De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Δύο γὰρ τὰ αἴτια παρ᾽ ἰατροῖς, τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν· οὐχ ἑνὸς δηλαδὴ σώματος, ἀλλὰ πλειόνων, ὑγιεινῶν, νοσερῶν τε καὶ οὐδετέρων, καὶ τούτων πάλιν, τῶν ἁπλῶς τε καὶ ἐν τῷ νῦν, ὥσπερ καὶ τῶν ἁπλῶς, τῶν ἀεί τε καὶ ἐπὶ τὸ πολύ· τὸ γὰρ αἴτιον ἐν τῷ πρός

Ἀλλὰ πῶς τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶόν ἐστι; προτέρα γὰρ ἡ φυλακτὴ ὑγεία τοῦ φυλακτικοῦ ταύτης αἰτίου· δεῖ γὰρ εἶναι τὴν ὑγείαν, εἶτα φυλάττεσθαι· πρὸς δέ, ταῦτα πρὸς ἄλληλα λέγεται· τὸ γὰρ φυλακτικὸν ὑγείας, φυλακτῆς ὑγείας φυλακτικόν, καὶ τὸ ἀνάπαλιν· τὰ τοιαδὶ δ᾽ ἅμα τῇ φύσει· οὐκ ἄρα τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶτόν ἐστιν.

Ὑγεία μέν, ᾗ τοιαύτη, προτέρα τοῦ φυλάττοντος ταύτην αἰτίου· ὑγεία δέ, ᾗ φυλακτή, ὑστέρα Καὶ τὰ πρὸς ἄλληλα δὲ τοῦ αὐτοῦ φύσει, καὶ οὐ προτέρα.

οὐ πάντα ἅμα τῇ φύσει, ἅμα γε μὴν ἅπαντα φύσει τῇ γε νοήσει· ἄνευ γὰρ θατέρου θάτερον οὐ

Ἀλλὰ πάλιν πῶς αἴτιον τὸ φυλακτικὸν ὑγείας ἢ νόσου; οὔτε γὰρ ὑλικόν· ἡ γὰρ ὕλη τοῦ ὅλου ἐστὶ μόριον καὶ φυλάσσει δὲ οὐχ ᾗ ὕλη, ἀλλὰ τὸ εἶδος μᾶλλον ἐκείνου, οὗ ἐστιν εἶδος.

Πρὸς δέ, τὸ συμβεβηκὸς πῶς ἕξει τὸ ὑλικὸν αἴτιον, τὸ ἐξ οὗ; τὸ γάρ, ἐν ᾧ μόριόν ἐστι καὶ οὐ φυλακτικὸν αἴτιον, οὔτε ποιητικόν, ἐπείπερ ἀντιδιήρηται τὸ ποιητικὸν τῷ φυλακτικῷ, οὔτε μὴν εἰδικόν· τὸ γὰρ φυλακτικὸν αἴτιον, περὶ οὗ ὁ λόγος τοῖς ἰατροῖς, ἀλλότριόν τε καὶ ἔξω τοῦ οὗ ἐστι, πάντως φυλακτικόν· τὸ δὲ εἶδος ἴδιόν τε καὶ τοῦ οὗ ἐστιν εἶδος οὐσιῶδές γε μόριον προσέτι καὶ τοῦ εἴδους εἶδος οὐκ ἔστιν· οὕτω γὰρ ἂν εἰς ἄπειρον ἐκπεσούμεθα· ἀλλ᾽ οὐδὲ τελικόν, ὅτι οὐδὲ τὸ τέλος τῆς ὑγείας ἢ νόσου τὸ φυλακτικὸν αἴτιον, μᾶλλον μὲν οὖν ταῦτα τέλος ἐκείνου καὶ διὰ ταῦτα