De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Φανερὸν μὲν οὖν διὰ τούτων καὶ ὡς τρία μόνα τὰ ἐν ἡμῖν, ἐν οἷς ἡ παρὰ φύσιν θερμότης, μόρια, χυμοί, πνεύματα· τὰ αὐτὰ δὲ καὶ παρ᾽ Ἱπποκράτει ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα καλεῖται, ἴσχοντα μὲν τὰ μόρια, ἃ καὶ στερεὰ προσαγορεύεται, ἰσχόμενα δὲ οἱ χυμοί, ἐνορμῶντα δέ γε τὰ πνεύματα, ἕκαστον ἐκ τῆς ἰδίας δυνάμεως τὴν προσηγορίαν ἁρμόζουσαν εἰληφός.

Ἴσχει μὲν γὰρ καὶ κατέχει τὰ στερεά, ἐνίσχεται δὲ καὶ ἐμπεριέχεται ὑπὸ τούτων τὰ ὑγρὰ τε καὶ διαρρέοντα, ταὐτὸν δὲ εἰπεῖν οἱ χυμοί, ὁρμᾷ δὲ τὰ ἐν ἡμῖν πνεύματα, λεπτομερεστάτης οὐσίας ὄντα καὶ θερμοτάτης, καὶ ῥᾷστα διὰ πάντων χωροῦντα τῶν μορίων τοῦ

Φανερὸν δὲ καὶ ὡς τρία μόνα τὰ γένη τῶν πυρετῶν, καὶ οὔτε πλείω, οὔτε ἐλάττω· ἐφήμεροι δηλαδὴ καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις, ἔτι δὲ καὶ οἱ ἑκτικοὶ καλούμενοι πυρετοί. δεχόμενά γε μὴν καὶ ταῦτα πλείους διαφοράς, τήν τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος, ἣν δὴ καὶ οὐσιώδη πυρετῶν λέξομεν εἶναι διαφοράν, καθ᾽ ἣν μεγάλους τε καὶ μικροὺς ὀνομάζομεν πυρετούς, καὶ τὴν παρὰ τὸν τῆς κινήσεως τρόπον, καθ᾽ ἣν βραδεῖς τε καὶ ταχεῖς λέγονται πυρετοί, καὶ διαλείποντες καὶ μή, ἔτι δὲ καὶ τὴν παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος, ἐξ ὧν, ὡς ἐκ σημείων, ἡ διάγνωσις, ὁποῖός ποτ’ ἂν ὁ πυρετὸς εἴη, τοῖς ἰατροῖς εἴωθε

γίγνεσθαι, καθ᾽ ἣν εἰώθαμεν λέγειν τῶν πυρετῶν τοὺς μὲν ἐξερύθρους, τοὺς δὲ ἐξώχρους, ἄλλους πελίους, καὶ ἄλλους ἄλλως. Ἀλλὰ ταῦτα μὲν ἐν τῷ περὶ διαφορᾶς πυρετῶν εἰρήσεται καὶ σαφέστερον· εἰρήσθω δὲ καὶ νῦν ὀλίγ᾽ ἄττα σὴν χάριν, εἰ καὶ παρεκβατικώτερον τὸν λόγον

Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ῥᾷστα μὲν πάντων ἀνάπτεταί τε τὸ πνεῦμα καὶ τάχιστα διαλύεται, ἧττον δὲ οἱ χυμοί, ἔτι δὲ ἧττον τὰ μόρια. Ταῦτά τοι καὶ ἀπὸ τυχούσης σχεδὸν αἰτίας φαύλης καὶ ἀμυδρᾶς ὁ ἐφήμερος γίνοιτ᾽ ἄν, καὶ ἀπογίνεται δὲ ῥᾳδίως, τοῦ ἀναφθέντος ῥᾷστα διαφορηθέντος πνεύματος.

Οἱ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις οὐκ ἀπὸ φαύλης τινὸς αἰτίας γίνονται πυρετοί· στερεωτέρα γὰρ ἡ τῶν χυμῶν φύσις καὶ ἀντιπράττουσα μᾶλλον, ἤπερ τὰ πνεύματα, καὶ ἄλλος ἄλλου στερεωτέραν μᾶλλον καὶ ἀντιπράττουσαν ἔχει φύσιν, ὡς ἐν τοῖς ἑξῆς εὖ ἄγαν εἰσόμεθα, δυσκόλως τε ἀπογίνονται τοῖς αὐτοῖς πάλιν λόγοις, καὶ μᾶλλον ὅσοιπερ ἐπὶ στερεώτερον χυμοῦ ἀναπτονται.

Οἵ γε μὴν ἑκτικοὶ καὶ δυσκολώτατα γίνονται καὶ δυσκολώτατα ἀπογίνονται οὐ γὰρ ῥᾳδίως ἀνάπτεται τὰ μόρια, στερεωτέρας τυχόντα φύσεως, οὔτ᾽ αὖ πάλιν θερμανθέντα, ῥᾳδίως ἀποβάλλει τὴν θερμασίαν· τὸ γὰρ στερεὸν δυστύπωτόν τε ἅμα καὶ τῆς ἐντυτωθείσης αὐτῷ καὶ μορφῆς καὶ ποιότητος ἄγαν φυλακτικόν, εἰ μή που πρὸς τὴν ἐναντίαν μᾶλλον ῥέπει ποιότητα. Ταῦτ᾽ ἄρα καὶ ἑκτικοὶ κέκληνται πυρετοί, ὡς ἕξεις ὄντες καὶ