αἱ οὐσίαι Α: αἱ om. L 34 πολλά Α: πολλαί L)

808
ζητεῖν. οὐ γὰρ ἂν εἴποιεν οἱ περὶ Πλάτωνα ὅτι τὸ μέγα καὶ μικρὸν ἢ ἡ ἀόριστος δυάς ἐστιν αἰτία τοῦ εἶναι δύο λευκὰ ἢ πολλὰ χρώματα ἡ χυμοὺς πολλοὺς καὶ σχήματα. οὐδὲν γὰρ κατ’ αὐτοὺς ἐκ τῆς ἀορίστου δυάδος ἡ τοῦ μεγάλου καὶ μικροῦ γενέσθαι δύναται ἢ χυμὸς ἢ σχῆμα, ἀλλὰ πᾶν τὸ ἐκ τούτων ἀριθμὸς καὶ μέγεθος ἤτοι οὐσία ἐστίν. εἰ δὲ ἦσαν οἱ χυμοὶ καὶ τὰ σχήματα ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ἀριθμοὶ καὶ οὐσίαι ἂν ἦσαν, ὅπερ, τὸ τοὺς χυμοὺς οὐσίας εἶναι, οὐδὲ οὗτοι βούλονται. εἰπὼν δὲ ὅτι ἀριθμοὶ ἂν ἦσαν, ἐπήγαγε καὶ μονάδες, δηλονότι διὰ τὸ τοὺς ἀριθμοὺς μηδὲν ἄλλο εἶναι ἢ πλῆθος μονάδων. εἰ γὰρ οἱ χυμοὶ ἀριθμοί, οἱ δὲ ἀριθμοὶ μονάδες, οἱ χυμοὶ ἄρα μονάδες. ὥστε εἴπερ ἐζήτει τοῦτο γὰρ δηλοῖ τὸ ἐπῆλθεν) τὴν αἰτίαν τοῦ πῶς πολλοὶ χυμοὶ καὶ πολλὰ χρώματά εἰσιν, οὐκ ἄν τὸ μέγα καὶ τὸ μικρὸν ᾐτιάσατο τῆς τῶν οὐσιῶν γενέσεως, ἀλλ’ εἶδεν ἄν τὸ αἴτιον καὶ τὸ ἐν ἐκείνοις, τουτέστι πρὸς τῷ ἰδεῖν τὴν αἰτίαν δι’ ἥν εἰσι πολλοὶ χυμοὶ καὶ χρώματα καὶ σχήματα τοῦτο γὰρ ἐμφαίνει διὰ τοῦ καί συνδέσμου τοῦ καὶ τὸ ἐν ἐκείνοις), πρὸς οὖν τῷ ἰδεῖν διὰ τί εἰσι πολλοὶ χυμοὶ εἶδεν ἄν καὶ τὸ ἐν ἐκείνοις, ἤτοι τὸ συνὸν ταῖς οὐσίαις καὶ ποιοῦν αὐτὰς πολλάς, τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου ὕλη. εἰπὼν δὲ ὡς εἴπερ ἐζήτει διὰ τί εἰσι πολλοὶ χυμοὶ καὶ πολλὰ χρώματα, πρὸς τῷ γνῶναι τοῦτο ἔγνω ἄν καὶ τὴν κυριωτάτην αἰτίαν τοῦ πῶς εἰσι πολλαὶ οὐσίαι, καὶ οὐκ ἂν τὸ μέγα καὶ μικρὸν ᾐτιᾶτο, λέγει αὐτὸς τί ποτέ ἐστι τὸ αἴτιον τοῦ εἶναι πολλὰς οὐσίας καὶ πολλὰ ποσὰ καὶ ποιὰ καὶ πρός τι διὰ τοῦ τὸ γὰρ αὐτὸ καὶ τὸ ἀνάλογον αἴτιον, τουτέστιν ἡ ἑκάστου ὕλη καὶ τὸ εἶδος, ἅπερ τὰ αὐτὰ τῷ ἀνάλογόν εἰσιν, ὡς ἐν τῷ Λ δέδεικται. τὸ δὴ ἑκάστου εἶδος καὶ ἡ ὕλη αἴτια τοῦ εἶναι καὶ οὐσίας πολλὰς καὶ ποσὰ καὶ ποιὰ καὶ τὰ λοιπά. εἰπὼν δὲ ταῦτα ἐπιφέρει ὅτι ἡ παρέκβασις ἤτοι τὸ παρεκβῆναι καὶ καταλιπεῖν καὶ μὴ ζητῆσαι διὰ τίνα ποτὲ αἰτίαν εἰσὶ πολλοὶ χυμοὶ καὶ χρώματα, πεποίηκεν αὐτοὺς τὸ πρός τι καὶ σαφηνίζων τί ἐστιν ὅπερ εἴρηκε πρός τι ἐπήγαγε καὶ τὸ ἄνισον) τοῦ εἶναι οὐσιῶν πλῆθος αἴτιον λέγειν, ἀλλὰ καὶ τὸ βούλεσθαι τὴν τῶν ὄντων γένεσιν ἐκ τῶν ἐναντίων εἶναι. βουλόμενοι γὰρ τὴν γένεσιν ἐκ τῶν ἐναντίων ποιεῖν, καὶ λέγοντες ὅτι τὸ εἰδικὸν αἴτιον τὸ ἓν καὶ τὸ ὄν ἐστιν, ἐζήτουν τί ποτέ ἐστι τὸ ἀντικείμενον ὡς τὰ ἐναντία τῷ ἑνὶ καὶ τῷ ὄντι, ἵνα ἐκ τούτων τοὐ ἑνὸς καὶ τοῦ ὄντος καὶ τῶν ἀντικει|μένων [*](788) τούτοις εἴη τὰ ὄντα. καὶ ζητοῦντες ἀπερισκέπτως εἰρήκασιν ὅτι τὸ ἀντικείμενον τῷ ἑνὶ καὶ τῷ ὄντι ὡς τὰ ἐναντία τὸ ἄνισόν ἐστιν, ὅπερ ἄνισον οὔτε ἐναντίον ἐστὶ τῶ ἑνὶ καὶ τῶ ὄντι οὔτε ἀπόφασις αὐτῶν· τοῦ [*](1 καὶ Α: καὶ τὸ L 5 μέγεθος Α: μεγέθη L 8 μονάδες Bonitz: μονάδα libri 11 δηλοῖ L: δῆλον Α ἐπῆλθεν] sic etiam Metaph. E: ἐπῆλθον Metaph. vulg. καὶ πολλὰ L: post καὶ add. πῶς Α 13 εἶδεν Α: οἶδεν L: εἶδον Metaph. 14 πολλοὶ—διὰ τί (16) Α: om. L 16 πρὸς οὑν τῷ Bonitz: πρὸ οὖν τοῦ Α 19 πρὸς τῷ coni. Bonitz: πρὸς τὸ libri αἰτίαν L: οὐσίαν Α 21 αὐτὸς L: αὐτὸ A 22 καὶ τὸ L: τὸ om. Α 24 ἐν τῷ Λ] c. 4 p. 1070b 17 28 καὶ τὸ L, sed καὶ rursus del.: τὸ τὸ Α 30 ὄντων L: οὐσιῶν Α 34 ζητοῦντες Α: ζητοῦντι L 36 καὶ Τῶ L: τῶ om. Α)
809
γὰρ ἑνὸς ἀπόφασις τὸ οὐχ ἓν ἀλλ’ οὐ τὸ ἄνισον, ὁμοίως καὶ τοῦ ὄντος τὸ οὐκ ὄν. ὥστε εἰ πᾶν τὸ γενόμενον ἢ ἐκ τοῦ ἐναντίου αὐτῷ ἢ τοῦ μεταξὺ ἢ ἐκ τῆς οἰκείας ἀποφάσεως γίνεται, τὸ δὲ ἄνισον οὔτε ἐναντίον οὔτε ἀπόφασις τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ψεῦδος τὸ λέγειν ὅτι διὰ τὸ ἐκ τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τοῦ ἀνίσου εἶναι τὰ ὄντα εἰσὶ πολλά. τὸ δὲ μία τε φύσις τῶν ὄντων εἴρηται ἀντὶ τοῦ ὥσπερ γὰρ τὸ τί ἤτοι ἣ οὐσία μία τε φύσις ἐστὶ καὶ κατηγορία τῶν ὄντων, ἄλλη δὲ τὸ πόσον καὶ ἄλλη τὸ ποιόν, οὕτω καὶ τὸ πρός τι. ἔδει οὖν ζητεῖν πῶς καὶ τὰ πρός τι πολλὰ καὶ οὐχ ἕν. εἰ γὰρ καὶ ὅτι μάλιστα συγχωρήσειέ τις ὅτι διὰ τὰ πρός τι ἤτοι τὸ ἄνισόν εἰσι πολλὰ τὰ ὄνια, ἀλλ’ οὐκ ἄν καὶ ἑαυτοῖς αἴτια εἴη τοῦ πολλὰ εἶναι. ἔδει οὖν ζητεῖν πῶς πολλὰ τὰ πρὸς τι· νυν δὲ πῶς μὲν πολλαὶ μονάδες πα ῥὰ τὸ πρῶτον ἕν λέγων πρῶτον ἓν τὸ ὐτοέν) ζητεῖται τοῖς περὶ Πλάτωνα, πῶς δὲ πολλὰ ἄνισα παρὰ τὸ αὐτοάνισον καὶ ὅλως πῶς πολλὰ τὰ πρός τι οὐ ζητεῖται, καὶ ταύτα χρωμένων καὶ ὁμολογούντων ὥς εἰσι πολλὰ τὰ πρός τι· τὸ γὰρ μέγα καἲ μικρόν, ἐξ ὧν τὰ μεγέθη ποιοῦσιν, ἄνισον, ἀλλὰ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, ἐξ ὧν τοὺς ἀριθμούς, ἀλλὰ καὶ τὸ μακρὸν καὶ βραχύ, ἑξ ὧν τὸ μῆκος. ὁμοίως καὶ τὸ πλατὺ καὶ στενόν, ἐξ ὧν τὸ ἐπίπεδον, καὶ τὸ βαθὺ καὶ ταπεινόν, ἐξ ὧν τοὺς ὄγκους. ὅτι <δὲ> ἄνισά ἐστι καὶ πρός τι τὸ πλατὺ τὸ στενόν, τὸ βαθὺ τὸ ταπεινὸν καὶ τὰ λοιπὰ καὶ οὗτοι λέγουσι, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ ἄλλα πολλὰ εἴδη λέγουσι τοῦ πρός τι, ὧν τὴν αἰτίαν διὰ τί πολλά ἐστιν ἔδει αὐτοὺς ζητεῖν τε καὶ λέγειν. σὺ δέ, ὧ δαιμόνιε, τίνα φῄς αἰτίαν εἶναι τοῦ πολλὰ εἶναι τὰ πρός τι καὶ τὰ ἄλλα πάντα., ἤ, φησίν, ἀνάγκη ἐμὲ ὑποτίθεσθαί τε καὶ λέγειν ὅτι τὸ δυναμει ὂν ἑκάστω, τουτέστι τὸ δυνάμει ποσὸν καὶ τὸ δυνάμει ποιὸν καὶ τὸ δυνάμει ὂν οὐσία καὶ ὅλως ἡ ἑκάστου ὕλη ἐστὶν αἰτία τοῦ πολλὰ εἶναι τὰ εἰρημένα. καὶ τοῦτο, φησί, καὶ ὁ Πλάτων ἐζήτησεν, εἰπὼν τί τὸ δυναμει τόδε. καὶ σαφηνίζων τί σημαίνει τὸ τόδε, ἐπήγαγε τὸ καὶ οὐσία. ἐζήτησεν οὖν, φησί, καὶ ὁ Πλάτων’ τί ποτέ ἐστι τὸ δυνάμει ὂν οὐσία, μὴ ὂν δὲ καθ’ αὑτὸ τόδε τι, οἷον ἓν καὶ ὄν οὐσίαν γὰρ καὶ κυρίως οὐσίαν τὸ ἓν καὶ τὸ ὂν ὁ Πλάτων’ ἐκάλει), καὶ ζητήσας, φησίν, ἀπεφήνατο ὅτι τὸ πρός τι. δέον δὲ εἰπεῖν ὅτι τὸ μέγα καὶ μικρὸν ἢ τὸ ἄνισον ἢ τὴν ἀόριστον δυάδα, εἷπεν ὅτι τὸ πρός τι, διὰ τὸ πάντα ταύτα ὕπο τὸ πρός τι τετάχθαι. ἀπεφήνατο οὖν, φησίν, ὅτι τὸ πρός τι ἐστὶ τὸ δυνάμει ὂν οὐσία, ἤτοι τὸ ὂν καὶ τὸ ἕν, ὥσπερ εἰ εἶπεν ὅτι τὸ ποῖον· ὥσπερ γὰρ τὸ ποιὸν | οὐκ ἔστι δυνάμει τὸ ὂν ἡ τὸ ἓν οὔτε ἀπόφασις τούτων, [*](789) οὕτως οὐδὲ τὸ πρός τι οὔτε ἐναντίον ἐστὶ τῷ ἑνὶ καὶ τῷ ὄντι οὔτε ἀντίκειται αὐτοῖς ὡς ἀπόφασις, ἀλλ’ ἐστὶν ἓν τῶν γενικωτάτων γενῶν· ταῦτα γὰρ εἶπεν ὄντα.

[*](8 τὸ (ante πρὸς) Α: τὰ L 15. 16 καὶ μικρόν Α: post καὶ add. τὸ L 10 δὲ add. Bonitz 25 ἑκάστῳ] ἕκαστον coni. Bonitz 33 πάντα Α: om. L 35 τὸ ἐν L: τὸ om. A 36 οὐκ ἔστι L: οὐκέτι Α 37 τῷ ἑνὶ A: καὶ τῳ ἑνὶ L)
810
[*](p. 1089b20)

Πολύ τε μᾶλλον, ὥσπερ ἐλέχθη, εἰ ἐζήτει πῶς πολλὰ τὰ ὄντα, μὴ τὰ ἐν τῇ αὐτῇ κατηγορίᾳ ζητεῖν.

Πολὺ κάλλιον ἦν, φησί, ζητεῖν μὴ πῶς πολλὰ τὰ ὄντα τὰ ἐν τῇ αὐτῇ καὶ μιᾷ κατηγορίᾳ περιοριζόμενα, οἷον τὰ ἐν τῇ οὐσίᾳ, τὰ ἐν τῷ ποσῷ, ἀλλ’ ἁπλῶς ζητεῖν περὶ πάντων τῶν ὄντων, οὐσιῶν παθῶν, ἤτοι ποιῶν ποσῶν πρός τι, πῶς ἕκαστον τούτων πολλά ἐστι. τοῦτο εἰπὼν λέγει ἐπὶ μὲν οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τῶν συμβεβηκότων, ἔχει καὶ ἄλλην τινὰ ἐπιστασίαν καὶ ἀπορίαν πῶς πολλά εἰσιν. ἀσάφειαν δὲ πολλὴν ἐνεποίησεν ἐπεμβαλών τινα μεταξὺ καὶ ἐλλιπῶς ἀπηγγελκὼς τὰ ἐπεμβληθέντα. εἴη δ’ ἂν οἶμαι τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον. ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν ἔχει καὶ ἄλλην ἐπιστασίαν καὶ ἀπορίαν, πῶς πολλὰ ποσὰ καὶ πολλὰ ποιὰ εἶναι δυνατὸν λέγειν, διὰ τὸ μὴ χωριστὰ εἶναι τῶν ὑποκειμένων. εἶτα συναπτέον τούτοις τὸ τῷ τὸ ὑποκείμενον πολλὰ γίνεσθαι καὶ εἶναι, καὶ προσυπακουστέον τοῦ τῷ λόγῳ γὰρ τῷ ἐκ τοῦ ἀνίσου καὶ τοῦ ἑνὸς συγκεχωρήσθω ἡμῖν νῦν ἀληθῆ λέγειν· ἵν’ ᾖ ἡ λέξις τοιαύτη ἰτῶ γὰρ λόγῳ τῷ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι τὸ ὑποκείμενον, ἤτοι τῷ λόγῳ τῷ πολλὰς καὶ γίνεσθαι καὶ εἶναι οὐσίας ἐκ τοῦ ἀνίσου καὶ τοῦ ἑνὸς λέγοντι συγκεχωρήσθω νῦν ἡμίν ὡς ἀληθῆ λέγει.’ ἔστιν οὖν ἡ σύμπασα λέξις ῥητέον γὰρ καὶ πάλιν αὐτήν, ὅτι λίαν μεμελάνωται) τοιαύτη· ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν ἔχει καὶ ἄλλην τινὰ ἐπιστασίαν καὶ ἀπορίαν, πῶς πολλὰ ποσὰ καὶ πολλὰ ποιὰ εἶναι δυνατὸν λέγειν, διὰ τὸ μὴ χωριστὰ εἶναι τῶν ὑποκειμένων· τῷ γὰρ λόγῳ τῷ πολλὰς καὶ γίνεσθαι καὶ εἶναι οὐσίας ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀνίσου λέγοντι συγκεχωρήσθω νῦν ἡμῖν ὡς ἀληθῆ λέγει. ἀλλὰ τὸ μὲν τῆς λέξεως οἶμαι τοιοῦτον. εἴη δ’ ἄν καὶ τὸ λεγόμενον τοιοῦτον. τῷ μὲν λόγῳ τῷ γεννῶντι καὶ ποιοῦντι τὰς οὐσίας πολλὰς συγχωρήσειεν ἴσως ἄν τις, ἐπὶ δὲ τῶν συμβεβηκότων ἀπορήσειεν ἄν, πῶς οὐκ ὄντα τῶν ὑποκειμένων χωριστὰ μηδὲ ἔχοντα ὕλην, ἥτις δυνάμει οὖσα τὰ συμβεβηκότα κατὰ τὴν αὑτῆς μεταβολὴν τὰ συμβεβηκότα πολλὰ τοιαῦτα ποιήσει, ὅμως πολλά εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, δυνατὸν λέγειν ὅτι ἐκ τῆς ὕλης τῆς μὴ οὔσης μὲν δυναμένης ὀὲ γενέσθαι χρῶμα γέγονε χρῶμα, ὁμοίως καὶ ἐπὶ ποσοῦ καὶ ἐπὶ τῶν ἄλλων, νῦν δὲ τούτου μὴ ὄντος ἄπορον πῶς πολλά ἐστι τὰ συμβεβηκότα. ταύτην δὲ λύων οὕτως τὴν ἀπορίαν λέγει καίτοι δεῖ γε ὕλην τινὰ εἶναι ἑκάστῳ γένει, τουτέστιν ἀνάγκη δὲ λέγειν ὅτι καὶ τὰ συμ|βεβηκότα ὕλην ἔχει [*](790) ἐξ ἧς δυνάμει οὔσης τὰ συμβεβηκότα γίνεται καὶ πολλά ἐστι, πλήν, φησίν, οὐ χωριστὴν τῶν οὐσιῶν. οὔτε γὰρ ἡ ὕλη τῶν χρωμάτων ἔστι δὲ [*](1 ἐζήτει] sic etiam Metaph. A b T, ἐζητεῖτο Metaph. vulg. 11 et 21 παρὰ A: περὶ L 14 καὶ εἶναι Bonitz, cf. 17 et 23: καὶ ἕν libri 19 ἡμῖν L: om. A λέγει A: λέγειν L 29. 30 τὰ συμβεβηκότα Α: om. L 34 οὕτως L: οὗτος Α 35 δέ A: δεῖ L 36 καὶ Α: τε καὶ L)

811
ἡ ἐπιφάνεια τοῦ διαφανοῦς· αὕτη γὰρ ὁτὲ μὲν λευκὴ ὁτὲ δὲ μέλαινα ὑπὸ τοῦ κινοῦντος γίνεται, ὡς ἐν τῷ περὶ αἰσθήσεως καὶ αἰσθητῶν δείκνυται), οὔτε οὗν ἡ τῶν χρωμάτων ὕλη χωριστὴ τῶν οὐσιῶν ἐστιν οὔτε 5 ἡ τῶν χυμῶν (ἔστι δὲ ἡ τοῦ ὕδατος ὑγρότης· αὕτη γὰρ μιγνυμένη τοῦ ξηροῦ ὡς καὶ τοῦτο ἐν τῷ περὶ αἰσθήσεως δείκνυται, καὶ συμπεττομένη ὑπὸ τοῦ θερμοῦ τοὺς χουμοὸς ἀπογεννᾷ) οὔτε ἄλλη τις τῶν συμβεβηκότων ὕλη χωριστὴ τῶν οὐσιῶν. συγχωρήσας οὖν τῷ λέγοντι λόγω πολλὰς τὰς οὐσίας διὰ τὸ ἐκ τοῦ ἀνίσου γίνεσθαι, καὶ εἰπὼν ὅτι περὶ δὲ τῶν συμβεβηκότων ἀπορήσειεν ἄν τις πῶς πολλά, καὶ λύσας τὴν ἀπορίαν, λέγει ὅτι ἐπὶ δὲ τῶν τόδε τι ἔχει τινὰ λόγον, δυνάμει λέγων ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων οὐδεμία τοῦ λοιποῦ ἀπορία πῶς πολλά, ἐπὶ δὲ τῶν τόδε τι ἤτοι ἐπὶ τῶν οὐσιῶν ἔχει τινὰ λόγον καὶ ἀπορίαν πῶς πολλαὶ αἱ οὐσίαι· οὐ γὰρ ὑγιὴς ἡ τοῦ Πλάτωνος λύσις τὸ ἄνισον αἰτιωμένου. ἀπορίαν οὖν ἔχει πῶς πολλὰ τὸ τόδε τι καὶ ἡ οὐσία ἐστίν, εἰ μὴ θήσομεν εἷναι καὶ τὸ τόδε τι εἶδός τι καὶ φύσιν τινά, δηλονότι ὕλην τοιαύτην, ἤτοι δυνάμει οὖσαν τὸ εἶδος. ἄπορον οὖν οὕτως καὶ ἄλυτον πῶς πολλαὶ αἱ οὐσίαι, εἰ μή τις ὑμολογήσειεν ὡς ἔστι καὶ εἴδη καὶ ὕλη δυνάμει οὖσα τὰ εἴδη. εἰ δέ τις ὁμολογήσειεν ὡς ἔστι τὸ τόδε τι οἷον εἶδος καὶ φύσις τις τοιαύτη, ἤτοι ὕλη δυνάμει οὖσα τὰ εἴδη, οὐδεμία ἀπορία· ἡ γὰρ ὕλη δυνάμει οὖσα τὰ εἴδη ἀλλοιουμένη πὼς καὶ δεχομένη ταῦτα παρέχει ταῖς οὐσίαις τὸ εἶναι πολλαῖς. τὸ δὲ αὕτη δέ ἐστιν ἐκεῖθεν μᾶλλον ἡ ἀπορία οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘ἡ ζητοῦσα ἀπορία διὰ τίνα αἰτίαν πολλαί εἰσιν ἐνεργείᾳ οὐσίαι ἐκεῖθεν γέγονε. πόθεν; ἐκ τοῦ μὴ λέγειν ὕλην καὶ εἶδος, ἀλλ’ ἓν καὶ ἄνισον’. ἢ οὖν οὕτως ὡς εἴρηται ἀκουστέον τοῦ ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν ἔχει τινὰ ἀπορίαν καὶ τὸ συνεχὲς τούτῳ, ἢ μεριστέον εἰς δύο ἀπορίας καὶ ῥητέον ‘ἐπὶ μὲν οὗν τῶν συμβεβηκότων ἔχει τινὰ ἀπορίαν πῶς πολλὰ ποιὰ καὶ πολλὰ ποσὰ εἶναι ἐνδέχεται λέγειν· ἀπορήσειε δ’ ἄν τις τοῦτο διὰ τί; διὰ τὸ μὴ ἔχειν ὕλην, ἥτις δυνάμει οὖσα τὰ συμβεβηκότα πολλὰ εἶναι ταῦτα ποιήσει. ἄλλην δὲ ἀπορίαν πάλιν ἀπορήσειέ τις περὶ αὐτῶν, καὶ ταύτην διὰ τί; διότι μὴ χωριστὰ ὄντα τῶν οὐσιῶν συμβαίνει τὸ ὑποκείμενον αὐτοῖς καὶ ἕν τι γίνεσθαι καὶ πολλά·· εἰ γὰρ ἄλλο ἡ οὐσία καὶ ἄλλο τὸ ποσὸν καὶ ἄλλο τὸ ποιόν, ἔστι δὲ ὁ Σωκράτης καὶ οὐσία καὶ λευκὸς καὶ δίπηχυς, φέρε εἰπεῖν, ἔσται καὶ εἷς καὶ πολλά’. τούτων δὴ τῶν δύο ἀποριῶν τῆς μὲν προτέρας ἀπορίας λύσιν ἐπακτέον τὸ καίτοι δεῖ γέ τινα ὕλην εἶναι ἑκάστῳ γένει, τῆς δὲ δευτέρας τῆς λεγούσης ὅτι ὁ Σωκράτης καὶ | εἷς ἐστι καὶ πολλά, τὴν λύσιν ἔχεις, ὦ φιλότης, ἐν τῷ Α τῆς [*](791) Φυσικῆς ἀκροάσεως· ἐκεῖ γὰρ ὅτε τὸν Παρμενίδην καὶ τὸν Μέλισσον [*](2 ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν] c. 3 5 ἐν τῷ Περὶ αἰσθήσεως] c. 4 7 post οὐσιῶν add. ἐστί L 18 εἰ δέ τις—εἴδη (19) om. L 27 ἀπορίαν L: ἀπόκρισιν Α 28 δ’ LM: om. Α 32 ἄλλο ἡ A: ἄλλη ἡ L 3(3 ὁ L: om. Α 37. 38 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 2. 3 38 καὶ τὸν L: τὸν om. Α)
812
ἤλεγχεν, εἴρηκεν ὡς οὐδὲν κωλύει τὸ αὐτὸ καὶ ἓν τῷ μὲν ὑποκειμένῳ ἓν εἶναι, τῷ λόγῳ δὲ πολλά.

