De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἤ̓́ιτησας ἡμᾶς, Ἀσκληπιαδῶν ἄριστε, Ἀπολλώνιε, περὶ πυρετῶν σοι τοσαῦτα διὰ γραφῆς παραδοῦναι, ὅσα σχεδὸν πὰρ ἡμῖν φοιτῶντι διὰ γλώττης παρεδηλώσαμεν, ἵν’ ὥσπερ ὑπόμνημα τῆς ἡμῶν εἴη σοι διδασκαλίας, βουλομένῳ περὶ πυρετῶν θεωρεῖν, καὶ μάλιστα νυνί, ὅτε καὶ ἀποδημεῖν ἡμεῖς ἐβουλευσάμεθα, καὶ μακρὰν ἀφ᾽ ὑμῶν γενέσθαι, σὺ δὲ οὐκέτ᾽ ἴσως ἕξεις τὸν οὕτω σοι προθύμως τὰ τῆς ἰατρικῆς διασαφήσοντα ὄργια.

Ἐγὼ μὲν οὖν ἕπεσθαί σοι ῥᾴδιος, ἐφ᾽ ἃ κελεύεις αὐτός. καὶ μὴ ὅτι περὶ πυρετῶν, ἀλλὰ καὶ περὶ παντὸς ἄλλου θεωρήματος ἰατρικοῦ ἕτοιμος ἂν ἦν, σοῦ χάριν καὶ γλώττῃ καὶ γράμμασι διδασκαλίαν ποιήσασθαι, εἴγε μὴ νῦν, ὅτε πρὸς ἀλλ᾽ ἄττα, τῆς ἐξόδου βιαζομένης, ἡμεῖς ἐπειγόμεθα, μὴ συγχωροῦντα τὴν περὶ τὰ τοιαῦτα σπουδήν, ἀλλὰ πρὸ καιροῦ, ὅτε δηλονότι οἷόν τε ἦν καὶ χρόνον ἡμῖν ἐγγενέσθαι μετὰ τὴν αἴτησιν πρὸς τὴν τοῦ θεωρήματος ξυγγραφήν, τὸ περὶ τούτων ὤφθης αἰτούμενος.

Πολυσχιδὴς γάρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία καὶ πολλοῦ δεομένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν· δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα.

Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν, κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδ᾽ αὐτοῦ δὴ τούτου γε

φείδεσθαι.

Ἀμέλει καὶ ἔδοξέ μοι, ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγγελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν θεωρίας, ἐν ἁρμόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑποθήκης ἐκδοῦναι λόγῳ, ἀκριβοῦς φιλίας ὑπόμνημα.

Καὶ δὴ λέγωμέν σοι πειθόμενοι, ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τίς ἐστιν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησάμενοι τῇ βραχύτητι. ἀμφοτέροις δὲ παρ᾽ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν πάλαι αἰτήσαντι, ὅτε μὲν εἰσαγωγήν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφ’ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν