Physiognomonica (epitome Matritensis)

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1 Foerster, Teubner, 1893

Εἷδος ἀνδρεῖον ὄρθιον τὸ πᾶν σχῆμα, πλευραὶ καὶ ἄρθρα τοῦ σώματος πάντα ἐρρωμένα, ὀστᾶ μεγάλα, κόμη [*](Matr. 9. ante Εἶδος titulus Ὅροι ἰ(corr. ex εἰ) δεῶν ἀν- θρώπων· περὶ ἀνδρείου εἴδους m. rubr. Ma πλευραὶ] πλευρὰ Ma )

409
Matr. σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, μοι καρτεροί, ὠμο- πλάται εὐρεῖαι διεστηκυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα, ἰσχία σκληρά, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάλιν ἀνεῳγμένοι οὐ μὴν οὐδὲ σφαλίζοντες, ὀφρύες [τε] οὐ τεταμέναι, μέτωπον τέλειον οὐ μήν τε ὀλίγον [*](Matr. 9. ῥωμαλέα] ῥωμαλαῖα Ma 10. περὶ] παρὰ Ma 12. σφαλίζοντες] ἀσφαλίζοντες Ma 13. τε uncis inclusi τέ- λειον οὐ μήν τε ὀλίγον] οὔτε λεῖον οὔτε μὴν τραχὺ λίαν? )
410
Matr. φωνή τε ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ καρτερός.

Εἴδους δειλοῦ σημεῖα τοιαῦτα· τρίχες μαλακαί, τὸ πᾶν σχῆμα ἀνειμένος, τράχηλος μακρός, τὸ χρῶμα μελίχρωον, τὰ ὄμματα ταραχώδη, βλέφαρα ταχυκίνητα, ἄσθματι ἀσθμώ- δης, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, μακρόχειρ, φωνὴ λιγυρὰ μαλακή.

[*](Matr. 8. ἀπηνεστέρα] ταπεινοτέρα Ma 10. ante Εἴδους titulus περὶ εἴδους δειλοῦ m. rubr. in marg. Ma Εἴδους] Εἴδη Ma 11. ἀνειμένος] ἀνήμερος Ma 12. ταραχώδη] τρα- χώδη Ma 11. λιγυρά] λυγρά Ma )
411

Εὐφυοῦς σημεῖα τοιαῦτα· μεγέθους εὖ ἔχοντα λευκὸν αὐτὸν ὄντα καὶ ὑπέρυθρον, οὐ πάνυ δὲ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη τε καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀπʼ ἀλλήλων, ἐπηρμένα πρόσωπα [*](Matr. 8. ante Εὐφυοῦς titulus περὶ εἴδους εὐφυεῦς m. rubr. Ma, εὐφυοῦς m. rubr. in marg. μεγέθους] μέγεθος Ma ἔχοντα] ἔχοντος Ma 13. διεστῶτες] μὴ ἑστῶτες Ma ἀλλή- λων, ἐπηρμένα πρόσωπα καὶ] ἀλλήλων ἐπηρμένα· καὶ πρόσ- ωπα Ma )

412
Matr. καὶ σαρκώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς〉ἦθος〉 γεγηθός.

Τοῦ ἀναισθήτου σημεῖα ταῦτά ἐστι· λευκὸς πάνυ ἢ μέλας πάνυ, σαρκώδης ἢ προγάστωρ, παχυσκελής, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα, κλεῖδας συμπεφυκυίας καὶ τράχη- λον κολοβὸν παχύν ἔχων, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις, μέτωπον στρογγύλον, βλέμμα κωφὸν ἀχανές.

[*](Matr. 10.〉ἦθος〉 inserui 11. ante Τοῦ titulus περὶ εἴδους ἀναισθήτου m. rubr. Ma, ἀφυοῦς m. rubr. in marg. 13. κλεῖδας] πληγάς Ma 14. ἔχων] ἔχοντος Ma ἀτελῆ, παρειὰς σαρκώδεις] τε λιπαρά, εὐσαρκώδους Ma )
413

Μatr. 34. Ἀναισχύντου ἀνδρὸς σημεῖα τάδε· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἐκπεπετασμένα παχέα, παχύ- πους, παχύρρινος, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.