De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐ μόνον ταῦτα τὰ ῥηθέντα αἴτια τῶν νοσημάτων γίνεται αἴτια, ἀλλὰ καὶ αὐτὰ τὰ νοσήματα νοσημάτων ἑτέρων ἐστιν ὅτε γένοιτ’ ἂν αἴτια. Ἐκ γὰρ τοῦ ἐφημέρου, ὥσπερ τινὸς αἰτίου, πυρετὸς ἔστιν ὅτε γίγνεται καὶ σηπεδονώδης ἀμέσως καὶ ἑκτικός, καὶ ἐκ σηπεδονώδους αὖ πάλιν ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἑκτικός. Εἰ δ᾽ ἐξ ἑκτικοῦ κατὰ τὸ ἀνάπαλιν δυνατὸν γενέσθαι ποτὲ σηπεδονώδη τε καὶ ἐφήμερον, καὶ ἐκ σηπεδονώδους πάλιν ἐφήμερον, ἴσως ἐν τοῖς ἑξῆς θεωρήσομεν.

Τοσαῦτα μὲν οὖν ἐν τῷ παρόντι περὶ τῶν αἰτίων ἐν γένει τε καὶ καθόλου. Ἑξῆς δὲ περὶ τῶν αἰτίων εἰπεῖν ἀνάγκη, δι᾽ ὧν οἱ πυρετοὶ γίγνονται· ἀγνοουμένων γὰρ τῶν αἰτίων, ἐξ ὧν οἱ πυρετοὶ γένοιντ᾽ ἄν, οὔτ᾽ ἀκριβῶς ἂν εἰδείη τις, τίς πότ᾽ ἐστιν ὁ πρὸ ὀφθαλμῶν πυρετός, οὔτε τὰ συνοίσοντα φάρμακα· ποιητικὰ δὲ ταῦτα ὑγείας, καὶ φθαρτικὰ πυρετοῦ καὶ τῶν αἰτίων ἐκείνου οὔθ’ εὑρεῖν οὔτ᾽ εἰσηγήσασθαι τέχνῃ τινὶ καὶ μεθόδῳ δυνήσαιτ᾽ ἄν, ὃς δὴ τῆς θεραπευτικῆς μεθόδου σκοπός ἐστιν ἐξοχώτατός τε καὶ