[*](p. 1089b32)

Ἀλλὰ μὴν καὶ εἰ μὴ ταὐτόν ἐστι τὸ τόδε καὶ ποσόν, οὐ λέγεται πῶς καὶ διὰ τί πολλὰ τὰ ὄντα.

Τὸ τόδε, ὡς πολλάκις εἴρηται, ἀντὶ οὐσίας τῷ Ἀριστοτέλει λαμβάνεται. τοῦ Πλάτωνος δὲ τὰς ἰδέας, ἃς καὶ οὐσίας καλεῖ, καὶ μᾶλλον οὐσίας, ἀριθμοὺς λέγοντος, τῶν δὲ ἀριθμῶν ποσῶν ὄντων, καὶ διὰ τούτου συναγομένου τοῦ τὰς οὐσίας εἶναι ποσά εἰ γὰρ αἱ ἰδέαι ἤτοι αἱ οὐσίαι ἀριθμοί, οἱ δὲ ἀριθμοὶ ποσά, δῆλον τὸ συμπέρασμα), ἐρωτᾷ ὁ δαιμόνιος Ἀριστοτέλης, πότερον διαφέρει ἡ οὐσία τοῦ ποσοῦ ἢ ἡ αὐτή ἐστι τῷ ποσῷ. εἰ μὲν οὗν μή ἐστιν ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ ἀλλ’ ἑτέρα καὶ διάφορος, οὐ λέγεται οὐδὲ ἐζήτηται αὐτοῖς πῶς πολλαὶ αἱ οὐσίαι ταύτας γὰρ εἶπεν ὄντα), ἀλλὰ τοῦτο ἐζήτηται πῶς πολλὰ ποσά. εἰ γὰρ ζητοῦσι πῶς πολλὰ ὑπέστη ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τὸ πλῆθος τὸ ἐν τοῖς ἀριθμοῖς, οἱ δὲ ἀριθμοὶ ποσά, τὸ δὲ ποσὸν ἕτερον τῆς οὐσίας, οὐδὲν ἄλλο ζητοῦσιν ἢ πῶς ὑπέστη ποσὰ πολλά, πῶς δὲ πολλαὶ οὐσίαι οὐδαμῶς. εἰ δέ ἐστιν ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ καὶ ἀδιάφορος, ζητεῖται μὲν καὶ λέγεται πῶς πολλαὶ αἱ οὐσίαι, ὑπομένει δὲ πολλὰς ὁ τοῦτο λέγων ἐναντιώσεις. πρῶτον μὲν γὰρ ἔσται ἡ οὐσία συμβεβηκός· εἰ γὰρ ἡ οὐσία ἡ αὐτὴ τῶ ποσῷ, τὸ δὲ ποσὸν συμβεβηκός, ἡ οὐσία ἄρα συμβεβηκός. ἔπειτα ὡς μὲν οὐσία ἔσται ὑποκείμενον, ὡς δὲ ποσὸν καὶ συμβεβηκὸς ἐν ὑποκειμένῳ. καὶ ὅλως ἐναντιοῦται τοῖς ἐναργέσιν. εἰπὼν δὲ πᾶς ἀριθμὸς ποσόν, καὶ ἡ μονὰς ἐφιστάνει καλῶς λέγων, εἰ μὴ ἄρα ἡ μονὰς οὐ ποσόν, διότι μέτρον ἀριθμοῦ καὶ διότι κατὰ ποσὸν ἀδιαίρετος, ἀλλ’ ὅ γε ἀριθμὸς ἐξ ἀνάγκης ποσόν ἐστιν.

[*](p. 1090a2)

Ἐπιστήσειε δ’ ἄν τις τὴν σκέψιν καὶ περὶ τῶν ἀριθμῶν, πόθεν δεῖ λαβεῖν τὴν πίστιν ὡς εἰσίν.

Πρὸς τὸν τὸν μαθηματικὸν ἀριθμὸν τοῦ αἰσθητοῦ χωρίζοντα καὶ ἰδίαν οὐσίαν αὐτῷ παρεχόμενον ἀποτείνεται λέγων, πόθεν ἄν τις καὶ ἐκ ποίας ἀνάγκης πιστεύσειεν ὥς εἰσιν οἱ μαθηματικοὶ ἀριθμοὶ χωριστοὶ καὶ καθ’ αὑτούς. οἱ μὲν γὰρ τιθέμενοι τὰς ἰδέας καὶ ὕπαρξιν διδόντες τοῖς εἰδητικοῖς ἀριθμοῖς ἐρωτώμενοι τίνος ἕνεκεν καὶ διὰ ποίαν ἀνάγκην εἰσὶν αἱ ἰδέαι ἀποκρίνονται ὅτι διὰ τὸ παρέχειν τινὰ αἰτίαν τοῖς οὖσιν, ἤτοι διότι αἴτιαί εἰσι τοῖς αἰσθητοῖς τοῦ εἶναι. εἰ γὰρ δι’ ἐκείνας τὰ ἐνταῦθά εἰσιν, ἐξ ἀνάγκης δέ εἰσιν οὐρανὸς καὶ ἄνθρωποι καὶ οὐκ ἐνδέχεταί ποτε ταῦτα μὴ εἶναι, ἐξ ἀνάγκης ἄρα εἰσὶ καὶ ἰδέαι δι’ ἃς τὸ εἶναι αὐτοῖς [*](3 καὶ τὸ ποσόν Metaph. 9 ἐρωτᾷ ὁ Α: post ἐρωτᾷ add. οὖν L 11 ἑτέρα L: ἕτερος Α 20. 21 ἡ οὐσία—συμβεβηκός Α: om. L 22 ἐναντιοῦνται Syr. 34 ἐκείνας L: ἐκεῖνα Α 35 δέ εἰσιν L: δέ om. Α)

813
ἐστιν· εἴτε δὲ ὡς ποιητικαὶ αἴτιαί εἰσι τοῦ τὰ ἐνταῦθα εἶναι, εἴτε ὡς τελικαί, εἴτε | οἷον δή ποτε τρόπον, νῦν ἐατέον, καὶ ἔστω ὅτι αἱ ἰδέαι [*](792) εἰσὶν αἴτιαι τοῦ εἶναι ἀνθρώπους καὶ ἵππους καὶ ὅλως τὰ αἰσθητά. ἐκεῖνοι μὲν οὗν οἱ τὸν εἰδητικὸν ἀριθμὸν πρεσβεύοντες λέγουσί τινα αἰτίαν τῆς τῶν ἰδεῶν ὑπάρξεως. τῷ δὲ μὴ οἰομένῳ μηδὲ λέγοντι εἰδητικοὺς εἶναι ἀριθμοὺς διὰ τὸ ὁρᾶν τὰς ἑπομένας δυσχερείας καὶ ἐναντιώσεις τοῖς ταύτας τιθεμένοις πάνυ πολλὰς οὔσας, καὶ ἐπὶ τούτῳ εἰδητικοὺς μὲν ἀριθμοὺς μὴ ποιοῦντι, ποιοῦντι δὲ τὸν μαθηματικὸν καὶ οὐσίαν αὐτῷ διδόντι, τῷ τοιούτῳ πόθεν χρὴ πιστεῦσαι καὶ συμφῆσαι ὡς ἔστι τοιοῦτος ἁριθμός, χωριστὸς δηλονότι καὶ καθ’ αὑτόν; καὶ τό τε μαθηματικὸν ὅλως δὲ τί τοῖς ἐνταῦθα χρησιμεύει; οὐδενὸς γὰρ τῶν ἐνταῦθα αἴτιός ἐστι τοῦ εἶναι. καὶ τοῦτο οὔτε αὐτὸς ὁ τοῦτον ἀνυμνῶν καὶ πρεσβεύων λέγει οὔτε φαίνεται. μήποτε δὲ διότι εἰσὶ θεωρήματα ἀριθμητικά, ἀνάγκη εἶναι καὶ τὸν ἀριθμὸν καθ’ αὑτὸν καὶ χωριστόν, ἵν’ ἐκείνῳ ταῦθ’ ὑπάρξῃ. ἤ, φησί, τὰ θεωρήματα τῶν ἀριθμητικῶν πάνθ’ ὑπάρξει καὶ κατὰ τῶν αἰσθητῶν, ἐξ ἀφαιρέσεως δὲ τὸ εἶναι ἐχόντων, καθάπερ ἐλέχθη ἐν τῷ Μ· εἰ δὴ δύναται πάντα τὰ ἀριθμητικὰ δείκνυσθαι κατὰ τῶν ἐξ ἀφαιρέσεως ἀριθμῶν, οὐ πιθανὸν οὐδ’ ἀληθές ἐστι λέγειν ὡς διὰ τὰ θεωρήματα χωρίζειν αὐτοὺς δεῖ καὶ ὕπαρξιν διδόναι.

Ταῦτα εἰπὼν πάλιν ἐπαναποδίζει καί φησιν οἱ μὲν οὖν τιθέμενοι καὶ εἶναι λέ)οντες τὰς ἰδέας, ὧν ὁ κορυφαῖος ὁ Πλάτων’ ἐστί, καὶ ἁριθμοὺς αὐτὰς καλοῦντες ἐν τῷ ποιεῖν ἔκθεσιν, ἤτοι ἓν ἕκαστον τῶν αἰσθητῶν παράγειν, οἷον Πλάτωνα Σωκράτην Ἀλκιβιάδην Δίωνα, καὶ λέγειν ὅτι ὁ ἄνθρωπος ὁ αὐτός ἐστι τῷ Σωκράτει ἢ ἕτερος, εἶτα ἐπάγειν ὅτι εἰ ὁ αὐτὸς ἦν, οὐκ ἄν ὑπῆρχε καὶ ἐν τῷ Πλάτωνι· ἕτερος ἄρα Σωκράτους, ὁμοίως δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ πάντων τῶν ἀτόμων· εἰ δὲ ταῦτα, ἔστιν ἄρα ἕν τι παρὰ τοὺς πολλοὺς ἀνθρώπους καὶ τοῦτό ἐστιν ὁ αὐτοάνθρωπος αὐτὸς καθ’ αὑτόν· ὁμοίως καὶ ἐπὶ ἵππων τοῦτο συνάγειν καὶ βοῶν καὶ τῶν ἄλλων ἁπάντων· οὗτοι μὲν οὖν ἐν τῷ ταῦτα ποιεῖν πειρῶνται τρόπον τινὰ λέγειν, διὰ τί ἐστι ἕν τι παρὰ τοὺς πολλοὺς ἀνθρώπους καὶ ἵππους καὶ τὰ ἄλλα πάντα. ἀλλ’ ἐπεί, φησίν, οὔτε ἀναγκαῖα τὰ λεγόμενα ὑπ’ αὐτῶν οὗτε δυνατά, οὐδὲ τὸν εἰδητικὸν ἀριθμὸν δι’ ἁ γε ταῦτα δεῖ λέγειν ὡς ἔστιν. ἀλλ’ οὗτοι μὲν οὕτως. οἱ δὲ Πυθαγόρειοι διὰ τὸ ὁρᾶν πολλὰ πάθη τῶν ἀριθμῶν ὑπάρχοντα ἐν τοῖς αἰσθητοῖς εἰσὶ γὰρ καὶ περιττὰ σώματα καὶ ἄρτια, ἐπίτριτά τε καὶ ἡμιό|λια, καὶ ἄλλα [*](793) πάμπολλα πάθη τῶν ἀριθμῶν ἐν τούτοις θεωρεῖται), διὰ οὖν τὸ ὁρᾶν ταῦτα, εἶναι μὲν τὰ αἰσθητά ταῦτα γὰρ εἶπε νῦν ὄντα) ἀριθμοὺς ἐποί- [*](3 αἴτιαι LM: αἴτια A 10 καὶ τό τε μαθηματικὸν corrupta videntur 12 τοῦτον L: τοῦτο Α 15 ὑπάρξῃ LM: ὑπάρξει Α 16 καὶ κτὰ Bonitz: καὶ τὰ libri ἐχόντων τὸ εἶναι L 18 κατὰ τῶν—ἀριθμῶν Α: κατὰ τὸν—ἀριθμὸν L 24 ὁ ἄνθρωπος L: ὁ om. A 26. 27 exspectes Πλάτωνος καὶ Ἀλκιβιάδου 27 ταῦτα Α: τοιοῦτον L 28 καθ’ αὐτόν Α: κατ’ αὐτούς L)

814
ἤσαν, οὐ χωριστοὺς δέ, ἤτοι οὐκ ἐχώρισαν τοὺς ἀριθμοὺς ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ μάλιστα ταῦτα ἐξ ἀριθμῶν πεποιήκασιν, ὡς καὶ πρότερον εἴρηται. ἐρωτώμενοι δὲ καὶ διὰ τί τὰ ὄντα ἐξ ἀριθμῶν, ἔλεγον ὅτι διὰ τὸ τὰ πάθη τῶν ἀριθμῶν οἷον τὸ ἐπίτριτον τὸ ἡμιόλιον τὰ ὅμοια, ὑπάρχειν τῇ ἁρμονίᾳ, λέγων ἁρμονίαν τὰς ὑποκειμένας τῇ ἁρμονίᾳ χορδάς. οἱ γὰρ τοιοίδε λόγοι, οὓς πρὸς ἀλλήλας ἔχουσιν αἱ χορδαί, τὸ τοιόνδε μέλος ἀποτελοῦσι. διὰ οὖν τὸ τὰ τοιαῦτα πάθη ὑπάρχειν ἐν τῇ ἁρμονίᾳ καὶ ἐν οὐρανῷ καὶ ἐν ἄλλοις πολλοῖς, εἰσὶ καὶ αἱ χορδαὶ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα ἐξ ἀριθμῶν. εἰ γὰρ μὴ ἦσαν ἐξ ἀριθμῶν, πῶς τὰ πάθη αὐτῶν ἐν αὐτοῖς ἄν εἴησαν; οὗτοι μὲν οὖν, οἵ τε περὶ Πλάτωνα καὶ Πυθαγόραν, οὕτω τε τοὺς ἀριθμοὺς ἐποίουν καὶ τοιαῦτα περὶ αὐτῶν ἐφθέγγοντο. τοῖς δὲ τὸν μαθηματικὸν ἀριθμὸν τιθεμένοις οὐδὲν τοιοῦτον, ὁποῖον ὁ Πλάτων’ καὶ οἱ Πυθαγόρειοι ἔλεγον, ἐνδέχεται λέγειν, διὰ τὸ μηδενὸς τῶν αἰσθητῶν σωμάτων λέγειν τοὺς ἀριθμούς, μόνον δὲ τοῦτο ἔλεγον, ὡς εἰ μὴ ἔστιν ὁ μαθηματικὸς ἀριθμὸς καὶ καθ’ αὑτόν, οὐκ ἄν εἴη ἡ ἀριθμητικὴ ἐπιστήμη. ἡμεῖς δέ, φησί, καθὰ καὶ πρότερον εἴπομεν, φαμὲν ὅτι καὶ χωριστῶν μὴ ὄντων τῶν ἀριθμῶν ἔσται ἀριθμητικὴ ἐπιστὴμη. ἄλλως τε δέ, εἰ ἦν κεχωρισμένα τὰ μαθηματικά, οὐκ ἂν τὰ τούτων πάθη ἐν τοῖς αἰσθητοῖς εἴησαν· ἀδύνατον γὰρ τοῦ πράγματος μὴ ὄντος εἶναι τὰ πάθη αὐτοῦ. ὥστε εἰ τὰ μαθηματικὰ πάθη ἐν τοῖς αἰσθητοῖς ἐστι, καὶ αὐτὰ δηλονότι, ἀλλὰ δυνάμει καὶ ἐξ ἀφαιρέσεως τὸ εἶναι ἔχοντα. εἰπὼν δὲ ὅτι εἰ ἦσαν χωριστὰ τὰ μαθηματικά, οὐκ ἄν τὰ πάθη αὐτῶν ἐν τοῖς σώμασιν ἦν, λέγει ὅτι οἱ Πυθαγόρειοι ἐν τοῖς σώμασιν αὐτὰ εἶναι λέγοντες, ἔνοχοι μὲν οὔκ εἰσι τῇ λεγούσῃ ἀπορίᾳ πῶς τὰ πάθη αὐτῶν ἐν τοῖς σώμασίν εἰσι· καθὸ δὲ ποιοῦσι τὰ φυσικὰ ἐξ ἀριθμῶν μὴ ἐχόντων βάρος μηδὲ κουφότητα, τῶν φυσικῶν σωμάτων, εἰ καὶ μὴ πάντων, ἐχόντων βάρος καὶ κουφότητα, ἐοίκασι περὶ ἄλλου οὐρανοῦ καὶ κόσμου λέγειν καὶ σωμάτων ἄλλων ἀλλ’ οὐ περὶ τῶν αἰσθητῶν. τῶν δὲ χωριζόντων τὸν ἀριθμὸν διὰ τὸ τὰ ἀξιώματα καὶ ὅλως τὰς καθόλου προτάσεις μηδὲ εἶναι ἐπὶ τοῖς αἰσθητοῖς, τούτων δὴ τοῦτο σαίνει τὴν ψυχὴν καὶ εἶναι χωριστοὺς ἀριθμοὺς καὶ χωριστὰ μαθηματικὰ λέγειν ἀναπείθει. οὐδεμία δὲ ἀνάγκη διὰ τὸ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ τῶν ἀξιωμάτων καὶ τῶν καθόλου προτάσεωε, λέγεσθαι καὶ περὶ αὐτῶν ὡς οὐκ ἐν τοῖς αἰσθητοῖς εἰσιν, ἀλλ’ ἐν ψιλῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει. οὐδεμία οὖν ἀνάγκη διὰ ταῦτα χωριστοὺς ποιεῖν | ἀριθμούς. εἰ οὖν, φησί, διὰ τὸ τὰ καθόλου μὴ εἶναι ἐν τοῖς [*](794) αἰσθητοῖς, χωρίζουσι τοὺς ἀριθμοὺς καὶ τὰ μεγέθη, ὁ ἡμέτερος λόγος ὁ τούτοις ἐναντιούμενος τἀναντία ἐρεῖ· καὶ ἐπάγει λέγων διὰ τί οὐδαμῶς ἐν τοῖς αἰσθητοῖς ὑπαρχόντων τῶν ἀριθμῶν τὰ πάθη αὐτῶν ἐν αὐτοῖς ἐστιν; εἰ γὰρ διὰ τὸ τὰ καθόλου μὴ ὑπάρχειν ἐν τοῖς [*](6 ἀλλήλας Α: ἀλλήλους L 7 τοιόνδε Α: τοιοῦτον L 8 καὶ ἐν ἄλλοις L: τὸ ἐν ἄλλοις Α Bonitz 17 εἴπομεν Α: ἔφημεν L 19 εἴησαν] ἦσαν coni. Bonitz 29 ἄλλων Α 34 λέγεσθαι M: λέγεται AL 35 ἔχει Α: ἔχουσιν L om.)
815
αἰσθητοῖς χωρίζειν δεῖ τοὺς ἀριθμούς, εἰ τὰ πάθη τῶν ἀριθμῶν ἐν τούτοις ἐστίν, οὐ χωριστέον.

[*](p. 1090b5)

Εἰσὶ δέ τινες, οἳ ἐκ τοῦ πέρατα καὶ ἔσχατα τὴν στιγμὴν γραμμῆς ταύτην δὲ ἐπιπέδου.

