De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Καλῶς δὲ τῷ ὅρῳ πρόσκειται καὶ τί, προϊοῦσα δ᾽ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἁφῇ τὰ πλησιέστερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα, κἀκεῖνα ἕτερα.

Ἐπεὶ δὲ πᾶν τὸ ἐκ τῆς καρδίας θερμὸν εἰς ὅλον τὸ σῶμα παραπεμπόμενον διὰ μέσων ἴεται τοῦ πνεύματος καὶ τοῦ αἵματος, ἂ παντὶ πρόσεστι μορίῳ τοῦ σώματος, ἐκ τῆς αὐτῆς ἰόντα καρδίας, εἰκότως τὴν παρὰ φύσιν θέρμην, ἐκ τῆς καρδίας ἀρχομένην, δι᾽ ἀρτηριῶν καὶ φλεβῶν εἰς ἅπαν ἰέναι τὸ σῶμά φαμεν. Τοῖς γὰρ αὐτοῖς, οἷς τὸ φυσικὸν θερμὸν παντὶ μορίῳ τοῦ σώματος μεταδίδωσιν ἡ καρδία, καὶ τὸ παρὰ φύσιν θερμὸν παραπέμψει, καὶ μάλισθ᾽ ὅτε καὶ ὁ πυρετὸς δοκεῖ τὸ φυσικὸν θερμὸν εἶναι εἰς τὸ πυρῶδες