Εἰσί τινες, φησίν, οἳ τὰ πέρατα τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου καὶ τοῦ σώματος οἴονται τοιαύτας φύσεις εἶναι, τουτέστιν οὐσίας καὶ εἴδη χωριστὰ ριστὰ καὶ καθ’ αὑτά. καὶ αἰτιᾶται αὐτοὺς λέγων ὅτι πέρατα μὲν τὰ σημεῖα τῆς γραμμῆς καὶ αὕτη τοῦ ἐπιπέδου καὶ τοῦτο τοῦ σώματός εἰσιν, οὐσίαι δὲ οὔτε εἰσὶν οὔτε πολλῷ πλέον χωρισταὶ οὐσίαι. εἰ γὰρ τῆς γραμμῆς πέρας οὐσία καὶ ἰδέα, ἔσται καὶ τὸ τῆς βαδίσεως καὶ ὅλως κινήσεως πέρας τόδε τι καὶ οὐσία κα̣ὶ ἰδέα. ἀλλ’ ἄτοπον, ὁπότε μηδὲ τὴν κίνησιν οὐσίαν δυνάμεθα λέγειν. ὅμως, φησίν. εἰ καὶ δοίημεν οὐσίας εἶναι τὰς στιγμὰς καὶ γραμμὰς καὶ ἐπίπεδα. τῶνδε τῶν αἰσθητῶν καὶ ἐν τούτοις ἔσονται, ἀλλ’ οὐ καθ’ αὑτά· ἐπὶ τούτων γὰρ ὁ λόγος εἴρηκε, τουτέστιν ἐπὶ τούτων γὰρ τῶν ἐπιπέδων καὶ γραμμῶν ὁ λόγος εἴρηκέ τε καὶ ἔδειξε. διὰ τί οὖν χωριστά ἐστιν; ἤτοι οὐκ ἔστι χωριστά· ἢ τὸ ἴδιά τί οὖν χωριστά ἐστιν;’ ἀντὶ τοῦ πῶς χωριστά ἐστιν, ἔδειξεν ὁ λόγος· ἔδειξε δὲ ὅτι τῇ ἐπινοίᾳ.

[*](p. 1090b13)

Ἐτι δὲ ἐπιζητήσειεν ἄν τις μὴ λίαν εὐχερὴς ὤν.

Τὸ μὲν εὐχερὴς εἴληπται ἀντὶ τοῦ ἀργὸς τὴν διάνοιαν καὶ δυσκίνητος. τὸ δὲ ἀπορούμενον πρὸς τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας τοιοῦτόν ἐστιν. ὄντων τῶν ἀριθμῶν παρ’ αὐτοῖς καὶ μεγεθῶν καὶ ψυχῆς καὶ σωμάτων, ζητήσειεν ἄν τις τί συμβάλλεται ἀλλήλοις· τοῦτο δὲ ταὐτόν ἐστι τῷ πῶς οὐ γίνεται τὰ δεύτερα ἐκ τῶν προτέρων, οἷον τὰ μεγέθη ἐκ τῶν ἀριθμῶν, ἀλλὰ καὶ ἀριθμῶν μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίνεται, κἂν ταὐτά τις ἀνέλῃ, ψυχή ἐστι καὶ σώματα. οὐκ ἔοικε δὲ τὰ φυσικὰ καὶ ὅλως ἡ φύσις ἐπεισοδιώδης εἶναι ἐκ τῶν φαινομένων. ἐπεισοδιώδη δὲ λέγεται τὰ μὴ συνεχῆ μηδὲ συντελοῦντα θάτερα θατέροις εἰς τὸ εἷναι. εἰ δὲ μὴ ὄντων ἀριθμῶν καὶ εἶναί τε καὶ γίνεσθαι τὰ μεγέθη ἤτοι τὰ ἐπίπεδα δύνανται, ἐπεισοδιώδεις ἄν εἶεν οἱ ἀριθμοὶ καὶ οὐδὲν ἂν συμβάλλοιντο τοῖς ἐπιπέδοις εἰς τὸ εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἄν εἶεν τὰ φυσικὰ ὡς ἐκ προτέρων αἰτίων τῶν ἀριθμῶν, δευτέρων δὲ καὶ προσεχεστέρων τῶν μεγεθῶν καὶ ἐπιπέδων. εἰ γὰρ οἱ ἀριθμοὶ ἀνάλογον ἦσαν τῇ ἀνειδέῳ ὕλῃ, τὰ ἐπίπεδα ἀνάλογον πάλιν πυρὶ ἀέρι ὕδατι καὶ τῆ, ὥσπερ ἐπὶ [*](795) τούτων εἴ τις ἀνέλῃ τὴν ὕλην καὶ τὸ εἶδος εὐθὺς ἀναιρεῖ καὶ τὸ πῦρ ἢ καὶ τὸν ἀέρα καὶ τὰ λοιπά, οὕτω καὶ ἐπ’ ἐκείνων ἀναγκαῖον ἦν συμβαίνειν, καὶ ἀναιρουμένων τῶν ἀριθμῶν ἀναιρεῖσθαι καὶ τὰ ἐπίπεδα· νῦν δὲ καὶ [*](3 πέρατα εἶναι καὶ Metaph. 10. 11 ἔσται—καὶ ἰδέα A: om. L 12 μηδὲ A: οὐδὲ L 16 et 17 ἐστιν] sic etiam Metaph. Ε: ἔσται Metaph. vulg. 16 ἤτοι οὐκ L: post ἤτοι add. ὅτι Α 22 τῶν om. Syr. 24 δεύτερα ἀεὶ ἐκ Syr. 26 σώματα e Syriano scripsi: cf. Usener ad Syr. p. 933b 17 33 ἀνιδέῳ Α)

816
τούτων μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίνεται. εἰ οὖν τὰ φυσικὰ οὐ φαίνεται ἐπεισοδιώδη, ἤτοι οὐ φαίνεται μὴ τὸ πρότερον τὸ ὕστερον συναναιροῦν, οἱ δὲ ἀριθμοὶ τὰ ἐ.πίπεδα οὐ συναναιροῦσι, φανερὸν ὅτι τὰ φυσικὰ οὐκ ἐξ ἀριθμῶν καὶ ἐπιπέδων ἐστίν. οὐκ ἔοικεν οὖν, φησίν, οὐδὲ φαίνεται ὅτι ἡ φύσις καὶ τὰ φύσει συνεστῶτα ἐπεισοδιώδη ἐστὶ καὶ ἠλλοτριωμένα καὶ μηδεμίαν συνέχειαν ἔχοντα θάτερον πρὸς θάτερον, ὥσπερ οἱ ἀριθμοὶ πρὸς τὰ ἐπίπεδα. τίνα γὰρ ἂν συνέχειαν ἔχοιεν, ὁπότε καὶ χωρὶς αὐτῶν εἶναί τε καὶ γίνεσθαι τὰ ἐπίπεδα δύνανται; τὸ δὲ ὥσπερ μοχθηρὰ τραγῳδία πρόσκειται διὰ τὸ πολλοὺς τῶν μὴ ἀρίστων τραγῳδῶν μεταξὺ τῆς τραγῳδίας παρεμβάλλειν πρόσωπά τε καὶ ὑποκριτὰς καὶ ἔπη ὁμοίως καὶ μηδεμίαν συνέχειαν μηδὲ οἰκειότητα ἔχοντα πρὸς τὰ προαχθέντα τε καὶ προλεχθέντα εἰ γάρ τις τὸν Αἴαντα παρεισάξας ἐν τῷ μεταξὺ καιρῷ, καθ’ ὃν ἀπέσφαττεν ἑαυτόν, εἰσήγαγε τὴν Ἑκάβην θρηνοῦσαν τὴν Τροίαν, τίνα ἂν τοῦτο συνέχειαν εἶχεν ἢ οἰκειότητα πρὸς τὰ πρότερα καὶ ὕστερα, ὥσπερ ὅτε ὁ Μενέλαος εἰσάγεται μὴ ἐῶν τὸν Τεῦκρον θάψαι τὸ τοῦ Αἴαντος πτῶμα; ὅπερ οὖν ἐν τῇ μοχθηρᾷ τραγῳδία γίνεται, τοῦτο ἄν καὶ ἐπὶ τοῖς φύσει συνέπιπτεν, εἰ ἦν τι ἐξ ἀριθμῶν καὶ ἐπιπέδων. ἀλλὰ τοῖς μὲν τοὺς ἀριθμοὺς μόνους τιθεμένοις ἐπάγεται τὸ ἀναιρουμένων τῶν πρώτων μὴ ἀναιρεῖσθαι τὰ δεύτερα καὶ ὅλως ἐπεισοδιώδη τὴν φύσιν εἶναι. οἱ δὲ τοὺς εἰδητικοὺς ἀριθμοὺς τιθέμενοι τοῦτο μὲν ἐκφεύγουσι διὰ τὸ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ποιεῖν τὸν εἰδητικὸν ἀριθμόν, ἐκ δὲ τούτου καὶ τῆς ὕλης, ἑτέρας οὕσης παρὰ τὴν ἀόριστον δυάδα (ἄλλη γὰρ κατ’ αὐτοὺς δυὰς ἡ γεννητικὴ τῶν ἀριθμῶν καὶ ἄλλη ἡ τῶν μεγεθῶν), ἐκ δὲ τούτου καὶ τῆς ὕλης ποιεῖν τὰ μεγέθη καὶ τὰ ἐπίπεδα, ἐκφεύγουσι τὸ ποιεῖν ἐπεισοδιώδη τὴν φύσιν· ὅμως, φησί, ταῦτα τὰ μεγέθη τὰ προσεχῶς ἐκ τῆς ὕλης καὶ τῶν ἀριθμῶν γινόμενα πότερον ἰδέαι εἰσὶν ἢ οὔ, καὶ ἆρα συμβάλλονταί τι εἰς τὸ εἶναι τοῖς οὖσι; καί φησιν ὅτι ὥσπερ οὐδὲ τὰ μαθηματικά, οὕτως οὐδὲ ταῦτα. εἰ δέ τις βούλεται λέγειν ὅτι διὰ τὰ δεικνύμενα θεωρήματα ἔστιν ὁ αὐτοκύκλος καὶ ἡ αὐτοπυραμὶς καὶ ὁ αὐτοκύβος, ψεύσεται· οὐδὲ γὰρ θεώρημα ἢ ὅλως ἀπόδειξις τῶν τοιούτων ἐστίν, ἀλλὰ πᾶν θεώρημα καὶ πᾶσα ἀπόδειξις τῶν μαθηματικῶν μεγεθῶν καὶ δυνάμει ὄντων ἐστίν· ὥστε εἴ τις βούλοιτο λέγειν ὅτι αἱ ἀποδείξεις τοῦ αὐτοκύκλου καὶ αὐτοτριγώνου καὶ τῶν ὁμοίων εἰσίν, οὗτος ἀναιρεῖ | τὰ μαθηματικὰ μεγέθη καὶ ἰδίας δόξας τιθέναι βούλεται. οὐκ [*](796) ἔστιν οὖν χαλεπὸν ὁποιασοῦν δόξας τιθέμενον μακρηγορεῖν τε καὶ συνείρειν πολλά, ὅπερ οὗτοι πεπόνθασιν· ἰδέας γὰρ δοξάσαντες προσγλίχονται ταῖς ἰδέαις τὰ μαθηματικὰ, τουτέστι σὺν ἡδονῇ προστιθέασι τὰ μαθηματικὰ ταῖς ἰδέαις καὶ ἰδέας αὐτὰ ποιοῦσιν, αὐτόκυκλον λέγοντες καὶ αὐτοτρίγωνον· διὸ καὶ διαμαρτάνουσιν.

[*](6 πρὸς θάτερον A: om. L 11 ἔχοντα Α: ἔχειν L 15 ὁ Μενέλαος κτλ.] cf. Sophocl. Aiac. 1047 sqq. 18 “post τοὺς adde μαθηματικοὺς” Bonitz 24 καὶ τὰ—μεγέθη (25) L: om. A 30 θεώρημα Α: θεωρήματα L 32 δυνάμει Α: δυνάμεων L 34 μαθηματικὰ Α: θεωρηματικὰ L 39 διαμαρτάνουσιν Α: διαμαρτάνοντες L)
817

οἱ δὲ πρῶτοι φησίν (αἰνίττεται δὲ τὸν Πλατωνα), δύο τοὺς ἀριθμούς, τόν τε εἰδητικὸν καὶ τὸν μαθηματικόν, καὶ μεταξὺ τοῦ εἰδητικοῦ καὶ τοῦ αἰσθητοῦ τάξαντες τὸν μαθηματικόν, οὔτε εἰρήκασιν οὔτε ἔχοιεν ἂν εἰπεῖν πῶς καὶ ἐκ τίνος ἔσται ὁ μαθηματικὸς ἀριθμός. εἰ μὲν γὰρ ἐκ τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ ἑνὸς λέγει αὐτὸν εἶναι, ὁ αὐτὸς ἔσται τῷ εἰδητικῷ. ἐκ δέ του ἄλλου μικροῦ καὶ μεγάλου καὶ τῶν ἀριθμῶν τὰ μεγέθη ποιεῖ· ὃ γὰρ πρὸ ὀλίγου εἶπεν ὅλην, ὅτε ἔλεγε “ποιοῦσι γὰρ τὰ μεγέθη ἐκ τῆς ὕλης καὶ τοῦ ἀριθμοῦ” (τὰ μὲν γὰρ μήκη ἐκ τῆς αὐτοδυάδος καὶ τῆς ὕλης, ὁμοίως καὶ τὰ ἐπίπεδα ἐκ τῆς αὐτοτριάδος καὶ τῆς ὕλης), ὃ οὖν ἐκεῖσε ἔλεγεν ὕλην, ἄλλο μικρὸν καὶ μέγα ἐκάλεσεν. εἰ οὖν μήτε ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ταὐτὸν δὲ εἰπεῖν τῆς ἀορίστου δυάδος, δυνατὸν εἶναι τὸν μαθηματικὸν ἀριθμόν ὁ αὐτὸς γὰρ ἄν ἦν τῷ εἰδητικῷ), μήτε ἔκ του ἄλλου μικροῦ καὶ μεγάλου, ἃ δὴ καὶ αὐτὰ ἀόριστον ἐκάλουν δυάδα (ἐξ αὐτῶν γὰρ τὰ μεγέθη ποιεῖ), λείπεται ἄλλο μέγα καὶ μικρὸν λέγειν. εἰ δὲ τοῦτο, πλείω ἔσται τὰ στοιχεῖα, αὐτά φημι τὰ μεγάλα καὶ μικρά. ἀλλὰ μὴν ἀνάγκη ὅσα ὑλικά, τοσαῦτα εἶναι καὶ τὰ εἰδικά· ὅπερ οὐ βούλονται. εἰ δέ ἐστιν ἓν τὸ ἀρχικὸν καὶ εἰδικὸν ἕν, κοινὸν ἔσται καὶ μερισθήσεται ἐπί τε τοῦ μεγάλου καὶ μικροῦ, ἐξ οὗ ποιοῦσι τοὺς ἀριθμούς, καὶ ἐπὶ τοῦ ἄλλου μεγάλου καὶ μικροῦ, ἐξ οὗ τὰ μεγέθη, καὶ ἐπὶ τοῦ λοιποῦ καὶ τρίτου, ἐξ οὗ ἔσονται οἱ μαθηματικοὶ ἀριθμοί. καὶ πῶς οἷόν τε τὸ ἓν τῷ ἀριθμῷ ἐν πλείοσιν εὑρίσκεσθαι; ζητήσειε δ’ ἄν τις πῶς οἷόν τε τὸ αὐτοὲν τρία εἶναι, εἴπερ τὸν μὲν εἰδητικὸν ἀριθμὸν ἐκ τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ αὐτοενὸς ποιοῦσι, τὰ δὲ μεγέθη ἐκ μεγάλου καὶ μικροῦ καὶ ἀριθμοῦ. ἢ ῥητέον ὅτι τρία μὲν οὐκ ἔσται αὐτοέν, ἀλλ’ ἢ δύο ἢ ἓν διῃρημένον εἰς δύο· εἰ γὰρ κατὰ Πλάτωνα πᾶς ἀριθμὸς ἐκ μονάδος καὶ ἀορίστου ὑφίσταται δυάδος, εἰ μὲν καὶ ὁ μαθηματικὸς ἀριθμὸς ἐξ αὐτῆς τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος ἐστίν, ἐξ ὧν ὁ εἰδητικὸς ἀριθμός, ὁ αὐτὸς ἔσται τῶ εἰδητικῷ· εἰ δὲ ἐξ ἄλλης δυάδος, πότερον καὶ ἐξ ἄλλου ἑνὸς ἑτέρου ὄντος παρὰ τὸ ἀρχικὸν ἓν ἢ ἐξ αὐτοῦ τοῦ ἀρχικοῦ ἑνός; εἰ μὲν γὰρ ἐξ ἄλλου, ἔσονται δύο ἀρχικὰ ἕν, ὅπερ οὐ βούλονται· εἰ δὲ ἐξ αὐτοῦ τοῦ αὐτοενός, πῶς δυνατὸν | ἓν ὂν τῷ ἀριθμῷ εἶναι καὶ ἐν ταύτῃ τῇ δυάδι [*](797) καὶ ἐν ἐκείνῃ; φανερὸν ἄρα ὅτι οὔτε ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος δυνατὸν γενέσθαι τὸν μαθηματικὸν ἀριθμόν, ἵνα μὴ ὁ αὐτὸς τῷ εἰδητικῷ φανῇ, οὔτε ἐξ ἄλλων· ἀριθμὸν γὰρ κατὰ Πλάτωνα ἀδύνατον ἑτέρως ὑποστῆναι ἡ ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος. τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἅμα τὸν ἀριθμὸν γενέσθαι ἄλλως ἢ ἐξ ἑνὸς καὶ δυάδος ἀορίστου ἀδύνατον.

[*](6 του Α: τοῦ L 13 ἔκ του Α: ἐκ τοῦ L 15 ἔσται Α: ἔσονται L 17 τὰ Α: om. L εἰδικά L: εἰδητικά Α 18 τε A: om. L 21 τῷ L: τὸ τῷ A Bonitz ἐν L: ἓν Α: ἓν ἐν Bonitz 23 αὐτοενὸς L: αὐτοὲν Α 25 ἔσται τὸ αὐτοέν coni. Bonitz 26 καὶ ἀορίστου—μονάδος (27) Α: om. L 34 δυνατὸν—δυάδος (36) Α: om. L 38 ἀορίστου L: om. Α)
818

ταῦτα εἰπὼν ἐπάγει ταῦτα δὴ πάντα ἄλογα καὶ μάχεται αὐτὰ ἑαυτοῖς καὶ τοῖς εὐλόγοις. τὸ δὲ καὶ ἔοικεν ἐν αὐτοῖς εἶναι ὁ Σιμωνίδου μακρὸς λόγος σαφὲς ἔσται προειποῦσι τίς ἐστιν ὁ Σιμωνίδου λόγος. ὁ Σιμωνίδης ἐν τοῖς λόγοις, οὓς Ἀτάκτους ἐπιγράφει, μιμεῖται καὶ λέγει οὓς εἰκός ἐστι λόγους λέγειν δούλους ἐπταικότας πρὸς δεσπότας ἐξετάζοντας αὐτοὺς τίνος ἕνεκα ταῦτα ἐπταίκασι; καὶ ποιεῖ αὐτοὺς ἀπολογουμένους λέγειν πάνυ μακρὰ καὶ πολλά, οὐδὲν δὲ ὑγιὲς ἢ πιθανόν, ἀλλὰ πᾶν τὸ ἐπιφερόμενον ἐναντίον τῷ προφρασθέντι· τοιοῦτον γὰρ ὡς εἰκὸς τὸ βάρβαρον καὶ παιδείας ἄμοιρον. τοῦτο δὴ λέγει πάσχειν καὶ τοὺς τοὺς ἀριθμοὺς τιθεμένους, λέγειν μὲν μακρὰ καὶ πολλὰ πρὸς τὴν τῶν ἀριθμῶν σύστασιν, πάντα δὲ ψευδῆ καὶ ἀπίθανα καὶ αὐτὰ ἑαυτοῖς ἐναντιούμενα καὶ ἀντιφθεγγόμενα. εἰπὼν δὲ τὸ ἔοικε τὰ ὑπ’ αὐτῶν λεγόμενα τῷ τοῦ Σιμωνίδου μακρῷ λόγῳ, ἑρμηνεύσων τίς ἐστιν ὁ μακρὸς λόγος ἐπάγει γίνεται γὰρ ὁ μακρὸς λόγος ὥσπερ ὁ τῶν δούλων καὶ τὰ ἑξῆς. καὶ δῆλον ὡς ψευδῆ τὰ ὑπ’ αὐτῶν λεγόμενα ἐκ τοῦ πάνυ μὲν πολλὰ λέγειν τε καὶ ἐπινοεῖσθαι, μὴ δύνασθαι δὲ αὐτὰ συστῆσαι. εἰ δ’ ἦν ἀληθῆ, διὰ βραχέων ἂν ταῦτα δεδείχασι. κατὰ γὰρ τὸν τραγῳδὸν “ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.’’ εἶτα καὶ πάνυ χαριέντως αὐτοὺς ἐπισκώπτει λέγων καὶ αὐτὰ τὸ μέγα καὶ μικρόν, ἃ στοιχεῖα τῶν ἀριθμῶν τίθενται, βοῶσι, καὶ μικροῦ καὶ ἐπ’ Ἄρειον πάγον αὐτοὺς προκαλεῖται διὰ τὸ βιάζεσθαι ὑπ’ αὐτῶν ἀπογεννῆσαι τοὺς ἀριθμούς, τοῦτο ποιῆσαι μὴ δυνάμενα. ἐπειδὴ δὲ τὴν ἀόριστον δυάδα μέγα καὶ μικρὸν ἐκάλουν, ἡ δὲ ἀόριστος δυὰς κατ’ αὐτοὺς μόνον τὸν ἀρτιάκις ἄρτιον ὑφίστησι, λέγει ὅτι εἰ καὶ δοίημεν τοὺς ἀριθμοὺς ἐκ τοῦ μεγάλου εἶναι καὶ μικροῦ, μόνος ὁ ἀφ’ ἑνὸς διπλασιαζόμενος ἤτοι ὁ ἀρτιάκις ἄρτιος ἐξ αὐτῶν ἔσται, ἄλλος δὲ οὐδὲ εἷς· λεγέτωσαν οὖν πόθεν ἡ τῶν ἀρτιοπερίσσων καὶ τῶν λοιπῶν γενεσις.

[*](p. 1091a12)

Ἄτοπον δὲ καὶ τὸ γένεσιν ποιεῖν ἀιδίων ὄντων.

τῶν τὰς ἰδέας τιθεμένων ἅμα τε ἀιδίους αὐτὰς λεγόντων καὶ γεννώντων ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος, ἄτοπον, φησί, μᾶλλον δὲ ἀδύνατον γένεσιν ποιεῖν τῶν ἀιδίων. ἀίδιον γάρ ἐστιν ὃ ἀδύνατον εἰπεῖν ὡς ἦν ποτε ὅτε οὐκ ἦν καὶ ἔσται ὁμοίως ὅτε οὐκ ἔσται, τὸ δὲ γε|γονὸς ἦν ὅτε οὐκ [*](798) ἦν. εἰ δὲ τοῦτο ἀληθές, ψεῦδος καὶ ἀδύνατον τὸ ἀιδίους τε ἅμ τὰς ἰδέας λέγειν καὶ ποιεῖν αὐτῶν γένεσιν· τοῦτο γὰρ ταὐτόν ἐστι τῷ ἅμα ἀγενήτους καὶ γενητὰς αὐτὰς λέγειν, ἀγενήτους μὲν ὡς ἀιδίους, γενητὰς δὲ ὡς ἐκ στοιχείων οὔσας τοῦ ἑνὸς καὶ τῆς δυάδος ταῦτ’ εἰπὼν λέγει ὅτι [*](3 Σιμωνίδου (ante λόγος) LM: Σιμωνίδης A 4 Ἀτάκτους] cf. Schneidewin Mus. Rhen. VII p. 460 sqq. 13 ἑρμηνεύσων A: ἑρμηνεύων L 15 δῆλον ALM: δηλοῖ Bonitz 16 αὐτὰ L: ταῦτα A 17 δεδείχασι A: δεδοίχασι L ἀπλοῦς κτλ.] Eurip. Phoen. 409 23 ὅτι A: om. L 28 ὄντων L: om. A 29 ἀιδίους LM: ἀίδια Α 35 αὐτὰς L: om. Α)

819
περὶ μὲν τῶν Πυθαγορείων οὐ δεῖ διστάζειν εἴτε γενητά φασι τὰ ὄντα εἴτε μή· φανερῶς γὰρ λέγουσιν ὅτι τοῦ ἑνὸς συσταθέντος εἴτε ἐξ ἐπιπέδων εἴτε ἐκ χρωμάτων εἴτε ἐκ σπέρματος εἴτε ἐξ ἄλλου τινός (ἀποροῦσι γὰρ καὶ οὗτοι λέγειν ἐκ τίνος συνέστη τὸ ὅν, καὶ διὰ τοῦτο ὁτὲ μὲν ἐκ χρώματος καὶ ἐπιπέδου γενέσθαι φασὶ τὸ ἕν, ὁτὲ δὲ ἐξ ἄλλου τινός), φανερῶς δὴ λέγουσιν, ὅτι τοῦ ἑνὸς συσταθέντος ἐκ τῶν τοῦ ἀπείρου τοῦ ὡς ὑλικοῦ αἰτίου αὐτοῖς ὑποκειμένου μερῶν τὸ ἔγγιστα καὶ πλησιάζον τῷ ἑνὶ εἵλκετο καὶ ἐπεραίνετο καὶ εἰδοποιεῖτο ὑπὸ τοῦ ἑνός· τὸ ἓν γὰρ εἶπε πέρας. ἀρχὴν γὰρ εἰδικὴν λέγοντες τὸ ἕν, ὑλικὴν δὲ τὸν ἀριθμόν, ὃν ἄπειρον ἐκάλουν διὰ τὴν ἴσως ἐπ’ ἄπειρον αὐτοῦ αὔξησιν, ἔφασκον ὅτι τῶν τοῦ ἀριθμοῦ ἤτοι ἀπείρου μερῶν τὸ ἐγγίσαν καὶ πρῶτον πλησιάσαν τῷ ἑνί, ἐκεῖνο καὶ πρῶτον εἱλκύσθη ὑπ’ αὐτοῦ καὶ εἰδοποιήθη, εἶτα τὸ δευτέρως πλησιάσαν, καὶ τρίτον τὸ τρίτως, καὶ ἐφεξῆς. εἰπὼν οὖν ὅτι σαφῶς οἱ Πυθαγόρειοι γένεσιν ποιοῦσι τῶν ὄντων, λέγει ὅτι ἐπειδὴ οὗτοι ἐκ τοῦ ἑνὸς καὶ ἀπείρου κοσμοποιοῦσι καὶ φυσικῶν καὶ αἰσθητῶν πραγμάτων γένεσιν ἐκ τοῦ ἀπείρου καὶ τοῦ ἑνὸς κατασκευάζουσιν, ἡ δὲ παροῦσα σκέψις οὐ περὶ φυσικῶν ἡμῖν ἐστιν ἀλλὰ περὶ τῶν ἀκινήτων καὶ νοητῶν, ἀφετέον αὐτοὺς νῦν. δίκαιον γὰρ φυσικῶς καὶ περὶ φυσικῶν λέγοντας ἐν ταῖς φυσικαῖς πραγματείαις τὰ ὑπ’ αὐτῶν λεγόμενα ἐξετάζειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ δίκαιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως. ἔστι δὲ τὸ τῆς λέξεως ἐλλιπές· εἴη δ’ ἄν τὸ πλῆρες ‘δίκαιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως, ἀλλ’ οὐ τοὺς περὶ τῶν θείων καὶ ἀκινήτων διαλεγομένους· τοῖς γὰρ περὶ τῶν ἀκινήτων τι λέγουσι τὴν τῶν τοιούτων ἀριθμῶν ἤτοι τῶν εἰδητικῶν καὶ ἀκινήτων προσήκει γένεσιν ἐπισκέπτεσθαι, εἰ ἀληθής ἐστιν.

εἰπὼν οὖν ὅτι τῶν εἰδητικῶν ἀριθμῶν τὴν γένεσιν ἐπισκεπτέον λέγει ὅτι τοῦ μὲν περιττοῦ γένεσιν οὔ φασιν οὐδὲ γεγονέναι λέγουσιν αὐτὸν ἀλλὰ μόνον τὸν ἄρτιον. γεννῶσι δέ τινες αὐτῶν τὸν ἄρτιον ἐξ ἀνίσων, τοῦ μεγάλου καὶ μικροῦ δηλονότι, ἐξισασθέντων ὑπὸ τοῦ ἑνός, ὡς καὶ ἐν τῷ Μ εἴρηται. ὥστε προυπῆρχέ τε καὶ προτέρα τῶν ἰδεῶν ἦν ἡ ἀνισότης. εἰ γὰρ ἐξ ἀνισότητος γεγόνασι, πᾶν δὲ τὸ ἔκ τινος ὕστερον τοῦ ἀφ’ οὗ ἐστι, δῆλον ὡς πρεσβυτέρα τῶν | ἰδεῶν ἡ ἀνισότης. ἀδύνατον [*](799) γὰρ λέγειν ὡς ἀεὶ ἰσασμένα ἦσαν. εἰ γὰρ ἦσαν ἁ εἰ ἰσασμένα, οὐκ ἄν ἦσαν ἄνισοι πρότερον, τουτέστιν οὐκ ἂν ὑπὸ τοῦ ἑνὸς ἰσάσθησαν. ὥστε ἐκ τοῦ ἀνίσου γεγονυίας πρῶτον μὲν συμβαίνει τὴν στέρησιν ἤτοι τὴν ἀνισότητα προτέραν εἶναι τῶν εἰδῶν καὶ ἕξεων, εἶτα μὴ εἶναι ἀιδίους. ἐπεὶ δὲ ὁ Ξενοκράτης ὑπεραπολογούμενος τοῦ Πλάτωνος, ὡς καὶ ἐν τῷ Α τῆς Περὶ οὐρανοῦ εἴρηται, ἔλεγεν ὅτι διδασκαλίας χάριν καὶ τοῦ γνῶναι, [*](1 φασι LM: φησι A 12. 13 τῷ ἑνὶ—πλησιάσαν LM: om. A 14 ἐπειδὴ L: ἐπεὶ δὲ A 20 τοὺς] τι Metaph. 25 ἀληθής LM: ἀληθές A 27 φασιν Α: φαμεν L 29 ὑπὸ L: ἀπὸ Α 30 ἐν τῷ M] c. 8 33 ἰσασμένα (ante ἦσαν) Bonitz: ἰσασμένως AL ἰσασμένα alterum Α: ἰσασμέναι L 35 γεγονυίας Α: γεγονότος L 36 προτέραν L: πρότερον Α 37. 38 ἐν τῷ A τῆς Περὶ οὐρανοῦ] c. 10 p. 279b 32 sqq. 38 διδασκαλίας LM: διδασκάλου Α)

820
πῶς, εἰ γεγόνασιν αἱ ἰδέαι, δυνατὸν ἦν αὐτὰς γενέσθαι, ὑπετίθετό τε καὶ ἔλεγεν ὡς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ὑπὸ τοῦ ἑνὸς ἰσασθέντων ἐγένοντο ἄν, εἰ δυνατὸν αὐτὰς ἦν γενέσθαι· ἐπειδὴ οὖν ταῦθ’ ὁ Ξενοκράτης ἔλεγεν, ὁ δὲ Ἀριστοτέλης ἔδειξεν ὅτι ἀνάγκη προυπάρχειν τὴν ἀνισότητα, ἐπάγει ὥστε φανερὸν ὅτι οὐ τοῦ θεωρῇ σί’ οὐδὲ διδασκαλίας χάριν τὴν τῶν εἰδητικῶν ἀριθμῶν γένεσιν ποιοῦσιν, ἀλλ’ ὡς πεπιστευκότες ὅτι γεγόνασι ταῦτα περὶ αὐτῶν ἀποφαίνονται.

[*](p. 1091a29)

Ἔχει δ’ ἀπορίαν καὶ εὐπορήσαντι ἐπιτίμησιν πῶς ἔχει πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλὸν τὰ στοιχεῖα.

Ἀπορήσειεν ἄν, φησί, τὶς περὶ τῶν στοιχείων καὶ αἰτίων ἀφ’ ὧν αἱ ἰδέαι, πῶς ἔχουσι πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλόν, ἆρα δὴ ἔστι τι τῶν στοιχείων οἷον βουλόμεθα λέγειν τὸ ἄγα ἀγαθὸν καὶ τὸ ἄριστον ἢ οὕ, τουτέστιν ἆρα τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἓν ἀγαθά εἰσι καὶ ἄριστα καὶ ταὐτόν ἐστι τῷ ἀγαθῷ καὶ ἀρίστῳ τὸ ἕν, ἢ ὑστερογενῆ εἰσι καὶ δεύτερα τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, πρότερα δὲ τὸ ἓν καὶ ἡ δυὰς καὶ οἱ εἰδητικοὶ ἀριθμοί. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ὅτι παρὰ τῶν νῦν θεολόγων, εἰσὶ γὰρ τούτων τινὲς οἵ φασιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον οὔκ εἰσι πρότερα τῶν ἀρχῶν καὶ τῶν ἐκ τῶν ἀρχῶν γεγονότων, ἀλλὰ κατὰ τὸ προελθεῖν καὶ συστῆναι τὴν τῶν ὄντων φύσιν τότε γεγόνασί τε καὶ ἐφάνησαν τὸ ἀγαθὸν καὶ ἄριστον. ἠναγκάσθησαν δέ, φησίν, ὕστερα λέγειν τὸ ἀγαθὸν καὶ ἄριστον τῆς τῶν ὄντων φύσεως διὰ τὸ εὐλαβηθῆναι τὰ ἐπακολουθήσαντα ἀληθῶς δυσχερῆ τοῖς τὸ ἓν ἀρχὴν ἅμ καὶ ἀγαθὸν εἰποῦσιν. ἰδόντες γὰρ αὐτοὺς πολλὰ ἄτοπα καὶ δυσχερῆ ὑπομείναντας ἐκ τοῦ τὸ ἓν ἀρχὴν λέγειν, ἀπέστησαν τοῦ πρεσβύτερον καὶ πρότερον λέγειν τὸ ἀγαθὸν καὶ ἄριστον τῶν ἀρχῶν. καίτοι, φησίν, οὐ διὰ τὸ τῷ ἀρχικῷ ἑνὶ τὸ εὖ ἀποδιδόναι καὶ ἀγαθὸν αὐτὸ λέγειν ἐπηκολούθησεν αὐτοῖς τὰ δυσχερῆ, ἀλλὰ διὰ τὸ τὸ ἓν ᾗ ἓν ἀρχὴν λέγειν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ συγκατατεταγμένον τοῖς ἀριθμοῖς. ὥστε εἰ μὲν διὰ τὸ τὸ ἓν ἀγαθὸν λέγειν εἵπετο αὐτοῖς τὰ ἀδύνατα, τότ’ ἦν εἰκὸς αὐτοὺς θορυβεῖσθαι χωρίζειν τε τὸ ἀγαθὸν τοῦ ἑνὸς καὶ ὕστερον ἀποφαίνεσθαι· ἐπεὶ δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ ἀρχὴν τὸ ἓν ἡ ἓν ποιεῖν, οὐδὲ εἷς ἦν φόβος, ἵνα διά γε τοῦτο ὕστερον αὐτὸ τῶν ὄντων ποιήσωσιν. ἀλλ’ ἡ [*](800) μὲν τῶν λεγομένων διάνοια αὕτη. ἐν δὲ τῇ λέξει τῇ ἔχει δὲ ἀπορίαν τὸ ἐπαχθὲν τὸ καὶ εὐπορήσαντι ἐπιτίμησιν τοιοῦτόν ἐστιν· ἔχει δ’ [*](5 οὐδὲ L: καὶ τῆς Α 8 εὐπορήσαντι Α: ἀπορήσαντι L 12 λέγειν αὐτὸ τὸ Metaph. 17 ct 20 καὶ ἄριστον L cf. p. 821,6 sqq.: καὶ τὸ ἄριστον Α 17. 18 οὗκ εἰσι Α: οὐ L 18 κατὰ Α: μετὰ LM 19 προελθεῖν Bonitz: προσελθεῖν ALM 22. 23 τοῖς τὸ—δυσχερῆ A: om. L 27 διὰ τὸ τὸ L: alterum τὸ om. Α 28 καὶ L: om. A 28. 29 τὸ τὸ ἓν Bonitz: alterum τὸ om. libri 32 ὕστερον L: τὸ ὕστερον Α)

821
ἀπορίαν, κἄν εὐπορήσῃ τις εἰπεῖν τι καὶ ἐνστῆναι πρὸς τὴν ἀπορίαν, εὐθὺς ἐπιτιμηθήσεται· οὐδὲν γὰρ ἄν ὑγιὲς εἴπῃ.

[*](p. 1091b4)

Οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, οἳ καὶ ἄρχειν φασὶ τὸ ὗς πρώτους.

εἰπὼν ὅτι τινὲς τῶν νῦν θεολόγων διαρρήδην ἀνακηρύττουσιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερόν ἐστι τῆς τῶν ὄντων φύσεως, ἐπιφέρει ὅτι παραπλησίως τούτοις περὶ τοῦ ἀγαθοῦ καὶ ἀρίστου λέγουσι καὶ οἱ ἀρχαῖοι ποιηταί. αἰνίττεται δὲ τὸν Ὀρφέα· καὶ οὗτος γάρ φησιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερόν ἐστι τῶν ἄλλων. ἐπεὶ γὰρ τὸ βασιλεῦον καὶ κρατοῦν τῆς τῶν ἁπάντων φύσεως ἐστι τὸ ἀγαθὸν καὶ ἄριστον, ὁ δὲ Ζεὺς βασιλεύει καὶ κρατεῖ, ὁ Ζεὺς ἄρ’ ἐστὶ τὸ ἀγαθὸν καὶ ἄριστον. καὶ ἐπεὶ πρῶτον μὲν κατ’ Ὀρφέα τὸ Χάος γέγονεν, εἶθ’ ὁ Ὠκεανός, τρίτον Νύξ, τέταρτον ὁ Οὐρανός, εἶτ’ ἀθανάτων βασιλεὺς θεῶν ὁ Ζεύς, δῆλον ὅτι καὶ οὗτος τὸν Δία, ταὐτὸν δ’ εἰπεῖν τὸ ἀγαθὸν καὶ ἄριστον, ὕστερον νομίζει καὶ τοῦ Χάους καὶ τοῦ Ὠκεανοῦ καὶ τῆς Νυκτὸς καὶ τοῦ Οὐρανοῦ, ἤτοι τοῦ κόσμου. ἀλλ’ οὗτοι μέν, φησίν, οἱ ποιηταὶ διὰ τὸ μεταβάλλειν καὶ ἄλλοτε ἄλλους ποιεῖν τοὺς ἄρχοντας τῶν ὄντων πρῶτον μὲν γὰρ “βασίλευσε περίκλυτος Ἠρικαπαῖος,” φησὶν ἡ ποίησις, μεθ’ ὃν Νὺξ “σκῆπτρον ἔχουσ’ ἐν χερσὶν ἀριπρεπὲς Ἠρικαπαίου,’’ μεθ’ ἣν Οὐρανός, “ὃς πρῶτος βασίλευσε θεῶν μετὰ μητέρα Νύκτα”), οὗτοι δὴ διὰ τό τοὺς ἄρχοντας μεταβάλλειν τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερον ποιοῦσιν. οἱ δὲ μεμιγμένοι αὐτῶν (λέγει δὲ τοὺς μὴ πάντα μυθικῶς καὶ ὥσπερ οἱ ποιηταί, λέγοντας, ἀλλ’ ἔστιν ὅτε καὶ ἐφ’ ἃ ἀποδείξεσι χρωμένους), οὗτοι δὴ οὖν οἱ μεμιγμένοι, ὥσπερ Φερεκύδης ὁ Πυθαγόρου καθηγεμών, τὸ ἀγαθὸν καὶ τὸ ἄριστον λέγουσιν εἶναι τὴν τῶν πάντων αἰτίαν καὶ ἀρχήν, ὁμοίως καὶ οἱ Μάγοι, καὶ οὐχ ὕστερον αὐτὸ ποιοῦσιν ὡς οἱ προειρημένοι. οὕτω καὶ Ἐμπεδοκλῆς ὁ Πυθαγόρειος καὶ Ἀναξαγόρας τὸ ἀγαθὸν καὶ ἄριστον πρεσβύτατον τῶν ἄλλων ἁπάντων ἀποφαίνονται, ὁ μὲν Ἐμπεδοκλῆς τὴν φιλίαν ἀγαθὸν καὶ ἀρχὴν εἰπών ταύτην γὰρ ὁ Ἀριστοτέλης εἶπε στοιχεῖον, καταχρησάμενος τῇ λέξει), ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν. ἀλλὰ τούτων, ὡς εἴρηται, ὁ μὲν τὴν φιλίαν φησὶν ἀγαθὸν ὁ δὲ τὸν νοῦν. τῶν δὲ τὰς ἀκινήτους οὐσίας λεγόντων, λέγων ἀκινήτους οὐσίας τοὺς εἰδητικοὺς ἀριθμούς, τούτων οἱ μέν, ὥσπερ ὁ Πλάτων’ καὶ Βροτῖνος ὁ Πυθαγόρειος, φασὶν ὅτι τὸ ἀγαθὸν αὐτὸ τὸ ἕν ἐστι καὶ οὐσίω- [*](1 εὐπορήσῃ Α: ἀπορήσῃ L 2 εἴποι coni. Bonitz 3 οἲ] sic etiam Metaph. libri duo: ᾗ Metaph. vulg. 4 ante τοὺς addendum οὐ 9 ἐπεὶ Α: ἐπειδὴ L 13 ὁ Ζεύς Α: ὁ om. L 18 βασίλευσε—Νύκτα (20) ef. Syr. p. 935a 23 sq. Orphica Abelii fr. 78,2 87. 96 Ἠρικαπαῖος et Ηρικαπαίου libri: Ἠρικεπαῖος et 19 Ἠρικεπαίου Brandis 22 post λέγει δέ add. μυθικῶς libri 24 μεμιγμένοι Α: μιμησάμενοι L 25 τῶν πάντων Α: τῶν om. L 32 οὐσίας Α: οὔσας L 33 οἱ μέν Α: ὁ μέν L)

822
τᾶι ἐν τῷ ἓν εἶναι, ὡς πολλάκις εἴρηται. εἰπὼν δὲ τὸ οἱ μὲν οὐκ ἀπέδωκε τὸ οἱ δε.

[*](p. 1091b15)

Ἡ μὲν οὖν ἀπορία αὕτη ποτέρως δεῖ λέγειν.

[*](801)

εἰπὼν ὅτι ἀπορήσειεν ἄν τις ποτέρως δεῖ λέγειν περὶ τῶν ἀρχῶν καὶ στοιχείων πῶς ἔχουσι πρὸς |τὸ ἀγαθὸν καὶ ἄριστον, πότερον ἐστι τὸ ἓν τῷ ἀγαθῷ, ὁμοίως καὶ ἡ ἀόριστος δυάς, ἢ οὔ, εἶτα μεταξὺ θεὶς τὰς ὑπολήψεις ἃς περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ ἀρίστου εἶχον οἱ κατὰ τὸν αὐτὸν αὐτῷ χρόνον ὄντες καὶ οἱ πρὸ αὐτοῦ, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον λέγων ἡ μὲν οὖν ἀπορία ἐστὶ ποτέρως δεῖ λέγειν περὶ τῶν ἀρχῶν, ἆρά γε ἀγαθαὶ καὶ ἄρισταί εἰσιν ἢ οὔ. καὶ ἀποκρίνεται λέγων θαυμαστὸν εἶναι καὶ παντελῶς ἄλογον, ὡς αὐτὸς ἐν ἄλλοις εἴρηκεν, εἰ τῷ πρώτῳ αἰτίῳ καὶ αὐταρκεστάτῳ, ἀφ’ ἑαυτοῦ τε τὸ εἶναι ἔχοντι καὶ οὐκ ἄλλοθεν, μὴ ὑπάρχει πρῶτον καὶ προηγουμένως καὶ εἴπερ ἄλλο τι τὸ αὔταρκες καὶ ἡ σωτηρία ὡς ἀγαθόν. ἄλογον οὖν ὡς ἀληθῶς λέγειν ὅτι τῷ πρώτῳ αἰτίῳ ἡ αὐτάρκεια καὶ ἡ σωτηρία οὐχ ὡς ἀγαθῷ ὑπάρχουσιν αὐτῷ οὐδὲ σύμφυτόν ἐστιν αὐτῷ τὸ ἀγαθόν. οὐδὲ γὰρ δι’ ἄλλο τι θέμις ἐστὶν ὑπολαβεῖν ἄφθαρτον τὸ πρῶτον αἴτιον ἢ διό τι εὖ ἔχει, ἤτοι διότι ἀγαθόν ἐστι· δι’ αὐτὸ δὲ τοῦτο καὶ αὔταρκές ἐστιν. οὐδὲν γὰρ μὴ ἀγαθὸν αὔταρκες. ὥστε τὸ μὲν λέγειν τὴν ἀρχὴν τὸ ἀγαθὸν καὶ ἄριστον εὔλογον καὶ ἀληθές ἐστι· τὸ μέντοι λέγειν ταύτην τὴν φύσιν, ἤτοι τὴν αὐταρκεστάτην καὶ ἀρίστην, τὸ ἀρχικὸν ἓν εἶναι, ἢ εἰ μὴ τοῦτο, στοιχεῖον, τουτέστιν ἢ εἰ μὴ ἀρχικὸν ἓν λέγοιεν τὴν αὐταρκεστάτην φύσιν, ἀλλὰ φήσαιεν ὅτι ἡ αὐταρκεστάτη φύσις τὸ στοιχεῖόν ἐστι τῶν εἰδητικῶν ἀριθμῶν, ὅπερ ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν· εἴτε οὖν τὴν τοιαύτην φύσιν τὸ ἀρχικὸν ἓν εἴποιεν, εἴτε τὴν δυάδα, ἀδύνατα ἐροῦσι καὶ πολλὴ αὐτοῖς ἕπεται ἡ δυσχέρεια· ἣν δυσχέρειαν ἔνιοι φεύγοντες, οἱ τὸ ἓν ὁμολογοῦντες ἀρχὴν καὶ πρῶτον στοιχεῖον εἶναι, ἀλλὰ τοῦ ἀριθμοῦ τοῦ μαθηματικοῦ, ἀπειρήκασι καὶ ἀφείλοντο ἀπὸ τοῦ τοιούτου ἑνὸς τὸ ἀγαθόν. τὸ δὲ ἅπασαι γὰρ αἱ μονάδες γίνονται ὅπερ ἀγαθόν τι συνεχές ἐστι τῷ τὸ μέντοι ταύτην εἶναι τὸ ἓν ἢ τὸ στοιχεῖον τῶν ἀριθμῶν ἀδύνατον. εἰ γὰρ τὸ ἄριστον καὶ ἀγαθὸν τὸ ἕν ἐστιν ἢ τὸ στοιχεῖον ἢ ἡ ἀόριστος δυάς, εἰσὶ δὲ ἐξ αὐτῶν αἱ τῶν εἰδητικῶν ἀριθμῶν μονάδες, ἔσονται πᾶσαι αἱ τοιαῦται μονάδες ὅπερ ἀγαθὰ καὶ ὅπερ ἄριστα καὶ πολλή τις εὑπορία τῶν ἀγαθῶν καὶ ἀρίστων. ἀλλ’ ἓν τὸ ἄριστον καὶ οὐ πολλά. ἔτι εἰ τὰ εἴδη ἀριθμοί, οἱ δὲ ἀριθμοὶ μονάδες, αὗται δὲ ὅπερ ἀγαθόν, τὰ εἴδη ἄρα ὅπερ ἀγαθόν.

[*](8 αὐτῷ L: om. Α 10 ἢ οὔ Α: αὗται L 11 παντελῶς ἄλογον Α: παντεύλογον L ἐν ἄλλοις] cf. Λ 7 13 ὑπάρχει Α: ὑπάρχειν L 15 ἀγαθῷ Bonitz: ἀγαθὰ ALM 22 τουτέστιν ἡ Α: ἡ om. L)
823
[*](p. 1091b30)

Ταῦτά τε δὴ συμβαίνει ἄτοπα καὶ τὸ ἐναντίον στοιχεῖον ἕως τοῦ δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αι πρωται ουσιαι.

Εἰ τὸ ἓν ἀγαθὸν κατ’ αὐτούς, ἀγαθοειδῆ καὶ τὰ εἴδη· εἰ δὲ τοῦτο, τίνων χρὴ τὰς ἰδέας ὑποτίθεσθαι; εἴτε γὰρ τῶν τῇδε ἀγαθῶν μόνων, οἷον τῶν ἀρετῶν, οὔτε οὐσιῶν ἔσονται οὐσίαι], ὡς βούλονται, οὔτε οὐσίαι αἱ [*](802) ἰδέαι, εἴπερ συνώνυμα ταῖς ἰδέαις τὰ κατ’ αὐτὰς ὑφεστηκότα· εἴτε τῶν οὐσιῶν, ἔσονται πᾶσαι αἱ τῇδε οὐσίαι ἀγαθαί, ἐπειδὴ κατὰ τὰς ἰδέας ὑπέστησαν ἀγαθὰς οὔσας. καὶ πρὸς τούτοις εἰ τὸ ἓν ἀγαθόν, τὸ μὴ ἕν, ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται κακόν, ἵν’ ἐξ ἐναντίων, ἑνὸς μὲν τοῦ ἀγαθοῦ, μὴ ἑνὸς δὲ τοῦ κακοῦ ἡ γένεσις ᾖ τῶν εἰδῶν. ὃ συνεωρακὼς Σπεύσιππος λέγω δὴ τὸ εἰ τὸ ἓν ἀγαθόν, ἀνάγκη τὸ μὴ ἓν τὸ ὑλικὸν κακὸν εἶναι) ἀπέφυγε καὶ προσάπτειν οὐκ ἠθέλησε τὸ ἀγαθὸν τῷ ἑνί. ἄλλοι δὲ τὴν τοῦ κακοῦ φύσιν τὸ ἄνισόν φασιν, ὥστε συμβαίνει ἐκ τούτων πάσας τὰς ἰδέας καὶ πάντα τὰ ὄντα μετέχειν τοῦ κακοῦ, εἴπερ ἐξ αὐτοῦ καὶ τοῦ ἀγαθοῦ εἰσι, πλὴν τῆς ἑτέρας τῶν ἀρχῶν, ἥτις ἐστὶ τὸ ἕν· ὥσπερ καὶ Ἐμπεδοκλῆς λέγει· καὶ οὗτος γάρ φησιν ὡς πάντα μετέχει τοῦ νείκους πλὴν τῆς φιλίας. καἰ ἐπεὶ πρῶτον μὲν κατ’ αὐτοὺς αἱ ἰδέαι γίνονται ἐκ τοῦ ἑνὸς καὶ τοῦ μὴ ἑνός, εἶτα ἐκ τῶν ἰδεῶν τὰ μεγέθη, αὐτοτρίγωνον, αὐτοτετράγωνον, τὰ ὅμοια, ἀκρατότερον μεθέξουσι τοῦ κακοῦ οἱ ἀριθμοὶ ἤπερ τὰ μεγέθη· οἱ μὲν γὰρ ἀριθμοὶ προσεχῶς ἐκ τοῦ κακοῦ γεγόνασι, τὰ δὲ μεγέθη διὰ μέσων τῶν ἀριθμῶν. ταῦτά τε δὴ συμβαίνει καὶ προσέτι χώραν τε εἶναι τὸ κακὸν τοῦ ἀγαθοῦ ἡ γὰρ ὕλη, ὡς αὐτοί φασι, χώρα τοῦ εἴδους), καὶ ἐρᾶν καὶ ὀρέγεσθαι τὸ κακὸν τοῦ ἀγαθοῦ, καίπερ ὄντος ἑαυτοῦ λύμης καὶ φθορᾶς. εἰ δὲ καὶ ὑλικὸν εἴη τοῦτο, τὸ κακὸν ἔσται δυνάμει βέλτιστον καὶ ἀγαθόν, ὥσπερ καὶ τὸ δυνάμει πῦρ, ὅπερ ἐστὶν ἡ ὕλη, δυνάμει ἐστὶ τὸ ἐνεργείᾳ πῦρ. ταῦτα δὴ πάντα σὺ μαίνει, καὶ τὸ μὲν τῶν ἀτόπων συμβαίνει ὅτι πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦσι. ποῖον δὲ ἄτοπον ἕπεται τῷ πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦντι; τὸ πάντα εἶναι ἀγαθά, εἰ τὸ ἀγαθὸν ὡς στοιχεῖον ἀρχή. ἄλλο δὲ ἕπεται τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ, ὅτι τὰς πρώτας οὐσίας εἰρήκασιν ἀριθμοὺς εἶναι. τέσσαρα οὖν ἄτοπα ἕπεται ταῖς τέσσαρσιν ὑποθέσεσιν, ἓν μὲν τὸ πάντα εἶναι ἀγαθὰ καὶ κακὰ πλὴν ἑνός, ἄλλο τὸ εἶναι τὸ κακὸν ἀρχήν, ἄλλο τὸ εἶναι τὴν [*](1 ἄτοπα L: πάντα AM 5 ὑποτίθεσθαι LM: ἀποτίθεσθαι A 6 οὐσίαι del. Bonitz: cf. Syr. p. 936a15 12 εἰδῶν] πραγμάτων Syr. ὁ Σκεύσιππος L 24 φασι] cf. Plat. Tim. p. 52 Α 28. 29 ἀτόπων A: ἀγαθῶν L 29 στοιχεῖον Α: τὸ στοιχεῖον LM 30 ἀγαθά LM: ἀγαθόν Α 31 post στοιχεῖον ἀρχή pauca exciderunt: Syr. pergit τὸ δὲ ὅτι τἀναντία ἀρχάς, τὸ εἶναι καὶ τὸ κακὸν ἀρχήν· τὸ δὲ ὅτι τὸ ἓν ἀρχήν, οὐκέτι γάρ, φησίν, ἔσται ἀγαθόν, εἴπερ ἕν· τὸ δὲ ὅτι τὰς πρώτας οὐσίας ἀριθμοὺς εἰρήκασιν εἶναι, τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ τοὺς ἀριθμούς ἀκράτου e Syriano Bonitz: ἀκράτως libri)

824
ἀρχὴν μὴ ἀγαθόν, τέταρτον τὸ μετέχειν τοὺς ἀριθμοὺς ἀκράτου τοῦ κάκου.

Ταῦτα εἰπὼν συμπεραίνεται λέγων εἰ οὖν καὶ τὸ μὴ τιθέναι τὸ ἀγαθὸν ἐν ταῖς ἀρχαῖς μηδὲ λέγειν αὐτὰς ἀγαθὸν ἀδύνατον καὶ τὸ τιθέναι ἀδυνατώτερον, δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αἱ πρῶται οὐσίαι καλῶς ἀριθμοὶ λέγονται. εἰ γὰρ ἦσαν καὶ ὑπάρξεως μετεῖχον, ἀγαθαὶ ἂν ἦσαν ἢ κακαί, νῦν δὲ οὐδέτερον αὐταῖς 803 ἐνδέχεται ὑπάρχειν· ὅλως ἄρα οὔκ εἰσι. πᾶν γὰρ ὂν ἢ ἀγαθὸν ἢ οὐκ ἀγαθόν.

[*](p. 1092a11)

Οὐκ ὀρθῶς δὲ εἴ τις ἀπεικάζει τὰς τῶν ὅλων ἀρχὰς τῇ τῶν ζῴων καὶ φυτῶν.

Ησάν τινες οἵτινες ἐπεὶ ἑώρων ὅτι τὰ ζῷα καὶ φυτὰ ἐξ ἀορίστων καὶ τί σημαίνει τὸ ἀόριστον ἐπήγαγε σαφηνίζων ἀτελῶν δέ) ἐπεὶ οὖν ἑώρων ὅτι ἐξ ἀτελῶν τῶν καταμηνίων καὶ σπερμάτων ἐπὶ τὰ τελειότερα ἄγεται, ὑπελ·άμβανον ὅτι καὶ αἱ τῶν ὅλων ἀρχαὶ ἀτελέστεραί εἰσι τῶν ἐξ αὐτῶν· διὸ καὶ τὸ ἓν τὴν τῶν ὅλων ἀρχὴν οὐκ ἤθελον λέγειν ὄν. ὑπολαμβάνοντες γὰρ ὅτι οὐδὲν ἀτελὲς ὄν ἐστιν, ἀλλὰ πᾶν ὂν τέλειον, τὸ δὲ ἓν οὐ τέλειον, ἀπεφαίνοντο ὡς οὐδὲ ὄν ἐστιν· εἰ γὰρ ἦν ὄν, ἦν ἄν καὶ τέλειον. πρὸς οὓς λέγει ὅτι οὐδὲ ἐνταῦθα ἡ γένεσις ἁπλῶς ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἄγει, οἷον ἐκ σπέρματος ἐπὶ τὸ ζῷον, ἀλλὰ καὶ τὸ ἀτελὲς ἐκ τοῦ τελείου ὑφίστησιν· ἄνθρωπος γὰρ πρὸ σπέρματος καὶ αἴτιος τοῦ σπέρματος, καὶ ἁπλῶς τὸ ἐντελεχείᾳ πρὸ τοῦ δυνάμει. ὥστε οὐ χρὴ λέγειν ὅτι διὰ τὸ τὰ ἐνταῦθα ἐξ ἀτελῶν εἶναι λεκτέον καὶ τὸ ἓν ἅμα μὲν ἀρχὴν τῶν ὄντων ἅμα δὲ ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας.

[*](p. 1092a17)

Ἄτοπον δὲ καὶ τὸ τόπον ἅμα μὲν τοῖς στερεοῖς τοῖς μαθηματικοῖς ποιῆσαι.

Τοῦ Πλάτωνος εἰπόντος ὅτι ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος γεγόνασιν αἱ ἰδέαι, ἐκ δὲ τῶν ἰδεῶν τὰ μαθηματικὰ μεγέθη, ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ νῦν ἢ χρόνῳ ἐν ᾧ τὰ μαθηματικὰ γέγονε μεγέθη, καὶ ὁ τόπος αὐτῶν, ἐν ᾧ εἰσιν, ὑπέστη, λέγει ὅτι ἄτοπον τὸν μὲν τόπον ἅμα τοῖς μεγέθεσι ποιεῖν, τίς δέ ἐστι μὴ λέγειν. εἶτα καὶ ἐνίσταται λέγων μὴ εἶναι τὰ μαθηματικὰ ἐν τόπῳ. ὁ μὲν γὰρ τόπος, φησίν, ἑνὸς ἑκάστου ἴδιος, διὸ χωριστὰ τὰ ἐνταῦθα τῷ τόπῳ, τὰ δὲ μαθηματικὰ οὐ ποῦ· τὰ μαθηματικὰ ἄρα οὐκ ἐν τόπῳ. ἐπεὶ δὲ τὸ ἔκ τινος πολλαχῶς λέγεται, λέγει ὅτι ἔδει τοὺς λέγοντας τὰ ὄντα ἐκ στοιχείων εἶναι, ὁμοίως δὲ καὶ τοὺς εἰδητικοὺς ἀριθμούς τούτους γὰρ εἶπε τῶν ὄντων τὰ πρῶτα), διελομένους [*](4 ταῖς ἀρχαῖς] deficit comment, in codicibus LM 10 οὐκ ὀρθῶς δ’ ὑπολαμβάνει οὐδ’ εἴ τις παρεικάζει Metaph. 21 ἄνθρωπος e Syriano Bonitz: ἀνάγκη Α 23 ἀτελῶν scripsi: ἁπλῶν Α 31 τίς] τί Metapb.)

285
ὁσαχῶς τὸ ἔκ τινος λέγεται (τοῦτο γὰρ εἶπεν ἄλλο ἐξ ἄλλου), λέγειν κατὰ τίνα τῶν τοῦ ἔκ τινος τρόπων ὁ εἰδητικὸς ἀριθμὸς ἐκ τῶν ἀρχῶν ἐστι. πότερον οὗν, φησί, μίξει ἤτοι κράσει; ἆρα οὖν κραθεισῶν τῶν ἀρχῶν ἐξ αὐτῶν εἰσιν οἱ ἀριθμοί; ἀλλ’ οὐ πᾶν δύναται μίγνυσθαι, καὶ πολλῷ μᾶλλον τὸ ἓν μετὰ τῆς δυάδος, τό τε γινόμενον ἐκ τῶν κραθέντων ἕτερόν ἐστι τῶν τὸ κρᾶμα ἀποτελεσάντων. ἀλλὰ κἂν δοίημεν ὅτι κρᾶμα γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος, ἔφθαρται τὸ ἕν (τὸ γὰρ τοῦτο πάσχει), καὶ οὐκ ἔσται τὸ ἓν χωριστὸν καὶ καθ’ αὑτὸ καὶ ἑτέρα τις φύσις παρὰ τὸ κρᾶμα τὸ ἐξ αὐτοῦ καὶ τῆς δυάδος γεγονός, ὅπερ οὗτοι βούλονται· λίαν γὰρ ἀσπάζονται τὴν τοῦ ἑνὸς ἀφθαρσίαν. ὥστε δῆλον ὅτι μίξει καὶ κράσει οὐ δύνανται οἱ ἀριθμοὶ ἐκ τῶν στοιχείων εἶναι. ἀλλὰ πότερον, φησί, συνθέσει τῶν στοιχείων εἰσὶ τὰ εἴδη, ὥσπερ ἡ συλλαβή; | ἀλλὰ τὰ συγκείμενα ἀνάγκη κεῖσθαί που, καὶ [*](804) χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος. ἐπὶ μὲν γὰρ τοῦ μελικράτου οὐ δυνάμεθα χωρὶς νοεῖν τὸ μέλι καὶ χωρὶς τὸ ὕδωρ· κρᾶμα γὰρ γέγονε καὶ οὐδέτερον αὐτῶν ἐστιν οἷον πρὸ τῆς μίξεως· ἐπὶ δὲ τῶν συγκειμένων ἐπειδὴ τὰ αὐτά εἰσιν οἷα ἦν πρὸ τῆς συνθέσεως, ἀνάγκη χωρὶς νοεῖν τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος, καὶ ἔσται ὁ ἀριθμὸς μονὰς καὶ πλῆθος ἢ τὸ ἓν καὶ ἄνισον. εἰ δὲ τοῦτο, ἐπεὶ καὶ ἔκ τινος γεγονὸς ἔστι μὲν ὡς ἀπὸ ἐνυπαρχόντων τῶν ἀφ’ ὧν γέγονεν ὡς ὁ χαλκός (ἐνυπάρχει γὰρ τῷ ἀνδριάντι), ἔστι δὲ ὡς ἀπὸ μὴ (τὸ γὰρ σπέρμα, ἀφ’ οὗ τὸ ζῷον γέγονεν, ἔφθαρται καὶ οὐκ αὐτῷ), κατὰ τίνα δὴ τούτων τῶν δύο τρόπων ὁ ἀριθμὸς συνθέσει τῇ τῶν στοιχείων γέγονε; τὸ μὲν οὖν ὡς ἐνυπαρχόντων τῶν στοιχείων ἐξ ἀυτῶν γεγενῆσθαι λέγειν τὸν ἀριθμὸν ψεῦδος· ταῦτα γὰρ οὕτω γίνεται ὧν ἐστι γένεσις, τουτέστιν ἅπερ τεχνητά ἐστι· γένεσιν γὰρ νῦν τὴν τέχνην ἐκάλεσεν· ἐπὶ γὰρ τῶν τεχνητῶν ἐνυπάρχει ἐν [γὰρ] αὐτοῖς τὰ ἐξ ὧν ἐπὶ μὲν τῆς οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα, ἀνδριάντος ὁ χαλκὸς καὶ ἐπὶ τῶν ὁμοίων, αἱ δὲ ἰδέαι οὐ τεχνηταί. ἀλλὰ πότερον ὡς ἀπὸ σπέρματος; ὃ ἴσον ἐστὶ τῷ ἀλλὰ πότερον ὡς ἀπὸ μὴ ἐνυπαρχόντων τῶν ὡς ἀρχῶν αἱ ἰδέαι γεγόνασιν; ἀλλ’ οὐχ οἷόν τέ τι, φησί, τοῦ ἀδιαιρέτου ἀπελθεῖν. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν· τὸ μὲν σπέρμα φθείρεται καὶ οὐκ ἔστι, τὸ δὲ ἀδιαίρετον, τουτέστι τὸ ἀρχικὸν ἕν, οὐχ οἷόν τέ ἐστι κατ’ αὐτοὺς φθαρῆναι, οὐδὲ ὅλως αὐτοί φασιν οἷόν τε ἐπινοῆσαι ὡς ἀπέρχεταί τι τῆς <τοῦ> ἑνὸς φύσεως ἢ τροπή τις περὶ αὐτὸ γίνεται. οὖν τὸ σπέρμα φθείρεται καὶ οὐκ ἔστι, τὸ δὲ ἓν κατ’ αὐτοὺς ἄφθαρτον καὶ ἄτρεπτον, δῆλον ὅτι οὐδὲ κατὰ τὸν τρόπον τοῦτον δυνατὸν τοὺς ἀριθμοὺς ἐκ τῶν ἀρχῶν γεννᾶν. ἀλλὰ μήποτε ὥσπερ ἡμεῖς ἐκ τῆς στερήσεως τῆς τῷ εἴδει ἐναντίας φαμὲν γίνεσθαι τὰ πράγματα μὴ ὑπομενούσης, οὕτω χρὴ νοεῖν καὶ τὴν τῶν ἀριθμῶν γένεσιν. ἀλλ’ ὅσα, φησίν, ἐξ ἐναντίων [*](16 μίξεως Bonitz: λέξεως Α 27 γὰρ del. Bonitz; sed legendum videtur c. F ἐνυπάρχει ἐνεργείᾳ αὐτὰ τὰ ἐξ ὧν 28. 29 fort. ἐπὶ δὲ ἀνδριάντος ὁ χαλκός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως 35 τοῦ cum Bonitzio addidi)
826
γίνεται, καὶ ἐξ ὑποκειμένου τινὸς τρίτου γίνεται, ὡς ἐν τῷ Α δέδεικται τῆς Φυσικῆς ἀκροάσεως. ἐπεὶ οὖν τῷ ἑνὶ οἱ μὲν τὸ πλῆθος λέγουσιν εἶναι ἐναντίον, οἱ δὲ τὸ ἄνισον, ὡς ἴσῳ τῷ ἑνὶ χρώμενοι, δῆλον ὡς ἐξ ἐναντίων ἄν εἴη ὁ ἀριθμός. εἰ δὲ τοῦτο, δεῖ ἄρα εἶναί τι ὑποκείμενον, ἐξ οὗ ὑπομένοντος καὶ θατέρου τοῦ ἑνὸς γίνεσθαι ἢ εἶναι τὸν ἀριθμόν· οὐ γὰρ δὴ τὸ ἄνισον ἢ τὸ πλῆθος τῷ ἑνὶ ὑποκείσεται· ἐναντίον γάρ ἐστιν αὐτοῖς τοῦτο, ὡς αὐτοί φασιν, οὐδὲν δὲ ἐναντίον ὑπόκειται τῶ ἐναντίῳ αὐτοῦ· φθαρτικὰ γὰρ ἀλλήλων. ἔτι, φησί, διὰ τί τὰ μὲν ζῷα καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐξ ἐναντίων γέγονε, φθείρεται, αἱ δὲ ἰδέαι ἐξ ἐναντίων οὖσαι οὐ φθαρήσονται; εἰπὼν δὲ ὅσα ἐξ ἐναντίων ἐπήγαγεν ἢ οἷς ἐναντία. οὐ γὰρ μόνον τὰ ἐξ ἐναντίων φθείρεται, ἀλλὰ καὶ τὸ θερμὸν καὶ λευκόν, οἷς ἐναντία εἰσὶ τῷ μὲν τὸ ψυχρὸν τῷ δὲ τῷ λευκῷ τὸ μέλαν. [*](805) ἐπεὶ δὲ πᾶσαν τὴν ἐναντιότητα, αὐτό φημι τὸ ἓν καὶ μὴ ἕν, εἰς τὴν τῶν ἰδεῶν σύστασιν οἱ ταύτας τιθέμενοι κατηναλῶσθαι ἔλεγον καὶ μηδὲν καταλελεῖφθαι, ἔμελλε δέ τις λέγειν ὅτι εἰ μέν τι λελειμμένον τῆς ἐναντιότητος ἐκτὸς ὂν τῶν ἰδεῶν, τότε εἰκὸς ἦν λέγειν ὅτι τὸ καταλειφθὲν μαχήσεται μετὰ τοῦ συνόντος ταῖς ἰδέαις καὶ φθερεῖ αὐτάς· ἐπεὶ δὲ οὐδὲν παραλέλειπται, τί ἂν εἴη τὸ δυνησόμενον αὐτὰς φθεῖραι; ἐπεὶ οὖν ἔμελλέ τις ταῦτα λέγειν, προσέθηκε τὸ κἀν ἐκ παντὸς εἴη τοῦ ἐναντίου τὰ εἴδη καὶ μηδὲν ἀπελείφθη, φθαρήσεται· ὡς γὰρ τὸ νεῖκος κατ’ Ἐμπεδοκλέα, ὅταν κατισχύσῃ τῆς φιλίας. καὶ ὑπεισέλθῃ τὸν σφαῖρον, φθείρει αὐτόν, οὕτω καὶ τὰ ταῖς ἰδέαις ἐναντία τὸ ἓν καὶ οὐχ ἓν πρὸς ἄλληλα μαχόμενα φθεροῦσιν αὐτάς. μνησθεὶς δὲ τῆς τοῦ Ἐμπεδοκλέους δόξης, ὥσπερ καὶ αὕτη τὸ μῖγμα (λέγων μῖγμα τὸν σφαῖρον) φθείρει ὑπὸ τοῦ νείκους, ἐπάγει καίτοι γε οὐκ ἔδει· οὐ γάρ ἐστιν ἐναντίον τῷ μίγματι τὸ νεῖκος. ὅμως εἰ τὸ νεῖκος, καίτοι μὴ ὂν ἐναντίον τῷ σφαίρῳ, ὅμως ὑπεισιὸν αὐτὸν φθείρει, πολλῷ μᾶλλον τὰ ἐναντία συνόντα ταῖς ἰδέαις φθεροῦσιν αὐτάς.

[*](p. 1092b8)

οὐδὲν δὲ διώρισται οὐδὲ ὁποτέρως οἱ ἀριθμοὶ αἴτιοι τῶν οὐσίων.

Τὸ λεγόμενον τοιοῦτον. πῶς οἱ εἰδητικοὶ ἀριθμοὶ αἴτιοί εἰσι τῶν τῇδε οὐσιῶν οὐδὲν λέγουσι. μήποτε οὖν, ὥσπερ αἱ στιγμαὶ ὅροι οὖσαι τῶν γραμμῶν ὁρίζουσιν αὐτάς, οὕτω δυνατὸν λέγειν ὅτι καὶ τὰ εἴδη ὡς πέρατα τῶν τῇδε οὐσιῶν ὁρίζουσιν αὐτάς, καὶ οὕτως αἴτια τούτων εἰσί, καθάπερ καὶ ὁ Πυθαγόρειος Εὔρυτος ἔλεγε τοῦδε μὲν τοῦ φυτοῦ τόνδε τὸν ἀριθμὸν ὅρον εἶναι, καὶ ἄλλον μὲν ἵππου καὶ ἄλλον ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ οὐ μόνον ἁπλῶς οὕτως ὁ Εὔρυτος ἔλεγεν ὅτι οἱ ἀριθμοὶ ὅροι εἰσὶ τῶν φυτῶν καὶ ἀνθρώπων καὶ βοῶν, ἀλλὰ καὶ ὥσπερ [*](1. 2 ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως] c. 7 22 “post ἰδέαις fort, addendum ὑποκείμενα ὄντα” Bonitz)

827
ὁ ἀριθμητικός, ὅταν τὸν ἐννέα ἀριθμὸν τετράγωνον ὄντα καταγράφῃ, πρῶτον μὲν τρεῖς μονάδας κατ’ εὐθεῖαν γράφει γραμμήν, εἶτα ἄλλας τρεῖς κατὰ παράλληλον καὶ αὐτὰς τῇ προτέρᾳ γραμμῇ, εἶτ’ ἄν ἄλλας πάλιν τρεῖς κατὰ παράλληλον γραμμὴν τῇ δευτέρᾳ γραμμῇ, καὶ οὕτως ἀποτελεῖ παράλληλον σχῆμα, ὥσπερ ὑπόκειται, καὶ ἐπὶ τοῦ τρία τριγώνου ὄντος ὁμοίως πρῶτον μὲν γράφει μίαν μονάδα, εἶτα ὑπὸ ταύτην ἑτέρας δύο, καὶ οὕτως ἐξομοιοῖ τὸν τρία τῷ τριγώνῳ σχήματι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥσπερ οὖν ὁ ἀριθμητικός, οὕτως καὶ ὁ Εὔρυτος, ἐπειδὴ ἔφασκε τοὺς ἀριθμοὺς ὅρους εἶναι τῶν πραγμάτων. κείσθω λόγου χάριν ὅρος τοῦ ἀνθρώπου ὁ διακοσιαπεντήκοντα ἀριθμός, ὁ δὲ τξ΄ τοῦ φυτοῦ· τοῦτο θεὶς ἐλάμβανε ψηφῖδας διακοσίας πεντήκοντα, τὰς μὲν πρασίνας τὰς δὲ μελαίνας, ἄλλας δὲ ἐρυθρὰς καὶ ὅλως παντοδαποῖς χρώμασι κεχρωσμένας· εἶτα περιχρίων τὸν τοῖχον ἀσβέστῳ καὶ σκιαγραφῶν ἄνθρωπον | καὶ φυτὸν [*](806) οὕτως ἐπήγνυ τάσδε μὲν τὰς ψηφῖδας ἐν τῇ τοῦ προσώπου σκιαγραφίᾳ, τὰς δὲ ἐν τῇ τῶν χειρῶν, ἄλλας δὲ ἐν ἄλλοις, καὶ ἀπετέλει τὴν τοῦ μιμουμένου ἀνθρώπου διὰ ψηφίδων ἰσαρίθμων ταῖς μονάσιν, ἃς ὁρίζειν ἔφασκε τὸν ἄνθρωπον. τοῦτο ποιῶν ἔλεγεν ὅτι ὥσπερ ὅδε ὁ γεγραμμένος ἄνθρωπος ἐκ τῶν διακοσίων πεντήκοντα φέρε εἴπ’ εἰν ἐστι ψηφίδων, οὕτως καὶ ὁ ἀληθὴς ἄνθρωπος ἐκ τοσούτων ὁρίζεται μονάδων. παραπλήσιον τούτῳ καὶ ἐπὶ τῶν τξ΄ ἐποίει, καὶ τὰς μὲν ἀνήλισκεν εἰς φύλλων τὰς δὲ εἰς κλάδων ἄλλας εἰς ῥιζῶν ἐκπλήρωσιν, καὶ ταῦτα ἅπερ ἐπὶ τοῦ ἀνθρώπου ἔλεγε, ταῦτα καὶ περὶ φυτοῦ καὶ τῶν ἄλλων, καὶ ὅλως ὅπερ νῦν οἱ γραφεῖς ποιοῦσι καὶ διὰ χρωμάτων ποικίλα καὶ παντοδαπὰ γράφουσι ζῷα, τοῦτο ἐκεῖνος διὰ τῶν κεχρωσμένων ψηφίδων ἐποίει, ἀφωμοίου τε καὶ εἰς σχῆμα συνετίθει τόνδε μὲν τὸν τῶν ψηφίδων ἀριθμὸν ἀνθρώπου, ἄλλον δὲ ἵππου, καὶ τοὺς ἄλλους εἰς ἄλλα εἴδη ζῴων καὶ φυτῶν πότερον οὖν, φησίν, οὕτως εἰσὶν οἱ ἀριθμοὶ αἴτιοι τῶν τῇδε οὐσιῶν, ὥσπερ Εὔρυτος ἔλεγεν, ἢ ὅτι ὁ λόγος ἡ συμφωνία τῶν ἀριθμῶν, τουτέστιν ἢ ὅτι εἰ ὁ λόγος, καθ’ ὃν γίνεται τὰ φυτὰ καὶ τὰ ζῷα, συμφωνία ἐστίν, ἡ δὲ συμφωνία κατ’ ἀριθμοῦ σχέσιν, οἱ δὲ ἀριθμοὶ εἴδη, διὰ τοῦτο ἀνάγκη λέγειν ὅτι τὰ εἴδη αἴτιά εἰσι τῶν φυτῶν καὶ τῶν ἄλλων οὐσιῶν; ἀλλὰ κἂν τῶν οὐσιῶν αἰτίους τοὺς εἰδητικοὺς ἀριθμοὺς συγχωρήσωμεν, καίτοι μὴ ὂν ἀληθές, ἀλλὰ τά γε πάθη καὶ τὰ συμβεβηκότα πῶς φήσουσι γενέσθαι ἐκ τῶν ἀριθμῶν; οὕτως οὖν ἐρωτήσας τε περὶ τοῦ ἀριθμοῦ, ἐπειδὴ ἕκαστον τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος τοῦθ’ ὅπερ ἐστὶ λέγεταί τε καὶ ἔστιν ἀλλ’ οὐχὶ κατὰ τὴν ὕλην, δείκνυσιν ὅτι ἡ ἑκάστου οὐσία καὶ τὸ ἑκάστου εἶδος οὐκ ἔστιν ἀριθμός, τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ εἶναι τοὺς ἀριθμοὺς ὅρους τῶν οὐσιῶν. λέγει δὴ ὅτι δὲ οὐχ οἱ ἀριθμοὶ οὐσίαι οὐδὲ αἴτιοι τῆς ἑκάστου μορφῆς καὶ φύσεως δῆλον. εἰ γὰρ ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι ὁ λόγος καὶ τὸ εἶδος αὐτοῦ ἐστιν, ὁ δὲ ἀριθμός, ἂν ὅλως συμβάληταί τι τοῖς πράγμασι, τὸ ποσόν ἐστι τῆς ἑκάστου ὕλης ὁ γὰρ [*](5 παράλληλον] immo τετράγωνον 12 δὲ add. Brandis κεχρωμένας Α)
828
τέσσαρα ἀριθμὸς τὸ ποσὸν αὐτὸ καὶ τὸ μέτρον ἐστὶ πυρὸς γῆς ὕδατος ἀέρος, τῶν στοιχείων τῶν σωματικῶν), εἰ δὴ ἕκαστον κατὰ τὸ οἰκεῖον εἶδος λέγεταί τε καὶ ἔστιν, ὁ δ’ ἀριθμὸς εἶδος μὲν τῶν πραγμάτων οὐκ ἔστιν, οὔτε μὴν ὕλη, ἀλλὰ τὸ ποσὸν καὶ τὸ μέτρον τῆς ὕλης, ψεῦδος ὅτι οἱ ἀριθμοὶ αἴτιοί εἰσι τῆς ἑκάστου μορφῆς ἢ μορφαὶ αὐτῶν. ὅτι δὲ οἱ ἀριθμοὶ τὸ ποσὸν καὶ μέτρον εἰσὶ τῆς ὕλης τῶν πραγμάτων, ἀλλ’ οὐχὶ μορφαὶ αὐτῶν, ἀποχρῆται τοῖς Ἐμπεδοκλεῖ περὶ συστάσεως ὀστῶν ῥηθεῖσι· “τὰς δύο τῶν ὀκτὼ μοιρέων λάχε Νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.” τοῦτο γὰρ παραξέει διὰ τοῦ ὁ δ’ ἀριθμὸς ὕλη, οἷον σαρκὸς <ἢ> <ὴ> ὀστοῦ ἀριθμὸς οὐσία οὕτως· τρία πυρός, γῆς δύο. καὶ χρὴ στίζειν τελείαν εἰς | τὸ οὕτως, εἶτα ἐπάγειν τρία [*](807) πυρ’ ὅς, γῆς δύο. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὁ δὲ ἀριθμὸς καὶ τὸ ποσὸν τῆς ὑλικῆς οὐσίας τοῦ ὀστοῦ τῷ Ἐμπεδοκλεῖ οὕτως ἐλαμβάνετο, τρία μὲν τοῦ πυρός, δύο δὲ τῆς γῆς· εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς ὅπως ταῦτα Ἐμπεδοκλῆς ἐλάμβανεν. ἐπεὶ δὲ τρία μὲν πυρός, δύο δὲ γῆς, ἐπάγει καὶ ἀεὶ πᾶς ἀριθμὸς ἢ πύρινός ἐστι ἢ γήινος, τουτέστιν ἢ πυρῶν ἐστιν ἡ γαιῶν, ἢ μοναδικὸς καὶ ἀσώματος. οὔτε δὲ ὁ μοναδικός ἐστιν ἤτοι ὁ μαθηματικὸς οὐσία τῶν πραγμάτων, οὔτε ὁ τῶν πυρῶν καὶ γαιῶν, ἀλλὰ τὸ πῦρ καὶ ἡ γῆ ὕλη μὲν καὶ οὐκ εἶδος τῶν πραγμάτων, ὁ δ’ ἀριθμὸς αὐτῶν καὶ τὸ μέτρον οὐδέτερον τούτων ἐστίν, ἀλλὰ γίνεται ἡ ἑκάστου οὐσία κατὰ τὴν τοσοῦδε πρὸς τοσόνδε μῖξιν. ἄλλο γάρ τι γίνεται ὅταν ἐστὶν ἓξ μὲν πυρός, πέντε ἀέρος, τέτταρα ὕδατος, δύο δὲ γῆς, καὶ ἄλλο ὅταν ἓξ γῆς, τρία πυρὸς, δύο ἀέρος, πέντε ὕδατος, καὶ ὅλως ἄλλα κατ’ ἄλλων μῖξιν. τοῦτο δὲ οὐκ ἔστιν ἀριθμὸς ἤτοι αὗται αἱ μονάδες αἱ ἀσώματοι καὶ μαθηματικαί, ἀλλὰ λόγος τις σωματικῶν ἀριθμῶν ἤτοι ἀναλογία τις ἀριθμοῦ σωμάτων. καὶ ἐπίστησον ὡς εἰ τὰ ἁπλᾶ σώματα μὴ ἔστι τὰ τῶν πραγμάτων εἴδη, ἀλλὰ τὸ ἐκ τοῦ λόγου τῆς τοιᾶσδε κράσεως ἀποτελούμενον, σχολῇ ἄν εἴη τὸν ἀριθμὸν καὶ τὸ μέτρον τῶν ἁπλῶν σωμάτων εἶναι τὰ τῶν πραγμάτων εἴδη.

ταῦτα εἰπὼν συμπεραίνεται λέγων οὔτε οὖν τοῦ ποιῆσαι αἴτιος ὁ ἀριθμός, τουτέστιν οὔθ’ ὡς τὸ σπέρμα ποιητικὴν ἔχει δύναμιν, κἄν τε ὁ μοναδικὸς καὶ μαθηματικὸς εἴη κἄν τε ὁ σωματικός, οὔθ’ ὡς ὕλη (ὕλη γὰρ τὰ σώματα, ὧν ὁ ἀριθμὸς ποσόν ἐστι καὶ μέτρον, οὐ τὸ ἀλλὰ τὸ μετρούμενον), οὕτε μὴν ὡς εἶδός ἐστιν ἐν τοῖς αἰσθητοῖς, οὔτε ὡς τὸ οὗ ἕνεκα ἤτοι ὡς τὸ τελικόν.

[*](3 μὲν Brandis Bonitz: μὴ τὸ Α 4 μὴν Brandis Bonitz: μὲν Α 8 τὰς δύο κτλ.] Empedocl. fragm. ed. Mullach v. 212 sq. μοιρέων] μοιράων Α 9 παραξέει Braudis: παραξέει Α: παραξύει Horkel: ᾐνίξατο coni. Bonitz τοῦ ὁ δ’ Brandis Bonitz: τοῦ δ’ ὁ Α 10 ἢ addidi 14 ἐν τοῖς Περὶ ψυχῆς] Α 5 18 post οὐσία add. τὴν Α γαιῶν Brandis: γεῶν Α 19 ὁ δ’ ἀριθμὸς scripsi: οὐδ’ ἀριθμὸς Α 21 τοσοῦδε Brandis Bonitz: τοσόνδε Α τοσόνδε coni. Bonitz: τόδε Α 23 ἄλλων] ἄλλην coni. Bonitz 24 οὐκ ἔστιν] sic etiam Metaph. codd. EG b: οὐκέτι Metaph. vulg. 32 ὡς ὕλη Syr. coni. Bonitz: ὡς ὕλης Α)
829
[*](p. 1092b26)

Ἀπορήσειε δ’ ἄν τις καὶ τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν ἢ ἐν εὐλογίστῳ ἢ ἐν περιττῷ.

Εὐλόγιστον ἀριθμόν φησι τὸν ἄρτιον ὡς εὐδιαίρετον ἐν τοῖς λογισμοῖς καὶ ταῖς διανομαῖς. καὶ ἐπεί τινες τῶν Πυθαγορείων λέγειν οὐκ ὤκνουν ὅτι τὸ εὖ καὶ τὸ ἀγαθὸν ἀπὸ τῶν ἀριθμῶν ἑκάστῳ τῶν ἐνταῦθα περιγίνεται, ἐπειδὰν ἡ μῖξις τῶν μιγνυμένων ἐν ἀριθμῷ ἀρτίῳ ἢ περιττῷ γένηται, καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως καὶ κατὰ πολλαπλασιασμὸν γένηται, οἷον τρὶς τρία, ἀλλὰ μὴ τρία καὶ τρία (εἰ γὰρ κατὰ ἀριθμόν, φασί, τὸ μελίκρατον περιττὸν γένηται, ὡς εἶναι ἐν τῆ μίξει φέρε εἰπεῖν δύο μὲν λίτρας μέλιτος μίαν δὲ ὕδατος, ἡ κατὰ ἄρτιον, ὡς δύο μὲν μέλιτος καὶ δύο ὕδατος, ἢ κατὰ τετράγωνον, ἵν’ ὦσι τρία μέλιτος, τρία ὕδατος, | τρία [*](808) κρόκου, εἰ οὖν κατά τινα, φασί, τῶν τοιούτων ἀριθμῶν τὸ μελίκρατον γένηται, ἀγαθὸν τὸ τοιοῦτόν ἐστιν ἑκάστῳ τῶν χρωμένων αὐτῷ, εἰ δὲ μὴ οὕτως, οὐ κἀγαθόν)· ἐπεὶ οὖν οὗτοι ταῦτ’ ἔλεγον, λέγει ἀπορήσειεν ἄν τις πῶς τὸ εὖ, ἤτοι πῶς ἀγαθὸν καὶ ὠφελιμώτατον τὸ μελίκρατον τοῖς χρωμένοις γίνεσθαί φασιν, εἰ κατ’ ἀριθμοὺς εὐλογίστους καὶ ἀρτίους ἡ κρᾶσις γένηται, καὶ μάλιστα ἐὰν τρὶς τρία ᾖ κεκραμένον· νῦν γὰρ ὁρῶμεν, οὐδέν ἐστιν ὑγιεινότερον καὶ ὠφελιμώτερον, ἄν ᾖ τρὶς τρία καὶ ἐπικρατῇ ἡ τοῦ μέλιτος φύσις, ἀλλὰ μᾶλλον ὠφελήσειεν, ἐὰν ὑδαρὴς ᾖ καὶ οὐχ ὡρισμένη λόγῳ. ὡς οὖν ἐπὶ τοῦ μελικράτου, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν σωμάτων ῥητέον ψεῦδος εἶναι τὸ λέγειν τὴν γένεσιν αὐτῶν εἶναι ὡς ὁ Ἐμπεδοκλῆς, κἄν ἄλλος τις Πυθαγόρειος οὕτω λέγῃ; βούλεται. ὁ γὰρ Ἐμπεδοκλῆς φησι τὰ ὀστᾶ καὶ τὸ εὖ αὐτοῖς γίνεσθαι, ὅταν ἡ μῖξις τῶν στοιχείων οὑτωσὶ γένηται ὥστε ἔχειν τὸ πῦρ πρὸς τὴν γῆν λόγον ὃν ἄρτιος ἀριθμὸς πρὸς ἄρτιον, τουτέστιν ὃν ὁ δ΄ πρὸς τὸν β΄, καὶ τὸ εὖ τῶν ὀστῶν ἐστι τὸ ἔχειν τὸ ἐν αὐτοῖς πῦρ καὶ τὴν γῆν, ὃν ἄρτιος ἀριθμὸς πρὸς ἄρτιον. ὅπερ ψεῦδος· μᾶλλον γὰρ ἂν γενήσονται ὀστᾶ καὶ τὸ εὖ ἕξουσιν, ὅταν ἐν οὐδενὶ λόγῳ ὑφ’ ἡμῶν ὁρισθέντι ἡ τῶν στοιχείων μῖξις γένηται. καὶ οὐ τοῦτό φησιν ὁ δαιμόνιος Ἀριστοτέλης ὅτι οὐκ ἐν λόγῳ τινὶ ἡ μῖξις γίνεται, ἀλλ’ ὅτι οὐ λόγῳ οἵους οὗτοι λέγουσιν, ἀλλὰ λόγῳ μὲν ἡμῖν ἀδήλῳ, τῷ θεῷ δὲ καὶ τῇ φύσει γνωρίμῳ, διὰ τὸ μηδὲν μάτην μηδ’ ἀλόγως ὑπ’ αὐτῶν γίνεσθαι. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως. ἀπορήσειε δ’ ἄν τις καὶ τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν, τουτέστι τί ποτέ ἐστι τὸ ἑπόμενον τοῖς πράγμασιν εὖ τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν, ἤτοι ὅταν [*](2 τῷ] τὸ Metaph. 8 τελείως καὶ ὁμοίως Syr. cf. p. 830,2: τέλειον καὶ ὅμοιον Α 9 οἶον—γένηται (10) om. Α1 13 τινα Bonitz: τι γὰρ Α 18 κρᾶσις Brandis Bonitz: κρίσις Α post ὁρῶμεν addendum ὡς censet Bonitz coll. p. 830,5 28 γενήσονται Brandis Bonitz: γενήσωνται Α 31 ὅτι Brandis: om. Α 32 γνωρίμῳ Brandis Bonitz: γνώριμον Α 35. 36 ἑπόμενον Brandis Bonitz: ἐχόμενον Α 36 τῷ ἐν Bonitz: ἐν τῶ A)

830
ἡ μῖξις ἐν ἀριθμῷ γένηται περισσῷ ἢ ἀρτίῳ. εἶτα προσυπακουστέον τοῦ καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως καὶ ἐν πολλαπλασίονι ἀναλογίᾳ, ὡς οὗτοι βούλονται, ἡ μῖξις γένηται, καὶ οὕτως ἐπακτέον, ὡς ἀνασκευαστικὸν τοῦ μὴ τὸ εὗ ἀπὸ τῶν ἀριθμῶν τοῖς πράγμασι γίνεσθαι, ὅταν ἐν πολλαπλασίονι ἀναλογία ἡ μῖξις γένηται· νῦν γὰρ ὁρῶμεν ὡς οὐδὲν ὑγιεινότερον τρὶς τρία ἂν ᾖ τὸ μελίκρατον κ·εκραμένον, ἀλλὰ μᾶλλον ὠφελήσειεν ὑδαρὲς ὂν ἤπερ ἐν ἀριθμῷ ἄκρατον ὄν. τὸ δὲ ἄκρατον πρόσκειται διότι ὅταν ἐν ἀριθμῷ γένηται ἡ τοῦ μέλιτος καὶ ὕδατος μῖξις, ἀκρατέστερον καὶ ἀμιγέστερόν ἐστι τὸ μέλι καὶ μᾶλλον φυλάττον τὴν οἰκείαν φύσιν, ὅταν δὲ ὑδαρές, κεκράτηται ὑπὸ τοῦ ὕδατος, καὶ διὰ τοῦτο οὐδὲ ἐν ἀριθμῷ ὡρισμένῳ ἐστὶν ἡ τούτων μῖξις· ὥστε τὸ [*](809) ἄκρατον ἀντὶ τοῦ ἀκρατέστερον εἴρηται.

[*](p. 1092b30)

Ἔτι οἱ λόγοι ἐν προσθέσει ἀριθμῶν εἰσιν οἱ τῶν μιξεων.

Τὸ εὖ ἐκ τῶν ἀριθμῶν ἕπεσθαι τοῖς πράγμασιν, ὡς εἴρηται, λέγοντες, ὅταν τὰ στοιχεῖα κατ’ ἀριθμοὺς μιχθῇ, καὶ μάλιστα ὅταν ἐν πολλαπλασιασμῷ, δείκνυσιν ὅτι ὅλως ἡ τῶν στοιχείων μῖξις ἐν πολλαπλασιασμῷ οὐ γίνεται. οἱ λόγοι γάρ, φησίν, τῆς τῶν στοιχείων μίξεως προσθέσει ἢ κατὰ σύνθεσιν ἀριθμῶν εἰσιν, ἀλλ’ οὐκ ἐν ἀριθμοῖς, τουτέστιν ἐν πολλαπλασιασμοῖς. πολλαπλασιασμὸς γάρ ἐστι τὸ τρὶς τρία ἢ τρὶς δύο· ἐπὶ δὲ τῆς τῶν στοιχείων μίξεως οὐχ οὕτω φαμέν, ἀλλὰ γίνεσθαι λέγομεν ὀστᾶ, ὅταν τὸ πῦρ πρὸς τὴν γῆν ἔχῃ ὡς ὁ τέσσαρα πρὸς τὸν δύο. ἄλλο οὖν τὸ λέγειν ὅτι τετράκις δύο, καὶ ἄλλο τὸ ὡς τέσσαρα πρὸς δύο. ἐκεῖ μὲν γὰρ λέγομεν ὅτι ταδὶ τὰ πράγματα τετράκις δύο εἰσί, τουτέστιν ὀκτώ εἰσι ταῦτα, ἐνταῦθα δὲ ὅτι, ὡς ἄλλο πρὸς ἄλλο, οὕτως ἄλλο πρὸς ἄλλο. εἰπὼν δὲ ὅτι ἐν τῇ τῶν στοιχείων μίξει συντίθενται μᾶλλον οἱ ἀριθμοί, ἀλλ’ οὐ πολλαπλασιάζονται, τὴν αἰτίαν δι’ ἣν οὐ πολλαπλασιάζονται λέγει· τὸ γὰρ αὐτό, φησί, δεῖ γένος εἶναι ἐν ταῖς πολλαπλασιάσεσιν. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν· ἐπ’ εἰ γὰρ ἐν τοῖς πολλαπλασιασμοῖς ἡ μία πλευρὰ καὶ ὁ εἷς ἀριθμὸς μετρεῖ τὸν ὅλον ἀριθμόν, τὸν μθ΄ ὁ ζ΄ καὶ τὸν ξδ΄ ὁ η΄, τὸν ιβ΄ ὁ γ΄ ἢ ὁ δ΄, εἰ ἦν καὶ τὸ τοῦ ἀνθρώπου σῶμα, ἐφ’ οὗ αβγ΄, ἀπὸ πολλαπλασιασμοῦ γεγονός, ἔδει αὐτὸ τῷ α΄ μετρεῖσθαι καὶ εἶναι τῷ α΄ ὁμοειδῆ τὰ β΄ καὶ γ΄, ὥσπερ καὶ ὁ ζ΄ ὁ τὸν μθ΄ μετρῶν ὁμοειδής ἐστι ταῖς λοιπαῖς ἓξ ἑπτάσιν. ἀλλὰ κἄν ἵππου σῶμα ἦν, ἐφ’ οὗ δεζ΄, ἔδει καὶ αὐτὸ τῷ δ΄ μετρεῖσθαι. ἀλλ’ ἀδύνατον· ἀνάγκη γὰρ καὶ πῦρ καὶ γῆν καὶ τὰ ἄλλα στοιχεῖα εἰς σύστασιν τούτων παραλαμβάνεσθαι, ταῦτα δὲ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύνανται. τὰ γὰρ ὑφ’ [*](2 ἀναλογίᾳ Brandis Bonitz: ἀναλόγως Α 18 προσθέσει ἢ Brandis Bonitz: προσθέσεως Α 20 τρὶς δύο Brandis Bonitz: τρία δύο Α 21 γίνεσθαι Brandis Bonitz: γενέσθαι Α 22 τέσσαρα Bonitz: δύο Α 31 η΄ Brandis Bonitz: ς Α 33 τῷ α΄ ὁμοειδῆ τὰ Brandis: τὸ α΄ ὁμοειδῆ τῶ Α)

831
ἑνὸς μετρούμενα ὁμοειδῆ ἀλλήλοις τε καὶ τῷ μετροῦντι· οἱ γὰρ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ καὶ οἱ μθ΄ ὁμοίως τῷ ἑνὶ ἢ τῇ μιᾷ ἑπτάδι. τὸ δὲ οὐκοῦν ἔσται πυρὸς δὶς πέντε τρὶς ἑπτὰ οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν, ἡ μὲν γῆ καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύνανται· ἀνομοειδῆ γάρ εἰσιν· εἰ δὲ ἦσαν δέκα πυρὰ ἢ κ΄ καὶ εἷς ἀέρες, ἐμετρήθησαν ἄν τῷ αὐτῷ καὶ ἑνί, τὰ μὲν πυρὰ τῷ β΄ ἢ τῷ ε΄ (δὶς γὰρ πέντε ἢ πεντάκις δύο δέκα), οἱ δὲ ἀέρες τοῖς τρισὶν ἀέρσι ἢ τοῖς ζ΄· τρὶς γὰρ ἑπτὰ ἢ ἑπτάκις τρεῖς κα. ὁμοίως καὶ εἰ ὕδατος ἦσαν, τῷ ὕδατι ἄν ἐμετρήθησαν. | καὶ ἡ μὲν τῶν λεγομένων οἶμαι διάνοια αὕτη· ἐν δὲ τῇ λέξει τὸ τὸ γὰρ αὐτὸ γένος δεῖ εἶναι ἐν ταῖς πολλαπλασιάσεσιν ἴσον ἐστὶ τῷ ἓν γὰρ γένος ἤτοι ἓν τῷ ὑποκειμένῳ ἤτοι ὁμοειδὲς δεῖ εἶναι τὸ μετροῦν τοῖς μετρουμένοις ἐν ταῖς πολλαπλασιάσεσιν.

Ταῦτα εἰπὼν ἐπιφέρει εἰ δ’ ἀνάγκη πάντα ἁριθμοῦ κοινωνεῖν, τουτέστιν εἰ πάντα τὰ πράγματα κοινωνεῖ ἀριθμοῦ, καὶ πᾶς ἀριθμὸς ἐν τοῖς πράγμασίν ἐστιν, ἀνάγκη πολλὰ πράγματα τῷ αὐτῷ ἀριθμῷ χρῆσθαι καὶ πολλοὺς ἀριθμοὺς τοῦ αὐτοῦ καὶ ἑνὸς εἶναι· εἰ δὲ τοῦτο, τὰ διαφέροντα κατ’ εἶδος τοῖς αὐτοῖς ἀριθμοῖς κοσμηθήσεται, καὶ ἔσται ὁ ἵππος ὁ αὐτὸς τῷ ἀνθρώπῳ, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἔσται ὁ ἄνθρωπος καὶ βοῦς καὶ ἵππος. πῶς δὲ τοῦτο συμβαίνει, δῆλον ἔσται ὧδε. ἐπεὶ γὰρ πάντα ἀριθμὸν [(??) (??) κύβον] ἐντὸς δεκάδος περικλείουσι (τὸν γὰρ ία καὶ ιβ΄ καὶ ιγ΄ ἀνάκαμψιν καὶ ἐπισύνθεσιν τοῦ ἑνὸς τῶν δύο τῶν ὁμοίων τῆ δεκάδι), συμβαίνει εἰ κατὰ τὴν δυάδα ὁ λέων κεκόσμηται καὶ ἔστι, κατὰ δὲ τὴν τριάδα ὁ ἵππος, κατὰ τὴν τετράδα ὁ βοῦς, τὴν πεντάδα ὁ σῦς, τὴν δὲ ἑξάδα ὁ κύων, τὴν ἑπτάδα ὁ ταῦρος, τὴν ὀκτάδα ὁ κριός, τὴν ἐννεάδα ὁ λύκος, τὴν δεκάδα ὁ ἐλέφας, — εἰ δὴ ταῦτα κατ’ αὐτοὺς κεκόσμηται, συμβαίνει τὴν περιστερὰν καὶ κορώνην καὶ ἔλαφον καὶ τὰ λοιπά, μᾶλλον δὲ ἀνάγκη κατά τινα καὶ αὐτὰ τῶν ἐντὸς τῆς δεκάδος εἶναι ἀριθμῶν· ὥστε εἴπερ ἔσται ἡ περιστερὰ κατὰ τὸν τρία, κατὰ τὸν αὐτὸν δέ ἐστι καὶ ὁ ἵππος, ἔσται ἡ περιστερὰ ἡ αὐτὴ τῷ ἵππῳ, ὅπερ ἀδύνατον. καὶ ἐπεὶ ὁ μὲν λέων κατὰ τὴν δυάδα ἐστὶ καὶ ὁ ἵππος κατὰ τὴν τριάδα καὶ ὁ βοῦς κατὰ τὴν τετράδα, ὁ δὲ σῦς κατὰ τὴν πεντάδα, ἔσται ὁ σῦς καὶ λέων καὶ ἵππος <καὶ> βοῦς. εἰπὼν δὲ ὅτι ἀνάγκη πολλὰ συμβαίνειν τὰ καὶ ἀριθμὸν τὸν αὐτόν, οἷον τὸν τρία ἤτοι τὸν ἵππον, καὶ τῷδε καὶ ἐν ἄλλῳ [ἀριθμῷ], οἷον συῒ καὶ βοὶ εὑρίσκεσθαι, ἐρωτᾷ ἀρ’ οὖν τοῦτο αἴτιον, ἤτοι ἆρ’ οὖν τὸ κοινωνεῖν πάντα ἀριθμοῦ αἴτιόν ἐστι τοῦ εἶναι τὰ πράγματα καὶ ὡς ἀληθῶς κατὰ ἀριθμὸν κεκόσμηται, ἢ ἄδηλον; καὶ τοῦτο ἐρωτήσας, ὅπερ διὰ τοῦ ἁνάγκη πολλὰ συμβαίνειν τὰ αὐτά, καὶ ἀριθμὸν τὸν αὐτὸν τῷδε καὶ ἄλλῳ ᾐνίξατο, σαφῶς ἐκτίθεται λέγων οἷον ἔστι τις τῶν τοῦ ἡλίου φορῶν καὶ σελήνης ἀριθμὸς [*](5 κ΄ καὶ εἷς e F recepi: κ΄ καὶ ιγ΄ Α: κα΄ coni. Bonitz 5 et 7 ἀέρες Brandis Bonitz: ἄρρες Α 9 λέξει τὸ Bonitz: λέξει τῇ A 10 εἶναι] deficit comment. in codice A 14 κοινωνεῖ Syr.: ἐκοινώνει Brandis Bonitz 21 post ἀνάκαμψιν fort, addendum φασιν ὁμοίων] fort. τριῶν 32 καὶ addendum censet Bonitz 33 καὶ ἐν τῷδε coni. Bonitz)

832
καὶ ἑκάστου βίου τῶν ζῴων καὶ ἡλικίας· τί οὖν κωλύει, μᾶλλον δ’ ἀναγκαῖον, ὡς αὐτοί φασιν, ἐνίους τούτων τετραγώνους εἶναι, ἄλλους δὲ κύβους καὶ ἴσους· ὥστε εἰ πάντα ἀριθμοῦ κοινωνεῖ, ἐνδέχεται, εἰ δεῖ τὸ ἀναγκαῖον ἐνδεχόμενον λέγειν, ὑπὸ τὸν αὐτὸν ἀριθμὸν πίπτειν πλείονα καὶ διαφέροντα, ὥστε εἴ τισιν ὁ αὐτὸς ἀριθμὸς συμβέβηκεν, ὁμοειδῆ ἂν εἴη ἀλλήλοις κατὰ τὸν αὐτὸν ἀριθμὸν ὄντα. εἰ δέ τις ἐνιστάμενος λέγοι ὅτι καὶ ὁ ἵππος λόγου χάριν καὶ ὁ βοῦς κατὰ τὸν κύβον ἔσονται, ἀλλ’ ὁ μὲν κατὰ τὸν ὀκτὼ ὁ δὲ κατὰ τὸν κζ΄, καὶ οὐκ ἔσονται οἱ αὐτοί, ἐπεὶ μὴ ὁ ὀκτὼ ὁ αὐτός ἐστι | τῷ κζ΄, εἰ οὖν [*](811) τις τοῦτο λέγει, γινωσκέτω ὅτι οἱ κύβοι καθὸ κύβοι οὐδὲν διαφέρουσί, ὥσπερ οὐδὲ τὸ παιδίον καὶ ὁ γίγας καθὸ ἄνθρωποι, ἀλλὰ μόνον κατὰ τὸ μεῖζον καὶ ἔλαττον, καὶ τὰ ὑπὸ τοὺς κύβους κατὰ μὲν τὸ εἶδος οὐκ ἄν διαφέροιεν, ἀλλ’ εἴπερ ἄρα, κατὰ τὸ μέγεθος.

[*](p. 1093a13)

Ἀλλὰ διὰ τί αἴτια ταῦτα; τὰ ἑπτὰ μὴν φωνήεντα, 5 ἑπτὰ δὲ χορδαὶ ἡ ἁρμονία.

Τὸ λεγόμενον οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘ἀλλ’ ἴδωμεν αὐτῶν κατασκευάς, δι’ ἃς αἴτια λέγουσι ταῦτα ταῦτα λέγων τοὺς ἀριθμούς) τῶν πραγμάτων’. τὴν ἑπτάδα γάρ φασιν ἐπαινοῦντες ὡς δι’ αὐτὴν ἑπτὰ μέν εἰσι φωνήεντα, δι’ ὧν ἡ ἐγγράμματος ἀποτελεῖται φωνή, ἑπτὰ δὲ φθόγγοι τῆς διὰ πασῶν καὶ ἁρμονίαι τοσαῦται καίτοι δόξειεν ἄν πέντε ἢ ἓξ εἶναι ἄχρι τῆς δὶς διὰ πασῶν)· ἔτι δὲ τὰς Πλειάδας ἑπτά, ἐν ἑπτὰ δὲ ἔτεσι τοὺς ἐκ γενετῆς ὀδόντας βάλλει ἤτοι ῥίπτει καὶ ἄλλους ἐκφύει τὰ ζῷα, οἷς ἐπιφωνεῖ πάνυ ἐλεγκτικῶς τὸ ἔνιά γε, ἔνια δ’ οὔ. πολλὰ γὰρ τῶν ζῴων οὐκ ἐν ἑπτὰ ἔτεσι τοὺς ὀδόντας βάλλει, ὡς ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ εἴρηται. ἀλλὰ καὶ διὰ τὸν ἑπτά φασιν ἀριθμὸν γενέσθαι τοὺς ἐν Θήβαις ὑπὸ Ἐτεοκλέους ἑπτὰ στρατηγούς. θεὶς οὖν ταῦτα δείκνυσιν ὡς οὐδὲν τούτων διὰ τὸν ἑπτὰ ἀριθμὸν γίνεται. οὔτε γὰρ διὰ τὸν ἑπτὰ οἱ ἑπτὰ στρατηγοὶ ἦσαν οὔτε αἱ Πλειάδες ὁμοίως ἑπτά, ἀλλ’ ἐπειδὴ αἱ μὲν Θῆβαι ἑπτάπυλοι ἦσαν, ἐν ἑκάστῃ δὲ πύλῃ ὁπλίτας παρέστησεν ὁ Πολυνείκης κατεάξαι αὐτὰς ἢ κατακαῦσαι, ἐπὶ τούτῳ ἀντιπαραταττόμενος ἔνδοθεν ὁ Ἐτεοκλῆς πεποίηκε στρατηγούς, καὶ ἱκανοὺς στρατιώτας δοὺς αὐτοῖς ἐπέστησεν αὐτοὺς ἐν ἑκάστῃ τῶν πυλῶν· εἰ δὲ πεντάπυλος ἦν, πέντε ἄν καὶ οἱ στρατηγοὶ ἐγένοντο. τὴν δὲ Πλειάδα ἡμεῖς μὲν οὕτως ἀριθμοῦμεν καὶ δι’ ἑπτὰ ἀστέρων καταστερίζομεν, τὴν δὲ ἄρκτον διὰ δώδεκα, οἱ δὲ Χαλδαῖοι προστιθέασι καὶ ἄλλους ἀστέρας καὶ τῇ Πλειάδι καὶ τῇ ἄρκτῳ· ὥστε εἰ διὰ τὸν ἑπτὰ ἦν ἡ Πλειὰς ἐξ ἑπτὰ ἀστέρων, διὰ τὸν δώδεκα ἡ ἄρκτος ἐκ δώδεκα, πάντες ἄν ὡς οἱ Ἕλληνες συνέταττον [*](14 τὰ—μὴν] ἑπτὰ μὲν Metaph. 15 ἡ ἁρμονία] sic etiam Metapli. cod. Ε, sed cf. 20: ἡ ἁρμονίαι Metaph. vulg. 23 γε e Syriano Bonitz: δὲ Braadis 24. 25 ἐν τῆ Περὶ ζῴων ἱστορίᾳ] B 1.2 p. 501b1 sqq. 25 φασιν coni. Bonitz: φησιν Brandis 31 “ante πεποίηκε adde ἑπτὰ” Bonitz)

833
αὐτάς, ἀλλ’ οὐχὶ οἱ Ἕλληνες οὕτω, Χαλδαῖοι δὲ καὶ Βαβυλώνιοι τὴν τῶν καταστερισμῶν θέσιν ἐποίουν ἄλλως. πρὸς τούτοις καὶ τὰ διπλᾶ σύμφωνα ζ ξ ψ τρία φασὶν εἷναι διότι καὶ αἱ συμφωνίαι τρεῖς, καὶ ἀνάγειν αὐτῶν ἕκαστον εἰς ἑκάστην τῶν συμφωνιῶν πειρῶνται, τὸ μὲν ζ εἰς τὴν διὰ τεσσάρων, τὸ δὲ ξ εἰς τὴν διὰ πέντε, τὸ δὲ ψ εἰς τὴν διὰ πασῶν. τοῦτο εἰπὼν ἐπιφέρει ὅτι δὲ μυρία ἂν εἴη τοιαῦτα, οὐθὲν μέλει, τουτέστιν ὅτι δὲ μυρία ἂν συμβαίη διπλᾶ εἶναι ἐξ ὧν λέγουσιν, οὐθὲν αὐτοῖς μέλει. πῶς δὲ καὶ ἄλλα πάμπολλα συμβαίνει διπλᾶ γίνεσθαι ἐξ ὧν φασι, τὴν αἰτίαν ἐπάγει λέγων τὸ γὰρ γ καὶ ρ εἴη ἄν ἓν σημεῖον. εἰ γὰρ διότι αἱ συμφωνίαι τρεῖς, διὰ τοῦτο καὶ τὰ διπλᾶ, ὡς αὐτοί φασι, τρία ἐστίν, ἐπειδὴ πέντε ἢ ἕξ εἰσιν οἱ φθόγγοι ἄχρι τῆς διὰ πασῶν, ἔσονται καὶ τὰ διπλᾶ ἕξ· εἰ δὲ | τοῦτο, συμβήσεται καὶ τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, [*](812) ἀλλὰ καὶ τὸ λ καὶ ν καὶ τὰ λοιπὰ ὁμοίως. ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι συμβαίνει τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, εἶπεν ὅτι ἓν σημεῖον, διότι ἓν ἕκαστον γράμμα σημεῖόν ἐστί τινων μονάδων· τὸ μὲν γὰρ β δύο μονάδων, τὸ δὲ γ τριῶν, τὸ ζ ἑπτά, τὸ ξ ἑξήκοντα καὶ τὰ λοιπὰ ὁμοίως· ὥστε κἂν διπλοῦν γένηται στοιχεῖον ἐκ τοὐ γ καὶ ρ, σημεῖον ἄν ἦν καὶ ἐκεῖνο τινῶν μονάδων. ταῦτα εἰπὼν λέγει αὐτὸς τὴν αἰτίαν καθ’ ἣν συνέβη τρία μόνα εἶναι τὰ διπλᾶ καὶ οὐ πλείω, λέγων εἰ δὲ ὅτι διπλάσιον τῶν ἄλλων ἕκαστον, ἄλλο δ’ οὔ, ἤτοι εἰ δὲ εἰκός ἐστι λέγειν ὅτι διὰ τοῦτό εἰσι τρία τὰ διπλᾶ, ὅτι ἕκαστον διπλάσιόν ἐστι τῶν ἄλλων (τὸ γὰρ διπλάσιόν ἐστι τοῦ δ ἢ τοῦ σ καὶ τὸ ξ τοῦ σ ἢ τοῦ κ, καὶ τὸ ψ ὁμοίως τοῦ π ἢ τοῦ σ), — εἰ οὖν διὰ τοῦτό εἰσι τοία, ὅτι διπλάσιόν ἐστιν ἕκαστον ἑνὸς ὁποιουοῦν τῶν συνιστώντων αὐτὸ, τοῦτο ἂν αἴτιον του εἶναι τρία τὰ διπλᾶ καὶ ἄλλο οὐθέν. καὶ τὴν αἰτίαν ἐπάγει δι’ ἣν ἐκ τοῦ διπλασίονα εἶναι τὰ διπλᾶ ὁποιουοῦν τῶν ἁπλῶν τρία εἰσί, λέγων αἴτιον δὲ τοῦ τρία εἶναι τὰ διπλᾶ ἐκ τοῦ διπλασίονα εἶναι τῶν ἄλλων, ὅτι τριῶν ὄντων ἐν τῷ στόματι τόπων, καθ’ οὓς τὸ σ ἐπιφέρεται ἄλλου προηγουμένως ἐκφωνουμένου· ἐν γὰρ τῷ ψέγω ῥήματι προηγουμένως τῷ π ἐκφωνουμένῳ ἐπιφέρεται τὸ σ ἓν σύμφωνον· καὶ διὰ τοῦτο τρία εἰσὶ σύμφωνα, ἀλλ’ οὐχ ὅτι τρεῖς αἱ συμφωνίαι. τρεῖς οὖν, ὡς εἴρηται, ἐν ὅλῳ τῷ στόματι, καθ’ οὓς πληγῶν τινων γινομένων τὰ σύμφωνα ἐξηχεῖται, ὅ τε ἐκτὸς τῶν ὀδόντων καὶ ὁ λεγόμενος οὐρανίσκος καὶ αὐτοὶ οἱ ὀδόντες· τῆς γὰρ γλώσσης ἢ μέρει τινὶ τοῦ οὐρανίσκου προσπιπτούσης ἢ πελαζούσης ἢ τοῖς ὀδοῦσιν, ἢ τῶν χειλέων ἀλλήλοις προσπιπτόντων ἢ πελαζόντων, ἡ τῶν συμφώνων ἀποτελεῖται ἀπήχησις. καὶ ἐν τοῖς ῥηθεῖσι τρισὶ τόποις, ὅταν μὴ αὐτοῦ τοῦ σ προηγουμένως τὸν ψόφον ἐκφέρωμεν, οὐ πλεονάκις ἢ ἅπαξ ἐν ἑκάστῳ τῶν τόπων σ ἐξακούεται, ἀλλ’ ἐν μὲν μέσῳ τῷ οὐρανῷ ἅπαξ μέρος γινόμενον τοὐ ξ, ἐν δὲ τοῖς ὀδοῦσιν ἅπαξ τοῦ ζ, καὶ ἐν τοῖς χείλεσιν ὡσαύτως σὺν τῷ π τὸ ψ συμπληροῦν. διὰ οὗν τοῦτο τρία τὰ διπλᾶ, ἀλλ’ οὐχ ὅτι αἱ συμφωνίαι τρεῖς. εἰ γὰρ διὰ τὸ τὰς συμφωνίας [*](28 τὸ σ] sic Metaph. quoque unus codex τῷ σ Metaph. vulg. 31 post εἴρηται addendum τόποι 36 ἐν coni. Bonitz: οὖν Brandis Comment. Arist. I Alex, in Metaph, 53)
834
τρεῖς εἶναι εἰσὶ τὰ διπλᾶ τρία, ἐπειδὴ ἐκ τῶν πρώτων συμφωνιῶν, τῆς διὰ τεσσάρων, τῆς διὰ πέντε, τῆς διὰ πασῶν, συντεθεισῶν συμφωνίαι ἄλλαι γίνονται, ἥ τε δὶς διὰ πασῶν καὶ αἱ λοιπαί, ἔδει καὶ ἐκ τῆς τῶν διπλῶν τοῦ τε ζ καὶ ξ ἄλλο τι γίνεσθαι στοιχεῖον· ἀλλ’ οὐ γίνεται. οὐκ ἄρα ταῦτα ἐκείνοις ὅμοια, οὐδὲ μὴν δι’ ἐκείνας τοσαῦτα. ἀλλὰ καὶ Ἀρχῖνος ταύτῃ τῇ ἀποδόσει ἐχρῆτο, ὡς Θεόφραστος ἱστορεῖ· ἔλεγε γὰρ Ἀρχῖνος ἢ ἔξω τι παρὰ τὴν μύσιν τῶν χειλέων ἐκφωνεῖσθαι, ὥσπερ τὸ π, καὶ διὰ τοῦτο τὸ ψ πρὸς τῷ ἄκρῳ γεννᾶσθαι τῆς γλώττης ὡς ἐκ τοῦ π καὶ σ συγκείμενον, ἢ τῷ πλάτει τῆς γλώττης παρὰ τοὺς ὀδόντας, ὥσπερ τὸ δ, | καὶ διὰ [*](813) τοῦτο τὸ ζ κατὰ ταύτην γεννᾶσθαι τὴν χώραν, ἢ τῷ κυρτῷ πιεζομένῳ ἐκ τοῦ ἐσχάτου, ὥσπερ τὸ κ, ὅθεν τὸ ξ προιέναι.

[*](p. 1093a26)

Ὅμοιοι δὴ καὶ οὗτοι τοῖς ἀρχαίοις Ὁμηρικοῖς.

Τῶν ἐξηγουμένων τὸν Ὅμηρόν τινες τὸ ἀκόλουθον πρὸς ἑαυτοὺς μὴ σώζοντες ἐπὶ γλίσχρας καὶ καταγελάστους ὑπονοίας καταφέρονται. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ῥητέον ὀλίγα τινὰ πάνυ συντελοῦντα πρὸς τὴν τῶν ὑπ’ αὐτοῦ λεγομένων διάρθρωσιν. οἱ τὸν Ὅμηρον ἐξγούμενοι ἔπος κυρίως ἐκάλουν τὸν ἀπὸ δακτύλων μόνων συγκείμενον στίχον καὶ τὸν τελευταῖον ἔχοντα πόδα τροχαῖον, τὸν δὲ ἀπὸ δακτύλων καὶ σπονδείων ὄντα ἔπος λέγειν οὐκ ἠξίουν. πᾶς δὲ τοιοῦτος στίχος ὁ ἀπὸ δακτύλων πάντων καὶ ἑνὸς τοὺ τελευταίου ποδὸς τροχαίου συγκείμενος δέκα καὶ ἑπτὰ ἐξ ἀνάγκης συλλαβὰς ἔχων εὑρίσκεται· ἐπεὶ γὰρ πᾶς στίχος ἴαμβός τε καὶ ἡρωικὸς ἑξάπους ἐστίν, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν σύγκειται συλλαβῶν, ὁ δὲ τροχαῖος ἐκ δύο, οἱ μὲν πέντε δάκτυλοι τὰς πέντε καὶ δέκα συλλαβὰς ἀπογεννῶδιν, ὁ δὲ τροχαῖος τὰς δύο· ὥστε ἐξ ἀνάγκης ἐστὶν ἐξ ἑπτακαίδεκα συλλαβῶν τὸ ἔπος, ἀπὸ μὲν ἰέ τῶν τοὺς πέντε συνιστώντων δακτύλους καὶ δύο τῶν τὸν τροχαῖον. τούτων οὕτως ἐχόντων οἱ τὸν Ὅμηρον γελοίως ἐξηγούμενοι ψυχρευόμενοί φασιν ὅτι ἐπεὶ μεταξὺ τῶν δύο χορδῶν, ὧν ἡ μείζων πρὸς τὴν ἐλάττονα λόγον ἔχει ὃν ὁ ιβ΄ πρὸς τὸν ς΄, εἰσὶ δύο μέσαι ἔχουσαι πρὸς ἀλλήλας ὃν ὁ θ΄ πρὸς τὸν η΄, ἐκ δὲ τοῦ θ΄ καὶ η΄ ἀποτελεῖται ὁ ιζ΄, διὰ τοῦτο καὶ τὸ ἔπος ἐκ δέκα καὶ ἑπτὰ σύγκειται συλλαβῶν, ἰσάριθμον ὂν τὸ ἔπος τούτοις τῷ τε θ΄ καὶ τῷ η΄. ἀλλὰ βαίνεταί τε καὶ ἵσταται τὸ ἔπος καὶ τὸ εἷναι ἔχει ἐν μὲν τῷ δεξιῷ λέγων δεξιὸν τὸ ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ μέσου ἀριστερὸν δὲ τὸ ἀπὸ μέσου ἕως τοῦ τελευταίου ποδὸς τοῦ τροχαίου) βαίνεται δὴ ἐν μὲν τῷ δεξιῷ ἤτοι τῷ ἡμίσει τοῦ στίχου τῷ ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ μέσου ἐν ἐννέα συλλαβαῖς, τῷ δ’ ἀριστερῷ, τουτέστι τῷ λοιπῷ ἡμίσει τῷ ἀπὸ τοῦ μέσου ἕως τοῦ τέλους, ἐν ὀκτώ. γελοῖον δὴ ὡς [*](5 Ἀρχῖνος] cf. Usener mus. Rhen. XXV p. 590 sq. 6 ἢ coni. Bonitz: μὴ Brandis 14 ὑπονοίας Syr.: ἐπινοίας Brandis Bonitz 28 τὴν scripsi: τὸν Brandis Bonitz 29. 30 μέσαι—τὸν η΄] μέσαι πρὸς τοὺς ἄκρους ἀποτελοῦσαι τὸν αὐτὸν λόγον, ὁ η΄ καὶ ὁ θ́ F 33 ἐν μὲν scripsi: μὲν ἐν Brandis Bonitz)

835
ἀληθῶς τὸ λέγειν ὅτι διὰ τὸ μεταξὺ τῶν δύο ἄκρων χορδῶν δύο μέσας εἶναι, τὸ ἔπος σύγκειται ἐκ δέκα ἑπτὰ συλλαβῶν· εἰ γὰρ ἀριθμοῖς χρῆται τὰ μέτρα, ὥσπερ οὖν καὶ χρῆται, ἀλλ’ οὐ κατὰ ταύτην τελεῖται τὴν μέθοδον. γελοῖον δὲ καὶ τὰ τρυπήματα τοῦ αὐλοῦ, ᾧ οἱ αὐληταὶ χρῶνται, διὰ τὰ γράμματα εἴκοσι καὶ τέσσαρα ποιεῖν, ἢ προσαρμόζειν τὰ κδ΄ στοιχεῖα τῇ ὁλότητι τοῦ κόσμου. βόμβοκα δὲ λέγει τὸ μέγιστον καὶ πρῶτον ἐν τῷ αὐλῷ τρύπημα, ἀφ’ οὗ καὶ ὁ μέγιστος καὶ ὁ βαρύτατος ἦχος ἀποτελεῖται, ὀξυτάτην δὲ τὸ ἐλάχιστον ἔσχατον, αὐτό φημι τὸ κδ΄, ἀφ’ οὗ ὀξύτατος ἀποτελεῖται φθόγγος. * * ἀντὶ τοῦ ᾗτινι τῶν κδ΄ στοιχείων ὁλότητι ἡ τοῦ οὐρανοῦ ὁλότης προσαρμόζεται. εἰπὼν δὲ ταῦτα, λέγει ὁρᾶν δὲ δεῖ μὴ τοιαῦτα οὐδεὶς ἄν ἀπορήσειεν. ὃ ἴσον ἐστὶ τῷ ἐπειδὴ τὰ ἀίδια τέτακται καὶ ἀεὶ ὡσαύτως ἔχει, πολλὴ ἐπ’ αὐτῶν εὐπορία τοῖς θεωρήμασι χρῆσθαι τῶν ἀριθμῶν, ὅπου γε καὶ ἔτι τῶν ἄλλοτε ἄλλως διακειμένων ταῦτα γὰρ εἶπε φθαρτά) ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν· τίς γὰρ ἂν ἀπορήσειεν λέγειν ὅτι ὁ καρκίνος ἐκ τοσῶνδε ἀστέρων ἐστί, διότι καὶ ὁ ἀριθμὸς καθ’ ὅν ἐστι τοιόσδε ἐστίν; ἡ ὅτι ὁ κόσμος ἴσος ἐστὶ τοῖς κδ΄ στοιχείοις, ὅτι τὰ μὲν ζῴδια ιβ΄ ἐστιν, αἰ σφαῖραι δὲ ὀκτώ, τὰ δὲ στοιχεῖα δ΄, ἢ ὅτι οἱ τὸν στέφανον ἀποπληροῦντες ἀστέρες τόσοι εἰσὶ διὰ τὸ καὶ τόνδ’ εἶναι ἀριθμὸν τοσόνδε καὶ τοιόνδε εἶναι. ἀλλὰ καὶ οἱ ὀδόντες τῶν ἀνθρώπων τόσοι διὰ τὸν ἀριθμόν.

[*](p. 1093a7)

Ἀλλ’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις αἱ ἐπαινούμεναι καὶ τὰ τούτοις ἐναντία καὶ ὅλως τὰ ἐν τοῖς μαθήμασι.

Φύσεις 〈ἐπαινουμένας〉 ἀριθμοῦ λέγει τὰ ὑπὸ τὴν ἀμείνονα συστοιχίαν τοῦ ἀριθμοῦ· δύο γὰρ συστοιχίας, ὡς πολλάκις εἴρηται, ἐποίουν, τὴν μὲν τῶν ἀγαθῶν, ὑφ’ ἣν ἔταττον τὸ ἕν, τὸ φῶς, τὸ περιττόν, τὰ ὅμοια, ἄλλην δὲ τοῦ κακοῦ, ὑφ’ ἣν τὸ πλῆθος, τὸ ἄρτιον, τὰ ὅμοια. ἦν δὲ ἂν σαφεστέρα ἡ λέξις, εἰ ἀντὶ τοῦ ἀλλ’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις ἐπαινούμεναι εἶχεν ‘ἔτι’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις ἐπαινούμεναι καὶ τἁ τούτοις ἐναντία (καὶ εἴρηται τίνα ταῦτα), ὡς λέγουσιν οἱ τοὺς ἀριθμοὺς τιθέμενοι καὶ αἴτια ποιοῦντες τὰ ἐν τοῖς μαθήμασι τῶν φυσικῶν, ἔοικε διαφεύγειν καὶ μὴ δύνασθαι κατ’ οὐδένα τρόπον τῶν περὶ τὰς ἀρχὰς (??) (??) οὔτε γὰρ ὡς ποιητικὰ οὔτε ὡς τελικὰ οὔτε ὡς ὑλικὰ ἢ εἰδικὰ αἴτια κατ’ οὐδένα τρόπον εἶναι δύνανται τῶν φυσικῶν. ἀλλ’ αἴτια μὲν τῶν τῇδε εἶναι <οὐ> δύνανται· ὡς μέντοι ποιοῦσι, καὶ καθ’ ὃν τρόπον τὰ πράγματα τάττουσιν, ἔνεστι τὸ εὖ καὶ ἐν σχήμασι καὶ ἐν χρώμασι καὶ ἐν ἀριθμοῖς καὶ ἐν [*](9 lacunam indicavi: addendum tale quid τὸ δὲ ἧς ὁ ἀριθμὸς ἴσος 14 τοιαῦτα ex Syriano addidi 23 ἐπαινουμένας addidi e F 31 lacunam indicavi: fort. addendum διωρισμένων αἴτια εἶναι 32 ὑλικὰ Bonitz: τελικὰ Brandis 33 οὐ e F addidi 34 μέντοι scripsi c. F: μὲν Brandis Bonitz 35 εὖ e Syriano scripsi: ἕν Brandis Bonitz 53*)

836
ἑκάστοις καὶ ἐν τῇ φύσει ὁμοίως, καὶ τὰ ἀντικείμενα τούτοις. καί εἰσι τῆς συστοιχίας ταύτης, λέγω δὴ τοῦ καλοῦ, τὸ περιττόν, τὸ εὐθύ, τὸ ἰσάκις ἴσον, ὥσπερ καὶ τῆς τοῦ κακοῦ τὸ ἄρτιον, τὸ μὴ εὐθύ, τὰ ὅμοια· καὶ αἱ δυνάμεις ἐνίων ἀριθμῶν, οἷον τετραγώνων, τριγώνων, ἑξαγώνων, κύβων, τῶν ὁμοίων, ἔνεισιν ἐν τοῖς σχήμασι καὶ τοῖς ἄλλοις (οὐ ἡ ἀμείνων συστοιχία τοῦ ἀριθμοῦ)· ἅμα γὰρ αἱ ὧραι τέτταρες καὶ ὁ ἀριθμὸς ὁ δ΄, ὁμοίως καὶ τὰ ἄλλα, ὅσα συνάγουσιν ἐκ τῶν ἀριθμητικῶν θεωρημάτων, πάντα ταύτην ἔχει τὴν δύναμιν, τουτέστιν ἅμα τοῖς πράγμασι καὶ αὐτά εἰσιν, ἀλλ’ οὐ ταῦτα αἴτια καὶ πρότερα τῶν πραγμάτων, τά τε πάθη τῶν ἀριθμῶν καὶ οἱ ἀριθμοί. καί εἰσιν οἰκεῖα ταῦτα πάντα καὶ ἓν τῷ ἀνάλογον. ἀλλὰ πῶς ταῦτα οἰκεῖα; ἤ, φησί, καὶ ὥσπερ τὸ εὐθὺ οἰκεῖόν ἐστι τοῦ μήκους, οὕτω τοῦ πλάτους τὸ ὁμαλόν, καὶ ἔστιν ἓν τὸ εὐθὺ καὶ τὸ ὁμαλὸν τῷ ἀνάλογον· ὡς γὰρ τὸ εὐθὺ ἐν μήκει, οὕτως ἐν πλάτει τὸ ὁμαλὸν καὶ ἐν ἀριθμῷ ἴσως τὸ περιττὸν καὶ ἐν χρώματι τὸ λευκόν. τὸ λευκόν. τὰ μὲν οὖν λεγόμενα ταῦτα· τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτω κατ’ οὐδένα γὰρ τρόπον τῶν διωρισμένων περὶ τὰς ἀρχὰς οὐδὲν αὐτῶν αἴτιόν ἐστιν· ἅμα γὰρ αἱ ὧραι καὶ ὁ ἀριθμὸς τοιοσδὶ καὶ τὰ ἑξῆς· τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται. |

[*](p. 1093b21)

Ἔτι οὐχ οἱ ἐν τοῖς εἴδεσιν ἀριθμοὶ αἴτιοι τῶν 815 ἁρμονικῶν καὶ καὶ τῶν τοιούτων.

Τοῦτο εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς μόνους ἀπέρριπται, οὕς φασιν ἀσυμβλήτους ἔχειν μονάδας, καὶ διὰ τοῦτο διαφορὰν δείκνυσθαι καὶ ἐπὶ τῶν ἴσων. ἡ γὰρ αὐτοτριάς, φασίν, οὐκ ἔστιν ὅπερ τὸ τρίτον μέρος τῆς αὐτοεννεάδος, οὐδὲ τὸ ἥμισυ τῆς αὐτοεξάδος. εἰ τοίνυν τοιοῦτοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, οὐκ ἂν εἶεν αἴτιοι τῶν ἁρμονιῶν· ἐν γὰρ ταῖς συμφωνίαις οἵ τε ὁμόφωνοι φθόγγοι ἴσοι εἰσί, καὶ ἡ νήτη διπλασία τῆς ὑπάτης ἐπιτέταται, καὶ ὅλως ὁ δ΄ τοὐ ὀκτὼ ἥμισυς καὶ τοῦ τρία ἐπίτριτος, ὡς ἄν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων. συλλογίζεται οὖν οὕτως. οἱ εἰδητικοὶ ἀριθμοὶ διαφόρους ἔχουσι μονάδας· οἱ συνιστάντες τὰς ἁρμονίας ἀριθμοὶ οὐκ ἔχουσι διαφόρους μονάδας· οὐκ ἄρα οἱ εἰδητικοὶ ἀριθμοὶ συνιστᾶσι τὰς ἁρμονίας· ὥστε εἴ τις αὐτοὺς διὰ τοῦτο εἶναι λέγει, ψευδῶς λέγει.

Ταῦτα εἰπὼν συμπεραίνεται τὸν σύμ(??)ντα λόγον λέγων τὰ μὲν οὖν

συμβαίνοντα τοῖς εἰδητικοὺς ἀριθμοὺς ποιοῦσι καὶ τοῖς χωριστὰ τὰ μαθηματικὰ τιθεμένοις καὶ αἴτια τῶν φυσικῶν λέγουσι τὰ ῥηθέντα ἐστί, [*](1 fort, τὸ ἀντικείμενον τούτῳ (vel quod habet Syrianus τὸ ἀντ’. τῷ εὖ) 3 ἰσάκις ἴσον] sic etiam Metaph. G b I b: ἴσον Metaph. vulg. 13 τῷ ἀνάλογον] sic Metaph. E I b: τὸ ἀ. Metaph. vulg. 23 δεικνύναι Syr.)

837
καὶ ἔτι πλείω τούτων συναχθείη, τὰ περὶ τῶν εἰδῶν γραφέα αὐτῷ δύο βιβλία, ἄλλα ὄντα παρὰ τὸ Μ καὶ Ν, καὶ ἐκτὸς τῆς Μετὰ τὰ φυσικὰ συντάξεως. καὶ ἔοικε, φησί, τεκμήριον καὶ πίστις ἱκανὴ εἶναι τοῦ μὴ εἶναι χωριστὰ τὰ μαθηματικὰ τῶν αἰσθητῶν μηδὲ πολλῷ μᾶλλον αἴτια τῶν τῇδε τὸ πολλὰ κακοπαθεῖν αὐτοὺς περὶ τὴν γένεσιν αὐτῶν καὶ τὸ κατασκευάσαι ὥς εἰσι, μὴ δυνηθῆναι δὲ τοῦτο ποιῆσαι, μηδὲ συνείρειν καὶ ἀκολουθεῖν καὶ αἰτίας ἀποδιδόναι ἐφ’ ἑκάστου τῶν ἀπορουμένων καὶ ἐπαγομένων αὐτοῖς, μηδὲ λύειν τὰς ἐπαγομένας αὐτοῖς ἐνστάσεις πρὸς ἃ ἂν εἴπωσι ὑπὲρ τῶν εἰδῶν καὶ τῶν ἄλλων ἀπάντων.

Ὧδε μὲν οὖν τέλος ἔσχεν αὐτό τε τὸ Ν καὶ ἡ σύμπασα τῶν Μετὰ τά φυσικὰ σύνταξις καὶ αἱ εἰς αὐτὸ σχολαί.

[*](1 fort, scribendum c. F συναχθείη. αἰνίττεται δὲ διὰ τούτου τὰ περὶ τῶν εἰδῶν)